TLG 2042 070 :: ORIGENES :: Adnotationes in Deuteronomium (fragmenta e catenis) ORIGENES Theol., Origenes Adamantius Adnotationes in Deuteronomium (fragmenta e catenis) = Homiliae in Deuteronomium (fragmenta e catenis) Cf. et 2042 053 Citation: Volume — page — (line) | ||
6t | ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ | |
---|---|---|
7t | ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ. | |
10t | ΚΕΦ. Αʹ. | |
11n | Στίχ. λαʹ. Ὡσεὶ τροφοφορήσαι ἄνθρωπος. | |
12 | Ἀκύλας. Ὡσεὶ ἄραι τροφὸς τὸν υἱὸν ἐβάστασεν, ἡρμήνευσεν. Ὠριγένης δὲ ἐν ταῖς εἰς τὸν Ἱερεμίαν ὁμιλίαις φησί· «Συμπεριηνέχθη καὶ συγκατέβη | |
15 | ὑμῖν, τὴν ἡμετέραν ἀσθένειαν οἰκειούμενος· ὡς διδάσκαλος συμψελλίζων παιδίοις, ὡς πατὴρ ἰδίους τιθηνούμενος παῖδας, καὶ τοὺς τρόπους αὐτῶν ὑπο‐ δυόμενος, καὶ κατὰ μικρὸν ἄγων αὐτοὺς ἐπὶ τὰ τελειότερα καὶ ὑψηλότερα.» | |
20t | ΚΕΦ. Γʹ. | |
21n | Στίχ. ιηʹ. Καὶ ἐνετειλάμην ὑμῖν. | |
22 | Ταῦτα λέγει τῇ φυλῇ Ῥουβεὶμ, καὶ τῇ φυλῇ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. Στίχ. κζʹ, κηʹ. Πλέον τῷ Μωϋσεῖ παρὰ τῷ Ἀαρὼν | |
25 | δίδωσι, τὸ θεάσασθαι τὴν γῆν ἐξ αὐτόπτου. Τὴν δὲ εἴσοδον οὐ δίδωσι, τῇ τῆς πίστεως ἐνδείᾳ ταύ‐ την δίκην ἐπιθεὶς, καθ’ ἣν ἀμφοτέρους ἐκτὸς τῆς γῆς τῆς ἐπηγγελμένης μεθίστησιν ἀπὸ τοῦ βίου, καὶ δυναμένους ἀφικέσθαι, τοῦ τέλους ἅτε | |
30 | διὰ πίστεως διδομένου. Ὃ δὴ καὶ σύμβολον εἰς τὸν νόμον, οὐ δυνάμενον τελειῶσαι οὐδὲ τὴν ἐπαγγε‐ λίαν ἀποκαταστῆσαι, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσε‐ ται. Τιμὴ δὲ αὕτη, τὸ γνῶναι κρίσιν Θεοῦ, καὶ προ‐ γνῶναι τὴν οἰκείαν τελευτήν. | |
35 | Τοῦ αὐτοῦ. Προάγει τὸν Ἰησοῦν, καὶ ἤδη μὲν ἡγιασμένον ἐκ τῆς ἀκολουθήσεως, καὶ παρὰ μο‐ νῆς Μωϋσέως, τὸ δὲ ἀρχικὸν πνεῦμα διὰ Μωϋ‐ σέως μέλλοντα κομίζεσθαι πρὸς τὸ καὶ οἰκείους ἀντ’ αὑτοῦ καταστῆσαι. Ὥσπερ καὶ Ἑλισσαῖος ἐν πνεύ‐ | |
40 | ματι Ἠλίου παρῆν τὸ Ἠλίου πράξων ἔργον· ἐν γὰρ τῷ αὐτῷ πνεύματι τὰ αὐτὰ κατεργάζεσθαι δεῖ. Λάβε πρὸς ἑαυτὸν, ὥς φησιν ἐν τοῖς Ἀριθμοῖς, τὸν Ἰησοῦν υἱὸν Ναυῆ, ἄνθρωπον ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὑτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ’ | |
45 | αὐτῷ. Οὕτω καὶ οἱ ἀπόστολοι Πνεῦμα ζωοποιὸν | 24 |
