TLG 2042 057 :: ORIGENES :: Homiliae in Job (fragmenta in catenis, typus I) (e codd. Paris.)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Homiliae in Job (fragmenta in catenis, typus I) (e codd. Paris.)

Cf. et 2042 073, 086

Citation: Volume — page — (line)

12

.

1032

(1t)

ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ
2tΕΙΣ ΙΩΒ.
5tΚΕΦ. Αʹ.
6 Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους. Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς· τὰς ὄνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ
10πρόβατα δὲ ἐμίσει· διὰ τοῦτο πῦρ ἐπ’ αὐτὰ κατήγα‐ γεν· ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευε, καὶ καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι. Εἰ εὑρήκει ἀναγινώ‐ σκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι· εἰ εὑρήκει προσευχομένους,
15οὐδὲν ἐδύνατο ποιῆσαι κατ’ αὐτῶν· ἀλλ’ ὅτε εὗρεν εὐκαιρίαν, ἴσχυσε. Ποῖος ἦν ὁ καιρός; μέθη ἦν, συμ‐ πόσιον ἦν. Τῷ δὲ τῶν γωνιῶν ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβη‐
20κὼς εὐθείας ὁδοῦ ταῖς γωνίαις κέχρηται· πλατεῖα δὲ γωνία ἐστὶν ἡ πολλὴ καὶ ἀνειμένη κακία.
23tΚΕΦ. ΙΘʹ.
24Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὥσ‐
25περ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασι κά‐ μνειν ποιεῖ τὰ βαστάζοντα· οὕτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις, κάμνει ὡς ὑπὸ βάρους πιε‐ ζόμενος τῆς δυνάμεως τῶν λόγων, τῶν ὀνειδιστικῶς καὶ χαλεπῶς, ἢ ἐπὶ λοιδορίαις εἰρημένων· ὡς καὶ
30νῦν τῶν ὑπὸ Βαλδὰδ εἰρημένων, οἱονεὶ φορτίου αἰ‐ σθανθεὶς βαρέος ὁ Ἰὼβ, καμὼν τῇ ψυχῇ φησιν· «Ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου,» καὶ ὡσεὶ φορτίον βαρὺ βαρυνεῖτε κατ’ ἐμοῦ τοὺς λόγους; Ὁρᾷς, ὅτι τυραννικοί εἰσιν οἱ τοῦ Σαυχαίων τυράν‐
35νου λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ, λέγει τὰ προκείμενα. Οὐχ οὕτως γὰρ καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός· πολλάκις γάρ τις ὑπομείνας βασά‐ νους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς, εἰ καὶ κάμνων, ἀλλ’
40ὑπομένει τοὺς χαλεποὺς λόγους· ὕβριν γὰρ ὑπομέ‐ νειν, μεγάλου ἀνδρός ἐστι· διόπερ ἐν τοῖς ἀνδραγα‐ θήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· «Λοιδορούμενοι εὐλογοῦμεν· βλασφημούμενοι παρακαλοῦμεν.» Καὶ νῦν δὲ ὁ Ἰώβ ἐστιν, ὁ τῶν ἀθλητῶν γενναιότατος, ὁ
45ταῦτα λέγων· οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως

12

.

1033

περιέχει ἢ τὴν ἀνδρείαν αὐτοῦ καὶ τὴν ὑπομονήν· ἀλλ’ ὅμως αἰσθάνεται τῶν καμάτων ὧν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆ‐ σαι. Καὶ ἐπειδὴ ἡ τοῦ λόγου βαρύτης, ὥσπερ τι
5φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ, κάμνειν αὐτὴν παρα‐ σκευάζει, διὰ τοῦτό φησιν· Ἀνθ’ ὅτου, ὦ φίλοι, ταῖς τοῦ σώματος ἀλγηδόσι προστίθετε τὸν τῆς ψυχῆς πό‐ νον, μᾶλλον κεντοῦντες τοῖς ῥήμασιν ἢ τὰ πάθη τὸ σῶμα;
11 Καταλαλεῖτέ μου. Πολλάκις καταλαλεῖ τις κα‐ κῶς ποιῶν· ὅταν δὲ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνου, οὐκ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλ’ ὀνειδίζων καὶ ὑβρίζων.
16 Κεκράξομαι, καὶ οὐδαμοῦ κρῖμα. Νῦν ἐὰν κράξω, οὐδαμοῦ τὸ κρῖμά μου ἔρχεται· ἔτι ἀθλῶ. Ὡσεὶ ἔλεγεν· Ὥς τις ἀθλητὴς ἐν σταδίῳ κέκραγα, καὶ οὐδαμοῦ τὸ κρῖμά μου ἐπανίσταται· ἔτι γὰρ παλαίω.
20Ἐὰν μὴ τελέσω τὸ πάλαισμα, οὐκ ἔρχεται τὸ κρῖμα τοῦ στεφάνου. Καὶ ταῦτά φαμεν, ἵνα μὴ κατηγορῶ‐ μεν τοῦ Θεοῦ, ὅτι τοσαῦτα πάσχει ὁ Ἰὼβ, καὶ οὐ‐ δαμοῦ τὸ κρῖμα, τουτέστιν ἡ ἀπόφασις τῆς ἐλευθε‐ ρίας, καὶ τῆς τῶν δεινῶν ἀπαλλαγῆς.
26tΚΕΦ. Κʹ.
27 Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα. Καὶ ὁ αἱρετικὸς ὅταν εὔξηται, ὅταν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅταν δοκῇ κατεστηρίχθαι, τότε εἰς
30τέλος ἀπολεῖται· ἡ γὰρ εὐχὴ αὐτοῦ λογίζεται αὐτῷ εἰς ἁμαρτίαν. Οἱ δὲ εἰδότες αὐτοῦ τὰ σφάλματα ἐκκλησιαστικοὶ ἐροῦμεν· Ποῦ εἰσιν οἱ τοιοῦτοι ἐν‐ υπνιαζόμενοι καὶ ἀναπλάττοντες ἑαυτοῖς σφάλματα; Οὐ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερείδουσι σφαλλό‐
35μενοι· καὶ γίνονται ὥσπερ ἐνύπνιον ἐκπετασθὲν, ὃ οὐ μὴ εὑρεθῇ. Τοιοῦτόν τι καὶ Δαυῒδ ψάλλει· «Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἐξέλιπον. Ἅμα τὸ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέ‐ λιπον·» καὶ πάλιν· «Ὡσεὶ ἐνύπνιον ἐξεγειρομέ‐
40νων.»
43 Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. Οἶδα καὶ ἄλλον πλοῦτον ἀδίκως συναγόμενον, τὸν ἐν
45τοῖς λόγοις τῶν αἱρετικῶν, οἳ ἔχουσι μαθήματα ἐν‐ αντία τοῖς δόγμασι τῆς ἀληθείας, ἐγγάστρια αὐτῶν· ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ «χολὴ ἀσπίδος,» τουτέστι πονηρά· ὡς εἴρηται ἐν Δευτερονομίῳ ἐν ᾠδῇ Μωϋ‐ σέως περὶ τοῦ οἴνου τῆς διδασκαλίας αὐτῶν· «Ἐκ

