TLG 2042 047 :: ORIGENES :: Commentarii in Genesim (fragmenta)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Commentarii in Genesim (fragmenta)

Cf. et 2042 022, 048, 066

Citation: Volume — page — (line)

12

.

45

(29t)

ΤΟΜΟΥ Αʹ ΤΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ.
32 Οὐ γὰρ ὁ Θεὸς Πατὴρ εἶναι ἤρξατο, κωλυόμενος, ὡς οἱ γινόμενοι πατέρες ἄνθρωποι, ὑπὸ τοῦ μὴ δύνα‐ σθαί πω πατέρες εἶναι. Εἰ γὰρ ἀεὶ τέλειος ὁ Θεὸς,
35καὶ πάρεστιν αὐτῷ δύναμις τοῦ πατέρα αὐτὸν εἶναι, καὶ καλὸν αὐτὸν εἶναι Πατέρα τοῦ τοιούτου Υἱοῦ, τί ἀναβάλλεται, καὶ ἑαυτὸν τοῦ καλοῦ στερίσκει, καὶ, ὡς ἔστιν εἰπεῖν, ἐξ οὗ δύναται Πατὴρ εἶναι Υἱοῦ; Τὸ αὐτὸ
μέντοιγε καὶ περὶ τοῦ ἁγίου Πνεύματος λεκτέον.45

12

.

48

(1t)

ΑΠΟ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ
2tΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ
5 Εἰ δέ τινι προσκόπτει διὰ τοὺς ἀνθρωπίνους τε‐ χνίτας μὴ δύνασθαι παραδέξασθαι τὸν Θεὸν χωρὶς ὕλης ἀγεννήτου ὑποκειμένης κατασκευάζειν τὰ ὄντα, ἐπεὶ μηδὲ ἀνδριαντοποιὸς χωρὶς χαλκοῦ τὸ ἴδιον ἔργον ποιῆσαι δύναται, μηδὲ τέκτων χωρὶς ξύλων, μηδὲ
10οἰκοδόμος χωρὶς λίθων· ζητητέον πρὸς αὐτοῦ περὶ δυνάμεως Θεοῦ, εἰ θελήσας ὑποστῆσαι ὅ τι βούλεται ὁ Θεὸς, τῆς θελήσεως αὐτοῦ οὐκ ἀπορουμένης, οὐδὲ ἀτονούσης, δύναται ὑποστῆσαι ὃ βούλεται. ᾯ γὰρ λόγῳ τὰς ποιότητας, κατὰ πάντας τοὺς Πρόνοιαν
15εἰσάγοντας τῷ ἰδίῳ λόγῳ, οὐκ οὔσας ὡς βούλεται εἰς διακόσμησιν τοῦ παντὸς ὑφίστησι τῇ ἀφάτῳ αὑτοῦ δυνάμει καὶ σοφίᾳ, τούτῳ τῷ λόγῳ καὶ τὴν οὐσίαν, ὅσης χρῄζει, ἱκανή ἐστιν αὐτοῦ ἡ βούλησις ποιῆσαι γενέσθαι. Ἀπορήσομεν γὰρ πρὸς τοὺς οὐ βουλομένους
20ταῦθ’ οὕτως ἔχειν, εἰ μὴ ἀκολουθεῖ αὐτοῖς εὐτυχη‐ κέναι τὸν Θεὸν, ἀγέννητον εὑρόντα τὴν οὐσίαν, ἣν εἰ μὴ τὸ ἀγέννητον αὐτῷ ὑποβεβληκὸς ἦν, οὐδὲν ἔρ‐ γον δυνατὸς ἦν ποιῆσαι, ἀλλ’ ἔμενεν οὐ δημιουργὸς, οὐ πατὴρ, οὐκ εὐεργέτης, οὐκ ἀγαθὸς, οὐκ ἄλλο τι
25τῶν εὐλόγως λεγομένων περὶ Θεοῦ. Πόθεν δὲ καὶ τὸ μετρεῖν τῆς ὑποκειμένης οὐσίας τὸ τοσόνδε, ὡς διαρ‐
κέσαι τῇ τηλικούτου κόσμου ὑποστάσει; οἱονεὶ γὰρ47

12

.

49

πρόνοιά τις πρεσβυτέρα Θεοῦ, ἀναγκαίως τὴν ὕλην ἔσται ὑποβεβληκυῖα τῷ Θεῷ, προνοουμένη τὴν τέχνην τὴν ἐνυπάρχουσαν αὐτῷ μὴ κενοπαθῆσαι, οὐκ οὔσης οὐσίας, ᾗ ὁμιλῆσαι δυνάμενος κατεκόσμησε τὸ τηλι‐
5κοῦτο κόσμου κάλλος. Πόθεν δὲ καὶ δεκτικὴ γεγένη‐ ται πάσης ἧς βούλεται ὁ Θεὸς ποιότητος, μὴ αὐτοῦ τοῦ Θεοῦ ἑαυτῷ τοσαύτην καὶ τοιαύτην ποιήσαντος, ὁποίαν ἔχειν ἐβούλετο; Καθ’ ὑπόθεσιν γοῦν ἀποδε‐ ξάμενοι τὸ ἀγέννητον εἶναι τὴν ὕλην, ταῦτα ἐροῦμεν
10πρὸς τοὺς τοῦτο βουλομένους, ὅτι εἰ Προνοίας οὐχ ὑποβαλλούσης τὴν οὐσίαν τῷ Θεῷ, τοιαύτη γεγένηται, εἰ Πρόνοια ἦν ὑφεστῶσα, τί ἂν πλέον πεποιήκει τοῦ αὐτομάτου; καὶ εἰ αὐτὸς μὴ οὔσης ὕλης ἐβούλετο κατασκευάσαι αὐτὴν, τί ἂν πλέον ἡ σοφία, καὶ ἡ
15θειότης αὐτοῦ πεποιήκει τοῦ ἐξ ἀγεννήτου ὑποστάντος; Εἰ γὰρ εὑρίσκεται ταυτὸν γενόμενον ἂν ὑπὸ τῆς Προ‐ νοίας, ὅπερ καὶ χωρὶς Προνοίας ὑπέστη, διὰ τί οὐχὶ καὶ ἐπὶ τοῦ κόσμου ἀθετήσομεν τὸν δημιουργὸν καὶ τὸν τεχνίτην; Ὥσπερ γὰρ ἄτοπον ἐπὶ τοῦ κόσμου εἰ‐
20πεῖν οὕτω τεχνικῶς κατεσκευασμένου τὸ χωρὶς τε‐ χνίτου σοφοῦ τὸν αὐτοτοιοῦτον γεγονέναι, οὕτω καὶ τὸ τὴν ὕλην τοσαύτην καὶ τοιαύτην καὶ οὕτως εἰκτικὴν τῷ τεχνίτῃ λόγῳ Θεοῦ, ὑφεστηκέναι ἀγεννήτως, ἐπί‐ σης ἐστὶν ἄλογον. Πρὸς μέντοιγε τοὺς παραβάλλον‐
25τας, ὅτι οὐδεὶς δημιουργὸς χωρὶς ὕλης ποιεῖ, λεκτέον, ὅτι ἀνομοίως παραβάλλουσι. Πρόνοια γὰρ παντὶ τε‐ χνίτῃ ὑποβάλλει τὴν ὕλην, ἀπὸ προτέρας τέχνης, ἢ ἀνθρωπίνης, ἢ θείας ἐρχομένην. Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει πρὸς τοὺς διὰ τὸ λέγεσθαι·
30«Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος,» οἰομέ‐ νους ἀγέννητον εἶναι τὴν σωματικὴν φύσιν.
41tΤΟΜΟΥ Γʹ ΤΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ.
45 Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας οὐκ ἄλλους ἡλίου καὶ σελήνης, καὶ τῶν ἄστρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἐστὶ δια‐ λαβεῖν, οὐ μόνον πολλῶν ἐθνῶν τῶν τῆς Χριστοῦ πί‐
στεως ἀλλοτρίων, σφαλλομένων εἰς τὸν περὶ τῆς εἱ‐49

12

.

52

μαρμένης τόπον τῇ τῶν πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τοῦ περὶ ἕκαστον ἀνθρώπων, τάχα δὲ καὶ ἀλόγων ζώων· ἀλλὰ
5γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβανομένων περισπωμένων, μὴ ἄρα ἠνάγκασται τὰ ἀνθρώπων πράγματα, καὶ ἀμήχανον ἄλλως γενέσθαι, ἢ ὡς οἱ ἀστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτέλ‐ λουσιν. Ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ
10ὅλων τὸ ἐφ’ ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον, καὶ ψό‐ γον καὶ πράξεις ἀποδεκτὰς, πάλιν τε αὖ ψεκτάς· ἅπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ Θεοῦ κρίσεως οἴχεται, καὶ ἀπειλαὶ πρὸς τοὺς ἡμαρτηκότας, ὡς κολασθησομένους, τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείτ‐
15τοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες· οὐ‐ δὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γενόμενον. Καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ’ οἷς δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται ματαία, ἤ τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα, καὶ πᾶσα ἡ διὰ νόμου καὶ
20προφητῶν οἰκονομία, κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς τοῦ Θεοῦ διὰ Χριστοῦ Ἐκκλησίας· εἰ μὴ ἄρα καὶ Χριστὸς κατὰ τοὺς οὕτω τολμῶντας,
ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένε‐51

12

.

