TLG 2042 059 :: ORIGENES :: Fragmenta ex commentariis in Proverbia

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Fragmenta ex commentariis in Proverbia

Citation: Volume — page — (line)

13

.

17

(32t)

ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ
33tΣΟΛΟΜΩΝΤΟΣ.
34tΚΕΦ. Αʹ.
35 Παροιμίαι Σολομῶντος υἱοῦ Δαυΐδ. Υἱὸς Δαυῒδ καὶ ὁ Σωτὴρ λέγεται. Οὗτος εἰρηνικὸς ἡμῶν Σωτὴρ ὁ γενόμενος ἐκ σπέρματος Δαυῒδ, τὸ κατὰ σάρκα, ἐβασίλευσεν ἐν Ἰσραήλ. Διὸ καὶ ἐπεγράφη τὴν ὑπὲρ ἀνθρώπων οἰκονομίαν τελῶν· Οὗτός ἐστιν ὁ βασι‐
40λεὺς τῶν Ἰουδαίων. Ἰουδαῖοί εἰσιν, ὁ Ἰσραὴλ, ὧν εἰρηνικὸς Σωτὴρ βασιλεύει ὡς διορατικῶν, ἐὰν ὦσιν ἀληθῶς Ἰσραήλ. Οὐ γὰρ ὅσοι σπέρμα τοῦ Ἀβραὰμ, πάντως καὶ τέκνα, τῷ μὴ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ.
45Τοῦ γνῶναι σοφίαν καὶ παιδείαν. Σοφία ἐστὶν
ἐπιστήμη θείων καὶ ἀνθρωπίνων πραγμάτων κατά‐17

13

.

20

ληψις· κατὰ δέ τινας, ἀτμίς ἐστι τῆς τοῦ Θεοῦ δυ‐ νάμεως, καὶ ἀπόῤῥοια τῆς τοῦ Παντοκράτορος δόξης εἰλικρινής· οὐδὲν γὰρ εἰς αὐτὴν σκοτεινὸν ἐμπίπτει· ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου, καὶ
5ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Ὁ γινώσκων ἔργα σοφίας, ταῦτα γινώσκει, τουτέστι, τὸ ἀπαύγα‐ σμα τοῦ ἀϊδίου, καὶ τὸ ἀκηλίδωτον ἔσοπτρον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ τὴν εἰκόνα τῆς ἀγαθότητος
10αὐτοῦ. Ταῦτα δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ γνῶναι τὸν Υἱὸν τῆς τοῦ Θεοῦ ἀγάπης, καὶ τὴν σοφίαν τὸν Χρι‐ στόν. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Τοῦτο δὲ οὐκ ἀπὸ σαρκὸς καὶ αἵματος, ἀλλ’ ἀπὸ τοῦ οὐρανίου Πατρὸς ἀποκαλύπτεται. Γινώσκει δὲ σοφίαν,
15καὶ ὁ τὴν ἐπιστήμην εἰδὼς τῶν θείων, νομικῶν καὶ προφητικῶν, εὐαγγελικῶν τε καὶ ἀποστολικῶν λο‐ γίων. Ἐπὶ τὴν πέτραν τίθησι τὸν θεμέλιον, τουτέ‐ στιν ἐπὶ τῇ πίστει Χριστοῦ, ὡς ἀντέχειν πρὸς βρο‐ χὰς, καὶ ἀνέμους, καὶ πνεύματα, δηλαδὴ τοὺς ὁθεν‐
20οῦν γινομένους πειρασμούς. Εἰ δέ φησιν ὁ Λουκᾶς ὡς ἐπῄνεσε τὸν οἰκονόμον τῆς ἀδικίας, κατεχρήσατο, τὸν ἔπαινον ἐπὶ τῆς ἐντρεχείας λαβὼν, διά τε τῆς δια‐ νοίας ὀξύ· ὅπερ ἔοικε δηλοῦσθαι κἀν τῷ, Ὁ δὲ ὄφις φρονιμώτατος πάντων τῶν θηρίων, καθ’ ὃ λέλεκται
25καὶ τὸ, Γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις· οἱονεὶ μὴ ἄπειροι τῶν τοῦ ὄφεως πανουργημάτων. Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥή‐ σεις τε σοφῶν καὶ αἰνίγματα. Τίνα διαφορὰν ἔχει ταῦτα πρὸς ἄλληλα, κατανοήσωμεν· καὶ πρῶτον τί
30ποτέ ἐστι παραβολὴ ἴδωμεν, ἀφ’ ὧν ἔχομεν εὐαγγε‐ λικῶν ἀφορμῶν. Ἐχρήσαντο γὰρ τῷ ὀνόματι τῆς παραβολῆς ἄλλοι τε, καὶ Ματθαῖος οὕτως· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὁ ὄχλος
35ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει, καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. Ἔστι τοίνυν παραβολὴ λόγος ὡς περὶ γενομένου, μὴ γενομένου μὲν κατὰ τὸ ῥητὸν, δυνα‐ μένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς πραγμάτων
40ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λελεγμένων. Οὐ γὰρ γέγονε κατὰ τὴν λέξιν τὸ, Ἐξῆλθεν ὁ σπείρων, ὡς λέγομεν γεγονέναι τὰ τῆς ἱστορίας· πλὴν δυνατὸν γενέσθαι κατὰ τὸ ῥητόν· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων, κ. τ. ἑ. Ἐγὼ μέντοι νομίζω τοῖς ἔξω λαλοῦντα τὸν
45Ἰησοῦν ἐν παραβολαῖς, οἷς, διὰ τὸ εἶναι ἔξω, οὐκ ἐδέ‐ δοτο εἰδέναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, ἐξεληλυθέναι τῆς οἰκίας, ὡς ὁ Ματθαῖος ἀνέγραψεν, οὐ χωρὶς αἰτίας καὶ λόγου ποιήσας τὸ, Ἐν τῇ ἡμέ‐ ρᾳ ἐκείνῃ, ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας, ἐκάθητο

13

.

