TLG 2042 054 :: ORIGENES :: Selecta in Jesu Nave (fragmenta e catenis) ORIGENES Theol., Origenes Adamantius Selecta in Jesu Nave (fragmenta e catenis) = In Jesu Nave homiliae (fragmenta e catenis) Cf. et 2042 025, 071 Citation: Volume — page — (line) | ||
12.820(1t) | ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΙΗΣΟΥΝ ΝΑΥΗ | |
2t | ΕΚΛΟΓΑΙ. | |
---|---|---|
4 | Σὺ, καὶ πᾶς ὁ λαὸς οὗτος. Τοῖς φυλάσσουσι τὸν | |
5 | νόμον ὑπέσχετο διδόναι ἃ προείρηκεν· οὐ γὰρ Ἰησοῦ τῷ Ναυῆ. Μὴ φυλάξαντες γὰρ οἱ Ἰσραηλῖται οὐκ ἔλαβον, ὡς δηλοῖ τὰ ἑξῆς. | |
9 | Πᾶς ὁ τόπος ἐφ’ ᾧ ἂν ἐπιβῆτε. Ἀντέστησαν οἱ | |
10 | ἐπὶ τῆς Γαῒ διὰ τὴν τοῦ Ἀχὰρ παρανομίαν. Καὶ ἄλ‐ λως· Ὅτι τοῦ Θεοῦ παραδόντος εἰς χεῖρας αὐτῶν τὰ ἔθνη οὐκ ἐξωλόθρευσαν, καὶ ἐγενήθησαν, εἰς σκόλοπα αὐτοῖς. Καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης, ᾗ | |
15 | ὄνομα Ῥαάβ. Πόρνῃ πιστεύουσιν οἱ κατάσκοποι τὴν ἑαυτῶν σωτηρίαν· καὶ μάλα εἰκότως. Δείκνυται γὰρ ἐξ ὧν ἡ πόρνη διαλέγεται, μόνη πιστὴ καὶ τὸν Θεὸν φοβουμένη· διὸ καὶ δι’ αὐτῆς ἡ συγγένεια σώζεται. Τοῦ αὐτοῦ. Ῥαὰβ ἑρμηνεύεται πλατυσμὸς, σύμ‐ | |
20 | βολον οὖσα τῆς ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίας λεγούσης· «Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα οἰκήσω.» Τοῦ αὐτοῦ. Οὐκ ἐκ τῆς δεξιώσεως μόνης σώζεται, ἀλλὰ προηγουμένως ἀπὸ τῆς πίστεως καὶ τῆς πρὸς τὸν Θεὸν διαθέσεως. | |
25 | Καὶ ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμῃ. Τοῖς ξύλοις αὐτοὺς ἔκρυψε τῆς λινοκαλάμης οἷς εἶχεν ἐπὶ τοῦ δώματος ἑτοιμάζουσα ἐργάζεσθαι τὴν βύσσον αὐτοῖς ὡς ἀξίοις οὖσιν ἐνδύματος ἀρχιερατικοῦ. Ἡ γὰρ λινοκαλάμη ποιεῖ τὴν βύσσον ἐξ ἧς τὸ ἱερατικὸν | |
30 | ἔνδυμα γίνεται. Καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος. Ἰστέον ὅτι ὁ οἶκος αὐτῆς ἐν τῷ τείχει ἦν. Ἀδελφὰ τῆς πα‐ λαιᾶς τὰ νέα· ὅμοιον γάρ ἐστι τὸ ἐπὶ τοῦ Παύλου, ὅτε ἐχάλασαν αὐτὸν ἐν σαργάνῃ διὰ τοῦ τείχους. | |
36 | Τοῦ αὐτοῦ. Ὁ Ἀπόστολος δεύτερον ἐσώθη ἀπὸ τῶν ἐχθρῶν ὁμοιοτρόπως, ὥς φησιν ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους αὐτοῦ Ἐπιστολῇ· «Καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ ἐξέφυγον.» | |
40 | Πάλιν ἐν ταῖς Πράξεσι· «Παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι· λαβόν‐ τες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς, τοῦ τείχους καθῆκαν αὐτὸν, χαλάσαντες ἐν σπυρίδι.» Καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας. Οὐχ ὅτι | |
