TLG 2042 052 :: ORIGENES :: Selecta in Numeros

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Selecta in Numeros

Citation: Volume — page — (line)

12

.

576

(8t)

ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ
9tΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ.
11 Οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Μᾶν ὠνομάσθη ἀπὸ τοῦ τοὺς Ἑβραίους πρώτους θέαμα ξένον ὁρῶντας εἰπεῖν πρὸς ἀλλήλους τῇ πα‐ τρίῳ γλώσσῃ, «Μᾶν,» τουτέστι, «Τί τοῦτο;» ὅπερ
15οὐκ ἂν εἶπον, εἰ ἔθος ἦν, ὥς τινες τῶν ἐθνικῶν φασι, τὴν φύσιν τῶν τόπων ἀπ’ αἰῶνος τὰ τοιαῦτα φέρειν. Καὶ νῦν δὲ εἰ καταβαίνει μνήμης ἕνεκα μικρόν τι. Καὶ οὐκέτι προσέθεντο. Λείπει, «τοῦ προφη‐ τεύειν.» Οὐκέτι, φησὶ, προεφήτευσαν. Εἰς ἅπαξ γὰρ
20προφητεύουσιν, ἵνα μὴ ἐξισωθῶσι Μωσεῖ· ἀλλ’ ὡς γνωσθῆναι ὅτι μετειλήφασι, καὶ πάντες ἅμα προφη‐ τεύουσιν. Ἓν γὰρ ἐν Χριστῷ τὸ Πνεῦμα, καὶ μία διὰ πάντων ἡ ἐνέργεια. Καὶ ὁ λαὸς οὐκ ἐξῇρεν, ἕως ἐκαθαρίσθη Μαριάμ.
25Ἔμεινε δὲ ἡ σκηνὴ ἑπτὰ ἡμέρας ἐπὶ τὸν τόπον εἰς τιμὴν Μαρίας, ἵνα μὴ τοιαύτη οὖσα ἀκολουθῇ.
29Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ τὰ ἑξῆς. Ἀπο‐
30σταλῆναι κελεύει τινὰς, δεικνὺς ὅτι πλησιάζουσι μὲν τῇ Παλαιστίνῃ τῆς Αἰγύπτου τὸ τοῖς Ἑβραίοις ἑτοιμότερον παραστήσας· καὶ τὸ ἄπιστον ἐξελέγξας, τάφον μὲν τὴν ἔρημον ἀπονέμει, οἷς ὁ νοῦς ἀπέμεινε σκληρός· θάνατος γὰρ ἀσεβῶν, τῆς ἐν τῷ ζῇν πλά‐
35νης αἱρετώτερος. Καὶ ἐπωνόμασε Μωϋσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ, Ἰησοῦν. Ἐπισημαντέον ὅτι ὁ τοῦ Ναυὴ υἱὸς τύπος γέγονε τοῦ Χριστοῦ, ὃς τὸν οἴκτιστον λαὸν πλανώμε‐ νον ἐλευθερώσας, εἰς οὐρανὸν ἀνήγαγεν· οὐκ εἰς γῆν
40ἐσθίουσαν τοὺς ἐνοικοῦντας. Ἦ μὴν οὐκ ὄψονται τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν. Παρατηρητέον ὅτι τῶν ἐκ τῆς γῆς Αἰγύπτου ἐξελθόντων εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας τινές· οὐδὲ γὰρ ὁ Θεὸς τοῦτο ἀπηγόρευ‐
45σεν· ἀλλὰ μόνους τοὺς εἰκοστοέτεις καὶ ἐπάνω τῶν ἐξελθόντων ἐκ γῆς Αἰγύπτου μοσχοποιήσαντας ἀνεῖ‐ λεν ἐν τῇ ἐρήμῳ· φειδόμενος συγγενοῦς τῆς νεότητος αὐτοῖς, οἷς ὁ τῆς ζωῆς χρόνος οὔπω εἰκοστοέτης ἦν, καὶ πολλῷ μᾶλλον τοῖς βρέφεσι, καὶ παιδίοις, ἕως

12

.