20

(50)

παρὰ τὴν θάλασσαν. Ἔπρεπε γὰρ πρὸς τοὺς μὴ χωροῦντας εἰσελθεῖν αὐτοὺς εἰς τὴν οἰκίαν, ἀλλ’ ὄντας ἔξω αὐτῆς, ἐξελθεῖν αὐτῆς. Ὅτι δὲ τοιοῦτόν τι τῷ Ματθαίῳ κατὰ τὸν τόπον νενόηται, σαφὲς ἔσται τῷ τετηρηκότι τὰ ἐπιφερόμενα· Ἀφεὶς γὰρ, φησὶ, τοὺς
55ὄχλους, εἰσῆλθεν εἰς τὴν οἰκίαν αὑτοῦ, καὶ τοῖς μαθηταῖς ἀνακαλύπτει τὰ τῆς παραβολῆς. Παρατή‐
ρει γὰρ ἐν τούτοις τίνα τρόπον τοῖς ὄχλοις ἐν παρα‐19

13

.

21

βολαῖς ὁ Ἰησοῦς λάλει, καὶ χωρὶς παραβολῆς οὐδὲν αὐτοῖς λαλεῖ· ὃ καὶ μέχρι τῆς δεῦρο ποιεῖ· οἱ γὰρ ὄχλοι οὐ χωροῦσι παραβολῶν ἑρμηνείαν. Πρόσχες δὲ καὶ τῷ, Ἀφεὶς τοὺς ὄχλους εἰσῆλθεν εἰς τὴν οἰ‐
5κίαν αὑτοῦ, πάνυ συνετῶς ἀναγεγραμμένῳ ἐπὶ μὴ οἷόν τε ἦν τοὺς ὄχλους αὐτῷ συνελθεῖν, ἀλλὰ μόνους τοὺς διαφέροντας παρὰ τοὺς ὄχλους, οἵτινες ἦσαν μαθηταὶ αὐτοῦ, καὶ δυνάμενοι παῤῥησίαν ἔχειν πρὸς τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ Ἰησοῦ. Ἐκεῖ, οὐχ ὡς
10οἱ ὄντες ἔξω, ἀλλὰ χωρήσαντες τὸ γενέσθαι ἔσω, προσελθόντες τῷ διδασκάλῳ, τὸν ἔσω νοῦν ἀξιοῦσι τῶν παραβολῶν μαθεῖν. Καὶ ἐπείπερ ἐχώρησαν αὐ‐ τῷ ἀκολουθῆσαι εἰσιόντι εἰς τὴν οἰκίαν, διὰ τοῦτο ἀπο‐ κριθεὶς πρὸς τὸ, Φράσον ἡμῖν τὴν παραβολὴν, εἶ‐
15πεν ἃ εἶπεν. Οὐ μόνον δὲ ἐξέρχεται τῆς οἰκίας αὑ‐ τοῦ ὁ Ἰησοῦς, ἵνα τοῖς ἔξω ἔξω γενόμενος λαλήσῃ τὰς παραβολὰς, ἀλλὰ καὶ παρὰ τὴν θάλασσαν καθ‐ ίζεται, αἰνισσόμενος, ὅτι οἱ ὄχλοι καὶ οἱ ἔξω τῶν τῆς θαλάσσης κυμάτων, καὶ τοῦ ἁλμυροῦ ὕδατος αὐτῆς,
20οὐκ εἰσὶ μακράν. Παρατήρει δὲ, ὅτι πρὸς μὲν τὸν ἐξελθόντα τῆς οἰκίας καὶ καθήμενον παρὰ τὴν θάλασ‐ σαν Ἰησοῦν συνήχθησαν ὄχλοι πολλοί· οὐκ ἔτι δὲ ὄχλοι πολλοὶ, ἀλλ’ οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες ὀλίγοι, καὶ εὑρίσκοντες τὴν ἐπάγουσαν εἰς
25τὴν ζωὴν ὁδὸν μαθηταὶ εἰσέρχονται πρὸς αὐτὸν εἰς τὴν οἰκίαν. Λόγῳ τοίνυν τὸ πρέπον εὐαγγελικῷ κατὰ δύναμιν ἐξετάζων, καὶ τῷ τοῦ Ἰησοῦ βουλήματι ἐμ‐ βάντος εἰς τὸ πλοῖον, καὶ λέγοντος παντὶ τῷ ὄχλῳ τῷ παρὰ τὸν αἰγιαλὸν ἐν παραβολαῖς, φημὶ, μήποτε
30ὁ λόγος τοῖς ὄχλοις οὐ βεβηκὼς, οὐδὲ ἑστὼς, ἀλλ’ ἐν ὕδατι θαλάσσης τυγχάνων, λαλεῖ ὀχούμενος ἐπὶ τοῦ, ὡς οἷόν τε ἐστὶ, δυναμένου βεβηκέναι ἐπὶ ὕδατος· ὅπερ πλοῖον εἴρηται. Μὴ θαυμάσῃς δὲ, εἰ τὰ τοιαῦτα νοήματα ὡραιότερον ἐνήνεκται, ὡς ἂν τὸν ἔξω καὶ
35τὸν ὄχλον μὴ νομίσαι, μηδὲ νοῦν τινα εἶναι κεκρυμ‐ μένον καὶ ἐχόμενον πυκνῆς γλαφυρότητος τὸν τῇ εὐαγγελικῇ διαθέσει ἀποκείμενον· καὶ γὰρ ἦν τῆς οἰκονομούσης χάριτος τὸν τοῦ Θεοῦ λόγον, ἔργον. Ἐγὼ δὲ καὶ τὸ, Προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ·
40Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; καὶ τὸ, Ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὑτοῦ· καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Φράσον ἡμῖν τὴν παραβολὴν, βαθύτερον ἀκούειν πειρῶμαι. Ἀεὶ γὰρ οἱ μὲν ὄχλοι, ἐὰν ἀκούωσι παρα‐
45βολῆς, οὐδὲ ἐφιστᾶσιν αὐτῇ δεομένῃ ἐξηγήσεως· οἱ δὲ μαθηταὶ θεωροῦντες, ὅτι ἐν παραβολαῖς τοῖς ὄχλοις λαλεῖ, διὰ τὸ εἶναι αὐτοὺς ἔξω, ἀφιέντι τοὺς ὄχλους τῷ Ἰησοῦ ἕπονται, καὶ ἰδόντες, ὅτι οὐκ ἀλλαχοῦ δύ‐ νανται μανθάνειν τὰ τῶν παραβολῶν ἢ εἰσελθόντες

