TLG 2042 051 :: ORIGENES :: Selecta in Leviticum (fragmenta e catenis)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Selecta in Leviticum (fragmenta e catenis)

= In Leviticum excerpta (fragmenta e catenis)

Cf. et 2042 068

Citation: Volume — page — (line)

12

.

397

(1t)

ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ
2tΕΙΣ ΛΕΥΙΤΙΚΟΝ.
4Καὶ ἀνεκάλεσε Μωϋσῆν. Λευϊτικὸν ὠνόμασται,
5ἐπειδὴ τὸ τῆς ἱερωσύνης καὶ τὰ τῶν θυσιῶν καὶ ὅσα τοιαῦτα προσέταξεν ὁ Θεὸς, ἐν τούτῳ Λευϊτικῷ φέ‐ ρεται. Ἔχει μὲν οὖν καὶ ἡ Ἔξοδος τοῦ Θεοῦ νομοθε‐ σίας· ὅπως δὲ ἐτελέσθησαν οἱ ἱερεῖς χρισθέντες, καὶ ὅπως κατεσκευάσθη ἡ σκηνὴ καὶ σύμπηξιν ἔλαβεν
10ἁρμόνιον, καὶ ἄλλα πλείονα ἱστορεῖ τὸ Λευϊτικόν. Εἰ δὲ καὶ ἕτερά τινα περιέχει, οὐ θαυμαστὸν, ἐπιγραφὴ γάρ ἐστι, Λευϊτικὸν, τοῦ ἐν αὐτῷ καιριωτέρου δηλω‐ τικόν.
15 Τοῦ αὐτοῦ. Τὸν περὶ θυσιῶν λόγον οἱ μὴ ὀρθῶς ἐνορῶντες καταφρονοῦσιν ἢ ὡς εὐτελοῦς νομοθεσίας, καὶ μηδὲν ἄξιον τοῦ Δημιουργοῦ ἐχούσης, ἢ αὐτοῦ τοῦ Δημιουργοῦ ὡς εὐτελῆ νομοθετοῦντος ἀσεβῶς κα‐ ταψηφίζονται. Ὁ δὲ νοήσας τὸ τοῦ Δαυῒδ καὶ τοῦ
20Ἀποστόλου, τοῦ μὲν λέγοντος· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου·» τοῦ δὲ βοῶντος· «Ὁ νόμος πνευματι‐ κός ἐστι,» δύναται διαβλέψαι ὡς ἄξια Θεοῦ ἐστιν ἀποκεκρυμμένα ἐν τούτοις μαθήματα.
25 Ἄνθρωπος ἐξ ὑμῶν, ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ. Τετηρήκαμεν δὲ πολλαχοῦ τῶν Γραφῶν τὰ μὲν δῶρα ἐπὶ τῶν ζώων λέγεσθαι, τὰς δὲ θυσίας ἐπὶ τῶν ἀψύχων κατὰ τὸ ἐν τῇ Γενέσει λεγόμενον· «Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ,
30ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσ‐ έσχεν.» Ἔτι δὲ καὶ τοῦτο ῥητέον, ἐπὶ μὲν τῶν ἐμ‐ ψύχων· «Ἄνθρωπος, φησὶν, ἐξ ὑμῶν, ἐὰν προσαγάγῃ δῶρα·» ἐπὶ δὲ τῶν ἀψύχων, «ἐὰν ψυχή.» Τὸ ἄψυ‐ χον ἡ ψυχή· ἵνα τοῦ μὲν ἀλόγου τὸ λογικὸν μόνον
35καταλείπηται, καὶ τοῦ ἀψύχου ὑπὸ τοῦ πυρὸς νενικη‐ μένου ἀπομείνοι τὸ ἔμψυχον μόνον. Προχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον. Θυ‐ σιαστήριον καρπώσεως ὁ βωμὸς λέγεται, ἐφ’ οὗ θυ‐ σίαι ὁλοκαυτώσεως· θυσιαστήριον δὲ θυμιάματος, τὸ
40ἔσω θυσιαστήριον. Τοῦ αὐτοῦ. Ἐπειδὴ ἔχαιρον ταῖς θυσίαις οἱ Ἰου‐ δαῖοι ἐν Αἰγύπτῳ ταύταις προσεθίσαντες, ὡς καὶ ἡ ἐν τῇ ἐρήμῳ μοσχοποιία μαρτυρεῖ, ἐπέτρεψεν ὁ Θεὸς ταύτας αὐτῷ προσαγαγεῖν, ταύτῃ χαλινώσας τῆς
45πολυθεΐας τὰς ἀτάκτους ὁρμὰς καὶ τοῦ μὴ θύειν δαί‐
μοσι.397

12

.