17.25 | ἔχοντες ἀπὸ τῆς ἐμφυσήσεως τοῦ Κυρίου, πνεῦμα κομίζονται τὸ ἀρχικὸν ἐξ οὐρανοῦ καταπεμπόμενον· οὐ πνεῦμα ἐν πνεύματι, ἕτερον ἐφ’ ἑτέρου· ἀλλ’ ἐνέρ‐ γειαν ἐν τῷ αὐτῷ πνεύματι, καθάπερ ὁ Παῦλος διδάσκει. | |
5t | ΚΕΦ. Δʹ. | |
6n | Στίχ. ιβʹ. Καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ | |
7n | μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων, ἣν ὑμεῖς | |
8n | ἠκούσατε. | |
9 | Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. Ἄλλος φησί· Δῆλον γὰρ | |
10 | ὅτι τοῖς τῆς διανοίας ὀφθαλμοῖς θεωρεῖ τις καὶ ἀκούει τὰ νοήματα. | |
12t | Φωνὴν ῥημάτων. | |
13 | Ἐνταῦθα τὰ κατὰ φύσιν εἴρηκεν, ὅτι ἀκοὴ δέ‐ χεται τὴν φωνήν. Ὅσον γὰρ ἀπὸ τῆς ἀκριβείας τοῦ | |
15 | γράμματος, μόνη ἡ Δεκάλογος ἦν ἐν ταῖς πλαξὶ γεγραμμένη, τὰ δὲ λοιπὰ διὰ προστάγματος Θεοῦ ὁ Μωϋσῆς ἐδίδαξε | |
18t | ΚΕΦ. ΙΔʹ. | |
19n | Στίχ. ιθʹ. Πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν | |
20n | ἀκάθαρτα ἔσται. | |
21 | Τῶν πετεινῶν, οἶμαι, ὅσα μὲν σκόλοπας ἔχει κα‐ τωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις, καθαρὰ εἶ‐ ναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα. Ἀποφάσκει τοί‐ νυν ὁ νόμος τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν | |
25 | ἁλίαιετον, καὶ μέντοι καὶ τὸν γύπα. Διίπταται γὰρ ὑψοῦ τὰ τοιάδε, καὶ τοῖς ἀνωτάτω λίαν ἐναμ‐ βρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω· Νεοσσοὶ γὰρ, φησὶ, γυπὸς τὰ ὑψηλὰ πέτανται. Τοιουτωσὶ δέ πως ὁ ἐξοφρυσσάμενον ἄγαν, καὶ ἐπῃρμένον | |
30 | ἔχων ἐν ἑαυτῷ τὸν νοῦν, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου φρονήματος ὑπερορᾷν ἠθισμένος, ἥκιστα δὲ ἀγαπῶν τὸ τοῖς ταπεινοῖς συναπάγεσθαι. Συγκατα‐ ψέγει δὲ τούτοις καὶ τὸν ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ· δι’ ὧν εὖ μάλα σημαίνεται τό τε ἁρπάζειν | |
35 | εἰδὸς καὶ δεινὸν εἰς κακουργίαν ἀνθρώπων γένος. Καὶ τούτων μὲν πρωτότυπος ἰκτὶν, οὐ θατέρου γε μὴν ὁ μελανώτατος καὶ βαθύς. Σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς οἱ δρομεῖς εἰς πονηρίαν καὶ ἀσυμφορεῖς τοῖς πολλοῖς, ἔν γε δὴ σφίσιν αὐτοῖς | |
40 | παρέχοντες μοχθηρίαν. Παραπέφυκέ πως ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠῤῥωστηκόσι τὸ πλεο‐ νεκτεῖν ἐθέλειν· οὓς οὐ δύναται τὸ τυχὸν καὶ πολυ‐ τρόποις κακουργίαις ἐκπλεονεκτεῖν εὑρήμασιν· καθαρπάζειν δὲ οὕτω καὶ τοῦτο ἀπλήστως. Ταύτῃ | |