53

σιν ἀνειληφέναι γενόμενος, πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. Οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις
5ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς Θεὸν λέγεσθαι. Πυθοίμεθα δ’ ἂν αὐτῶν τί ὁ Θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν’ οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες, τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γε‐
10γενημένοι, ἕτεροι δὲ ἀγρίων ζώων κατάστασιν εἰλη‐ φότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοιούτους αὐ‐ τοὺς πεποιηκέναι, διὰ τὸ τὸν Θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν, ἀνδροφονίαις καὶ πειρα‐
15τείαις. Καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόν‐ των ἐν ἀνθρώποις, καὶ ἁμαρτανομένων ὑπ’ αὐτῶν μυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν γενναίων προϊστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλή‐ ματος, τῷ Θεῷ προσγράφουσι πάντων τῶν κακῶς
20καὶ ψεκτῶς πραττομένων τὴν αἰτίαν;
26 Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ Θεοῦ, ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ δημιουργῷ πάντων τὰ τοιαῦτα προσάπτωσι, πρῶτον μὲν οὐδὲ ὡς
30βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος· πῶς γὰρ ὁ τοσούτων κατ’ αὐτοὺς Πατὴρ, εὐλόγως χρηματίζοι δίκαιος; δεύτερον δὲ περὶ ἑαυτῶν τί ποτε φήσουσιν, ἐξεταστέον· πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων, ἢ ἠλευθέρωνται, καὶ ἐν τῷ βίῳ
35τυγχάνοντες, οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν; Εἰ μὲν γὰρ φήσουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον ὅτι τὰ ἄστρα τὸ νοῆσαι αὐτοῖς τοῦτο ἐχα‐ ρίσατο, καὶ ὁ δημιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω
40ἀναπεπλασμένου Θεοῦ, ὅπερ οὐ βούλονται· εἰ δὲ ἀπο‐ κρινοῦνται, ὅτι ἔξω τῶν νόμων τυγχάνουσι τοῦ δη‐ μιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ’ αὐτῶν ἀναπόδεικτος, πειραθήτω‐
σαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν53

12

.

56

περιστάντες νοῦ τινος ὑποκειμένου γενέσει καὶ εἱ‐ μαρμένῃ, καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου· δῆλον γάρ ἐστι τοῖς εἰδόσι τοὺς τοιούτους, ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτοῖς οὐδαμῶς δυνήσονται.
5Πρὸς δὲ τοῖς εἰρημένοις καὶ εὐχαὶ παρέλκουσι μάτην παραλαμβανόμεναι· εἰ γὰρ κατηνάγκασται τάδε τινὰ γενέσθαι, καὶ οἱ ἀστέρες ποιοῦσιν, οὐδὲν δὲ παρὰ τὴν τούτων πρὸς ἀλλήλους ἐπιπλοκὴν δύναται γενέ‐ σθαι, Θεὸν ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δω‐
10ρήσασθαι. Καὶ τί ἐπὶ πλεῖον μηκύνειν λόγον δεῖ, παριστάντα τὸ ἀσεβὲς τοῦ κατημαξευμένου ἀβασανί‐ στως παρὰ τοῖς πολλοῖς περὶ εἱμαρμένης τόπου; Αὐτ‐ άρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ εἰρημένα.
15 Πόθεν δὲ, ἐξετάζοντες τό· «Ἔστωσαν εἰς σημεῖα οἱ φωστῆρες,» ἐπὶ ταῦτα ἐληλύθαμεν, ἑαυτοὺς ὑπο‐ μνήσωμεν. Οἱ μανθάνοντες περί τινων ἀληθῆ, ἤτοι αὐτόπται τῶν πραγμάτων γενόμενοι, ἀποφαίνονται τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν
20πεπονθότων, ἢ ἐνεργησάντων θεασάμενοι, ἢ ἀπαγγελλόντων τῶν οὐδαμῶς αἰτίων τοῖς γεγενημέ‐ νοις ἀκούσαντες, τάδε τινὰ γινώσκουσιν. Ὑπεξ‐ ῃρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρα‐ κότας ἢ πεπονθότας, διηγουμένους ἃ δεδράκασιν,
25ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμένων τὸν μὴ παρατετυχότα. Ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ μηδαμῶς αἰτίου τῶν γινομένων, τὸ τάδε τινὰ τοῖσδε γεγονέναι ἢ συμβήσεσθαι, μὴ διακρίνῃ ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενομένου ἢ ἐσο‐
30μένου, αἴτιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχά‐ νειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι, ἢ τάδε τινὰ ἔσεσθαι, πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει· οἰήσεται δὲ δηλονότι ἐσφαλμένως· ὡς εἴ τις, ἐντυχὼν προφητικῇ βίβλῳ,
35προδηλούσῃ τὰ περὶ Ἰούδαν τὸν προδότην, νομίσαι μαθὼν τὸ ἐσόμενον, ὁρῶν αὐτὸ ἀποτελούμενον, τὴν βίβλον αἰτίαν εἶναι τοῦ τόδε τι γεγονέναι ὕστε‐ ρον, ἐπεὶ ἀπὸ τῆς βίβλου μεμάθηκε τὰ ὑπὸ τοῦ Ἰούδα πραχθησόμενα ὕστερον· ἢ πάλιν μὴ τὴν βίβλον ὑπο‐
40λάβοι εἶναι αἰτίαν, ἀλλὰ τὸν πρῶτον γράψαντα αὐτὴν, ἢ τὸν ἐνεργήσαντα, φέρε εἰπεῖν τὸν Θεόν. Ὥσπερ δὲ ἐπὶ τῶν περὶ τοῦ Ἰούδα προφητευομένων αὐταὶ αἱ λέξεις ἐξεταζόμεναι ἐμφαίνουσι τὸν Θεὸν ποιητὴν μὴ γεγονέναι τῆς τοῦ Ἰούδα προδοσίας, ἀλλὰ μόνον δε‐
45δηλωκέναι προεγνωκότα τὰ ἀπὸ τῆς τούτου κακίας πραχθησόμενα παρὰ τὴν αὐτοῦ αἰτίαν· οὕτως εἴ τις ἐμβαθύναι τῷ λόγῳ τοῦ προειδέναι τὰ πάντα τὸν
Θεὸν, καὶ τοῖς ἐν οἷς οἷον ἐνετύπωσε τῆς ἑαυτοῦ55

12

.

57

προγνώσεως τοὺς λόγους, κατανοήσαι ἂν, ὅτι οὔτε ὁ προγνοὺς πάντως αἴτιος τῶν προεγνωσμένων, οὔτε τὰ τοὺς τύπους τῶν λόγων τῆς προγνώσεως τοῦ προεγνωκότος δεξάμενα. Ὅτι μὲν οὖν ἕκαστον τῶν
5ἐσομένων πρὸ πολλοῦ οἶδεν ὁ Θεὸς γενησόμενον καὶ χωρὶς μὲν Γραφῆς αὐτόθεν ἐκ τῆς ἐννοίας τῆς περὶ Θεοῦ, δῆλον τῷ συνιέντι ἀξίωμα δυνάμεως νοῦ Θεοῦ.
13 Εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν Γραφῶν τοῦτο παραστῆ‐ σαι, πλήρεις μέν εἰσιν αἱ προφητεῖαι τοιούτων παρα‐
15δειγμάτων· καὶ τὰ κατὰ τὴν Σωσάνναν δὲ τοῦ Θεοῦ γινώσκοντος τὰ πάντα, πρὶν γενέσεως αὐτῶν, οὕτω λέγουσαν· «Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι, ὅτι ψευδῆ μου κατεμαρτύρησαν οὗτοι.»
20Σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν καὶ ὄνομα βασιλεύσοντος, καὶ πράξεις ἀνεγράφησαν, πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι προφητευόμενα, οὕτως· «Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἐν τῇ πέμπτῃ καὶ δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς,
25κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα. Καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ἐν Βαιθὴλ, ὃ ἐποίησε τοῦ θύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησεν.» Εἶτα μετ’ ὀλίγα· «Καὶ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ Κυρίου ἐν Βαιθὴλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυ‐
30σιαστήριον τοῦ ἐπιθῦσαι. Καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυ‐ σιαστήριον ἐν λόγῳ Κυρίου, καὶ εἶπε· Θυσιαστήριον, τάδε λέγει Κύριος· Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυῒδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώ‐
35πων καύσει ἐπὶ σέ. Καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, ὃ ἐλάλησε Κύριος λέγων· Ἰδοὺ τὸ θυσιαστή‐ ριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ’ αὐ‐ τῷ.» Καὶ μετ’ ὀλίγα δηλοῦται, ὅτι καὶ τὸ θυσιαστή‐ ριον ἐῤῥάγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστη‐
40ρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος ἐν λόγῳ Κυρίου. Καὶ ἐν τῷ Ἡσαΐᾳ γενομένῳ πρὸ πολλοῦ τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, μεθ’ ἣν αἰχμαλω‐ σίαν ὕστερόν ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς, συνεργήσας τῇ οἰκοδομῇ τοῦ ναοῦ, γενομένῃ
45κατὰ τοὺς χρόνους Ἔσδρα, ταῦτα περὶ Κύρου ὀνο‐ μαστὶ προφητεύεται· «Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐ‐ τοῦ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βα‐ σιλέων διαῤῥήξω· ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας,

12

.