576

(50)

τῆς ἐφήβου ἡλικίας.576

12

.

577

Τοῦ αὐτοῦ. Τοῦτο τύπος τῆς ἀληθείας. «Ἐὰν γὰρ μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσ‐ έλθητε εἰς τὴν βασιλείαν.» Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ. Ὥσπερ ὁ χαλ‐
5κοῦς ὄφις σημεῖον τῆς ἀπιστίας αὐτῶν, οὕτω καὶ τὰ πυρεῖα τῶν περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν πε‐ ρίθεμα ὄντα τῷ θυσιαστηρίῳ. Καὶ τοῖς υἱοῖς Λευῒ ἰδοὺ δέδωκα πᾶν ἐπιδέκα‐ τον ἐν Ἰσραήλ. Εἰκότως ἀπονενέμηνται τοῖς ἱερεῦ‐
10σιν αἱ ἀπαρχαὶ, ἐπείπερ οὐ κληρονομεῖ ἡ Λευῒ φυ‐ λὴ, οὐδὲ κλῆρον λαμβάνει ὡς αἱ λοιπαί. Τοῦτο πρόξενον τῆς ἀκτημοσύνης τοῖς ἱερεῦσιν ὁ κλῆρος τοῦ τῷ θυσιαστηρίῳ συμμερίζεσθαι. Δεκάτας ἐδίδου ὁ λαὸς τοῖς Λευίταις, καὶ οἱ Λευῖται τοῖς ἱερεῦσιν.
15 Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Ὁ Μωϋσῆς, μὴ δοξάσας τὸν Θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκω‐ λύθη παρελθεῖν μετ’ αὐτοῦ. Ἵνα γὰρ μὴ ὃν ἐτίμων ζῶντα, ἐν Θεοῦ θεραπείαις τιμήσωσιν ἀπελθόντα, ἀφανῆ τὸν τόπον [ἴς. τάφον] πεποίηκεν.
21 Νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν. Τοῦτο παράδειγμα ἔλαβεν· ὥσπερ ὁ μόσχος ἐν τῷ στόματι τὰ χλωρὰ, οὕτω καὶ ὁ ἅγιος λαὸς τοῖς χείλεσι στρατευόμενος ἐν τοῖς στόμασιν
25ἔχει τὰ ὅπλα διὰ τῶν εὐχῶν. Καὶ τοῦτο εἰδὼς ὁ Βα‐ λὰκ ἐν τοῖς προτέροις πολέμοις ἐναργῶς γινόμενον, βούλεται καὶ αὐτὸς τοῖς διὰ χειλέων ὅπλοις στρα‐ τεύεσθαι· καὶ καλεῖ τὸν Βαλαὰμ τὸν ἔχοντα τὰ ὅπλα τῆς ἐναντίας δυνάμεως ἐν τοῖς χείλεσι τὰς ἀράς.
30Οἱ γὰρ ἅγιοι ἄγγελοι συμπράττουσι τοῖς δικαίοις εἰς τὰ σωτήρια, καὶ ἀγαθὰ ἔργα, καὶ οἱ πονηροὶ δαί‐ μονες τοῖς ἀσεβέσιν ἁμαρτωλοῖς ἀνθρώποις εἰς τὰ πονηρὰ καὶ βλαβερὰ τῆς σωτηρίας τῶν ἀνθρώπων ἔργα. Οἱ μὲν γὰρ ἅγιοι στρατεύονται λόγοις εὐχῶν,
35οἱ δὲ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ λόγοις μαγειῶν. Τοῦ αὐτοῦ. Καὶ ἡ κατ’ αἴσθησιν τῶν πραγμάτων ἱστορία μεγάλης ὠφελείας πεπλήρωται. Ἐκ δὲ τῆς προκειμένης ἱστορίας μανθάνομεν πολλὰ, καὶ ὅτι ἔστι στρατεύεσθαι λόγοις, καὶ μεγάλα πράγματα
40οἰκονομεῖσθαι, καὶ κατορθοῦσθαι διὰ λόγων· καὶ οἱ μὲν ἅγιοι στρατεύονται λόγοις εὐχῶν· οἱ δὲ ἀσεβεῖς λόγοις μαγειῶν. Τοῦ αὐτοῦ. Ἡ ἐναντία δύναμις οὐδέποτε ποιεῖ ἔργον καλὸν, ἀλλὰ πάντα χείριστα ἐνεργεῖ· καὶ ὅπερ
45ἐνεργήσει κακὸν, οὐ δύναται ἀποκαταστῆσαι εἰς τὸ βέλτιον, οὐ γὰρ ἔχει τάξιν τοῦ κρείττονος. Τῇ δὲ κρείττονι δυνάμει πάντα δυνατά. Ὁ γὰρ Θεὸς ἡμῶν ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν, ἐνεργῆσαι δὲ κακὸν οὐκ ἔχει· οὐ γὰρ καθ’ ἕξιν μόνον, ἀλλὰ καὶ

