TLG 2042 045 :: ORIGENES :: Epistula ad Africanum ORIGENES Theol., Origenes Adamantius Epistula ad Africanum Citation: Volume — page — (line) | ||
11.48(11t) | ΩΡΙΓΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ | |
12t | ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ. | |
---|---|---|
14 | Ὠριγένης Ἀφρικανῷ ἀγαπητῷ ἀδελφῷ ἐν Θεῷ | |
15 | Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἁγίου παιδὸς αὐτοῦ εὖ πράττειν. Ἡ μὲν σὴ ἐπιστολὴ, δι’ ἧς ἐμάνθανον ἃ ἐνέφηνας περὶ τῆς ἐν τῷ Δανιὴλ φερομένης ἐν ταῖς Ἐκκλησίαις Σωσάννης, βραχεῖα μέν τις εἶναι δοκεῖ· ἐν ὀλίγοις δὲ πολλὰ προβλήματα ἔχουσα, ὧν ἕκαστον | |
20 | ἐδεῖτο οὐ τῆς τυχούσης ἐξεργασίας, ἀλλὰ τοσαύτης, ὥστε ὑπερβαίνειν τὸν ἐπιστολικὸν χαρακτῆρα, καὶ συγγράμματος ἔχειν περιγραφήν. Ἐγὼ δὲ τὸ ἐμαυτοῦ τῆς διανοίας μέτριον, ὅση δύναμις, κατα‐ νοῶν, ἵνα μὴ ἀναισθητοίην ἐμαυτοῦ, θεωρῶ, ὅτι ἀπο‐ | |
25 | λείπομαι τῆς ἀπαιτουμένης ἀκριβείας εἰς τὴν ἀντι‐ γραφὴν τῆς ἐπιστολῆς σου· ὡς καὶ οὐδ’ ὀλίγαι τῆς | |
ἐν Νικομηδείᾳ διατριβῆς ἡμέραι μοι διήρκουν πρὸς | ||
11.49 | τὸ κἀν κατὰ τὴν παροῦσαν λέξιν περὶ ὧν ἐξῄτησας καὶ ἀπῄτησάς με, ἐπιστεῖλαί σοι. Διόπερ συγγνώμην ἀπονέμων τῇ τε μετριότητί μου καὶ τῇ ἀπὸ τοῦ και‐ ροῦ στενοχωρία, ἔντυχε τῇ ἐπιστολῇ μετὰ πάσης εὐ‐ | |
5 | νοίας, συνεισφέρων εἴ τι ὑφ’ ἡμῶν παραλέ‐ λειπται. Καὶ πρῶτόν γε ἔφασκες, ὅτι ἡνίκα διελεγόμην τῷ ἑταίρῳ ἡμῶν Βάσσῳ, καὶ συνεχρώμην τῇ τοῦ Δανιὴλ νεωτέρου προφητεύσαντος περὶ τῶν κατὰ τὴν | |
10 | Σωσάνναν Γραφῇ, τοῦτο πεποίηκα, ὡς λανθάνοντός με τοῦ μέρους τοῦ βιβλίου κεκιβδηλευμένου ὄντος. Καὶ ἔλεγες τὴν περικοπὴν ταύτην ἐπαινεῖν μέν πως ὡς τι χαρίεν· ἔφασκες δὲ ψέγειν ὡς οὖσαν σύγ‐ γραμμα νεωτερικὸν καὶ πεπλασμένον· καὶ ὅτι, ὡς | |
15 | οὐδὲ Φιλιστίων ὁ μῖμος, ἐχρήσατο ἀναπλάσας τὸ συγγραμμάτιον τῇ τῶν ὀνομάτων γειτνιάσει, πρίνου πρὸς πρίσιν, καὶ σχίνου πρὸς σχίσιν· Ἅπερ κατὰ μὲν τὴν Ἑλλήνων φωνὴν τοιαῦτα εἶναι δοκεῖ, κατὰ δὲ τὴν Ἑβραίων οὐδαμῶς. Ἴσθι τοίνυν πρὸς ταῦτα, | |
20 | τί χρὴ ἡμᾶς πράττειν οὐ περὶ τῶν κατὰ Σωσάνναν μόνον, ἐν μὲν τῷ καθ’ Ἕλληνας Ἑλληνικῷ φε‐ ρομένων ἐν πάσῃ Ἐκκλησίᾳ Χριστοῦ, παρὰ δὲ Ἑβραίοις μὴ κειμένων· οὐδὲ περὶ τῶν, ὡς ἔφασκες, ἄλλων δύο περικοπῶν τῶν ἐπὶ τέλει τοῦ βιβλίου περί | |
25 | τε τῶν κατὰ τὸν Βὴλ, καὶ τὸν δράκοντα ἀναγεγραμ‐ μένων, οὐδ’ αὐτῶν ἐν τῷ Δανιὴλ τῶν Ἑβραίων γεγραμ‐ μένων· ἀλλὰ καὶ περὶ ἄλλων μυρίων, ἂ κατὰ τὴν με‐ τριότητα ἡμῶν τοῖς Ἑβραϊκοῖς συγκρίναντες ἀντι‐ γράφοις τὰ ἡμέτερα, πολλαχοῦ εὕρομεν. Ἐν | |
30 | μὲν γὰρ αὐτῷ τῷ Δανιὴλ περὶ τῆς καμίνου τῆς | |
καιομένης, τὸ «πεπεδημένοι» εὕρομεν· ἐν δὲ τοῖς | ||
11.52 | ἡμετέροις ἀντιγράφοις περισσεύοντα παρὰ τὰ ἐν τοῖς Ἑβραϊκοῖς ἔπη οὐκ ὀλίγα, ὧν ἀρχὴ κατὰ μέν τινα τῶν φερομένων ἐν ταῖς ἐκκλησίαις ἦν οὕτως· «Προσ‐ ηύξαντο Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, καὶ | |
5 | ὕμνησαν τὸν Κύριον·» ἕως τοῦ· «Εὐλογεῖτε πάντες οἱ σεβόμενοι Κύριον τὸν Θεὸν τῶν θεῶν. Ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων. Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν, καὶ ἐθεώρει | |
10 | αὐτοὺς ζῶντας.» Κατὰ δὲ ἕτερα· «Καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλο‐ γοῦντες τὸν Κύριον·» ἕως τοῦ· «Εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν Κύριον τὸν Θεὸν τῶν θεῶν. Ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ | |
15 | ἔλεος αὐτοῦ.» Συνῆπτο δὲ ἐν τοῖς Ἑβραϊκοῖς τό· «Καὶ οἱ ἄνδρες ἐκεῖνοι οἱ τρεῖς Σεδρὰχ, Μισὰχ, Ἀβδενεγὼ, ἔπεσον εἰς μέσον τοῦ πυρὸς πεπεδημένοι·» τό τε· «Ὁ βασιλεὺς ὁ Ναβουχοδονόσορ ἐθαύμασε, καὶ ἀνέστη ἐν σπουδῇ, καὶ ἀπεκρίθη, καὶ εἶπε τοῖς μεγιστᾶσιν αὐ‐ | |
20 | τοῦ.» Οὕτω γὰρ Ἀκύλας δουλεύων τῇ Ἑβραϊκῇ λέξει ἐκδέδωκεν εἰπών· φιλοτιμότερον πεπιστευμένος παρὰ Ἰουδαίοις ἡρμηνευκέναι τὴν Γραφήν· ᾧ μάλιστα εἰώθασι οἱ ἀγνοοῦντες τὴν Ἑβραίων διάλεκτον χρῆσθαι, ὡς πάντων μᾶλλον ἐπιτετευγμένῳ. Τὰ δὲ | |
25 | παρ’ ἡμῖν ἀντίγραφα, ὧν καὶ τὰς λέξεις ἐξεθέμην, τὸ μὲν ἦν κατὰ τοὺς Οʹ· τὸ δὲ ἕτερον κατὰ Θεοδοτίωνα· καὶ ὥσπερ παρ’ ἀμφοτέροις ἔκειτο τὸ περὶ τὴν Σωσάνναν, ὡς σὺ φὴς, πλάσμα, καὶ αἱ τελευταῖαι ἐν τῷ Δανιὴλ περικοπαί· οὕτω καὶ ταῦτα ἐν ἔπεσιν, ὡς στοχασμῷ εἰπεῖν, τυγχάνοντα διακοσίοις καὶ πρός. | |
30 | γ. Καὶ ἐν ἄλλοις δὲ πολλοῖς ἁγίοις βιβλίοις εὕρομεν, πὴ μὲν πλείονα παρ’ ἡμῖν κείμενα ἢ παρ’ Ἑβραίοις, πὴ δὲ λείποντα. Παραδείγματος δὲ ἕνεκεν, ἐπεὶ μὴ | |
πάντα οἷόν τέ ἐστι περιλαβεῖν, ὀλίγα ἐκθησό‐ | ||