400

Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως. Ἀκούσιόν ἐστιν ὅπερ ἄν τις ποιῇ κακόν. Σημειωτέον ὅτι τὸ ἀ‐ γνόημα τὸ ἀκούσιον, ἁμαρτίαν καλεῖ ἡ Γραφή. Καὶ ἄλλων τινῶν μέμνηται ὁ μακάριος Παῦλος φάσκων·
5Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων.
7 Τοῦ αὐτοῦ. «Ψυχὴ ἐὰν ἁμάρτῃ ἀκουσίως, φησὶ, καὶ μὴ ποιήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου,» κατὰ φύσιν ἔχει. Ἔστι γὰρ τάχα τινὰ καὶ προστά‐
10γματα Κυρίου, ἃ οὐ δεῖ ποιεῖν κατὰ τό· «Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά.» Ψυχὴ οὖν ἁμαρτά‐ νει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ. Καὶ δεῖται θυσίας πρὸς ἄφεσιν· οὐ δεομέ‐ νου θυσίας τοῦ δρῶντος ἐξεπίτηδες· ὡς ὁ γεγονὼς
15Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον. Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἅψηται παντὸς πρά‐ γματος ἀκαθάρτου, ἢ θνησιμαίου. Θνησιμαῖον δέ φησι τὸν ἀποθανόντα τῷ Θεῷ ἄνθρωπον, ᾧ χρὴ μηδὲ
20συνεσθίειν· ὁ γὰρ ἁπτόμενος αὐτοῦ ἀκάθαρτός ἐστι. Καὶ τοῦτο ἀκάθαρτόν ἐστι τὸ θηρευθὲν ὑπὸ τοῦ ἀν‐ τιδίκου ἡμῶν διαβόλου. Κτήνη ἀκάθαρτα εἴη ἂν, οἱ προσελθόντες μὲν τῷ λόγῳ κτηνώδεις, πρὸς θάνατον δὲ ἁμαρτήσαντες, καὶ μὴ γενόμενοι ἄξιοι σωθῆναι
25κἂν μετὰ κτηνῶν, κατὰ τὸ λέγον ῥητόν· «Ἀνθρώ‐ πους καὶ κτήνη σώσεις, Κύριε.» Πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν ἁγιασθήσεται. Τινὲς τὸ «ἁγιασθήσεται,» μολυνθήσεται, φασὶν, οὐ διὰ τὴν θυσίαν, οἶμαι, ἀλλὰ διὰ τὸ τολμηρὸν αὐτοῦ ἁπτο‐
30μένου. Ἀγγαῖος γάρ φησιν· «Ὃς ἂν ἅψηται, μιαν‐ θήσεται.» Τοῦ αὐτοῦ. Λέγομεν ὡς διατροφῆς ἀφορμὴ μᾶλ‐ λον τοῖς ἱερεῦσιν ἦσαν αἱ θυσίαι καὶ σκιὰ τῆς εὐ‐ σεβείας. Διπλοῦν δέ ἐστι τὸ κέρδος τὸ ἀπὸ τοῦ θύειν·
35καὶ ὅτι Θεῷ προσάγεται τιμὴ, καὶ ὅτι ἃ θύει τις οὐκ ἂν προσκυνήσειεν, οὐδὲ ἂν οἰηθείη Θεὸν εἶναι. Καὶ οὐ μὴ ἀποθάνητε. Θάνατον ὁ λόγος ἔοικεν ἀπειλεῖν ἱερεῦσιν, οἶνον καὶ σίκερα πίνουσιν, ἡνίκα
40ἂν εἰς τὴν σκηνὴν εἰσπορεύωνται. Δεῖ γὰρ τοὺς ὑπὲρ τοῦ λαοῦ εὐχομένους ἐπισκόπους ἀποστρέφεσθαι ἀπὸ μέθης, οὐ μόνον τῆς ἀπὸ οἴνου, ἀλλὰ καὶ τῆς τῶν πραγμάτων, καὶ διαλογισμῶν ἀνθρωπίνων. Οὐχ ὡς ἄτοπον δὲ ἀπαγορεύει τοῦτο, ἀλλ’ ὅτι ᾔδει τὸ ἀκρα‐
45τὲς τῶν Ἰσραηλιτῶν, ὅτι ὁπόταν ἅψοιντο, εἰς ἀμε‐ τρίαν ἐχώρουν. Ἵν’ ὅτε εἰς τὰ ἅγια εἰσπορεύονται, νηφάλιον τὸ τῆς ψυχῆς ἀκριβὲς ἔχωσι, καὶ λεπτὸν τοῦ Θεοῦ μνημόσυνον. Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν

12

.