45 | τοι συνάπτει λέγων εὐθύς· Καὶ στρουθίον, καὶ λάρον. Ἄπληστα γὰρ οἶμαι ταυτὶ, τὸ παρεμ‐ πῖπτον ἀεὶ συλλέγοντα. Εἶτά φησιν, ὅτι ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταρά‐ κτην, καὶ ἴβιν, καὶ προσφορίονα, καὶ πελεκᾶνα, | |
17.25(50) | καὶ κύκνον. Καταγράψει δ’ ἂν ἐφ’ ἑαυτοῖς καὶ τάδε, καὶ τοὺς ὠμοὺς καὶ ἀγρίως ἑτέρους ἐπιβουλεύοντας, | |
καὶ ἀσχέτως ἐπιφυομένους οἷς ἂν δύναιντο τυχόν· | 26 | |
17.28 | ὡς καὶ αὐτὸν ὑποφέρει οὐ παραιτεῖσθαί τι τὸν ἐπὶ ζωῇ κίνδυνόν τε καὶ φόβον. Ὁ μὲν γὰρ ἱέραξ κατα‐ θρώσκει τε δεινῶς παντὸς ἀσθενεστέρου πετεινοῦ, καὶ κατὰ στρουθίων ἵεται, καὶ διόλλυσι λαβών. Κα‐ | |
5 | ταράκτης γε μὴν καὶ ἴβις καὶ πορφυρίων, προσθείην δ’ ἂν ὅτι καὶ πελεκᾶνον, ἐπιβαίνονται τοῖς ἰχθύσι, καὶ τρυφὴν ποιοῦνται τὸν ἐκείνων ὄλεθρον. Τοιοῦτοι δὲ πάντες, ὅσον ἧκ’ ἐς τρόπους ἀγριότητα, οἱ παρ’ οὐδὲν ἡγούμενοι τὸ διολλύναι τινὰς διά γε | |
10 | τῶν σφίσιν αὐτοῖς ἡδὺ, οἱ τὸν τῆς φιλαλληλίας παρωσάμενοι νόμον, καὶ τοῖς τῆς ἀγάπης προσκε‐ κρουκότες θεσμοῖς. | |
13t | ΚΕΦ. Ιϛʹ. | |
14n | Στίχ. ιθʹ. Καὶ ἐξαίρει λόγους δικαίων. | |
15n | Στίχ. κʹ. Δικαίως τὸ δίκαιον διώξῃ. | |
16 | Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Φώτιον καὶ Ἀνδρέαν πρεσ‐ βυτέρους ἐπιστολῆς. Τουτέστιν, μετὰ τὸ γινώσκειν καὶ πεπαιδεῦσθαι τοὺς τῆς δικαιοσύνης λόγους, διώξεις καὶ ἐπιζητήσεις | |
20 | τὸ δίκαιον, καθαρεύων πάσης προσπαθείας· καὶ ταύτῃ τὸ δίκαιον δίκαιος ὢν ζητήσεις, καὶ πανταχόθεν περιπεφραγμένος, καὶ ἔσω τῶν ὅρων τῆς δικαιοσύ‐ νης ἱστάμενος. Πολλοὶ γὰρ αὐτὸ τὸ ἐθέλειν δί‐ καιοι εἶναι, μεθυσθέντες τὸν νοῦν διὰ τῆς δικαιο‐ | |
25 | σύνης ἀκριβοῦς αὐτῶν, δικαιοσύνης τὴν δικαιοσύνην ἠδίκησαν. Ὅθεν καὶ ὁ συνετὸς Ἐκκλησιαστὴς, μᾶλλον δὲ ὁ τῆς συνέσεως παιδευτὴς (Χριστὸς γάρ ἐστιν ὁ ἀληθὴς Ἐκκλησιαστὴς, τῆς Ἐκκλησίας ἡ κεφαλὴ, καὶ τοῦ Θεοῦ Πατρὸς ἡμῶν ἡ ἀνωτάτω καὶ ἐνυπό‐ | |
30 | στατος σοφία καὶ λόγος), ἄγχων τὸ πέρα μέτρου, κἂν ἐπὶ τὰ δεξιὰ φέρηται, παραινεῖ· Μὴ γίνου δί‐ καιος πολὺ, καὶ μὴ σοφίζων περισσά. | |
33t | ΚΕΦ. ΙΘʹ. | |
34n | Στίχ. καʹ. Ψυχὴν ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ | |
35n | ὀφθαλμοῦ. | |
36 | Ταῦτα μὲν ὁ νόμος ὡς ἀσθενεῖς τοὺς Ἰσραηλίτας· ὁ δὲ Κύριος ὁ ταῦτα νομοθετήσας τοῖς ἑαυτοῦ μα‐ θηταῖς φησιν· Ἠκούσατε, ὅτι ἐῤῥήθη· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ τὰ ἑξῆς. Ἐγὼ δὲ λέγω ὑμῖν, | |
40 | μὴ ἀντιστῆναι τῷ πονηρῷ. Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. (Ταῦτα μὲν ἐπὶ αἰσθητοῦ καὶ τῶν κατὰ κόσμον· ἐπὶ δὲ τῶν ἡμαρ‐ τημένων ἡμῖν οὐδενὸς δεῖται ὁ Θεός. Αὐτὸς γὰρ ἐπό‐ πτης ἁπάντων καὶ κριτής.) Σημειωτέον, ὅτι καὶ τῶν | |
45 | βεβλημένων εἰς τὸν γάμον παραίτησις ἦν τό· Ἀγρὸν ἠγόρασα, καὶ γυναῖκας ἔγημα. | |
47t | ΚΕΦ. Κʹ. | |
48n | Στίχ. εʹ. Τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν | |
49n | καινὴν, καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; | |
17.28(50) | Εἰς τὸ αὐτό. Τύπος οὖν ἄρα τοῦ παροικίαν ἡ‐ γεῖσθαι μὴ ἀνεχομένου τὴν παροῦσαν ζωὴν, ὁ οἰκίαν οἰκοδομῶν, καὶ ταῖς περὶ ταῦτα φιλεργασίαις σπου‐ δαίως ἐγκείμενος· τοῦ δὲ φιλοκτήμονος καὶ φιλοκερ‐ | |
δοῦς, ὁ ἀμπελῶνα φυτεύων. Τὸν δὲ γυναικομανῆ καὶ | 28 | |
17.29 | τεθραυσμένον, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐπι‐ δόντα τὸν νοῦν, κατασημαίνειεν ἂν γυναικὸς μνηστεῖαι. Προσιόντι γὰρ τῇ τοῦ στρατοκήρυκος φωνῇ, τῆς ἱερᾶς καὶ μαχιμωτάτης ἀποχωροῦσι πληθύος. Ἃ | |
5 | δὲ ἦν εἰκὸς τοὺς τοιούσδε συνειλημμένους ἐννοεῖν τε καὶ λέγειν, ταῦτα δὴ φθάσας ὁ κῆρυξ ἀναφωνεῖ. Ἢ οὐκ ἀληθὲς τούτοις τὰ τοιαῦτα νομίζειν; Εἰώθα‐ σι φιλοῦντες ἐν διωγμοῖς τὸ ἀφερέπονον ἀγαπᾷν, καὶ ταῖς ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης κατακολουθεῖν σπου‐ | |
10 | δαῖς, ἐννοοῦντες, ὅτι, εἴ τι γένοιτο παθεῖν ἀγωνι‐ ζομένους, οἴκων τε καὶ κτήσεων, καὶ τῶν παρὰ σφί‐ σιν τετιμημένων ἐκπίπτουσιν ἐπιθυμιῶν. | |
14n | Στίχ. ηʹ. Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ | |
15n | δειλὸς τῇ καρδίᾳ; | |
16 | Τοῦ αὐτοῦ. Ὁ τοῖς γηΐνοις ἐγκείμενος, καὶ οἰ‐ κίας οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς τῆς φιλοσαρκίας ἡδοναῖς ἡττώμενος, ἔσται που πάντως δειλός τε καὶ ἄναλκις. | |
20n | Στίχ. ιʹ. Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολε‐ | |
21n | μῆσαι αὐτήν. | |
22 | Ὅμοιον τοῦ· Εἰς ἣν δὲ πόλιν εἰσέλθητε, ἐξετά‐ ζετε, τίς ἐξ αὐτῶν ἄξιός ἐστιν. Τὸ δὲ, μετ’ εἰρήνης, ὅμοιον τῷ ἀποστολικῷ· ὅτι Δοῦλον Κυ‐ | |