11.53 | μεθα. Οἷον ἐκ τῆς Ἐσθὴρ οὔτε ἡ τοῦ Μαρδοχαίου εὐχὴ, οὔτε ἡ τῆς Ἐσθὴρ, οἰκοδομῆσαι δυνάμεναι τὸν ἐντυγχάνοντα, παρ’ Ἑβραίοις φέρονται· ἀλλ’ οὐδὲ αἱ ἐπιστολαί· ἀλλ’ οὐδὲ ἡ τῷ Ἀμμὰν ἐπὶ καθαιρέσει | |
5 | τοῦ τῶν Ἰουδαίων ἔθνους γεγραμμένη, οὐδὲ ἡ τοῦ Μαρδοχαίου ἐξ ὀνόματος Ἀρταξέρξου ἀπολύουσα τοῦ θανάτου τὸ ἔθνος. Ἀλλὰ καὶ ἀπὸ τοῦ Ἰὼβ, τὰ ἀπὸ τοῦ· «Γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι, μεθ’ ὧν ὁ Κύριος ἀνίστησιν,» ἄχρι τέλους, οὐ | |
10 | κεῖται παρὰ τοῖς Ἑβραίοις· διόπερ οὐδὲ παρὰ τῷ Ἀκύλᾳ· παρὰ δὲ τοῖς Οʹ, καὶ Θεοδοτίωνι τὰ ἰσοδυνα‐ μοῦντα ἀλλήλοις. Καὶ ἄλλα δὲ μυρία εὕρομεν ἐν τῷ Ἰὼβ, καὶ κατ’ ὀλίγον, καὶ ἐπὶ πλέον ἐν τοῖς ἡμετέ‐ ροις ἀντιγράφοις, ἢ ἐν τοῖς παρὰ Ἰουδαίοις, κατ’ | |
15 | ὀλίγον μὲν, ὅτε «ἀνιστάμενος τὸ πρωῒ προσέφερε περὶ αὐτῶν θυσίας, κατὰ τὸν ἀριθμὸν αὐτῶν,» τό· | |
«μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν.» | ||
11.56 | Καὶ ὅτε «ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Θεοῦ, καὶ ὁ διάβολος ἦλθε μετ’ αὐτῶν,» τό· «Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπα‐ τήσας ἐν αὐτῇ.» Ἔτι δὲ οὐκ ἦν παρ’ Ἑβραίοις μετὰ | |
5 | τό· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· «Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο.» Πλείονα δὲ ἐν τοῖς ἡμετέροις παρὰ τὰ Ἑβραϊκὰ, ὅτε εἶπε τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ, ἀπὸ τοῦ· «Μέχρι τίνος καρ‐ τερήσεις; λέγων· Ἰδοὺ, ἀναμενῶ χρόνον ἔτι μικρὸν | |
10 | προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου,» ἕως τοῦ· «ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσι·» μόνον γὰρ τὰ ῥητὰ τῆς γυναικὸς ἀναγέγραπται· τό· «Ἀλλ’ εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα.» | |
16 | Πάλιν τε αὖ πλεῖστά τε ὅσα διὰ μέσου ὅλου τοῦ Ἰὼβ παρ’ Ἑβραίοις μὲν κεῖται, παρ’ ἡμῖν δὲ οὐχί· καὶ πολλάκις μὲν ἔπη τέσσαρα ἢ τρία, ἔσθ’ ὅτε δὲ καὶ δεκατέσσαρα καὶ δεκαεννέα καὶ δεκαέξ. Καὶ τί | |
20 | με δεῖ καταλέγειν ἃ μετὰ πολλοῦ καμάτου ἀνελεξά‐ μεθα, ὑπὲρ τοῦ μὴ λανθάνειν ἡμᾶς τὴν διαφορὰν τῶν παρὰ Ἰουδαίοις καὶ ἡμῖν ἀντιγράφων; Πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῷ Ἱερεμίᾳ κατενοήσαμεν, ἐν ᾧ καὶ πολλὴν μετάθεσιν καὶ ἐναλλαγὴν τῆς λέξεως τῶν | |
25 | προφητευομένων εὕρομεν. Καὶ ἐν τῇ Γενέσει δὲ τό· «Εἶδεν ὁ Θεὸς, ὅτι καλὸν,» ἐπὶ τῷ γενέσθαι στε‐ ρέωμα, παρ’ Ἑβραίοις οὐχ εὑρίσκεται· καὶ πρό‐ βλημα δέ ἐστι παρ’ αὐτοῖς οὐ τὸ τυχὸν τοῦτο. Καὶ | |
ἄλλα δὲ ἔστιν εὑρεῖν ἐν τῇ Γενέσει, οἷς σημεῖα παρε‐ | ||
11.57 | θήκαμεν τοὺς καλουμένους παρ’ Ἕλλησιν ὀβελοὺς, ἵν’ ἡμῖν γνώριμον ᾖ τὸ τοιοῦτον· ὡς πάλιν ἀστερί‐ σκους, τοῖς κειμένοις μὲν ἐν τῷ Ἑβραϊκῷ, παρ’ ἡμῖν δὲ μὴ εὑρισκομένοις. Τί δέ με δεῖ λέγειν περὶ τῆς | |
5 | Ἐξόδου, ἔνθα τὰ περὶ τὴν σκηνὴν καὶ τὴν αὐλὴν αὐ‐ τῆς, καὶ τὴν κιβωτὸν, καὶ τὰ ἐνδύματα τοῦ ἀρχιερέως, καὶ τῶν ἱερέων, ἐπὶ πολὺ παρήλλακται, ὡς μηδὲ τὴν διάνοιαν παραπλησίαν εἶναι δοκεῖν; Ὥρα τοίνυν, εἰ μὴ λανθάνει ἡμᾶς τὰ τοιαῦτα, ἀθετεῖν τὰ ἐν ταῖς | |
10 | Ἐκκλησίαις φερόμενα ἀντίγραφα, καὶ νομοθετῆσαι τῇ ἀδελφότητι, ἀποθέσθαι μὲν τὰς παρ’ αὐτοῖς ἐπιφερο‐ μένας ἱερὰς βίβλους, κολακεύειν δὲ Ἰουδαίους, καὶ πείθειν, ἵνα μεταδῶσιν ἡμῖν τῶν καθαρῶν, καὶ μηδὲν | |
πλάσμα ἐχόντων. Ἆρα δὲ καὶ ἡ Πρόνοια, ἐν ἁγίαις | ||
11.60 | Γραφαῖς δεδωκυῖα πάσαις ταῖς Χριστοῦ Ἐκκλη‐ σίαις οἰκοδομὴν, οὐκ ἐφρόντισε «τῶν τιμῆς ἀγορα‐ σθέντων, ὑπὲρ ὧν Χριστὸς ἀπέθανεν·» οὗ Υἱοῦ ὄντος «οὐκ ἐφείσατο ὁ Θεὸς,» ἡ ἀγάπη, «ἀλλ’ ὑπὲρ ἡμῶν | |
5 | πάντων παρέδωκεν αὐτὸν, ἵνα σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται;» Πρὸς ταῦτα δὲ σκόπει, εἰ μὴ καλὸν μεμνῆσθαι τοῦ· «Οὐ μεταθήσεις ὅρια αἰώνια, ἃ ἔστησαν οἱ πρό‐ τεροί σου;» Καὶ ταῦτα δὲ φημὶ οὐχὶ ὄκνῳ τοῦ ἐρευ‐ | |
10 | νᾷν καὶ τὰς κατὰ Ἰουδαίους Γραφὰς, καὶ πάσας τὰς ἡμετέρας ταῖς ἐκείνων συγκρίνειν, καὶ ὁρᾷν τὰς ἐν αὐταῖς διαφοράς. Εἰ μὴ φορτικὸν γοῦν εἰπεῖν, ἐπὶ πολὺ τοῦτο, ὅση δύναμις, πεποιήκαμεν, γυμνάζοντες αὑτῶν τὸν νοῦν ἐν πάσαις ταῖς ἐκδόσεσι καὶ ταῖς δια‐ | |
15 | φοραῖς αὐτῶν, μετὰ τοῦ ποσῶς μᾶλλον ἀσκεῖν τὴν ἑρμηνείαν τῶν Οʹ· ἵνα μή τι παραχαράττειν δο‐ κοίημεν ταῖς ὑπὸ τὸν οὐρανὸν Ἐκκλησίαις, καὶ προφάσεις διδῶμεν τοῖς ζητοῦσιν ἀφορμὰς, ἐθέλουσι τοὺς ἐν μέσῳ συκοφαντεῖν, καὶ τῶν διαφαινομένων | |
20 | ἐν τῷ κοινῷ κατηγορεῖν. Ἀσκοῦμεν δὲ μὴ ἀγνοεῖν καὶ τὰς παρ’ ἐκείνοις, ἵνα, πρὸς Ἰουδαίους διαλεγό‐ | |
μενοι, μὴ προφέρωμεν αὐτοῖς τὰ μὴ κείμενα ἐν | ||
11.61 | τοῖς ἀντιγράφοις αὐτῶν, καὶ ἵνα συγχρησώμεθα τοῖς φερομένοις παρ’ ἐκείνοις· εἰ καὶ ἐν τοῖς ἡμετέροις οὐ κεῖται βιβλίοις· τοιαύτης γὰρ οὔσης ἡμῶν τῆς πρὸς αὐτοὺς ἐν ταῖς ζητήσεσι παρασκευῆς, οὐ κατα‐ | |
