TLG 2042 053 :: ORIGENES :: Selecta in Deuteronomium (fragmenta e catenis)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Selecta in Deuteronomium (fragmenta e catenis)

= Homiliae in Deuteronomium (fragmenta e catenis)

Cf. et 2042 070

Citation: Volume — page — (line)

12

.

805

(18t)

ΩΡΙΓΕΝΟΥΣ
19tΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ ΕΚΛΟΓΑΙ.
22 Ἐλάλησε Μωϋσῆς πρὸς πάντας υἱοὺς Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος αὐτῷ. Ἐπειδὴ ὁ μὲν Θεὸς τὴν δύναμιν ἀπεκάλυπτεν· ὁ δὲ προφή‐
25της τῇ ἑαυτοῦ γλώσσῃ ἐκέχρητο πρὸς παράστασιν τῶν δεδηλωμένων. Κίνησις οὖν λέγεται ἡ προφητικὴ φωνὴ, οἷα παριστῶσα τὰ ὑπὸ Θεοῦ εἰρημένα. Καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ. Οὐχ ἁπλῶς ὁ Μωϋσῆς φησιν, «εἶπον ὑμῖν·» ἀλλ’ ἐπειδὴ
30ἔμελλεν αὐτοῦ ἀναχωρήσαντος διαδέχεσθαι αὐτὸν Ἰη‐ σοῦς ὁ τοῦ Ναυῆ, οὐκ ἄτοπόν φησι τὸ πρᾶγμα, ἀλλὰ καὶ ἑπόμενον. Προλαβὼν γὰρ, φησὶ, παρεκάλεσα, καὶ, ὡς ἐπενεύσατε, ἐπέστησα κριτάς· ὥστε καὶ τῷ κατὰ προφητικὴν χάριν καὶ ὁδηγητικὴν διαδεχο‐
35μένῳ με Ἰησοῦ τῷ τοῦ Ναυῆ πείθεσθε. Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Καὶ τῶν προ‐ τέρων μεμνημένος, οὐκ ἀπ’ Αἰγύπτου ἄρχεται· ἀλλ’ ἀφ’ οὗ ἔδωκεν αὐτοῖς δικαστὰς σοφοὺς καὶ παι‐ δευτάς.
40Ἔδωκα τῷ Ῥουβὶμ καὶ τῷ Γάδ. Οἱ ὑποδεέστεροι805

12

.