57

(50)

καὶ πύλαι οὐ συγκλεισθήσονται· Ἐγὼ ἔμπρο‐ σθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω. Καὶ
δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀορά‐57

12

.

60

τους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί σου, καὶ προσδέξομαί
5σε·» σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται, ὅτι διὰ τὸν λαὸν ὃν εὐεργέτησεν ὁ Κῦρος, ὁ Θεὸς μὴ γινώ‐ σκοντι αὐτῷ τὴν καθ’ Ἑβραίους θεοσέβειαν ἐδωρή‐ σατο ἐθνῶν πλειόνων ἄρξαι· καὶ ἔστι ταῦτα μαθεῖν καὶ ἀπὸ τῶν Ἑλλήνων τῶν ἀναγραψάντων τὰ περὶ
10τὸν προφητευθέντα Κῦρον. Ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ, Βαβυλωνίων βασιλευόντων τότε τῷ Ναβουχο‐ δονόσορ δείκνυνται αἱ ἐσόμεναι βασιλεῖαι μετ’ αὐτόν· δείκνυνται δὲ διὰ τῆς εἰκόνος· χρυσίου μὲν τῆς Βα‐ βυλωνίων ἀρχῆς ὀνομαζομένης, ἀργυρίου δὲ τῆς
15Περσῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων, σιδήρου δὲ τῆς Ῥωμαίων. Καὶ πάλιν ἐν τῷ αὐτῷ προφήτῃ τὰ περὶ Δαρεῖον, καὶ Ἀλέξανδρον, καὶ τοὺς τέσσαρας διαδό‐ χους Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως, καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα, τὸν ἐπικα‐
20λούμενον Λαγὼν οὕτω προφητεύεται· «Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλ‐ μῶν. Καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον τοῦ Οὐβὰλ, καὶ
25ἔδραμε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. Καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔῤῥιψεν αὐτὸν ἐπὶ
30τὴν γῆν, καὶ συνεπάτησεν αὐτόν· καὶ οὐκ ἦν ὁ ἐξαι‐ ρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα· καὶ ἐν τῷ ἰσχῦ‐ σαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα· καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα ὑποκάτω αὐτοῦ εἰς
35τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. Καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ τὴν δύσιν.» Τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεὲμ, καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρὲτ, καὶ
40εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κε‐ κλημένου προεδόθη; Πάντα γὰρ ταῦτα σημεῖά ἐστι τῆς τοῦ Θεοῦ προγνώσεως. Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ, «Ὅταν, φησὶν, ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων
45τὴν Ἱερουσαλὴμ, τότε γνώσεσθε, ὅτι ἤγγικεν ἡ ἐρή‐ μωσις αὐτῆς.» Προεῖπε γὰρ τὸ ὕστερον συμβεβηκὸς τὸ τέλος τῆς κατασκαφῆς Ἱερουσαλήμ.
Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην59

12

.

61

εἶναι τὸν Θεὸν, οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνοντα· εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι ἐναντιοφορούντων τῶν κα‐ λουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα, σημεῖα
5ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες, γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι, (πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμ‐ βάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκά‐
10στου τῶν ὅ τι ποτὲ ἐνεργούντων ἢ πασχόντων·) ἀλλ’ αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώ‐ σκειν, ὡς κατὰ δύναμιν διὰ τῶν ἑξῆς δείξομεν. Συν‐ έντες δὲ οἱ ἄνθρωποι ἔκ τινων τηρήσεων, ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παρα‐
15βεβηκότων, ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδα‐ ξάντων περὶ τούτων τινὰ, ᾠήθησαν τοὺς ἀφ’ ὧν τὰ σημεῖα οἴονται λαμβάνειν, αἰτίους ὑπάρχειν τούτων, ἃ σημαίνειν ὁ λόγος φησὶ, περὶ ὧν καὶ αὐτῶν ὡς ἐν ἐπιτομῇ κατὰ δύναμιν ἐπιμελέστερον εὐθέως διαλη‐
20ψόμεθα. Προκείσεται τοίνυν ταῦτα τὰ προβλή‐ ματα, πῶς, προγνώστου ὄντος ἐξ αἰῶνος τοῦ Θεοῦ περὶ τῶν ὑφ’ ἑκάστου πράττεσθαι νομιζομένων, τὸ ἐφ’ ἡμῖν σώζεται· καὶ τίνα τρόπον οἱ ἀστέρες οὔκ εἰσι ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ
25μόνον· καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσιν ἀνθρώ‐ πων κρείττοσι τὰ σημεῖα ἔγκειται. Τίς γὰρ ἡ αἰτία τοῦ τὰ σημεῖα τὸν Θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν δυνάμεων, τέταρτον ἐξετασθήσεται. Καὶ τοίνυν
30ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοὶ τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα, καὶ τὸ ἐφ’ ἡμῖν μηδαμῶς σώζεσθαι, εἰ ὁ Θεὸς προ‐ γινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα‐ δέξασθαι μᾶλλον ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖ‐
35νοι, ἔνδοξον μὲν περὶ Θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ’ ἡμῖν, καὶ διὰ τοῦτο ἔπαινον, καὶ ψόγον, καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν, τῶν τε κακιῶν ψεκτόν· καί φασιν· Εἰ ἐξ αἰῶνος ἔγνω ὁ Θεὸς τόνδε τινὰ ἀδικήσειν, καὶ τάδε ποιήσειν ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις
40τοῦ Θεοῦ, καὶ πάντως ἔσται ἄδικος, ποιήσων τάδε τὰ ἀδικήματα, ὁ τοιοῦτος εἶναι προεωραμένος, καὶ ἀμή‐ χανον μὴ ἀδικήσειν αὐτόν. Εἰ δὲ ἀμήχανον μὴ ἀδική‐
σειν αὐτὸν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν,61

12

.

64

καὶ ἀδύνατόν ἐστιν ἄλλο τι πρᾶξαι αὐτὸν ἣ ὅπερ ὁ Θεὸς ἔγνω. Εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτὸν, οὐδεὶς δὲ ἀδύνατα μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους. Ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων
5ἐπέρχονται καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα· εἶτα ἐκ τοῦ ἐναντίου καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τῷ τὸν Θεὸν τὰ μέλλοντα προεγνω‐ κέναι τὸ μὴ δύνασθαι τὰ ἐφ’ ἡμῖν σώζεσθαι.
16 Πρὸς οὓς λεκτέον, ὅτι, ἐπιβάλλων ὁ Θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιίας, οὐδενὸς ἀναιτίως γινομέ‐ νου, ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσομένων, ὁρῶν, ὅτι, ἐπεὶ τόδε γέγονε, τόδε ἕπεται· ἐὰν δὲ γέ‐
20νηται τόδε τὸ ἑπόμενον, τόδε ἀκολουθεῖ, οὗ ὑποστάν‐ τος, τόδε ἔσται· καὶ οὕτω μέχρι τέλους τῶν πρα‐ γμάτων ἐπιπορευθεὶς, οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκά‐ στῳ τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων. Ὥσπερ γὰρ εἴ τις ὁρῶν τινα διὰ μὲν ἀμα‐
25θίαν προπετῆ, διὰ δὲ τὴν προπέτειαν ἀλογίστως ἐπιβαίνοντα ὁδοῦ ὀλισθηρᾶς, καὶ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γί‐ νεται· οὕτω νοητέον τὸν Θεὸν προεωρακότα, ὁποῖος ἔσται ἕκαστος, καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐ‐
30τὸν ἔσεσθαι καθορᾷν, καὶ ὅτι ἁμαρτήσεται τάδε, ἢ κατορθώσει τάδε· καὶ εἰ χρὴ λέγειν, οὐ τὴν πρόγνωσιν αἰτίαν γινομένων, (οὐ γὰρ
ἐφάπτεται τοῦ προεγνωσμένου ἁμαρτησομένου ὁ63

12

.