5 | φρονήσουσιν, οὐδ’ ὡς ἔθος αὐτοῖς, γελάσονται τοὺς ἀπὸ τῶν ἐθνῶν πιστεύοντας, ὡς τ’ ἀληθῆ καὶ παρ’ αὐτοῖς ἀναγεγραμμένα ἀγνοοῦντας. Ταῦτα μὲν οὖν εἰρήσθω πρὸς τὸ μὴ φέρεσθαι παρ’ Ἑβραίοις τὰ περὶ Σωσάννης. | |
10 | Ἴδωμεν δὲ καὶ ἃ προσφέρεις τῷ λόγῳ ἐγκλήματα. Καὶ πρῶτόν γε ἀρξώμεθα ἀπὸ τοῦ δυνηθέντος ἂν δυσωπῆσαι πρὸς τὸ μὴ παραδέξασθαι τὴν ἱστο‐ ρίαν· ὅπερ ἐστὶ τὸ περὶ τὴν παρωνυμίαν πρίνου μὲν πρὸς πρίσιν, σχίνου δὲ πρὸς σχίσιν· περὶ οὗ σὺ | |
15 | μὲν ἀπεφήνω, ὡς καταλαβὼν τίνα τρόπον ἐν μὲν ἑλ‐ ληνικαῖς φωναῖς τοιαῦτα ὁμοφωνεῖν συμβαίνει, ἐν δὲ τῇ Ἑβραΐδι τῷ παντὶ διέστηκεν· ἐγὼ δὲ ἔτι ἀμφιβάλλω· ἐπείπερ φροντίσας τῶν κατὰ τὸν τόπον, τῷ καὶ αὐτὸς ἠπορηκέναι ἐν αὐτοῖς, οὐκ ὀλίγοις | |
20 | Ἑβραίοις ἀνεθέμην πυνθανόμενος, πῶς παρ’ αὐτοῖς ὀνομάζεται πρῖνος, καὶ πῶς λέγουσι τὸ πρίζειν· ἔτι δὲ εἰς τί μεταλαμβάνουσι τὴν σχῖνον τὸ φυτὸν, καὶ πῶς τὸ σχίζειν ὀνομάζουσιν. Οἱ δὲ τὴν Ἑλληνι‐ κὴν ἔφασκον ἀγνοεῖν φωνὴν τὴν πρίνου καὶ τὴν | |
25 | σχίνου· ἀπῄτουν δὲ αὑτοῖς δειχθῆναι τὰ δένδρα, ἵν’ εἴδειεν ποίας ἐπὶ τούτων αὐτοὶ τάσσουσι φωνάς. Καὶ (φίλη γὰρ ἡ ἀλήθεια), οὐκ ἠπόρησα αὐτοῖς ὄψει παραστῆσαι τὰ ξύλα. Ἄλλος δὲ ἔφασκε τὰ μὴ ὀνο‐ μασθέντα τῶν Γραφῶν ποὺ οὐκ ἔχειν διαβεβαιώσα‐ | |
30 | σθαι, ὅπως Ἑβραϊστὶ λέγεται· προπετὲς δὲ εἶναι, τὸν ἀπορήσαντα φωνῇ τῇ Συριακῇ χρήσασθαι ἀντὶ τῆς Ἑβραΐδος· καὶ ἔλεγε, καὶ παρὰ τοῖς πάνυ σοφοῖς ἐνίοτε λέξεις τινὰς ζητεῖσθαι. Εἰ μὲν οὖν, φησὶ, ἔχεις τι παραστῆσαι τὴν σχῖνον ὅπως ποτὲ ὀνομασθεῖ‐ | |
35 | σαν ἔν τινι Γραφῇ, ἢ τὴν πρῖνον, ἐκεῖθεν ἂν εὕροιμεν τὸ ζητούμενον, καὶ τὴν παρ’ αὐτὰ παρωνυμίαν· εἰ δὲ μηδαμοῦ ὠνομάσθη, καὶ ἡμᾶς διαλανθάνει τὸ τοιοῦτον. Τούτων οὖν ὅσον ἐπὶ μὴ ἱστορίᾳ ὑπὸ Ἑβραίων, οἷς συνέμιξα, εἰρημένων, ἐγὼ μὲν εὐλαβῶς | |
40 | ἔχω ἀποφήνασθαι, πότερον καὶ παρ’ Ἑβραίοις ἡ ἰσο‐ δυναμία τῶν κατὰ ταῦτα παρωνυμιῶν σώζεται, ἢ οὔ· σὺ δὲ ὅπως διεβεβαιώσω, αὐτὸς οἶδας ἴσως. Μέμνημαι μέν τοί γε φιλομαθεῖ Ἑβραίῳ, καὶ χρη‐ | |
ματίζοντι παρ’ αὐτοῖς σοφοῦ υἱῷ, ἀνατραφέντι | ||
11.64 | ἐπὶ τὸ διαδέξασθαι τὸν πατέρα, συμμίξας περὶ πλειό‐ νων· ἀφ’ οὗ ὡς μὴ ἀθετουμένης τῆς περὶ Σωσάννης ἱστορίας ἐμάνθανον καὶ τὰ τῶν πρεσβυτέρων ὀνό‐ ματα, ὡς παρὰ τῷ Ἱερεμίᾳ κείμενα τοῦτον ἔχοντα | |
5 | τὸν τρόπον· «Ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε, καὶ ὡς Ἀχιὰβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυ‐ λῶνος ἐν πυρὶ δι’ ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραήλ.» Πῶς ὁ μὲν ὑπ’ ἀγγέλου πρίζεται, ὁ δὲ σχίζεται; λε‐ κτέον, οὐ κατὰ τὸν ἐνεστῶτα αἰῶνα ταῦτα αὐτοῖς προ‐ | |
10 | φητεύεσθαι, ἀλλ’ εἰς τὴν ὑπὸ Θεοῦ μετὰ τὴν ἐντεῦ‐ θεν ἔξοδον κρίσιν. Ὡς γὰρ τὸν πονηρὸν οἰκονόμον λέγοντα· «Χρονίζει ὁ κύριός μου ἔρχεσθαι·» καὶ διὰ τοῦτο μέθαις σχολάζοντα, καὶ ἐσθίοντα καὶ πί‐ νοντα μετὰ τῶν μεθυόντων, καὶ τύπτοντα τοὺς συν‐ | |
15 | δούλους, ὁ κύριος ἐλθὼν «διχοτομήσει, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει·» οὕτω καὶ τούτους πρεσβυτέρους μὲν χρηματίσαντας, κακῶς δὲ τὴν οἰκο‐ νομίαν οἰκονομήσαντας, ἀναλόγως τῷ ἐκεῖ διχοτομεῖ‐ σθαι τὸν μοχθηρὸν οἰκονόμον, ἄγγελοι ἐπὶ τῶν κολάσεων | |
20 | τεταγμένοι τινὲς ταῦτα διαθήσουσι· καὶ ὁ μὲν σχίσει «πεπαλαιωμένον ἡμερῶν κακῶν, κρίναντα κρί‐ σεις ἀδίκους, καὶ τοὺς μὲν ἀθώους κατακρίναντα, ἀπο‐ λύοντα δὲ τοὺς αἰτίους·» ὁ δὲ πρίσει ὡς «σπέρμα λα‐ ναὰν ὑπάρχοντα, καὶ οὐκ Ἰούδα, τὸν ὑπὸ τοῦ κάλλους | |
25 | ἐξηπατημένον, καὶ ὑπὸ τῆς ἐπιθυμίας διαστραφέντα τὴν καρδίαν.» Καὶ ἕτερον δὲ οἶδα Ἑβραῖον, περὶ τῶν πρεσβυτέ‐ ρων τούτων τοιαύτας παραδόσεις φέροντα, ὅτι τοῖς ἐν τῇ αἰχμαλωσίᾳ ἐλπίζουσιν διὰ τῆς Χριστοῦ | |
30 | ἐπιδημίας ἐλευθερωθήσεσθαι ἀπὸ τῆς ὑπὸ τοῖς ἐχθροῖς δουλείας προσεποιοῦντο οἱ πρεσβύτεροι οὗτοι ὡς εἰδότες τὰ περὶ Χριστοῦ σαφηνίζειν· καὶ ἑκάτε‐ ρος αὐτῶν ἀνὰ μέρος ᾗ περιετύγχανε γυναικὶ, καὶ ἣν διαφθεῖραι ἐβούλετο, ἐν ἀποῤῥήτῳ δῆθεν ἔφασκεν, | |
35 | ὡς ἄρα δέδοται αὐτῷ ἀπὸ Θεοῦ σπεῖραι τὸν Χριστόν· | |
εἶτ’ ἀπατωμένη τῇ ἐλπίδι τοῦ γεννῆσαι τὸν | ||
11.65 | Χριστὸν ἡ γυνὴ, ἐπεδίδου ἑαυτὴν τῷ ἀπατῶντι· καὶ οὕτως ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν οἱ πρε‐ σβύτεροι Ἀχιὰβ καὶ Σεδεκίας. Διὸ καλῶς ὑπὸ τοῦ Δανιὴλ ὁ μὲν εἴρηται «πεπαλαιωμένος ἡμερῶν κα‐ | |
5 | κῶν·» ὁ δὲ ἤκουσε τό· «Οὕτως ἐποιεῖτε ταῖς θυγα‐ τράσιν Ἰσραὴλ, κἀκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλ’ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν ἀνομίαν ὑμῶν.» Τάχα γὰρ ἀπάτη καὶ φόβος δυνάμενα ἐν ταῖς γυναι‐ ξὶν, ἐποίει αὐτὰς παρέχειν ἑαυτῶν τὰ σώματα τοῖς | |
