TLG 2042 044 :: ORIGENES :: Fragmenta in Psalmos 1–150 [Dub.]

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Fragmenta in Psalmos 1–150 [Dub.]

Source: Pitra, J.B. (ed.), Analecta sacra spicilegio Solesmensi parata, vols. 2 and 3. 2:Paris; 3:Venice: 2:Tusculum; 3:St. Lazarus Monastery, 2:1884; 3:1883 (repr. 2:Farnborough: Gregg Press, 1966): 2:444–483; 3:1–236, 242–245, 248–364.

Cf. et 2042 058, 074

Citation: Psalm — verse — (line)

1

1,2

Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. Ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐ‐
5τοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέ‐ ρας καὶ νυκτός. Μακάριος οὖν ὁ τὰ ὄντως ὄντα ποθῶν. Ἀλλὰ πῶς ἐν ἀναιρέσει κακῶν ὁ μακαρισ‐ μός; κοινὸν γὰρ καὶ τῶν ἀψύχων καὶ τῶν
10ἀλόγων ἡ τῶν κακῶν ἀποχή· διὰ τοῦτο τοίνυν ἐπήγαγεν· Ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυ‐ ρίου τὸ θέλημα αὐτοῦ. Τοῦτο γὰρ οὐ μό‐ νον πέφυκεν λογικοῦ, ἀλλὰ καὶ τῆς τῶν καλῶν ἀναλήψεως καταρχὴ, τῶν κακῶν ἡ
15φυγή. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ὡς γὰρ ἐπὶ τῆς κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, οὕ‐ τως ἐπὶ τῆς κατὰ Θεὸν προκοπῆς, ὁ χω‐ ρισμὸς τοῦ κακοῦ. Ἀλλὰ καὶ ὅλως δὲ πᾶσα
20ἀργία καὶ τῆς τυχούσης πράξεώς ἐστιν εὐ‐
μαρεστέρα, ὅποιον τό· Οὐ μοιχεύσεις, οὐ πορνεύσεις, καὶ τὰ ἑξῆς, ἀργίας ἑκάστου καὶ ἀκινησίας δεῖται. Τὸ δέ· Ἀγαπήσεις τὸν πλησίον σου, καί· Πώλησόν σου τὰ ὑπάρ‐444 in vol. 2
25χοντα, καὶ δὸς πτωχοῖς, καί· Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο, ψυχῆς ἤδη νεανικῆς καὶ ἀθλητῶν ἐνεργή‐ ματα. —Εἰ γὰρ εὐθὺς προέβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχείρησιν·
30νῦν δὲ τοῖς εὐληπτωτέροις σε προεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς· ὥσπερ ἐνεργή‐ ματά ἐστιν ἀθληταῖς πρέποντα, ψυχῆς ἤδη νεανικῆς δεόμεθα πρὸς κατόρθωσιν· ὥστε θαύμασον τὴν σοφίαν τοῦ διὰ τῶν εὐμα‐
35ρεστέρων καὶ εὐληπτοτέρων ἐνάγοντος ἡμᾶς πρὸς τὴν τελείωσιν. —Ἔστιν ἁμαρτωλῶν ὁδὸν, τὸν διάβολον εἰπεῖν· ἐν ᾗ ὁ γενόμενος, μὴ ἐμμενέτω, κατὰ τό· Ἀντίστητε τῷ δια‐ βόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν. Ὁ γὰρ μὴ
40στήσας ἐν αὐτῇ, πρὸς Κύριον ἥξει, τὸν εἰ‐ πόντα· Ἐγώ εἰμι ἡ ὁδὸς, ἐν ᾗ γινόμενος, καὶ κατὰ σκοπὸν δραμὼν, τεύξεται τῶν βραβείων. Ἀσεβῶν, τῶν τὸν Θεὸν ἀγνοούντων.
45 Ἐπὶ καθέδραν, τὴν κακῶν ἐργασίαν, κατὰ διάδοσιν γενομένην. Ἀλλ’ ἢ ἐν τῷ νόμῳ, τῷ εὐαγγελικῷ δη‐ λονότι. Μελετήσει, τῷ βουλεύματι αὐτοῦ.

1

.

3

Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυ‐ τευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ
5πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Ξύλον ὁ Χριστὸς ἀναγέγραπται ἐν τῇ θεοπνεύστῳ γραφῇ. —Ὁ δὲ Ἀκύλας τὸ μεταπεφυτευμένον ἐξέδωκε· ἐῤῥιζόμενος γὰρ τῶν πατριαρχῶν ῥίζαις, μεταπεφύτευται εἰς
10τὸ καὶ ἄλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰ‐
κόνος, τῆς κατὰ τὸ μεταφυτεύεσθαι λαμ‐ βανομένης, ἣ καὶ διὰ τὴν ψυχὴν εἴρηται τοῦ Σωτῆρος μεταφυτευθεῖσα ἔνθεν εἰς τὸν παράδεισον. Ἔφη γὰρ τῷ λῃστῇ· Σήμερον445 in vol. 2
15μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ. Διεξόδους δὲ ὑδάτων, τὰς θείας γραφὰς, ἐν αἷς ἁπανταχοῦ ἔστιν εὑρεῖν Χριστὸν κη‐ ρυσσόμενον. Τὸν καρπὸν τοῦ ξύλου νοήσεις τὴν ὀρ‐
20θὴν πίστιν. Φύλλα δὲ αὐτοῦ, τὴν πλήρωσιν τῶν ἐν‐ τολῶν. Ἔλεγε δέ τις τῶν ἁγίων, φύλλα εἶ‐ ναι τῶν ἀσκητῶν τὴν ταπεινοφροσύνην, σκέ‐ πουσαν αὐτῶν τοὺς καρποὺς, καὶ μηδέποτε
25πίπτουσαν. —Κατευδωθήσεται· οὐ γὰρ ἔστι πρᾶξις τῶν κατὰ Θεὸν γενομένων ἀνωφελής.

1

.

4

Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως. Τίνες προτιθέασιν δεύτερον τὸ οὐχ οὕ‐ τως· οὔτε δὲ τὸ ἑβραϊκὸν ἀνεδίπλωσε τὴν λέξιν, οὔτε τις τῶν ἑρμηνευσάντων ἐχρή‐
5σατο ἐπαναλήψει τῆς χρήσεως.

1

.

5

Διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει. Εἰπὼν, οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς, εἰς κρίσιν φησὶν, οὐκ εἰς ἐρώτησιν.

1

.

6

Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Τὸ γινώσκει, ἀντὶ τοῦ τιμᾷ, κατὰ τὸ εἰρημένον ὑπὸ Θεοῦ πρὸς Μωϋσῆν· Γινώσκω
5σὲ παρὰ πάντας, καὶ ηὗρες χάριν παρ’ ἐμοί. —Σημειωτέον καθολικῶς ὅτι καλὸν μόνον
γινώσκεται ὑπὸ Κυρίου· καλὸν γὰρ ὁδὸς δι‐ καίων· ἀλλὰ καὶ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ καὶ ὁδὸν δικαίων, εἰπών· Ἐγώ εἰμι446 in vol. 2
10ὁδός. —Ὁδὸς δὲ ἀσεβῶν, ἣν ὁδεύουσιν οἱ κακολογοῦντες δημιουργὸν, ὁμοιούμενοι χνῷ ἀπὸ ἀνέμου ἐκριπτομένῳ· διὸ τῆς ἐν κρίσει ἀναστάσεως οὐκ ἀξιοῦνται, ὡς οὐδὲ οἱ ἁμαρ‐ τωλοὶ δικαίων βουλῆς. Δικαίων μὲν γὰρ ὁδὸς
15ἀξία γνώσεως οὖσα Θεοῦ, γινώσκεται ὑπ’ αὐ‐ τοῦ· ὁδὸς δὲ ἀσεβῶν ἀπολεῖται, ὡς οὐ γι‐ νωσκομένη ὑπὸ Κυρίου. —Εἰπὼν δὲ τὴν ὁδὸν τῶν ἀσεβῶν ἀπόλλυσθαι, διωρθώσατο τὰς τῶν αἱρετικῶν ὑπονοίας, οἰηθέντων τὰς
20οὐσίας αὐτῶν εἰς τὸ μὴ ὂν ἀφανίζεσθαι, ἐκ τοῦ εἰρῆσθαι· ἀλλ’ ἢ ὡσεὶ ὁ χνοῦς, ὃν ἐκρίπ‐ τει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς· ἀπο‐ λομένης γὰρ τῆς ὁδοῦ, ἀνύπαρκτος ἡ ἀσε‐ βεία γίνεται, τῶν οἷς συμβέβηκε καταλει‐
25πομένων.

2

p

Ὑπόθεσις. Ἀλλ’ ἐπειδὴ τὸ μὴ δεῖν ἀσεβεῖν ἐν τῇ ἀρχῇ τοῦ μακαρισμοῦ προετάχθη, τὸ δεύτερον ἔπος [τὰ] ἔξω τῆς ἀσεβείας γενόμενα ὑποτίθεται, τὸ εὐαγγελικὸν προαναφωνῆσαν
5μυστήριον· ὥστε τρόπον τινὰ ἐπιγραφὴν τοῦ δευτέρου ψαλμοῦ τὸν πρῶτον εἶναι· λέγει γὰρ τὴν διὰ σαρκὸς ἐκεῖ γέννησιν τοῦ σή‐ μερον μὲν γεννηθέντος δι’ ἡμᾶς Χριστοῦ (χρόνου δὲ μέρος ἐστὶ τὸ σήμερον), ἀεὶ δὲ
10ἐκ τοῦ Πατρὸς καὶ ἐν τῷ Πατρὶ ὄντος Υἱοῦ καὶ Θεοῦ· τήν τε βασίλειαν [λέγει] ἐπὶ τῶν ἀβασιλεύτων, οἱ διὰ τὸ μὴ δουλεύειν Θεῷ
ἐπ’ ἔθνεσιν ἦσαν κατειλεγμένοι.447 in vol. 2

2

.

3

Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὰ γὰρ ἔθνη τοῖς ἰδίοις ἁμαρτήμασι πε‐ ρισφίγγεται οὐκ ὄντα ἐλεύθερα· διό φησιν
5ὁ Χριστὸς, ἢ πρὸς τοὺς αὐτῷ διακονοῦντας ἀγγέλους, ἢ πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ πρὸς τοὺς ἀποστόλους τοὺς ὑπηρέτας τοῦ εὐαγγελίου, ταῦτα παρακα‐ λῶν, αὐτῶν διασπᾶν τοὺς δεσμούς. Οἱ μὲν
10λαοὶ σωματικῶς τυγχάνοντες ὑπὸ τὸν τοῦ νόμου ζυγὸν, τοῦ δικαιώματα περιέχοντος οὐ καλὰ καὶ προστάγματα οὐ καλὰ, προσα‐ γόμενοι δὲ διὰ τοῦ Χριστοῦ τῷ πνευματικῷ νόμῳ, τῷ τὰ καλὰ δικαιώματα ἔχοντι καὶ
15προστάγματα, ἀποτίθενται τὸν βαρὺν τοῦ ἀποκτείνοντος γράμματος ζυγὸν, τοῦ Σω‐ τῆρος λέγοντος πρὸς τοὺς προειρημένους συνεργοὺς τό· Ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν, ἤτοι ἀφ’ ἑαυτῶν ποιήσωμεν
20τοῦτον, μὴ περιμείναντες τῶν βαρουμένων τὴν δέησιν. Ἢ ὡς καὶ αὐτὸς ὑπὸ τὸν νό‐ μον γενόμενος (ἐγράφη γάρ· καὶ περιε‐ τμήθη, καὶ τοῖς σάββασιν αὐτῶν ἠκολού‐ θησεν) τουτέστιν, ἀπ’ ἐμοῦ καὶ τῶν πειθο‐
25μένων, ἤγουν τὸν ζυγὸν αὐτῶν ἡμέτερον βάρος ἡγούμενοι, διὰ τὴν πρὸς αὐτοὺς ἀγά‐ πην, αὐτὸν ἀποῤῥίψωμεν· ταῦτα μὲν οὖν περὶ ἀνθρώπων, τῶν τε ἀπὸ ἐθνῶν καὶ τοῦ λαοῦ.

2

.

4

Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσε‐ ται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τὸ δέ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελά‐ σεται αὐτοὺς, πρὸς τοὺς βασιλεῖς τῆς γῆς,
5οὓς ὁ ἐν οὐρανοῖς ἐκγελάσεται Κύριος, φρό‐ νημα γήϊνον ἔχοντας, καὶ μὴ νενομηκότας
τὴν περὶ ἐνανθρώπησιν τοῦ Σωτῆρος σο‐ φίαν. Ἐκμυκτηριεῖ δὲ καὶ τοὺς ἄρχοντας. Ἔπρεπε δὲ φῆσαι τῷ Υἱῷ τοῦ Θεοῦ· ὡς εἰ448 in vol. 2
10καὶ τὰ ἔθνη ἐκρύαξαν, καὶ οἱ λαοὶ ἐμελέ‐ τησαν κενὰ, ἡμεῖς δὲ τῶν μὲν τοὺς δεσμοὺς διαῤῥήξωμεν, τῶν δὲ τὸν ζυγὸν ἀποῤῥίψω‐ μεν, ἐπεὶ μηκέτι δέχονται τὴν θεραπείαν ῥᾳδίως. Οὐ γὰρ ἔθελον εἴσω τῆς ἱερᾶς σα‐
15γήνης γενέσθαι, περὶ ἧς γέγραπται· Ὅμοιός ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν τῇ σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν.

2

.

5

Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Ὀργή ἐστι Θεοῦ κόλασις ἐπίπονος ἐπὶ τῷ συμφέροντι τοῦ ἡμαρτηκότος. —Ἀλλὰ
5καὶ ἐν τῷ τῆς κρίσεως καιρῷ ὀργὴν Θεοῦ πειραθήσονται, καὶ τῷ θυμῷ αὐτοῦ ταραχ‐ θήσονται πάντες οἱ τοῦ σωτηρίου Λόγου πολέμιοι. Οὐκ εἶπε δέ· κολάσει αὐτοὺς, ἀλλὰ λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὑτοῦ· μετα‐
10νοοῦντας γὰρ οὐκ ἐκόλασε, καθάπερ τοὺς Νινευΐτας. Ἀπειλεῖ γὰρ ἐπὶ σωτηρίᾳ Θεὸς, ἔφη, καὶ τοῖς Νινευΐταις ἔπεμψεν Ἰωνᾶν.

2

.

7

Ἐγὼ σήμερον γεγέννηκά σε. Ἀεὶ τὸ σήμερον καλεῖται.

2

.

8

Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη, τὴν κληρονομίαν σου. Τούτων τὰς βασιλείας ἔδειξεν ὁ διάβολος τῷ Σωτῆρι καὶ τὴν δόξαν ἐν στιγμῇ χρόνου.

2

.

12

Δράξασθε παιδείας. Παιδεία ἐστὶ μετριοπαθεία παθῶν· ὅπερ συμβαίνειν πέφυκεν ἐκ τῆς πρακτικῆς· ἥ γε πρακτική ἐστι διδασκαλία πνευματικὴ, τὸ
5παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα.

3

.

2

Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβον‐
τές με; Οἱ προκόπτοντες πολλοὺς τοὺς θλίβοντας ἔχουσι.449 in vol. 2

3

.

4

Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Τὸ τηνικαῦτα ὑψοῦται νοῦς, ὁπηνίκα ἂν ἐπιβάλλῃ τῇ πολυποικίλῳ τοῦ Θεοῦ σοφίᾳ.
5—Τοῦ ἁγίου δόξα ὁ Θεός. Πᾶς δὲ οὗ δόξα ἐστὶν ὁ Θεὸς, ὑψοῦται ὑπ’ αὐτοῦ. —Τὴν κεφαλὴν, τουτέστιν τῆς ψυχῆς τὸ ἔπαρμα. Ὥσπερ γὰρ ὑψοῦται κεφαλὴ τοῦ κατὰ σῶμα μεμεγεθυσμένου παρὰ τὰς τῶν ὑποδεεστέ‐
10ρων κεφαλὰς κάτω κειμένας, οὕτως καὶ δια‐ ναστάσης τῆς τοῦ μακαρίου ψυχῆς, ἡ κε‐ φαλὴ ὑψοῦται, Θεοῦ συνεργοῦντος αὐτῇ.

3

.

5

Καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ὅρα εἰ δύναται εἶναι ὄρος ἅγιον ὁ Μο‐ νογενὴς, ὅθεν ἐπακούσει ὁ Θεός.

3

.

8

Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραί‐ νοντάς μοι ματαίως. Ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
5 Ἑκάστῳ ὁ Θεὸς ἔχει τινὰ κατάστασιν· οἷς τισιν ἀνέστη, τοὺς καὶ σώζει· τοὺς δὲ μα‐ ταίως ἐχθραίνοντας πατάσσει. —Ματαίως ἐχθραινόντων τοιοῦτον δὲ τό· ἐμίσησάν με δωρεάν· ὁποῖοι δὲ οἱ συντριβόμενοι ὑπὸ Κυ‐
10ρίου τῶν ἁμαρτωλῶν ὁδόντες, τοιοῦτοι καὶ οὗτοι περὶ ὧν εἴρηται· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦ φα‐ γόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόν‐
τες αὐτοῦ.450 in vol. 2

4

.

1

Εἰς τὸ τέλος, ἐν ψαλμοῖς, ᾠδὴ τῷ Δαυίδ. Ὑπόθεσις. Πολλῶν ψαλμῶν κατὰ μὲν τοὺς Οʹ ἐχόντων ἐπιγραφὴν Εἰς τὸ τέλος,
5κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ Εἰς τὸ τέλος ἐνθάδε ἀποδιδόμενα, ἄξιον, ὅση δύναμις, ἐξιχνεῦσαι τὸν δηλούμενον ὑπὸ τῆς λέξεως νοῦν. Ἰστέον δὲ, ὅτι, ὥσπερ πάσης τέχνης καὶ ἐπιστήμης ἐστὶ τὸ τέλος, ἐφ’ ὃ
10σπεύδει ὁ γνησίως τὴν τέχνην ἢ τὴν ἐπι‐ στήμην μετιὼν, οὕτως καὶ τῆς λογικῆς φύ‐ σεως δεῖ τέλος τυγχάνειν. Τοῦτο δέ ἐστι τὸ ἐν Χριστῷ ζωοποιηθῆναι, κατὰ τὰ εἰρημένα Παύλῳ τῷ σοφωτάτῳ ἐν τῇ πρώτῃ πρὸς Κο‐
15ρινθίους ἐπιστολῇ· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χρι‐ στῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. —Ὅσον δὲ ἐν τῷ λέγειν· ἐν τῷ ἰδίῳ τάγματι, οὐχ ἓν τέλος ὑπογράφει
20πάντων· εἰκὸς γὰρ ἕκαστον κατὰ τὴν ἀξίαν τῶν πεπραγμένων ζωοποιηθήσεσθαι, ἤτοι χωρὶς βασάνου ἐπὶ τοῦτο ἐρχόμενον, ἢ μετὰ κολάσεις. Ζωοποιήσας δὲ Χριστὸς πάντας ἐν αὑτῷ τοὺς ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντας, βασι‐
25λεύει τῶν ζωοποιηθέντων. —Νομίζομεν τοί‐ νυν τοὺς Εἰς τὸ τέλος ἐπιγεγραμμένους ψαλ‐ μοὺς, τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπ’ ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρα‐
καλεῖν. —Παντὶ δὲ ἀγωνιζομένῳ τυγχάνει451 in vol. 2
30καὶ ἡ νίκη τέλος. Πολλαὶ μὲν οὖν αἱ τῶν κατὰ μέρος νῖκαι, καὶ τέλος, καθάπερ Παύ‐ λου ὅτε μὲν λέγοντος· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, ὅτε δέ· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι,
35τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτὴς, οὐ μό‐ νον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπη‐
40κόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.

4

.

2

Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνας μοι. Οὐ μετὰ τὸ ἐπικαλεῖσθαι εἰσήκουσέν με,
5ἀλλ’ ἐν τῷ ἐπικαλεῖσθαι. —Ὅταν τῶν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκομεν, τότε μάλιστα πλατυνόμεθα. —Εἰ καὶ ὡς ἄνθρωπος ὁ προφήτης ἐπι‐ καλεῖται, καὶ διὰ τὸ ἐπικαλεῖσθαι, εἰσακούε‐
10ται ὑπὸ Θεοῦ τῆς δικαιοσύνης αὐτοῦ, λέγω δὲ τῆς δικαιοσύνης τοῦ λέγοντος, καὶ διὰ τοῦτο ἐν πλατυσμῷ κατὰ τοὺς καιροὺς τῆς θλίψεως γίνεται· ἀλλά γε ὡς πρὸς τὸν Θεὸν ὁ τοιοῦτος ὢν, κάτω ἐστίν. Οἱ γὰρ ὀφθαλμοὶ
15Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινὸς, καὶ δεῖται τοῦ οἰκτειρηθῆναι ὑπὸ Θεοῦ.

4

.