65

Θεὸς, ὅταν ἁμαρτάνῃ·) ἀλλὰ παραδοξότερον μὲν, ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσόμενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. Οὐ γὰρ ἐπεὶ ἔγνω‐ σται, γίνεται, ἀλλ’ ἐπεὶ γίνεσθαι ἔμελλεν, ἔγνωσται.
5Διαστολῆς δὲ δεῖται. Εἰ μὲν γὰρ τὸ, πάντως ἔσται. οὕτω τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦ‐ μεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέ‐ σθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι.
10Ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσὶ, παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν αὐτοῦ. Οὐκ ἂν δὲ ψό‐ γος αὐτῷ προσήπτετο, εἰ ἐπάναγκες προδότης ἦν, καὶ μὴ ἐνεδέχετο αὐτὸν ὅμοιον τοῖς λοιποῖς ἀπο‐
15στόλοις γενέσθαι. Ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται, δι’ ὧν παραθησόμεθα ῥητῶν οὕτως ἐχόντων· «Μηδὲ γε‐ νηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ, ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρ‐
20δίᾳ τοῦ θανατῶσαι. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσε‐ ται ἀπ’ αὐτοῦ.»
29Εἰ δέ τις διηγήσεται τὸ, πάντως ἔσται, κατὰ τὸ
30σημαίνειν αὐτὸ, λέγων, ὅτι ἔσται μὲν τάδε τινὰ, ἐνε‐ δέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγ‐ χωροῦμεν. Τὸν μὲν γὰρ Θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι· ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γε‐ νέσθαι, καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ
35καὶ τὸ μὴ γενέσθαι. Σαφέστερον δὲ τοῦτο ἐροῦμεν οὕτως· Εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν Θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα, ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ. Εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸ Θεὸν φρο‐
40νῆσαι περὶ αὐτοῦ, ὅτι προδότης ἔσται. Εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ Θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προει‐ ρημένων δύο, ἐνδεχομένου τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων, προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὗ ἡ γνῶσις, ἐνδέχεται
45καὶ ἑτέρως γενέσθαι. Καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ Θεοῦ, ὅτι Ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα, ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ Θεὸς εἴποι ἂν, Οὐκ
ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω65

12

.

68

χρησμὸν, φέρε εἰπεῖν, περί τινος διδοὺς, ἐρεῖ, ὅτι Οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι. Δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύναμις δέ ἐστι τοῦ σωφρονῆσαι, καὶ τοῦ ἀκολαστῆ‐
5σαι. Ὧν ἀμφοτέρων δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς καὶ παιδευτι‐ κοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χειρίστῃ· κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς, καὶ βιῶσαι βεβουλημένος κατ’ αὐτό. Οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιῤῥέπει
10ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρε‐ θεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν, καὶ λόγου προ‐ τρεπτικοῦ. Πάλιν τε αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάμενος ἀντιβλέπειν αὐτῇ, ἀλλ’ οὐκ ἀγω‐ νιζόμενος· ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ ἄσχημον
15ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον. Ὅτι μέντοιγε ἡ πρόγνωσις τοῦ Θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς προειρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν Γραφῶν Θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ
20προσποιησάμενος τὸ ἐγνωκέναι πότερον οἱ ἀκούσαν‐ τες ἐπιστρέψουσιν, ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμ‐ μενοῦσιν· ὥσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται· «Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν.» Οὐ γὰρ ἀγνοῶν ὁ Θεὸς πότερον ἀκούσουσιν, ἢ οὒ, φησὶν, «ἴσως
25ἀκούσονται, καὶ μετανοήσουσιν·» ἀλλ’ οἱονεὶ τὸ ἰσοστάσιον τῶν δυνάμεων γενέσθαι δεικνὺς ἐκ τῶν λεγομένων· ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ, καταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δό‐ ξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπ’ αὐτοῖς τοῦ
30ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὐτὴ αἰτία γένηται τῶν ἁμαρτημάτων· ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ προ‐ εγνωσμένον καλὸν, δυναμένοις ἐν τῷ ἀγωνίσασθαι, καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι, αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκ ἔτι εὐτό‐
35νως ἱσταμένοις κατὰ τῆς ἁμαρτίας, ὡς πάντως ἐσο‐ μένου τοῦ προειρημένου. Καὶ οὕτω γὰρ οἷον ἐμ‐ πόδιον γένοιτ’ ἂν ἡ πρόγνωσις τοῦ ἐσομένου καλοῦ. Πάντα γοῦν χρησίμως ὁ Θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν, εὐλόγως ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐτύ‐
40φλωσεν· ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν ἡμᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτρεψε δ’ ἂν δό‐ ξασα κατειλῆφθαι, πρὸς τὸ μὴ ἀντιπαλαίσαντας ἡμᾶς τῇ ἁμαρτίᾳ, τάχιον αὐτῇ ὑποχειρίους γενέσθαι. Ἅμα δὲ καὶ μαχόμενον ἐγίνετο τῷ καλὸν καὶ
45ἀγαθὸν γενέσθαι τινὰ τὸ τὴν πρόγνωσιν ἐληλυθέναι εἰς τόνδε τινὰ, ὅτι πάντως ἔσται ἀγαθός. Πρὸς οἷς γὰρ ἔχομεν, καὶ σφοδρότητος καὶ τάσεως πλείο‐ νος χρεία πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι· προ‐ καταληφθεῖσα δὲ ἡ γνῶσις, τοῦ πάντως καλὸν καὶ

12

.

68

(50)

ἀγαθὸν ἔσεσθαι ὑπεκλύειν τὴν ἄσκησιν. Διόπερ συμφερόντως οὐκ ἴσμεν οὔτε εἰ ἀγαθοὶ, οὔτε εἰ πονη‐
ροὶ ἐσόμεθα.67

12

.

69

(6)

Ἐπεὶ δὲ εἰρήκαμεν, ὅτι ἀπετύφλωσεν ἡμᾶς πρὸς τὰ μέλλοντα ὁ Θεὸς, ζητούμενόν τι ῥητὸν ἀπὸ τῆς Ἐξόδου ὅρα εἰ δυνάμεθα οὕτω σαφηνίσαι· «Τίς ἐποίησε δύσκωφον, καὶ κωφὸν, καὶ βλέποντα, καὶ
10τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός;» ἵνα τὸν αὐτὸν καὶ τυφλὸν καὶ βλέποντα πεποιηκὼς ᾖ· βλέποντα μὲν πρὸς τὰ ἐνεστηκότα, τυφλὸν δὲ πρὸς τὰ μέλ‐ λοντα. Τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ κωφοῦ οὐ τοῦ παρόντος καιροῦ διηγήσασθαι. Ὅτι μέντοιγε πολλῶν
15τῶν ἐφ’ ἡμῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφ’ ἡμῖν ἐστι, καὶ ἡμεῖς ὁμολογήσομεν· ὧν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφ’ ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ’ ἡμῖν ἐπράττετο· πράττεται δὲ τάδε τινὰ τῶν ἐφ’ ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις, οὐκ ἐφ’ ἡμῖν.
20ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις, καὶ ἕτερα πρᾶξαι παρ’ ἃ πράττομεν. Εἰ δέ τις ζη‐ τεῖ τὸ ἐφ’ ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντὸς, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱ‐ ρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν, καὶ
25ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περι‐ έχοντος. Μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι ἀπο‐ δεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ Θεοῦ μὴ εἶναι κατα‐ ναγκαστικὴν τῶν προεγνωσμένων πάντως.
33 Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέ‐ ρας μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις,
35σημαντικοὺς δὲ μόνον. Σαφὲς δὲ, ὅτι, εἰ ὅδε τις ὁ σχηματισμὸς τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶν‐ δέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον, (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·) οὐκ ἂν ὁ σήμερον, φέρε εἰπεῖν, γενόμενος σχηματισμὸς
40περὶ τόνδε δύναται νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυ‐ θότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους. Πᾶν γὰρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. Ὅσον δὲ
ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων69

12

.

72

πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται τὰ περὶ τοὺς ἀνθρώπους. Ἐπαγγέλλονται γὰρ, τόνδε τινὰ τρόπον τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀν‐ θρώπου, καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανω‐
5μένων κατὰ κάθετον, ἢ τῆσδε τῆς μοίρας τοῦ ζωδίου, ἢ τῶν ἐν αὐτῇ λεπτῶν, καὶ ποῖος ἀστὴρ ζω‐ διακοῦ, κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζον‐ τος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατὰ τοῦ μεσουρανήματος, καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανή‐
10ματος. Καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖ‐ νος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν, οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα,
15καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένου, περὶ πατρὸς ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων· τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων· τὰ
20δ’ αὐτὰ καὶ περὶ τῆς μητρὸς, καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐὰν τύχωσιν ὄντες. Ἔστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν τὰ ἐν τῷ τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν, ὅτι οὐχ οὕτως ἔχει· πευσώμεθα τοίνυν τῶν ὑπολαμ‐
25βανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχη‐ ματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύ‐ τερα. Εἰ γὰρ τοῦτο ἀμήχανον καθ’ ὃ δὴ ὅτι εὑ‐ ρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου μὴ
30ἀληθὲς, σαφὲς τὸ μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑ‐ τωσὶ κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόμενα, πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. Εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτοὺς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀληθεύειν
35αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ τῷ σημαίνειν μόνον. Ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γνώσεως αἰτίους γεγονέναι· τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον· τὰ μέντοι μέλ‐
40λοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ71

12

.