13

.

21

(50)

εἰς τὴν οἰκίαν τοῦ Ἰησοῦ, καὶ εἰσέρχονται πρὸς αὐ‐ τὸν, καὶ προσελθόντες αὐτῷ, φασί· Φράσον ἡμῖν τὴν παραβολὴν, περὶ ἧς μαθεῖν βούλονται. Ἀλλὰ τοι‐ αύτη μὲν ἡ παραβολή. Ἑξῆς δέ ἐστιν ὁ σκοτεινὸς λόγος. Ἔστι τοίνυν ἐν ταῖς Γραφαῖς τινα τοσοῦτον ἐπίτηδες σκοτεινῶς εἰ‐
55ρημένα, ὥστε μηδὲ τὸ τυχὸν ἐκλαβεῖν ἄν τινα ἐν αὐ‐ τοῖς χωρὶς πολλῆς καὶ μεγάλης ἐξετάσεως συγκε‐
χυμένης καὶ κατὰ τὴν φράσιν, καὶ κατὰ τὸ διανόημα,21

13

.

24

καὶ κατὰ τὴν σύνθεσιν τῆς λέξεως· ἅπερ νομίζω εἶ‐ ναι τὸν λεγόμενον ἐν βίβλῳ σκοτεινὸν λόγον. Παρά‐ δειγμα τῶν τοιούτων ἐκθήσομαι ἀπὸ Ψαλμῶν ἐκ τοῦ λαʹ ψαλμοῦ τὰ οὕτω λελεγμένα· Ὅτι ἐσίγησα, ἐπα‐
5λαιώθη τὰ ὀστᾶ μου, καὶ τὰ ἑξῆς. Καὶ ἁπλῶς τοῦ μὲν νοήματος νοῆσαι ἔστι τὸ ῥητὸν, ὡς δείξομεν· τοῦ δὲ σκοτεινοῦ λόγου, οὐδὲ τὸ τοιοῦτον· οἷον κἀκεῖνο ἐν Ἡσαΐᾳ· Οὐαὶ γῆς πλοίων πτέρυγες, ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ἀποστέλλων ἐν θαλάσσῃ
10ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδα‐ τος. Ἕκαστον δὲ τούτων σαφηνίσαι καὶ νοῆσαι φω‐ τίζοντα τῇ διηγήσει τὸ σκοτεινὸν αὐτοῦ οὐ τοῦ παρ‐ όντος ἐστὶ καιροῦ, ἵνα μὴ πολλὰς καὶ ἀκαίρους ποιώμεθα παρεκβάσεις. Ἀρκεῖ δὲ μόνον τὸ ἀπὸ τοῦ
15ψαλμοῦ οὕτω πως σαφηνίσαι λεγόμενον. Ὅσον γὰρ ἐκεκράγειν ὑμνῶν τὸν Θεὸν, καὶ δι’ ὅλης τῆς ἡμέρας θεολογῶν, οὐδέν μου ἐπαλαιοῦτο, ἀλλ’ ὅσον ἀνεκαι‐ νούμην. Ὅτε δὲ ἀργήσας ἀπὸ τοῦ λέγειν τὰ τῆς θεο‐ λογίας ἐσιώπησα, τότε ἡ παλαιότης εἰσέδυ μέχρι
20τῶν ὀστέων μου, καὶ τῶν δοκούντων ἐν ἐμοὶ στεῤῥο‐ τάτων. Καὶ τούτοις ἠκολούθησε τὸ βαρεῖαν γενέσθαι τὴν χεῖρά σου νυκτὸς καὶ ἡμέρας κατ’ ἐμοῦ, καὶ διὰ τοῦτο ἀπὸ τῆς προτέρας ἐπισκοπῆς ἐστράφη εἰς τὴν ἐμὴν ταλαιπωρίαν ἡ βαρυνομένη σου χεὶρ κατ’ ἐμοῦ.
25Καὶ ἀξίως γε ταῦτα πέπονθα, παγείσης μοι ἀκάν‐ θης, ἡνίκα ἐκρατήθην ὑπὸ μεριμνῶν, ἢ καὶ πλού‐ του, καὶ ἡδονῶν βιωτικῶν. Ὅτι δὲ τοιαῦτά τινα τῷ Προφήτῃ ἐν τούτοις νενόηται, δῆλον ἐκ τοῦ ἐπιφέ‐ ρεσθαι τούτοις τὸ, Τὴν ἁμαρτίαν μου ἐγνώρισα,
30καὶ τὰ ἑξῆς. Μετὰ ταῦτα ἔστιν ἰδεῖν τίνες αἱ ῥήσεις τῶν σο‐ φῶν· εἶτα τίνα τὰ αἰνίγματα· ποίων σοφῶν ῥήσεις ὁ τῶνδε ἀκούσας σοφὸς, καὶ διὰ τὸ ἀκηκοέναι αὐτῶν ἑαυτοῦ γενόμενος σοφώτερος. Ἆρα γὰρ μόνων τῶν
35κατὰ Θεὸν καὶ τὴν ἀλήθειαν αὐτοῦ σοφῶν, ἢ οὐ τού‐ των μόνον, ἀλλὰ καὶ ὧν δράξεται ὁ Θεὸς τῆς πανουρ‐ γίας; Καὶ γὰρ τούτους ὠνόμασεν ὁ λόγος σοφούς. Διὰ τί γὰρ ὁ εἰρημένος νοήσει μὲν τὰς τῶν μακαρίων σοφῶν ῥήσεις, οὐ διαρκέσει δὲ πρὸς τὸ νοῆσαι καὶ
40τοὺς τῶν λοιπῶν σοφῶν λόγους, ἀλλ’ ἔσται αὐτῷ ὁ νοῦς ἐλάττων τοῦ νοῦ τῶν σοφῶν τοῦ κόσμου τούτου, καὶ μὴ δυνάμενος παρακολουθεῖν τοῖς ὑπ’ ἐκείνων λεγομένοις; Καὶ ἄρα μήποτε ὥσπερ ὀφθαλμοῦ ἔργον ἐστὶν οὐ μόνον τὰ τεταγμένα ὁρᾷν, ἀλλὰ καὶ τὰ ἄλ‐
45λως ἔχοντα, ἢ ὡς τὸ ἐν τούτοις τεχνικὸν βούλεται· οὕτω νοῦ ἔργον ἐστὶ τά τε ἐπιτυγχανόμενα ἐννοήματα θεωρεῖν, καὶ τὰ μὴ, εἴπως αὐτός τε ὑπὸ τῆς ἐν τοῖς ψεύδεσι πιθανότητος οὐχ ἁλώσεται, καὶ τοὺς ἁλόντας ῥύσεται, ἐὰν νοήσῃ καὶ τῶν ἄλλων σοφῶν τὰς ῥήσεις,