25 | ρίου οὐ δεῖ μάχεσθαι. | |
26n | Στίχ. ιγʹ. Καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν | |
27n | φόνῳ μαχαίρας. | |
28 | Τοῦ αὐτοῦ. Μάχαιρα δὲ τοῦ πνεύματος εἴη ἂν ὁ λόγος τοῦ Θεοῦ. Καὶ τὴν μάχαιραν δὲ τοῦ πνεύματος, | |
30 | ὅ ἐστι ῥῆμα Θεοῦ, ᾧτινι οἱ θεσπέσιοι μαθηταὶ ἀπέκτεινον ἅπαν ἀρσενικὸν τῆς ἀντικειμένης δυνά‐ μεως, ὡς Σίμωνα καὶ Ἐλύμαν τοὺς μάγους, καὶ τὰ ἰσχυρὰ δὲ αὐτῶν κατέλυον δόγματα· περιεποιοῦντο δὲ τὰς γυναῖκας, καὶ δυναμένας εἰπεῖν ψυχάς· Διὰ | |
35 | τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν ἕως ἐπὶ τῆς γῆς· καὶ τὰ νήπια δὲ ὡσαύτως, οἷς καὶ Παῦλος γράφει· Τεκνία, μὴ ταῖς φρεσὶν νήπιοι γίνεσθε, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Καὶ κτήνη δὲ, φησὶ, περιποιήσατε. Δίκαιος γὰρ οἰκτείρει ψυχὰς | |
40 | κτηνῶν αὐτοῦ· τοὺς ἀλογωτέρους διὰ τῶν κτηνῶν αἰνιττόμενος. Κτῆνος ἦν καὶ ὁ Κορνήλιος, κατὰ τὴν ὀπτασίαν τὴν περὶ τῶν τετραπόδων φανεῖσαν τῷ Πέτρῳ. | |
44t | ΚΕΦ. ΚΒʹ. | |
45n | Στίχ. ϛʹ. Οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν | |
46n | τέκνων. | |
47 | Ἐπειδὴ μὴ δύναται ἑαυτὰ τρέφειν, τῆς μητρὸς ληφθείσης. | |
49t | ΚΕΦ. ΚΓʹ. | |
50n | Στίχ. γʹ. Οὐκ εἰσελεύσεται Ἀμανίτης. | |
51 | Τί δήποτε τὴν πρὸς Μωαβίτας καὶ Ἀμανίτας ἐπιμιξίαν κωλύει οὐ κατὰ ῥητόν τινα χρόνον, ἀλλ’ εἰς τὸν αἰῶνα; Πρῶτον διὰ τὴν παράνομον αὐτῶν ῥίζαν· ἐκ παρανόμου γὰρ γεγένηνται συνουσίας· | |
55 | ἔπειτα διὰ τὴν ἀσέβειαν, ἧς καὶ τοὺς Ἰσραηλίτας | 30 |
17.32 | μεταλαχεῖν παρεσκεύασαν ὡραΐσαντες τὰς γυναῖκας, καὶ διὰ τούτων αὐτοὺς εἰς τὴν τῶν εἰδώλων λατρείαν ἀγρεύσαντες. Τὸν μέντοι Ἰδουμαῖον καὶ τὸν Αἰγύ‐ πτιον μετὰ τρίτην κελεύει προσίεσθαι γενεὰν, τὸν μὲν | |
5 | ὡς ἀδελφὸν, τὸν δὲ ὡς εὐεργέτην ἐν καιρῷ γεγενημέ‐ νον. Λιμοῦ γὰρ προσπεσόντος, εἰς Αἴγυπτον εἰσελθόντες οἱ πατέρες αὐτῶν διετράφησαν. Διδάσκει τοίνυν ὁ νόμος ἡμᾶς, μηδὲ παλαιᾶς εὐεργεσίας ἀμνημονεῖν. | |
9n | Στίχ. ιδʹ. Τί ἐστιν, Ὅτι Κύριος ὁ Θεός σου ἐμπε‐ | |
10n | ριπατεῖ ἐν τῇ παρεμβολῇ σου; | |
11 | Οἶδε πολλάκις δυσοσμίας ὁ ἀὴρ ἐμπιπλάμενος λοι‐ μὸν ἐμποιεῖν. Ἐκέλευσε τοίνυν αὐτοῖς στρατοπε‐ δευομένοις τὴν ἐκκρινομένην καταχωννύναι κόπρον. Ἵνα δὲ μὴ ἀπειθήσαντες βλάβην εἰσδέξωνται, ἀναγ‐ | |