73

τῆς τοῦ δεῖνος γενέσεως, παραστησάτω τὴν διαφορὰν, τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι, ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ ση‐ μαινόντων μόνον· μὴ ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν,
5εὐγνωμόνως συγκαταθήσονται, μηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ’, ὡς προειρήκαμεν, εἰ ἄρα σημαίνεσθαι, ὡς εἰ μὴ καὶ ἀπὸ τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, ἀλλ’ ἀπὸ τοῦ νοῦ τοῦ Θεοῦ, διά τινος λόγου
10προφητικοῦ. Ὥσπερ γὰρ προαπεδείξαμεν, ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφ’ ἡμῖν λόγον τὸ τὸν Θεὸν εἰδέναι τὰ πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ἃ ἔταξεν ὁ Θεὸς εἰς τὸ σημαίνειν, ἐμποδίζει τὸ ἐφ’ ἡμῖν· ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ
15μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν Θεοῦ, περιέχειν τὰ μέλλοντα. Διόπερ ἐν τῇ προσευχῇ τοῦ Ἰωσὴφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπὸ τοῦ Ἰακώβ· «Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ, ὅσα συμβήσεται ὑμῖν καὶ
20τοῖς υἱοῖς ὑμῶν.» Τάχα δὲ καὶ τὸ, «Εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον,» τοὺς λόγους τοὺς περιεχομέ‐ νους, σημαντικοὺς τῶν ἐσομένων, δηλοῖ ἀπαρτισθη‐ σομένους, καὶ ἵν’ οὕτως εἴπω, πληρωθησομένους, ὥσπερ λέγονται αἱ προφητεῖαι πεπληρῶσθαι τῷ ἐκ‐
25βεβηκέναι. Καὶ οὕτως ἔσται εἰς σημεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν λέγουσαν φωνήν· «Ἔστωσαν εἰς σημεῖα.» Ὁ δὲ Ἱερεμίας, ἐπιστρέφων ἡμᾶς πρὸς ἑαυτοὺς, καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νο‐ μιζομένοις σημαίνεσθαι, τάχα δὲ καὶ ὑπολαμβανο‐
30μένοις ἐκεῖθεν ἔρχεσθαι, φησίν· «Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.»
37 Ἴδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύναν‐ ται οἱ ἀστέρες εἶναι ποιητικοὶ, ἀλλ’ εἰ ἄρα σημαντι‐ κοί. Ἀπὸ τῶν πλείστων γὰρ ὅσων γενέσεων ἔστι
40λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου· τοῦτο δὲ καθ’ ὑπόθε‐ σιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀνα‐ λαμβάνεσθαι ὑπ’ ἀνθρώπων δύνασθαι. Φέρε γὰρ εἰ‐ πεῖν περὶ τοῦ τόνδε πείσεσθαι τόδε, καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα, φασὶ δύ‐
45νασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν τύχῃ ἔχων ἀδελφοὺς πλείονας, ἀπὸ τῆς ἑκάστου αὐτῶν. Περιέχειν γὰρ οἴονται τὴν ἑκάστου γένεσιν
ἀδελφὸν ὑπὸ λῃστῶν τεθνηξόμενον ὁμοίως καὶ τὴν73

12

.

76

τοῦ πατρὸς καὶ τὴν τῆς μητρὸς, καὶ τὴν τῆς γαμετῆς, καὶ τῶν υἱῶν αὐτοῦ, καὶ τῶν οἰκετῶν, καὶ τῶν φιλ‐ τάτων, τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων. Πῶς οὖν δυνατὸν τὸν τοσαύταις γενέσεσιν, ἵνα αὐτοῖς τοῦτο
5συγχωρηθῇ, ἐμπεριεχόμενον γίνεσθαι ὑπὸ τοῦ σχη‐ ματισμοῦ τῶν ἀστέρων, τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε; Ἀπίθανον γὰρ καὶ τὸ φάσκειν, τὸν σχη‐ ματισμὸν τὸν ἐν τῇ ἰδίᾳ τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιη‐
10κέναι, ἀλλὰ σεσημαγκέναι μόνον· ἠλίθιον γὰρ τὸ εἰ‐ πεῖν, ὅτι ἡ πάντων γένεσις περιεῖχε καθ’ ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι, ὥστε ἐν γενέ‐ σεσιν, καθ’ ὑπόθεσιν λέγω, πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρεθῆναι. Οὐκ οἶδα δ’ ὅπως δυνή‐
15σονται σῶσαι τὸ, τῶν μὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἶναι τὸν σχηματισμὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομὴν, ἀκρωτη‐ ριαζομένους καὶ ἑλκουμένους, καὶ φλεγμονῇ περιπεσομένους καὶ τραύμασι, καὶ ἅμα τῇ εἰς τὸν
20βίον εἰσόδῳ ἰατρῶν δεομένους· τῶν δὲ ἐν Ἰσμαηλί‐ ταις τοῖς κατὰ τὴν Ἀραβίαν τοιόνδε, ὡς πάντας περιτέμνεσθαι τρισκαιδεκαετεῖς· τοῦτο γὰρ ἱστόρηται περὶ αὐτῶν, καὶ πάλιν τῶνδέ τινων τῶν ἐν Αἰθίοψι, τοῖσδε τὰς κόγχας τῶν γονάτων περιαιρεῖσθαι,
25καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. Πῶς
γὰρ ταῦτα ποιοῦσιν οἱ ἀστέρες τοῖσδε τοῖς ἔθνεσιν;75

12

.

77

Οἶμαι, ὅτι, εἰ ἐπιστήσαιμεν, οὐδὲ μέχρι τοῦ στῆ‐ σαι δυνησόμεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν. Το‐ σούτων δὲ φερομένων ὁδῶν προγνωστικῶν, οὐκ οἶδ’ ὅπως ἐξώκειλαν οἱ ἄνθρωποι ἐπὶ τὸ τὴν μὲν οἰωνιστι‐
5κὴν καὶ τὴν θυτικὴν μὴ λέγειν περιέχειν τὸ ποιοῦν αἴτιον, ἀλλὰ σημαίνειν μόνον, καὶ τὴν ἀστεροσκοπι‐ κὴν, οὐκ ἔτι δὲ τὴν γενεθλιαλογικήν. Εἰ γὰρ ἐπι‐ γινώσκεται, ἵνα καὶ χαρισώμεθα τὸ γινώσκεσθαι, γί‐ νεται δὲ ἐκεῖθεν ὅθεν ἡ γνῶσις λαμβάνεται, τί μᾶλλον
10ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τὰ γινόμενα; καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν, ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων, ἢ ἀπὸ τῶν διαττόντων ἀστέρων; Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας
15τῶν ἀνθρωπίνων.
20 Ὅπερ δὲ συγκεχωρήκαμεν, οὐ γὰρ ἐλύπει τὸν λό‐ γον, ὡς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα, καὶ ὧν ἐστι σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι. Φασὶ τοίνυν οἱ περὶ ταῦτα δεινοὶ, τὸν μέλλοντα
25τὰ κατὰ τὴν γενεθλιαλογικὴν ἀληθῶς καταλαμβάνειν εἰδέναι οὐ μόνον τὸ κατὰ πόστου δωδεκατημορίου ἐστὶν ὁ καλούμενος ἀστὴρ, ἀλλὰ καὶ κατὰ ποίας μοί‐ ρας τοῦ δωδεκατημορίου, καὶ κατὰ ποίου ἑξηκοστοῦ· οἱ δὲ ἀκριβέστεροι καὶ κατὰ ποίου ἑξηκοστοῦ τοῦ
30ἑξηκοστοῦ. Καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφ’ ἑκάστου
τῶν πλανωμένων ἐξετάζοντα τὴν σχέσιν τὴν πρὸς77

12

.

80

τοὺς ἀπλανεῖς. Πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζον‐ τος δεήσει, φασὶν, ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπ’ αὐτοῦ, ἀλλὰ καὶ τὴν μοῖραν, καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τὸ πρῶτον ἢ τὸ δεύτερον ἑξη‐
5κοστόν. Πῶς τοίνυν, τῆς ὥρας πλατεῖ λόγῳ ἥμισυ δω‐ δεκατημορίου περιεχούσης, δύναταί τις λαβεῖν τὸ ἑξηκοστὸν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε, φέρε εἰπεῖν, εἰδέναι, ὅτι γεγέννη‐ ται ὁ δεῖνα ὥρᾳ τετάρτῃ, καὶ ἡμίσει ὥρας, καὶ τε‐
10τάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτριακοστῷ; παραπολὺ γάρ φασι παραλλάττειν τὰ σημαινόμενα παρὰ τὴν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλὰ καὶ τοῦ ποστημορίου αὐτῆς. Ἐν γοῦν τοῖς διδύμοις γεν‐ νωμένοις πολλάκις τὸ μεταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ,
15καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ’ αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖ‐ νοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων καὶ τὸ μόριον τοῦ δωδεκατημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον ὑπὸ τῶν νομιζομένων τὴν ὥραν
20τετηρηκέναι. Οὐδεὶς γὰρ δύναται λέγειν, ὅτι τὸ μεταξὺ τοῦδε τῆς γενέσεως πρὸς τὴν τοῦδέ ἐστιν ὥρας τρια‐ κοστόν. Ἀλλ’ ἔστω συγκεχωρημένον αὐτοῖς τόδε κατὰ τὸ ἐκλαβεῖν τὴν ὥραν. Φέρεται δὴ θεώρημα ἀπο‐ δεικνύον τὸν ζωδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμέ‐
25νοις φέρεσθαι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς δι’ ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλ‐ λάττειν τὴν θέσιν τῶν δωδεκατημορίων· ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου· ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος ἀλλ’ ἐκ τοῦ νοητοῦ ζω‐
30δίου, ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβάνεσθαι. Ἔστω δὲ καὶ τοῦτο συγκεχωρημένον τὸ καταλαμ‐ βάνεσθαι τὸ νοητὸν δωδεκατημόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀλη‐ θές· ἀλλὰ τήν γε σύγκρασιν παρ’ αὐτοῖς καλουμένην
35τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων, καὶ αὐτοὶ ὁμολογήσουσιν, οὐχ οἷοί τε σῶσαι κατὰ πᾶν, ἀμαυρουμένου τοῦ δηλουμένου, φέρε εἰπεῖν, χείρονος ἀπὸ τοῦδε, διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε, ἢ τοσόνδε ἀμαυρου‐
40μένου· πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χεί‐ ρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμπο‐ διζομένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι χει‐
ρόνων ὄντα σημαντικόν. Καὶ οἶμαι, ἐπιστήσαντά τινα79

12

.