400

(50)

τόπῳ ἁγίῳ; Δείκνυσι δὲ ὅτι μὴ τῶν ἱερέων ἐσθιόν‐ των, ἀτέλεστος ἡ θυσία, καὶ ἡ ἁμαρτία μένει· ἐχρῆν γὰρ καὶ ἐκ τοῦ αἵματος εἰσενεχθῆναι, καὶ αὐτοὺς φαγεῖν. Εἰ σήμερον προσαγηόχασι τὰ περὶ τῆς ἁμαρ‐
55τίας αὐτῶν. Ἐπεὶ συνέβη, φησὶ, τοῖς περὶ Ναδὰβ
καὶ Ἀβιοὺδ προσκρούσασι τῷ Θεῷ ἀποθανεῖν, ὅτε399

12

.

401

καιρὸς ἦν φαγεῖν αὐτοὺς τὸ περὶ ἁμαρτίας τοῦ λαοῦ τοῦ ἀφεθῆναι ἃ ἥμαρτε, πῶς οἱ ἐν ἁμαρτίαις ἡμεῖς σήμερον ἐλεγχθέντες διὰ τοῦ φαγεῖν τὴν ἄφεσιν προξενήσομεν; Χρὴ γὰρ τὸν ἱερέα πρότερον περὶ
5αὑτοῦ ἐξιλάσασθαι. Ταῦτα τὰ κτήνη ἃ φάγεσθε. Θηρία μὲν οὖν οὐ‐ δαμῶς ἐστι καθαρά· πάντα γὰρ ἀκάθαρτα κατὰ τὸν εἰπόντα νόμον· «Πᾶν ὃ ἐὰν πορεύηται ἐπὶ χειρῶν αὐτοῦ ἐν πᾶσι τοῖς θηρίοις, ἀκάθαρτα ἔσται ὑμῖν.»
10Εἴη δ’ ἂν γενικῶς θηρία πάντες οἱ ὠμότατοι τῶν ἀν‐ θρώπων, περὶ ὧν φησιν ὁ Προφήτης· «Ἐν τῷ ἐγγί‐ ζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου·» καὶ τὰ ἑξῆς. Πᾶν κτῆνος δικηλοῦν ὁπλήν. Δικηλῆ τὸν εὐσε‐
15βῶς ἐν τῷ αἰῶνι τούτῳ πολιτευόμενον καὶ διὰ τὸν μέλλοντα αἰῶνα ἐπ’ ἐκεῖνον σπεύδοντα· πρὸς δὲ τὸ διχηλεῖν καὶ ὀνυχιστῆρας ὀνυχίζειν περιαιρούμενον τὰ περιττὰ καὶ νεκρὰ, ἀπὸ τῶν χειρῶν, τοῦτ’ ἔστι πράξεων· καὶ ποδῶν, τουτέστι τῆς πορείας. Πρὸς
20τούτοις καὶ ἀνὰ μηρυκισμὸν οὐκ ἀποτιθέμενον μόνον τὴν πνευματικὴν τροφὴν, ἀλλὰ καὶ ἀναμιμνησκόμε‐ νον καὶ συνεχῶς αὐτὴν μελετῶντα. Οὗτος ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πε‐ τεινῶν καὶ πάσης ψυχῆς. Πολὺν ποιεῖται λόγον περὶ
25καθαροῦ καὶ ἀκαθάρτου· πρῶτον ἁγίαν εἶναι τὴν ψυχὴν ἐκπαιδεύει. Εἰ γὰρ τὸ φυσικὸν τοιοῦτον οἷον ἐκ προσ‐ τάγματος Θεοῦ γέγονεν, ἀκάθαρτον, πόσῳ μᾶλλον τὸ ἀπὸ μοχθηρᾶς προαιρέσεως, καὶ οὐκ ἐκ προστάγμα‐ τος Θεοῦ γεγονός; Εἰ τὸ οὗ Θεὸς ποιητὴς ἀκάθαρ‐
30τον εἶναι νομίζοι τις, πόσῳ μᾶλλον τὸ ἐναντίως ἔχον πρὸς τὸ τοῦ Θεοῦ βούλημα, καὶ ποιοῦν ὅπερ ἀπη‐ γόρευσεν; Ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλή. Ἀνάγεται ταῦτα ἐπί τινας μώμους
35τῆς ψυχῆς. Καὶ ὥσπερ ἐπὶ τῶν τοῦ σώματος τραυ‐ μάτων μετὰ τὴν θεραπείαν ἔσθ’ ὅτε ἴχνος τοῦ πε‐ πονθέναι τοὺς τόπους καταλείπεται ἐν τῇ καλουμένῃ οὐλῇ· τὸν αὐτὸν τρόπον ἡ λαβοῦσα τραῦμα ἁμαρτίας ψυχὴ, κἂν τύχῃ θεραπείας, οἱονεὶ οὐλὴν ἐνίοτε ἔχει
40καταλειπομένην. Δεῖ δὲ καὶ τὸν τρόπον τοῦ ἀπ’ αὐτῆς καθαρισμοῦ ἢ οὐ καθαρισμοῦ ἐξεπίστασθαι. Ἀνδρὶ ἢ γυναικὶ ᾧ ἐὰν γένηται αὐτῷ ἁφὴ λέ‐ πρας. Παρατηρητέον ἐφ’ ὧν μὲν λέγεται ἀνθρώπων· «Ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ·» ἤ·
45«Ἀνδρὶ ἢ γυναικὶ, ᾧ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέ‐ πρας·» ἐφ’ ὧν δέ· «Σὰρξ, ἐὰν γένηται ἐν τῷ δέρ‐ ματι αὐτοῦ ἕλκος·» ἤ· «Σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός.» Ταῦτα δὲ θραῦμά ἐστιν.