3

Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυ‐ κάρδιοι; Τό· υἱοὶ ἀνθρώπων, ὁ μέν τις οἰήσεται περιφραστικῶς εἰρῆσθαι, ὡς καὶ Ἕλλησιν
5ἔθος τῷ τοιούτῳ χρῆσθαι σχηματισμῷ λέ‐ γουσιν· υἷες Ἀχαίων, καὶ τὰ ὅμοια. —Ἐν‐ ταῦθα γινώσκομεν ὅτι βαρείας φύσεώς ἐστιν ἡ κακία, διόπερ ὁ ἐρχόμενος εἰς τὴν Αἴ‐ γυπτον Κύριος, ἐπὶ νεφέλης λέγεται καθέ‐
10ζεσθαι κούφης. Νεφέλη δὲ κούφη ἐστὶ φύσις λογικὴ, πάσης ἀρετῆς πληρωμένη καὶ γνώ‐ σεως.

4

.

4

Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος
τὸν ὅσιον αὐτοῦ. Γνῶτε τοιγαροῦν οἱ πεποιθότες ἐπὶ πλή‐ θη, ὡς θαυμαστὸν ἀπέδειξε τὸν πεποιθότα452 in vol. 2
5ἐπ’ αὐτόν. —Περὶ Χριστοῦ προφητεύει Δαυὶδ ἐν τῷ ιεʹ ψαλμῷ, ὥς ἐστιν ἀληθὴς ὅσιος, καὶ μάρτυρες οἱ ἀπόστολοι περὶ αὐ‐ τοῦ, νοήσαντες τό· Οὔτε δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Δυνατὸν δὲ καὶ περὶ
10παντὸς ὁσίου διδάσκεσθαι, οὐ ταὐτὸ δὲ τὸ πιστεῦσαι καὶ γνῶναι· ὡς οὐδὲ ταὐτὸ ἀληθείᾳ πιστεῦσαι, καὶ γνῶναι τὴν ἀλή‐ θειαν, καὶ πιστεῦσαι Θεῷ καὶ γνῶναι τὸν Θεόν. Τοιγαροῦν τοῖς ἀποστόλοις ἤδη πε‐
15πιστευκόσι φησὶν ὁ Σωτήρ· Ἐὰν μείνητε ἐν τῷ ἐμῷ λόγῳ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσετε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Ὡς γάρ φησιν Ἡσαΐας· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ οὐ μὴ συνῆτε.
20Καὶ ὁ Δαυίδ· Ἐπίστευσα, διὸ ἐλάλησα. Καὶ τό· Σχολάσατε δὲ καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεὸς, διαφέρειν δηλοῖ τοῦ πιστεύειν τὸ γνῶναι· Τοῦτο γὰρ τοῖς ἀπιστοῦσιν οὐκ εἴ‐ ρηται· δείκνυσι δὲ καὶ ποίαν δεήσει γνῶσιν
25ἀπολαβεῖν, [καὶ] ὡς ἐθαυμαστώθησαν ὑπὸ Θεοῦ οἱ ὅσιοι, θαύμασι προσαχθέντες τῶν ἀποῤῥήτων μυστηρίων καὶ τῶν ἁγίων θεω‐ ρημάτων. Μεγάλη BB. p. 560.

4

.

5

Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Παραινεῖ μὴ συγκατατίθεσθαι τῇ φαντα‐ σίᾳ, μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦν τὴν ὀργήν.

4

.

6

Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Θυσία δικαιοσύνης ἐστὶν ἀπάθεια ψυχῆς λογικῆς, προσφερομένη Θεῷ· ἐλπὶς δέ ἐστιν
5ἀγαθὴ προσδοκία γνώσεως ἀληθοῦς.

4

.

7

Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Οἱ μὲν ἄγγελοι διὰ παντὸς βλέπουσι τὸ
πρόσωπον τοῦ Θεοῦ· οἱ δὲ ἄνθρωποι, τὸ453 in vol. 2
5φῶς τοῦ προσώπου αὐτοῦ. Πρόσωπον γὰρ Κυρίου ἐστὶ θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς γεγονότων. Φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν, εἴπερ κατὰ τὴν σοφὴν Θηκωϊτίδα· Ὥσπερ ἄγγελος Θεοῦ
10ἦν ὁ Δαυὶδ, πάντα εἰδὼς τὰ ἐπὶ τῆς γῆς.

4

.

8

Ἔδωκας εὐφροσύνην εἰς τὴν καρ‐ δίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου. Ἐπήγγελται δὲ ταῦτα πολλαχοῦ τῆς γρα‐
5φῆς τοῖς ἁγίοις, καὶ ἀπειλεῖται τοῖς ἁμαρ‐ τωλοῖς τούτων ἡ στέρησις, δηλαδὴ τῶν νοη‐ τῶν καὶ οὐκ αἰσθητῶν. Κακὰ νομίσαντές τι‐ νες, διὰ τὴν σμικρότητα τῆς ἐπαγγελίας, ἑτέρῳ Θεῷ ὑπ’ αὐτῶν ἀναπεπλασμένῳ προσ‐
10κύνειν ἠβουλήθησαν· τῶν γὰρ κρειττόνων μεταλαμβάνουσα, ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ πρὸς τὸ δύνασθαι τὰ ἐπι‐ βάλλοντα αὐτῇ ἔργα ἐπιτελεῖν. Καὶ εἰς τὸν αἰῶνα δὲ τὸν μέλλοντα ταῦτα Παῦλος εἰσ‐
15ήγαγεν. Μήτις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων. — Σῖτος καὶ οἶνος καὶ ἔλαιον πληθύνει ἁμαρ‐ τωλούς· εὐφροσύνη δὲ Θεοῦ εὐφραίνει δι‐
20καίους.

5

.

1

Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονο‐ μούσης. Ἡ κληρονομία τοῦ Χριστοῦ ἐστιν ἡ φύ‐ σις ἡ λογική.

5

.

8

Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου
ἐν φόβῳ σου. Ναὸς ἅγιός ἐστι τοῦ Θεοῦ ὁ Χριστὸς, διότι ὁ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων454 in vol. 2
5ἑαυτῷ. —Ἐν τῷ φόβῳ Θεοῦ ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· ἐν φόβῳ δὲ Κυρίου προσκυνεῖ τὸν ναὸν, ὅς ἐστι Χριστός· Λύσατε γὰρ, φη‐ σὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.

5

.

9

Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιο‐ σύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου. Ἐν τῇ κατὰ πρακτικὴν δικαιοσύνῃ ἐν τῷ Χριστῷ. —Τῶν ἐχθρῶν. Τῶν νοητῶν δη‐
5λονότι· πολλοὶ γὰρ οἱ ἐπιβουλεύοντες τῇ θεοφιλεῖ ψυχῇ, τῇ κατὰ Θεὸν αὐτῆς προ‐ κοπῇ διαβασκαίνοντες.

5

.

10

Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐ‐ τῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Πρότερον, οὐδεμία ἀλήθεια, ἢ ὁ Χριστός· καὶ τάχα τὸ δεύτερον, ἠνέγκατο αὐτῶν ἐπι‐
5βουλήν. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Νεκρῶν ἔργων πεπληρωμένος.

5

.

11

Κρῖνον αὐτοὺς, ὁ Θεός· ἀποπε‐ σάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐ‐ τοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε.
5 Οὐ γὰρ ἀφ’ ἑαυτοῦ ὁ Θεὸς ἐξωθεῖ τινα· οἱ γὰρ μακρύνοντες ἑαυτοὺς, φησὶν, ἀπὸ σοῦ, ἀπολοῦνται· τοῦ τοίνυν πλήθους τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς. Ταῦτα γὰρ, φησὶ, πάντα τὰ διαβούλια κατ’ ἐμοῦ ἐποι‐
10οῦντο, τῇ κατὰ Θεόν μου προκοπῇ ἐναν‐ τιούμενοι· οἱ γὰρ διώκοντες τὴν φίλα τῷ Θεῷ πράττουσαν ψυχὴν, Θεὸν παραπικραί‐ νουσι, θεομαχοῦντες σαφῶς. —Ἔξωσον αὐ‐ τοὺς ἀπὸ τῆς ἀσεβείας, εὐσεβεῖς αὐτοὺς ἐρ‐
15γασάμενος. —Μακαριότης ἐστὶ, βουλῆς πά‐ σης ἐκπεσεῖν.

5

.

12

Καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάν‐ τες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλ‐
λιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Τῶν ἐπιβούλων καταλυθέντων, ἡ εὐφρο‐455 in vol. 2
5σύνη σοῦ κατασκηνοῦντος ἐν αὐτοῖς εἰς αἰῶ‐ να. Καὶ πῶς γὰρ οὐκ ἀγαλλίασις, ᾧ Θεὸς πάρεστιν, ὡς ἐν ἰδίῳ ναῷ ἐνοικῶν τε καὶ περιπατῶν; ὡς τὸ μακρύνεσθαι Θεοῦ, τῆς ἁμαρτίας αἰχμαλωτιζούσης, θρήνων ἐπάξιον.
10Τέλος δὲ τῶν ἀγαθῶν, ἀπολαβεῖν κληρονο‐ μίαν καὶ κλῆρον ἔχειν ἐνοικοῦντα Θεόν.

5

.

13

Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Στέφανος, φησὶν, ἡμῖν τῶν πόνων χάρις, ἡ τὸ τέλος τούτῳ, καθάπερ ὅπλῳ τινὶ, φράτ‐
5τουσα ἡμᾶς.

6

2,3

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· ἐλέη‐ σόν με, Κύριε· ὅτι ἀσθενής εἰμι, ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.
5 Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυ‐ χῆς, κατ’ ἐξοχὴν ἀμύνης. Λέγει οὖν· εἰ καὶ ἐξώτερος ὁ θυμὸς ἐλέγχει, καὶ ἡ ὁργὴ τά‐ χιον παιδεύει, ἐγώ γε διὰ τὴν ἀσθένειάν μου δεόμαι τοῦ ἐλέους σου, καὶ δι’ ἄλλης ἐλεγ‐
10χθῆναι καὶ παιδευθῆναι θεραπείας, οὐ τηλικούτους προσαγού‐ σης πόνους. Θέλει γὰρ καὶ μὴ θυμῷ Θεοῦ ἐλεγχθῆναι, καὶ μὴ παιδευθῆναι ἐν ὀργῇ αὐτοῦ, καὶ ἐλεηθῆναι, ἀσθενὴς ὢν, καὶ ἰα‐ θῆναι ἀπὸ τῆς ταραχῆς τῶν ὀστέων καὶ
15τῆς ψυχῆς αὐτοῦ. —Σύμμαχος· ἐν χόλῳ, ἐν ἀνυπερθεσίᾳ.

6

.

6

Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ
μνημονεύων σου. Πᾶς ὁ μνημονεύων τῆς ζωῆς, τῆς εἰπού‐ σης· Ἐγώ εἰμι ἡ ζωὴ, οὐκ ἔστιν ἐν θανάτῳ.456 in vol. 2

6

.

7

Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου. Προτρεπτικὸν πρὸς τὸ δακρύειν ἐν νυκτὶ προσευχομένου.

6

.

11

Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου. Δαιμόνων τὸ διὰ παντὸς τὴν ἀνομίαν ἐργάζεσθαι, ἀνθρώπων τὸ μὴ διὰ παντὸς,
5ἀγγέλων τὸ μηδὲ διὰ παντὸς, μήτε μὴ διὰ παντὸς, ὅπερ ἐστὶν οὐδέποτε. —Ἀπὸ μοχ‐ θηρῶν διαβουλιῶν ἀποπεσεῖν, οὐ κακὸν τῷ ἀποπίπτοντι, οὐκ ἐρχομένῳ ἐπὶ τὸ μοχθη‐ ρὸν αὐτῶν τέλος, ὡς οὐ καλὸν τῶν κρειτ‐
10τόνων μὴ ἐπὶ τέλος ἐλθεῖν.

7

.

5

Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Κενός ἐστιν ὁ μὴ δυνάμενος λέγειν· Ἐκ
5τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλά‐ βομεν καὶ χάριν ἀντὶ χάριτος. Διόπερ καὶ οἱ τοιοῦτοι κάλαμοι λέγονται, τρέφοντες ἐν ἑαυτοῖς τὰ θηρία, περὶ ὧν εἴρηται· Ἐπι‐ τίμησον γὰρ, φησὶ, τοῖς θηρίοις τοῦ καλά‐
10μου, καί· Ὁ διάβολος, φησὶν ὁ Ἰὼβ, παρὰ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ βούτομον καὶ κάλαμον· οὗτος γὰρ βα‐ σιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι.

7

.

6

Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυ‐ χήν μου, καὶ καταλάβοι. Ἵνα χοϊκὸς, ἀντὶ ἐπουρανίου, γενοίμην.

7

.

10

Συντελεσθήτω δὴ πονηρία ἁμαρ‐ τωλῶν, καὶ κατευθυνεῖς δίκαιον.
Ἐὰν συντελεσθῇ ἡ πονηρία τῶν ἁμαρ‐ τωλῶν, ὁ δίκαιος κατευθύνει τὴν ὁδὸν αὑ‐457 in vol. 2
5τοῦ, μηκέτι πολεμούμενος ὑπ’ αὐτῶν.

7

.

13

Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομ‐ φαίαν αὐτοῦ στιλβώσει. Ῥομφαία ἐστὶ νοητὴ, λόγος πνευματικὸς χωρίζων ψυχὴν ἀπὸ σώματος ἢ κακίας ἢ
5ἀγνωσίας.

7

.

14

Ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις. Καιόμενοί εἰσιν οἱ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου δεχόμενοι.

7

.

17

Καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Ἡ κορυφὴ νῦν τὸν νοῦν σημαίνει, εἴπερ ὁ στέφανος τῆς χάριτος, κατὰ τὸν Σωλο‐
5μῶντα, ἥτις ἡ σοφία, δέδεται τῇ κορυφῇ.

8

.

1

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Κολαστικὸν καὶ τιμωρητικόν. Εὐσεβίου. Ἐνταῦθα εἰς τὸ τέλος εἴρηται, διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων τετυχηκέ‐
5ναι τὰ ἐν τῷ παρόντι ψαλμῷ πεπροφητευμέ‐ να· ὑπὲρ δὲ τῶν ληνῶν διὰ τοὺς ἐν πάσῃ τῇ γῇ συστάντας λαοὺς, καὶ τὰς ἐκκλησίας τοῦ Θεοῦ, ἅσπερ ὁ λόγος ληνοὺς ἀλληγορικῶς ἀποκαλεῖν εἴωθεν· πάλαι μὲν οὖν, ὁπηνίκα
10εἷς ἦν ὁ λαὸς ὁ καλούμενος Ἰσραὴλ, ἀμ‐ πελὼν ἐχρημάτιζεν οὗτος. Καὶ ὁ νεὼς ὁ παρ’ αὐτοῖς πύργος, προλήνιόν τε τὸ πρὸ τοῦ νεὼ θυσιαστήριον, κατὰ τὴν τοῦ Ἡσαΐου προφη‐ τείαν. Ἀλλὰ νῦν οὐ μιᾶς ληνοῦ, πλειόνων
15δὲ ληνῶν ὁ λόγος μνημονεύει, διὰ τὰ πολλὰ θυσιαστήρια τὰ καθ’ ὅλης τῆς γῆς διὰ Χρισ‐ τοῦ ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνεστῶτα. Διὸ καὶ ἐν πγʹ ψαλμῷ, ὑπὲρ τῶν ληνῶν ἐπι‐ γεγραμμένῳ καὶ αὐτῷ, πολλὰ θυσιαστήρια458 in vol. 2
20καὶ πλεῖστα σκηνώματα καὶ αὐλαὶ πολλαὶ θεσπίζονται· δι’ ὧν ἀντικρὺς τὰ καθ’ ὅλης τῆς γῆς ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ἱδρυ‐ μένα θυσιαστήρια δηλοῦται· ὅθεν καὶ αὐτὸς ὑπὲρ τῶν ληνῶν τὴν προγραφὴν περιέχει.
25 Ὠρ. Καὶ ὁ ὀγδοηκοστὸς ἐπιγέγραπται εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ Ἀσὰφ, οὗ ἡ ἀρχή· Ἀγαλλιᾶσθε τῷ βοηθῷ ἡμῶν. Καὶ ἐν τῷ πγʹ ψαλμῷ τὴν Ὑπὲρ τῶν ληνῶν εὑ‐ ρήσεις ἐπιγραφήν· πρὸς δὲ ταῦτα λάβωμεν
30τὰ περὶ Νῶε φυτεύοντος ἄμπελον· τήν τε περὶ τοῦ Ἰούδα παρὰ Ἰακὼβ εὐλογίαν· Δεσ‐ μεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ· καὶ τὴν Ἰσσάχαρ, ὃς ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν
35ὦμον εἰς τὸ ποιεῖν καὶ ἐγενήθη ἀνὴρ γεωρ‐ γός. Καὶ μὲν Ὀζίας γεωργὸς ἦν, ἀμπελουρ‐ γοὺς ἔχων ἐν τῇ ὀρεινῇ. Καὶ ἡ γύνη δὲ παντὸς δικαίου ὡς ἄμπελός ἐστιν εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ, ᾧ γίνεται
40οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου. Καὶ ὁ Ἐκκλησιαστής· Ἐφύτευσεν ἀμπελῶνας, ὤρυ‐ ξε ληνόν. Καὶ ὁ Σολομῶν φησιν· Οἶνον δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.

8

.

3

Ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ κα‐ ταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Ὠρ. Ὡς ἐχθρὸς μὲν ἡμᾶς ὁ Σατανᾶς ἁμαρ‐ τάνειν καταναγκάζει· ὡς δὲ ἐκδικητὴς, πα‐
5ραδιδομένους κολάζει, Ὑμέναιον οὖν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασά‐ μενος, πάλιν ἐπαίδευσεν, διὰ τὰς εἰς Θεὸν βλασφημίας.

8

.

6

Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγ‐ γέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Εὐσεβίου. Πῶς δόξῃ καὶ τιμῇ τὸν ἄν‐ θρωπον ἐστεφάνωσεν ὁ τῶν ὅλων Θεός,
5νοήσεις, ὅτι ἐπὶ μόνου τοῦ ἀνθρώπου ἀνα‐ γέγραπται εἰρηκὼς ὁ Θεός· Ποιήσωμεν ἄν‐ θρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁ‐ μοίωσιν· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καὶ ἐπι‐459 in vol. 2
10φανειῶν κατηξίωσεν ἑαυτοῦ, καὶ σάρκα πε‐ ριβεβλημένῳ ὁμιλίας θείας μετέδωκεν, τότε μὲν δι’ ἀγγέλων, τότε δὲ καὶ αὐτὸς δι’ ἑαυ‐ τοῦ τοῖς ἁγίοις ὀφθεὶς καὶ χρηματίσας· καὶ ἔτι πρὸς τούτοις θείου Πνεύματος καὶ δυ‐
15νάμεως οὐρανίου μέτοχον αὐτὸν ἀνέδειξεν, ὡς τὰ μέλλοντα προαγορεύειν, καὶ νόσους παντοίας θεραπεύειν, ἤδη δὲ καὶ νεκροὺς ἐγείρειν· ὁποῖα προφῆται καὶ ἀπόστολοι πε‐ ποιηκέναι ἱστοροῦνται· εἰ δὲ ἅπασιν τοῖς
20λεχθεῖσιν προσθείης τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὴν ἔνσαρκον οἰκονομίαν, ὄψει πῶς εἴρηται· Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, δηλαδὴ ὅτι τὸν ἄνθρωπον.

9

.

1

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμά‐ σιά σου. Ἕτεροι δὲ πρὸς αὐτὸν, οὐ περὶ αὐτοῦ τὸν
5παρόντα φασὶν ᾄδεσθαι ψαλμὸν, ὑπὲρ τῆς ἀνθρωπείας ἐξομολογουμένου φύσεως τοῦ προφήτου, τῶν τελείων ἴδιον λέγοντος τὸ πᾶσαν ἀνατιθέναι τῷ Θεῷ τὴν καρδίαν· Ἀγαπήσεις γὰρ, φησὶ, τὸν Θεόν σου ἐξ ὅλης
10τῆς καρδίας σου κτλ. Ὃ δὲ νῦν ἐμφαίνει τό· ἐν ὅλῃ καρδίᾳ μου, ὃ δὲ ποιεῖ, προφητικοῖς ὀφθαλμοῖς τὰ ἐσόμενα προιδὼν, καὶ διηγεῖ‐
ται ταῦτα, κοινωνοὺς τῆς ἐξομολογήσεως ποιούμενος τοὺς ἀκροατὰς, χαρὰν ἔχων τὸν460 in vol. 2
15καρπὸν τοῦ Πνεύματος, ἐπηρμέναις τε θεω‐ ρίαις τὰ τοῦ Θεοῦ διηγούμενος θαύματα.

9

.