808

τάχιον ἐν τῇ ἐπαγγελίᾳ γίνονται· οἱ δὲ ἐπιεικέστεροι βράδιον ἀπολαμβάνουσιν. Οἱ μὲν γὰρ ὑπὸ Μωϋσέως πρῶτοι εἰλήφασι τὴν κληρονομίαν· οἱ δὲ ὑπὸ τοῦ Ἰησοῦ ὕστερον. Ἀλλὰ καὶ περὶ πάντων δικαίων λέ‐
5γεται, οὐ τῶν τυχόντων· ὡς γὰρ ὁ Ἀπόστολός φησιν· «Οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τε‐ λειωθῶσιν.»
10 Φωνὴν ῥημάτων ἣν ὑμεῖς ἠκούσατε, καὶ τὰ ἑξῆς. Οὐχ ὅτι ὁρατὴ ἡ φωνὴ, οὐδ’ ὅτι φύσει φωνὴν ἔχει ὁ Θεός· τοῦτο γὰρ καὶ συνθέτου φύσεως ἂν εἴη· ἀλλ’ ἐπειδὴ καὶ αἱ σάλπιγγες, καὶ αἱ φωναὶ, ὡς αὐτὸς οἶδεν ὁ Θεὸς, ἐπετελοῦντο ἐκ τῆς τῶν ὁρωμένων συν‐
15εχείας δημιουργούμεναι στοιχείων· τοῦ πυρὸς λέγω καὶ τοῦ γνόφου· ὥστε καὶ ἀκούεται φωνὴ, καὶ οὐχ ὁρᾶται· ἀλλ’ οὖν ἐπὶ τῶν τοῦ Θεοῦ θαυμάτων καὶ ἡ φωνὴ ὁρᾶται. Καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον.
20Μωϋσῆς, μὴ δοξάσας τὸν Θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκωλύθη παρελθεῖν μετ’ αὐτῶν, ἵνα μὴ ὃν ἐτίμων ζῶντα, ἐν θεῶν θεραπείαις τιμήσωσιν ἀπελθόντα. Διὸ δὴ καὶ ἀποθανόντος ἀφανῆ τὸν τάφον ἐποίησεν.
25 Διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν. Ὁ Θεὸς τοὺς αὐτὸν προσκυνοῦντας οὐ συγ‐ χωρῶν δαίμοσι συνάπτεσθαι, ἀλλὰ τοὺς ἅπαξ αὐτὸν ἐγνωκότας ἐκτὸς εἶναι κελεύων τῆς πρὸς ἐκείνους δια‐ θέσεως, καὶ παραζηλῶν ἐν τῇ ἀποστασίᾳ τῶν λαῶν,
30τὰς μελλούσας αὐτοῖς προλέγει τιμωρίας διὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν. Ἐξ οἴκου δουλείας. Καὶ γὰρ ἀληθῶς τὰ σωμα‐ τικὰ πράγματα καὶ ὑλικὰ, οἶκός ἐστι δουλείας, ὥσπερ ἐκ τῶν ἐναντίων οἶκός ἐστιν ἐλευθερίας.
35 Ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθ‐ νη. Καλῶς τοῖς ἀπὸ τῆς μερίδος εἴρηται· «Ὀλι‐ γοστοί ἐστε παρὰ πάντα τὰ ἔθνη.» Συγγενῶς τε τὸ, «Ὀλίγοι οἱ σωζόμενοι,» καὶ τὸ, «Ἀγωνίζεσθε εἰσ‐ ελθεῖν διὰ τῆς στενῆς πύλης.»
40 Ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι, καὶ τὰ ἑξῆς. Πάλιν τε αὖ ὅτι τὸ μάννα λόγος ἦν, εἰ καὶ ἄρτος δηλοῦται ἐν τῇ Ἐξό‐ δῳ. «Οὗτος γὰρ, φησὶν, ὁ ἄρτος ὃν ἔδωκε Κύριος ὑμῖν φαγεῖν. Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος.»
45Διὰ τοῦτο δὲ τὸ μάννα «λεπτὸν ἦν ὡσεὶ κόριον λευ‐ κὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς·» ἐπειδήπερ ὁ λόγος οὗ σύμβολον ἦν τὸ μάννα ἐκεῖνο, λεπτόν ἐστι τῇ αὐτοῦ φύσει, καὶ διῆκον διὰ πάντων πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων. Ἔστι δὲ καὶ ἡ σοφία

12

.

808

(50)

πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, καὶ τὰ ἑξῆς. Ἦν δὲ καὶ ὡσεὶ κόριον πρὸς τὸ εἶναι λευκόν. Φασὶ δὲ τὴν τοῦ κορίου φύσιν ὅλην δι’ ὅλων λόγον ἔχειν σπέρματος, ὡς μηδὲ ἐν τῷ κατακόπτεσθαι τὸ τοῦ κορίου σπέρμα, ἐξαφανίζεσθαι αὐτοῦ τὴν δύ‐
55ναμιν, ὡς οὐκ ἔτι δυναμένην σπείρεσθαι. Τοιοῦτος δὲ
δι’ ὅλου ὁ λόγος· καὶ πᾶν μόριον αὐτοῦ γεωργεῖσθαι807

12

.