12

.

1033

(50)

γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν.» Ἀλλ’ ὁ ἀγαθὸς Θεὸς οὐκ ἐάσει αὐτοὺς πλοῦτον ἀδίκως συνα‐ γόμενον ἔχειν ἀεὶ ἐν ἑαυτοῖς, ἀλλὰ ποιήσει αὐτοὺς ἐξεμέσαι. Ἄγγελος γὰρ κατ’ εὐεργεσίαν Θεοῦ ἐξελ‐ κύσει αὐτοὺς ἐπ’ αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης
55οἰκίας· ἥτις ἐστὶν ἡ ἐκκλησία πονηρευομένων. Ἐπά‐
γει γοῦν· «Ἐξ οἰκίας αὐτοῦ,» καὶ τὰ ἑξῆς.

12

.

1036

Ὅρα δὲ πόσον καὶ τῷ ἑτεροδόξῳ ἀπόκειται διὰ τὰ ἀσεβῆ δόγματα. Διὰ τοῦτο προσέχωμεν ἑαυτοῖς, μή‐ ποτε ἐν πιθανολογίαις συληθῶμεν ἀπὸ αἱρετικῆς διδασκαλίας, καὶ ἐκπέσωμεν τοῦ μυστηρίου τῆς
5Ἐκκλησίας. Μὴ ἴδοι ἄμελξιν νομάδων. Καὶ ὁ ἑτερόδοξος δὲ οὐ βλέπει ἄμελξιν νομάδων. Νομάδες δέ εἰσι ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ ποιμένι, καὶ νομὴν εὑρί‐ σκουσαι. Καὶ τὰ δόγματα δὲ κατὰ Θεοῦ οὐδὲν ἔχει
10γλυκὺ, ἀλλὰ στρυφνὰ καὶ πυκνά.
12 Πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν. Καὶ ὁ ἑτερόδοξός σε ἐάν που εὕρῃ ἀσθενῆ ἐν τῇ πίστει, ἀσθενῆ ἐν τῇ ὑγιεῖ διδασκαλίᾳ, τοῦτον ὑποσυλᾷ. Καὶ
15ἔστιν ἀληθῶς περὶ τοῦ διδασκάλου τῶν ἑτεροδόξων εἰπεῖν, ὅτι πολλῶν ἀδυνάτων οἴκους ἔθλασεν· ἁρπά‐ ζει δὲ τὴν δίαιταν τοῦ εὐεξαπατήτου, καὶ μετὰ ταῦτα οὐχ ἵστησιν αὐτήν· οὐδὲ γὰρ δύναται στῆσαι τὸ ψεῦ‐ δος.
21 Ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. Καθ’ ἣν ἡ θεία κατ’ αὐτοῦ κινεῖται δίκη· εἴτε τοῦ ἐκ περιτομῆς εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ ἑτεροδόξου, εἴθ’ ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν ἡ δηλουμένη ἐν τοῖς προει‐
25ρημένοις.
26tΚΕΦ. ΚΑʹ.
27 Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Τὸ μέντοι, «πεπαλαίωνται ἐν πλούτῳ,» εἶπεν ἀντὶ τοῦ, οὐκ εἰσὶ νεόπλουτοι, ἀλλ’ ἐκ νεότητος
30καὶ μέχρι γήρως πλουτοῦντες διετέλεσαν.
32 Ἀναλαβόντα ψαλτήριον καὶ κιθάραν. Ἄλλη πατέρων εὐδαιμονία, τῶν παίδων ἡ εὐφροσύνη, ἣν ἀποπληροῦσιν αὐλοὶ καὶ κιθάραι καὶ τύμπανα, ὑφ’
35ὧν αἱ μὲν ἀκοαὶ καταυλοῦνται, αἱ δὲ τῆς ψυχῆς ἡδο‐ ναὶ διεγείρονται, καὶ οἱ παρόντες τῇ ἀκολάστῳ μελ‐ ῳδίᾳ κατακηλοῦνται· ἣν οἱ τῶν ἀσεβῶν παῖδες ἀσελ‐ γῶς ἐργάζονται, ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας αὐτῶν ἐπιβάλλοντες, καὶ πρὸς τὴν φωνὴν τῶν ὀργά‐
40νων ἐπικροτοῦντες. Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν. Τουτ‐ έστιν, οὐδὲν διάλειμμα τῆς εὐπραγίας αὐτοῖς ἐγένετο, ἀλλ’ ἐν βίῳ τελείῳ τοῖς σωματικοῖς ἀγαθοῖς ἐντρυ‐ φῶντες διετέλεσαν· καὶ πέρας αὐτοῖς εὐδαιμονίας τὸ
45τῆς ζωῆς πέρας ἐγένετο, παραταθείσης μέχρι τελευ‐ τῆς τῆς εὐημερίας. Καὶ ἐν ἀναπαύσει ᾄδου ἐκοιμήθησαν. Ἀντὶ τοῦ, μέχρι θανάτου ἀναπαυόμενοι καὶ εὐθυμοῦντες, ἀβα‐ σάνιστοι εἰς ᾅδην κατέρχονται. Ἢ, ὅτι οὐδὲ αὐτὸς ὁ