13

.

24

(50)

εἴπου σοφίζονται, καὶ τίνα τρόπον παραλογίζονται· καὶ πῶς τὸ σόφισμα λύεται, καὶ ὁ παραλογισμὸς ἐλέγ‐ χεται. Οὕτω γὰρ καὶ διὰ τῶν ἑαυτοῦ σοφῶν ἀπειλεῖ ὁ Θεὸς, ὅτι τὴν διὰ τὸ ψεῦδος ἀξίαν ἀπολέσθαι σοφίαν τῶν σοφῶν ἀθετήσει, καὶ τὴν ἀπατηλὴν σύνεσιν τῶν
55μὴ κατ’ αὐτὸν συνετῶν, καὶ οὕτω διὰ τῶν ἰδίων δρά‐ ξεται τῆς πανουργίας τοῦ αἰῶνος τούτου σοφῶν. Αὐ‐
τίκα οἱ μαθηταὶ τοῦ Κυρίου, εἰ μὴ ἐνόουν τὰς τῶν23

13

.

25

κοσμικῶν σοφῶν ῥήσεις, πῶς ἐστρατεύοντο πρὸς καθ‐ αίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ; Πῶς δὲ καὶ τὸ ὑπὸ τοῦ Πέτρου λεγόμενον τελείως
5τηρήσαιτό τις ἂν, τὸ, Ἕτοιμοι ἀεὶ πρὸς ἀπολο‐ γίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μὴ τελείως ἔχων τὴν ἐν λόγῳ παρα‐ σκευὴν, ἵνα παντὶ Ἕλληνι καὶ παντὶ βαρβάρῳ, καὶ παντὶ σοφῷ, καὶ παντὶ ἀνοήτῳ ἕτοιμος ᾖ πρὸς ἀπο‐
10λογίαν περὶ τῆς ἐν αὑτῷ ἐλπίδος, τῷ συνιέναι τὰς τῶν σοφῶν ῥήσεις, τῶν μὲν κατηγορῶν, τὰ δὲ ἀνα‐ τρέπων, ταῦτα δὲ συνιστὰς καὶ ἀποδεικνύς; Μὴ θαυμάσῃς δὲ εἰ νῦν ὁ ἀληθῶς κατὰ Θεὸν σοφὸς οὐχ εὑρίσκεται· ἐκλέλοιπε γὰρ τὰ πλεῖστα τῶν ἐξαιρέ‐
15των χαρισμάτων, ὡς ἢ μηδαμῶς ἢ σπανίως εὑρίσκε‐ σθαι. Λείπεται ἀποδοῦναι καὶ τίνα τὰ αἰνίγματα. Αἴ‐ νιγμα δὲ εἶναι νομίζω διέξοδόν τινα περὶ ὡς γεγονό‐ των μὴ γεγονότων, μήτε γενέσθαι δυναμένων, ση‐
20μαινόντων δ’ ἐν ἀποκρυφῇ ἀπόῤῥητόν τι· οἷον ὡς ἀπὸ παραδείγματος τὸ ἐν τοῖς Κριταῖς· Πορευόμενα ἐπορεύθησαν τὰ ξύλα, τοῦ χρῖσαι ἐφ’ ἑαυτῶν βα‐ σιλέα. Τίνα γὰρ τρία ξύλα καρποφόρα, ἡ συκῆ, ἡ ἄμπελος, ἡ ἐλαία, μὴ βουληθέντα βασιλεύειν τῶν οὐκ
25ἀξίων τῆς αὐτῶν βασιλείας ξύλων· καὶ τίς ἡ ἀκαν‐ θώδης ῥάμνος καὶ πῦρ ἐξ αὑτῆς ἀφιεῖσα κατεσθίειν τὰς κέδρους τοῦ λιβάνου, τοῦ σοφοῦ ἐστιν ἰδεῖν, ἀναφέροντος ταῦτα μὲν ἐπὶ τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν δὲ ῥάμνον ἐπὶ τὸν
30ἀντικείμενον. Ἔστι δὲ καὶ ἐν ταῖς Βασιλείαις αἴ‐ νιγμα τοιοῦτον· Ὁ ἄκανθος ὁ ἐν τῷ Λιβάνῳ ἀπ‐ έστειλε πρὸς τὴν Κέδρον τὴν ἐν τῷ Λιβάνῳ, λέ‐ γων· Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυ‐ ναῖκα, καὶ τὰ ἑξῆς. Εὕροις δ’ ἂν καὶ ἐν τοῖς προφή‐
35ταις αἰνίγματα, ὡς ἐν τῷ Ἰεζεκιὴλ τὸ, Ὁ ἀετὸς ὁ μέ‐ γας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης πίλων, καὶ τὰ ἑξῆς. Τοσαῦτα χωρῆσαι ἐπὶ τοῦ παρ‐ όντος δεδυνήμεθα εἰς τὸ προκείμενον· ταῦτα δὲ ἦν παραβολὴ καὶ σκοτεινὸς λόγος, ῥήσεις τε σοφῶν καὶ
40αἰνίγματα. Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου μὲν κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς αἰνιγμάτων, ὡς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· οὐ γὰρ γέγονε κατὰ τὴν λέξιν, κἂν ἀνάγηται εἰς ἕτερα. Καὶ πῶς
45ἁρμόσαι τούτῳ τὸ, Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου; Γέγονε γὰρ ὅπερ ἐπήγαγεν· Ἐναντίον τῶν πατέρων αὐτῶν ἐποίησε θαυμάσια. Καὶ κατὰ τὸ ῥητὸν διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐ‐ τούς· πάντα γὰρ γέγονεν, εἰ καὶ σύμβολά ἐστι τῶν