45 | τριῶν ἡμερῶν ἦν ἡ ὁδός· πάνυ γὰρ πλησίον ὁ Ἰορ‐ | 820 |
12.821 | δάνης τῆς Ἱεριχὼ, ἀλλὰ διὰ τὴν τῶν κατασκόπων ἀκριβῆ ἐξέτασιν. «Ἐζήτησαν γὰρ, φησὶν, οἱ κατα‐ διώκοντες πάσας τὰς ὁδοὺς, καὶ οὐχ εὗρον.» Τετράκις μύριοι εὔζωνοι. Σημειωτέον ὅτι ἡ τε‐ | |
5 | τρὰς, εἴτε μονάδων, εἴτε ἑκατοντάδων, εἴτε ἑτέρου πλείονος ἀριθμοῦ, ἐπὶ κακώσεως κεῖται. | |
8 | Ποίησόν σοι μαχαίρας πετρίνας ἐκ πέτρας ἀκρο‐ τόμου. Ζητητέον διὰ τί οὐ περιετμήθησαν οἱ ἐν τῇ | |
10 | ἐρήμῳ τεχθέντες· ἢ διὰ τί τῷ Σαββάτῳ τις ξύλα συλλέξας ἐπὶ Μωϋσέως ἐκ προστάγματος Θεοῦ λι‐ θόλευστος γέγονε. Τοσοῦτον δὲ πλῆθος ἀπερίτμητον μεμενηκὸς ἐν τῇ ἐρήμῳ οὐδὲ ἐμέμφθη, καίτοι τοῦ Θεοῦ μὲν ἀποφῃναμένου ἐξολοθρεύεσθαι τὴν ψυχὴν τὴν | |
15 | μὴ περιτμημένην τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, οὐκέτι δὲ ἐπὶ τῶν παραβαινόντων τὸ Σάββατον τοῦτο ὡρίσαν‐ τος. Ἤδη μὲν οὖν καὶ αὐτόθεν εὔδηλον, ὅτι περιτομὴ καὶ Σάββατον οὐκ αὐτὰ καθ’ ἑαυτὰ καλὰ, ἀλλὰ ἐπειδὴ πρὸς καιρὸν ἐχρησίμευσεν. Ἰστέον δὲ ὅτι σημείου χά‐ | |
20 | ριν διὰ τῆς περιτομῆς ἐβουλήθη γνωρίζεσθαι, καὶ οὐκ ἀνασχομένους ἀπὸ πίστεως φαίνεσθαι, ὡς πρόβατα ἄλο‐ γα τῷ καυτῆρι κἂν πλανηθῇ, ῥᾳδίαν ἔχει τὴν ἑαυτοῦ εὕρεσιν· οὕτω τοὺς Ἰουδαίους ἐπιμιγνυμένους τοῖς ἔθνεσιν ἀπὸ τῆς περιτομῆς φανεροὺς εἶναι βουληθείς. | |
25 | Καὶ τούτου ἀπόδειξις τὸ ἐν μὲν τῇ Αἰγύπτῳ περιτέ‐ μνεσθαι αὐτοὺς, ἐν δὲ τῇ ἐρήμῳ, ἐπειδὴ μόνοι ἦσαν καὶ Αἰγυπτίων κεχωρισμένοι καὶ τῶν ἄλλων ἐθνῶν τῶν κατὰ Παλαιστίνην, ἀπεριτμήτους μεμενηκέναι. Ὅτε δὲ παρελθόντες τὸν Ἰορδάνην ἔμελλον ἐν μέσῳ | |
30 | εἶναι τῶν ἐθνῶν, αὖθις προσετάχθησαν περιτμηθῆναι. Διόπερ ἐκ δευτέρου εἶπεν, ὅτι οὐκ ὀκταημέρους πε‐ ριετέμνοντο, ἀλλ’ ἀνδροθέντας ἤδη, καὶ πρὸς γῆράς τινας νενευκότας. Ἡ δὲ πετρίνη μάχαιρα τὸν Κύριον ἡμῖν δηλοῖ τὸν τὴν νοητὴν δόντα ἡμῖν περιτομὴν, τὴν | |
35 | εἰς νοῦν καὶ καρδίαν. Διὰ τοῦτο γὰρ καὶ ὁ Ἀπόστο‐ λος ἡμῖν ἔλεγε περιτομὴν τοῦ Χριστοῦ, οὐκ ἐν τῇ ἀπεκδύσει τῆς σαρκὸς ἡμῶν. Ἐγὼ ἀρχιστράτηγος τῆς δυνάμεως Κυρίου, νῦν παραγέγονα. Μεμνῆσθαι δεῖ ὅτι ἡνίκα ἐμοσχοποίη‐ | |
40 | σαν ὁ Θεὸς τῷ Μωϋσεῖ φησιν, ὅτι «Ἀνάγαγε τὸν λαὸν τοῦτον, οὐ γὰρ μὴ συναναβῶ διὰ τὸ τὸν λαὸν σκληρο‐ τράχηλον εἶναι. Καὶ ἰδοὺ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου. Πρόσεχε οὖν σεαυτῷ, καὶ μὴ ἀπείθει.» Ὁ δὲ Μωϋσῆς πρὸς αὐτόν φησιν· «Εἰ μὴ | |