12

.

1036

(50)

θάνατος πικρὸς αὐτοῖς γίνεται· ἀλλ’ ὥσπερ ὑπνοῦν‐ τες, οὕτως ἀποθνήσκουσιν. Ἢ, ὅτι οἱ μὲν ἄλλοι ἐν τῷ ζῇν κακοπαθοῦσι καὶ ταλαιπωροῦνται, ἀποθανόν‐ τες δὲ ἀναπαύονται· οὗτοι δὲ περὶ ὧν ὁ λόγος, πᾶσαν τὴν ζωὴν ἐν εὐθυμίᾳ διηνυκότες, οὕτως εἰς τὴν ἐν τῷ
55θανάτῳ ἦλθον ἀνάπαυσιν.
58tΚΕΦ. ΚΒʹ.
59Πότερον οὐ Κύριός ἐστιν ὁ διδάσκων; Ὑγιὲς δὲ
60τὸ δόγμα τοῦτο, ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ

12

.

1037

δύναται εἶναι ἄνθρωπος· «ὁ διδάσκων γὰρ ἄνθρωπον γνῶσιν,» καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται, ὅτι οὐκ ἄλ‐ λος ἐστὶν ἀλλ’ ἢ Θεός. Διδάσκει δὲ Θεὸς, ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπ’ αὐτοῦ, καὶ τὴν διάνοιαν
5φωτίζων τῷ φωτὶ τῷ ἀληθινῷ τῷ ἑαυτοῦ λόγῳ. Οὐκ‐ οῦν, κἂν ἄνδρες δίκαιοι ἡμᾶς διδάσκωσι, διδασκαλι‐ κὴν εἰληφότες χάριν, πάλιν ὁ Κύριός ἐστιν ὁ δι’ αὐ‐ τῶν διδάσκων ἡμᾶς· καὶ αὐτὸ δὲ τὸ συνιέναι καὶ διαν‐ οιχθῆναι τὰς καρδίας ἡμῶν εἰς τὴν τῶν θείων
10μαθημάτων παραδοχὴν, κατὰ τὴν θείαν γίνεται χάριν. Ἢ λόγον σου ποιούμενος ἐλέγξει σε; Πρὸς τοῦτο εἴποιμεν ἂν, ὅτι οὐ φροντίζων ὁ Θεὸς μήποτε αὐτός τι βλαβῇ, ἐλέγχει τὸν ἀσεβῆ· ἀλλὰ
15λόγον ποιούμενος τοῦ προνοουμένου καὶ εὐεργετῶν αὐτόν.
18 Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. Ὑπολαμβάνει δὲ τοῦτο περὶ τοῦ Ἰὼβ ἐντεῦθεν,
20ὅτι ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευεν ἀπὸ τοι‐ ούτων τινῶν πόρων πλουτεῖν αὐτόν· διό φησιν· «Ἠνε‐ χύραζες διακενῆς·» τουτέστι μηδὲν ἐποφειλόμε‐ νος. Προσεπιτείνων δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν φησίν.
26 Ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. Ἔστι ποτὲ λα‐ βεῖν ἀμφιάσματα, οὐ γυμνοῦ, ἀλλὰ πλουσίου, ἔχοντος ἀποκείμενα ἐνδύματα πολλά. Ἐὰν μέντοιγε χιτῶνα ἔχῃ τις ἕνα, καὶ τοῦτον τὸν χιτῶνα προφάσει τοῦ
30ἀπαιτεῖν τὸ ἐμὸν ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν προσ‐ οφειλέτας ἔχωμεν. Πολλάκις ὁ ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ
35ἡμεῖς, τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, καὶ μὴ βλέποντες, ὅτι γυναῖκα τρέφει, καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν, ἀπαιτοῦμεν πικρῶς, ἔσθ’ ὅτε καὶ περισσὰ ἔχοντες παρ’ ἑαυτοῖς. Ταῦτα οὖν λέγει ἐγκαλῶν τῷ Ἰὼβ,
40ὅτι, «Ἀμφίασιν γυμνῶν ἀφείλου.» Ἴσως δὲ καὶ τὸ μὴ δοῦναι τῷ γυμνῷ ἱμάτιον ἀφαίρεσιν ὀνομά‐ ζει· ἀποστερητὴς γάρ ἐστι καὶ πλεονέκτης καὶ ὁ μὴ ἐνδύων τὸν γυμνὸν, καὶ ὁ μὴ τρέφων τὸν ἄρτου δεόμενον.
47 Ἐθαύμασας δέ τινων πρόσωπα. Ἄλλο καὶ τοῦ‐ το ἁμάρτημα· ἁμάρτημα γὰρ καὶ τὸ θαυμάζειν πρόσ‐ ωπον. Ὁ δεῖνα, ὅτι πλούσιός ἐστι, θαυμάζω αὐτοῦ

12

.