12

.

401

(50)

Τὰ ἱμάτια αὐτοῦ ἔσται παραλελυμένα. Διὰ τούτων αἰνίττεται μὴ δεῖν συγκρύπτειν τὰ ἁμαρτή‐ ματα, καὶ σκεπάζειν αὐτὰ τὸν τὴν ψυχὴν λελεπρω‐ μένον. Ὥσπερ τοῦ παραλελυμένου τὰ ἱμάτια οὗ [οὐκ] ἐσκέπασται ἡ ἀσχημοσύνη· οὕτως βούλεται πᾶ‐
55σιν ἐκκεῖσθαι μὴ γενόμενον τάφον κεκονιαμένον. Τὸ401

12

.

404

δέ γε περιβεβλῆσθαι τὸ στόμα, ἐστὶ τὸ μὴ ἔχειν παῤ‐ ῥησίαν ἀνοῖξαι τὸ στόμα· τὸ δὲ τῆς παρεμβολῆς ἐξοί‐ χεσθαι, τὸ μηκέτι τοῖς τῶν ἁγίων αὑτὸν συναυλί‐ ζεσθαι χοροῖς.
5 Καὶ σφάξουσι τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον. Θύεται τὸ ὀρνίθιον εἰς ἀγγεῖον ὀστρά‐ κινον, προεμβληθέντος εἰς αὐτὸ ὕδατος ζῶντος, ἵνα γένηται ὁ καθαρισμὸς ὕδατι καὶ αἵματι, ἅπερ ἐξῆλ‐ θεν ἀπὸ τῆς πλευρᾶς τοῦ Σωτῆρος. Ξύλον δὲ κέδρι‐
10νόν φησι τὸ τῆς σωτηρίας ἡμῶν ξύλον. Τὸ δὲ κεκλω‐ σμένον κόκκινον τύπος ἦν τοῦ τιμίου αἵματος, δι’ οὗ καθαίρεται ὁ κόσμος ὅλος. Οἶμαι δὲ τὸν ὕσσωπον, τὴν διὰ τοῦ πνεύματος θερμότητα· τὸ δὲ σπαρτίον τὸ κόκκινον τὴν πρὸς σάρκα σύμβασιν τοῦ Λόγου
15δηλοῦν. Τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν πώγωνα ξυρηθή‐ σεται. Ξυρᾶται τὴν κεφαλὴν, κατὰ τὰ κεφαλαιωδέ‐ στερα καὶ ἀρχικώτερα τῶν δογμάτων· κατὰ δὲ τὸν πώγωνα, ὅπερ σύμβολόν ἐστι τοῦ ἀνδρὸς, ἀποτιθέ‐
20μενος τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα· κατὰ δὲ τὰς ὀφρῦς, πᾶσαν οἴησιν, καὶ ἵν’ οὕτως ὀνομάσω, ὀφρύωσιν ἀπο‐ τιθέμενος. Σύμβολον δέ φησι ταῦτα προσφύντα καὶ ἐξανθήσαντα τῇ ψυχῇ, νεκρότητος τρίχες ὀνομαζό‐ μενα.