10 | λεγομένοις τούτοις πρεσβυτέροις. Ἀλλ’ εἰκὸς πρὸς ταῦτά σε ζητήσειν τί δή‐ ποτε οὐ φέρεται παρ’ αὐτοῖς ἐν τῷ Δανιὴλ ἡ ἱστορία, εἰ, ὡς φῂς, τοιαῦτα περὶ αὐτῆς οἱ σοφοὶ αὐτῶν πα‐ ραδιδόασι. Λεκτέον δὲ πρὸς ταῦτα, ὅτι ὅσα δεδύνηνται | |
15 | τῶν περιεχόντων κατηγορίαν πρεσβυτέρων, καὶ ἀρ‐ χόντων, καὶ κριτῶν, περιεῖλον ἀπὸ τῆς γνώσεως τοῦ λαοῦ, ὧν τινὰ σώζεται ἐν ἀποκρύφοις. Καὶ τούτου παράδειγμα δώσομεν τὰ περὶ τὸν Ἡσαΐαν ἱστορού‐ μενα, καὶ ὑπὸ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς μαρ‐ | |
20 | τυρούμενα, ἐν οὐδενὶ τῶν φανερῶν βιβλίων γεγραμ‐ μένα· περὶ γὰρ τῶν προφητῶν διεξερχόμενος, καὶ ὧν πεπόνθασιν, ὁ τὴν πρὸς Ἑβραίους γράψας φησίν· «Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον.» Πευσόμεθα γὰρ ἐπὶ τίνα ἀναφέρη‐ | |
25 | ται τὸ, «ἐπρίσθησαν,» κατά τι ἔθος ἀρχαῖον οὐ μόνον Ἑβραϊκὸν, ἀλλὰ καὶ Ἑλληνικὸν, πληθυντικῶς λεγόμενον περὶ ἑνός. Σαφὲς δ’ ὅτι αἱ παραδό‐ σεις λέγουσι πεπρίσθαι Ἡσαΐαν τὸν προφήτην· καὶ ἔν τινι ἀποκρύφῳ τοῦτο φέρεται· ὅπερ τάχα | |
30 | ἐπίτηδες ὑπὸ Ἰουδαίων ῥερᾳδιούργηται, λέξεις τινὰς τὰς μὴ πρεπούσας παρεμβεβληκότων τῇ γραφῇ, ἵν’ ἡ ὅλη ἀπιστηθῇ· ἀλλ’ εἰκός τινα, θλιβόμενον ἀπὸ τῆς εἰς ταῦτα ἀποδείξεως, συγχρήσασθαι τῷ | |
βουλήματι τῶν ἀθετούντων τὴν Ἐπιστολὴν, ὡς οὐ | ||
11.68 | Παύλῳ γεγραμμένην· πρὸς ὃν ἄλλων λόγων κατ’ ἰδίαν χρῄζομεν εἰς ἀπόδειξιν τοῦ εἶναι Παύλου τὴν ἐπιστολήν. Παραθήσομαι οὖν ἐπὶ τοῦ παρόντος ἀπὸ τοῦ Εὐαγγελίου τὰ ὑπὸ Ἰησοῦ Χριστοῦ περὶ τῶν | |
5 | προφητῶν μαρτυρούμενα, καὶ ἱστορίαν ὑπ’ αὐτοῦ μὲν λεγομένην, ἐν δὲ ταῖς παλαιαῖς Γραφαῖς μὴ φε‐ ρομένην, ἐπεὶ καὶ αὐτὴ κατηγορίαν περιέχει τῶν ἀνόμων ἐν τῷ Ἰσραὴλ κριτῶν ἔχει δὲ οὕτως ἡ ὑπὸ τοῦ Σωτῆρος εἰρημένη λέξις. «Οὐαὶ ὑμῖν, γραμμα‐ | |
10 | τεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. Ὥστε μαρτυρεῖτε ἑαυ‐ | |
15 | τοῖς, ὅτι υἱοὶ ἐστὲ τῶν φονευσάντων τοὺς προφήτας. Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; Διὰ τοῦτο ἰδοὺ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς. | |
20 | Ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν, καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν, ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχα‐ | |
25 | ρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.» Καὶ τὸ ἑξῆς δὲ τούτων, οὐκ ἀπᾴδει τῶν προκειμένων οὕτως ἔχον· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνασα τοὺς προ‐ | |
30 | φήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὑτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἐθελήσατε· ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Καὶ ἴδωμέν γε εἰ μὴ λεκτέον, | |
35 | ἐν τούτοις, τὸν μὲν Σωτῆρα ἀληθεύειν, οὐχ εὑρίσκε‐ σθαι δὲ τὰς Γραφὰς, ὅσαι δηλοῦσι τὰ ὑπὸ τοῦ Σωτῆ‐ ρος ἱστορούμενα· οἱ γὰρ οἰκοδομοῦντες τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμοῦντες τὰ μνημεῖα τῶν δι‐ | |
καίων, καταγνόντες τῶν ὑπὸ τῶν πρεσβυτέρων εἰς | ||
11.69 | τοὺς δικαίους καὶ εἰς τοὺς προφήτας τετολμημένων, φασίν· «Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.» Λεγέτω τις οὖν ἡμῖν, ποίων προφητῶν | |
5 | τῷ αἵματι; Ποῦ γὰρ ἀναγέγραπταί τι τῶν τοιού‐ των περὶ Ἡσαΐου, ἢ Ἱερεμίου, ἢ τινὸς τῶν ιβʹ, ἢ τοῦ Δανιήλ; Ἀλλὰ καὶ περὶ τοῦ Ζαχαρίου υἱοῦ Βαραχίου φονευθέντος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἀπὸ μὲν Ἰησοῦ μεμαθήκαμεν, ἀπ’ οὐ‐ | |
10 | δεμιᾶς δὲ ἄλλης Γραφῆς ἔγνωμεν. Διὸ οὐδὲν οἶμαι ἄλλο οἰκονομεῖσθαι, ἢ τοὺς νομιζομένους σοφοὺς, καὶ ἄρχοντας, καὶ πρεσβυτέρους τοῦ λαοῦ ὑπεξελεῖν τὰ τοιαῦτα, ὅσα περιεῖχεν αὐτῶν κατηγορίαν παρὰ τῷ λαῷ. Οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ ἀληθῆ τυγχάνου‐ | |
15 | σαν τὴν περὶ Σωσάνναν ἐπιβουλευθεῖσαν ὑπὸ ἀκολά‐ στων πρεσβυτέρων ἱστορίαν οἱ μὴ μακρὰν τυγχάνον‐ τες τῆς προαιρέσεως τῶν πρεσβυτέρων ἐκείνων ἐξέ‐ κλεψαν, καὶ ὑφεῖλον ἀπὸ τῶν Γραφῶν. Καὶ ἐν ταῖς | |
Πράξεσι δὲ τῶν ἀποστόλων ὁ Στέφανος μαρτυρῶν | ||
11.72 | ἐπὶ πολλοῖς, καὶ ταῦτα λέγει· «Τίνα τῶν προ‐ φητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν, καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δι‐ καίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε;» | |
5 | Ἀληθεύειν μὲν γὰρ τὸν Στέφανον πᾶς ὁστισοῦν τῶν προσιεμένων τὰς Πράξεις τῶν ἀποστόλων ὁμολογήσει· ἀποδεῖξαι δὲ καὶ ἀπὸ τῆς παλαιᾶς Διαθήκης, πῶς εὐλόγως μέμφεται τοῖς πατράσι τῶν εἰς τὸν Ἰησοῦν ἀπιστούντων, ὡς διώξασι τοὺς προφήτας καὶ ἀπο‐ | |