12

.

577

(50)

κατ’ οὐσίαν ἀγαθός ἐστιν. Τοῦ αὐτοῦ. Ἐν τοῖς ἀνθρωπίνοις ἐστί τινα καὶ μαντεῖα τετελεσμένα, καὶ θυσίαι, καί τινα δῶρα προσφερόμενα τοῖς δαίμοσιν· ὥστε διὰ τούτων προσ‐ φερομένων μαντεύεσθαι τοὺς βουλομένους. Μαν‐
55τεῖα δέ ἐστιν ἕκαστον πρᾶγμα. Οὐ γὰρ ἀληθὴς πρόῤῥησις.
Καὶ ἦλθεν ὁ Κύριος πρὸς αὐτόν. Κατὰ ἀλήθειαν578

12

.

580

θεία δύναμις παρεγένετο πρὸς Βαλαὰμ οὐ κληθεῖσα ὑπ’ αὐτοῦ. Παρεγένετο οὖν, ἵνα ἀποτροπιασμὸν ποιή‐ σῃ τῶν καλουμένων ὑπὸ τοῦ Βαλαὰμ δαιμόνων, καὶ τὰς θείας προῤῥήσεις οἰκονομήσῃ.
5 Καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐνδιαβάλλειν αὐτὸν ἐπὶ τῆς ὁδοῦ. Ὁ ἐνδιαβάλλων ἐν τῇ ὁδῷ ἄγγελος τὸν Βαλαὰμ, ἆρα μὴ οὗτός ἐστι περὶ οὗ εἶ‐ πεν ὁ Θεὸς πρὸς τὸν Μωϋσῆν ὅτι «Ἄγγελός μου προ‐ πορεύεται ἔμπροσθεν ὑμῶν διαφυλάσσων ὑμᾶς ἐν
10τῇ ὁδῷ;» Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων τούτων. Οὐκ ἐπέτρεψε τῷ Βαλαὰμ ὁ Θεὸς ἀπελθεῖν πρὸς τὸν Βα‐ λάκ· ἐπειδὴ δὲ ἀπελθεῖν ἐβούλετο, συγχωρεῖ. Παρ‐ αγγέλλει δὲ αὐτῷ μόνα τὰ ἀποκαλυπτόμενα εἰπεῖν·
15καὶ ὁ ἄγγελος δὲ φανεὶς καὶ φοβήσας τοῦτο βεβαιοῖ. Οἰκοδόμησόν μοι ἑπτὰ βωμούς. Ἔστι δὲ καὶ διὰ σώματος ἑτέρου ἔργα γινόμενα, καὶ ἐν τοῖς κρείτ‐ τοσι καὶ ἐν τοῖς χείροσιν. Οἷον ὡς τὰ γινόμενα ἐν Αἰγύπτῳ ὑπὸ Μωϋσῆ καὶ Ἀαρὼν καὶ τῶν ἐπαοιδῶν.
20Ἀλλὰ συγκρινομένη ἡ θεία δύναμις πρὸς τὴν ἀντι‐ κειμένην κατὰ πρόσωπον τῶν ἀμφιβαλλόντων, αὕτη ἡ θεία δύναμις νικᾷ ὡς ἡ ῥάβδος Μωϋσῆ τὰς τῶν ἐπαοιδῶν ῥάβδους κατέπιεν. Τοῦ αὐτοῦ. Εἰώθει ὁ Βαλαὰμ ταῖς αὐταῖς θυσίαις