13

.

25

(50)

ἐφ’ ἅπερ ἀνήγετο τρόπων παραβολῶν εὐαγγελικῶν λαμβανόμενα. Ἕτερος δέ τις ἐρεῖ, οὐκ ἐπὶ τὰ ἀπὸ τῆς Ἐξόθου ἀναφέρεσθαι τὸ, Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἀλλ’ ἐπὶ τὰς ἐν τῷ Εὐαγγελίῳ παρα‐ βολὰς τοῦ Χριστοῦ λέγοντος ἐν τῷ προφήτῃ· Προσ‐
55έχετε, λαός μου, νόμον μου, καὶ τὰ ἐπ’ αὐτῷ. Στέφανος χαρίτων. Ἡ περιοχὴ τῶν ἀρετῶν, διὰ
τὸ συνδεδέσθαι ἀλλήλαις.25

13

.

28

Κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Κλοιὸν χρύ‐ σεον λέγει τὸν περιαυγασμὸν καὶ τὸ κυκλοειδὲς σέ‐ λας τῶν θείων λογίων. Τράχηλον δὲ λέγει τὸν νοῦν.
5 Ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς. Φήσαιεν δὲ ταῦτα καὶ οἱ εἰπόντες· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. Τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν. Ἐκείνης τῆς
10πολιτείας ἀποστὰς, γενοῦ μεθ’ ἡμῶν, σαββάτιζε μεθ’ ἡμῶν, τὰ ἄζυμα ποίει μεθ’ ἡμῶν, καὶ τὰς ἄλ‐ λας τοῦ νόμου παρατηρήσεις. Αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες. Ἀγαθῶν μὲν γάρ ἐστιν ὁ Θεὸς δοτήρ· κακῶν δὲ ἡμεῖς αἴτιοι, δη‐
15λαδὴ κακωτικῶν. Φαίης δ’ ἂν ταῦτα καὶ περὶ τῶν μετασχόντων αἵματος Ἰουδαίων, τῶν τε προφητῶν καὶ αὐτοῦ τοῦ Χριστοῦ. Αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα. Συντελεῖν οὐχ ἁπλῶς οἶμαί τι ποιεῖν, ἀλλὰ
20πληρῶσαι τὸ μέτρον τῶν πατέρων αὐτῶν, καὶ ὑπο‐ κεῖσθαι παντὶ αἵματι ἀπὸ Ἄβελ μέχρι Ζαχαρίου.
23 Σοφία ἐν ἐξόδοις ὑμνεῖται. Σιωπωμένη μὲν ὑπὸ σοφοῦ, οὐχ ὑμνεῖται· ἐξόδου δὲ τυχοῦσα, ὑμνεῖται.
26 Ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με. Ὡς Κύριον γὰρ ἐπικαλούμεθα τὴν σοφίαν οὖσαν Χριστόν. Ὁ οὖν ἐπικαλούμενος τὸν Χριστὸν, εἰ νοεῖ τίς ἐστιν, ἐπικαλεῖται σοφίαν, σύνεσιν, ἁγιασμὸν, δικαιοσύνην,
30καὶ πᾶσαν ἀρετήν· εἰ καὶ μὴ χείλεσιν, ἀλλὰ πράξε‐ σιν. Ἀλλὰ μὴ τοιοῦτοι γενώμεθα, ὡς ἐπικαλεῖσθαι ἡμᾶς, αὐτὸν δὲ μὴ ὑπακούειν.
33tΚΕΦ. Βʹ.
34Ἐὰν, δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς, κρύψῃς
35παρὰ σεαυτῷ. Κρύπτει δέ τις, μὴ ἐπὶ κενοδοξίᾳ ταύτην ποιῶν, ἀλλὰ σπουδάζων λανθάνειν.
38 Τότε συνήσεις φόβον Κυρίου. Ὅρα δὲ μεθ’ ὅσα συνήσομεν φόβον Κυρίου· ἀσαφὴς γὰρ καὶ αὐτὸς,
40ὡς δῆλον ἐκ τῶν ἁπλουστέρων· ἔστι γὰρ τινὰς ἰδεῖν οὐκ ἐν οἷς δεῖ φοβουμένους τὸν Κύριον, καὶ ἐν οἷς χρὴ μὴ φοβουμένους.
44Καὶ τῇ συνέσει δῷς φωνήν σου. Ἕκαστος δὲ
45δίδωσι τὴν ἑαυτοῦ φωνήν τινι, ἢ τῇ ὀργῇ τυχὸν τὸ αὐτῆς φθεγγόμενος, ἢ τῇ λύπῃ, ἢ τῇ πορνείᾳ. Ὁ δὲ μακάριος ὅλην τὴν ἑαυτοῦ φωνὴν ἀνατίθησι τῷ Κυ‐ ρίῳ, ἵνα ἃ δ’ ἂν λαλῇ, σοφία ᾖ. Ὡς ἄλλος δὲ τὸ ἀρ‐ γύριον, οὕτω ζήτει σὺ τὴν σοφίαν, οἱονεὶ φιλάργυ‐