10 | κτείνασιν, οὐ δυνατὸν ἀπὸ τῶν φερομένων βιβλίων τῆς Καινῆς Διαθήκης· καὶ ὁ Παῦλος ἐν τῇ προτέρᾳ τῆς πρὸς Θεσσαλονικεῖς ἐπιστολῆς ταῦτα περὶ Ἰου‐ δαίων μαρτυρῶν φησίν· «Ὑμεῖς γὰρ μιμηταὶ ἐγενή‐ θητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰου‐ | |
15 | δαίᾳ ἐν Χριστῷ Ἰησοῦ· ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπά‐ θετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐ‐ τοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτει‐ νάντων, καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάν‐ των, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώ‐ | |
20 | ποις ἐναντίων· κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσι.» Καὶ οἶμαι δὲ ἀποδεδειχέναι ἐν τοῖς προκειμένοις, ὅτι οὐδὲν ἄτοπόν ἐστι, γεγονέναι μὲν τὴν ἱστορίαν, καὶ τὴν μετὰ πολλῆς ἀκολασίας ὠμότητα τετολμῆσθαι τοῖς τότε πρεσβυτέροις κατὰ τῆς Σωσάννης, καὶ γεγράφθαι μὲν προνοίᾳ τοῦ Πνεύ‐ ματος, ὑπεξαιρεῖσθαι δὲ, ὡς ἂν εἴποι τὸ Πνεῦμα, ὑπὸ τῶν ἀρχόντων Σοδόμων. Πρὸς τούτοις ἔφασκες, ὅτι ὁ Δανιὴλ ὑπὸ μὲν τῆς | |
25 | Γραφῆς ταύτης λέγεται Πνεύματι ληφθεὶς ἐκβεβοηκέ‐ ναι, ὡς ἀδίκως ἡ ἀπόφασις ἔχοι, ἡ δὲ φερομένη ὁμολογουμένως ὑπ’ αὐτοῦ Γραφὴ ἄλλῳ τρόπῳ πε‐ ριέχει αὐτὸν προφητεύοντα, τουτέστιν ὁράμασι, καὶ ὀνείροις, καὶ ἀγγέλου ἐπιφανείᾳ· οὐδαμοῦ δὲ ἐπι‐ | |
30 | πνοίᾳ προφητικῇ. Σὺ δέ μοι ἔοικας μὴ πάνυ τετηρη‐ κέναι τὸ, «Πολυμερῶς καὶ πολυτρόπως πάλαι τὸν Θεὸν λελαληκέναι τοῖς πατράσιν ἐν τοῖς προφήταις,» οὐ μόνον ἐν τοῖς πᾶσιν, ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἕνα. Παρατηρήσας δὲ εὑρήσεις τοῖς αὐτοῖς ἁγίοις καὶ ἐνύ‐ | |
35 | πνια γενόμενα θεῖα καὶ ἐπιφανείας ἀγγελικὰς, καὶ ἐπιπνοίας. Ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος μαρτυρίαις χρήσασθαι τοῖς περὶ τοῦ Ἰακὼβ γεγραμμέ‐ νοις· ὃς περὶ μὲν θείων ἐνυπνίων τοιαῦτα διηγεῖται· «Καὶ ἐγένετο, ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, | |
40 | καὶ εἶδον ἐν τοῖς ὀφθαλμοῖς μου αὐτὰ ἐν ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι, καὶ ποικίλοι, καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ’ ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπον· Τί ἐστι; καὶ εἶ‐ | |
45 | πεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τρά‐ γους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διαλεύκους, καὶ ποικίλους, καὶ σπο‐ δοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλει‐ | |
11.72(50) | ψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν. Νῦν | |
11.73 | οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γεννήσεώς σου.» Περὶ δὲ ἐπι‐ φανείας ὕπαρ κρείττονος, ταῦτα περὶ αὐτοῦ εἴρηται· «Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρω‐ | |
5 | πος μετ’ αὐτοῦ ἕως πρωΐ. Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Ἀπό‐ στειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή | |
10 | σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σου; Ὁ δὲ εἶπεν· Ἰακώβ· εἶπε δὲ αὐτῷ· Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ | |
15 | εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου· καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκεί‐ νου Εἶδος Θεοῦ· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσ‐ ωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ ὁ ἥλιος, | |
20 | ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ.» Ὅτι δὲ καὶ ἐξ ἐπιπνοίας προφητεύει, δῆλον ἐκ τούτων· «Ἐκά‐ λεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπε· Συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί ἀποβήσεται ὑμῖν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ἰακὼβ, | |
25 | ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν· Ῥουβὶμ πρωτό‐ τοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκλη‐ ρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης· ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ ἀνέ‐ | |
30 | βης.» Ὁμοίως δὲ καὶ πρὸς τοὺς λοιποὺς αἱ εὐλογίαι προφητεῖαι οὖσαι ἐξ ἐπιπνοίας εἴρηνται. Οὐδὲν τοίνυν θαυμαστὸν καὶ τὸν Δανιὴλ, ὁτὲ μὲν ἐξ ἐπιπνοίας λε‐ λαληκέναι τὸν κατὰ τῶν πρεσβυτέρων ἔλεγχον, ὁτὲ δὲ ἐνυπνίοις, ὡς καὶ σὺ φὴς, ἢ ὁράσει τε, καὶ ἄλ‐ | |
35 | λοτε γεγονέναι αὐτῷ ἀγγέλου ἐπιφάνειαν. Τά γε μὴν ἄλλα σου ἐπαπορήματα ἐδόκει μοι ἀσεμ‐ νότερον εἰρῆσθαι, καὶ οὐκ ἔχεσθαι τῆς πρεπούσης σοι εὐλαβείας· οὐ χεῖρον δὲ θεῖναι τὸ αὐταῖς λέξεσιν ὑπὸ σοῦ γεγραμμένον οὕτως· «Ἔπειτα μετὰ τὸ θαυ‐ | |
40 | μασίως πως οὕτως ἀποφθέγξασθαι, καὶ παραδοξότατά πως αὐτοὺς ἀπελέγχει, ὡς οὐδὲ Φιλιστίων ὁ μῖμος· οὐ γὰρ ἐξήρκει ἡ διὰ τοῦ Πνεύματος ἐπίπληξις, ἀλλ’ ἰδίᾳ διαστήσας ἑκάτερον αὐτῶν, ἐρωτᾷ ποῦ θεάσαιτο αὐτὴν μοιχωμένην. Ὡς δὲ ὁ μὲν ὑπὸ πρῖνον ἔφασκεν, | |