81

τοῖς τόποις, ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην, ἀλλ’ εἰ ἄρα μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν. Εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ
5στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων, καὶ αὐτῶν συγγραψαμένων, ἤπερ νομιζόμενον ἐπιτευκτικόν. Καὶ Ἡσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκε‐ σθαι ὑπὸ ἀνθρώπων, φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων, τῶν ταῦτα μάλιστα παρὰ πάντας ἐπαγ‐
10γελλομένων· «Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ· ἀναγγειλάτωσάν σοι τί μέλ‐ λει ἐπὶ σὲ ἔρχεσθαι·» διὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προ‐ δηλοῦν, ἃ βεβούληται Κύριος ἑκάστῳ ἔθνει ἐπα‐
15γαγεῖν.
21 Νῦν γὰρ ὡς πρὸς τὴν λέξιν τὸ προφητικὸν ἐξειλήφαμεν· εἰ δέ φησιν ὁ Ἰακὼβ ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ τὰ συμβησόμενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἂν ἡμῖν, ὅτι
25ἐναντία οἷς εἰρήκαμεν δηλοῦται διὰ τῆς Γραφῆς· ἐλέ‐ γομεν γὰρ ἄνθρωπον ἀκαταλήπτως ἔχειν τῶν ση‐ μείων· ὁ δὲ Ἰακώβ φησιν ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· ἀπολογησόμεθα, ὅτι οἱ καθ’ ἡμᾶς σοφοὶ, πνεύματι περισσοτέρῳ χρησάμενοι τῆς ἀνθρωπίνης
30φύσεως, οὐκ ἀνθρωπίνως, θείως δὲ διδάσκονται τὰ ἀπόῤῥητα· ὥσπερ ὁ Παῦλος, λέγων· «Ἤκουσα ἄῤ‐ ῥητα ῥήματα, ἂ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι·» ἴσασι γὰρ τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, ἐνιαυ‐ τῶν κύκλους, καὶ ἀστέρων θέσεις, οὐκ ἀπ’ ἀνθρώ‐
35πων, οὐδὲ δι’ ἀνθρώπων, ἀλλὰ τοῦ πνεύματος ἀπο‐ καλύπτοντος αὐτοῖς, καὶ καθαρῶς, ὡς θέλει ὁ Θεὸς, τὰ θεῖα ἀπαγγέλλοντος. Καὶ ἄλλως δὲ ὁ Ἰακὼβ μεί‐ ζων ἢ κατὰ ἄνθρωπον ἦν, πτερνίζων τὸν ἀδελφὸν αὐ‐ τοῦ, καὶ ὁμολογῶν ἐν αὐτῇ ταύτῃ τῇ βίβλῳ, ἀφ’ ἧς
40παρεθέμεθα τό· «Ἀνέγνων ἐν ταῖς πλαξὶ τοῦ οὐρα‐ νοῦ,» εἶναι ἀρχιχιλίαρχος δυνάμεως Κυρίου, καὶ ὄνο‐ μα πάλαι κεκτημένος Ἰσραήλ· ὅπερ ἐν σώματι λει‐ τουργῶν ἀναγνωρίζει, ὑπομιμνήσκοντος αὐτὸν τοῦ ἀρχαγγέλου Οὐριήλ.
45 Μετὰ ταῦτα λείπεται ἐξετάσαι καὶ παραστῆσαι τοῖς πιστεύουσιν, ὅτι εἰς σημεῖα κεῖνται οἱ φωστῆρες τοῦ οὐρανοῦ· σανθήσῃ δὲ ὑπὸ τῶν περιεργότερον φερομέ‐ νων εἰς τοὺς τόπους, τίς ἡ αἰτία τοῦ ταῦτα τὰ ση‐ μεῖα τὸν Θεὸν πεποιηκέναι ἐν τῷ οὐρανῷ. Καὶ ἔστιν

12

.

81

(50)

εἰπεῖν πρῶτον μὲν, ὅτι πιστεύομεν τὰ τῆς μεγαλειό‐ τητος τοῦ νοῦ τοῦ Θεοῦ πᾶσαν γνῶσιν τὴν περὶ ἑκά‐ στου τῶν ὄντων ἐμπεριειληφότος, ὥστε μηδὲ τὸ τυχὸν
καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα81

12

.

84

αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέναι ἐν ἑαυτῷ, οὐ μὴν ἐναρ‐ γῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευμένην, ὡς ἁρμόζου‐ σαν τῷ ἀγεννήτῳ νῷ καὶ ὑπὲρ πᾶσαν φύσιν τυγχά‐
5νοντι. Ἵν’ οὖν τῇ πείρᾳ τοῦτο καταλαμβάνηται ὑπὸ τῶν μειζόνων ἢ κατὰ ἄνθρωπον, καὶ τῶν ἁγίων ψυ‐ χῶν τοῦ ἐνεστηκότος δεσμοῦ ἀπηλλαγμένων, ὡσπερεὶ γράμματα καὶ χαρακτῆρας καὶ διὰ τῆς τῶν οὐρα‐ νίων περιφορᾶς ἐποίησεν ἐν οὐρανῷ ὁ Θεὸς τοὺς δεδι‐
10δαγμένους καὶ διδαχθησομένους ἀναγινώσκειν τὰ ση‐ μεῖα τοῦ Θεοῦ. Οὐ θαυμαστὸν δὲ καὶ ὑπὲρ ἐνδείξεως τῆς πρὸς τοὺς μακαρίους ποιεῖν τινα τὸν Θεὸν, τῆς Γραφῆς λεγούσης τῷ Φαραώ· «Εἰς αὐτὸ τοῦτο ἐξή‐ γειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου,
15καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Εἰ γὰρ διετηρήθη Φαραὼ ὑπὲρ ἐνδείξεως δυνάμεως Θεοῦ, καὶ διαγγελίας τοῦ ὀνόματος αὐτοῦ ἐν πάσῃ τῇ γῇ, ἐννόει πόσην ἔνδειξιν δυνάμεως Θεοῦ περιέχει τὰ οὐράνια σημεῖα, πάντων τῶν ἀπ’ αἰῶνος ἕως συντε‐
20λείας ἐντετυπωμένων τῇ ἀξίᾳ βίβλῳ τοῦ Θεοῦ τῷ οὐ‐ ρανῷ. Δεύτερον δὲ στοχάζομαι ταῖς τὰ ἀνθρώπινα οἰκονομούσαις δυνάμεσιν ἐγκεῖσθαι τὰ σημεῖα, ἵνα τινὰ μὲν γινώσκωσι μόνον, τινὰ δὲ ἐνεργῶσι· καθάπερ ἐν ταῖς παρ’ ἡμῖν βίβλοις ἃ μὲν γέγραπται ἵνα γινώ‐
25σκωμεν, οἷον τὰ περὶ κοσμοποιίας καὶ ἄλλα μυστή‐ ρια· ἃ δὲ ἵνα γινώσκοντες ποιῶμεν, ὥσπερ τὰ περὶ τὰς ἐντολὰς καὶ τὰ προστάγματα τοῦ Θεοῦ. Ἐνδέχε‐ ται δὴ τὰ οὐράνια γράμματα, ἃ ἄγγελοι καὶ δυνάμεις θεῖαι ἀναγινώσκειν καλῶς δύνανται, περιέχειν τινὰ
30μὲν ἀναγνωσθησόμενα ὑπὸ τῶν ἀγγέλων καὶ λειτουρ‐ γῶν τοῦ Θεοῦ, ἵνα εὐφραίνωνται γινώσκοντες· τινὰ δὲ ὡσπερεὶ ἐντολὰς λαμβάνοντες ποιῶσι. Καὶ οὐχ ἁμαρτησόμεθα τὸ ἀνάλογον τοῖς ἐν τῷ νόμῳ λέγοντες ἔχειν τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας· ἐὰν δὲ χείρονες
35καὶ ἕτεραι τοῦ ἀνθρώπου ἐνέργειαι ποιῶσί τινα τῶν προεγνωσμένων καὶ σημαινομένων ἐν οὐρανῷ, οὐκ ἀνάγκη καὶ αὐτὰς ἀπὸ τῶν Θεοῦ γραμμάτων ὑπο‐ μιμνησκομένας ποιεῖν ἂ ἐνεργοῦσιν· ἀλλ’ ὥσπερ ἄν‐ θρωποι ἀδικοῦντες, οὐ μανθάνοντες προεγνωκέναι τὸν
40Θεὸν τὸ τόνδε τινὰ ἀδικήσεσθαι ὑπ’ αὐτῶν, ἐνεργοῦσι τὸ ἀδικεῖν ἐκ τῆς ἑαυτῶν πονηρίας· οὕτως αἱ ἀντικεί‐ μεναι δυνάμεις τοῦ Θεοῦ, τὴν κακίαν τῶν τὰ μοχθη‐ ρὰ βουλομένων ἀνθρώπων προεγνωκότες, τῇ ἰδίᾳ αἰσχίστῃ ἐπιτελοῦσι προαιρέσει. Οἱ μέντοι ἱεροὶ ἄγ‐
45γελοι, τὰ λειτουργικὰ πνεύματα, τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκὸς ὅτι ὡς ἀπὸ νόμου Θεοῦ γε‐ γραμμένα τὰ προστάγματα λαμβάνοντες, τεταγμέ‐ νως, καὶ ὅτε δεῖ, καὶ ὡς δεῖ, καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα· ἄτοπον γὰρ αὐτοὺς θείους ὄντας ἀποκλη‐