13

.

28

(50)

ρος ἐν τούτῳ γινόμενος.
52 Μή σε καταλάβῃ βουλὴ κακή. Οἱ ἀλλότριοι τῆς Ἐκκλησίας ἄλλα μὲν ἐπαγγέλλονται κατ’ ἀρχὰς, ἄλλα δὲ κατὰ τέλη· ἀφιστᾶσι μὲν γὰρ εἰδωλολατρείας
55ἐξ ἀρχῆς, καὶ προσάγουσι τῷ Δημιουργῷ· εἶτα με‐
τατιθέμενοι, τὴν Παλαιὰν ἀθετοῦσι Γραφὴν ἐναν‐27

13

.

29

τιούμενοι τῇ στοιχειώδει νεότητι. Παρὰ δὲ τοῖς ἐκ‐ κλησιαστικοῖς διδασκάλοις σύμφωνα τοῖς ἐν ἀρχῇ στοιχείοις τὰ τέλη.
5tΚΕΦ. Γʹ.
6 Τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία. Μετὰ τὰ προστακτικὰ καὶ ἀπαγορευτικὰ τοῦ νόμου τοῦ Θεοῦ, τὰ ῥήματα τῆς σοφίας τοῦ Θεοῦ ἀπαγγέλλει τὴν τῶν ὄντων γνῶσιν ἀψευδῆ. Τοιοῦτόν ἐστι καὶ
10τὸ, Ἐκ Σιὼν ἐξελεύσεται ὁ νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ὁ γὰρ τηρῶν τοὺς νό‐ μους ἀναλήψεται τὴν σοφίαν. Σπείρατε γὰρ, φησὶν, ἑαυτοῖς δικαιοσύνην· τρυγήσατε εἰς καιρὸν ζωῆς. Εἶθ’ ἑξῆς τῷ πρακτικῷ ἐπιφέρεται· Φωτίσατε ἑαυ‐
15τοῖς φῶς γνώσεως. Προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. Ἐὰν ἐν σοφίᾳ ποιῇς τὸ πραττόμενον, υἱὸς ἔσῃ Θεοῦ, ὡς εἴρηται· Πάντα ἐν σοφίᾳ ἐποίησας.
20 Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων. Τὸ τῆς τιμῆς ὄνομα συνήθως ἐπὶ δόσεως ἡ θεία λαμβά‐ νει Γραφή· Χήρας γὰρ, φησὶ, τίμα, τὰς ὄντως χήρας, ἀντὶ τοῦ, Μεταδίδου, ἵνα μὴ ταπεινώσῃ τὴν χήραν, ἐλεημοσύνην μὴ εἰπών. Καὶ ὁ Σωτὴρ δέ
25φησι· Γέγραπται ἐν τῷ νόμῳ· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καὶ τὰ ἑξῆς. Ἀπὸ δι‐ καίων δὲ πόνων εἶπεν, ἵνα μὴ ἐξ ἁρπαγῆς εἴη καὶ πλεονεξίας. Καὶ μηδεὶς ὀκνείτω διδόναι· ἀπολογίαν γὰρ οὐχ ἕξει μετὰ τὴν ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ χήραν
30ὅλον ἑαυτῆς βαλοῦσαν τὸν βίον, καὶ δικαιωθεῖσαν, οὐ παρὰ τοὺς ἐξ ἁρπαγῆς, ἀλλὰ παρὰ τοὺς ἐκ περιου‐ σίας βαλόντας. Πάντα δὲ, δόσις ἐστὶ πρὸς τὸν Θεὸν, σωφροσύνης ἔργα καὶ τῶν λοιπῶν ἀρετῶν. Δεῖ γὰρ καὶ ἀπαρχὰς ἀπὸ παντὸς διδόναι γεννήματος Ἐκ‐
35κλησίᾳ καὶ πένησι· καὶ ἀπὸ ὕπνου δὲ ἀνιστάμενον ἀπαρχὴν δοτέον Θεῷ τὴν εὐχήν· καὶ τῶν λόγων ἀπαρ‐ χὴν διδόναι προσήκει, ψαλμούς. Οὕτω γάρ σοι ῥηθή‐ σεται· Καὶ εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου· λέγει δὲ τὰ τῆς ψυχῆς.
41 Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε γῆν. Ἀλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ, γῆ ἐστιν, ἑκατονταπλασίονα καρ‐ ποφοροῦσα. Αὕτη δὲ ἐκ τῆς πιότητος, ἥ ἐστι σοφία, σοφὴ γίνεται, θεμελιοῦντος αὐτὴν ἐπ’ αὐτῇ τοῦ Θεοῦ.
45Ἑδράζει γὰρ αὐτῇ τὴν εἰσαγωγὴν τῆς διδασκαλίας, πῆξιν ἀπὸ σοφίας ποιούμενος, καὶ ἀεὶ προκόπτου‐ σαν οὐρανὸν ἀπεργάζεται, καθαρώτατον κτίσμα, ἀγ‐ γέλων τε καὶ νοερῶν οὐσιῶν οἰκητήριον. Λαβοῦσα αἴσθησιν τοῦ ὄντος, καὶ κατανοοῦσα τὴν τῶν

13

.