1037

(50)

τὸ πρόσωπον· τὸν δὲ πένητα καταπατῶ, ἐπειδήπερ ἀξίωμα οὐκ ἔχει.
53 Ἔσται οὖν σοι ὁ παντοκράτωρ βοηθός. Ὑγιὲς ἐνθάδε δόγμα ὁ Ἐλιφὰζ λέγει· οἴεται γὰρ τὸν Ἰὼβ
55διὰ τὰ ἁμαρτήματα πάσχειν, καὶ ὅτι ὑπομείνας κα‐ θαίρεται δι’ αὐτοῦ τοῦ πάσχειν· καὶ καθαιρόμενος, ὥσπερ χρυσὸς ἐν χωνευτηρίῳ, δόκιμος ἀποφαίνεται,
πᾶν τὸ ἀλλότριον ἀποθέμενος, καὶ πάσης κακίας

12

.

1040

ἀμιγὴς γεγονώς. Φησὶν οὖν, ὅτι, ἐὰν καὶ σὺ ὑπομεί‐ νῃς τὰ συμβεβηκότα σοι, ἀποδώσει σε καθαρὸν ὥσπερ ἄργυρον πεπυρωμένον ὁ Θεός· καὶ καθαρὸς γενόμε‐ νος, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτή‐
5ματα, καὶ ἱλαρῶς τὸ πρόσωπον ἐπαρεῖς εἰς τὸν οὐ‐ ρανὸν, ἀκαταγνώστῳ συνειδότι τὰς ἱκετείας ποιούμε‐ νος· κἄν τι εὔξῃ καὶ ὑπόσχῃ τῷ Θεῷ, αὐτὸς ἐνισχύ‐ σει σε πρὸς πέρας ἀγαγεῖν τὰς πρὸς αὐτὸν ὑποσχέ‐ σεις· αὐτὸς γάρ ἐστιν «ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ
10θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.» Ἀντὶ μέντοι τοῦ, «Δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχὰς,» Θεοδοτίων, «Καὶ ὁριεῖς ῥῆμα, καὶ σταθήσεταί σοι,» ἐξέδωκε· τουτέστιν, ἅπαν ὃ ἂν συντάξῃ καὶ τυπώσῃς, οὐ διαπεσεῖται· καὶ ἁπλῶς εἰπεῖν, ἅπασάν σοι τὴν
15ἁρμόζουσαν δικαίῳ παρέξει διαγωγήν· καὶ πᾶσαι αἱ ὁδοί σου κατευοδωθήσονται ὑπὸ τοῦ θείου ὁδηγούμε‐ ναι φωτός· ἢ καὶ αἱ πράξεις σου λαμπραὶ καὶ ἐπίδο‐ ξοι ἔσονται.
21 Ὅτι ἐταπείνωσεν ἑαυτὸν, καὶ ἐρεῖς· Ὑπερη‐ φανεύσατο. Ὡς μὲν περὶ ἑτέρου δοκεῖ λέγειν· πρὸς δὲ τὸν Ἰὼβ ὁ λόγος. Διὰ τοῦτο, φησὶν, ἔσται ταῦτα τῷ μετανοοῦντι, ὅτι ἐταπείνωσεν ἑαυτὸν, καὶ εἶπεν,
25ὅτι ἐνδίκως αὐτὸς ὑπέστη ἃ πέπονθεν, ἐπειδὴ ὑπερη‐ φανεύσατο. Καὶ κύφοντα ὀφθαλμοῖς σώσει. Τουτέστι τὸν τα‐ πεινόφρονα, τὸν κάτω βλέποντα διὰ τὸ δυσσυνείδητον καὶ ἀπαῤῥησίαστον, καθάπερ ὁ ἐν τοῖς Εὐαγγελίοις
30δικαιωθεὶς τελώνης.
31tΚΕΦ. ΚΖʹ.
32 Ἔτι δὲ προσθεὶς Ἰὼβ τῷ προοιμίῳ εἶπεν. Ἔλα‐ βεν ἐξουσίαν τοῦ Ἰὼβ ὁ διάβολος καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας· πρότερον μὲν διὰ τῶν ἐκτός·
35ὕστερον δὲ δι’ αὐτοῦ τοῦ σώματος· μετὰ ταῦτα καὶ διὰ τῶν φίλων. Ὅτε γὰρ αὐτὸν ἐδοκίμαζε διὰ τῆς γυναικὸς, καὶ οἶδεν, ὅτι οὐ νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγκεν, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα ἔχοντας· ἀλλ’ ἀληθεῖς μὲν λόγους, οὐ καλῶς δὲ, οὐδὲ
40ἐν καιρῷ προσφερομένους· καὶ ἐβούλετο διὰ τούτων ποιῆσαι τὸν δίκαιον φθέγξασθαί τι κατὰ τῆς Προ‐ νοίας· ἀσεβῆσαι διὰ τοὺς πόνους· ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας· ἀλλ’ ὁ στεῤῥὸς ἀδάμας οὗτος, ὅρα τί λέγει μετὰ τοὺς λόγους τῶν τριῶν, ὅτε ἐτέλεσε ὁ
45Ἐλιφὰζ τρεῖς διαλέξεις, ὁ Βαλδὰδ τρεῖς, ὁ Σοφὰρ δύο.
49Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. Τοῦτο

12

.