12

.

84

(50)

ρωτικῶς καὶ οὐχ ὡρισμένως ἔρχεσθαι ἐπὶ τὸ, φέρ’ εἰπεῖν, χρηματίσαι τι τῷ Ἀβραὰμ, καὶ ποιῆσαί τι τῷ Ἰσαὰκ, καὶ ῥύσασθαι ἐκ κινδύνου τὸν Ἰακὼβ, ἢ ἐπι‐ στῆναι τῷ πνεύματι τοῦδε τοῦ προφήτου. Ἵνα οὖν μὴ ἀποκληρωτικῶς μηδὲ κατὰ συντυχίαν τοῦτο
55πράττωσιν, ἀναγινώσκουσι τὴν βίβλον τοῦ Θεοῦ· καὶ οὕτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα. Ὡς προείπο‐ μεν δὲ, ἡμεῖς ἂ ποιοῦμεν, ἢ αἱ ἀντικείμεναι ἐνέρ‐
γειαι, ἃ ἐπιτελοῦσιν εἰς ἡμᾶς, ἰδίᾳ προαιρέσει83

12

.

85

ποιοῦμεν· ἀτάκτῳ μὲν, ὅτε ἁμαρτάνομεν, πεπαιδευμένῃ δὲ, οὐκ ἄτερ ἀγγέλων, οὐδὲ θείων γραμμάτων, οὐδὲ ὑπηρετῶν ἁγίων, ὅτε Θεῷ εὐάρεστα πράττομεν. Καὶ Κλήμης δὲ ὁ Ῥωμαῖος, Πέτρου ἀποστόλου μαθητὴς, συνῳδὰ τούτοις ἐν τῷ παρόντι προ‐
5βλήματι πρὸς τὸν πατέρα ἐν Λαοδικείᾳ εἰπὼν ἐν ταῖς Περιόδοις, ἀναγκαιότατόν τι ἐπὶ τέλει τῶν τοιούτων λόγων φησὶ περὶ τῶν τῆς γενέσεως δοκούντων ἐκβεβηκέναι λόγῳ τεσσαρεσκαιδεκά‐ τῳ· «Καὶ ὁ πατήρ· Σύγγνωθί μοι, ὦ τέκνον· οἱ μὲν
10γὰρ χθές σου λόγοι ἀληθεῖς ὄντες συνελογίσαντό μοι συνθέσθαι σοι· ἡ δὲ ἐμὴ συνείδησις μικρά με, ὥσπερ πυρετοῦ ἔλλειμμα, πρὸς ἀπιστίαν βραχέα βασανίζει· σύνοιδα γὰρ ἐμαυτῷ τὰ τῆς γενέσεως πάντα μοι ἀποτελεσθέντα. Κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι,
15ὦ πάτερ, οἵαν φύσιν ἔχει τὸ μάθημα, ἐξ ὧν ἐγὼ συμβουλεύω. Μαθηματικῷ συμβαλὼν εἰπὲ πρῶτον αὐτῷ, ὅτι, Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγο‐ νεν· ἐκ τίνος ἄρα μοι τῶν ἀστέρων γέγονε, μαθεῖν ἤθελον. Καὶ ἐρεῖ, ὅτι τοὺς χρόνους κακοποιὸς διε‐
20δέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστα‐ τικὸς ἐγένετο, ἢ τὸν ἐνιαυτὸν τοῦτόν τις ἐπεθεώ‐ ρησεν ἐκ τετραγώνου, ἢ διαμέτρου, ἢ συνὼν, ἢ κεκεντρωμένος, ἢ παρὰ αἵρεσιν. Ὅμως καὶ ἄλλα μυρία εἰπεῖν ἔχει· πρὸς τούτοις δὲ, ἢ ἀγαθοποιὸς
25κακῷ ἀσύνθετος ἦν, ἢ ἀνεπιθεώρητος, ἢ ἐν σχήματι, ἢ παρὰ αἵρεσιν, ἢ ἐν ἐκλείψει, ἢ ἀνεπισύναφος, ἢ ἐν ἀμαυροῖς ἄστροις. Καὶ ὅμως πολλῶν προφάσεων οὐσῶν, πρὸς ἃ ἤκουσε τὰς ἀποδείξεις παρασχεῖν ἔχει. Μετὰ τοῦτον οὖν τὸν μαθηματικὸν ἑτέρῳ προσελθὼν,
30τὰ ἐναντία εἰπέ· ὅτι, Τόδε μοι τὸ ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ γέγονε· σὺ δὲ τὸν χρόνον τὸν αὐτὸν λέγε· ἀπαίτει δὲ ἐκ τίνος ἄρα τῆς γενέσεως τοῦτο γέγονε. Καὶ ὅμως, ὡς προεῖπον, ἔχει, σοῦ καταψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἕν τι εὑρεῖν σχῆμα, καὶ
35δεύτερον, καὶ τρίτον, καὶ πλείονα, ὡς αὐτὸ ἐνεργῆ‐ σαν ὅθεν τὰ ἀγαθὰ ἐρεῖ γεγενῆσθαι· ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώπων, μὴ ἐν πάσῃ ὥρᾳ, τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι, τοὺς δὲ κακῶς· κύκλος γάρ ἐστιν ἰσομερὴς, ποικίλος, ἀπείρους ἔχων
40τὰς προφάσεις· πρὸς ἃς ἕκαστος εἰπεῖν ἔχει ὃ θέλει· ὃν γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπί‐ λυσιν· οὕτως καὶ τὸ μάθημα, πρὸ τοῦ τι ἀποτελεσθῆ‐ ναι, οὐδὲν σαφὲς ἡμῖν μηνῦσαι δύναται· μετὰ δὲ τὴν
45τοῦ γενομένου ἱστορίαν τότε πρόδηλος ἡ τῆς ἐκβά‐ σεως αἰτία φαίνεται· πολλάκις μὲν οὖν οἱ προλέγοντες πταίουσι, καὶ μετὰ τὴν ἔκβασιν ἑαυτοὺς μέμφονται, λέγοντες ὅτι, Τόδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδομεν. Τὸ μὲν οὖν καὶ τοὺς πάνυ ἐπιστήμονας πταίειν γί‐

12

.

85

(50)

νεται διὰ τὸ μὴ εἰδέναι, ὡς χθὲς ἔφην, ποῖα πάντως τῆς γενέσεως αἴτια γίνεται, ποῖα δὲ οὐ πάντως, καὶ ποῖα πάντως ποιῆσαι ἐπιθυμοῦμεν, οὐ πάντως δὲ ποιοῦμεν. Ἥδε δὲ ἡ αἰτία ἡμῖν, τοῖς μυστήριον με‐ μαθηκόσι, σαφής ἐστιν, ὅτι ἐλεύθερον ἔχοντες λογισ‐
55μὸν, ἐνίοτε ἐπέχειν ταύτην βουλευσάμενοι, νενικήκα‐ μεν. Οἱ δὲ ἀστρολόγοι, τοῦτο αὐτὸ τὸ μυστήριον οὐκ
εἰδότες, περὶ πάσης προαιρέσεως ἀποφηνάμενοι ἐξ85

12

.

