TLG 2042 065 :: ORIGENES :: In epistulam ad Hebraeos homiliae (fragmenta ap. Eusebium, HE 6.25.11–14) ORIGENES Theol., Origenes Adamantius In epistulam ad Hebraeos homiliae (fragmenta ap. Eusebium, HE 6.25.11–14) Citation: Volume — page — (line) | ||
14.1308(44) | Ὁ χαρακτὴρ τῆς λέξεως τῆς πρὸς Ἑβραίους ἐπι‐ | |
45 | γεγραμμένης Ἐπιστολῆς οὐκ ἔχει τὸ ἐν λόγῳ ἰδιωτι‐ | 1308 |
---|---|---|
14.1309 | κὸν τοῦ Ἀποστόλου, ὁμολογήσαντος ἑαυτὸν ἰδιώτην εἶναι τῷ λόγῳ, τουτέστι, τῇ φράσει. Ἀλλὰ ἐστὶν ἡ Ἐπιστολὴ συνθέσει τῆς λέξεως ἑλληνικωτέρα, πᾶς ὁ ἐπιστάμενος κρίνειν φράσεων διαφορὰς, ὁμολογήσαι | |
5 | ἄν· πάλιν τε αὖ ὅτι τὰ νοήματα τῆς ἐπιστολῆς θαυ‐ μάσιά ἐστι, καὶ οὐ δεύτερα τῶν ἀποστολικῶν ὁμολο‐ γουμένων γραμμάτων, καὶ τοῦτο ἂν συμφήσαι εἶναι ἀληθὲς πᾶς ὁ προσέχων τῇ ἀναγνώσει τῇ ἀποστο‐ λικῇ. | |
10t | Τούτοις μεθ’ ἕτερα ἐπιφέρει λέγων· | |
11 | Ἐγὼ δὲ ἀποφαινόμενος εἴποιμ’ ἂν, ὅτι τὰ μὲν νοή‐ ματα τοῦ Ἀποστόλου ἐστὶν, ἡ δὲ φράσις, καὶ ἡ σύν‐ θεσις, ἀπομνημονεύσαντός τινος τὰ ἀποστολικὰ, καὶ ὡσπερεὶ σχολιογραφήσαντος τὰ εἰρημένα ὑπὸ τοῦ δι‐ | |
15 | δασκάλου. Εἴ τις οὖν Ἐκκλησία ἔχει ταύτην τὴν Ἐπι‐ στολὴν ὡς Παύλου, αὕτη εὐδοκιμείτω καὶ ἐπὶ τούτῳ, οὐ γὰρ εἰκῆ οἱ ἀρχαῖοι ἄνδρες ὡς Παύλου αὐτὴν πα‐ ραδεδώκασι. Τίς δὲ ὁ γράψας τὴν Ἐπιστολὴν, τὸ μὲν ἀληθὲς Θεὸς οἶδεν. Ἡ δὲ εἰς ἡμᾶς φθάσασα ἱστορία, | |
20 | ὑπό τινων μὲν λεγόντων, ὅτι Κλήμης ὁ γενόμενος ἐπίσκοπος Ῥωμαίων ἔγραψε Ἐπιστολήν· ὑπό τινων δὲ, ὅτι Λουκᾶς ὁ γράψας τὸ Εὐαγγέλιον, καὶ τὰς | |
Πράξεις. | 1309 |