25θεραπεύων προσκαλεῖσθαι τοὺς δαίμονας. Τοιαῦται γὰρ αἱ θυσίαι ἐτελοῦντο ἐν κόσμῳ τοῖς δαίμοσι. Διὰ τοῦτο οὖν ὁ Θεὸς θυσίαις ἀπαιτεῖ τὸν πρῶτον λαὸν, ἵνα διὰ τὸ προσφέρεσθαι τῷ Θεῷ, καταργηθῇ τὸ προσφέρεσθαι τοῖς δαίμοσιν εἰ καὶ τὰ μάλιστα σύμ‐
30βολα ἦσαν. Τοῦ αὐτοῦ. Ἐνανθρωπήσας οὖν ὁ Σωτὴρ ἀπέστειλε τοὺς μαθητὰς αὐτοῦ ἵνα λύσωσι τὴν ὄνον, τουτέστιν ἐκ τῶν δεσμῶν ὧν ἔδησεν ἡ ἀντικειμένη δύναμις, ὁ νοητὸς Βαλαάμ· καὶ λύσαντες ἤγαγον πρὸς τὸν Ἰη‐
35σοῦν, καὶ ἐπιθέντες τῇ ὄνῳ τὰ ἱμάτια, τουτέστι τὰς ἀρετὰς τοῦ Εὐαγγελίου· καὶ ἐπικαθίσας αὐτῇ ὁ Σω‐ τὴρ εἰσῆλθεν εἰς τὴν ἁγίαν πόλιν. Καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ τὴν κο‐ ρυφὴν τοῦ Φογώρ. Ὑπελάμβανεν ὁ Βαλὰκ μεμε‐
40τρημένην τὴν τέχνην τοῦ Βαλαὰμ ἐν τοῖς τόποις. Διὸ παρελάμβανεν αὐτὸν εἰς τὴν κορυφὴν τοῦ Φογὼρ, οἰόμενος ἰσχύειν τὸν μάγον ἐκεῖθεν ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ τὸν Βαλαάμ. Φογὼρ δὲ ἑρμηνεύεται ἡδυσμὸς,στόματος δέρμα, τουτέστιν, ἀκρότης
45φιληδονίας, καὶ νεκρότης λόγου. Ἐξ ὧν ἐπειρᾶτο ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ ὁ Βαλαάμ. Τοῦ αὐτοῦ. Δύο εἰσὶ κορυφαὶ, τουτέστιν ἀκροτά‐ της ἀρετῆς καὶ τῆς κακίας· καὶ ὁ μὲν Μωϋσῆς ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἀναβέβηκεν, ὁ δὲ Βαλαὰμ

12

.

580

(50)

ἐπὶ τὸ ἄκρον τῆς κακίας. Οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς αὐτῷ εἰς συνάν‐ τησιν τοῖς οἰωνοῖς. Σύμβολόν ἐστιν ὁ Βαλαὰμ οὗτος τοῦ ἐκ τῶν ἐθνῶν λαοῦ ὅστις ἐπηκολούθει τοῖς οἰω‐ νοῖς τὸ πρότερον, γνοὺς δὲ ὅτι ἀκόρεστόν ἐστι Κυρίῳ,
55οὐ προσέθετο· ἀλλὰ μὴν καὶ ἑρμηνεύεται μάταιος580

12

.