45 | συνανέρχῃ ἡμῖν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Καὶ τοῦτο εἰπὼν ἔπεισε· καὶ ἦν μετὰ τοῦ λαοῦ, ἕως τῆς τελευτῆς Μωϋσῆ. Μετὰ δὲ τὴν τούτου ἀποβίωσιν, φαίνεται μὲν καὶ διαλέγεται τῷ τοῦ Ναυῆ Ἰησοῦ. Μετὰ γοῦν τὴν ἐπιστασίαν τοῦ λαοῦ εἰς τὸν μαθητὴν | |
12.821(50) | Μωϋσέως λοιπὸν παραδίδωσιν αὐτὸν τῷ ἀρχι‐ στρατήγῳ τῷ Μιχαήλ. Οὗτος ἦν ἄρχων τοῦ λαοῦ, ὡς ἐν τῷ Δανιὴλ φαίνεται λέγων ἕτερος ἄγγελος. Πορευόμενοι καὶ σαλπίζοντες. Αὐταὶ αἱ σάλπιγ‐ γες, σύμβολόν εἰσι τῶν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. «Αὐτὸς | |
55 | γὰρ, φησὶν, ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχ‐ | |
αγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ | 822 | |
12.824 | οὐρανοῦ.» Τὸ δὲ, ἐπὶ ἓξ ἡμέρας κυκλοῦν τὴν πόλιν τοὺς ἱερεῖς, σημεῖον ἂν εἴη τοῦ διὰ τῶν ἓξ ἡμερῶν τοῦ παρόντος αἰῶνος τοὺς ἁγίους ἅπαντας σαλπίζειν καὶ κηρύττειν ἄφεσιν ἁμαρτιῶν τοῖς μετανοεῖν βου‐ | |
5 | λομένοις. Καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραὴλ, Κεκρά‐ ξατε. Τὴν μέντοι κραυγὴν, τὴν τῶν ῥημάτων εἰ‐ κὸς δοξολογίαν εἶναι καὶ φωνὴν αἰνέσεως τὴν εἰς τὸν Θεὸν, μαχομένην τῇ πλάνῃ τῶν Ἱεριχουντίων, νι‐ | |
10 | κῶσαν δὲ τὴν παράδοξον νίκην καὶ θαύματος γέ‐ μουσαν. Οὕτως ἐποίησεν Ὁζάν. Ἐκ τούτου δείκνυται ὡς οὐκ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἀλλ’ ἕτερός τις μετὰ πολλὰς γενεὰς ταῦτα συνέγραψε. Καὶ ἀληθὲς μὲν νοηθὲν, οὐκ | |
15 | ἐναντίον δὲ οἷς πρότερον εἰρήκαμεν. Ἔγραψε γὰρ ὁ Ἰησοῦς τὰ ἐπ’ αὐτοῦ γεγονότα, ἢ ἀποκαλυφθέντα, ὥσπερ καὶ Μωϋσῆς τὰ κατὰ τοὺς ἐπ’ αὐτοῦ χρόνους. Μετὰ δὲ ταῦτα τοῦ ναοῦ οἰκοδομηθέντος ἤδη ὑπὸ τοῦ σοφοῦ Σολομῶντος, καὶ τοῦ λαοῦ ὑποκλίναντος εἰς | |
20 | πολλὴν ἀσέβειαν, καὶ τοῦ Θεοῦ τὸν ναὸν ἔρημον κα‐ ταλιπόντος ὡς μόλις εὑρεθῆναι τὸ Δευτερονόμιον ἐῤ‐ ῥιμμένον ὡς ἔτυχε· διά τοι τοῦτο τοῦ λαοῦ τὴν Βαβυ‐ λωνικὴν αἰχμαλωσίαν ὑποστάντος, Ἔσδρας νομικώτα‐ τος ὢν, καὶ ἀποστομίζων πᾶσαν τὴν Παλαιὰν Διαθή‐ | |
25 | κην, ἔγραψε τὸν νόμον, καὶ ἕτερά τινα τὰ γεγονότα καὶ ἀποκαλυφθέντα. Ταῦτα πάλαι μὲν προεῤῥέθη, μετὰ δὲ ταῦτα γέγονε. Τοιοῦτόν ἐστι δήπου καὶ οὗ νῦν ἐμνημονεύσαμεν. | |
30 | Ἔτι σήμερον ἰσχύω, ὡσεὶ ὅτε ἀπέστειλέ με Μωϋ‐ σῆς. Ἐν ἀμφοτέροις οὖν ἰσχύει τοῖς λόγοις ὁ ἅγιος. Ἰσχύει γὰρ ἐν παλαιοῖς καὶ ἐν καινοῖς μυστη‐ ρίοις. Τοῦτό ἐστι τὸ ἰσχύειν ἐπὶ Μωϋσέως καὶ ἐπὶ | |
Ἰησοῦ. | 824 |