25 Λήψεται δύο ἀμνοὺς ἀμώμους ἐνιαυσιαίους. Εἰς τρία ὁ λόγος διαιρεῖ τὰ ἀναφερόμενα· ἓν μὲν τὴν λύσιν τῶν προημαρτημένων· ἓν δὲ, τὸ ὅλον ἀναφέ‐ ρεσθαι τῷ Θεῷ· ἕτερον δὲ, τὸ ἀναφερόμενον ἐπ’ αὐ‐ τὸν τὸν καθαριζόμενον τῶν ὑπ’ αὐτοῦ γινομένων.
30Τάχα δὲ καὶ τὰ τρία τῆς σεμιδάλεως δέκατα παραλαμ‐ βάνεται, ἵν’ ἓν μὲν τῶν δεκάτων τῷ σφαζομένῳ ἀμνῷ συναχθῇ, καὶ τὸ δεύτερον τῷ λοιπῷ, καὶ τὸ τρίτον τῷ προβάτῳ. Ἤδη τοίνυν ἐπὶ τῷ πέμπτῳ καθα‐ ρισμῷ ἔχει οὐχὶ ἄλευρον, ἀλλὰ σεμίδαλιν, ὅπερ σύμ‐
35βολόν ἐστιν ὕλης ἄρτου καθαροῦ, καὶ ταύτην ἐλαίῳ πεφυραμένην· ὅπερ ὡς τρέφον φῶς, φωτὸς χρείαν καὶ οὐ πυρὸς ἐπιτελοῦν παραλαμβάνεται. Ἔχει δὲ καθ’ ἑαυτὸ χωρὶς τοῦ εἰς φύρασιν τῆς σεμιδάλεως πα‐ ραλαμβανομένου ἐλαίου, ἔλαιον ὃ διὰ τοῦ ἱερέως ἀνα‐
40φέρεται μέτρου κοτύλης τυγχάνον. Καὶ πάνυ δοκεῖ μοι ἱερέως δέεσθαι τό· «Στήσει ὁ ἱερεὺς ὁ καθαρίζων τὸν ἄνθρωπον τὸν καθαριζόμενον, καὶ ταῦτα ἔναντι Κυρίου.» Καὶ ἥξει τίνος αὐτοῦ ἡ οἰκία, καὶ ἀναγγελεῖ
45τῷ ἱερεῖ. Καὶ οὐδέποτέ φαμεν κατηγορήσοντα τῆς οἰκίας τῆς ἑαυτοῦ δεῖν ἰέναι τινὰ πρὸς τὸν ἱερέα, τὸν νομοθέτην εἰπεῖν· ἀλλ’ ὥσπερ δὴ μᾶλλον ἐξ ἰατροῦ τῷ συμβεβηκότι φάρμακον ἐξαιτήσοντα. Λελεπρῶ‐ σθαι δὴ οὖν φαμεν τὴν τῶν Ἰουδαίων συναγωγήν. Τὸ

12

.

404

(50)

δὲ τοῦ ἀναγγέλλοντός ἐστι πρόσωπον, ὁ τῶν ἁγίων προφητῶν χορός· οἳ καὶ ἐξαγγέλλονται τῷ μεγάλῳ ἀρχιερεῖ, τουτέστι πρὸ τῆς ἀγανακτήσεως, τῆς ἀπο‐ νοίας τῶν Ἰουδαίων τὰ πάθη, οὐ μίσει, οὐδὲ ἀπεχ‐ θείᾳ, ἀλλ’ αἰδοῖ τῇ περὶ τὸν εὐεργέτην συνομολο‐
55γοῦντες μὲν τὰ ἐκείνων πλημμελήματα, ἐλεεῖσθαι δ’
οὖν ὅμως παρακαλοῦντες.403