809

πέφυκεν ἐν καλῇ καὶ ἀγαθῇ, τουτέστι ψυχῆς. Ἔστι δὲ τὸ μάννα λευκόν. Φῶς γὰρ ὁ λόγος καὶ λαμπρὸν, καὶ κατὰ τοῦτο λευκὸν, τῷ αὐτὸν συνιέντι καὶ τρεφο‐ μένῳ ὑπ’ αὐτοῦ. Ἔστι δὲ καὶ ὡσεὶ πάγος· συν‐
5εστραμμένος γὰρ, καὶ οὐδαμοῦ πλαδῶν, οὐδὲ διεῤ‐ ῥυηκὼς, ἀλλὰ πάγιος, ἃ δὴ οὐρανοῦ λόγος, καὶ ἀπαγ‐ γέλλων ἡμῖν τὰ οὐράνια.
9Ὁ γὰρ Κύριος ὁ Θεός σου εἰσαγάγῃ σε εἰς γῆν
10ἀγαθὴν καὶ πολλήν. Ἡμῖν ὁ Χριστὸς οὐ ταῦτα δώσειν ὑπέσχετο, ἀλλὰ οὐρανῶν βασιλείαν, καὶ γῆν ἀγαθὴν καὶ ἀΐδιον, ἧς χείμαῤῥος ὁ Χριστὸς, ποτίζων τοῖς τῆς σοφίας νάμασιν. Ἐκπορεύονται δὲ οἱ χεί‐ μαῤῥοι διὰ τῶν πεδίων καὶ ταπεινῶν καὶ γονίμων
15ἀνθρώπων, καὶ διὰ τῶν ὑψηλῶν ὀρέων, τῶν ἀνατει‐ νομένων διὰ τὸ ὕψος τῆς θεωρίας εἰς οὐρανούς. Ἐκεῖ ὁ σῖτος ὁ στηρίζων καρδίαν ἀνθρώπου, καὶ κριθὴ τοὺς ὑποδεεστέρους τρέφουσα. Ἐκεῖ ἡ ἀληθινὴ ἄμπελος ὁ Χριστός. Ἐκεῖ τὸ ἔλαιον τὸ λιπαῖνον τῶν ὁσίων τὰς
20κεφαλάς. Ὁμοίως καὶ ῥοαὶ, τὸ γλυκὺ μὲν ἔνδοθεν φέρουσαι, τῆς πολιτείας δὲ τὸ αὐστηρὸν ἔξωθεν ἐν‐ δυσάμεναι. Ἐκεῖ ἡ συκῆ, οὐχ ἡ ἄκαρπος καὶ φύλλοις κομῶσα, ἀλλ’ ἡ πλουτοῦσα τοῦ πνεύματος τὴν γλυ‐ κύτητα. Ἐκεῖ ὁ γλυκασμὸς τοῦ φάρυγγος τοῦ Σωτῆ‐
25ρος ὁ ἐπιθυμητὸς, καὶ τὰ χείλη τῆς ἐν τῷ ᾄσματι νύμφης κηρίον ἀποστάζοντα, καὶ οἱ λίθοι οἱ ἅγιοι, οἱ ἐπὶ τῆς γῆς κυλισθέντες πρὸς πειρασμοὺς ἀνένδοτοι, καὶ φύσιν σιδήρου ἀπομιμούμενοι. Ἐκεῖ τὰ μέταλλα τοῦ χαλκοῦ, ἐξ οὗ τὴν νοητὴν πανοπλίαν κατε‐
30σκεύασαν. Καὶ τὸ τούτων κεφάλαιον ἀπαύστως εὐλο‐ γεὶν τὸν Θεόν. Τοῦ αὐτοῦ. Οὐκ ἔστι, φησὶ, πηλῷ καὶ πλινθείᾳ μοχθεῖν, καὶ ταλαιπωρεῖν, ἀλλὰ λίθους ἔχειν καὶ τούτους ἰταμωτάτους, καὶ μὴ ῥᾳδίως διαλυομένους,
35ὡς καὶ οἰκοδομίαις ἐξαρκεῖν καὶ ἐπὶ πολὺ διαμένειν. Ταῦτα δὲ λέγει τὴν διάνοιαν αὐτῶν ἀποστῆναι τῆς Αἰγύπτου βουλόμενος. Διὰ γὰρ τοῦ εἰπεῖν, «ἀγαθὴν,» τὸ γόνιμον ἔδειξε· διὰ δὲ τοῦ, «πολλὴν,» τὸ μέγεθος καὶ τὸ πλάτος. «Οὗ χείμαῤῥοι ὑδάτων (τοῦτο οὐκ ἐν
40Αἰγύπτῳ), καὶ πηγαὶ ἀβύσσων·» ὅπερ ἐξαίρετον τῇ γῇ τῆς ἐπαγγελίας. Προσέθηκε δὲ καὶ «διὰ τῶν ὀρέων·» ὅπερ τῇ Αἰγύπτῳ οὐ πρόσεστιν, ἀλλ’ οὐδὲ ἀμπέλοις κομᾷ, οὐδὲ ἀφθονίαν ἔχει ἐλαίου· ἡ δὲ τῆς ἐπαγγελίας γῆ πάντα πλουσίως.
46 Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Μετὰ τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν εἰς νῆψιν αὐτοὺς διανίστησιν, τοῦ εὐεργέτου μεμνῆσθαι, καὶ μὴ ἐξυβρίζειν τῷ κόρῳ, μηδὲ περιφρονεῖν τοῦ ταῦτα

12

.

