TLG 2042 068 :: ORIGENES :: Adnotationes in Leviticum (fragmenta e catenis) ORIGENES Theol., Origenes Adamantius Adnotationes in Leviticum (fragmenta e catenis) = In Leviticum excerpta (fragmenta e catenis) Cf. et 2042 051 Citation: Volume — page — (line) | ||
17t | ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ | |
---|---|---|
18t | ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ. | |
21t | ΚΕΦ. Δʹ. | |
22n | Στίχ. κζʹ. Ψυχὴ ἐὰν ἁμάρτῃ ἀκουσίως, φησὶ, καὶ | |
23n | μὴ ποιήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν | |
24n | δεῖ ποιεῖν. | |
25 | Εἰ δὲ κατὰ φύσιν ἔχει. Ἔστι τάχα τινὰ προσ‐ τάγματα Κυρίου, ἃ οὐ δεῖ ποιεῖν, κατὰ τό· Ἔδωξαν αὐτοῖς προστάγματα οὐ καλά. Ψυχὴ οὖν ἁμαρτάνει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τη‐ ρεῖ. Καὶ δεῖται θυσίας πρὸς ἄφεσιν, οὐ δεομένου | |
30 | θυσίας τοῦ δρῶντος ἐξεπίτηδες· ὡς ὁ γεγονὼς Ἰου‐ δαῖος, ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον. Στίχ. κηʹ. Σημαίνει οὖν, ὅτι ἁμαρτία καλεῖται καὶ αὐτὸ τὸ προσαγόμενον. Οὕτω νοητέον τό· Ἁμαρτίας | |
35 | λαοῦ μου φάγονται. Εἰ οὖν ὁ ἁμαρτάνων αὐτὴν δο‐ κεῖ θύειν τὴν ἁμαρτίαν ἐν τῷ μετανοεῖν, οὐκ ὀφεί‐ λει τοῖς αὐτοῖς περιπίπτειν, ἐπεὶ ἀναζῇ ἡ ἁμαρτία. Οὕτω δυνατὸν τὸν Χριστὸν καλεῖν ἁμαρτίαν, ὡς ὑπὲρ τῆς πάντων ἁμαρτίας τυθέντα. | |
41t | ΚΕΦ. ΙΒʹ. | |
42n | Στίχ. βʹ. Γυνὴ ἥτις ἐὰν σπερματισθῇ, καὶ τέκῃ | |
43n | ἄρσεν. | |
44 | Παρέλκειν δόξει τὸ, ἐὰν σπερματισθῇ, προτασ‐ | |
45 | σόμενον τοῦ· καὶ τέκῃ ἄρσεν. Ἀλλ’ ἐφίστημι μή‐ | |
ποτε ἵνα προφητικῶς ἡ Μαρία, οὐκ ἐκ τοῦ ἐσπερ‐ | 17 | |
17.20 | ματίσθαι τεκοῦσα ἄρσεν, μὴ νομισθῇ ἀκάθαρ‐ τος εἶναι, γεγεννηκυῖα τὸν Σωτῆρα, εἴρηκεν ὄλον τοῦτο. Ἐδύνατο δὲ καὶ μὴ προκειμένου τοῦ, Ἐὰν σπερματισθῇ, νοεῖσθαι μὴ οὖσα ἀκάθαρτος ἡ Μα‐ | |
5 | ρία· οὐ γὰρ ἁπλῶς γυνὴ, ἀλλὰ παρθένος. | |
7t | ΚΕΦ. ΙΓʹ. | |
8n | Στίχ. μεʹ. Καὶ ὁ λεπρὸς, ἐν ᾧ ἐστιν ἀφὴ, τὰ ἱμά‐ | |
9n | τια αὐτοῦ ἔσται παραλελυμένα, καὶ ἡ κεφαλὴ | |
10n | αὐτοῦ ἀκάλυπτος. | |
11 | Διατί τοῦ λεπροῦ ἀκάλυπτον εἶναι κελεύει τὴν κε‐ φαλὴν, καὶ τὰ ἱμάτια παραλελυμένα; Ἵνα γνωριστὸς ᾖ, καὶ μὴ μεταλαγχάνωσι τῆς ἀκαθαρσίας οἱ προσ‐ πελάζοντες. Οὕτως ὁ Ἀπόστολος περὶ τῶν ἁμαρ‐ | |
15 | τανόντων ἔφη· Στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελ‐ φοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρελάβετε παρ’ ἡμῶν· καὶ Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέ‐ κτης, ἢ εἰδωλολάτρης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ | |
20 | ἅρπαξ· τῷ τοιούτῳ μὴ συνεσθίειν. | |
21t | ΚΕΦ. ΚΓʹ. | |
