TLG 2042 061 :: ORIGENES :: Fragmenta ex commentariis in Ezechielem ORIGENES Theol., Origenes Adamantius Fragmenta ex commentariis in Ezechielem Cf. et 2042 027, 062 Citation: Volume — page — (line) | ||
13.664(1t) | ΑΠΟ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ | |
2t | ΕΙΣ ΤΟΝ ΙΕΖΕΚΙΗΑ | |
---|---|---|
4 | Ἐκ τοῦ κʹ τόμου τῶν εἰς τὸν Ἰεζεκιήλ. | |
5 | Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ ἀνακρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τρά‐ γων. Καὶ οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε; Καὶ τὰ κατάλοιπα τῆς νομῆς κατεπα‐ τεῖτε τοῖς ποσὶν ὑμῶν· καὶ τὸ καθεστηκὸς ὕδωρ | |
10 | ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσ‐ σετε, καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν πο‐ δῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. (Μετὰ τὸ παραστῆσαι περὶ τῶν προβάτων καὶ | |
15 | κριῶν, καὶ περὶ προβάτων αἰγῶν, ὅτι σύνηθες τῇ Γραφῇ τὸ πρόβατον καὶ ἐπὶ τοῦ γένους τῶν αἰγῶν ἔσθ’ ὅτε τάσσειν, ἐπιφέρει.) Τί οὖν ἐστιν ὃ καὶ ἐν τούτοις αἰνίσσεται, φέρε κατὰ δύναμιν ἐξετάσωμεν. Πᾶσα μὲν, οἶμαι, καλὴ νομὴ καὶ | |
20 | πᾶν τὸ καθεστηκὸς ὕδωρ τὰ ὅλα λόγιά ἐστι τῶν ἱε‐ ρῶν γραμμάτων. Εἶτ’ ἐπεί τινες τὰ μὲν τῶν γεγραμ‐ μένων ἐγκρίνουσιν ὡς ὠφέλιμα, τινὰ δὲ ἀποδοκιμά‐ ζουσιν ὡς οὐ σωτήρια, οὗτοι ἂν εἶεν οἱ μετὰ τὸ νε‐ νεμῆσθαι τὴν καλὴν ὧν ἐξελέξαντο νομὴν, καὶ πε‐ | |
25 | πωκέναι τὸ καθεστηκὸς οὗ ἔκριναν εἶναι βελτίονος ὕδατος, τὸ λοιπὸν τῆς νομῆς καταπατοῦντες, καὶ τὸ λοιπὸν ὕδωρ τοῖς ποσὶν ἑαυτῶν ταράσσοντες. Τοιοῦ‐ τοι δέ εἰσιν οἵτε τὴν μὲν Καινὴν ἐγκρίνοντες, τὴν δὲ Παλαιὰν ἀποδοκιμάζοντες Διαθήκην, καὶ οἱ τῶν | |
30 | παλαιῶν Γραμμάτων τὰ μὲν ἀπὸ θειοτέρας λέγοντες εἶναι δυνάμεως καὶ τῆς ἀνωτάτω, τὰ δὲ ἀπὸ ὑποδεε‐ στέρας. Πρόβατα δὲ ἴδια ἀναγορεύει ὁ ποιμὴν τοὺς μὴ ὑπερηφανοῦντας τὰ πατήματα τῶν ποδῶν ἐκείνων, καὶ μὴ ἐξουθενοῦντας τὰ πατήματα τῶν ποδῶν τῶν | |
35 | ψεκτῶν προβάτων, τράγων καὶ ἐρίφων· οὐ γὰρ ἐθέ‐ λησαν εἶναι πρόβατα κριῶν ἄξια τῶν δεξιῶν. Ἡμεῖς οὖν εὐχόμενοι εἶναι πρόβατα τοῦ ποιμένος, μηδέποτε φεύγωμεν νεμεσθῆναι καὶ τὰ αὐτόθεν ὅσον ἐπὶ τῷ ῥητῷ ἀπεμφαίνοντα τῶν Γραφῶν, καὶ διὰ τὴν | |
40 | ἀπέμφασιν τῆς λέξεως πατούμενα ὑπὸ τῶν μὴ δυναμένων, μηδὲ θελόντων χρῆσθαι πάσῃ τῇ νομῇ. Ἀλλὰ κἂν ᾖ τι ὕδωρ ὑπὸ τῶν ποδῶν ἐκείνων τετα‐ ραγμένον, ἀναμιξάντων τῷ καθαρῷ λόγῳ τῆς Γρα‐ φῆς δυσφήμους ἐπαπορήσεις, μὴ ἀποτρεπώμεθα δι’ | |
45 | ἣν πεποιήκασι τῷ λόγῳ ταραχὴν πίνειν καὶ τὸ ὑπὸ τῶν ποδῶν αὐτῶν τεταραγμένον. Καὶ τήρει γε ἐπιμε‐ λῶς ὅτι πρὸς τοὺς ταράξαντας τὸ ὕδωρ καὶ πατή‐ σαντας τὴν νομὴν λέγεται ὡς περὶ κρειττόνων· Καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν | |
13.664(50) | ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν | 664 |
13.665 | ποδῶν ὑμῶν ἔπινον. Ἀλλὰ καὶ μηδεπώποτε νο‐ μὴν προφητικὴν ἡμεῖς πατήσωμεν, μηδὲ ὕδωρ νομι‐ κὸν ταράξωμεν· ἁμαρτανόντων δέ τινων καὶ περὶ τὴν εὐαγγελικὴν νομὴν, καὶ τὸ ἀποστολικὸν ὕδωρ, ὥστε | |
5 | τῶν εὐαγγελικῶν τινα μὲν πατεῖν, τινὰ δὲ ὡς καλὴν νέμεσθαι νομὴν, καὶ τῶν ἀποστολικῶν ἢ πάντα ἀπο‐ κρίνειν ἤ τινα μὲν ἐγκρίνειν, τινὰ δὲ ἀποκρίνειν, ἡμεῖς καὶ τὰ ὅλα Εὐαγγέλια νεμηθῶμεν, καὶ μηδὲν αὐτῶν πατήσωμεν, καὶ πάντα τὰ ἀποστολικὰ πίνον‐ | |
10 | τες, τὸ ὅσον ἐφ’ ἡμῖν καθεστηκὸς ὕδωρ, αὐτὰ τηρή‐ σωμεν καὶ μηδὲν τῶν ἐν αὐτοῖς ἀπιστίᾳ ταρασσούσῃ | |
τοὺς οὐκ εἰδότας συνιέναι τῶν λεγομένων ταράξωμεν. | 665 |