45 | ἀποκρίνεται πρίσειν αὐτὸν τὸν ἄγγελον· τῷ δὲ ὑπὸ σχῖνον εἰρηκότι, σχισθῆναι παραπλησίως ἀπειλεῖ.» Ὥρα γὰρ παραβάλλειν ἄλλο τούτῳ παραπλήσιον εἰρη‐ μένον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅπερ καὶ αὐτὸς ὁμολογήσεις ὑγιῶς ἀναγεγράφθαι, τῷ Φιλιστίωνος | |
11.73(50) | μίμῳ. Ἔχει δὲ οὕτως ἡ ἀπὸ τῶν Βασιλειῶν λέξις· «Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ, καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. Καὶ εἶπεν ἡ γυνὴ μία· Ἐν ἐμοὶ, κύριέ μου. Ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνὶ, καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ. Καὶ ἐγενήθη ἐν | |
55 | τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, καὶ ἔτεκε καὶ ἡ | |
γυνὴ αὕτη. Καὶ ἡμεῖς κατὰ τὸ αὐτό. Οὐκ ἔστιν οὐδὲ | ||
11.76 | εἷς ἐν τῷ οἴκῳ ἡμῶν παρὲξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ. Καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ’ αὐτόν. Καὶ ἀνέστη μέσης τῆς νυκτός· καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν | |
5 | μου· καὶ ἡ δούλη σου ὕπνουν. Καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνεῶτα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου. Καὶ ἀνέστην τὸ πρωῒ θηλάσαι τὸν υἱόν μου· κἀκεῖνος ἦν τεθνηκώς. Καὶ ἰδοὺ κατενόησα αὐτὸν τὸ πρωΐ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός | |
10 | μου ὃν ἔτεκον. Καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα· Οὐχί· ἀλλ’ ὁ υἱός σου ἐστὶν ὁ νεκρὸς, ὁ υἱὸς δὲ ὁ ἐμὸς ὁ ζῶν. Ἡ δὲ ἄλλη καὶ αὐτὴ ἔλεγεν· Οὐχὶ, ἀλλ’ ὁ υἱός μου ὁ ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς. Καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς· Σὺ λέγεις· | |
15 | Οὗτός μου ὁ υἱὸς ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνη‐ κώς. Καὶ σὺ λέγεις· Οὐχὶ, ἀλλ’ ὁ υἱός μου ὁ ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς. Καὶ εἶπεν ὁ βασιλεύς· Λά‐ βετέ μοι μάχαιραν. Καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως. Καὶ εἶπεν ὁ βασιλεύς· Διέλετε | |
20 | τὸ παιδίον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ, τὸ ἥμισυ αὐτοῦ ταύτῃ. Καὶ ἀπεκρίθη ἡ γυνὴ ἧς ὁ υἱὸς ἦν ὁ ζῶν πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐν τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν· Ἐν ἐμοὶ, Κύριε· δότε αὐτῇ τὸ παιδίον τὸ ζῶν, καὶ θανάτῳ μὴ | |
25 | θανατώσητε αὐτό. Καὶ αὕτη εἶπε· Μήτε ἐμοὶ, μήτε αὐτῇ ἔστω· διέλετε. Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπε· Δότε τὸ παιδίον τῇ εἰπούσῃ· Δότε αὐτῇ τοῦτο, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· αὕτη γὰρ μήτηρ αὐτοῦ. Καὶ ἤκουσε πᾶς Ἰσραὴλ τὸ κρῖμα ὃ ἔκρινεν | |
30 | ὁ βασιλεὺς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασι‐ λέως, ὅτι εἶδον, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.» Εἴπερ γὰρ χρὴ περὶ τῶν φερομένων ἐν ταῖς Ἐκκλησίαις ἀποφαίνεσθαι χλευαστικῶς, μᾶλλον τὴν περὶ τῶν δύο ἑταιρῶν ἱστορίαν τῷ Φιλιστίωνος | |
35 | μίμῳ, ἢ τὴν περὶ τῆς σεμνῆς Σωσάννης ὁμοιῶσαι ἐχρῆν. Καὶ ὥσπερ οὐκ ἤρκει πρὸς πειθὼ τοῦ λαοῦ τὸ εἰπεῖν Σολομῶντα· «Δότε τῇδε τὸ ζῶν παιδίον· αὕτη γάρ ἐστιν ἡ μήτηρ αὐτοῦ·» οὕτως οὐκ ἤρκει ἡ πρὸς τοὺς πρεσβυτέρους ἐπίπληξις τοῦ Δανιὴλ, μὴ προσ‐ | |
40 | παραλαμβανομένου τοῦ ἐκ στόματος αὐτῶν ἐλέγ‐ χου· εἰπόντων μὲν ὑπό τι δένδρον αὐτὴν ἑωρακέναι κοιμωμένην μετὰ τοῦ νεανίσκου, μὴ μὴν συμφωνη‐ σάντων περὶ τοῦ τί δένδρον ἦν. Καὶ ἐπείπερ ὡς κα‐ ταλαβὼν ἔφασκες ἐξ ἐπιπνοίας τὸν Δανιὴλ κεκρι‐ | |
45 | κέναι τὰ περὶ τοὺς πρεσβυτέρους, τάχα μὲν οὕτως ἐλέγχοντα, τάχα δὲ ἑτέρως, πρόσχες· καὶ ταῦτα πα‐ ραπλήσια δοκεῖ μοι εἶναι τὰ κατὰ τὸν Δανιὴλ τῇ κρίσει τοῦ Σολομῶντος· περὶ οὗ μαρτυρεῖ ἡ Γραφὴ, ὅτι εἶδεν ὁ λαὸς, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίω‐ | |
11.76(50) | μα. Τοῦτο ἂν δύναιτο λέγεσθαι καὶ περὶ τοῦ Δανιήλ· ὅτι φρονήσεως οὔσης ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα, ἐκρίθη τὰ ἀναγεγραμμένα περὶ τῶν πρεσβυτέρων. Καὶ τοῦτο δὲ μικροῦ δεῖν ἔλαθέ με, ἀναγκαῖον παρατεθῆναι περὶ τοῦ πρῖνον—πρίσειν καὶ σχῖνον— σχίσειν· ὅτι καὶ ἐν ταῖς ἡμετέραις Γραφαῖς κεῖνταί | |
55 | τινες οἱονεὶ ἐτυμολογίαι αἵτινες παρὰ μὲν | |
11.77 | Ἑβραίοις οἰκείως ἔχουσι, παρὰ δὲ ἡμῖν οὐχ ὁμοίως. Οὐδὲν οὖν θαυμαστὸν, ᾠκονομηκέναι τοὺς ἑρμη‐ νεύσαντας τὰ περὶ τὴν Σωσάνναν ἀνευρεῖν ἤτοι σύμ‐ φωνον τῷ Ἑβραϊκῷ, οὐ γὰρ πείθομαι, ἢ ἀνάλογον τῷ | |
