TLG 2042 064 :: ORIGENES :: Fragmentum ex homiliis in Acta apostolorum ORIGENES Theol., Origenes Adamantius Fragmentum ex homiliis in Acta apostolorum Citation: Volume — page — (line) | ||
14.829(33t) | ΕΚ ΤΩΝ | |
34t | ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. | |
---|---|---|
37t | Ἐκ τῆς εἰς τὰς Πράξεις ὁμιλίας δʹ. | |
38 | Ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ | |
Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα· | 829 | |
14.832 | ἐν ᾧ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται. Εἴ‐ ποι τις ἂν, ὅτι οὐ τὸ Πνεῦμα τὸ ἅγιον λαλεῖ· σαφῶς γὰρ τοῦ Σωτῆρός εἰσιν οἱ λόγοι λέγοντος· Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσης· ὅτι στόμα | |
5 | ἁμαρτωλοῦ, καὶ στόμα δολίου, ἐπ’ ἐμὲ ἠνοίχθη· καὶ τὰ ἑξῆς ἕως· Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Πῶς οὖν, εἰ ὁ Σωτήρ ἐστιν ὁ ταῦτα λέγων, φησὶν ὁ Πέτρος· Ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος | |
10 | Δαυΐδ; Μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα, τοιοῦτόν ἐστι. Προσωποποιεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς προ‐ φήταις· καὶ ἐὰν προσωποποιήσῃ τὸν Θεὸν, οὐκ ἔστιν ὁ Θεὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώ‐ που τοῦ Θεοῦ λαλεῖ· καὶ ἐὰν προσωποποιήσῃ τὸν | |
15 | Χριστὸν, οὐκ ἔστιν ὁ Χριστὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦ‐ μα τὸ ἅγιον ἐκ προσώπου τοῦ Χριστοῦ λαλεῖ. Οὕτω, κἂν προσωποποιήσῃ τὸν προφήτην, ἢ τὸν λαὸν ἐκεῖ‐ νον, ἢ τὸν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσωποποιεῖ, | |
τὸ ἅγιον Πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν. | 831 |