TLG 2042 060 :: ORIGENES :: In Canticum canticorum (libri duo quos scripsit in adulescentia)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

In Canticum canticorum (libri duo quos scripsit in adulescentia)

Citation: Volume — page — (line)

13

.

36

(1t)

ΕΚ ΤΟΥ ΕΙΣ ΤΟ ΑΣΜΑ
2tΜΙΚΡΟΥ ΤΟΜΟΥ
3tὋν ἐν τῇ νεότητι ἔγραφεν Ὠριγένης.
5 Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπων τῆς θείας Γραφῆς, τῶν τε λεγόντων καὶ τῶν πρὸς ἃ ὁ λόγος, πολλὴν παρέχει σύγχυσιν τὰ λεγόμενα, ζη‐ τοῦντι τὸ λέγον πρόσωπον, ὅ τι ποτέ ἐστι, καὶ τὸ πρὸς ὃ ὁ λόγος ὁποῖον, καὶ πότε τὸ λέγον ἐπαύσατο πρόσ‐
10ωπον, τοῦ πρὸς ὅ ἐστι πολλάκις τηρουμένου, καὶ ἑτέρου πρὸς τὸ αὐτὸ λέγοντος, ἢ τῶν πρὸς ὃ ὁ λόγος οὐκέτι ἀκούοντος, ἑτέρου δὲ διαδεξαμένου τὰ λεγό‐ μενα, μένοντος τοῦ λέγοντος. Ἔστι δ’ ὅτε μεταβάλλει ἀμφότερα, καὶ τὸ λέγον, καὶ τὸ πρὸς ὃ ὁ λόγος· ἢ
15ἐπὶ πλεῖον μένοντα ἀμφότερα, οὐ σαφῶς δηλοῦται μένοντα. Τί δὲ δεῖ τὰ παραδείγματα ζητεῖν ἑνὸς ἑκάστου τούτων, πάνυ τῶν προφητικῶν πεπληρω‐ μένων τῆς διαφορᾶς αὐτῶν; Ἥτις καὶ αἰτία ἐστὶ οὐχ ἡ τυχοῦσα μὴ διακρινομένης τῆς ἀσαφείας τῶν
20λεγομένων. Ἔστι δὲ καὶ αὕτη συνήθεια τῆς Γραφῆς, τὸ ταχέως μεταπηδᾷν ἀπὸ τοῦ περί τινων λόγου εἰς τὸν περὶ ἑτέρων, καὶ τοῦτο ἀσαφῶς ποιεῖν καὶ συγ‐
κεχυμένως μάλιστα τοὺς προφήτας.36