809

(50)

δωρησαμένου, καὶ ὅτι ἐκ τῆς ἐν Αἰγύπτῳ δουλείας εἰς ἐλευθερίαν αὐτοὺς μετεκόμισεν. Οὐ ποιήσεις οὕτως Κυρίῳ τῷ Θεῷ σου. Αἰτιᾶ‐ ται τὸ θύειν τὰ ἑαυτῶν τέκνα τοὺς ἀνθρώπους τοῖς θεοῖς τῶν ἐθνῶν, ὡς ὠμὸν καὶ ἀπάνθρωπον· ὡς βδε‐
55λυκτόν. Καὶ τοὺς λέγοντας θύσαι θεοῖς τῶν ἐθνῶν οὐ μόνον ἀποστρέφεσθαι δεῖ, ἀλλὰ καὶ τὴν ἀκοὴν τοῖς
λόγοις αὐτῶν μὴ ὑπέχειν.809

12

.

812

Οὐ προσθήσεις ἐπ’ αὐτὸ, οὐδὲ ἀφελεῖς ἀπ’ αὐτοῦ. Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ διχῶς ἁμαρτάνουσιν, ἢ ὑπερβαίνοντες τὰς ἐντολὰς ἢ ὑποκενοῦντες. Ὅταν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολι‐
5τευόμεθα, μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύ‐ νης σφαλλόμεθα, καὶ ἔσθ’ ὅτε ὑπερβαίνοντες τὸν κα‐ νόνα, φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον, ἐκπίπτομεν τοῦ προκειμένου. Τοῦ αὐτοῦ. Οἱ οὖν μὴ ποιοῦντες πάντα, ἢ οἱ
10πλεῖόν τι ποιοῦντες, παράνομοι. Πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ἀνάγον μη‐ ρυκισμόν. Τὸ μὲν διχηλεῖν ἐπὶ τῆς ὁπλῆς, τὴν πο‐ ρείαν καθ’ ἣν πρὸς πᾶν ὁτιοῦν ἐρχόμεθα τῶν ἀγαθῶν σπουδασμάτων ἐμφάνειεν· ὁ δὲ μηρυκισμὸς, τὸ ἄνω τε
15καὶ κάτω ποιεῖν τῆς θεοπνεύστου Γραφῆς τοὺς λό‐ γους, καὶ οἷον ἀναμασᾶσθαι καὶ καταλεπτύνειν ἐρεύ‐ ναις τὰ κεκρυμμένα τῶν θεωρημάτων. Πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λε‐ πίδες, φάγεσθε. Τῶν πτηνῶν οἶμαι ὅσα μὲν σκόλο‐
20πας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις καθαρὰ εἶναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα. Ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας. Εὑρίσκομεν ἐν ταῖς Γραφαῖς τὸ ὄνομα τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως, ὥσπερ παρὰ τῷ προφήτῃ λέγοντι·
25«Τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς Κυρίου;» Ζητητέον τὴν διαφορὰν ἑορτῆς καὶ πανηγύρεως. Πᾶσα μὲν οὖν, ἵν’ οὕτως εἴπω, ἱλαρὰ ἡμέρα, ἐν ᾗ προστέτακται ὡς ἐν ἁγίᾳ τάδε τινὰ παρὰ τὰς λοιπὰς ποιεῖν ἐξαίρετα, ἑορτὴ καλεῖται·
30οὐ πᾶσα δέ ἐστι πανήγυρις, ἀλλὰ κατὰ τὸ ὄνομα, ὅτε ἐπὶ τὸ αὐτὸ συναθροίζονται οἱ πανταχόθεν Ἑβραῖοι, ὥστε κατὰ τοῦτο τὴν μὲν πανήγυριν εἶναι ἑορτὴν, οὐκέτι δὲ πάντως τὴν ἑορτὴν πανήγυριν· οἷον σάβ‐ βατα καὶ νεομηνίαι, ἑορταί εἰσιν· ἄζυμα δὲ καὶ αἱ
35ἡμέραι τῶν ἑβδομάδων καὶ σκηνοπηγίαι οὐ μόνον αἱ ἑορταὶ, ἀλλὰ καὶ πανηγύρεις, ὅτε προστέτακται πᾶν ἀρσενικὸν φαίνεσθαι ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται.
40 Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου. Πλη‐ σίον πολλαχοῦ πᾶς ἄνθρωπος εἴρηται. Τοῦ αὐτοῦ. Οὔτε γὰρ δεῖ τοὺς πέλας πλεονεκτεῖν, οὐδὲ τοὺς τῶν πατέρων ὅρους ὡς καλῶς παγέντας παρακελεύειν. Τοῦτο γὰρ αἴτιον πάσης συγχύσεως
45ἔσται, τῶν μὲν ὁμορούντων ὡς ἀδικουμένων, περι‐ φρονουμένων δὲ τῶν ὁρισάντων. Πλησίον δέ τινες πάντα ἄνθρωπον λέγουσιν. Ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώ‐ που. Ταῦτα μὲν ὁ νόμος πρὸς ἀσθενεῖς τοὺς Ἰσραη‐