6

Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὑπὲρ τῆς ἀνθρωπίνης τυραννουμένης φύ‐
5σεως οὕτω πικρὰν αὐτῷ τὴν τιμωρίαν ἐπέ‐ θηκας. Ἐπετίμησας τοῖς ἔθνεσι, τουτέστι τὰ θεῖα διδάγματα διὰ τῶν ἀποστόλων καὶ τῶν ἑξῆς διδασκάλων αὐτοῖς παραδούς· ὧν δεξαμένων, ἀπώλετο [ὁ ἀσεβὴς], τοὺς κατὰ
10τὴν πλάνην προσκυνοῦντας οὐκ ἔχων. Οὕτω καὶ Λυκάοσι θῦσαι πειρωμένοις Παῦλος ἐπε‐ τίμα καὶ Βαρνάβας, εἰπόντες· Τί ποιεῖτε, ἄνδρες; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῶν ἄνθρωποι, ἀπὸ τούτων τῶν ματαίων ὑμᾶς
15ἐπιστρέφοντες. Καὶ Γαλάταις δὲ Παῦλος ἐπε‐ τίμα· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσ‐ κανεν, ἐν οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χρισ‐ τὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; Οὕτω Κορινθίοις· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία,
20καὶ ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται. — Ἐξηλείφθη τοίνυν αὐτοῦ τὸ ὄνομα εἰς τὸν αἰῶνα. Ἅπασα γὰρ ἔσβεσται τελετὴ τῶν νῦν ἀνθρώπων καὶ ἀγνοούντων τὰ τῆς εὐ‐ σεβείας μυστήρια, τοσοῦτον καὶ τό· Ὁδὸς
25ἀσεβῶν ἀπολεῖται.

9

.

8

Καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει, ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Οὐ μόνον κατὰ τὸν παρόντα βίον τὴν
οἰκείαν δύναμιν ἔδειξεν, ἀλλὰ κἂν τῷ μέλ‐461 in vol. 2
5λοντι τὸ φρικῶδες αὐτοῦ δείξει κριτήριον πᾶσιν ἀνθρώποις, δικάζων, καὶ τὰ πρὸς ἀξίαν ἀπονέμων ἑκάστῳ.

9

.

9

Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Οἰκουμένην μὲν νοήσεις τὴν ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἱοῦ, κατὰ
5τό· Ἐγὼ καὶ ὁ Πατήρ μου ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα· λαοὺς δὲ, τοὺς λοιποὺς παρὰ τὴν ἐκκλησίαν, ἢ τοὺς ἐκ πε‐ ριτομῆς. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τῶν ἀνόμων ἁμαρτόν‐
10των, ἀνόμως ἀπολλυμένων. Φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν τοὺς ψεκτάς τε πρά‐ ξεις καὶ ἀσεβὲς ἔχοντας φρόνημα.

9

.

13

Οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων. Τοιαύτη τίς ἦν; Ἡ διὰ τῶν ὀλοφύρσεων καὶ τῶν θρήνων γενομένη, οἷόν τινα αἴτησιν
5ἔχουσα περὶ τῶν κατεχόντων δεινῶν.

9

.

14

Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Ἵνα μὴ καὶ πύλαι τοῦ ᾅδου κατισχύσωσιν αὐτοῦ, αἵτινές εἰσιν αἱ κακίαι κατάγουσαι
5εἰς πυθμένα ᾅδου.

9

.

16

Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν, συ‐ νελήφθη ὁ ποὺς αὐτῶν. Καὶ μὴν κατὰ τῆς ἀρετῆς, ἀφθαρσίας
5λεγομένης, ὡς ἐν τῷ· Ἡ χάρις μετὰ τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν ἐν ἀφθαρσίᾳ· ἡ ἐναντίως ἔχουσα κακία, λέγοιτο ἂν εἰκό‐ τως διαφθορὰ καὶ φθορά. Εἴρηται γοῦν· Εἴ τις φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Καὶ παρὰ
10τῷ προφήτῃ· Ἕνεκεν ἀκαθαρσίας διεφθά‐
ρηται φθορᾷ.462 in vol. 2

9

.

17

Γινώσκεται Κύριος κρίματα ποιῶν. Ἔστιν ὅτε καὶ ἐκ τῶν κριμάτων ποδη‐ γούμενος ὁ ἄνθρωπος ἐπιγινώσκει τὸν Κύριον.

9

.

18

Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλαν‐ θανόμενα τοῦ Θεοῦ. Ἀποστρέφονται οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅ‐
5δην, ἵνα ἴδωσιν τὴν Ἰησοῦ ψυχὴν καταβαί‐ νουσαν καὶ ἀναβαίνουσαν. Οἱ γὰρ προσδο‐ κήσαντες αὐτὴν ὡσπερεὶ ἔξω ἔβλεπον, πρῶ‐ τον μὲν οἱ ἐν ἡμῖν ἁμαρτωλοὶ, εἶτα τὰ ἔθνη. —Τί ἐπελάθετο τὰ ἔθνη τὸν Κύριον; ἡ
10γὰρ λήθη δευτέρα γνώσεως· οὐκοῦν ἐντεῦθεν σαφὲς καὶ τό· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· Πῶς ἐστρά‐ φης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;

9

28,29

Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέ‐ μει ... Ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις. Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ
5καιρῷ, ὁ δὲ ἁμαρτωλὸς ἐγκάθηται ἐνέδρᾳ.

9

30-32

Ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρ‐ πάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλ‐ κύσαι αὐτὸν ἐν τῇ παγίδι αὐτοῦ· ταπεινώσει
5αὐτὸν, κύψει, καὶ πεσεῖται ἐν τῷ αὐτὸν κα‐ τακυριεῦσαι τῶν πενήτων. Καθάπερ ὁ λέων τῇδε κἀκεῖσε μεταφέρει τὸ ὄμμα, θήραν ἐπιζητῶν, οὕτως νύκτωρ καὶ μεθ’ ἡμέραν ἁρπαγῆς καὶ πλεονεξίας
10ἐπινοεῖ μηχανήν· ἀλλ’ ὁμῶς κύψει, καὶ πεσ‐ εῖται. Ἕλκει μὲν διὰ τοῦ λογισμοῦ, ἁρπάζει δὲ διὰ τῆς κατ’ ἐνεργίαν ἁμαρτίας.

9

.

33

Μὴ ἐπιλάθῃ τῶν πενήτων. Εἰ ἐπελάθετο τῶν πενήτων ὁ Κύριος, ᾔδει
τοὺς πένητας ὁ Κύριος.463 in vol. 2

9

.

34

Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐ ζη‐ τήσει. Ἀλλὰ κἂν μυριακὶς ἐκεῖνος ταῦτα λογί‐ σηται, σὺ βλέπεις· τοῦτο γὰρ νοητέον.

9

.

36

Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρ‐ τωλοῦ καὶ πονηροῦ. Ἁμαρτωλός ἐστιν ὁ ἐξ ἡδυπαθείας καὶ ἀκολασίας ἁμαρτάνων· πονηρὸς δὲ ὁ ἑκου‐
5σίως κακοποιητικός. —Βραχίονα δὲ εἶπε τὴν πονηρὰ κατεργασαμένην ψυχήν. Ἡ συν‐ τριβὴ τοῦ βραχίονος ἀφανίζει τὰς ἁμαρτίας· τὸ δὲ ἀπαλλαγῆναι τῶν ἁμαρτιῶν εὐεργε‐ σία ἐστὶ τοῦ συντριβῆναί τινος βραχίονα·
10οὕτω καὶ ἐγὼ πείθομαι κολάζειν Θεῷ.

9

37,38

Βασιλεύει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ· τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος.
5 Δεῖ γὰρ τὸν Κύριον βασιλεύειν διὰ τῶν αἰώνων, ἄχρις οὗ ἐπιθυμίαν τῶν πενήτων εἰ‐ σήκουσε Κύριος, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχ‐ θροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν
10γεγονότων καὶ γενησομένων αἰώνων· δι’ ἧς θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται· ἡ δὲ γῆ τοῦ Κυρίου, ἡ θεωρία τῶν γεγονότων αἰώ‐ νων· ἡ δὲ βασιλεία, φαμὲν, τό· τηνικαῦτα ἐπακούει τῆς ἐπιθυμίας ὁ Κύριος, ὁπηνίκα
15ἂν παράσχῃ τὸ ἐπιθυμητὸν τῇ ἐπιθυμη‐ σάσῃ ψυχῇ.

10

.

4

Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι· τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἰ οἱ ὀφθαλμοὶ Κυρίου εἰς πένητας ἀπο‐
5βλέπουσι, γενώμεθα πένητες, ἵνα οἱ ὀφθαλ‐ μοὶ Κυρίου εἰς ἡμᾶς ἐπιβλέπωσιν. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οἱ ὀφθαλμοὶ Κυ‐ ρίου εἰς τοὺς πλουσίους οὐκ ἀποβλέπουσι. — Σὺ δὲ ὅταν ἀκούσῃς ἐν οὐρανοῖς εἶναι, καὶ464 in vol. 2
10παροικεῖν τὸν Θεὸν, ἐκ τῆς ἱερᾶς γραφῆς, ἢ ἐνδότερον εἶναι τοῦ καταπετάσματος, μὴ περιορισμούς τινας καὶ τοπικὰς οἰκήσεις, καὶ μεταβάσεις, καὶ ἀναβάσεις, καὶ ἐξελεύ‐ σεις νοήσῃς· πτωχοπρεπεῖ γὰρ οὔσῃ τῇ ἡμε‐
15τέρᾳ φύσει, καθὰ χωρεῖ ἀκοῦσαι, διαλέγεται αὐτῇ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ μάρτυς τοῦ λόγου ἡ μωσαϊκὴ συγγραφὴ, παχεῖα καὶ ἀνάξια Θεοῦ τοῦ ἀπεριγράπτου περιέχουσα ῥήματα· ἅτινα οὐ Μωσῆς ἐξέθετο οἴκοθεν,
20ἀλλ’ ὁ Θεὸς δι’ ἀγγέλων αὐτοῦ ἐν ὄρει τῷ Σιναΐῳ ταῦτα προηγόρευσε ἐπὶ τῆς σκηνῆς· ὅθεν ὡς ἀγγέλου ταῦτα λαλήσαντος, οὐδὲ τέθεικεν ὅλως τὸ ὄνομα ἐν τῇ ἀπογραφῇ αὐτῆς ὁ Μωϋσῆς, καθὼς οἱ λοιποὶ προφῆται
25βίβλοις τῶν οἰκείων προφητειῶν. —Βλέ‐ φαρα δὲ [νοήσεις] κριτικὴν αὐτοῦ πρόνοιαν καὶ τῶν πραγμάτων ἐξεταστικήν.

10

.

5

Ὁ δὲ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Εἰ ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυ‐ τοῦ ψυχὴν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν,
5ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν.

10

.

6

Πῦρ καὶ θεῖον καὶ πνεῦμα καται‐ γίδος, ἡ μέρις τοῦ ποτηρίου αὐτῶν. Ποτήριον νῦν τὴν κόλασιν ὀνομάζει, ἐν
ᾧ κακίας καὶ ἀγνωσίας ἐγκέκραται πόμα.465 in vol. 2

11

.

1

Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ἐπειδὴ κινδυνεύει τῆς ἀληθείας ἀπεσ‐
5βεσθῆναι τὸ χάρισμα, οἱ μὲν ὅσιοι ἐκλελοί‐ πασιν, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν· οὐκ ἐν τοῖς ὁσίοις μόνοις αἱ ἀλήθειαι, καὶ ἐν τοῖς ἀληθέσιν ἡ ὁσιότης. Ἢ ἐπειδὴ οἱ ὅσιοι ἐκ‐ λελοίπασιν, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλή‐
10θειαι· καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν αἱρέσεων.

11

.

6

Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σω‐ τηρίᾳ, παῤῥησιάσομαι ἐν αὐτῷ.
5 Ἐὰν ἐκ τῆς ταλαιπωρίας τῶν πτωχῶν νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος, τίς ἀνιστάμενον οὐ δέδοικεν Κύριον; Καί· Ἀνάσ‐ τηθι, Κύριε ὁ Θεός μου, ὑψώθητι; Ἀπευ‐ ξώμεθα τὴν τοιαύτην ὕψωσιν, καὶ μὴ βου‐
10ληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ἔτι καὶ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων, καὶ οὐκ εἰς τέλος ἐπιληθήσεται ὁ πτωχός. Ἢ καὶ οὕτως· οἱ
15πτωχοὶ δι’ ἐμὲ καὶ πένητες γεγονότες τῷ σῷ πνεύματι, στένουσιν ἀεὶ ταπεινούμενοι, προσέχοντές μου τῷ λόγῳ, καὶ πίστιν ἀκ‐ λινῆ διασώζοντες· ὧν ἕνεκεν ἀναστήσομαι, καὶ κατὰ τὸ πρέπον, τῇ ἐμῇ ἀναστάσει
20σωτηρίαν θήσομαι πᾶσιν ἀνθρώποις.

11

8,9

Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ... Κύκλῳ οἱ ἀσεβεῖς πε‐ ριπατοῦσιν. Ἐπειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ
5κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς ἄρα
εὐθείαν περιπατοῦσι. Διὰ τοῦτό φησι· Φυ‐ λάξεις ἡμᾶς, ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν466 in vol. 2
10σωτηρίᾳ, οὗτοι δ’ ἂν εἶεν ἀντικείμεναι δυ‐ νάμεις.

12

.

1

Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ. Ὑπόθεσις Εὐσεβίου. Διὰ τὸ τέλος, τὸ παρὰ τῷ Θεῷ, πάντα τὰ πρὸ τοῦ τέλους ἀνδρικῶς ἠγωνίζετο· τὸ δὲ τέλος καρπὸς ὁ τῶν πό‐
5νων, ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν τοῖς γνησίως ἀγωνιζομένοις προξενῶν. Ἐπεὶ τοίνυν καὶ ὁ Δαυὶδ τούτων εἷς ἦν, εἰς μὲν τὸ τέλος τῷ Θεῷ τὸν ψαλμὸν καὶ τὴν ᾠδὴν ἀνέπεμπε. Κατὰ δὲ τὴν ἀρχὴν, ὡσανεὶ ἔτι
10ἀγωνιζόμενος, τὰς πρώτας προέφερε φωνάς·

12

.

2

Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; Τοῦ αὐτοῦ. Διδάσκων, τῆς μνήμης τοῦ
5Θεοῦ καιρῷ τινι ἀποπεπτωκέναι [τὴν λήθην]· (λήθην γὰρ ὁ Θεὸς ποιεῖται τῶν λανθανόν‐ των αὐτοῦ· λανθάνει δὲ αὐτοῦ πᾶς ὁ ἁμαρ‐ τάνων)· ἀλλὰ καὶ ἐπεὶ ἀποστρέφει τὸ πρόσω‐ πον αὑτοῦ ἀπὸ τῶν αἰσχρόν τι πραττόντων
10ἀναξίως τῶν αὐτοῦ ὀφθαλμῶν, τουτέστι τῆς θεωρητικῆς καὶ ἐπισκοπικῆς αὐτοῦ δυνά‐ μεως, βιούντων μεγάλως φροντιζόντων περὶ τῆς κρίσεως τοῦ Θεοῦ, καὶ ἀγωνιῶν ἐφ’ οἷς ἑαυτῷ συνῄδει, πληττόμενός τε ὑπὸ τοῦ
15συνειδότος, καὶ τὴν ψυχὴν ὑπὸ λογισμῶν ἀνιώμενος, ἐπιλέγει·

12

.

3

Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; Τοῦ αὐτοῦ. Ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμή‐ νευσεν εἰπών· Μέριμναν ἐν τῇ διανοίᾳ μου
5καθ’ ἡμέραν. Ταῦτα δὲ, φησὶν, ἐγράφη εἰς νουθεσίαν ἡμῶν, ὅπως καὶ αὐτοὶ, διαθέσει τοῦ ταῦτα εἰρηκότος, εἰ γένοιτο ἡμῖν χρεία μετα‐ νοίας καὶ ἐξομολογήσεως ἐπί τισιν οὐκ ὀρθῶς ἡμῖν πεπραγμένοις, ταῖς αὐταῖς χρησώμεθα467 in vol. 2
10μεθόδοις, ὥσπερ φαρμάκοις ψυχῆς σωτηρίοις, εὐκαίρως τοῖς παροῦσι λόγοις τῆς ἐξομολο‐ γήσεως χρώμενοι.

13

.

1

Διέφθειραν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Ἐλθὼν, φησὶν ὁ Κύριος, οὐδ’ ἕνα εὗρον χρηστότητος ἐργάτην, ἀλλ’ ὑπεύθυνον πάσῃ
5πράξει ἀτόπῳ. Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφ‐ θείρονται, ἀλλ’ οὐχὶ ἡ φαύλη ἔννοια τάχα διαφθείρει, ἀλλ’ αὐτὸ ταύτης ἐπιτέλεσμα τῆς ἐννοίας.

13

.

3

Καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. Ἐγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Σωτὴρ, καὶ
5αὐτός ἐστιν εἰρήνη ἡμῶν. —Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.

13

.

4

Οἱ κατεσθίοντες τὸν λαόν μου βρώ‐ σει ἄρτου. Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.

13

.

6

Βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστι. Δι’ ἡμᾶς γὰρ ἐπτώχευσεν ὁ Κύριος, πλού‐ σιος ὢν, ἵν’ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλου‐
5τίσωμεν.

14

.

3

Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς
ἔγγιστα αὐτοῦ. Ὁ ἀνεπιλήπτως βιῶν, ὀνειδισμὸν οὐ λαμ‐ βάνει ἐπὶ τοὺς ἔγγιστας αὐτοῦ.468 in vol. 2

14

.

5

Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν τόκῳ. Τοῦτο λεκτέον πρὸς τοὺς τοκιστὰς, ὡς κωλυτικὸν τῆς ἐν ἁγίῳ ὄρει κατασκηνώσεως. Ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται
5εἰς τὸν αἰῶνα. Εὐσεβίου. Ὅ γε μὴν ὁμοῦ πάντα προκα‐ τηριθμημένα κατορθώσας, ἀντιτελὴς γενό‐ μενος, καὶ πᾶν τὸ σῶμα τῆς κατὰ Θεὸν πο‐ λιτείας ὁλόκληρον, ὥσπερ καὶ ὑγιὲς καὶ
10πᾶσιν ἀγαθοῖς λόγων τε καὶ ἔργων ἀπηρτισ‐ μένον διατηρήσας, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.

15

.

4

Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶ τῶν ὀνο‐ μάτων αὐτῶν διὰ χειλέων μου. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν,
5οὐ δι’ αἱμάτων αὐτὰ συνάξω, οὐδὲ παρασ‐ κευάσω διὰ τῆς νομικῆς μοι προέρχεσθαι λατρείας, δι’ αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας· πάλαι μὲν, φησὶν, ἐπ’ ἀ‐ ξίαν τῶν πράξεων ἐπήγοντο προσηγορίας,
10εἰδωλολάτραι, πολύθεοι ὀνομαζόμενοι· νῦν δὲ οὐκέτι μνησθήσομαι τῶν ὀνομάτων ἐκεί‐ νων· εὐσεβεῖς αὐτοὺς καὶ ἁγίους, κλητούς τε καὶ ἐκλεκτοὺς ὀνομάζων.

15

.

9

Καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. Γλῶσσαν νῦν λέγει τὸ χάρισμα τοῦ Πνεύ‐
ματος.469 in vol. 2

16

.

3

Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσ‐ κέψω νυκτός. Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμασίαν, ἡ θλῖψις ἄρα δο‐
5κιμασίαν κατεργάζεται· εἰ δὲ ἡ δοκιμα‐ σία ἐν νυκτὶ διέδραμεν, ἡ νὺξ ἐνταῦθα τὴν θλῖψιν σημαίνει, ἐν ᾗ σκοτοῦται πταιομένη ψυχὴ λογική. —Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, τουτέστι τῆς
10πρακτικῆς, ἥτις δοκεῖ πρῶτον ὀδύνης, καὶ οὐ χαρᾶς πρόξενος, ὕστερον μέντοι καρποὺς δικαιοσύνης ἀποδιδοῦσα τοῖς δι’ αὐτῆς γε‐ γυμνασμένοις.

16

.

7

Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώ‐ ζων τοὺς ἐλπίζοντας ἐπὶ σέ· ἐκ τῶν ἀνθεσ‐ τηκότων τῇ δεξιᾷ σου φύλαξόν με, ὡς κό‐ ρην ὀφθαλμοῦ.
5 Ὥσπερ τὴν πλήξασαν αὐτὸν δύναμιν, ὁ Ἰὼβ χεῖρα λέγει Θεοῦ· Ἡ χείρ ἐστί σου, φησὶν, μή με στροβῇ τοσούτως. Καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ καλεῖ ὁ Δαυὶδ ῥομφαίαν Θεοῦ. Χεὶρ δὲ εὐερ‐
10γετικὴ Θεοῦ οἱ ἄγγελοί εἰσιν, δι’ ὧν προ‐ νοεῖται κόσμου τοῦ αἰσθητοῦ, οἷς ἀντίκειν‐ ται δαίμονες, βουλομένοις πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

17

.

9

Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ. Ὠργίσθη, φησὶ, καὶ κατέβαλεν τὸ πῦρ,
5δι’ οὗ πάλιν τοὺς ἀνθρώπους κατέφλεγεν. Ἄνθρακες, ὁ τῶν ἀποστόλων χορός· τούτου
γὰρ τοῦ πυρὸς κατὰ τὴν ἡμέραν τῆς Πεν‐ τηκοστῆς μεταλαβόντες, καὶ γλώσσας ἐπὶ τῶν κεφαλῶν πυρίνας δεξάμενοι, ἄνθρακες470 in vol. 2
10εἰκότως ἐχρημάτιζον, φωτίζοντες ὁμοῦ τὰ ἔθνη καὶ καθάροντες· ὅτι ταῦτα ἐγένετο, τοῖς ἑξῆς ἐπαγομένοις μάνθανε·

17

10,11

Καὶ ἔκλινεν οὐρανὸν, καὶ κα‐ τέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ Χερουβείν. Χερουβεὶμ ἑρμηνεύεται γνῶσις καὶ σύνε‐
5σις· εἰς τοὺς δικαίους οὖν λέγει.

