TLG 2042 069 :: ORIGENES :: Adnotationes in Numeros ORIGENES Theol., Origenes Adamantius Adnotationes in Numeros Citation: Volume — page — (line) | ||
17.21(1t) | ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ | |
2t | ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ | |
---|---|---|
5t | ΚΕΦ. ΙΑʹ. | |
6n | Στίχ. ζʹ. Τὸ δὲ μάννα, ὡσεὶ σπέρμα κορίου. | |
7 | Τὸ δὲ ὡσεὶ σπέρμα κορίου, οἱ λοιποὶ βδε‐ λίου· ἄλλος φησὶν, ἐκ μέλιτος· Ἀκύλας καὶ Σύμ‐ μαχος, μαστοῦ ἔλαιον, μαστοῦ εἰς λίπας. | |
10t | ΚΕΦ. ΙΒʹ. | |
11n | Στίχ. αʹ, βʹ, ιʹ, ιεʹ. Λοιδορήσασα Μαριὰμ τὸν | |
12n | Μωσέα, ἐλεπρώθη, ἔξω τῆς παρεμβολῆς γενο‐ | |
13n | μένη ἑπτὰ ἡμέρας καθίσασα. Τοῦτο δὲ γέγονε πρὸς | |
14n | φόβον τοῦ λαοῦ. Εἰ γὰρ τῆς ἀδελφῆς οὐκ ἐφείσατο, | |
15n | οὐδὲ ἑτέρου. | |
16t | ΚΕΦ. ΙΔʹ. | |
17n | Στίχ. λϛʹ. Καὶ οἱ ἄνθρωποι. | |
18 | Οἱ τὴν γῆν ψέγοντες, ψεύστην τὸν Θεὸν, κατ’ αὐ‐ τοὺς εὐσεβῶς, ἔδειξαν, ἐπαινοῦντα τὴν Παλαι‐ | |
20 | στίνην. | |
21t | ΚΕΦ. ΚΒʹ. | |
22n | Στίχ. βʹ. Καὶ ἰδὼν Βαλάκ. | |
23 | Ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν. Ἐν οἷς καὶ τό· Ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος. | |
25n | Στίχ. δʹ. Ὅτι ὥσπερ μάντιν τὸν μισθὸν ταύ‐ | |
26n | της ἔφερον προσαγαγεῖν αὐτόν. | |
27t | ΚΕΦ. ΚΓʹ. | |
28n | Στίχ. ζʹ. Καὶ ἀναλαβὼν τὴν παραβολήν. | |
29 | Ἡ θεία Γραφὴ ἔν τισιν τόποις προκρίνει καὶ προ‐ | |
30 | τίθησι τὸ συμβολικὸν ὂν τῆς ἱστορικῆς διηγήσεως ἐν τῇ αὐτοῦ ὑποθέσει. | |
33t | ΚΕΦ. ΚΔʹ. | |
34n | Στίχ. ζʹ. Καὶ κυριεύσει ἐθνῶν πολλῶν. | |
35 | Εἰσὶ δὲ κύριοι πολλοὶ, καὶ θεοὶ πολλοί. Μακά‐ ριοι δὲ οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχοντες κύριον· κυριεύσουσι γὰρ κυρίας πολλάς. Στίχ. ιζʹ. Καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ. Φασὶ τὸν Βαλαὰμ ἔχειν φοιτητὰς τῇ τέχνῃ, μα‐ | |
40 | θητεύσαντας αὐτῷ τῇ μαγικῇ· καὶ δόξαν περὶ αὐ‐ | 21 |
17.24 | τοῦ ἔχοντας, ἀναγράψασθαι τὰς προφητείας αὐ‐ τοῦ, καὶ καταλιπεῖν, ἐν αἷς καὶ τό· Ἀνατελεῖ ἄστρον. Ἢ καὶ ἐκ τῆς πατρικῆς παραδόσεως τοῦτο καὶ διαδοχῆς παραλαβόντες οἱ Μάγοι, ἐπὶ τὴν Βηθ‐ | |
5 | λεὲμ παρεγένοντο. | 23 |