88

ἀρχῆς, πταίσαντες τοὺς κλιμακτῆρας ἐπενόησαν, εἰς ἀδηλότητα ποιούμενοι τὴν προαίρεσιν, ὡς χθὲς ἀπε‐ δείξαμεν. Σὺ δὲ τοῦ λοιποῦ πρὸς ταῦτα εἴ τι ἔχεις εἰπεῖν, λέγε. Καὶ ὀμόσας ἀπεκρίνατο, μηδὲν τούτων
5ἀληθέστερον εἶναι, ὧν εἶπεν.»
8tΕΚ ΤΟΥ Γʹ ΤΟΜΟΥ ΤΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ.
12 «Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς τὰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα ἐλάσσω εἰς ἀρχὰς τῆς
15νυκτὸς, καὶ τοὺς ἀστέρας. Καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός.» Ζητη‐ τέον δὴ εἰ ταὐτόν ἐστι τὸ, εἰς ἀρχὰς τῆς ἡμέρας, τῷ, καὶ ἄρχειν τῆς ἡμέρας· καὶ τὸ, εἰς ἀρχὰς τῆς
20νυκτὸς, τῷ, καὶ ἄρχειν τῆς νυκτός. Καὶ ὁ Ἀκύλας γὰρ τὸ ἀνάλογον ἐτήρησε, ποιήσας ἀντὶ μὲν τοῦ, εἰς ἀρχὰς, εἰς ἐξουσίαν· ἀντὶ δὲ τοῦ, ἄρχειν, ἐξουσιάζειν. Φασὶ δὲ οἷς ἐμέλησε τῆς τῶν σημαινο‐ μένων ἐξετάσεως, ἐν τοῖς τόποις τοῖς ἔχουσι συζυγίαν
25προσηγοριῶν καὶ κατηγορημάτων, προϋφίστασθαι τὰ τυγχάνοντα τῶν προσηγοριῶν, καὶ ἐπιγίνεσθαι τὰ κατηγορήματα παρὰ τὰς προσηγορίας· καὶ προσηγο‐ ρίαν μὲν ἔχουσαν κατηγόρημά φασιν, οἷον τὴν φρό‐ νησιν, κατηγόρημα δὲ εἶναι τὸ φρονεῖν· ὁμοίως προσ‐
30ηγορίαν τὴν σωφροσύνην, κατηγόρημα τὸ σωφρο‐ νεῖν· καὶ προϋφίστασθαί φασι τὴν φρόνησιν, εἶτ’ ἐπιγίνεσθαι κατηγόρημα, ἀπὸ φρονήσεως τὸ φρονεῖν. Ταῦτα δὲ εἰ καὶ δόξομέν τισι παρὰ τὸ βούλημα ποιεῖν τῆς Γραφῆς, τετηρήκαμεν· ἐπεὶ ὁ μὲν ποιῶν τοὺς
35φωστῆρας Θεὸς ποιεῖ τὸν μὲν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, τὸν δὲ ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός· τίθεται δὲ αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, οὐκέτι εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τῆς νυκτὸς, ἀλλὰ εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. Τὸ γὰρ τεταγμένως καὶ
40ἀκολούθως τῷ τεχνολογουμένῳ κατὰ τὸν τόπον προ‐
τετάχθαι τὰς προσηγορίας, εἶτ’ ἐπιφέρεσθαι τὰ κατ‐87

12

.

89

ηγορήματα, κεκίνηκεν ἡμᾶς μήποτε τὸ πρᾶγμα καὶ παρὰ τῷ θεράποντι νενόηται, οὕτως ἔχον, καὶ μάλιστα ἐπεὶ ὁ κυριώτατα ἑρμηνεύειν φιλο‐ τιμούμενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν
5προσηγορίαν καὶ τὸ κατηγόρημα. Ἐπιστησάτω δ’ ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρό‐ βλημα, ἢ φυσιολογούμενον, ἢ θεολογούμενον χωρὶς ἀκριβείας σημαινομένων καὶ τῶν κατὰ τὸν λογικὸν τόπον τρανουμένων, ὃν δεῖ τρόπον παρίστασθαι. Τί
10γὰρ ἄτοπον ἀκούειν τῶν κυριολεκτουμένων ἐν ταῖς διαλέκτοις, καὶ ἐφιστάνειν ἐπιμελῶς τοῖς σημαινομέ‐ νοις; ἔστι γὰρ ὅπου παρὰ τὴν ἄγνοιαν τῶν λογικῶν μεγάλως περιπίπτομεν μὴ καθαίροντες τὰς ὁμωνυ‐ μίας, καὶ ἀμφιβολίας, καὶ καταχρήσεις, καὶ κυριο‐
15λεξίας, καὶ διαστολάς· οἷον παρὰ τὸ ἀγνοεῖσθαι τὴν ὁμώνυμον τῆς κόσμου προσηγορίας φωνὴν ἐκπε‐ πτώκασιν ἐπὶ τὸ ἀσεβέστατα φρονεῖν περὶ τοῦ Δημιουργοῦ οἱ μὴ καθάραντες, ἐπὶ τίνων κεῖται τὸ, «Ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται,» ὅτι ἀντὶ τῶν
20περιγείων καὶ ἀνθρωπίνων τοῦτο οὕτως ἐκεῖ τῷ Ἰωάννῃ εἴρηται. Οἰηθέντες γὰρ κόσμον κατ’ αὐτὴν τὴν λέξιν σημαίνεσθαι τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς, θρασύτατα καὶ ἀνοσιώτατα ἀποφαίνονται περὶ Θεοῦ· μηδαμῶς ἔργῳ δεικνύναι
25δυνάμενοι πῶς ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τὰ οὕτω τεταγμένως κινούμενα, κεῖται ἐν τῷ πονη‐ ρῷ. Εἶτα ἐὰν προσάγωμεν αὐτοῖς ἐκ τοῦ, «Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,» ὅτι κόσμος ἔνθα ἡ ἁμαρτία πλεονάζει
30κατὰ ταύτας τὰς λέξεις λέγεται, τουτέστιν ἐν τοῖς περιγείοις τόποις, εὐγνωμονοῦντες μὲν προσήσονται τὰ λεγόμενα, φιλονεικοῦντες δὲ, ἠλιθίως ἀναστρεφό‐ μενοι, ἐπιμενοῦσι τοῖς ἅπαξ κριθεῖσι μοχθηροῖς διὰ τὴν ἄγνοιαν τῆς ὁμωνυμίας· πάλιν τε αὖ ἐὰν λέγηται,
35«Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ,» οὐκέτι δυνήσονται ὃ ἐξειλήφασι περὶ παντὸς τοῦ κόσμου, τουτέστι περὶ τῶν ἐν ὅλῳ τῷ κόσμῳ, μά‐ λιστα κατὰ τὰς ὑποθέσεις αὐτῶν δεῖξαι· καὶ κατ’ αὐτοῦ γὰρ ἀνάγκη τὴν λέξιν ὡς ὁμώνυμον ἐξετά‐
40ζεσθαι. Καὶ περὶ τὴν ἀμφιβολίαν δὲ μοχθηρῶν ἐκ‐ δοχῶν καὶ παρὰ τὴν διαστολὴν τῶν στιγμῶν, καὶ ἄλλων δὲ μυρίων παραδείγματά ἐστι φιλοτιμη‐ σάμενον οὐκ ὀλίγα λαβεῖν. Ταῦτα δὲ παρεξέβημεν, ἵνα δείξωμεν, ὅτι καὶ καθ’ ἡμᾶς τοὺς θέλοντας μὴ
45σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας Γραφὰς ἀναγκαιότατά ἐστι τὰ πίπτοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικά· ὧν καὶ νῦν ἐδεήθημεν εἰς τὸ εὑρεῖν τὴν διαφορὰν τῶν λεγομένων γεγονέναι «εἰς ἀρχὰς τῆς νυκτὸς,» καὶ «εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ

12

.

89

(50)

τῆς νυκτός.»89

12

.

92

(1t)

ΕΚ ΤΟΥ Γʹ ΤΟΜΟΥ
2tΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΞΗΓΗΤΙΚΩΝ.
4Τῶν δὲ ἱερῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων τε
5καὶ μαθητῶν ἐφ’ ἅπασαν διασπαρέντων τὴν οἰκου‐ μένην, Θωμᾶς μὲν, ὡς ἡ παράδοσις περιέχει, τὴν Παρθίαν εἴληχεν, Ἀνδρέας δὲ τὴν Σκυθίαν· Ἰωάν‐ νης τὴν Ἀσίαν· πρὸς οὓς καὶ διατρίψας ἐν Ἐφέσῳ τελευτᾷ· Πέτρος δ’ ἐν Πόντῳ καὶ Γαλατίᾳ, καὶ
10Βιθυνίᾳ, Καππαδοκίᾳ τε καὶ Ἀσίᾳ κεκηρυχέναι τοῖς ἐκ διασπορᾶς Ἰουδαίοις ἔοικεν· ὃς, καὶ ἐπὶ τέλει ἐν Ῥώμῃ γενόμενος, ἀνεσκολοπίσθη κατὰ κεφαλῆς, οὕτως αὐτὸς ἀξιώσας παθεῖν. Τί δεῖ περὶ Παύλου λέγειν, ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρι‐
15κοῦ πεπληρωκότος τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ὕστερον ἐν τῇ Ῥώμῃ ἐπὶ Νέρωνος μεμαρτυρηκό‐
τος;91