17

.

12

Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐ‐ τοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Ἔθετο τὸ σκότος ἀποκρυφὴν αὐτοῦ, μέσον ἑαυτοῦ τε καὶ ἡμῶν θεὶς, ὥσπερ Μωϋσῆς πά‐
5λαι τὸ κάλυμμα μέσον ἑαυτοῦ τε καὶ πω‐ ρώσεως Ἰσραὴλ, εἰ μὴ ῥᾳδίως εἴδῃ σκοτεινὴ φύσις, τὸ ἀπόθετον κάλλος μὴ ῥᾳδίως ἐπι‐ τυχοῦσα, ῥᾳδίως καὶ ἀποβάλλει, διὰ τὴν εὐκολίαν τῆς κτίσεως. Διὰ τοῦτο μέσον ἡ‐
10μῶν τε καὶ Θεοῦ ὁ σωματικὸς οὗτος ἵσταται γνόφος, ὥσπερ ἡ νεφέλη τὸ πάλαι τῶν Αἰ‐ γυπτίων καὶ τῶν Ἑβραίων· καὶ τοῦτό ἐστιν ἴσως ὃ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Διὸ καὶ Παῦλός φησιν· Ὁ μόνος ἔχων ἀθανασίαν,
15καὶ φῶς οἰκῶν ἀπρόσιτον.

17

.

20

Ῥύσεταί με, ὅτι ἐθέλησέν με. Οὕτως ὁ ὑπὸ τῆς σῆς προνοίας ῥυσθεὶς, ἐλπίζω πάντων περιγενέσθαι τῶν δυσμενῶν, καὶ μὴ πρότερον ἀποστῆναι, ἕως αὐτοὺς
5αὖθις ὑπηκόους εἰργάσωμαι· τοῦτο γὰρ καὶ παρεδήλωσεν εἰρηκώς· Πεσοῦνται ὑπὸ τοὺς πόδας μου.

17

.

36

Καὶ ἡ παιδεία σου κτλ. Τό· Καὶ ἡ παιδεία σου αὐτή με διδάξει, Θεοδωτίονός ἐστιν, ἀντὶ τοῦ· Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, εἰρημένον τοῖς Οʹ.

17

.

40

Συνεπόδισας πάντας τοὺς ἐπανισ‐ ταμένους ἐπ’ ἐμὲ ὑποκάτω μου. Καὶ μὴν οὐκ ἴσμεν τὸν Δαυὶδ τῶν ἐχθρῶν βασιλεύσαντα· οὐκοῦν διὰ τοῦ ἐξ αὐτοῦ κατὰ
5σάρκα τεχθέντος ἡ προφητεία πληροῦται.471 in vol. 2

17

.

41

Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον. Ἀντὶ τοῦ· εἰς φυγὴν ἔτρεψας. Ἴδιον γὰρ φευγόντων τὸ διδόναι τὰ νῶτα.

17

.

49

Ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων. Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης· εἰ δὲ ἐχθροὶ ἡμῶν ὄργιλοί εἰσιν, οἱ ἐχθροὶ ἡμῶν ἄρα θυμωδεῖς εἰσιν· θυμὸς
5γὰρ αὐτῶν, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, καὶ ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτοῦ ἐφ’ ἡμᾶς.

18

3,4

Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.
5 Εὐσεβίου. Νὺξ καὶ ἡμέρα τεταγμένα μέ‐ τρα τυγχάνοντα τῆς κατὰ καιρὸν ὑποχω‐ ρήσεως, κατά τε μείωσιν καὶ αὔξησιν, καὶ τὴν πρὸς ἄλληλα διὰ παντὸς ἀναλογίαν φυ‐ λάττοντα, κηρύττει διὰ τῶν ἔργων τὸν ἀμ‐
10φότερα διαστήσαντα· οὐ γὰρ ἐν τοῖς κατὰ τύχην τὸ διηνεκὲς, καὶ ἀσύγχυτον, ἀλλὰ σοφίας ἔκγονος ἁρμονία. Αἱ δὲ τῶν λόγων αὐτῶν φωναὶ οὐκ εἰσὶ τῶν μὴ ἀκουομένων· πανταχοῦ γὰρ τῆς οἰκουμένης διὰ τῆς θέας
15ἀκούονται οὐρανῶν τε βλεπομένων, καὶ νυκ‐ τὸς καὶ ἡμέρας. Προσεχρήσατο δὲ τοῖς ῥη‐ τοῖς τούτοις ἐπὶ τῶν ἀποστόλων ὁ Παῦλος· διὸ καὶ ἀορίστως ἔφη, ἀλλ’ οὐχ ὡς εἴωθεν ἐπὶ τῶν προηγουμένων λέγειν· Ἡσαΐας δὲ
20κράζει ὑπὲρ τοῦ Ἰσραήλ. Καὶ πάλιν· Καθὼς προείρηκεν Ἡσαΐας. Καὶ πάλιν· Καθὼς γέ‐ γραπται. Καὶ αὖθις· Λέγει γὰρ ἡ γραφή. Σύμμαχος δὲ σαφέστερον ἐξέδωκεν· Καὶ νὺξ
νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐ ῥήσεσιν, οὐδὲ472 in vol. 2
25λόγοις, ὧν οὐκ ἀκούονται φωναὶ, ἀλλ’ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ἦχος. Ἢ κατὰ τὸν Ἀκύλαν· Ὁ κανὼν αὐτῶν, οὐδὲ γὰρ λόγον οὐδὲ φωνὴν ἀφιεῖται· Τὸν κανόνα δὲ καὶ τὴν οἰκείαν τάξιν ὑποδεικνῦσαι, πᾶσαν γῆν
30καὶ θάλατταν εἰς τὴν θείαν ὑμνῳδίαν καλοῦ‐ σιν. —Ἡμέρα δὲ τῆς ἀναστάσεως τῇ ἡμέρᾳ τοῦ σταυροῦ ἐρεύγεται ῥῆμα, πῶς ὁ ἐν ἐκεί‐ νῃ σταυρωθεὶς, ἐνταῦθα ὡς Θεὸς ἀνέστη, καὶ τοὺς νεκροὺς ἀνέστησεν. Καὶ νὺξ ἡ πρὸ
35τοῦ σταυροῦ γενομένη τῇ νυκτὶ τῆς τοῦ Χριστοῦ παραδόσεως τοιαύτην ἀναγγέλλει γνῶσιν, πῶς ἐν ἐκείνῃ δειλιῶν καὶ προσευ‐ χόμενος, ὕστερον δὲ καὶ παραδοθεὶς, ἐν ταύ‐ τῃ τῶν στοιχείων δεσπότης, ὥστε καὶ νύκτα
40κατὰ τὸ μέσον ἐπαγεῖν τῆς ἡμέρας, ἀποδέ‐ δεικται.

18

.

6

Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐ‐ τοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.
5 Ἀθανασίου. Παστὸν τὴν Παρθένον ἐκά‐ λεσεν, ἐξ ἧς ὁ νυμφίος Χριστὸς ἐπορεύετο, παντὸς ῥύπου καθαρὸς, ἀπὸ καθαρᾶς παστά‐ δος προερχόμενος. Παστὰς δὲ τοῦ Χριστοῦ ἡ ἁγία Παρθένος, ἐπειδὴ χωρὶς ἀνδρὸς τε‐
10κοῦσα, νυμφίον ἔσχεν εἰκότως τὸν τικτόμε‐ νον αὐτὸν, ἀοράτῳ δυνάμει τὸν τόκον ἐνερ‐ γήσαντα. —Γίγας ἑρμηνεύεται ἐπιπίπτων, λαμβάνεται δὲ εἰς τὸν Κύριον· αὐτὸς γὰρ ἠγαλλιάσατο κατὰ τὸν καιρὸν τῆς οἰκονο‐
15μίας, τὴν ἡμετέραν σωτηρίαν πραγματευό‐ μενος, καὶ ἐπέπεσε ταῖς δαιμονικαῖς φά‐ λαγξι, καταργήσας αὐτῶν καθ’ ἡμῶν δυ‐ ναστείαν. Ὁδὸν δὲ τὴν τοῦ Κυρίου ἐνανθρώ‐ πησιν νόησον, ἐν ᾗ καθάπερ γίγας διὰ τὴν
20ἰσχὺν τὴν ἐν τῷ σταυρῷ καὶ τῷ θανάτῳ πε‐ πραγμένην ἀγαλλιώμενος ἔτρεχεν. Ἀρτίως ἠγαλλιάσατο ἐν τῷ εὐαγγελίῳ διὰ τὴν εὕ‐
ρεσιν τοῦ ἑνὸς προβάτου. Εἴασε γὰρ τὰ ἐν‐ νενήκοντα ἐννέα πρόβατα τὰ μὴ πλανη‐473 in vol. 2
25θέντα, τουτέστι τὰς ἀγγελικὰς δυνάμεις, ἐπὶ τὰ ὄρη, τουτέστιν ἐν τοῖς οὐρανοῖς, καὶ ἦλ‐ θεν ἐπὶ τὸ πεπλανημένον πρόβατον, καὶ εὑ‐ ρὼν αὐτὸ ἠγαλλιάσατο· ἢ ἔδραμε τὴν ἐπ’ οὐ‐ ρανοὺς ὁδὸν ἀγαλλιῶν, εἴτε ἀπὸ γῆς εἰς τὰ
30καταχθόνια ἔδραμε.

18

.

8

Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπισ‐ τρέφων ψυχάς. Ὠρ. Ζητητέον πότερον ἀπὸ κακίας ἐπι‐ στρέψειεν ἐπὶ τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθη‐
5τῶν ἐπὶ τὰ νοητά· καὶ τάχα τὸ δεύτερον· τὸ γὰρ πρότερον, ἡ ἐντολὴ πέφυκεν ποιεῖν νό‐ μον, τὸν εὐαγγελικὸν δηλονότι, ὡς ἤδη δὲ ἀπὸ τῶν προειρημένων στοιχείων παιδαγω‐ γηθέντες οἱ ἐξ ἐθνῶν, ἕνα εἶναι τὸν δημιουρ‐
10γὸν, διδάσκονται λοιπὸν καὶ τὸν εὐαγγελικὸν νόμον, ὡς καὶ ἐπέστρεψε τῶν ἐθνῶν ἁπάντων τὰς ψυχὰς εἰς τὴν ἀλήθειαν. —Διὰ τὴν ἐνάπειρον περὶ ἡμᾶς ἀγάπην αὐτοῦ, οὔτε πόρνον, οὔτε λῃστὴν παρατρέχει, τοὺς ἄγαν
15αὐτοῦ φυγόντας τὴν ἀγάπην, καὶ εἰς τὰ ἔσχατα τῆς ἁμαρτίας φθάσαντας.

18

.

10

Τὰ κρίματα Κυρίου ἀληθινὰ, δε‐ δικαιωμένα ἐπὶ τὸ αὐτό. Ἀναγκαῖον τοῖς δύο στίχοις τοῖς προτέ‐ ροις τὸν τρίτον προσέθηκε· τὰ γὰρ τοῦ Θεοῦ
5κρίματα, τοῖς μὲν ἁμαρτάνουσι καὶ παρα‐ βάταις φοβερὰ καὶ ἀποζητητέα καθέστηκεν· τοῖς δὲ ἐργαζομένοις τοῦ Θεοῦ τὸν νόμον καὶ φυλάττουσι παντὸς πλούτου τιμιώτερα, διὰ τὴν ἐλπίδα τῆς ἀμοιβῆς, ἀλλὰ μὴν καὶ
10πάσης ἡδονῆς γλυκύτερα φαίνεται.

18

.

12

Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Σαφῶς ἡμῖν καὶ τοῦτο δεδήλωται ἐν τῷ προλαβόντι ψαλμῷ, ἀληθινὰ καὶ δίκαια παρὰ
5τοῦ ἀληθοῦς Θεοῦ καὶ δικαιοκρίτου δεδι‐ καιωμένα λέγεται· ἐπὶ τὸ αὐτὸ δέ ἐστιν κατὰ τὸν αὐτὸν λόγον· ᾧ γὰρ λόγῳ ἐστιν ἀληθῆ, τούτῳ τυγχάνει καὶ δίκαια. —Εἰ ὁ δοῦλός
σου φυλάσσει αὐτὰ, ὁ μὴ φυλάσσων, οὐ δοῦ‐474 in vol. 2
10λός σου. Φυλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ, ὁ ἐπιθυμῶν οὐκ ἄλλο τι ἢ αὐτά· διὸ ἔχει ἀνταπόδοσιν τῶν ἐπὶ Θεοῦ μελλομένων πολλήν.

18

13,14

Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. Ὁ δὲ Ἀκύλας τὸ ἀλλοτρίων ὑπερηφάνων
5ἐξέδωκεν. Ἐπὶ γὰρ τοῖς κατορθοῦσι τὸ πά‐ θος, ἐσθ’ ὅτε τοῦτο παρέπεται, χαυνουμένης ἐπὶ τοῦτο τῆς διανοίας· καὶ δι’ ἑτέρου πάλιν ἐκτραχηλίζονται τρόπου, ὁποῖον τὸ ἀποσ‐ τολικὸν, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ
10τοῦ διαβόλου, ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἱκετεύει ῥυσ‐ θῆναι τῆς ὑπερηφανείας· ἀφ’ ἧς ἁμαρτίας οὔσης μεγάλης καθαρισθεὶς, ἄμωμος ἔσομαι ἐξ ὑπερηφανείας, ἅμα καὶ τῶν κρυφίων κα‐
15θαρισθείς· νῦν γὰρ οὔπω θαῤῥῶ.

19

3,4

Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντελάβοιτό σου· μνησ‐ θείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.
5 Ῥυσθήσει, φησὶν, εὐχαριστικῶς αὐτῷ προσάγων θυσίαν πνευματικήν· τὸ πάσης πλῆθος ἐμφαίνει· ὀλίγης γὰρ οὐ μίμνηται. — Πιαίνεται δὲ ὁλοκαύτωμα, ὅταν ὅλῳ τῷ νοητῷ πυρὶ παραδοθῇ, τῷ πνεύματι· ἔσται
10δὲ τοῦτο, ὅταν οἱ προσφέροντες πνευματικοὶ τυγχάνωσιν.

19

.

8

Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις. Νόει καί ἵππους τὰ σκιρτήματα τῶν πα‐ θῶν, εἰς [οἷς] ἐπιβαίνουσιν οἱ δαίμονες· ἅρ‐ ματα δὲ τὴν σύμπνοιαν τῶν ὁρμητικῶν πα‐
5θῶν, ἐν οἷς παρασκευάζονται καθ’ ἡμῶν.

19

.

10

Κύριε, σῶσον τὸν βασιλέα σου, καὶ
ἐπάκουσον ἡμῶν. Νῦν δὲ τέως ἡμῖν τὸν βασιλέα σῶσον Δαυίδ.475 in vol. 2

20

.

7

Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶ‐ να αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Λέγων πρὸς αὐτόν· Δεῦρο, εὐλογημένος
5τοῦ Πατρός μου. Ὥσπερ ἀπὸ τοῦ Θεοῦ Πα‐ τρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ αὐτὴ χάρις καὶ εἰρήνη δίδοται, οὕτως ἀπὸ Θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ· πρόσωπον δὲ Θεοῦ, ὁ χα‐ ρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, μεθ’ οὗ ὁ
10βασιλεὺς εὐφραίνεται, πεῖραν τοῖς προσδο‐ κωμένοις προβάλλων. Ἢ ὅτι μετὰ τοῦ Θεοῦ Λόγου τῆς εἰκόνος, οὐ γενόμενος ὁ βασιλεὺς, ναὸς αὐτοῦ χρηματίζει, καὶ σύμμορφος αὐ‐ τοῦ γενόμενος, εὐφραίνεται.

20

.

9

Εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχ‐ θροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπεσεῖν καὶ
5ἐννοιῶν πονηρῶν· σπέρμα γὰρ ἁμαρτίας λο‐
γισμὸς πονηρός.476 in vol. 2

21

.

4

Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος Ἰσραήλ. Ἐντεῦθεν μανθάνομεν ὅτι αὐτοέπαινός ἐστιν ὁ Κύριος καὶ ἐπαινούμενος ὑπὸ τοῦ
5Ἰσραὴλ, ἢ αὐτὸς ἔπαινος ὤν.

21

.

7

Ἐγὼ δέ εἰμι σκώληξ. Ὡς ἐκ προσώπου τοῦ σαρκωθέντος Θεοῦ λέγει, εἰ καὶ μὴ κατὰ τὴν Θεότητα λαμ‐ βανόμενον, ἀλλὰ κατὰ τὸ φαινόμενον καὶ
5τὸ ταπεινὸν τῆς σαρκὸς, τό· Ἐγώ εἰμι ὁ σκωλήξ.

21

.

19

Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖ‐ δόν με. Ψηλαφῶντες, κατὰ τὸ εἰκὸς, ἅπαν αὐτοῦ τὸ σῶμα καὶ ἀναμετροῦντες ἕκαστον τῶν
5ὀστέων, ἵνα ἴδοιεν οὗ τοὺς ἥλους πῆξαι χρή.

21

.

21

Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου. Καὶ πρὸς τὴν ἁγίαν θεοτόκον ὁ Συμεών φησι· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύ‐
5σεται ῥομφαία. Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Ἑνικῶς δὲ νῦν, οὓς εἶπεν ἄνω κύνας, διὰ τὸ γένος καλεῖ. —Μονογενῆ δὲ τὴν ἰδίαν ψυχὴν εἶπεν, ὡς μόνην ἁμαρτίαν μὴ γνοῦ‐
10σαν· ἀλλὰ καὶ ὅτι μόνη διὰ παντὸς εἶχε τοῦ Θεοῦ Λόγου τὴν ἕνωσιν. Τάχα δὲ τὴν παραστᾶσαν ἐκκλησίαν αὐτῷ λέγει μονο‐ γενῆ, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἐκ τῶν ἀμώμων τελείως συμπληρωμένην, ὧν
15κατὰ προκοπὴν εἰς διάφορα τάγματα διῃ‐ ρημένην· ἑξήκοντα μέν εἰσι βασιλίδες, ὀγ‐ δοήκοντα δὲ παλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· ὑπὲρ δὲ πάσας ἐστὶ περισ‐ τερὰ τελεία, μονογενὴς οὖσα τῇ μητρὶ τῇ
20ἄνω Ἱερουσαλήμ.477 in vol. 2

22

1,2

Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κα‐ τεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέ‐ θρεψέ με.
5 Τέλειος ὁ κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίω‐ σιν γνωριζόμενος, ᾧ καὶ βασιλεὺς, ἀλλ’ οὐ ποιμὴν ἐπιγράφεται Κύριος· ὁ δὲ προκόπτων ἐν εἰσαγωγῇ, πρόβατον κληθείη Θεοῦ, καὶ ποιμαίνεται ὑπ’ αὐτοῦ, καὶ τὸ εὐαγγέλιον
10νέμεται, καὶ πίνει ὕδωρ, οὗ ὁ πιὼν οὐ διψᾷ· οὔπω δὲ τῆς ἀληθινῆς ἀμπέλου τὸν οἶνον, καὶ ἀναπαύεται διὰ λυτροῦ παλιγγενεσίας, ἀποτιθέμενος τὸ τῶν ἁμαρτημάτων φορτίον. Καὶ ἄλλως δὲ ὁ τὸ πρᾶον καὶ εὐσταθὲς κα‐
15τορθώσας Χριστοῦ, ὑπ’ αὐτοῦ ποιμαίνεται ἐπὶ τὴν χλόην, ἥτις ἐστὶν ἠθικὴ διδασκαλία, ἐν ᾧ κατεσκήνωσέ με, φησὶν, ἀλλ’ οὐ κα‐ τῴκισε. Καὶ ἀλλαχοῦ δὲ, φησίν· αὐτὸς ποι‐ μαίνει ἡμᾶς εἰς τοὺς αἰῶνας. Ὅρα δὲ καὶ
20νόει τὴν χλόην, καὶ νοητὸν αὐτῆς τόπον, καὶ νοητὸν ἀναπαύσεως ὕδωρ, τῷ ἔτι ποι‐
μαινομένῳ διδόμενον, ἕως λογικῆς τραπέζης, καὶ ποτηρίου μεταλαβεῖν τις δυνηθείη. Εἰ ἔτι τι μὴ ἀποκτεῖνον γράμμα, ἐκεῖνο ἔσται478 in vol. 2
25χλόη· ποιμαινομένουσι δὲ πνευματικῶς τρά‐ πεζα ἡτοιμασμένη, τοῖς ὑπομένουσι τὰς θλί‐ ψεις.

22

.