5 | συμφωνοῦντι τῷ Ἑβραϊκῷ ὄνομά τι παρώνυμον. Πῶς δὲ ἐν τῇ ἡμετέρᾳ Γραφῇ κεῖται τὸ τοιοῦτον, παραστήσομεν. Φησὶν ὁ Ἀδὰμ ἐπὶ τῇ γυναικὶ οἰκο‐ δομηθείσῃ ὑπὸ τοῦ Θεοῦ ἐκ τῆς πλευρᾶς τοῦ ἀνδρός· «Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς | |
10 | αὐτῆς ἐλήφθη.» Φασὶ δὲ οἱ Ἑβραῖοι «ἐσσὰ» μὲν καλεῖσθαι τὴν γυναῖκα· δηλοῦσθαι δὲ ἀπὸ τῆς λέ‐ ξεως τὸ «ἔλαβον,» ὡς δῆλον ἐκ τοῦ· «Χῶς ἰσουὼθ ἐσσά,» ὅπερ ἑρμηνεύεται· «Ποτήριον σωτηρίου λή‐ ψομαι·» «ἴς» δὲ τὸν ἄνδρα, ὡς φανερὸν ἐκ τοῦ· | |
15 | «Ἐσρὴ ἀΐς,» ὅπερ ἐστί· «Μακάριος ἀνήρ.» Κατὰ μὲν οὖν Ἑβραίους ἲς καὶ ἐσσὰ ἀνδρὸς, ὅτι ἀπὸ ἲς ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Οὐδὲν οὖν θαυμαστὸν ἑρμηνεύσαντάς τινας τὸ περὶ Σωσάννης Ἑβραϊκὸν, ἐν ἀποῤῥήτοις, ὡς εἰκὸς, πάλαι παρ’ αὐτοῖς κείμε‐ | |
20 | νον, καὶ παρὰ τοῖς φιλομαθεστέροις καὶ φιλαληθεσ‐ τέροις σωζόμενον, ἤτοι κυρίως ἐκδεδωκέναι τὰ τῆς λέξεως, ἢ εὑρηκέναι τὸ ἀνάλογον τοῖς κατὰ τὸ Ἑβραϊκὸν παρωνύμοις, ἵνα δυνηθῶμεν οἱ Ἕλληνες αὐτοῖς παρακολουθῆσαι. Καὶ γὰρ ἐπ’ ἄλλων πολλῶν | |
25 | ἔστιν εὑρεῖν οἰκονομικῶς τινα ὑπὸ τῶν ἑρμηνευ‐ σάντων ἐκδεδομένα· ἅπερ ἡμεῖς τετηρήκαμεν συνεξ‐ | |
ετάζοντες πάσας τὰς ἐκδόσεις ἀλλήλαις. | ||
11.80 | Πρὸς τούτοις ἐπαπορεῖς αὐταῖς λέξεσι· «Πῶς αἰχ‐ μάλωτοι ὄντες ἐν τῇ Βαβυλῶνι, ἠστραγαλωμένοι, καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι, ὡς ἐν τῇ προτέρᾳ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἱστόρηται, τῶν | |
5 | παίδων αὐτοῖς ἀποσπωμένων εἰς εὐνουχισμὸν, καὶ τῶν θυγατέρων εἰς παλλακὰς, ὡς προπεφήτευτο, οἵδε περὶ θανάτου ἔκρινον, καὶ ταῦτα τῇ τοῦ βασιλέως αὐτῶν γενομένῃ γυναικὶ Ἰωακεὶμ, ὃν σύνθρονον πεποίητο ὁ Βαβυλώνιος βασιλεύς; Εἰ δὲ οὐχ οὗτος, | |
10 | ἄλλος δὲ τοῦ λαοῦ Ἰωακείμ· πόθεν τοιαύτη κατά‐ λυσις αἰχμαλώτῳ περιῆν, καὶ παράδεισος ἀμφιλαφὴς ἦν; πόθεν δὲ λαβὼν ἔλεγες τό· Ἠστραγαλωμένοι καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι· ἢ, ὅσον ἐπ’ ἐμῇ γνώσει, ἀπὸ τοῦ Τωβία; περὶ οὗ ἡμᾶς | |
15 | ἐχρῆν ἐγνωκέναι, ὅτι Ἑβραῖοι τῷ Τωβίᾳ οὐ χρῶνται, οὐδὲ τῇ Ἰουδήθ· οὐδὲ γὰρ ἔχουσιν αὐτὰ καὶ ἐν ἀπο‐ κρύφοις ἑβραϊστί· ὡς ἀπ’ αὐτῶν μαθόντες ἐγνώ‐ καμεν. Ἀλλ’ ἐπεὶ χρῶνται τῷ Τωβίᾳ αἱ Ἐκκλησίαι, ἰστέον, ὅτι καὶ ἐν τῇ αἰχμαλωσίᾳ τινὲς τῶν αἰχμα‐ | |
20 | λώτων ἐπλούτουν, καὶ εὖ ἔπραττον. Αὐτὸς δὲ ὁ Τω‐ βίας φησί· «Καθότι ἐμεμνήμην τοῦ Θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου, καὶ ἔδωκεν ὁ Ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Νεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής· καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν, καὶ παρ‐ | |
25 | εθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.» Καὶ ἐπι‐ φέρει ὡς πλούσιος τό· «Ἐν ταῖς ἡμέραις Νεμεσ‐ σάρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελ‐ φοῖς μου. Τοὺς ἄρτους μου ἐδίδουν πεινῶσι καὶ ἱμά‐ | |
30 | τια τοῖς γυμνοῖς· καὶ εἴ τινα ἐκ τοῦ γένους ἑώρων τεθνηκότα καὶ ἐῤῥιμμένον ὀπίσω τοῦ τείχους Νινευῒ, ἔθαπτον αὐτόν· καὶ εἴ τινα ἀπέκτεινε Σενα‐ χηρεὶμ βασιλεὺς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἐπέκτεινεν | |
35 | ἐν τῷ θυμῷ αὐτοῦ.» Καὶ κατανόει εἴ γε μὴ πο‐ λὺν πλοῦτον ἐμφαίνει καὶ πολλὴν περιουσίαν ὁ κατά‐ λογος ὁ τοσοῦτος τῶν εὐποιῶν τοῦ Τωβία· καὶ μά‐ | |
λιστα, ὅτι ἐπιφέρει λέγων τό· «Ἐπιγνοὺς, ὅτι ζη‐ | ||
11.81 | τοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα, καὶ διηρ‐ πάγη πάντα τὰ ὑπάρχοντά μου.» Ἀλλὰ καὶ ἕτερος αἰχμάλωτος Δαχιάχαρος ὁ τοῦ Ἀνανιὴλ υἱὸς ἀδελφοῦ Τωβία ἐπὶ πᾶσαν κατεστάθη τὴν λογιστείαν | |
5 | τῆς βασιλείας τοῦ βασιλέως Ἀχερδόνος, καὶ ἐπὶ πᾶ‐ σαν τὴν διοίκησιν· καὶ λέγεται, «ὅτι ἦν ὁ Δαχιάχα‐ ρος οἰνοχόος, καὶ ἐπὶ τοῦ δακτυλίου, καὶ διοικητὴς, καὶ ἐκλογιστής.» Καὶ ὁ Μαρδοχαῖος δὲ περὶ τὴν αὐλὴν διέτριβε τοῦ βασιλέως, καὶ τοσαύτην εἶχε παῤ‐ | |
10 | ῥησίαν πρὸς αὐτὸν, ὥστε καὶ ἐν εὐεργέταις ἀναγε‐ γράφθαι τοῦ Ἀρταξέρξου. Ἔτι δὲ καὶ ἐν τῷ Ἔσδρᾳ· Νεεμίας οἰνοχόος τοῦ βασιλέως καὶ εὐνοῦχος αὐτοῦ, Ἑβραῖος τῷ γένει, ᾐτήσατο τὰ περὶ τῆς οἰκο‐ δομῆς τοῦ ναοῦ, καὶ ἔτυχεν· ὥστε μετὰ πλειόνων | |
15 | ἐπιτραπῆναι ἀπελθεῖν ἀνορθῶσαι τὸν ναόν. Τί οὖν θαυμαστὸν τὸ, παράδεισον, καὶ οἰκίαν, καὶ κτῆμα γε‐ γονέναι τινὸς Ἰωακεὶμ, εἴτε πολυτελὴς εἴτε καὶ μετρία ἦν; Οὐ γὰρ σαφῶς δηλοῦται ἀπὸ τῆς Γραφῆς τὸ τοιοῦτον. Ἀλλὰ φῄς· «Πῶς περὶ θανάτου ἔκρινον ἐν αἰχμα‐ λωσίᾳ τυγχάνοντες;» οὐκ οἶδα πόθεν ἀμφιβάλλων τὸ | |
20 | βασιλέως εἶναι γυναῖκα, διὰ τὴν ὁμωνυμίαν τοῦ Ἰωα‐ κεὶμ, τὴν Σωσάνναν. Λεκτέον δ’, ὅτι οὐδὲν παράδοξον, μεγάλων ἐθνῶν ὑποχειρίων γενομένων, πρὸς βασι‐ λέως συγκεχωρῆσθαι τοῖς οἰκείοις νόμοις χρῆσθαι τοὺς αἰχμαλώτους καὶ τοῖς δικαστηρίοις. Καὶ νῦν | |