1040

(50)

καὶ Παῦλος ὕστερον ἐφθέγξατο, καὶ προσέθηκεν· «Ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι.» Πολλὴ ἡ παῤ‐ ῥησία τοῦ δικαίου καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν· Οὐδὲν ἐμαυτῷ σύνοιδα.
55tΚΕΦʹ. ΚΘʹ.
56Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες. Ἢ κατὰ τὴν
τῶν λοιπῶν ἔκδοσιν «οἱ ἄρχοντες.» Οὗτοι παραχω‐

12

.

1041

ροῦντες τῷ δικαίῳ τοῦ λόγου, αὐτοὶ αὐτοῦ παρόντος ἐσίγων. Δάκτυλον ἐπιθέντες ἐπὶ τῷ στόματι. Δόξει μὲν οὖν καὶ σημεῖον εἶναι σιωπῆς τὸ, δάκτυλον ἐπιθεῖναι
5ἐπὶ τῷ στόματι· τάχα δὲ, ἐπεὶ ἡ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, δηλοῖ, ὅτι τὸ ἔργον αὐτῶν ἐφίμου αὐτοῖς τὰ χείλη, καὶ οἱονεὶ δεσμός τις τῷ στόματι ἐπέκειτο· ᾐσθήθησαν γὰρ, ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ λαλεῖν, παρόν‐ τος τοῦ Ἰὼβ, μείζονα ἔργα πεποιηκότος, αὐτοὶ ὀλίγα
10πεπραχότες· ὁ γὰρ δάκτυλος τὴν ἐλαχίστην σημαίνει πρᾶξιν καὶ ἐνέργειαν. Δικαιοσύνην δὲ ἐνδεδύκειν. Καλὸν χιτῶνα ὕφα‐ νεν ἑαυτῷ ὁ Ἰὼβ, ἵνα ἐνδύσηται τὴν δικαιοσύνην ἀντὶ χιτῶνος. Ἴδε αὐτοῦ καὶ τὸ ἱμάτιον· δικαιοσύνη
15ὁ χιτών· κρῖμα ἡ διπλοΐς.
16tΚΕΦ. ΛΒʹ.
17 Φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. Ἐπαγγέλλεται μέντοι «ἐπιστήμην» ἔχειν, ἢ, κατὰ τοὺς λοιποὺς, «γνῶσιν,» πῶς ἄν‐
20θρωποι πάσχουσιν ἐν τῷ βίῳ· πῶς τινες ἄδικοι εὐτυχοῦσιν. Εἶδον ἀδικοῦντας καὶ παρανομοῦν‐ τας, εὐθηνοῦντας, καὶ ἐμοῦ παραμικρὸν ἐσα‐ λεύθησαν οἱ πόδες, ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνῳ ἐνίδω· ἐὰν δὲ τὸ μέλλον ἐννοήσω, ἑστῶτές εἰσιν οἱ
25πόδες μου. Διὸ εἶπα· Ἀκούσατέ μου. Ἕτερα ἀντίγραφα μετὰ τὸ «Ἐρῶ γὰρ ὑμῶν ἀκουόντων,» ἔχει καὶ τού‐ τους στίχους· «Ἰδοὺ ἤκουσα τοὺς λόγους ὑμῶν, ἠνωτισάμην ἄχρι συνέσεως ὑμῶν.» Οἱ δὲ ἕτεροι ἑρ‐
30μηνευταὶ οὕτως ἐκδεδώκασιν· «Ἰδοὺ, ἐξεδεξάμην τοὺς λόγους ὑμῶν· ἠκροασάμην ἐφ’ ὅσον ἐφρονεῖτε, ἐφ’ ὅσον ἐξητάζετε λόγους, καὶ μέχρι τοῦ ἐφικέσθαι ὑμῶν, ἐνενόουν.» Κατὰ μὲν οὖν ταύτην τὴν ἔκδοσιν καὶ τὰ ἕτερα τῶν ἀντιγράφων, Ὥσπερ, φησὶν, ἐγὼ
35μεθ’ ἡσυχίας ἤκουσα πάντων ὧν εἴπατε, καὶ ἀνέμεινα μέχρι συμπεράσματος τῶν ὑμετέρων λόγων· καὶ ἕως ὅτε πᾶσαν ἑαυτῶν τὴν φρόνησιν κενώσητε· καὶ ὑμεῖς τῶν ἐμῶν ἀκούσατε λόγων. Κατὰ δὲ τὰ παρ’ ἡμῖν ἀντίγραφα ὁ νοῦς οὗτος· Ἀκούσατέ μου, φησίν· ἐρῶ
40γὰρ οὐδὲν ὑπέρογκον, ἀλλ’ ἃ δύνασθε δοκιμάσαι. «Καὶ μέχρις ὑμῶν συνήσω,» ἀντὶ τοῦ, Οὐ κενοφω‐ νίαις χρήσομαι, ἀλλ’ ὡς δύνασθε συνιέναι λαλήσω. Ἢ ἐκεῖνό φησιν, ὅτι, Οὐ πρότερον παύσομαι λαλῶν, πρὶν ἢ καὶ ὑμεῖς τοὺς ἐμοὺς δοκιμάσητε λόγους, εἰ
45ἄρα κἀγὼ συνιέναι δύναμαι «μέχρις ὑμῶν,» τουτ‐ έστι, μέχρις οὗ καὶ ὑμεῖς ἐννοήσητε, ἢ καὶ ὑπερ‐ βάλλω τὴν ὑμετέραν σύνεσιν.