15 | καίως ἐπήγαγεν· Ὅτι Κύριος ὁ Θεὸς ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου. Καὶ τὴν αἰτίαν διδάσκει· Ἐξελέσθαι σε, καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου. Διὰ δὲ τούτου παιδεύει μηδὲν πράττειν παράνομον. Τοῦτο γὰρ ἐπάγει· Καὶ ἔσται | |
20 | ἡ παρεμβολή σου ἁγία, καὶ οὐχ εὑρεθήσεται ἐν σοὶ ἀσχημοσύνης πρᾶγμα. | |
22n | Στίχ. ιβʹ. Καὶ ὁ τόπος ἔστω σοι, φησὶν, ἔξω τῆς | |
23n | παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ. | |
24n | Στίχ. ιγʹ. Καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης | |
25n | σου. Καὶ ἔσται ὅταν καθιζάνῃς ἔξω, καὶ ὀρύ‐ | |
26n | ξῃς ἐν αὐτῷ, καὶ ἐπαναγαγὼν καλύψεις | |
27n | τὴν ἀσχημοσύνην σου ἑαυτοῦ. | |
28n | Στίχ. ιδʹ. Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν | |
29n | τῇ παρεμβολῇ ἐξελέσθαι σε, καὶ παραδοῦναί | |
30n | σοι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου. Καὶ | |
31n | ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσε‐ | |
32n | ται ἐν σοὶ ἀσχημοσύνη πράγματος. | |
33 | Παραιτεῖσθαι μὲν γὰρ πᾶν εἶδος ἀκαθαρσίας πρέ‐ πει τοὺς κατανδρίζεσθαι τῶν νοητῶν ἐπιθυμοῦντας | |
35 | ἐχθρῶν. Ἐπειδὴ δὲ πολλὰ πταίομεν ἅπαντες, καὶ νοσεῖ μὲν ἡ ἀνθρώπου φύσις τὸ εὐόλισθον εἰς τὸ πλημμελές· συνήσει δὲ οὐδεὶς παραπτώματα, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· Γένοιτο, φησὶ, μιᾷ τῶν ἐμφύτων καὶ ἐν ὑμῖν ἀκαθαρσιῶν περιθραύεσθαι | |
40 | μονονουχὶ, καὶ ἁλίσκεσθαί τι νενοσηκότας τῶν ἔξω νόμου καὶ ζωῆς ἁγιοπρεποῦς. Ἐνοικεῖ γὰρ τοῖς μέ‐ λεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος. Πρῶτον μὲν μὴ ἐναργῶς καὶ ἀκρύπτως, μήτε μὴν ἐν ὄψει πολ‐ λῶν, τὰ ἐκ τῆς ἀῤῥωστίας πραττέσθω πταίσματα· | |
45 | ἀλλ’ οἷον ἔξω λεληθότες, καὶ ὡς ἀπωτάτω τῆς παρ‐ εμβολῆς· εἶτα ταῖς ἐπανορθώσεσι κατακαλυπτέσθω, φησί· Σοφοὶ γὰρ καλύψουσι τὰς ἑαυτῶν αἰσχύ‐ νας, κατὰ τὸ γεγραμμένον. Καταλήγοντες γὰρ τῶν πλημμελημάτων, καὶ ταῖς εἰς τὰ ἀμείνω ῥοπαῖς ἀνα‐ | |
17.32(50) | στοιχειοῦντες τρόπον τινὰ τὸν νοῦν, εἰς τὸ δεῖν ἑλέ‐ σθαι τὸ ὠφελοῦν, ἐκ μέσου ποιούμεθα τὰ προσ‐ πταίσματα· καὶ τὴν ἄκοσμον ἁμαρτίαν ταῖς τῶν ἐφεξῆς εὐωδίαις νικήσαντες, εἰσελευσόμεθα πά‐ λιν εἰς τῶν ἁγίων παρεμβολὴν, τουτέστιν εἰς τὴν | |