581

λαὸς, υἱὸς δὲ Βεὼρ ἑρμηνεύεται δερμάτινος. Τὸ μὲν μάταιος ἦν κατὰ τὸ πρότερον τῶν ἐθνῶν, Βεὼρ δὲ τοῦ ἐν ματαιότητι καὶ ἐν νεκρότητι κατὰ τὸ πρό‐ τερον δηλονότι.
5 Ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν. Ἐγὼ ὁ ποτὲ Βα‐ λαὰμ, ὁ λαὸς ὁ μάταιος, διανοίξας τοὺς ἔσω μου ὀφθαλμοὺς τοῦ νοὸς, καὶ ἰδὼν τὸν πνευματικόν ποτε Ἰσραὴλ, καὶ τὴν κατ’ αὐτὸν οἰκονομίαν, τῆς τοῦ ἁγίου Πνεύματος ἀξιοῦμαι. Οὐχ ἁρμόζει τῷ ποτὲ
10Βαλαὰμ τὸ, «Φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,» καὶ τὰ ἑξῆς, ἀλλ’ ἁρμόζει τῷ νῦν Βαλαάμ. Ὡς καλοὶ οἱ οἶκοί σου, Ἰακὼβ, αἱ σκηναί σου, Ἰσραήλ. Τὸ ὄνομα τοῦ Ἰακὼβ, οὐ τοῦ ἐνοικοῦντός ἐστιν, ἀλλὰ τοῦ οἴκου· τὸ δὲ τοῦ Ἰσραὴλ ὄνομα,
15τοῦ ἐνοικοῦντός ἐστι· τοῦ γὰρ σωματικοῦ πράγματός ἐστι τὸ, Ἰακώβ. Ὡσεὶ νάπαι σκιάζουσαι. Νάπαι νοηταί εἰσι σκιά‐ ζουσαι τὸ ἐν ᾧ λογικὰ ἔγκαρπα καὶ κατάκομα τῆς πραγματικῆς ἀρετῆς. Παράδεισοι ἐπὶ ποταμόν εἰσι
20νοητοὶ, τοπὸς ἐν ᾧ λογικὰ πεφύτευται ἀρδόμενα ἤτοι τῇ θεωρίᾳ τῶν γεγονότων, ἢ τῇ θεωρίᾳ τῆς ἁγίας Τριάδος.
24Τοῦ αὐτοῦ. Οἱ ἐν σκηναῖς οἰκοῦντες, τῶν ὁδευόν‐
25των εἰσὶ, καὶ ἔστιν ἔξω τοῦ κόσμου τούτου ὁδὸς με‐ γάλη καὶ πολλαὶ σκηναί. Οἱ ἐνοικοῦντες, οὐκ εἰσὶ τῶν ὁδευόντων, ἀλλὰ τῶν ἱσταμένων.
29Ὡσεὶ κέδροι παρ’ ὕδατα. Κέδροι εἰσὶ νοηταὶ παρ’
30ὕδατα φυεῖσαι ψυχαὶ λογικαὶ ἀρδόμεναι τῇ γνώσει τῆς ἀληθείας. Καὶ κυριεύσει ἐθνῶν πολλῶν. Κύριός ἐστιν ὁ ἐξουσιαστικῶς προστάσσων, δοῦλος δὲ ὁ δουλικῶς ὑπακούων. Κύριός ἐστιν ὁ τοῖς ἰδίοις πόνοις ὀνού‐
35μενος καὶ τῇ κυριότητι πεποιωμένος ἐλεύθερος πάθους. Δοῦλός ἐστιν ὁ ἐμπαθὴς καὶ ἐπιδεὴς τοῦ κρείττονος, καὶ χρῄζων τῆς ἐπιστασίας τοῦ ἰδίου κυρίου. Εἰσὶ δὲ κύριοι πολλοὶ, μακάριοι δὲ οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχοντες κύ‐
40ριον. Καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία αὐτοῦ. Βασι‐ λεία Γὼγ ἑρμηνεύεται δόματα. Κατὰ μίαν μὲν ἐκ‐ δοχὴν δόματά ἐστιν αἱ δωρεαὶ τοῦ ἁγίου Πνεύματος· κατὰ δὲ ἄλλην, «Ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω
45εἰς τὴν οἰκίαν αὐτοῦ.» Ἔστιν οὖν βασιλεία τῆς τοιαύτης ἕξεως. Ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου. Καὶ τὸν Σωτῆρα κατὰ τὸ, «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου,» καὶ τὸν Ἰσραήλ. Τὸν μὲν ἐκβάλλει, τὸν

12

.