12

.

1041

(50)

Πλήρης γάρ εἰμι ῥημάτων. Καλῶς εἶπε τὸ, «πλή‐ ρης εἰμί·» ὁ γὰρ μὴ πλήρης ὢν ῥημάτων, καὶ ἐρ‐ χόμενος ἐπὶ τὸ λαλεῖν, κενὰ λαλήσει ὡς κενὸς, κατὰ τὸ εἰρημένον· «Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει.»
55 Ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. Ὥσπερ τις ἔγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμέ‐
νου ἐν αὐτῇ ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεν‐

12

.

1044

νήσῃ τὸ συλληφθέν· κατὰ ταῦτα δὲ καὶ ἐπὶ τῆς φιλομα‐ θοῦς ψυχῆς γίνεται· συλλαμβάνει γὰρ τὸν λόγον, ὃν ἀπαγγελλόμενον μορφοῖ, καὶ τυποῖ αὐτὸν τῇ τάξει· ὅταν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι, τετελειωμέ‐
5νον αὐτὸν παραδῷ, τότε τίκτει· καὶ μέχρις ἂν τέκῃ, βαρύνεται ἐν ὠδῖνι. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λό‐ γων, λαλῶν ἀναπαύεται, τὴν περισσότητα οἷον κενώ‐
10σας καὶ ἀποβαλών.
11tΚΕΦ. ΛΕʹ.
12 Ἀνάβλεψον εἰς τὸν οὐρανόν. Ἀναβλέπει εἰς τὸν οὐρανὸν οὐχ ὁ τοὺς σωματικοὺς ὀφθαλμοὺς ἐπάρας, καὶ ἰδὼν τὸν οὐρανόν· τοῦτο γὰρ τὸ ἀναβλέπειν ἔχουσι
15καὶ οἱ κύνες καὶ οἱ ὄνοι. Οὐδεὶς φιλόκοσμος ἀναβλέ‐ πει εἰς τὸν οὐρανὸν, ἀλλ’ ὁ μὴ ἀγαπῶν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Πάλιν δὲ οὐχ οὕτω τὰ νέφη ὑψηλὰ ἀφ’ ἡμῶν ἐστιν, ὡς ἐὰν ἴδω τὸν Μω‐ σέως βίον, καὶ τὴν ἐκείνου πρὸς Θεὸν ἀρέσκειαν, καὶ
20τὴν ἐμαυτοῦ σμικρότητα καὶ ταπεινότητα, οὕτω βλέ‐ πω τὸ νέφος ὑψηλὸν ἀπ’ ἐμοῦ· ἐὰν ἔλθω ἐπὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, ἐπὶ τοὺς βίους τῶν προφητῶν, ἐὰν ἐξ‐ ετάζω αὐτῶν τὰς πράξεις, τότε ποιῶ τὸ γεγραμμέ‐ νον, καὶ καταμανθάνω πόσον ἐστὶ τὰ νέφη ὑψηλὰ
25ἀπ’ ἐμοῦ. Εἰ ἥμαρτες, τί πράξεις; Ἆρα οὖν, φησὶν, οἶδας, εἰ ἥμαρτες, τί πράξεις ἐπὶ τὸ λῦσαι τὸ ἡμαρτημένον; Εἰ ἥμαρτες λόγοις, λόγοις κρείττοσιν ἴασαι· εἰ ἥμαρ‐ τες ἐν ἔργοις, ἔργοις διαφέρουσιν αὐτὸς ἑαυτὸν ἰώ‐
30μενος· εἰ δὲ πολλαὶ καὶ ἀνίατοι αἱ ἀνομίαι, διὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυτοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰά‐ σηται, καὶ γένηται τὸ, «Μακάριοι ὧν ἀφέθησαν αἱ ἁμαρτίαι.»
36 Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Ὅρα ὅτι ἐγκώμια τοῦ Θεοῦ καὶ ὕμνους διεξέρχεται ὁ Ἐλιοῦς, λέγων περὶ αὐτοῦ, «Ὁ κατατάσσων φυλακὰς νυκτε‐ ρινάς.» Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυ‐
40κτερινὰς ὁ Θεός; Ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκό‐ τος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· νῦν γὰρ δι’ ἐσόπτρου βλέπεις, μέλλεις δέ ποτε βλέπειν τὸ φῶς. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰὼν, καὶ χρεία φυλάκων τεταγμένων εἰς νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρου‐
45ρῶσι τοὺς ἐν νυξὶν ἀπὸ τῶν λῃστῶν, ἀπὸ τῶν θηρίων, ἀπὸ τῶν πολεμίων. Τίνες οἱ φύλακες; Οἱ παρεμβάλ‐ λοντες ἄγγελοι.
49Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. Κατὰ δὲ

12

.

1044

(50)

τοὺς λοιποὺς, «διδάσκων ἡμᾶς ὑπὲρ τὰ κτήνη τῆς γῆς, καὶ σοφίζων ὑπὲρ τὰ κατὰ τὸν ἀέρα διιπτάμενα πετεινά·» μόνος γὰρ ὁ ἄνθρωπος λόγῳ τετίμηται. Κατὰ μὲν οὖν τὸν λόγον τῆς δημιουργίας διωρίσμεθα ἀπὸ πάντων τῶν ζώων· ἐὰν δὲ ᾖς ἁμαρτωλὸς, πόρ‐
55νος, κατωφερὴς, οὐ διωρίσθης ἀπὸ τετραπόδων γῆς,
ἀλλὰ παρασυνεβλήθης τοῖς κτήνεσι, καὶ ἐγένου ὡς

12

.

