TLG 2042 055 :: ORIGENES :: Selecta in Judices (fragmenta e catenis)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Selecta in Judices (fragmenta e catenis)

= In librum Judicum homiliae (fragmenta e catenis)

Cf. et 2042 072

Citation: Volume — page — (line)

12

.

949

(1t)

ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ
2tΕΙΣ ΤΟΥΣ ΚΡΙΤΑΣ.
4Καὶ εὔξατο Ἰεφθάε εὐχὴν τῷ Κυρίῳ. Εἰ Πνεῦ‐
5μα Κυρίου ἐπ’ αὐτὸν, πῶς εὔχεται ἃ μὴ προσήκει; Ἐνῆν γὰρ καὶ κύνα ἀπαντῆσαι ἐπανιόντι τῷ Ἰεφθάε. Ἆρ’ οὖν ἐσφάλη τὸ Πνεῦμα; οὐδαμῶς· ἀλλὰ τὸ μὲν Πνεῦμα βοηθεῖν παραγέγονεν, οὐχ ὑποβάλλειν τὴν ἄτοπον εὐχήν· αὐτὸς δὲ σφάλλεται ἀπερισκέπτως
10ὑποσχόμενος.
12 Καὶ εἶπαν αὐτῷ Εἱπὸν δὴ στάχυς. Οἱ δὲ ἔλεγον στάχυς· σημαίνει σέβηλα, ὅπερ ἐστὶν ἄσταχυς. Οἱ δὲ ἔλεγον σεβήλω καὶ οὐκ ἐδύναντο τρανῶς εἰπεῖν
15σέβηλα. Εἰ γὰρ καὶ Ἑβραῖοι ἐτύγχανον, ἀλλὰ κατὰ συμμετρίαν βραχύτητι παρήλλασσον ἐν τῇ τῆς διαλέ‐ ξεως προφορᾷ. Τὸ οὖν σύνθεμα ἦν σέβηλα, ὅπερ οἱ ἐπερωτώμενοι λέγοντες σεβήλω, ἠλέγχοντο οὐκ ὄντες τῶν οἰκείων τοῦ Ἰεφθάε, ἀλλὰ τῶν ἐπανα‐
20στάντων. Καὶ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτεκεν. Οὐκ ἀπὸ τῆς φύσεως, ἀλλ’ ἀπὸ τῆς διακονίας ἐπὶ τοῦ παρόντος στείραν καλεῖ. Σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου ὅτι
25Ναζιραῖος τοῦ Θεοῦ ἐγώ εἰμι. Δι’ ὅλης τῆς περὶ τὸν Σαμψὼν ἱστορίας αἱ τρίχες φαίνονται τὴν πᾶσαν αὐ‐ τῷ περιποιεῖν ἰσχύν. Τοῦ αὐτοῦ. Ναζιραῖον τὸ πεφυλαγμένον κατὰ τὴν Σύρων φωνὴν ὀνομάζει. Μὴ ἐξακολουθεῖν δὲ τῇ τάξει
30τῶν Ἰσραηλιτῶν τὸν Σαμψὼν ὁ Θεὸς προστάσσει, κατ’ ἐκεῖνο καιροῦ τὴν κεφαλὴν ξυρωμένων διὰ τὸ εὐσήμους εἶναι πρὸς πάντας. Καὶ ἐποίησεν Ἐφὼδ καὶ Θεραφείν. Ἐφὼδ ὕφασμα ἦν ἱερατικὸν, ὅπερ περικειμένῳ τῷ ἱερεῖ
35ἐφοίτα τοῦ ἁγίου Πνεύματος ἡ χάρις. Τὸ δὲ Θεραφεὶν τοιοῦτο μέντοι, οὐ θεϊκὸν δὲ, ἀλλ’ εἰδωλικὸν, ὡς ἐν ταῖς βασιλείαις δείκνυται.
39Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμίν. Τίνος ἕνεκεν ἡτ‐
40τῶνται δικαίως ἐπελθόντες; Ἢ δῆλον ὅτι διὰ προλα‐ βούσης αἰτίας. Καὶ ὁ ψαλμός φησιν· «Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ.» Εἶτα καὶ μετὰ τὸ ἡττηθῆναι, καὶ μίαν καὶ δευτέραν, μετῆλθεν ὀργὴ
ἐπὶ τοὺς ἠδικηκότας, καὶ νικῶσι δίκαιαν νίκην.949