12

.

812

(50)

λίτας· ὁ δὲ Κύριος ὁ ταῦτα νομοθετήσας τοῖς ἑαυτοῦ μαθηταῖς φησιν· «Ἠκούσατε ὅτι ἐῤῥήθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ,» καὶ τὰ ἑξῆς. «Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ.» Τοῦ αὐτοῦ. Ταῦτα μὲν ἐπὶ αἰσθητοῦ καὶ τῶν κατὰ
55κόσμον, ἐπὶ δὲ τῶν ἡμαρτημένων ἡμῖν, οὐδενὸς δεῖται Θεός. Αὐτὸς γὰρ ἐπόπτης ἁπάντων καὶ κρι‐
τής.811

12

.

813

Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος. Ὁ τοῖς γηΐνοις ἐγκείμενος καὶ οἰκίαν οἰκοδομῶν, καὶ φυτεύων ἀμπε‐ λῶνας, ταῖς φιλοσαρκίαις ἡδονῶν ἡττώμενος, ἔσται πάντως δειλός τε καὶ ἄναλκις.
5 Ἐὰν δέ τινι υἱὸς ἀπειθὴς ᾖ. Οὐχ ἁπλῶς βούλε‐ ται ἀναιρεῖσθαι αὐτοὺς παραπικραίνοντας τοὺς γο‐ νεῖς· ἀλλ’ ὅταν ἀμφότεροι συμφωνήσωσιν οἱ γονεῖς κατὰ τοῦ παιδός. Ἐπειδὴ γὰρ ἄν τε ὁ πατὴρ ὀργι‐ σθῇ, καὶ ἀνελεῖν ὁρμήσῃ τὸν υἱὸν, ἡ μήτηρ ἐπέχει·
10ἄν τε αὐτὴ παροξυνθῇ, ὁ πατὴρ οὐκ ἐᾷ· καὶ σπάνιον ἔσται συμφωνῆσαι τοὺς γονεῖς κατὰ τοῦ ἰδίου αὐτῶν τέκνου, προστάττει ὁ Θεὸς, ὅταν ἀμφότεροι συμφω‐ νήσωσι κατὰ τοῦ παιδὸς, τότε καταλεύειν αὐτὸν, οὐ τοὺς γεννήσαντας, ἀλλὰ τοὺς λοιπούς.
15 Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον. Ἵνα μὴ ἀτονωτέρα γένηται ἡ γῆ, ὡς μήτε τὸ σπέρ‐ μα πλῆρες ἀποδιδόναι, μήτε τῆς ἀμπέλου τὸν καρ‐ πὸν, ἀλλὰ καθ’ ἑαυτοῦ ἕκαστον. Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ
20αὐτό. Τὸ γαῦρον τῆς ψυχῆς καὶ φιλόπονον τῷ φιλη‐ δόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς. Τοῦ αὐτοῦ. Ἡσαΐας δὲ πάλιν γράφει· «Μακά‐ ριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ.» Ποῖον ὕδωρ, ἐφ’ ᾧ δεῖ σπείρειν τὸ καλὸν σπέρμα; Εἴη δὲ τοῦτο βά‐