55 | τῶν πρωτοτόκων ἐκκλησίαν. Ἐν Χριστῷ δὲ τοῦτο πληροῦται, εἰ λάβοιμεν τὸν αὐτοῦ σταυρὸν, γοργῷ καὶ εὐζωνοτάτῳ φρονήματι κεχρημένοι. Τὸ γὰρ | |
ἔχειν ἡμᾶς ἐπὶ τοῦ ζωστῆρος πάσσαλον, ἤγουν τὸ | 32 | |
17.33 | ξύλον, τοῦτο πλαγίως ὑπαινίττεται. Πνευματικῶς οὖν τῶν νοητῶν ὑποτύπωσιν ποιούμενοι τὰ σωμα‐ τικά· οὐ γάρ ἐσμεν ἐν ἀκαθαρσίαις, ἐν ὀφθαλμοῖς ἐπαμύνειν τοῦ πεποιηκότος Θεοῦ εἰς ἐφεδρῶνας | |
5 | ἰόντες. Δεῖ οὖν ἡμᾶς καταχωννύειν ἀκαθαρσίας, Ὅτι Κύριος περιπατεῖ ἐν τῇ παρεμβολῇ. Ἐνοικεῖ γὰρ ἡμῖν καὶ ἐμπεριπατεῖ Χριστός. | |
8t | ΚΕΦ. ΚΔʹ. | |
9n | Στίχ. ϛʹ. Οὐκ ἐνεχυράσεις μύλον, οὐδὲ ἐπι‐ | |
10n | μύλιον, ὅτι ψυχὴν οὕτως ἐνεχυράζει. | |
11 | Εἰς τὸ αὐτὸ ἄλλως. Οὐκ ἔστι μύλος οὐδὲ ἐπιμύλιον ψυχῇ, ἀλλὰ πρὸς ἐργασίαν συντελεῖ ἄρτου, δι’ οὗ μάλιστα ζῶσιν οἱ ἄνθρωποι. Σημειωτέον αὐτὸν διὰ τὸ αἷμα. Καὶ γὰρ περὶ αὐτοῦ ἐλέχθη· Ὅτι τοῦ σώ‐ | |
15 | ματος τὸ αἷμα ψυχή ἐστιν. Καταχρηστικῶς οὖν ταῦτα νοητέον. Οὔτε γὰρ τὸ αἷμα, οὔτε ὁ μύλος ψυχὴ, ἀλλὰ πρὸς τὸ ζῇν συμβαλλόμενα. | |
18t | ΚΕΦ. ΚΖʹ. | |
19n | Στίχ. ιεʹ. Καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. | |
20 | Ἐπειδὴ εἰκὸς ἦν, τινὰς φόβῳ τῆς τιμωρίας σπου‐ δάζειν λανθάνειν, καὶ ἐν παραβύστῳ καὶ λανθανόν‐ τως τὴν ἀσέβειαν ἐπιτηδεύειν· πρὸς μείζονα φόβον καὶ ἀπειλὴν τῶν ταῦτα ποιούντων, καὶ ἀραῖς ὑπο‐ βάλλει τοὺς ἀμάρτυρον τὴν ἁμαρτίαν ἐργαζομένους. | |
25 | Τοιοῦτοί εἰσιν οἱ εὐλάβειαν ἐπίπλαστον ὑποκρινόμε‐ νοι, ἔνδον δὲ τὰ πάθη κατορύττοντες, καὶ ἐν τῷ τῆς διανοίας κινήματι πρὸς πᾶν εἶδος ἀτοπίας ἐκβακχευό‐ μενοι. Οὗτοί εἰσιν οἱ ἐν ἀποκρύφῳ τιθέντες τὰ εἴδωλα. | |
29n | Στίχ. ιζʹ. Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια | |
30n | τοῦ πλησίον. | |
31 | Ὅρια τοῦ πλησίον μετατίθησι καὶ ὁ ἀπὸ τῆς ἀλη‐ θοῦς θεογνωσίας, καὶ τῆς ἐνθέου πολιτείας παρασα‐ λεύων τὸν ἐντὸς εὑρισκόμενον. Καὶ δηλοῖ τὰ ἐπαγό‐ μενα. | |
35n | Στίχ. ιηʹ. Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν | |
36n | ἐν ὁδῷ. | |
37 | Τοῦ αὐτοῦ. Τοιοῦτοί εἰσι καὶ οἱ ἀπὸ εἰδωλολατρείας καὶ τοὺς ἐκ περιτομῆς ἐπὶ μυσαρὰς αἱρέσεις ἐφελ‐ κόμενοι. Τυφλοὺς γὰρ ὄντας αὐτοὺς καὶ μήπω τὸ φῶς | |
40 | τῆς ἀληθείας ἐσχηκότας καὶ θεογνωσίας, ἀπατῶσι δὲ καὶ πλανῶσιν, ἑτέραν ἀντὶ τῆς ἀποστολικῆς παρα‐ δεικνύντες ὁδόν. | |