3

Τὴν ψυχήν μου ἐπέστρεψεν, ὡδή‐ γησέ με ἐπὶ τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ἐπέβη γὰρ ὥσπερ ὁ ποιμὴν, καὶ προέ‐
5τριψε τρίβους, ὡς ἰδίου αὐτοῦ προβάτου τοῖς ἴχνεσιν ἐπακολουθεῖν. Δικαιοσύνη μὲν οὖν ἡ πρακτικὴ τῶν δικαίων ἕξις, ἧς αἱ κατὰ τὴν ἐνέργειαν τρίβοι. Εἰ δὲ δικαιοσύνην εἴποι τις τὴν γενικὴν ἀρετὴν, τρίβους ἐρεῖ ταύ‐
10της τὰς κατ’ εἶδος ἀρετὰς, ἐφ’ ἃς ὁδηγεῖ τὸν τὴν αὐτοῦ προσηγορίαν ἐπιγραφόμενον. Τὴν ψυχήν μου, φησὶν, ἐπέστρεψε, πλανη‐ θεῖσαν ἐκ τῶν οἰκείων ἢ καταπεσοῦσαν· ἢ ἐκπεσοῦσαν τὴν ψυχὴν ἐπιστρέφει ὁ Κύριος,
15καὶ ἀποκαθίστησι μετὰ τὸ ποιμᾶναι, καὶ εἰς τόπον χλόης κατασκηνεῖται· εἶτα ἐπισ‐ τρέψας ὁδηγεῖ ἐπὶ τρίβους δικαιοσύνης καὶ ἀρετῆς.

22

.

4

Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά. Λέγοις δ’ ἂν καὶ σκιὰν θανάτου τὸν φυ‐ σικόν τε καὶ κοινὸν θάνατον τῷ τῆς ψυχῆς
5θανάτῳ διαστελλόμενον· καθὸ λέλεκται ἡ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖν, ὡς ὁ πισ‐ τεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ οὐ μὴ ἀποθα‐ νεῖται εἰς τὸν αἰῶνα, μεταβεβηκὼς ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν· σκιὰν γὰρ οὐχ ὑπο‐
10μένουσι θανάτου, ἢ κινδύνους, ἢ σώματος λύσιν.

22

.

5

Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριον
σου μεθύσκον ὡς κράτιστον.479 in vol. 2
5 Τί βούλεται τό· ἐξεναντίας τῶν θλιβόν‐ των με; Ἔχει τι μυστήριον ἀπόῤῥητον, ἵνα τις εὔχηται θλίβεσθαι. Ἐπινόει μοι, ὥσπερ ἐπὶ τῶν ἀγώνων τῶν μεγάλων ἄθλους ἐπι‐ κειμένους καθ’ ἕκαστον ἀγώνισμα, οὕτως
10καθ’ ἑκάστην θλῖψιν· ἡνίκ’ ἂν θλῖβον παρῇ, καὶ αἱ θλίβουσαι δυνάμεις, αἱ ἀντικείμεναι, νόει μοι ἡτοιμασμένην τράπεζαν πνευμα‐ τικὴν καὶ νοητὴν, διὰ ταύτην τὴν θλῖψιν. Ὁσάκις γοῦν ἐὰν θλιβῇς, τοσαυτάκις καὶ
15τράπεζά σοι παρατίθεται πνευματική. Μό‐ νον ἔχε ὀφθαλμοὺς τοὺς βλέποντας τραπέ‐ ζας μου, ἵν’ εὐχαριστῶν λέγῃς μετὰ τοῦ ἀποστόλου· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώ‐ μενοι ἐν ταῖς θλίψεσιν. Ἐν ἀρχαῖς δὲ ἐφάσ‐
20κομεν τὸν ἐκ προκοπῆς ὄντα κατασκηνοῦν εἰς τόπον χλόης· ἐπεὶ οὖν ὁ προκόπτων κἂν ἐπὶ τὸ τέλος φθάσειεν, οὐκέτι μείνας πρό‐ βατον, ἀλλὰ λογικὸς ἀναδειχθεὶς, τράπεζαν ἔχει λογικῶν τροφῶν, ηὐτρεπισμένην ὑπὸ
25Κυρίου ... Ἐπίστησον δὲ, εἰ καὶ ὅσον τις ἐσ‐ τὶν ἐν τῷ βίῳ τούτῳ, δι’ ἐσόπτρου καὶ δι’ αἰ‐ νίγματος τὴν ἀλήθειαν βλέπων, πρόβατόν ἐστιν ὑπὸ ποι‐ μένι ἀγόμενον· μεταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα, πρόσωπον πρὸς πρόσωπον προσβάλ‐
30λων τῇ ἀληθείᾳ, πνευματικῇ προσβάλλει τραπέζῃ, κατὰ τό· Κἀγὼ διαθήσομαι ὑμῖν δια‐ θήκην, ἐσθίειν καὶ πίνειν ἑπὶ τῆς τραπέζης τοῦ Πατρὸς ἐν τῇ ἀληθείᾳ. Ὅθεν καὶ τό· ἡτοίμασας, εἴρηται, ἀπεντεῦθεν γὰρ ἡτοί‐
35μασεν ὁ Θεὸς ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδεν κτλ. Καὶ τό· ἐνώπιον δέ μου, δηλοῖ πεφανερῶσθαί μοι καὶ ἐγνῶσθαί μοι τὴν τράπεζαν, ἐξεναν‐ τίας τῶν θλιβόντων με, πολλῶν ἐχθρεύειν μοι βουλομένων. Καὶ διὰ τούτων θλιβόντων
40με ἀνίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς ὁ Κύ‐ ριος θέλων, ἡτοίμασεν ἐνώπιόν μου τράπε‐ ζαν, ἐν ᾗ ἐπίκειται στερεὰ τροφὴ, ἵνα ταύ‐ της ἀθλητικῶς ἐμφορηθεὶς, ἀντιστῆναι γεν‐ ναίως πρὸς τοὺς θλίβοντας δυνηθῶ. Καὶ γὰρ
45ὅτε ἀγαθῶν τελείων τυγχάνομεν, ἰσχυροὺς καὶ πλείονας ἔχομεν τοὺς ἀντικειμένους, ᾗ φησιν ὁ ἀπόστολος· Θύρα γάρ μοι ἀνέῳγεν
μεγάλη καὶ οἱ ἀντικείμενοι πολλοί. —Οὗ δὲ ἀπὸ Κυρίου λιπαίνεται ἐν ἐλαίῳ ἡ κε‐480 in vol. 2

22

.

5

(50)

φαλὴ, ἐρεῖ· Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λι‐ πανάτω τὴν κεφαλήν μου, ὡς ἀπὸ Θεοῦ χριόμενος ἐλαίῳ ἀγαλλιάσεως Χριστός. Οἶ‐ μαι δὲ ὅτι καὶ νηστεύων οὕτως ἀλείφεται τὴν κεφαλὴν, καὶ τὸ πρόσωπον νίπτεται. —
55Καὶ ἐπεὶ μὴ μόνον τράπεζαν κτλ.

22

.

6

Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
5 Τίς ἐστιν ὁ καταδιώκων ἔλεος; Χριστὸν Θεοῦ δύναμιν ἔμαθον καὶ Θεοῦ σοφίαν ἀπὸ τοῦ ἀποστόλου, καὶ ὅτι ἐγεννήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Αὐτὸς λέγει· Ἐγώ εἰμι ἡ ὁδὸς
10καὶ ζωὴ καὶ ἀλήθεια. Μάθετε ὅτι αὐτός ἐστιν καὶ ὁ ἔλεος ὁ διώκων· ἔμψυχος ἔλεος σε διώκει. Τοὺς ἔλαττον φεύγοντας κατα‐ λαμβάνει καὶ κρατεῖ, καὶ εἰς τὴν ἐκκλησίαν αὐτοὺς ἄγει, ἵνα ἐλεήσῃ καὶ οἰκήσωσιν εἰς
15τὸν οἶκον Κυρίου, εἰς μακρότητα ἡμερῶν, καὶ εἰς τὴν ἐν οὐρανοῖς ἁγίαν ἐκκλησίαν, καὶ μακρήμεροι γένωνται.

23

.

1

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοι‐ κοῦντες ἐν αὐτῇ. Ταύτην λέγει τὴν οἰκουμένην, ἐν ᾗ ηὐ‐
5φραίνετο συντελειωθείς.

23

.

4

Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. Πολλάκις ἐλέγομεν περὶ τῆς ἐπάρσεως τῶν χειρῶν· ἐπῇρεν Μωϋσῆς τὰς χεῖρας, καὶ
κατίσχυσεν ὁ Ἰσραὴλ, ὅτε δὲ καθῆκεν τὰς481 in vol. 2
5χεῖρας κατίσχυσεν ὁ Ἀμαλήκ. Καί· Ἐπαί‐ ροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλο‐ γισμοῦ. Καί· Ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή. Εἴποιμι ἂν οὖν ὅτι αἱ χεῖρες ἡμῶν αἱ πράξεις ἡμῶν εἰσιν, αἱ κατὰ θεοσέβειαν·
10ἐὰν θησαυρίζωμεν ἐν οὐρανοῖς, ἔχομεν τὰς χεῖρας ἐπηρμένας πρὸς τὸν Θεὸν, καὶ νικῶ‐ μεν τὸν ἐχθρόν. Ὅταν δὲ ἡμῶν αἱ χεῖρες κάτω γένωνται, ἀνάγκη ἡμᾶς νικᾶσθαι. Ὅταν οὖν ἐπαίρω τὰς χεῖράς μου πρὸς τὸν Θεὸν,
15καὶ διὰ τῶν χειρῶν τῆς ψυχῆς ὑψῶμαι πρὸς αὐτὸν, νικᾶται ὑπ’ ἐμοῦ ὁ Ἀμαλὴκ, καὶ οὐδαμοῦ ἐστιν· οὐκοῦν δεῖ ἐπαίρειν χεῖ‐ ρας πρὸς ναὸν ἅγιον τοῦ Θεοῦ· ὁ ναὸς δὲ τοῦ Θεοῦ δόξα ἐστὶ τοῦ Θεοῦ. BB. 637.

23

.

10

Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος τῶν δυνάμεων. Εἰκότως ἡ Παντοκράτωρ φωνὴ τοῦ Σω‐
5τῆρος κατηγορηθείη· εἰ γὰρ πάντα δι’ αὐ‐ τοῦ γέγονεν, καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, κρατεῖ τε προνοητικῶς τῶν δι’ αὐτοῦ πάντων γε‐ γενημένων, καὶ πρὸ πάντων ἐστὶν τῶν ἐν
10αὐτῷ συστάντων, ἀκολούθως Παντοκράτωρ λέγεται· αὐτοῦ γοῦν ἐστιν πρόσωπον λέγον ἐν Ζαχαρίᾳ· Οὕτως λέγει Κύριος Παντοκρά‐ τωρ· Ὀπίσω δόξης ἀπέστειλέ με, καὶ γνώσῃ ὅτι Κύριος Παντοκράτωρ ἀπέσταλκέ με πρὸς
15σέ. Παντοκράτωρ γὰρ ὑπὸ Παντοκράτορος ἀποστελλόμενος ὁ Υἱός ἐστιν, ὑπὸ Πατρὸς πεμπόμενος. Ἀριδηλότατα δὲ ἐν τῇ Ἰωάννου Ἀποκαλύψει, Παντοκράτωρ ὁ Σωτὴρ λέγε‐ ται. Τάδε γὰρ λέγει Κύριος, ὁ μάρτυς ὁ πισ‐
20τὸς καὶ ἀληθινὸς, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχό‐ μενος Κύριος, ὁ Θεὸς ὁ Παντοκράτωρ. Ἀναμ‐ φισβητήτως ταῦτα περὶ τοῦ Υἱοῦ εἴρηται.

24

.

4

Μνήσθητι τῶν οἰκτιρμῶν σου. Ὅποιος γάρ πότε, ἐὰν ᾖ ὁ ἄνθρωπος, ἐλέου χρῄζει τοῦ ἀπὸ Θεοῦ.482 in vol. 2

24

.

19

Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπλη‐ θύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Οἱ τοὺς δικαίους ὡς δικαίους μισοῦντες, μῖσος ἄδικον μισοῦσιν αὐτούς.

24

.

21

Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. Λέγοις δ’ ἂν καὶ ἄλλους ἀκάκους τοὺς ἐστερημένους κακίας, ἢ τοὺς ἁπλωστέρους·
5εὐθεῖς δὲ, τοὺς τελείους· ἢ ἀκάκους τοὺς ἐξ ἀνθρώπων, εὐθεῖς δὲ ἀγγέλους ὑπὲρ αὐτῶν.

25

.

4

Οὐκ ἐκάθισα μετὰ συνεδρίου μα‐ ταιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Λεκτέον ταῦτα πρὸς τοὺς θεωροῦντας ἱπ‐
5ποδρομίας καὶ θέατρα, ἔτι δὲ καὶ πρὸς τοὺς γενομένους κοινωνοὺς τῶν αἱρέσεων.

25

.

8

Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Τόπος Κυρίου, εἰρήνη ψυχῆς· ἐγεννήθη γὰρ, φησὶ, ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ.

25

.

11

Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην. Ὁ τὴν τῆς ψυχῆς ἀπάθειαν προθύμως
διαφυλάττων, ταῦτα λέγει τὰ ῥήματα.483 in vol. 2

26

.

6

Ἐκύκλωσα, καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. Εἰ ὁ κυκλώσας θύει, θυσία δέ ἐστιν πνεῦ‐ μα συντετριμμένον, ὁ συντρίψας τὴν ἑαυτοῦ
5ψυχὴν κύκλον αὐτὴν πεποίηκε, σχῆμα γω‐ νίας μὴ ἔχουσαν ἐπιδεχόμενον φθορὰν καὶ τὴν ἀφροσύνην αὐτὴν, ἣ, φησὶ Σαλωμὼν, ταῖς γωνίαις παρεδρεύει. Καὶ τὸ κατελθὸν δὲ ἐπὶ τοὺς παῖδας Ἰὼβ πῦρ τῶν τεσσάρων
10ἥψατο γωνιῶν τοῦ οἴκου. Ὅρα, μὴ πνεῦμα εἶχε καὶ πῦρ κατὰ σφάλμα ἕτερον, τὸ κα‐ τελθὸν ἐπὶ τὰ παιδία.

26

.

12

Καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Ἐν καιρῷ συκοφαντίας ταῦτα λεκτέον.

26

.

13

Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυ‐ ρίου ἐν γῇ τῶν ζώντων. Αὐτὸς μὲν ὁ Θεός ἐστιν ἐν τῷ οὐρανῷ· τὰ δὲ ἀγαθὰ αὐτοῦ ἐν τῇ γῇ τῶν ζώντων.

26

.

14

Ὑπόμενον τὸν Κύριον, ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου. Αὐτή ἐστιν ἡ ἀνδρεία καὶ κραταιὰ καρ‐ δία, ἡ μὴ ἔχουσα λογισμοὺς καὶ δόγματα
5ψευδῆ.1 in vol. 3

27

.

1

Μήποτε παρασιωπήσῃς ἐπ’ ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Τοῦ νοῦ λάκκος ἡ ἄγνοιά ἐστιν, εἰς ἣν ἐμ‐
5πίπτει, παρασιωπησάσης αὐτῷ τῆς τοῦ Θεοῦ σοφίας, καὶ μὴ λεγούσης τό· Ἰδοὺ πάρειμι.

27

.

5

Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυ‐ ρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. Οὐδεὶς γὰρ μὴ νοήσας τὰ ἔργα τοῦ Κυ‐ ρίου, ἄμεμπτός ἐστιν, περὶ ὧν λέγει Θεός·
5Ἀληθινὰ τὰ ἔργα αὐτοῦ. Καὶ πάλιν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἐναγγέλλει τὸ στερέωμα. Πάνυ γὰρ κατάδηλά ἐστιν, ὡς ἀπ’ αὐτῆς τῆς κτί‐ σεως καὶ τῶν δημιουργημάτων ἀναλόγως
10δύνασθαι τὸν γενεσιουργὸν θεωρεῖν· διὰ τοῦτο οὖν οὗτοι κολαζέσθωσαν.

27

6,7

Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοη‐ θός μου καὶ ὑπερασπιστής μου, ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ
5ἀνέθαλεν ἡ σάρξ μου. Εὐξάμενος κακὰ ἀνθρώποις, εὐλογεῖ τὸν Θεὸν, ὅτι εἰσήκουσεν αὐτοῦ· ἀλλὰ τὰ εἰρη‐ μένα νοείσθω, ὅτι εὔχεται μετάνοιαν καὶ διόρθωσιν τοῖς ἡμαρτηκόσι. —Καὶ ἀνέθα‐
10λεν ἡ σάρξ μου. Ποία σάρξ; περὶ ἧς εἴρη‐ ται, ὅτι ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ· ἡ γὰρ εἰς αὐτὸν, φησὶν, ἐλπὶς πρό‐ ξενός μοι τῆς προμηθείας ταύτης ἐγένετο, διὸ δὴ τῆς διὰ τὴν φυγὴν κακουχίας ἀπαλ‐
15λαγεὶς, ἀνέθαλόν τε καὶ ἤνθησα, καὶ τὴν ἐκ
τῆς εὐθυμίας εὐεξίαν ἀπέλαβον.2 in vol. 3

28

.

1

Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Τιμή ἐστιν Θεοῦ σεβάσμιος ἀποδοχὴ μετ’ εὐχαριστίας.

28

.

9

Φωνὴ Κυρίου καταρτιζομένου ἐλά‐ φους, καὶ ἀποκαλύψει δρυμούς. Ἄνευ φωνῆς Κυρίου οὐκ ἂν γένοιτό τις ἔλαφος διαφθείρων τοὺς ὄφεις· ὁποῖος ἦν ὁ
5Παῦλος, κατὰ ἀνθρώπων θηριομαχῶν ἐν Ἐφέσῳ. —Καὶ ἀποκαλύπτων δρυμοὺς, ἐν οἷς· Αἱ ἀλώπεκες εἶχον φωλεοὺς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφα‐
10λὴν κλίνῃ.

29

.

1

Ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρα‐ νας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ. Τοὺς μὲν πρακτικοὺς ὑπολαμβάνει ὁ Κύ‐ ριος διὰ τῶν ἀρετῶν· τοὺς δὲ ἐπιπλέον προ‐
5κεκοφότας διὰ τῆς φυσικῆς θεωρίας· ἐφ’ οἷς οὐκ εὐφραίνεσθαι λέγονται οἱ ἐχθροί. Αἱ μὲν γὰρ φεύγουσι τὴν κακίαν· ἡ δὲ τὰ ψευδῆ δόγματα διελέγχει, γνῶσις οὖσα Θεοῦ πνευ‐ ματική. Τὸ δέ· ὑπέλαβες, ἀντὶ τοῦ μετεώ‐
10ρισας. Ἀνθ’ οὗ Ἀκύλας εἶπεν· Ἀνέσωσάς με.

29

.

3

Κύριε, ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Μακάριος ὁ τὴν ἐν βάθει πληγὴν ἑαυτοῦ γνωρίζων, ὡς δύνασθαι τῷ ἰατρῷ προσιέναι,
5καὶ λέγειν· Ἴασαί με, Κύριε. Καὶ ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου. Νῦν δὲ τυχὼν τῆς ἰατρείας, εὐχαριστεῖ. Ἔ‐ στι δὲ ὁ Θεὸς τῶν δι’ ἀγάπην οἰκειωθέντων αὐτῷ.

29

.

7

Ἐγὼ δὲ εἶπα· Ἐν τῇ εὐθηνίᾳ μου
οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Πνευματικὴ δὲ εὐθηνία, ὅταν ὁ σπόρος τοῦ Ἰησοῦ ἑκατονταπλάσιος γίνηται, ἐν ᾗ3 in vol. 3
5τις μένων βεβαίως, ταῦτα δι’ ἔργων φησίν. Στιχθείη δὲ καὶ εἰς τό· Εἶπα. Τί δὲ εἶπα; ὅτι εἰ ἐν τοιαύτῃ γίνομαι εὐθηνίᾳ, οὐ μὴ σα‐ λευθῶ. Ὁ δὲ Σύμμαχος οὕτως· Ἠρεμίᾳ μου, φησὶν, τὸ γαληνὸν καὶ ἀτάραχον ἐμφαίνων
10τῆς καταστάσεως.

29

.

8

Κύριε, ἐν τῷ θελήματί σου παρέ‐ σχου τῷ κάλλει μου δύναμιν, ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγ‐ μένος.
5 Ὠριγένους, Βασιλείου. Κατὰ μὲν οὖν συμ‐ μετρίαν καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς θεωρη‐ μάτων, ἔνιοι τῶν σοφῶν τὸ κάλλος ἐνόησαν· κατὰ δὲ τὸ ἀποτελεστικὸν τῶν ὑπερβαλλο‐ μένων ἐκ θεωρητικῶν ἀρετῶν, τὴν ἰσχὺν
10νενοήκασι. Πλὴν ἵνα καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ, καὶ δύναμις τῶν δεόντων ἐπιτελε‐ στικὴ, θείας εἰς τοῦτο χάριτος χρῄζομεν. — Ἀποστρέφει δὲ τὸ πρόσωπον ὁ Θεὸς, ἐκδι‐ δοὺς πειρασμοὺς, ἐπὶ τὸ γνωσθῆναι τὴν ἐν
15αὐτοῖς καρτερίαν· ὑπὸ δὲ τῆς ὑπερεχούσης πάντα νοῦν εἰρήνης φρουρούμενοι, νικῶμεν τὴν ταραχὴν καὶ σύγχυσιν τῶν παθῶν. Ἐπεὶ οὖν ἀντίκειται, τῷ μὲν θελήματι τοῦ Θεοῦ ἡ ἀποστροφὴ, τῷ δὲ κάλλει καὶ τῇ δυνάμει
20ἡ ταραχὴ, εἴη ἂν ἡ ταραχὴ αἶσχος καὶ ἀσθένεια ψυχῆς ἐκ τῆς ἀπὸ Θεοῦ ἀλλοτριώ‐ σεως, δεῖ οὖν ἕτοιμον εἶναι, καὶ μὴ ταραχ‐ θῆναι· εἴρηται γάρ· Ἑτοιμάσθην, καὶ οὐκ ἐταράχθην.