25πτισμα τῆς σωτηρίας, τὸ λουτρὸν τῆς παλιγγενεσίας. Σπεῖρε ἐπὶ τὸ μυστήριον τοῦ λουτροῦ, καὶ γίνῃ μακά‐ ριος. Ἐκεῖ βοῦς καὶ ὄνος πατεῖ, βοῦς ὁ καθαρὸς ὁ Ἰσραηλίτης, καὶ ὄνος ἀκάθαρτος ἐκ γένους ὁ ἀπὸ τῶν ἐθνῶν· ἵνα σύμβολον ᾖ ἀμφότερα τὰ ζῶα τοῦ λό‐
30γου τοῦ τοῖς ἔθνεσι κεκηρυγμένου. Πατεῖ οὖν βοῦς καὶ ὄνος, φησὶ, τοῦτο τὸ ὕδωρ ὅπου σπείρειν θέλο‐ μεν. Ἐὰν δὲ γένηται παῖς παρθένος μεμνηστευ‐ μένη ἀνδρί. Τὴν ἤδη μεμνηστευμένην γυναῖκα κα‐
35λεῖ· οὕτω καὶ ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῆς θεοτόκου ἐλέχθη. Καὶ ἕως εἰς τὸν αἰῶνα. Ἐπειδὴ καὶ οὗτοι ἐκ πορ‐ νείας εἰσὶν ἀπὸ τῶν θυγατέρων τοῦ Λώτ· οὐ μόνον δὲ ἕως γενεᾶς δεκάτης ἄδεκτοι τῇ συναγωγῇ τοῦ
40Ἰσραήλ εἰσιν, ἀλλὰ καὶ εἰς τὸν αἰῶνα. Οὕτω βούλεται αὐτοῖς τὴν ἔχθραν ἀΐδιον εἶναι· κατὰ μὲν τὸ νόημα καὶ τὴν ἀληθῆ αἰτίαν τῆς θείας Γραφῆς, ἐπειδὴ τὸν Βαλαὰμ ἐμισθώσαντο, ἐφ’ ᾧτε καταράσασθαι τοῖς Ἑβραίοις, ἀλλὰ καὶ τὰς αὐτῶν γυναῖκας καὶ τὰς
45θυγατέρας, ὅσαι ἦσαν ὡραῖαι τῇ ὄψει καὶ καλαὶ τῷ εἴδει, προέστησαν τοῦ γένους, ὥστε αὐτὰς δοῦναι πρὸς πορνείαν τοῖς Ἰσραηλίταις, καὶ πορνείαν διὰ τοῦτο χαλεπωτάτην προξενῆσαι τοῖς Ἑβραίοις· αὕτη δὲ ἦν τὸ ἀποστῆναι μὲν τοῦ Θεοῦ, τελεσθῆναι δὲ τῷ

12

.

813

(50)

Βεελφεγώρ· ὅπερ καὶ γέγονεν. Οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον. Ὅτι μονόλιθον, φησὶν, ἀδύνατον συντρίψαι τὸν σῖτον· δίδυμον γὰρ ἀῤῥενόθηλυ κατασκευάζεται μύλος. Ἐπεὶ οὖν καὶ Ἰουδαῖοι μίαν διαθήκην ἔχουσιν·
55ὁμοίως δὲ καὶ πᾶσα αἵρεσις δοκοῦσα ταύτην τὴν καινὴν μόνην ἔχειν, οὐκ ἀλήθουσι ἐν τῷ μυλῶνι
τούτῳ, ἵνα γεύσωνται τοῦ ἐπουρανίου ἄρτου· ἐὰν813

12

.