22n | Στίχ. βʹ. Αὗται αἱ ἑορταὶ Κυρίου. | |
23 | Πᾶσα ἱλαρὰ ἡμέρα, ἐν ᾗ προτέτακται, ὡς ἐν ἁγίᾳ τάδε τινὰ ποιεῖν παρὰ τὰς λοιπὰς ἐξαίρετα, | |
25 | ἑορτὴ καλεῖται. Οὐ πᾶσα δέ ἐστι πανήγυρις· ἀλλὰ κατὰ τοὔνομα, ὅτε ἐπὶ τὸ αὐτὸ συναθροίζονται παν‐ ταχόθεν. Ὥστε ἡ μὲν πανήγυρίς ἐστι καὶ ἑορτή· οὐκέτι δὲ ἑορτὴ, καὶ πανήγυρις· οἷον· Σάββατα καὶ Νουμηνίαι, ἑορταί εἰσιν· Ἄζυμα δὲ, καὶ ἡμέραι τῶν | |
30 | Ἑβδομάδων, καὶ Σκηνοπηγίαι οὐ μόνον ἑορταὶ, ἀλλὰ καὶ πανηγύρεις. | |
32n | Στίχ. μʹ. Καὶ κάλλυντρα φοινίκων. | |
33 | Πάρεστι διὰ τούτων νοεῖν, καὶ πάλιν ἡμῖν ἐν Χριστῷ τὰς ἐν παραδείσῳ τρυφὰς ἀπονέμει Θεός. | |
35 | Φυτῶν δὲ τῶν ἀειθαλῶν οἱ κλάδοι, τὸ διηνεκὲς τῆς χάριτος καὶ τὸ ἀμάραντον τῆς ἐλπίδος ἐφ’ ἑαυτοῖς σημαίνουσι. | |
38t | ΚΕΦ. ΚΖʹ. | |
39n | Στίχ. ιεʹ. Ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρῶται τὴν | |
40n | οἰκίαν αὐτοῦ, προσθήσει ἐπ’ αὐτὸ τὸ ἐπίπεμ‐ | |
41n | πτον τοῦ ἀργυρίου τῆς τιμῆς, καὶ ἔσται αὐτῷ. | |
42 | Εἰ δὲ μὴ τιμὴν οἰκίας, ἢ ἀγροῦ τις, ἀλλ’ αὐτὰ ἁγιάσαι Θεῷ, τὴν τιμὴν καθήσει μετὰ τοῦ πέμπτου λυτρούμενος αὐτὰ, καὶ καθέξει τὰς κτήσεις· ἑτέροις | |
45 | δὲ οὐκ ἀποδώσεται. Ἀλλὰ κἂν ἀποδῶται, μέχρι τοῦ Ἰωβηλαίου καθέξει ὁ πριάμενος, καὶ μετὰ τοῦτον ἔσται Θεοῦ. | |
48n | Στίχ. ιϛʹ. Ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ. | |
49 | Τὸν δὲ ἐξ ἀγορασίας ἀγρὸν ἀγοράσας, οὐκ ἀνα‐ | |
17.20(50) | κτήσεται τοῦτον ἑαυτῷ· ἀλλὰ πρὸς λόγον ἀποδοὺς τὸν καρπὸν τῷ Θεῷ, ἐν τῷ Ἰωβὴλ ἀποκαταστήσεται τὸν ἀγρὸν τῷ πεπρακότι. | |
55t | Ὠριγένους εἰς Λευιτικόν. | |
56 | Καί γε τοὺς περὶ λέπρας νόμους ὑπολαμβάνω | 19 |
17.21(40) | εἴδη τινὰ τῆς ψυχῆς διαγράφειν διάφορα· τίς γὰρ οὐκ ἂν ἀπορήσῃ ὁρῶν, ὅτι πῆ μὲν ἡ λέπρα ποιεῖ τὸν ἄνθρωπον ἀκάθαρτον ἐγγενομένη χρωτὶ ζῶντι, πῆ δὲ πάσης ἀκαθαρσίας ἀπολύει ὅλον λεπρὸν γεγο‐ νότα; τότε γὰρ ἀκάθαρτος εἶναι λογίζεταί τις, ὅτε | |
45 | χρὼς ζῶν μετὰ τὸ ὁλόλεπρον εὑρίσκεται ἐν αὐτῷ, μιαίνοντος τοῦ ζῶντος χρωτὸς τὴν ἐξ ὅλων λέπραν, ἀμίαντον εἶναι λεγομένην· ἡγοῦμαι γὰρ τὴν λέπραν ἀντὶ ἀλόγων λαμβάνεσθαι τῆς ψυχῆς παθημάτων· | |
τὸν δὲ ζῶντα χρῶτα, ἀντὶ τῆς λογικῆς καταστά‐ | Column end | |
17.22(40) | σεως· δοκεῖ οὖν μοι μυστήριον περιέχειν ὁ λόγος· ἐν γὰρ τῇ τῶν βρεφῶν ἡλικίᾳ ἀνέγκλητός ἐστιν ἡ ψυχὴ, τῆς ἀλογίας ἀπολυούσης αὐτὴν παντὸς ψόγου· ἐὰν δὲ ὀφθῇ χρὼς ζῶν ἐν αὐτῇ, ὅ ἐστιν ἐὰν ἀρχαὶ τοῦ λόγου ὑποφύωσι, τότε ἀρχὴ τῆς ἁμαρτίας ὑφί‐ | |
45 | σταται, ἕως ἐπικρατήσαντος τοῦ χρωτὸς τοῦ ζῶν‐ τος, τουτέστι τοῦ λόγου αὐξάνοντος καὶ τελειουμέ‐ νου, ὁ λόγος γένηται ὁ χρὼς ζῶν, καὶ τέλεον ἡ λέ‐ | |
πρα ἐξαφανισθῇ. | 21 |