29

(50)

πραγμάτων ἀκρίβειαν, ἄρχεται διαιρεῖν καὶ ἀνα‐ τέμνειν αὐτά.
52tΚΕΦ. Εʹ.
53 Μακρὰν ποίησον ἀπ’ αὐτῆς σὴν ὁδόν. Ὁδόν φησι τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ καὶ τὴν
55ἀρετὴν κελεύει τῆς κακίας χωρίσαι.
56tΚΕΦ. ϛʹ.
57Γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. Καὶ ἡ29

13

.

32

ἀγρευομένη ὑπὸ γυναικὸς ψυχὴ τιμία ἐστὶ τῇ φύ‐ σει· οὐ γάρ ἐστι τῇ φύσει χοϊκή. Ἢ ἐπειδὴ τῶν ἀν‐ δρείων τὸ φρόνημα καὶ ἡ ψυχὴ τιμία, ὅμως καὶ ταύ‐ τας ἀγρεύει.
5tΚΕΦ. Ηʹ.
6 Ἐγὼ ἤμην ᾗ προσέχαιρε. Τὸ, ἤμην, ἐπὶ Θεοῦ χρόνον οὐ προσημαίνει· χρονικὸν γὰρ, ἡνίκα τι τῶν ὑπὸ χρόνον προσημαίνει, ὡς τὸ, Ἤμην ἐν ἀγορᾷ. Εἰ δὲ παρὰ Θεῷ ἦν ἁρμόζουσα τῷ ἀνάρχῳ, ἀΐδιος
10καὶ αὐτή.
12tΚΕΦ. Ιʹ.
13 Αὕτη πλουτίζει. Εἰ πᾶς ὁ εὐλογημένος παρὰ Κυρίου πλούσιος, οἱ δὲ πορευόμενοι ἐν νόμῳ Κυρίου
15εὐλογοῦνται ὑπὸ Κυρίου, ἐπορεύθησαν δὲ ἐν νόμῳ Κυρίου προφῆται· οὗτοι ἄρα πλούσιοι ἦσαν.
18 Ἐν γέλωτι ἄφρων πράσσει κακά. Πράττων τὰ κακὰ ἥδεται καὶ χαίρει. Ἡ δὲ σοφία ἀνδρὶ τίκτει
20φρόνησιν, πρακτικὴν ἀρετήν.
21tΚΕΦ. ΙΑʹ.
22 Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κλη‐ ρονομήσει ἀνέμους. Οἶκος ὁ Θεὸς ἡμῶν ἐστιν ἐν ᾧ κινούμεθα καὶ ἐσμέν. Ὁ ἐν ταῖς ἐντολαῖς οὖν τοῦ
25Θεοῦ μὴ περιπατῶν συγκληρονόμος ἔσται τῶν ἐναν‐ τίων δυνάμεων. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς. Καρπὸς δικαιοσύνης τὸ τέλος τῆς ἀρετῆς. Τοσαῦτα δένδρα ζωῆς ἔχει τις, ὅσους καρποὺς δικαιοσύνης.
30Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κω‐ λύεται Ἀδὰμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβα‐ λὼν, ἀφ’ ὧν φύεται τὸ δένδρον τῆς ζωῆς.
34tΚΕΦ. ΙΒʹ.
35 Ἑαυτοῦ φίλος ἔσται. Τοῦτον τὸν στίχον ὅλως οὐ μέμνηται Ὠριγένης· εὑρέθη δὲ ἔν τισιν ἀντι‐ γράφοις· οὔτε γὰρ παρὰ τοῖς Οʹ, οὐδὲ παρ’ ἄλλοις κεῖται.
39tΚΕΦ. Ιϛʹ.
40 Θυμὸς βασιλέως ἄγγελος θανάτου· ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτὸν, εἴπερ ὁ ἅγιος ἀπαθής· ἢ τὸν θυμὸν ἀλληγορητέον.
44tΚΕΦ. ΚΕʹ.
45 Ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. Τόποι δὲ αὐτῶν καὶ τῶν αἱρετικῶν αἱ συνά‐ ξεις.
48tΚΕΦ. Λʹ.
49Τρία δέ μοί ἐστιν ἀδύνατα νοῆσαι. Ἀδύνατον

13

.

32

(50)

εἰς νόησιν ἐπιστημονικὴν εἰσαγομένῳ θεώρημα, καὶ ἀδύνατον ἀνθρώπῳ θεωρεῖν τὰ ὑπὲρ ἄνθρωπον καὶ νοεῖν, οἷον τοῦ καρκίνου τὴν θεραπείαν, κἂν ἄγγελοι ταύτην ἐπίστανται· ἀδύνατον νοηθῆναί τινι καὶ τὸ μηδαμῶς ὑπάρχον, μηδὲ γίνεσθαι δυνάμενον, οἷον τὸ
55τρία τέσσαρα εἶναι. Ἔοικε τοίνυν περὶ τῶν μὴ ὑπαρ‐ χόντων εἰρῆσθαι. Μὴ καταλιπόντος γὰρ ἀετοῦ ἴχνη
ἐν τῷ πέτεσθαι περὶ τὸν ἀέρα, ἀνάλογον τοῖς καταλει‐31

13

.