816

γὰρ, φησὶ, μὴ συντριβῇ καὶ ἀληθῇ ὁ σῖτος, ἄσιτοι μένουσιν. Ἐκ τούτου οὖν καὶ αὐτὸς ὁρμώμενος τὸν προκείμενον σαφηνίζω νόμον, «Οὐκ ἐνεχυράσεις μύ‐ λον,» τουτέστιν, οὐ μὴ βεβηλώσεις τὴν παλαιὰν καὶ
5οὐ μὴ ἀπώσεις αὐτὴν τῆς σῆς οἰκίας· «οὐδὲ ἐπιμύ‐ λιον·» ἀντὶ τοῦ, τὴν καινὴν, «ὅτι ψυχὴν οὗτος ἐνε‐ χυράζει,» τουτέστι τούτοις τρέφεται ἡ ψυχὴ ἀπολαύ‐ ουσα νοητῶν ἐδεσμάτων.
10 Ἀριθμῷ τεσσαράκοντα μαστιγώσουσιν αὐτόν. Ἀεί γε τετηρήκαμεν κακωτικὸν ὄντα τὸν μʹ ἀρι‐ θμόν· ὅθεν Μωϋσῆς ὁ μέγας τεσσαράκοντα ἡμέρας νηστεύσας, καὶ μετὰ τοῦτον ὁ Ἠλίας· ἀλλὰ καὶ ὁ Σωτὴρ ἡμῶν πειραζόμενος ὑπὸ τοῦ διαβόλου οὐκ ἔφα‐
15γεν μʹ ἡμέρας καὶ μʹ νύκτας· καὶ ὁ μέγας δὲ κατα‐ κλυσμὸς ἐπὶ τῆς γῆς γίνεται, ὕοντος τοῦ Θεοῦ, τεσ‐ σαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.
19Οὐκ ἐπιβαλεῖς αὐτοῖς σίδηρον. Ζητητέον διὰ τί
20σίδηρον οὐκ ἐᾷ τῶν λίθων ἅψασθαι εἰς τὴν οἰκοδο‐ μὴν τοῦ θυσιαστηρίου χρησιμευόντων. Ἀλλὰ καὶ μετὰ ταῦτα εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ λίθους ἀπε‐ λεκήτους προστάττει συναγαγεῖν, καὶ οἰκοδομῆσαι. Εἰ γὰρ ἄτοπον τὸ σίδηρον ἅπτεσθαι τοῦ λίθου πρὸς
25οἰκοδομὴν ἁρμόττοντος, πῶς οὖν ἄρα οἱ κίονες, πῶς οὖν αἱ σανίδες καὶ αἱ τούτων κεφαλίδες εἰργάσθησαν; Ἢ πῶς ὅσα ἐκ χαλκοῦ γέγονεν ἢ χρυσοῦ ἢ ἀργύ‐ ρου, κατεσκευάσθη ἄρα ἄνευ σιδηροῦ; Καὶ πῶς οἷόν τε; Διὰ τούτων φανερὸν μὲν, ὅτι οὐχ ἁπλῶς ἀπαγορεύει τὸ
30σίδηρον ἅψασθαι τῶν λίθων. Τίς οὖν ἡ αἰτία; Λέγο‐ μεν οὐ διϊσχυριζόμενοι. Ταῦτα δὴ τοίνυν. Σκληρὸν σκληρῷ ἐπιβάλλειν καὶ συγκρούειν κωλύει. Μεγάλα γὰρ φιλεῖ τίκτεσθαι κακὰ ἐκ τῆς τῶν σκληρῶν συμ‐ μίξεως καὶ συγκρούσεως. Ἢ τὸν φόνον ὡς ποῤῥω‐
35τάτω τῆς καρδίας τῶν ἀνθρώπων ἐκβάλλει· καὶ μάλα δικαίως. Εἰ γὰρ οὐ χρὴ λίθῳ τῷ οἰκοδομουμένῳ εἰς τὴν τοῦ θυσιαστηρίου κατασκευὴν, ἢ τοῦ ναοῦ, σιδήριον ἐπιβάλλειν, πῶς οὐ μᾶλλον ἀπαγορευτέον τὸ σίδηρον ἁρπάζειν, καὶ κατὰ τοῦ πλησίον φονᾷν; Οὗτοι στήσονται εὐλογεῖν τὸν λαόν. Παρατη‐
40ρητέον ὅτι οἱ εὐλογεῖν ταχθέντες ἀπὸ τῶν ἐλευθέρων γυναικῶν καὶ συγγενῶν τοῦ Ἰακὼβ ἐγεννήθησαν· οὕτω οἱ δὲ καταρᾶσθαι ἀφορισθέντες ἀπὸ τοῦ ὄρους Γεβὰλ, ἀπὸ τῶν παιδισκῶν ἦσαν, πλὴν τοῦ Ῥουβὶμ καὶ τοῦ Ζαβουλών. Τέτακται δὲ ὁ Ῥουβὶμ μετὰ τῶν
45καταρωμένων, ὡς καὶ καταρώμενος ὑπὸ τοῦ πατρός. Εἰ δὲ καὶ τὸν Λευὶ κατηράσατο, ἀλλὰ λελύτρωται αὐτὸς τῇ ἱερατικῇ ἀξίᾳ. Μάλιστα γὰρ ἱερέως ἐστὶ τὸ τὸν λαὸν εὐλογεῖν. Ἀλλὰ καὶ ὁ Συμεὼν ὡς ἐν μέσῳ τῆς Ἰούδα φυλῆς οἰκήσας, καὶ ὥσπερ μέρος αὐτῆς

12

.