29

.

10

Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν
τῷ καταβῆναί με εἰς διαφθοράν; Ἢ καὶ οὕτως· πολλὰ μὲν ὠφέλησεν ὁ Σωτὴρ, λύτρον δοὺς ἀντὶ πολλῶν τὴν ψυ‐4 in vol. 3
5χήν. Ηὐδόκησεν γὰρ ὁ Πατὴρ τῇ ἐκχύσει τοῦ αἵματος τοῦ ἀμνοῦ αὐτοῦ, ἀρθῆναι τὴν ἁμαρτίαν τοῦ κόσμου, ῥυσθέντος ἐκ τῆς ἁ‐ μαρτίας τῆς ἀναστροφῆς πατροπαραδότου. Πρὸς δὲ τοὺς ἐπιμείναντας δυσσεβείᾳ καὶ τῇ
10κακίᾳ, ἡ τοῦ Σωτῆρος διαφθορὰ, τουτέστι τῆς σαρκὸς ἡ φύσις, ἢ ὃν ὑπέμεινε θάνατος, ἀνόνητος εἶναι δοκεῖ.

30

.

13

Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρ‐ δίας. Νεκρὸς μὲν ἀπὸ καρδίας ἐστὶν ὁ ἐστερη‐ μένος γνώσεως· νεκρὸς δὲ ἀπὸ ψυχῆς ὁ
5ἐστερημένος ἀρετῶν.

30

24,25

Ἀγαπήσατε τὸν Κύριον, πάν‐ τες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. Ἀνδρίζεσθε, καὶ κρα‐
5ταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπί‐ ζοντες ἐπὶ Κύριον. Εὐσεβίου. Ἐξ ὧν αὐτὸς ἔτυχεν εὐεργε‐ σιῶν, μὴ μόνος ἀπολαῦσαι τῆς παρὰ τοῦ Θεοῦ σωτηρίας βουλόμενος, μετὰ πολλῶν
10δὲ σωθῆναι, προτρέπεται, τοῖς πᾶσιν ἐπιφω‐ νῶν, ἀγαπᾶν τὸν Θεὸν, καὶ μηδὲν ἕτερον πράττειν ἢ τῇ ἀγάπῃ τοῦ Κυρίου ἑαυτοὺς ἀνατιθέναι, καὶ τοῦτο πράττειν μετὰ ἀλη‐ θείας, γνησίως καὶ καθαρῶς, ἀλλὰ μὴ ἐπι‐
15πλάστως, μηδὲ μεθ’ ὑποκρίσεως, λέγει ὅτι ἀληθείας ἐκζητεῖ Κύριος· πεπεῖσθαι δὲ χρὴ, φησὶν, ὑμᾶς τοὺς τῷ Θεῷ καθωσιωμένους, ὡς ἔσται τις καιρὸς τῆς τοῦ Θεοῦ δικαιο‐ κρισίας, ἐν ᾗ ἀποδώσει τἀπίχειρα ὧν πράτ‐
20τουσιν ἐπὶ τοῦ παρόντος οἱ τὸν Θεὸν μὴ εἰδό‐ τες, οἱ μηδὲ μετρίως, ἀλλ’ εἰς ὑπερβολὴν ἀλαζονευόμενοι· οὓς οὐ χρὴ φοβεῖσθαι, εἰς
τὸ τέλος αὐτῶν ἀφορῶντας, ἀλλ’ ἀνδρίζεσ‐ θαι καὶ κραταιοῦσθαι τοὺς λογισμοὺς, τὴν5 in vol. 3
25διάνοιαν ἑδραίαν καὶ στερεὰν κεκτημένους, καὶ τὴν ἐλπίδα ἐπὶ Κύριον τιθεμένους.

31

.

4

Ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι ἄκανθαν. Τὰς βιωτικὰς ἀπάτας τε καὶ μερίμνας ἀκάνθας ἐκάλεσεν ὁ σωτήρ. Τοιαύτῃ τις
5ἀκάνθῃ περιπεσὼν ταλαιπωρεῖ, οἰκτρὸς δέ τις γίνεται, κατὰ τροπὴν καὶ φύσει τοιοῦτος ὑπάρχων.

32

.

6

Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστε‐ ρεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Στόμα Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον. —Οἱ
5γὰρ προφῆται δι’ αὐτοῦ λαλοῦντες ἔλεγον, ὅτι τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα, ἤγουν τὸ Πνεῦμα τὸ ἅγιον. —Ἀγγέλων οὖν τὴν μὲν εἰς τὸ εἶναι πάροδον ὁ δημιουργὸς Λό‐ γος παρέχετο· τὸν ἁγιασμὸν δὲ αὐτοῖς τὸ
10Πνεῦμα συνεπέφερεν, —Οὐ γὰρ νήπιοι κτισθέντες, τῇ κατ’ ὀλίγον μελέτῃ τῆς τοῦ Πνεύματος ὑποδοχῆς γεγόνασιν ἄξιοι, ἀλλ’ ἐν τῇ πρώτῃ συστάσει καὶ τῷ οἱονεὶ φυρά‐ ματι τῆς οὐσίας αὐτῶν συγκαταβληθεῖσαν
15ἔσχον τὴν ἁγιότητα. Διὸ καὶ δυσμετάθετοι πρὸς κακίαν εἰσὶν εὐθὺς, οἱονεὶ βαφῇ τῷ
ἁγιασμῷ στομωθέντες.6 in vol. 3

33

.

9

Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Εἰ γευστός ἐστιν ὁ Κύριος, διὰ τῆς πίσ‐ τεώς ἐστι γευστός· καὶ εἰ χρηστὸς, διὰ τῆς
5γνώσεώς ἐστι χρηστός.

34

.

8

Ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσ‐ κουσι, καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτοὺς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. Ἀντεστράφη γὰρ εἰς κεφαλὴν τῶν πονη‐
5ρῶν ἡ παγίς. Θηρεύσαντες γὰρ τὸν ἄνθρω‐ πον εἰς θάνατον, ἀντεζωγρεύθησαν, καὶ τῷ θανάτῳ παραδίδονται. Ὁ τάφος ὁ δεσποτι‐ κὸς, ἐν ᾧ ἐνόμιζον κρύπτειν ὡς νεκρὸν τὸν Σωτῆρα, καὶ ἐν αὐτῷ γὰρ συνελήφθησαν,
10ὡς ἐν παγίδι.

34

.

11

Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με. Οἱ ἀναστάντες μάρτυρες ἄδικοι κατὰ τοῦ Σωτῆρος ἔλεγον· Οὗτος εἶπεν· Λύσατε τὸν
5ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τοῦτο δὲ αὐτό· οὐκ ἐγίνωσκον, πῶς ἔλεγεν; δύναται γὰρ τὸ ῥητὸν τοῦτο καὶ ἐπὶ τοῦ Σωτῆρος λαμβάνεσθαι, ἢ τάχα καὶ ὅλος ὁ ψαλμός. Ἀφ’ ἑαυτῶν μὲν οἱ ἄνθρωποι οὐ
10γινώσκουσι τὴν κακίαν, ἐρωτώμενοι δὲ ὑπὸ τῶν ἐχθρῶν διὰ τῶν λογισμῶν, εἰς γνῶσιν ἔρχονται τῆς κακίας. Νῦν δὲ τὴν πεῖραν λέγω· λέγεται γὰρ καὶ ἡ πεῖρα γνῶσις· Ἔγνω, φησὶν, Ἀδὰμ τὴν γυναῖκα αὑτοῦ. —
15Συκοφαντίαν, φησὶν, ὑπέμεινα, ἃ μηδὲ ἐλο‐ γισάμην κατηγορούμενος· ἐπειδὴ γὰρ ὑπὸ τοῦ φθόνου ἠλεγμένος, ὅσα Σαοὺλ τυραννή‐
σειεν ὑπώπτευεν, καὶ τούτου χάριν πολεμὸν διετέλει, χώραν λαβὼν ὃ ἐβάσκαινον τὰς7 in vol. 3
20κατ’ αὐτοῦ συκοφαντίας ...... τούτους μάρ‐ τυρας ὀνομάζει ψευδεῖς, ἐκ τούτων καὶ οἱ Ζηφαῖοι καὶ ἕτεροι πρὸ τούτων πολλοί.

35

.

11

Παράτεινον τὸ ἔλεός σου τοῖς γι‐ νώσκουσί σε, καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. Ἢ τάχα οἱ μὲν τὴν γνῶσιν μόνην ἔχον‐
5τες, τουτέστι τὴν πίστιν, ἐλέῳ δικαιοῦνται καὶ σώζονται· οἱ δὲ καὶ τὸ εὐθὲς ἐν πράξεσι, τὸν τῆς δικαιοσύνης ἀπολαμβάνουσι στέφα‐ νον· πλὴν εἰ παρατείνεται τὸ ἔλεος τοῖς γι‐ νώσκουσι τὸν Θεὸν, τοῖς μὴ γινώσκουσιν
10αὐτὸν πρόσκαιρον ἔσται.

35

.

12

Μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με. Οἶδε μέντοι ὁ θεῖος λόγος ταῖς λεγομέναις μεταφοραῖς χρῆσθαι, ὥσπερ ἐνταῦθα. Τῆς
5ὑπερηφανίας, οὐ ζώου ποδωτοῦ, ἀλλ’ ἕξεως οὔσης, πόδα ὠνόμασεν· ὃ οὖν εὔχεται, τοῦτό ἐστιν· μὴ γενοίμην ὑπερήφανος, μηδὲ κτη‐ σαίμην χεῖρα καὶ πρᾶξιν ἁμαρτωλοῦ. Ταῦτα γὰρ σαλεύειν εἴωθε, καὶ μετακινεῖν τῆς πα‐
10ρὰ τῷ Θεῷ στάσεως τοὺς εἰς τὸ σκότος τὸ ἐξώτερον ἐξωθησομένους. Διὸ ἐπάγει·

35

.

13

Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργασάμε‐ νοι τὴν ἀνομίαν, ἐξώσθησαν, καὶ οὐ μὴ δύ‐ νωνται στῆναι. Ἔνθα οἱ σαλευθέντες πίπτουσι. —Ἢ ἐκεῖ,
5τουτέστιν ἐν τῷ μέλλοντι βίῳ, κατὰ τό· Ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ τό· Γυμνὸς ἀπελεύσο‐ μαι ἐκεῖ. Ἔπεσον πάντες, τουτέστι πεσοῦν‐ ται οὐκέτι ἐπιτρεπόμενοι ἐνεργεῖν ὡς πρότε‐ ρον. Οὐ δεῖ δὲ ξενίζεσθαι, εἰ τὸ μέλλον ὡς
10ἤδη γεγονὸς λέγει· οἷον ἀντὶ τοῦ ἐξωσθήσον‐ ται τὸ ἐξώσθησαν. Ὁ γὰρ προφητικῶς προο‐ ρῶν τὰ ἐσόμενα, οὕτως αὐτὰ βλέπει ὡς πάν‐ τως γενησόμενα· τούτου χάριν, ὡς ἤδη γενόμενα, αὐτὰ διορίζεται. Δεῖ δὲ ἄρα προ‐8 in vol. 3
15σιόντας Θεῷ, τῶν μὲν ἀγαθῶν ποιεῖσθαι τὴν αἴτησιν, παραιτεῖσθαι δὲ τὸ ἁλῶναι ψυχι‐ κοῖς ἀῤῥωστήμασι, καὶ τὸ ὑπὸ χεῖρα γενέ‐ σθαι διαβολικὴν, τὴν ἀεὶ σαλεύουσαν καὶ τοὺς ἑστάναι δοκοῦντας, εἰ ῥᾳθυμοῦντες
20εὑρίσκοιντο, οὐκ ἐῶσαν στῆναι τοὺς διὰ πλείστην ὅσην ἀσέβειαν ἐξωσθέντας παρὰ Θεοῦ· ὃ δὴ πέπονθε καὶ ὁ κατὰ σάρκα Ἰσ‐ ραὴλ, πεπαρῴνηκε γὰρ ἀφορήτως εἰς Χρι‐ στόν.

36

1,2

Μὴ παραζήλου ἐν πονηρευομέ‐ νοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνο‐ μίαν. —Ὅτι ὡσεὶ χόρτος, ταχὺ ἀποξηραν‐ θήσονται, καὶ ὡσεὶ λάχανα χλόης, ταχὺ
5ἀποπεσοῦνται. Ὅτι ὡσεὶ χόρτος τροφὴ κτηνῶν ἐστὶν, τὸν
αὐτὸν τρόπον καὶ οἱ πονηρευόμενοι τῶν κα‐ ταχρωμένων αὐτῶν, τῇ δόξῃ, τῷ πλούτῳ, τῇ εὐτυχίᾳ· οἱονεὶ γὰρ ἐσθίουσιν αὐτοὺς, ὥσπερ9 in vol. 3
10χόρτον, οἱ κολακεύοντες. Καὶ τὰ λάχανα δὲ τὰ τῆς χλόης ἐπ’ ὀλίγον ἀνθεῖ, εἶτ’ εὐθέως πίπτει· εἰ οὖν πρόσκαιρος ὁ χόρτος καὶ τὸ λάχανον, εἰ δὲ ἁμαρτωλοὶ τούτοις ἀπεικά‐ ζονται, πρόσκαιροι ἂν εἶεν. Πάλιν εἰ λάχα‐
15νον καὶ χόρτος ἐπισυμβαίνει τῇ γῇ, χόρτῳ δὲ καὶ λαχάνῳ ὁμοιοῦται ἡ κακία, ἐπισυμ‐ βατὴ ἄρα ἡ κακία. Οὐ δεῖ τοίνυν ταῦτα ζη‐ λοῦν, ὧν τὰ μὲν ἐπ’ ἀτιμίᾳ ῥίπτεται, τὰ δὲ πυρὶ παραδίδοται, τῆς ἀκμῆς τῆς προσκαίρου
20παυσαμένης, ὡς τὰ χλόης λάχανα, ἃ τὴν χρῆσιν ἐν τῷ χλοάζειν ἔχουσι.

36

.

6

Καὶ ἐξοίσει ὡς φῶς δικαιοσύνην σου. Φῶς δικαιοσύνης, γνῶσις· ἐπεὶ δικαιο‐ σύνη κανών ἐστιν ἀρετῶν.

36

.

11

Οἱ δὲ πρᾳεῖς κληρονομήσουσιν γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Τρυφὴ δικαίου, πλῆθος εἰρήνης· πλῆθος δὲ εἰρήνης ἐστὶν ἀπάθεια ψυχῆς μετὰ γνώ‐
5σεως τῶν ὄντων ἀληθῶς.

36

.

18

Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀ‐ μώμων. Τὰς τῆς ψυχῆς ἡμέρας, αἵτινες γίνονται ὑπὸ τῷ ἡλίῳ τῆς δικαιοσύνης.

36

.

19

Ἐν ἡμέραις λιμοῦ χορτασθήσονται, ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται. Ἐν τῷ αὐτῷ καιρῷ ἁμαρτωλοῖς λιμὸς ἦν,
Ἠλίαν δὲ ἄγγελος καὶ κόραξ καὶ χήρα ἔθρε‐10 in vol. 3
5ψαν. Οὕτως τοῖς ἀκούουσι τῶν λεγομένων καὶ ποιοῦσι τὰ προστασσόμενα, οὐκ ἔσται ἀφορία, οὐδὲ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυ‐ ρίου, ἀλλ’ ἐντελεῖται νεφέλαις τοῦ βρέξαι ἐπ’ αὐτοῖς, καὶ ἐν τῷ ἐνεστῶτι πονηρῷ αἰῶνι
10οὐ καταισχυνθήσονται· καὶ ὅταν ἔλθῃ νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι, ἐξ ὧν συ‐ νέλεξαν ἔργων, τρυφήσονται, διπλοῦν ἐν τῇ ἕκτῃ τὸ μάννα συνάγοντες, καὶ ἐπὶ τοῦ πα‐ ρόντος ἀρκοῦν καὶ εἰς τὸν μέλλοντα αἰῶνα,
15ὅτε οἱ ζητοῦντες τὰς δόξας τὰς κοσμικὰς, οἱ ἑαυτοὺς ὑψοῦντες, ἐκλείψουσι καὶ ταπεινω‐ θήσονται· διὸ ἐπάγει ὅτι οἱ ἁμαρτωλοὶ ἀπο‐ λοῦνται.

36

.

21

Δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει· ὁ δὲ δίκαιος οἰκτείρει καὶ διδοῖ. Σαφέστερον δὲ εἶπεν· ἕκαστος ἡμῶν δέ‐ χεται παρὰ Θεοῦ πλείστας ὅσας καὶ μεγά‐
5λας εὐεργεσίας, αἰσθητάς τε καὶ νοητάς· ἀλλ’ ἐάν τις ᾖ φιλαμαρτήμων καὶ ἀσχέτως ἀπονενευκὼς εἰς φιληδονίαν, τῇ τύρβῃ τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων, τὸν ἑαυτοῦ κατακαύσας νοῦν, πολλὰ παρὰ Θεοῦ δανει‐
10σάμενος, οὐδὲν ἀποτίσει, τουτέστιν οὐ προ‐ σοίσει τὴν ὑπακοὴν, οὐ καρποφορήσει τὴν ἀρετήν· ἀλλ’ οὐδὲ ὥσπερ τινὰ τόκον κα‐ ταθήσει τῷ Θεῷ τὴν ἐπιείκειαν, οὐ δογ‐ ματικῆς εὐτεχνίας ἐπιμελήσεται· μένει δὲ
15σκληρὸς καὶ ἄκαρπος· πλὴν κἂν εἰ οὕτω διατεθείη, φησὶν, ὁ δίκαιος καὶ ἀγαθὸς, δη‐ λονότι Θεὸς, οὐ παύσεται τοῦ κατοικτει‐ ρεῖν αὐτὸν, καὶ διδόναι τὰ παρ’ ἑαυτοῦ, ἵνα λοιπὸν λέγηται πρὸς αὐτόν. Ἢ τοῦ πλούτου
20τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; καὶ τὰ ἑξῆς.

36

.

23

Καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. Ὁδὸς Κυρίου, ψυχὴ καθαρά.

36

.

25

Καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλε‐
λειμμένον. Οὐκ εἶπεν· ἐγκαταλειφθέντα, ἀλλ’ ἐγκα‐ ταλελειμμένον, τουτέστιν ἕως ἥξω, ὅτι γὰρ11 in vol. 3
5ἐγκαταλίμπονται οἱ δίκαιοι πρὸς καιρὸν, δοκιμῆς χάριν. Ὁ Κύριος πρὸς τὸν Ἰώβ· Μή με οἴου ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀποφανῇς δίκαιος. Οὐδὲ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.
10 Εἰ ἡ δικαιοσύνη ἀρετή ἐστι, τὰ σπέρματα τῶν ἀρετῶν καὶ αὐτὰ ἀρεταί. Καλῶς τὸ σπέρμα τῆς ἀρετῆς, ὅπερ ἐστὶν ἡ ἀρετὴ, οὐ ζητεῖ ἄρτους· ἄρτον δὲ λέγει τὴν γνῶσιν, ἥτις οὐχ ὑστερεῖ ἐν τῷ σπέρματι τοῦ δικαίου
15(σπέρμα δὲ δικαίου τροπικῶς ὅλως εἴρηται, τὸ καταβαλλόμενον ἐν ταῖς ψυχαῖς τῶν ἀ‐ κουόντων), σπέρμα γὰρ πλησθήσεται γνώ‐ σεως, σπέρμα δὲ πονηροῦ ἐν ἐνδείᾳ ἔσται.

36

.

26

Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δα‐ νείζει. Ὅμοιον τῷ· Ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. —Ὁ δανείζων λόγους καθαίροντας
5ψυχὴν, εὐλογηθήσεται· ὁ δὲ μὴ ἐπιδιδοὺς αὐτοῖς, ἐπικατάρατος ἔσται.

36

.

27

Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Τὸ ἐκκλίναι ἀπὸ κακοῦ ὁ τοῦ Κυρίου φό‐ βος παρέχει· τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ
5ἀγαπὴ προστάσσει.

36

.

28

Ὅτι Κύριος ἀγαπᾷ κρίσιν. Κρίσιν, δικαιοκρισίαν, οὐ τὴν δικαστικὴν, ἀλλὰ τὴν ἐξ ἀπλανοῦς καὶ ὑγιοῦς κριτηρίου.