1045

ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, καὶ ἵππος θηλυμανής.
5tΚΕΦ. Μʹ.
6 Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλή‐ σασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον· οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλη‐
10τάς. Διὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ· ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα, εὐχαρίστησε τῷ παρειλη‐ φότι· ὅτε, νοσήσας ὡς σκώληκας ἀνομβρεῖν ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια
15καὶ ἀῤῥαβῶνα τῶν ἄθλων δίδωσιν αὐτῷ ὁ Θεὸς, χρη‐ ματίσας αὐτῷ διὰ νέφους καὶ λαίλαπος. Ἀκούσας οὖν τῶν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παῤῥησίαν· οὔπω γὰρ ᾔδει τὸ, «Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ.»
20Ὁ μέντοι Θεὸς δίδωσιν αὐτῷ παῤῥησίαν τοῦ λέγειν· καὶ τοσαύτη ἐστὶν αὐτοῦ ἡ χρηστότης, ὥστε ἀναλα‐ βεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου. Καὶ ἄλλαι τοῦτο ἐδίδαξαν Γρα‐ φαί· ὡς τὸ, «Δεῦτε, καὶ διαλεχθῶμεν·» καὶ, «Λαός
25μου, τί ἐποίησά σοι;» Ἤδη ἆθλον δίδωσιν αὐτῷ ὁ Θεὸς, ὅτι ἄνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως. Εἰ μὴ ἦν νενι‐ κηκὼς, οὐκ ἐλάμβανεν· εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἤκουσε· «Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου,» καὶ
30μὴ σιώπα· ἀλλ’ ἀνδρίζου πρὸς τὰς ἐρωτήσεις· ὅσῳ γὰρ ὀσφύς τινος οὐκ ἔζωσται, οὐδὲ συνέσφιγκται, ἀλ‐ λὰ λέλυται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Θεῷ. Μὴ πρότερον οὖν ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ ἀνὴρ γένηται τέλειος τὴν πνευματικὴν ἡλικίαν καὶ
35τὴν ὀσφὺν ζώσηται.
38 Μὴ ἀποποιοῦ μου τὸ κρῖμα. Μὴ οἵου ἀλόγως κε‐ κρίσθαι μοι ταῦτα ἅπερ ὑπέμεινας, μηδὲ ἀποποιοῦ
40μου τὸ κρῖμα. Τούτου τοῦ ῥητοῦ, ὡς χρησίμου μνη‐ μονεύωμεν, ὅταν ὁ Θεὸς παθεῖν τι ἡμᾶς κρίνῃ, τέκνον ἀποβαλεῖν, ἀρχὴν ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα. ὅ τι δήποτε τούτων ὑποστῆναι· οὐδὲν τούτων οἷόν τε παθεῖν ἡμᾶς, μὴ κρίνοντος τοῦ Θεοῦ. Ἐπεὶ οὖν οὐδὲν
45τούτων γίνεται χωρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα· «Μὴ ἀποποιοῦ μου τὸ κρῖμα·» τουτέστι, Μὴ ἀπαρνοῦ ὅπερ ἔκρινα περὶ σοῦ· τὸν παρόντα λέγει χρηματισμόν.
51 Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἀπολογοῦμαί σοι· δίκαιος ἦς, ἀλλ’ οὐκ ἦς φανερός· ὑπομονὴν εἶχες· ἔδει με ἀφορμὴν παρασχεῖν τοῦ λάμψαι σου τὴν ὑπομονήν·
55εἶχες ἀνδρείαν· ἀλλ’ ἐκρύπτετο ἐν σοί· οἱ συμβεβη‐ κότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν. Τούτων μνη‐
μονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς, καὶ δόξω‐

12

.