816

(50)

γεγονὼς, διὰ τοῦτο ὅπου Ἰούδας, ἐκεῖ καὶ αὐτὸς ἀριθμεῖται. Καὶ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωϋσῆς. Αἱ παρὰ Ἰακὼβ προῤῥήσεις, οὔτε πᾶσαι εὐλογίαι ἦσαν, οὔτε πᾶσαι ἀραί· αἱ δὲ παρὰ Μωϋσέως, πᾶσαι εὐ‐
55λογίαι.
Καὶ κατέσπευσεν ἐξ ὄρους Φαράν. Τουτέστι815

12

.

817

τῷ μηκέτι τῷ Ἰσραὴλ χρηματίζειν, ἀλλὰ τοῖς ἐξ ἐθνῶν, καὶ τὸν νόμον ἔστησε. Τοῦτο γὰρ, «κατέ‐ σπευσεν ἐξ ὄρους Φαρὰν,» εἴτουν «κατέπαυσεν,» ὅπερ ἑτέρα περιέχει γραφὴ, ἀντὶ τοῦ, σπουδαίως
5τὴν σκιὰν καταλείψει, καὶ τὴν ἀλήθειαν ἡμῖν φανε‐ ρώσει. Σὺν μυριάσι Κάδης. Νῦν Κάδης οὐ τὸν τόπον λέγει, ἀλλὰ τοὺς ἁγίους. Κάδης γὰρ τὸ ἅγιον λέγε‐ ται τῇ Ἑβραΐδι γλώττῃ.
10 Καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Τουτέστιν, ἔσωσε παραγενόμενος τοὺς οὐ λαοὺς ποτὲ, νῦν δὲ λαοὺς Θεοῦ, τοὺς οὐκ ἠλεημένους, νῦν δὲ ἐλεηθέντας. «Ἐν τούτῳ γὰρ, φησὶν ὁ ἀπόστολος Πέτρος, ἐφανερώθη ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν.» Καὶ ὁ ἅγιος Ἰωάννης
15λέγει ἐν τῇ καθολικῇ, ὅτι «τὸν Υἱὸν αὐτοῦ τὸν μο‐ νογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον, ἵνα ζή‐ σωμεν δι’ αὐτοῦ.» Καὶ ὁ μακάριος δὲ Παῦλός φη‐ σιν· «Ὅ γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.» Ἐφείσατο οὖν τοῦ
20λαοῦ. Καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου. Πάντων γὰρ κρατεῖ, ὡς βασιλεὺς οὐρανοῦ καὶ γῆς. Ὡς βασιλεῖ παριστάμενοι, ὡς Θεῷ λειτουργοῦντες, ὡς ποιητῇ προσκυνοῦντες, καὶ ὑπ’ αὐτόν εἰσιν·
25«αὐτὸς γὰρ καὶ τὰ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.» Συναχθέντες ἄρχοντες λαῶν. Οἱ θεσπέσιοι μα‐ θηταὶ, ᾗ φησι καὶ ὁ Δαυὶδ ἐκ προσώπου αὐτῶν· «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.»
30Καὶ πάλιν· Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ.» Τὴν κλῆσιν οὖν δηλοῖ τῶν ἐθνῶν, ὡς τοῦ Θεοῦ μέλλοντος ἄρξειν ἐν ταὐτῷ καὶ τοῦ Ἰσραὴλ καὶ τῶν ἐθνῶν. «Ἠγαπημένος» δὲ λέγεται ὁ Υἱός. «Οὗτος γάρ ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγα‐
35πητός.» Καὶ διὰ τοῦτο ἄρχει ἡμῶν ὁ Πατὴρ καὶ βα‐
σιλεύει.817