43n | Στίχ. ιθʹ. Ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρί‐ | |
44n | σιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας. | |
45 | Ὑπὸ τὴν αὐτὴν ἀρὰν τίθησι τοὺς ὡσαύτως ἐκκλί‐ νοντας κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας, ἄλλως πως πάλιν τὸ αὐτὸ εἰπών. Εἰ γὰρ τὸ ῥητὸν ἔχει τὸ ὀφέλειμον, ἀλλὰ καὶ ἡ θεωρία τὸ ὑψηλό‐ τερον. Προσήλυτοι γάρ εἰσιν οἱ ἐξ ἐθνῶν εἰσιόντες τῇ | |
17.33(50) | ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Οἱ δὲ ὀρφανοὶ κυρίως εἰ‐ σὶν οἱ ἀποταξάμενοι μὲν τῷ ἑαυτῶν πατρὶ τῷ Σατα‐ νᾷ, μηδέπω δὲ τὸν Ἰησοῦν ἐνδυσάμενοι, ἀλλ’ ἔτι καὶ κατηχουμένοις ἐνάριθμοι. Ὁμοίως δὲ καὶ οὗτοι χῆραί | |
εἰσιν, ἀποστραφεῖσαι μὲν τὸν ἐγκατασπείροντα αὐ‐ | 34 | |
17.36 | τοῖς τὰ τῆς ἀπωλείας σπέρματα· οὔπω δὲ τῷ Χρι‐ στῷ ἁρμοσθέντες, ὡς ἁγνὴ παρθένος, κατὰ τὸν θεῖον Ἀπόστολον. Οἱ οὖν ἐκκλίνοντες τὴν κρίσιν τούτων, καὶ μὴ παραδιδόντες αὐτοῖς ἀνόθευτον τὸ τῆς εὐσεβείας | |
5 | μυστήριον, ὑπὸ κατάραν εἰσίν. Καὶ τὰ ἄλλα δέ τις φι‐ λοπόνως ἐπεξιὼν, δυνήσεται πνευματικῶς θεωρεῖν, σωζομένης τῆς ἑρμηνείας. | |
9n | Στίχ. κϛʹ. Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς | |
10n | οὐκ ἐμμένει ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου. | |
11 | Τὸ, ἐν πᾶσι, κείμενον παρὰ τοῖς Ἑβδομήκοντα, κυροῦται ἀπὸ τοῦ Σαμαρειτικοῦ ἀντιγράφου, ἐν ᾧ τὸ χὸλ, ὅπερ ἐστὶ πᾶσιν ἢ πάντα, φερόμενον εὕρο‐ μεν. Οἷς συνᾴδει καὶ ὁ Ἀπόστολος λέγων· Ὅσοι | |
15 | γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ὅθεν οἱ ἐκ περιτομῆς ἐλέγχονται ὑπὸ κατάραν ὄντες, τὸ μὴ πάντα ποιεῖν. | |
19t | ΚΕΦ. ΛΓʹ. | |
20n | Στίχ. ϛʹ. Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω. | |
21 | Ἐπειδὴ Ἰακὼβ ἀποθνήσκων κατηράσατο τῷ Ῥουβὶμ λέγων· Ὡς ὕδωρ μὴ ἐκζέσῃς. Ὁ Μωϋσῆς εὐλογῶν φησι· Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω. Ἀμφότερα καλῶς Ὅ τε γὰρ πατὴρ κατήραται αὐτῷ | |
25 | ὡς τῇ παλλακῇ συνελθόντι, τὰ ἑξῆς παιδεύων καὶ φοβῶν· καὶ Μωϋσῆς δικαίως εὐλογεῖ μετὰ ταῦτα· ἐπειδὴ μόνος ἐφείσατο τοῦ Ἰωσὴφ, ὅτε ἀνελεῖν αὐ‐ τὸν ἐβούλοντο οἱ ἀδελφοὶ αὐτοῦ. Ἄτοπον δὲ ἦν κατά‐ ραν μὲν προχωρῆσαι κατὰ ἡμαρτηκότος, εὐλογίαν δὲ | |
30 | μὴ δοθῆναι κατορθώσαντι. | 36 |