33

πομένοις ἴχνεσιν ἐν τῇ γῇ τῇ ψαμμώδει τῶν ἐπιβάν‐ των αὐτῆς, ἀδύνατόν ἐστι νοηθῆναι· οὕτω καὶ ἐπὶ ὄφεως· ἐν μὲν εὐείκτῳ γῇ δυνατὸν νοεῖσθαι ὁδοὺς, ἐν δὲ τῇ πέτρᾳ μή.
7 Καὶ τρίβους νηὸς ποντοπορούσης. Μήποτε δὲ ναῦν ἐν τούτοις λεκτέον τὸν Ἰησοῦν καὶ τοὺς μαθη‐ τὰς αὐτοῦ, ποτὲ δὲ καὶ μόνους αὐτούς· οὐ ποντοπο‐
10ροῦσαν· Εὐθέως γὰρ ἐγένετο τὸ πλοῖον ἐπὶ τὴν γῆν, εἰς ἣν ὑπῆγον, θείᾳ δυνάμει. Ναῦς δὲ μὴ φέρουσα τὸν Ἰησοῦν ποντοπορεῖ, καὶ τοῦτο διὰ παν‐ τὸς, ὑπὸ τῶν ἐναντίων ἀκαταστατοῦσα πνευμάτων. Καὶ ἐπεὶ τοῦ βίου τὰ πράγματα ματαιότης, ποντοπο‐
15ρούντων ἀεὶ, καὶ μηδενὸς τῶν ἀνθρώπων προάγοντος εἰς ζωὴν αἰώνιον, οὐ δυνατὸν νοηθῆναι τὰς τρίβους αὐτῶν. Τοιγαροῦν τῶν ἐνδόξων τῆς γῆς βασιλέων ἢ καὶ ἀρχόντων ἀλλότριον θεοσεβείας ἔργον οὐδὲν κα‐ ταλείπεται μετὰ τελευτήν. Ἐσβέσθη γὰρ αὐτῶν ἡ
20δόξα. Οὐκ ἐπιγινώσκονται δὲ, φησὶν, οὐδὲ ὁδοὶ ἀν‐ δρὸς ἐν νεότητι, ταῖς ἐπιθυμίαις πεπυρωμένου διὰ τὸ ἄστατον τῶν τρόπων· καὶ τῆς μοιχαλίδος, ὁμοίως διὰ τὸ ἀναίσχυντον. Ἢ τοῦτό ἐστιν ἡ τῶν ἐθνῶν Ἐκ‐ κλησία, ἥτις μετὰ τὸ ἀπολούσασθαι διὰ τοῦ βα‐
25πτίσματος οὐδέν φησιν ἄτοπον πεπραχέναι. Ὁ δὲ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ, τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς. Τοιαύτη καὶ πᾶσα γυνὴ μοιχαλὶς, ἢ ἀλλοτριώσασα ἑαυτὴν τοῦ νυμφίου, καὶ ψυχὴ καταλιποῦσα τὸν ἄνδρα, καὶ
30ὀπίσω τῶν ἐραστῶν πορευομένη. Καὶ ἐκστρατεύει ἀφ’ ἑνὸς κελεύσματος εὐτά‐ κτως. Ὡς εὔτακτος ἐπαινεῖται καὶ ἡ ἀκρὶς, τῷ τοῦ Θεοῦ λόγου πειθομένη κελεύσματι. Τοιαύτη τίς ἐστιν ἡ Ἐκκλησία, διὰ τὸ πρὸς τῶν ἀνθρώπων καταφρο‐
35νεῖσθαι, ἀκρίδι ὡς πρὸς τὸ ζῇν ἐπὶ γῆς παραβαλλο‐ μένη· διὰ δὲ τὸ μετὰ Ἰησοῦ συνάγεσθαι καὶ μὴ σκορπίζειν, ἀλλ’ ἐνδύεσθαι τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα ἀντιστῇ πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ἀφ’ ἑνὸς κελεύσματος εὐτάκτως στρατοπεδεύουσα· ἔστι
40δὲ ἀβασίλευτος ὑπὸ τοῦ Φαραὼ, ἀλλ’ οὐχ ὑπὸ τοῦ Θεοῦ, καὶ τῶν Αἰγυπτίων οἱ πόνοι παραδίδονται ταύτῃ. Ἴσως δὲ διὰ μὴ βασιλεύεσθαι ἡμᾶς πρὸ τῆς Χριστοῦ βασιλείας, ἀβασίλευτον ἡ ἀκρίς. Οὐ γὰρ ἔχουσιν ἡγούμενον, καθάπερ αἱ μέλισσαι, ἀλλ’ ἑκά‐
45στη ἡγεῖται. Οὗτοί εἰσιν οἱ προαιρέσει κουφιζόμενοι τῶν γηΐνων, τεταγμένην ὁδεύοντες ζωήν. Ἢ καὶ ἀκρίδες, ὅσοι, τῇ νοήσει βουλόμενοι πέτεσθαι, ἀδυ‐ νατοῦντες ὀλίγον τῆς γῆς ἀνατρέχουσιν. Εἰ δὲ πρα‐ κτικὸν μεταλάβοιεν, εἰς ἓν τάγμα πρακτικὸν ἐναχθή‐

13

.

33

(50)

σονται. Καὶ τράγος ἡγούμενος αἰπολίου. Τρίτος ὁ τρά‐ γος κατὰ μόνους τοὺς Οʹ ἡγούμενος αἰπολίου, αὔξων τε καὶ πληθύνων αὐτὸ καὶ ἐπὶ τὰς ἐν ὑψηλοῖς νομὰς ὁδηγῶν. Οὐδεμία γὰρ ἀγέλη ζώων οὕτως
55ἐπιβαίνει τῶν ὑψηλῶν. Τοιοῦτος ὁ ἡγούμενος Χριστοῦ τοὺς ἐν τῷ αἰπολίῳ πρὸς ὕψος ἀνάγων. Ἄλλως ὁ τράγος τυποῖ τὸν Χριστὸν, ὑπὲρ ἁμαρτίας προσφε‐ ρόμενος. Τούτῳ ἐν ὕψει ὄντι ἕπεται πᾶσα τῶν θεοσε‐
βῶν ἡ πληθύς.33