25 | γοῦν Ῥωμαίων βασιλευόντων, καὶ Ἰουδαίων τὸ δίδραχ‐ | |
μον αὐτοῖς τελούντων, ὅσα συγχωροῦντος Καίσαρος | ||
11.84 | ὁ ἐθνάρχης παρ’ αὐτοῖς δύναται, ὡς μηδὲν διαφέ‐ ρειν βασιλεύοντος τοῦ ἔθνους, ἴσμεν οἱ πεπειραμένοι. Γίνεται δὲ καὶ κριτήρια λεληθότως κατὰ τὸν νόμον, καὶ καταδικάζονταί τινες τὴν ἐπὶ τῷ θανάτῳ· οὔτε | |
5 | μετὰ τῆς πάντη εἰς τοῦτο παῤῥησίας, οὔτε μετὰ τοῦ λανθάνειν τὸν βασιλεύοντα· καὶ τοῦτο ἐν τῇ χώρᾳ τοῦ ἔθνους πολὺν διατρίψαντες χρόνον μεμαθήκαμεν καὶ πεπληροφορήμεθα. Καί τοι γε ὑπὸ Ῥωμαίοις δύο φυλαὶ μόναι εἶναι ἱστόρηνται, ἥ τε Ἰούδα καὶ Βενια‐ | |
10 | μίν· ἔστω δὲ καὶ Λευϊτική. Ὁ δὲ, παρὰ τὸν λαὸν Ἰούδα, Ἰσραὴλ, δέκα ἦσαν φυλαί· καὶ εἰκὸς, ἀρκε‐ σθέντας τοὺς Ἀσσυρίους τῷ ὑποχειρίους αὐτοὺς ἔχειν, ἐπιτετραφέναι αὐτοῖς τὰ οἰκεῖα δικαστήρια. Εὗρόν σου ἐν τῇ ἐπιστολῇ καὶ τοῦτο αὐταῖς λέξεσι | |
15 | τό· «Ἐπὶ δὲ πᾶσι, τοσούτων προωδοιπορηκότων προ‐ φητῶν, τῶν τε ἑξῆς οὐδεὶς ἕτερος ἑτέρου κέχρηται ῥητῷ νοήματι· οὐ γὰρ ἐπτώχευσεν ὁ λόγος αὐτῶν ἀληθὴς ὤν· οὑτοσὶ δὲ, ἐκείνων θατέρῳ ἐπαπειλῶν ὑπομιμνήσκει σε λέγοντος τοῦ Κυρίου· Ἀθῶον | |
20 | καὶ δίκαιον οὐκ ἀποκτενεῖς·» καὶ ἐθαύμασα, πῶς πολλὰς διατριβὰς ἔχων ἐν ταῖς ἐξετάσεσι καὶ μελέ‐ ταις τῆς Γραφῆς, οὐ τετήρηκας συγχρωμένους προ‐ φήτας προφητῶν λόγοις σχεδὸν αὐταῖς λέξεσι. Τίς γὰρ οὐκ οἶδε καὶ τῶν πολλῶν πιστῶν κείμενον ἐν τῷ | |
25 | Ἡσαΐᾳ τό· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφα‐ νὲς τὸ ὄρος Κυρίου· καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀνα‐ | |
30 | βῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐν Ἱερουσα‐ λήμ. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ κρινεῖ | |
35 | λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν· καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.» Τὸ δὲ παραπλήσιον τούτοις | |
ὅλοις, καὶ τῇ αὐτῇ λέξει, ἐν τῷ Μιχαίᾳ οὕτως ἐστὶ | ||
11.85 | γεγραμμένον· «Καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου, ἕτοιμον ἐπὶ τὰς κο‐ ρυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπ’ αὐτῷ λαοὶ, καὶ | |
5 | πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶ‐ μεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ· καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. | |
10 | Καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἐπὶ ἔθνη ἰσχυρὰ ἕως εἰς μακρὰν, καὶ κατακόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι μὴ ἄρῃ ἔθνος ἐπ’ ἔθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν.» | |
15 | Ἔτι δὲ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ὁ τεταγ‐ μένος ἐν χειρὶ Ἀσὰφ, καὶ τῶν ἀδελφῶν αὐτοῦ ψαλ‐ μὸς, τοῦ αἰνεῖν τὸ Κύριον, οὗ ἡ ἀρχή· «Ἐξομο‐ λογεῖσθε καὶ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ,» ἐν μὲν τοῖς πλείστοις κατὰ τὴν ἀρχὴν ἰσοδυναμεῖ | |
20 | τῷ ρδʹ ψαλμῷ, ἕως τοῦ· «Καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε·» μετὰ δὲ τοῦτο τῷ ϟεʹ ἀπὸ τῆς ἀρχῆς αὐτοῦ ἐγγύς πως ἐχούσης τό· «ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ·» ἕως τοῦ· «Ὅτι ἔρχεται κρῖ‐ ναι τὴν γῆν.» Ἐπεὶ δὲ ἦν τὸ παραθέσθαι αὐτὰς τὰς | |
25 | λέξεις πολὺ, διὰ βραχέων πρὸς τὸ προκείμενον ταῦτα εἰρήκαμεν. Εὑρήσεις δὲ καὶ περὶ τοῦ μὴ αἵρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων οὐ μόνον παρὰ Μωϋσεῖ γεγραμμένον, ἀλλὰ καὶ ἐν Ἱερεμίᾳ. Καὶ περὶ τοῦ Πάσχα καὶ νόμων ἱερατικῶν εὑρήσεις | |
30 | παρά τε Μωϋσεῖ καὶ ἐν τοῖς τελευταίοις τοῦ Ἰεζε‐ κιήλ. Καὶ αὐτὰς δ’ ἂν παρεθέμην τὰς λέξεις, καὶ ἄλλας πλείονας, εἰ μὴ ἑώρων ὑπὸ τῆς ὀλιγότητος τῶν ἐν Νικομηδείᾳ ἡμερῶν ἡμῶν ἀποκλειόμενον τὸν χρόνον τῆς πρὸς σὲ γραφῆς. Πρὸς τούτοις ἔφασκες καὶ τὸν τῆς φράσεως χα‐ | |
35 | ρακτῆρα διαλλάσσειν· ὅπερ ἐμοὶ οὐ πάνυ τι ἐφάνη. Καὶ ταῦτα μὲν ἀπελογησάμην· ἦν δ’ ἂν προηγουμένως μετὰ τὰ ἐγκλήματα ἐγκώμιον εἰπεῖν τῆς περὶ Σω‐ σάνναν Γραφῆς ἐπιβαίνοντα ἑκάστῃ λέξει, καὶ δει‐ κνύντα τὸ ἐξαίρετον τῶν νενοημένων· ὅπερ ἰδίᾳ τις | |
40 | τῶν φιλομαθῶς καὶ ἱκανῶς μεμελετηκότων τὰ θεῖα συντάξαι δυνήσεται. Ταῦτα πρὸς τὰ, ὡς φὴς, κρού‐ ματα ἀπεκρινάμην, καὶ ἀντιγράφω· εἴθε καὶ παι‐ δεύειν δυναίμην! νυνὶ δὲ οὐ τηλικαῦτα ἐμαυτῷ δί‐ δωμι. Προσαγορεύει σε ὁ συναγωνισάμενος τῇ ὑπα‐ | |
45 | γορεύσει τῆς ἐπιστολῆς, καὶ παρατυχὼν πάσῃ αὐτῇ, ἐν οἷς βεβούληται διορθωσάμενος, κύριός μου καὶ ἀδελφὸς ἱερὸς Ἀμβρόσιος. Ἀσπάζεται δέ σε καὶ ἡ πιστοτάτη σύμβιος αὐτοῦ Μαρκέλλα ἅμα τοῖς τέκνοις, καὶ Ἀνίκητος. Σὺ τὸν καλὸν ἡμῶν πά‐ | |
11.85(50) | παν Ἀπολλινάριον ἄσπασαι, καὶ τοὺς ἀγαπῶν‐ | |
τας ἡμᾶς. |