36

.

33

Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὔτε μὴ κατα‐ δικάσαι αὐτὸν, ὅταν κρίνηται αὐτῷ. Μὴ καταδικάσαι, δηλονότι ὁ ἀντίδικος.

36

.

35

Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Ὡς δύσκολον τὸ παρελθεῖν τὸν ἀσεβῆ μη‐ δὲν παθόντα. Ἢ τάχα ἡ θεία τοῦτο λέγει
γραφή· αὐτὰ ἐννοεῖν βουλόμενος, θεωρήσω,12 in vol. 3
5οὐδὲ τόπον ἐν ᾧ ἑστάναι ἐδόκουν, δεδύνημαι εὑρεῖν, ὅπου γὰρ ἂν αὐτὸς παρέλθῃ· καθαι‐ ρεῖ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώ‐ σεως τοῦ Θεοῦ. —Μὴ εἰδῇς αὐτῶν τὴν εὐη‐ μερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ ὅψει
10τὸν ὄλεθρον.

36

.

37

Καὶ ἴδε εὐθύτητα. Τό· Καὶ ἴδε εὐθύτητα, ἀντὶ τοῦ· Ὄψει εὐθύτητα.

37

1,2

Ψαλμὸς τῷ Δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου. —Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
5Παιδεύει ἡμᾶς ὁ Κύριος, εἰς ἀνάμνησιν
ἄγων τῆς ἀρετῆς· ὁ δὲ ἅγιος οὐ τὸν ἔλεγχον ἢ τὴν παιδείαν παραιτεῖται, ἀλλὰ τὴν μετ’ ὀργῆς καὶ θυμοῦ. Τοῦτο καὶ τοῦ ϛʹ ψαλμοῦ προοίμιον ἐποίησε, τὸ παρακαλεῖν ἰατρικῶς,13 in vol. 3
10μὴ δικαστικῶς. —Ὁ ἐλέγχῳ τῷ διὰ λόγου μὴ εἴκων, θυμῷ τοῦ Θεοῦ ἐλεγχθήσεται, καὶ μὴ ὑπὸ ζυγὸν παιδεύοντος ἐν Θεῷ δι‐ δασκάλου γινόμενος, ὀργῇ Θεοῦ παιδευθήσε‐ ται· παιδεία δὲ ἐλέγχου ἐπιπονώτερος.

37

.

3

Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Οἱ λόγοι τοῦ Κυρίου βέλη εἰσίν· αὐτὸς γοῦν ὁ σωτήρ φησιν· Ἔθηκέ με ὡς βέλος ἐκ‐
5λεκτὸν, καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. Ὁ λέγων οὖν τὸν λόγον τοῦ Κυρίου, βέλος ἀφίη‐
σι. Καὶ ἐπὰν λέγῃ ἐπιστρεπτικὰ, τῷ βέλει τούτῳ τιτρώσκει τὸν συνετὸν ἀκροατήν. Ὁ οὖν δυνάμενος ἐκ τοῦ τετρῶσθαι νενοηκέναι14 in vol. 3
10καὶ ἠλπικέναι, θαῤῥεῖ, ὅτι οὐκ ἔπεσε τὰ βέλη τοῦ Θεοῦ τὰ λογικὰ, οὐδ’ ἔξω γέγονεν αὐτοῦ· ἀλλὰ καθίκετο αὐτοῦ, ὡς λέγεσθαι· Ἑώρακας ὡς κατενύγη ὁ δεῖνα! Λέγοι δ’ ἂν τῷ τύπτοντι διδασκάλῳ ἢ παιδαγωγῷ ὁ τυπ‐
15τόμενος, ὅτε οὐ παρέργως τύπτεται· Ἐπε‐ στήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Οὕτω δ’ ἂν λέγοι καὶ τῷ Κυρίῳ πέμψαντι βέλη, δι’ ὧν τινων πέμπει τὰ λογικὰ, ὅτι ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Τῆς γὰρ χειρὸς Κυ‐
20ρίου ἐπικειμένης τῷ ἀφιέντι τὰ λογικὰ βέλη, τιτρώσκει τε καὶ ἐμπήγνυται βέλη εἰς τὴν ψυχὴν τοῦ ἀκούοντος. Δηλοῖ δέ ποτε καὶ τὰς κολάσεις τὰ βέλη, καί ποτε δὲ καὶ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου φησὶ, τὰ
25πρὸς ἐπιθυμίαν κινήσαντα αὐτὸν τῆς τοῦ Οὐρίου γυναικὸς, ὡς ἐπαχθέντα κατὰ τοῦ Θεοῦ συγχώρησιν. Καὶ οἱ Θεοῦ λόγοι, οἱ περὶ τῆς μελλούσης κρίσεως, βελῶν ὀξύτε‐ ροί εἰσιν, τὴν συνείδησιν πλήττοντες· ὑφ’ ὧν
30νυττόμενος ὁ προφήτης, ἀξιοῖ τὴν μέλλου‐ σαν ἐκφεύγειν δίκην, δεδοικέναι εἰπὼν, διὰ τῶν λόγων καὶ τῶν πυκνῶν συμφορῶν, ἃς ἐκάλεσε χεῖρας.

37

.

4

Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Διὰ τοῦτο μὴ αὐτῆς τῆς ὀργῆς σου ἐάσῃς
με πεῖραν λαβεῖν, ἐπειδήπερ μόνον φανταζό‐15 in vol. 3
5μενος αὐτὴν, καὶ νυνὶ ὁρῶν τὸ πρόσωπον, ἐκ τῶν σῶν θείων λόγων καὶ γραφῶν, πάσχω τὸ σῶμα, καὶ ταράσσομαι τὴν σάρκα καὶ τὰ ὀστᾶ, καὶ παρακαλῶ μὴ ἀπ’ αὐτῆς τῆς ὀργῆς παθεῖν. Ὅρα γὰρ, εἰ μὴ ταῦτα σαφῶς λέγε‐
10ται, ἐδύνατο εἰπεῖν ἀπὸ τῆς ὀργῆς σου, καὶ μὴ ἀπὸ προσώπου τῆς ὀργῆς. Ἀλλ’ οὐκ ἔλε‐ γεν· Ἀπὸ τῆς ὀργῆς σου παιδεύσῃς με, ἐπεὶ ὅπερ ἂν ἐποίησεν αὐτὴ ἡ ὀργή σου ἐλθοῦσα ἐπ’ ἐμὲ παιδεύουσα, τοῦτο ἐλπίζω ποιεῖν
15μόνην τὴν φαντασίαν τοῦ προσώπου τῆς ὀρ‐ γῆς. Καὶ εἰς πρόσωπον γὰρ ὀργῆς ἡ περὶ αὐτῆς φαντασία, ἥτις ἔδρασεν ἅπερ ἂν, εἰ παρῆν, ἡ ὀργή. Ἢ ἀπὸ προσώπου ὀργῆς, ἤτοι τῶν παριστάσεων οὐκ ἀπὸ ὀργῆς ὁ λό‐
20γος, ἀλλ’ ἀπὸ προσώπου αὐτῆς ἐρχόμενος. — Τό· οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, τοιαῦτά φησιν ὁ ἀπόστολος ἐπὶ τοῦ ἡμαρτηκότος ἐν Κορίνθῳ παραδοῦναι τὸν τοιοῦτον τῷ Σα‐
τανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα16 in vol. 3
25σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, ὡς οὐ δυναμέ‐ νου τοῦ πνεύματος σωθῆναι, ἐὰν μὴ παρα‐ δοθῇ ἡ σὰρξ εἰς ὄλεθρον. Τίς οὖν ὁ ὄλεθρος τῆς σαρκὸς ἀκούει ἢ τὸ ὀλεθρευόμενον ἀ‐ ποθνήσκειν; ζῇ δὲ ἡ σὰρξ τοῦ ἁμαρτωλοῦ,
30ἀπέθανεν ἡ σὰρξ τοῦ δικαίου· διὸ ὁ δίκαιος λέγει· Πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες. Τὸ οὖν παραδίδοσ‐ θαι εἰς ὄλεθρον τὴν σάρκα, τοιοῦτόν ἐστιν· ἀποθνήσκει τὸ φρόνημα τῆς σαρκὸς, τὸ πνεῦ‐
35μα σώζεται. Εἰ νενόηται τὸ ἀποστολικὸν, ἐλθὲ ἐπὶ τὸ προκείμενον· εἰ ἔρχεται ὁ ὄλε‐ θρος, ἵνα τὸ πνεῦμα σωθῇ, ἡ σὰρξ ἀσθενεῖ· καὶ ὅσον ἀσθενεῖ καὶ ὁδεύει ἡ ἀσθένεια ἐπὶ τὸν θάνατον τῆς σαρκὸς, οὐκ ἔστιν ἴασις ἐν
40τῇ σαρκί. Εἰ μέντοιγε νοσεῖ μὲν ἡ σὰρξ, καὶ ἐπανέρχεται ἐπὶ τὴν ὑγίειαν ἢ τὴν κακίαν, γίνεται τὸ ὅτι ἔστιν ἴασις ἐν τῇ σαρκί μου, ὅπερ οὐκ ἔστιν ἀγαθόν. Οὗτος οὖν εἴπερ πα‐ ραιτεῖται τὸν τῷ θυμῷ τοῦ Θεοῦ ἐσόμενον ἔ‐
45λεγχον, καὶ τὴν τῇ ὀργῇ αὐτοῦ ἐρχομένην παίδευσιν, καὶ παραιτεῖται εὐλόγως, λέγων τὸ ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, δηλονότι αἴτιον ἦν αὐτῷ τοῦ μὴ

37

.

4

(50)

παθεῖν ἀπὸ ὀργῆς καὶ θυμοῦ Θεοῦ, καὶ τοῦ μὴ εἶναι ἴασιν ἐν τῇ σαρκὶ αὐτοῦ. —Οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου, ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ἀντὶ τοῦ ἀπὸ τοῦ προ‐ σώπου τῶν ἁμαρτιῶν μου, Σύμμαχος ἔφη·
55Διὰ τὰς ἁμαρτίας μου. —Λεγέτω ὁ ἡμαρ‐ τηκὼς, καὶ μετὰ ταῦτα βλέπων αὑτοῦ τὴν ἁμαρτίαν διαπαντὸς, ὡς καὶ ὁ Δαυὶδ λέγει ἐν τῷ νʹ ψαλμῷ· Καὶ ἡ ἁμαρτία μου ἐναν‐ τίον μού ἐστι διαπαντός. Τοῦτο δὲ γίγνεται
60ἐπάν τις ἁμαρτήσας δάκνηται ἐπὶ τῇ ἁμαρ‐ τίᾳ· ὁ τοιοῦτος φαίη ἂν καὶ τό· Οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου. Σαλεύεται γὰρ καὶ τετάρακταί μοι τὰ ὀστᾶ ἀπὸ προσώπου μου. Ἔστιν δὲ πρόσωπον ἁμαρτιῶν ἡ ἐπιφάνεια
65τῶν ἁμαρτιῶν· οἷον ἐὰν ἐκνοηθῶ οἷα κακὰ πεποίηκα, καὶ ἐν οἷς γέγονα παραπτώμασιν, καὶ βαροῦμαι θλιβόμενος ἀπὸ τοῦ ταῦτα ἐν‐ νοεῖν· Οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ
προσώπου τῆς ἁμαρτίας μου.17 in vol. 3

37

.

5

Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθη‐ σαν ἐπ’ ἐμέ. Οἱ γὰρ μὴ βαρυνόμενοι ἐπὶ ταῖς ἰδίαις
5ἁμαρτίαις, μηδ’ ἀλγοῦντες, οὐ λέγουσιν τὰ προκείμενα. Πάλιν οἱ μὴ αἰσθανόμενοι τῆς ἁμαρτίας ὅτι ἀναβέβηκεν ὑπεράνω τῆς κε‐ φαλῆς αὐτῶν, ἀλλ’ ἀναισθητοῦντες ἐπικει‐ μένης αὐτῆς, οὐ λέγουσιν, ὅτι αἱ ἀνομίαι
10μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορ‐ τίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Εἰ δέ τις νομίζει πάντα τὸν ἁμαρτωλὸν δύνασθαι λέ‐ γειν, κατανοησάτω τίνες ἡδόμενοι ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν· οὐ γὰρ ἐβαρύνθη τὰ
15ἁμαρτήματα αὐτῶν ἐπ’ αὐτοὺς, ἅτε ἡδέως βαστάζοντας· ἀλλ’ ἀνθρώπου ἀλγοῦντός ἐστι καὶ λυπουμένου ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασι λέγειν· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Οὕτω δὲ διηγήσῃ τὸ ἀνάλογον τοῖς
20ἀποδεδομένοις, καὶ τό·

37

.

6

Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλω‐
πές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Οὐκ ἔστιν εἰπεῖν ταῦτα τοὺς μὴ τῶν ἰδίων ἁμαρτημάτων αἰσθανομένους· τινὲς18 in vol. 3
5γοῦν καὶ ἐκκαυχῶνται καὶ ἥδονται τοῖς αὑ‐ τῶν πλημμελήμασιν, ὡς ἡδέως ταῦτα βασ‐ τάζοντες. Καὶ ὡς ἔστιν ἀπὸ ποδῶν ἔν τισι κατὰ τὸν Ἡσαΐαν, οὕτω καὶ ὑπεραίρονταί τι‐ νων αἱ ἀνομίαι. Κεφαλὴν δὲ λέγει τὸ ἡγε‐
10μονικόν. Φύσει δὲ τῆς κακίας κατωφεροῦς τε οὔσης καὶ βαρυτάτης, μόνος ὁ μετανοῶν τοῦ βάρους αὐτῆς ἐπαισθάνεται. Ὅθεν ὁ Θεὸς τοὺς πεφορτισμένους καὶ κοπιῶντας διὰ μετανοίας ἥκειν πρὸς αὐτὸν κελεύει.
15Πάλιν ἐκεῖνος αἰσθάνεται τῆς δυσωδίας τῶν ἰδίων ἁμαρτημάτων, ὁ τὴν χοιρώδη ζωὴν ἀποθέμενος, καὶ θείαν αἴσθησιν ἐκ τοῦ λό‐ γου λαβὼν τοῦ Θεοῦ. Περὶ γὰρ τῶν τοιού‐ των ἐῤῥήθη τό· Μὴ βάλε τοὺς μαργαρίτας
20ἔμπροσθεν τῶν χοίρων. —Χοίρους δ’ ἐκεῖ ὀνομάζει τοὺς ταῖς δυσωδίαις τῶν ἁμαρτη‐ μάτων χαίροντας. Ἐὰν δέ που ἀπόθηται ὁ ἁμαρτωλὸς, ἵν’ οὕτως οὐ νομίζων τὴν χοί‐ ρων αἴσθησιν, ἀναλαμβάνῃ ἐκ τοῦ λόγου
25τοῦ Θεοῦ αἴσθησιν, ὡς αἰσθάνεσθαι τῆς δυσ‐ ωδίας τῶν ἰδίων ἁμαρτημάτων, θέλει οὖν παραστῆναι τὸν μετανοοῦντα λέγοντα· ἃ πε‐ ποίηκε δι’ ἀφροσύνην, ταῦτά μοι ἐσάπη· οὐ‐ κέτι γὰρ αὐτὰ ἀνακαινίζω, πάντα μοι ὄζει.
30—Βαρύτατα τῆς συνειδήσεως εἰς ἀπόγνω‐ σιν ὤθησεν μετ’ ἐπιτάσεως· διό φησιν· Δεῦτε, πάντες οἱ κοπιῶντες καὶ πεφορτισ‐ μένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.

37

.

7

Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Τάχα τοιοῦτόν τι ἰδὼν ὁ ἀπόστολος μετὰ
5τὸ ἡμαρτηκέναι λέγει· Ταλαίπωρος ἐγὼ ἄν‐ θρωπος τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ἥμαρτε γὰρ, ὅτε ἐδίωκε τὴν ἐκκλησίαν τοῦ Θεοῦ. Ἐταλαιπώρησα οὖν, καὶ οὐχὶ ἔτι ταλαιπωρῶ, ὡς μηκέτι ὢν19 in vol. 3
10ἐν ταῖς ἁμαρτίαις· εἰ δ’ ἔτι εἰμὶ ἐν ταῖς ἁμαρτίαις, ἔτι ταλαιπωρῶ. Ἐὰν δὲ ἴδῃς τὸν ἡμαρτηκότα μὴ δυνάμενον ἀναβλέψαι εἰς οὐρανὸν, μηδὲ ἔχοντα παῤῥησίαν εὔξασθαι τῷ Θεῷ, ἀλλὰ συγκύπτοντα τὸ πρόσωπον
15ἐπὶ τὴν γῆν, οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τὸ τῆς ψυχῆς, καὶ ὡς κρίκον τὸν τρά‐ χηλον αὑτοῦ ποιοῦντα, ὄψει τινὰ τρόπον λέγει, κατακαμφθῆναι ἕως τέλους. Εἰ δὲ θέλεις παράδειγμα τοῦ κατακεκαμμένου διὰ
20τὰς ἰδίας ἁμαρτίας, καὶ τὴν ἐξομολόγησιν τὴν περὶ τὴν ἁμαρτίαν, ἴδε μοι τὸν τελώνην, τὸν ἐν τῷ Εὐαγγελίῳ, ὡς ἀπὸ μακρὰν στα‐ θεὶς, οὐκ ἔθελεν τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς οὐρανὸν, καὶ τύπτων ἑαυτοῦ τὸ στῆθος, ἔλε‐
25γεν· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Ἐκείνῳ γὰρ πρέπει εἰπεῖν· Κατεκάμφθην ἕως τέ‐ λους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπο‐ ρευόμην. —Μήποτε δὲ οὕτως ἀναγνωστέον, τουτέστι διὰ βίου κατεκάμφθην, τὰ κάτω
30φρονῶν καὶ ἐπὶ γῆν βλέπων· τούτου χάριν
ἐταλαιπώρησα, ἐλεεινὸς ἐκ τούτου γενόμε‐ νος. Τοῦτο δὲ ὡς ἄφρων εἶπεν ὑπομεμενη‐ κέναι· ἀφροσύνης γὰρ ἡ κακία, καθὼς φρο‐ νήσεως ἡ ἀρετή. Ὅλην τὴν ἡμέραν σκυθρω‐20 in vol. 3
35πάζων ἐπορευόμην· ἐξ οὗ ἥμαρτον, φησὶ, σκυθρωπὸς ἀεὶ ἤμην. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Εὐαγγελίῳ· Μακάριοι οἱ κλαίοντες. Εἰ νενόηκας τὸν ἐπὶ ταῖς ἁμαρτίαις πεν‐ θοῦντα καὶ κλαίοντα, εἶδες τοῦτον μακα‐
40ριστόν. Εἰ δὲ τοὐναντίον θεάσῃ τοῦτον γε‐ λῶντα καὶ ἱλαρευόμενον, καὶ μὴ κατανυσ‐ σόμενον ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν, ἴδε εἰ μὴ τούτῳ ἁρμόζει· Οὐαὶ, οἱ γελῶντες νῦν. —Ἐντεῦθεν τὴν φύσιν τῆς ἁμαρτίας γινώσ‐
45κομεν, ὁποία τίς ἐστιν· πλὴν ὅτι ἀπὸ ἀφρο‐ σύνης ἡμῖν ἐπισυμβαίνουσιν αἱ ἁμαρτίαι.

37

.

8

Ὅτι ἡ ψυχή μου ἐπλήσθη ἐμπαιγ‐ μῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐμπαιζόντων, ἤτοι τῶν λογισμῶν, ἢ τῶν πονηρῶν πνευμάτων· διὸ καὶ ἐσκυθρώπα‐
5ζον, πάσης ἱλαρίας ἀφῃρημένος. Ἐπειδὴ δὲ φέρονται αἱ μὲν γραφαί· αἱ ψόαι μου, αἱ δέ· λαγόνες μου ἐπλήσθησαν ἐμπαιγ‐ μάτων, ῥητέον ὡς ἐπείπερ περὶ τὰς ψόας καὶ τὰς λαγόνας συνίσταται τὰ σπέρματα,
10καὶ ἐμπαιγμῶν ἐμπίμπλαται ταῦτα, ἡνίκα πορνικῶς, ἀλλ’ οὐκ ἐπὶ παιδοποιΐας κινεῖται· διὰ τοῦτο γάρ φησι, μηδὲ ἴασιν εἶναι ἐν τῇ σαρκί μου, διὰ τὸ ἡττᾶσθαι παρὰ τῶν ἐμ‐ παιγμάτων τὴν ψυχήν· πάνυ γὰρ ἡ σὰρξ
15ἀσθενεῖ ῥέουσα, καὶ μὴ φρονοῦσα. Ὅθεν καὶ ὁ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. —Τούτῳ παραπλήσιόν ἐστι τὸ ἐν τῷ Ἰὼβ λεγόμενον περὶ τοῦ δράκοντος· Ἰδοὺ δὴ, ἡ ἰσχὺς αὐτοῦ ἐν ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ21 in vol. 3
20ἐπ’ ὀμφάλου γαστρός. Ἡ γὰρ ἰσχὺς τοῦ δια‐ βόλου ἐξαιρέτως περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώ‐ που ἐστὶν, ὅπου τὸ πορνεύειν ἐστὶν καὶ ἀ‐ σελγαίνειν. Καὶ οὐκέτι ἐστὶν ἴασις ἐν τῇ σαρκί μου. Προκοπὴ ἐπὶ τὸν θάνατον τῆς
25σαρκὸς καὶ ἐπὶ τὸν ὄλεθρον αὐτῆς, τὸ ἤδη δεύτερον λέγεσθαι.