1048

μεν τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν· «Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι,» τουτέστι τὸν πειρασμὸν συγχωρῆσαι, ἢ ἵνα τοῖς ἀγνοοῦσι δήλη ἡ σὴ δικαιοσύνη ᾖ;
5 Ἀνάλαβε δὴ ὕψος. Ἔστι δὲ καὶ οὕτω νοῆσαι τοὺς στίχους· Νενίκηκας τὸν πειραστήν· ἀνάλαβέ σου τὸ ὕψος· ἀνάλαβέ σου τὴν δύναμιν· στεφάνωσαι· ἔνδυ‐ σαι εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετ’
10αἰσχύνης ἀπέστρεψας μετὰ τῆς αὐτοῦ φάλαγγος.
12tΚΕΦ. ΜΑʹ.
13 Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; Μεγάλης καὶ ἐῤῥωμένης
15καὶ τελείας ψυχῆς διαγράφει τὸ τέλος, ὅτι γε ὁ δρά‐ κων αὐτῷ, ὥσπερ στρουθίον παραδέδοται παιδίῳ, μη‐ δὲ βλάψαι τὸ παιδίον δυνάμενον, ὅτι καὶ δεδεμένον αὐτὸ ἄγει ὅπου γε βούλεται τὸ παιδίον καὶ περιφέρει· οὕτω τῇ χάριτι τοῦ Κυρίου, ὡς στρουθίον ὑποχείριον,
20ὁ Σατανᾶς δεδεμένος γεγένηται τοῖς νηπίοις καὶ θη‐ λάζουσιν, ὧν ἐκ στόματος κατηρτήσατο αἶνον ὁ Θεός. Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη. Ὥσπερ τῶν πιστῶν βρῶμα ὁ Κύριος, οὕτως ὁ δράκων τῶν ἀσε‐ βῶν· «Ἔδωκας γὰρ αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι·»
25τουτέστι, τοῖς υἱοῖς τοῦ σκότους, τοῖς ἐν ἀγνωσίᾳ. Καθ’ ἕκαστον γὰρ λόγον ὃν παραδεχόμεθα, ἤτοι ἀπὸ τοῦ δράκοντος ἐσθίομεν, ἐὰν παραδεξώμεθα ἀκοὴν μα‐ ταίαν, ἢ ἀπὸ τοῦ Χριστοῦ, ἐὰν παραδεξώμεθα λόγον οἰκοδομοῦντα καὶ ὠφελοῦντα.
30 Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρ‐ σαν μίαν οὐρᾶς αὐτοῦ. Σαφέστερον δὲ εἰπεῖν· Οἱ ἄνθρωποι, οἱ πλοίοις τοῖς σώμασι χρώμενοι, τὰ τε‐ λευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα νεκρῶσαι αὐτοὶ καθ’ ἑαυτοὺς οὐ δύνανται· θείας δὲ δυνάμεως ἐπισκο‐
35πούσης, καὶ ὅλον αὐτὸν κομίσαι καὶ νεκρῶσαι δυνά‐ μεθα. Νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ’ ἑαυτῷ, τὸν διάβολον, κατὰ τό· «Ὁ δὲ Θεὸς συντρίψει τὸν σατα‐ νᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.» Εἰς πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι,
40Θώραξ καὶ στῆθος ὀνομάζεται, ὅπου ἐστὶ τὸ ἡγεμονι‐ κόν. Οὐχ ἁπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ· δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν· ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται· τῷ γὰρ ἁγίῳ οὐκ ἔπτυ‐ κται.
46 Πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. Τὸ, «οὐ μὴ διέλθῃ,» οὐχ ὅτι οὐ διέρχεται καὶ παρέρχεται, ἀλλ’ ὅτι οὐδὲν αὐτὸν λανθάνει· πάντας δεῖ δι’ αὐτοῦ ἐλθεῖν. Ἑαυτοὺς οὖν παρασκευάσωμεν, τοῦ μὴ κατασχεθῆναι

12

.

1048

(50)

ὑπ’ αὐτοῦ.
52 Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. Οἱ ὀφθαλμοὶ γοῦν αὐτοῦ οὐκ εἰσὶν Ἑωσφόροι, ἀλλ’ «εἶ‐ δος Ἑωσφόρου·» μετασχηματίζεται γὰρ εἰς ἄγγε‐
55λον φωτός. Προσποιεῖται εἶναι οὐράνιος ἀστήρ· προσ‐ ποιεῖται σύμβολον ἡμέρας.
Ὡς λαμπάδες καιόμεναι. Οἶμαι μὲν καὶ πάντας

12

.

1049

τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς εἶναι στόμα τοῦ δράκοντος· εἴη δ’ ἄν τι καὶ τροπικῶς νοούμενον παρὰ τοῦτο, ὅθεν οἱ λόγοι ἀπολλύντες. Εἴποτε ἤκουσας λόγου προφάσει Χριστιανισμοῦ κατηγοροῦν‐
5τος τοῦ Δημιουργοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, τὰ Οὐαλεντίνου, τὰ Βασιλείδου· ὅταν κακῶς λέγωσι τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅταν τι ὅμοιον, ὄψει ὅτι ἐκ στόματος τῶν τοιούτων ἐξέρχον‐ ται δαλοί. Τηρῶμεν οὖν ἑαυτοὺς, μήποτε ἐκεῖναι
10λαμπάδες ἡμᾶς καύσωσι· μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται.
13 Ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. Οἷον πρό‐ δρομός τις ἐστὶν αὐτοῦ καὶ δορυφέρει αὐτὸν ἡ ἀπώ‐
15λεια· ὅπου ἐὰν ἔρχηται, προτρέχει ἡ ἀπώλεια αὐτοῦ, εἶθ’ οὕτως αὐτὸς εἰσέρχεται. Ἐὰν μὴ πρῶτον παρα‐ δέξηταί τις τὴν ἀπώλειαν, οὐ παραδέχεται τὸν δρά‐ κοντα· ὅταν γὰρ ἁμάρτῃ τις, τότε, κνηθόμενος τὴν ἀκοὴν, διδασκάλους ζητεῖ ἀπολούμενος· καὶ ζητῶν
20διδασκάλους, μετὰ τὸ ἀπολέσθαι εὑρίσκει τὸν δρά‐ κοντα, καὶ παραδέχεται τοῦτον τοσούτων κακῶν πε‐ πληρωμένον εἰς τὴν ἑαυτοῦ ψυχήν.
23tΚΕΦ. ΜΒʹ.
24Ἔδωκε δὲ ὁ Κύριος διπλᾶ. Ὁ μὲν οὖν πάντα
25πειρασμὸν ὑποστὰς ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ πάντα διπλᾶ παρὰ τὰ πρότερον· ὁ δὲ Κύριος ἆθλα δίδωσιν οὐχὶ διπλασίονα μόνον, ἀλλ’ ἑκατοντα‐ πλασίονα· οὐκ ἂν δὲ διπλάσια τῶν προτέρων ἔλαβεν,
εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.