TLG 2042 046 :: ORIGENES :: De resurrectione libri ii (fragmenta)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

De resurrectione libri ii (fragmenta)

Citation: Volume — page — (line)

11

.

96

Περὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου ἀπορεῖσθαι δύναται· τῶν μὲν ἁπλουστέρων οἰομένων ταῦτα λελέχθαι, ὡς ἀμφοτέρων μετὰ τῶν σωμάτων λαμβα‐ νόντων τὰ ἄξια τῶν τῷ βίῳ πεπραγμένων· τῶν δὲ
5ἀκριβεστέρων, ἐπεὶ μετὰ τὴν ἀνάστασιν οὐδεὶς ἐν βίῳ καταλείπεται, οὐκ ἐν τῇ ἀναστάσει οἰομένων ταῦτα γεγονέναι· λέγει γὰρ ὁ πλούσιος, ὅτι «πέντε ἀδελφοὺς ἔχω, καὶ ἵνα μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦ‐ τον τῆς βασάνου, πέμψον Λάζαρον ἀπαγγέλλοντα αὐ‐
10τοῖς τὰ ἐνταῦθα·» καὶ διὰ τούτων ζητούντων τὴν γλῶσσαν, καὶ τὸν δάκτυλον, καὶ τοὺς κόλπους Ἀβραὰμ, καὶ τὴν ἀνάκλισιν. Καὶ τάχα τὸ τῆς ψυχῆς ἅμα τῇ ἀπαλλαγῇ σχῆμα ὁμοειδὲς ὂν τῷ παχεῖ καὶ γηΐνῳ σώματι δύναται οὕτως λαμβάνεσθαι. Εἴ ποτε γοῦν
15ἱστόρηταί τις τῶν κεκοιμημένων φαινόμενος, ὅ‐ μοιος ἑώραται τῷ ὅτε τὴν σάρκα εἶχε σχήματι. Εἶτα· Ἀλλὰ καὶ ὁ Σαμουὴλ φαινόμενος, ὡς δῆλόν ἐστιν, ὁρατὸς ὢν, παρίστησιν ὅτι σῶμα περιέκειτο· μάλιστα ἐὰν ἀναγκασθῶμεν ὑπὸ τῶν ἀποδείξεων τὴν
20οὐσίαν τῆς ψυχῆς ἀσώματον εἶναι καὶ ταύτην ἀποφή‐ νασθαι. Ἀλλὰ καὶ ὁ κολαζόμενος πλούσιος, καὶ ὁ ἐν κόλποις Ἀβραὰμ πένης ἀναπαυόμενος, πρὸ τῆς παρ‐ ουσίας τοῦ Σωτῆρος καὶ πρὸ τῆς συντελείας τοῦ αἰῶνος, καὶ διὰ τοῦτο πρὸ τῆς ἀναστάσεως λεγό‐
25μενοι ὁ μὲν ἐν ᾅδου κολάζεσθαι, ὁ δὲ ἐν κόλποις Ἀβραὰμ ἀναπαύεσθαι, διδάσκουσιν ὅτι καὶ νῦν τῇ ἀπαλλαγῇ σώματι χρῆται ἡ ψυχή.
28tἘκ τῶν Μεθοδίου.
29Φράσας (Ὠριγένης) ἀποφήνασθαι τὸν Κύριον, ὡς
30«οἱ τῆς ἀναστάσεως τευξόμενοι ἔσονται τότε ὡς ἄγ‐ γελοι,» ἔνθα πειράζουσιν αὐτὸν οἱ Σαδδουκαῖοι, ἐπέ‐ φερεν· «Οἱ δὲ ἄγγελοι ἐκτὸς ὄντες σαρκὸς ἐν μακα‐ ριότητος ἀκρότητι, διὰ τοῦτο καὶ δόξης εἰσί· καὶ ἡμᾶς δὲ ἄρα ἐξισάζεσθαι μέλλοντας ἀγγέλοις ἀνάγκη
35δὴ σαρκῶν ὡσαύτως ἐκείνοις γυμνοὺς ἔσεσθαι
δεῖν.»96