581

(50)

δὲ καλεῖ. Τοῦ αὐτοῦ. Ὁ χρηματισμὸς, τὸν Κύριον ἥξειν εἰς Αἴγυπτον, ἐδήλου τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν αὐτοῦ γενησομένην. Αἰγύπτῳ δὲ καὶ ὁ κόσμος οὗτος παρα‐
55βάλλεται.
Ὡς δόξα μονοκέρωτος αὐτῷ. Μονόκερώς ἐστιν582

12

.

584

νοητῶς ὁ Χριστὸς κατὰ τὸ συμβεβηκός· ἐξ οὗ μονό‐ κεροι πολλοί. Ἀπὸ γὰρ ἑνὸς Ἰησοῦ Χριστοῦ πολλοὶ μετέσχον εἶναι χριστοί. Τινές φασι καὶ τὸν ἔλαφον μονόκερον εἶναι.
5 Ἔδεται ἔθνη τῶν ἐχθρῶν αὐτοῦ. Περὶ τοῦ Χριστοῦ· ἐχθρῶν αὐτοῦ ἔθνη ἦμέν ποτε ἡμεῖς. Ἔδε‐ ται οὖν ἡμᾶς ὁ Χριστὸς, ἡ οὐσιώδης ἀρετὴ νεμομένη ἡμᾶς, καθὰ λέγει· «Ἐμὸν βρῶμά ἐστι τοῦ ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντός με.»
11 Καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ. Τότε, φησὶν, ὅταν τὴν σαρκικὴν κατάστασιν εἰς πνευματικὴν διὰ τῆς πραγματικῆς μεταποιῇ. Οἱ εὐλογοῦντές σε ηὐλόγηνται. Δύο πρόσωπα
15σημαίνει ἐπὶ τούτοις· εἰσὶ δὲ τῶν πιστῶν καὶ ἀπί‐ στων ἐπὶ τοῦ Χριστοῦ. Καὶ μετ’ ὀλίγα· Ἐν τού‐ τοις μὲν οὖν ἀνατέτραπται καὶ ἡ τῶν ἐναντιουμένων τοῦ Ἰσραὴλ ἐγχείρησις, καὶ ἡ τῆς μαγείας κακο‐ τεχνία.
20 Καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι. Ἡ δὲ γνώμη τοῦ πορνεῦσαι τοὺς Ἑβραίους καὶ προσκυνῆ‐ σαι τῷ Βεελφεγὼρ, τοῦ μάντεως ἦν. Διὸ φησὶ Μωϋ‐ σῆς· «Αὗται δὲ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ, κατὰ τὸ ῥῆμα Βαλαὰμ, τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα
25Κυρίου ἕνεκεν Βεελφεγώρ.» Καὶ ἔσται ὑμῖν τὸ κλίτος, τὸ πρὸς Λίβα. Ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐ‐ φράτου ἐπηγγείλατο τῷ Ἀβραάμ. Διὰ τί οὖν οὐκ ἔδωκεν αὐτοῖς; Οἱ γὰρ Ἀριθμοὶ ἐλαττοτέραν διδο‐
30μένην σημαίνουσιν. Οἶμαι δὲ ὅτι δέδωκεν ἂν, εἰ κατὰ τὸν λαβόντα τὰς ἐπαγγελίας, πιστοὶ ἦσαν. Καὶ τοῦτο εἰκότως. Πολλάκις γὰρ κακὰ ἀπειλήσας οὐκ ἐπήγαγε, μετενόησαν γὰρ, ὡς ἐπὶ τῶν Νινευιτῶν.
35 Πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔσον‐ ται γυναῖκες. Προστάττει οὖν ὁ Θεὸς πλὴν τῆς Ἰούδα καὶ τῆς Λευῒ μὴ ἐξεῖναι ἀπὸ φυλῆς εἰς φυλὴν συνάπτεσθαι, ἵνα μὴ ξένον τοῦ Σωτῆρος δειχθῇ ἄνωθεν ἐρχόμενον, τὸ, «Βασιλεὺς καὶ ἱερεὺς κατὰ τὴν
40τάξιν Μελχισεδέκ.»584