|
TLG 2042 067 :: ORIGENES :: Adnotationes in Exodum ORIGENES Theol., Origenes Adamantius Adnotationes in Exodum Citation: Volume — page — (line) | ||
| 20t | ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ | |
|---|---|---|
| 21t | ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ. | |
| 24t | ΚΕΦ. ΙΕʹ. | |
| 25n | Στίχ. κεʹ. Ἐκεῖ ἔθετο αὐτῷ ὁ Θεὸς δικαιώματα καὶ | |
| 26 | κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείραζε. Ἐπ’ ὠφελείᾳ πειράζει ὁ Θεός. Ἀπείραστος γάρ ἐστι κακῶν. Ἀλλὰ διὰ τοῦτο πειράζει, ἵνα ἐὰν ὑπακούσωσιν αὐτῷ, τύχωσιν ἀγαθῶν, καὶ ἀπαλλα‐ | |
| 30 | γῶσι κακῶν. | |
| 31t | ΚΕΦ. Κʹ. | |
| 32n | Στίχ. δʹ. Οὐ ποιήσεις σεαυτῷ εἴδωλον. | |
| 33 | Ἄλλο εἴδωλον, καὶ ἕτερον ὁμοίωμα. Ὁμοίωμα γάρ ἐστιν, ἐὰν ποιῇς ἰχθύος ἢ τετραπόδου, ἢ θηρίου, ἢ | |
| 35 | διὰ τεχνουργίας ἢ διὰ ζωγραφίας ὁμοίωμα· εἴδωλον δὲ, ὅσα ἀνατυποῦσα ψυχὴ ποιεῖ ἐξ οὐχ ὑπαρχόντων πρωτοτύπως· οἷον, ἀναμεμιγμένον τι ζῶον ἀπὸ ἀνθρώ‐ που καὶ ἵππου. | |
| 39n | Στίχ. δʹ. Ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ | |
| 40n | γῇ κάτω. καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς | |
| 41n | γῆς. Οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύ‐ | |
| 42n | σεις αὐτοῖς. | |
| 43 | Ἄλλο προσκυνεῖν, καὶ ἄλλο λατρεύειν. Ὁ μὲν γὰρ ἐξ ὅλης ψυχῆς δουλεύων τούτοις οὐ μόνον προσκυνεῖ, | |
| 45 | ἀλλὰ καὶ λατρεύει· ὁ δὲ καθυποκρινόμενος, καὶ διὰ τὰ ἔθη ποιῶν, οὐ λατρεύει μὲν, προσκυνεῖ δέ. Εὑρή‐ σεις δὲ τοιούτους ἐν τοῖς Ἀριθμοῖς χαριζομένους γυ‐ | |
| ναιξὶ, καὶ εἴδωλα προσκυνοῦντας. | 16 | |
17.17(1t) | ΚΕΦ. ΚΗʹ. | |
| 2n | Στίχ. λʹ. Ἐπειδὴ προσήκει τὸν ἀρχιερέα καὶ | |
| 3n | ἔμπροσθεν καὶ ὄπισθεν, καθάπερ ἀσπίδα, περιφέρειν | |
| 4n | τὴν προφυλακτικὴν ἐπιμέλειαν, μήπου τις ἐναν‐ | |
| 5n | τία βουλὴ τῶν τῆς πονηρίας πνευμάτων τὸ λογικὸν | |
| 6n | τρώσειεν, καὶ τὸ δόκιμον τῶν κρίσεων συνταράξῃ, | |
| 7n | καὶ τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν τῇ ἐπιμιξίᾳ | |
| 8n | τῆς κακίας ἀποστῆναι ποιήσειεν. | |
| 9t | ΚΕΦ. ΛΑʹ. | |
| 10n | Στίχ. αʹ. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν. | |
| 11 | Ἐν ὅλαις τεσσαράκοντα ἡμέραις δοῦναι τὸν νόμον κατεῖχε τὸν Μωϋσῆν ὁ πάνσοφος Θεὸς, καίτοι δυνατῶς ἔχων ἐν τρισὶν ἡμέραις δοῦναι τὸν Νόμον. Ἀλλ’ ἵνα τὸ κεκρυμμένον τῆς ἀσεβείας ἐν τῷ βάθει | |
| 15 | τῆς καρδίας τῶν Ἰουδαίων ὁ χρόνος τῆς ἀπουσίας | |
| Μωϋσέως ἐλέγξῃ. | 17 | |