37

.

9

Ἐκακώθην, καὶ ἐταπεινώθην ἕως σφόδρα· ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρ‐ δίας μου. Αἱ ἑορταὶ τοῦ Θεοῦ ἄρτον κακώσεως λέ‐
5γουσι δεῖν ἐσθίειν· καίπερ ἑορταὶ λεγόμεναι, αὐταὶ ταπεινοῦσιν τὰς ψυχὰς ἡμῶν. Τῇ γοῦν δεκάτῃ τῶν ἱλασμῶν, ταπεινώσετε, φησὶ, τὰς ψυχὰς ὑμῶν. Ἐπεὶ οὖν ὁ μετανοῶν ἐφ’ οἷς ἥμαρτεν, ἑαυτὸν κακοῖ καὶ ταπεινοῖ, ὡς
10ἐκεῖνος ὁ τελώνης, ὁ θαῤῥῶν ἐπὶ τῷ ἑαυτὸν κεκακωκέναι καὶ τεταπεινωκέναι, μετανοῶν φησιν· Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα κτλ.

37

.

11

Ἡ καρδία μου ἐταράχθη, ἐγκατέ‐ λιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφ‐ θαλμῶν μου οὐκ ἔστι μετ’ ἐμοῦ. Ἤμην, φησὶ, ποτὲ ἰσχυρὸς καὶ πολιτευό‐
5μενος καλῶς, ὕστερον δὲ πέπτωκα, ταραχ‐ θείσης μου τῆς διανοίας, καὶ καταλιπούσης με τῆς ἰσχύος· καὶ τὸ φῶς δὲ τῶν ὀφθαλ‐
μῶν μου, ὅπερ εἶχον, μετὰ τὸ γνῶναί με τὴν ἀλήθειαν, οὐκ ἔστιν μετ’ ἐμοῦ. Πάλιν εἰς τὸ22 in vol. 3
10σκότος ἐνήμεθα, εἰς παραπτώματα πεπτω‐ κότες. —Εἶτα διηγεῖται ἀπ’ ἀρχῆς ἐκ τοῦ σχολάζειν τῇ μετανοίᾳ, δι’ ἄγαν τὴν εὐγνω‐ μοσύνην καὶ τὴν τῆς ἁμαρτίας ἐξομολόγη‐ σιν. —Ἡ καρδία μου ἐταράχθη· τὸ δια‐
15λογιστικὸν καρδίαν φησὶ, καὶ ἐταράχθη, ὅτι Κύριος προσέταξεν αὐτὸν καταταράσσεσθαι Δαυίδ. —Τὸ φῶς τῶν ὀφθαλμῶν, ἡ θεωρία, ἥτις ἐν καιρῷ πειρασμοῦ διαφεύγει τὸν νοῦν.

37

.

12

Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν. Καταφρονήσας γὰρ τῆς παρ’ ἀνθρώποις
5αἰσχύνης, καὶ καταγνωσθεὶς ὑπὸ τῶν ἀκου‐ όντων τῆς ἐξομολογήσεως, τρόπον τινὰ ἤ‐ κουον αὐτῶν λεγόντων· Πόῤῥω ἀπ’ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι. Βδελυσ‐ σόμενοι γὰρ ὃν χθὲς ἐθαύμαζον, ἐμάκρυνον
10ἑαυτοὺς, ταῦτα μονονουχὶ λέγοντες. Ἀλλὰ τούτου μὴ φροντιζέτω ὁ θέλων μετὰ τὸ ἁμαρτῆσαι σωθῆναι, τοῦ καταγινώσκοντος ἀγνωμόνως, τοῦ μὴ λογιζομένου τὰ ἑαυτοῦ, μηδὲ ἀνεγνωκότος· Μὴ ὀνείδιζε ἄνθρωπον
15ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι
πάντες ἐσμὲν ἐν ἐπιτιμίοις.23 in vol. 3

37

.

13

Καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι, ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
5 Πολλάκις γὰρ καὶ ἐπιβαίνουσι τοῖς τοιού‐ τοις, καὶ ζητοῦσι κακὰ τῷ δικαίῳ, οὐχ οὕτω χαίροντες ἐν τῷ ἀκούειν τὰ κρείττω περὶ αὐτοῦ, ὡς ὅταν ἀκούσωσιν τὰ χείρονα περὶ αὐτοῦ. Καὶ λαλοῦσιν ματαιότητας, κατα‐
10γελῶντες ἐκείνου, τοῦ ἑαυτὸν καταγορήσαν‐ τος· οὐ γὰρ ἐξητασμένα λαλεῖ ὁ ζητῶν τινι κακὰ, ἀλλ’ ὁ ζητῶν παντὶ ἀγαθά.

37

.

14

Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὑτοῦ. Λοιδορούμενος ἢ καὶ ἐπὶ τῇ ἐξομολογήσει
5κακολογούμενος, διαβαλλόμενος μυρία ὅσα ἀκούων, προσεποιησάμην τὸν μὴ ἀκούοντα, καὶ ἔχων τι ἀποκρίνασθαι πρὸς αὐτοὺς καὶ ἐλέγξαι, οὐκ ἐλέγχω, ἐπεὶ ὁρῶ ὅτι ἔλεγχος δεῖται ἀπαθείας· ἀπὸ γὰρ θυμοῦ καὶ ὀργῆς
10ἐλέγχω, καὶ λυπῆσαι βουλόμενος, οὐ θερα‐ πεῦσαι· διὸ ἐγενόμην τούτοις ὡσεὶ κωφός.

37

.

15

Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὑτοῦ ἐλεγμούς. Ἐπὶ τούτοις οὐδὲν εἶχον λέγειν, αἰσχύνης
5πεπληρωμένος· οὐδεὶς γὰρ λόγος μοι πρὸς
ἀπολογίαν, οὐδὲ εἶχόν τινα τοῖς ἐχθροῖς προσφθέγγεσθαι, ἅπαξ ὑπ’ αὐτῶν νενικη‐ μένος. Ἢ ἐγενόμην πρὸς κακοδόξους ὡς οὐκ ἀκούων, οὐδ’ ἔχων ἐν τῷ στόματί μου ἐλέγ‐24 in vol. 3
10χους. Κίνδυνον γὰρ φέρει πολλάκις τὸ δυσ‐ φήμων λόγων ἀκούειν, καὶ τὸ διαλέγεσθαι περὶ προβλημάτων ὑποκειμένων κολάσει. Ἢ τοῦτό φησιν, ὅτι σὺ εἰσακούεις, Κύριε, κἂν ἐγὼ κωφεύω πρὸς τὰς κατ’ ἐμοῦ δυσφη‐
15μίας. —Διὰ τί δὲ γενόμην τοιοῦτος;

37

.

16

Ὅτι ἐπὶ σὲ, ἤλπισα, Κύριε, σὺ εἰσακούσῃ, Κύριε, ὁ Θεός μου. Τῶν τοσούτων, φησὶ, κακῶν μίαν ἔχω σω‐ τηρίας ἐλπίδα, τὴν ἐκ σοῦ γενομένην ἐπι‐
5κουρίαν. Ἢ τοῦτό φησι· εἰ γὰρ μὴ ἤλπισα ἐπὶ σὲ, ἐμαυτὸν ἂν ἠμυνάμην. Νυνὶ δὲ γι‐ νώσκω τό· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγα‐ πητοί· ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Καὶ τό· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει
10Κύριος. Ἐγενόμην ὡσεὶ ἄνθρωπος ἀβοήθη‐ τος, καὶ οὐκ ἔχων ἐν στόματι αὑτοῦ ἐλέγ‐ χους. Σὺ εἰσακούσῃ Κύριε, ὁ Θεός μου, εἰ καὶ ἐγὼ ὡσεὶ κωφὸς, οὐκ ἤκουον τῶν κατ’ ἐμοῦ δυσφημιῶν, σὺ ἄκουσον τῶν λεγο‐
15μένων.

37

.

17

Ὅτι εἶπα· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Οὐκ ἔχουσι γὰρ τί εἴπωσιν. Ἐπιχαρήσον‐
5ται δὲ, εἰ μὴ τύχοιμι τοῦ σου ἐλέους. Ἀλλ’ ἵνα μὴ ἐπιχαρῶσιν οἱ ἐχθροί μου, οἱ ἤδη καὶ πρότερον ἐν τῷ μόνον σαλευθῆναι πόδας μου, ἐπ’ ἐμὲ μεγαλοῤῥημονήσαντες. Μέγα γὰρ ἔδωκεν αὐτοῖς κατ’ ἐμοῦ φρονεῖν ἡ25 in vol. 3
10ἁμαρτία, σαλεύσασά μου τοὺς πόδας. Ἐγὼ δὲ ἐπὶ σὲ κατέφυγον. Μόνον δὲ οὐ λέγω· Ἐὰν πέσω, ἀλλ’ ἐὰν σαλευθῶσιν οἱ πόδες μου, μεγαλοῤῥημονοῦσιν, καὶ λέγουσιν, ὅτι ὁρᾷς τὸν δεῖνα; καὶ αὐτὸς τόδε πεποίηκεν,
15καὶ λέγων τάδε, τὰ ἐναντία τάδε ἐποίει. — Λέγει οὖν οὕτως· καὶ ἐν τῷ σαλευθῆναι πό‐ δας μου, ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν· ἄλ‐ λως δὲ μετὰ τοῦτο κρείττων ὢν, ὅσον ἐπὶ τῇ προσωποποιΐᾳ τῇ πρὸς ἐκεῖνον συγκρινομένῃ,
20φησίν· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. Οὐκοῦν οὗτοι μὲν ἐσαλεύθησαν οἱ πόδες, οὗτοι δὲ μικρὸν ἐσαλεύθησαν· μακά‐ ριον δὲ ἡμᾶς γενέσθαι μὴ σαλευομένους τοὺς πόδας, ἀλλ’ ἑστηκότας ἐπὶ τὴν πέτραν τὸν
25Χριστόν.

37

.

18

Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διαπαντός. Πρὸς δὲ τὰς ἐξ αἰσθήσεως μάστιγας εὐ‐ τρεπὴς εἶναί φησιν· ἤλγει γὰρ ἐφ’ οἷς ἥμαρ‐
5τε μαστιζόμενος.

37

19,20

Ὅτι τὴν ἀνομίαν μου ἀναγγε‐ λῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με
5ἀδίκως. Διδάσκει βάθη ἀνθρώπου πιστοῦ. Πολλά‐ κις γὰρ ἡμεῖς, οἱ ἔτι ἁμαρτωλοὶ, ἐὰν ἴδωμεν
ἐχθρὸν ἡμῶν ζῶντα καὶ εὐθηνοῦντα, σκυ‐ θρωπάζομεν, καὶ κινδυνεύομεν κατ’ αὐτῆς26 in vol. 3
10προνοίας λέγειν. Ἀλλ’ ὁ θέλων σώζεσθαι, οὐ τοιοῦτος· φησὶ γάρ· Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ οὐδὲν ἧττον μεριμνῶ περὶ τῆς ἁμαρτίας μου. Καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Ἀδύ‐
15νατόν ἐστιν ἐν βίῳ ὄντα μὴ μισηθῆναι. Ἰη‐ σοῦς Χριστὸς μεμίσηται. Γένοιτο δέ με μι‐ σούμενον συνειδέναι ὅτι οὐ δικαίως, ἀλλ’ ἀδίκως.

37

.

21

Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν. Ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην, [καὶ ἀπέῤῥιψάν με τὸν ἀγα‐ πητὸν, ὡσεὶ νεκρὸν ἐβδελυγμένον.]
5 Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν. Ἐγὼ μὲν εὐηργέτουν, ἐκεῖνοι δὲ ἐπιλαθόμε‐ νοι τῶν ὧν εἰς αὐτοὺς ἐποίουν, κακά μοι ἀνταπεδίδοσαν, ἐνδιέβαλλόν με, ἐπεὶ κατε‐ δίωκον ἀγαθωσύνην. Εἰ γὰρ καὶ ἥμαρτόν τι,
10ἀλλ’ ἀεὶ ἐδίωκον τὴν ἀγαθωσύνην, καὶ ἀ‐ πέῤῥιψάν με τὸν ἀγαπητὸν, ὡς νεκρὸν ἐβδε‐ λυγμένον.

37

22,23

Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Ἐν ἄλλῳ δὲ ψαλμῷ φησι· Καὶ τὸ πνεῦμα
5τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἐν‐ ταῦθα δὲ πρὸς αὐτὸν Θεόν· Μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, κτλ. —Εἰ κἀκεῖνοι ἀπέῤῥιψάν με, ὡς νεκρὸν ἐβδελυγμένον, ἀλλὰ σὺ σκέπε με ὑπὸ τὴν κραταιάν σου χεῖρα. Σοῦ γὰρ27 in vol. 3
10παρόντος, ἀνίσχυροι καὶ ἀσθενεῖς οἱ ἐχθροί. Πρόσχες εἰς τὴν βοήθειάν μου, ἐπεὶ ἐχθρῶν περιεστηκότων, ἀνθρώπων τε πονηρῶν καὶ ἀοράτων δυνάμεων, βοηθείας δέομαι. Οὐκ ἄλλοθεν δὲ βοήθειαν ἀπαιτῶ ἢ παρὰ σοῦ,
15Κύριε· σὺ γὰρ καὶ Θεὸς τῆς σωτηρίας μου τυγχάνεις· σωτηρίας δὲ Θεὸς ὁ ταύτης αἴ‐ τιος. —Καλὸν προοίμιον προσευχῆς, τό· Μὴ ἐγκαταλίπῃς με, ὁ Θεός μου. Ἔχεις γὰρ ἐν αὐτῷ τὴν ἁγίαν Τριάδα.

38

.

1

Εἰς τὸ τέλος τῷ Ἰδιθοὺν ᾠδὴ τῷ Δαυίδ. Εἰς τὸ τέλος δὲ κατὰ τοὺς Οʹ ἐπιγράφε‐ ται· κατὰ δὲ τὰς ἄλλας ἑρμηνείας, ἐπινίκιος,
5καὶ εἰς τὸ νῖκος, καὶ τῷ νικοποιῷ.

38

2-4

Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου· Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν
ἁμαρτωλὸν ἐναντίον μου. —Ἐκωφώθην καὶ28 in vol. 3
5ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. —Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ· ἐλάλησα ἐν γλώσσῃ μου. Ἐκ τῶν λόγων τοῦ συστάντος κατεναν‐
10τίον μου ἁμαρτωλοῦ, ἐθερμάνθη διαπυρω‐ θεῖσα ἡ καρδία μου, καὶ ἡ τοιαύτη θέρμανσις ἐντός μου ἐφυλάχθη. —Ὁ τέλειος, ὡς ἤδη εὐεξίαν καὶ μακαριότητα ἀναλαβὼν, οὐ κι‐ νεῖται παντελῶς ὑπὸ τῶν λοιδορούντων αὐ‐
15τόν· ὁ δὲ προκόπτων, ἀλγεῖ μὲν καὶ τὴν καρδίαν ἔχει θερμαινομένην ἐν ἑαυτῷ, βράσ‐ σουσαν καὶ ταρασσομένην, ἀλλ’ οὐ μέχρι τοῦ ἐλθεῖν ἀπὸ τῆς καρδίας λόγον ἐπὶ στόμα. — Καὶ μελετῶν, φησὶ, τὰ θεῖα λόγια, ἐκαιόμην·
20ὡς οἱ περὶ Κλεόπαν λέγοντες· Οὐχὶ ἡ καρ‐ δία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Τοιοῦτοι ἦσαν καὶ οἱ λόγοι Ἱερε‐ μίου, διὸ γέγραπται εἰρηκέναι τὸν Θεὸν πρὸς
25αὐτόν· Ἰδοὺ, δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ. Τοιαῦται ἦσαν αἱ καθε‐ ζόμεναι γλῶτται ἐπὶ τοὺς ἀποστόλους, τοὺς μέλλοντας τὸν λόγον τοῦ εὐαγγελίου κηρύσ‐ σειν. Ὤφθησαν γὰρ αὐτοῖς ὡς πῦρ, ἵν’ ὁ λό‐
30γος αὐτῶν ᾖ καυστικὸς, καὶ ἀνάπτῃ τὰς ψυ‐ χὰς τῶν ἀκροωμένων.

38

5,6

Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν ἄριθμον τῶν ἡμερῶν μου τίς
ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. Ἰδοὺ, πα‐ λαιὰς ἔθου τὰς ἡμέρας μου, καὶ ὑπόστασίς29 in vol. 3
5μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμ‐ παντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. Παλαισταὶ αἱ ἐν τῷ βίῳ ἡμέραι, ἀντὶ τοῦ βραχεῖαι καὶ ἐλάχισταί εἰσιν, οὐ πήχεσι με‐ τρούμεναι. Καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν
10ἐνώπιόν σου, εἶτα ἑξῆς, ὡς ἂν διηγούμενος τὸ εἰρημένον, ἐπιλέγει· Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. Πάντα τὰ ἐν ἀνθρώποις μάταιά ἐστιν πρὸς τὸν μέλλοντα αἰῶνα, καὶ πρὸς τὰ ἡμῖν ὑποκείμενα, τοῖς
15ἀξίως βεβιωκόσι.

38

.

7

Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται. θησαυ‐ ρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Πᾶς ἄνθρωπος ζῶν ἐν εἰκόνι διαπορεύε‐
5ται, ἤτοι τοῦ Θεοῦ τηρῶν τὸ κατ’ εἰκόνα, καὶ τὸ προκόπτειν εἰς τελειότητα, σύμμορ‐ φος γινόμενος τῆς εἰκόνος τοῦ Θεοῦ. Ἢ ἄλ‐ λως, τινὸς ζωοῦ, ἵππος θηλομανὴς, ἢ ἄλλο τι ἄλογος κατὰ τὸ ἦθος γινόμενος. —Καὶ
10φαινόμενος κόσμος εἰκών ἐστι τοῦ νοητοῦ καὶ ἀοράτου· ἐν τῷ μέλλοντι γὰρ ἡ ἀλήθεια. Αὐτεξουσίως οὖν διαπορεύεται ὁ ἄνθρωπος ἐν τούτῳ τῷ κόσμῳ, ὅς ἐστιν εἰκών. —Ἐπ‐ άγει δὲ καὶ περὶ τῶν κατὰ μέρος ἀνθρώ‐
15πων, ὡς μάτην ταραττομένων· Θησαυρίζει κτλ. Τοῦτο λεκτέον πρὸς ἄπαιδας πλουσίους πλεονεκτοῦντας, μηδένα τῶν πτωχῶν ἐλεοῦν‐ τας. —Θησαυρίζων γάρ τις ἐπὶ τῆς γῆς, οὐκ οἶδε τίς ἕξει τὸν ὑπὲρ οὗ τοσοῦτον ἐσ‐
20πούδασε πλοῦτον, τοῦ δὲ ἐν οὐρανοῖς θησαυ‐ ρίζοντος, ἀναφαίρετον ἕξοντος τὸν ἴδιον πλοῦ‐ τον.30 in vol. 3

38

11,12

Ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μά‐ στιγάς σου, ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. —Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀ‐
5ράχνην τὴν ψυχὴν αὐτοῦ· πλὴν μάτην τα‐ ράσσεται πᾶς ἄνθρωπος. Διάψαλμα. Ἔστι δὲ καὶ ἕτερον εἶδος μαστίγων, περὶ ὧν φησι· Τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας, καὶ ἐπὶ τῶν χειλέων μου σφρα‐
10γῖδας πανούργων, ἵνα ἐπὶ τοῖς ἀγνοήμασί μου μὴ φείσωνται, καὶ αἱ ἁμαρτίαι μου μὴ ἀπολέσωσί με; Εὔχεται γὰρ ἐπὶ ταῖς ἁμαρ‐ τίαις αὑτοῦ μαστιγωθῆναι τὴν καρδίαν. Ἐάν ποτε ἴδῃς μετὰ τὸ ἡμαρτηκέναι, σεαυτὸν
15κολαζόμενον ἔνδον ὑπὸ τῶν διαλογισμῶν σου, τῆς συνειδήσεώς σου καταγινωσκούσης σου καὶ κολαζούσης, μακάριζε σεαυτὸν συγκρί‐ σει ἄλλων ἡμαρτηκότων, καὶ μὴ λυπουμέ‐
νων ἐφ’ οἷς ἥμαρτον. —Μακάριον γὰρ τὸ31 in vol. 3
20ἐφ’ ἁμαρτίαις ὑπὸ συνειδήσεως νύττεσθαι. — Ἀξιοῖ οὖν ἀποστῆναι τὰς μάστιγας· Ἀπόσ‐ τησον ἀπ’ ἐμοῦ, φησὶ, τὰς μάστιγάς σου, τάς τε ἔξωθεν ἐπικειμένας διὰ τῶν πειρασμῶν, καὶ τὰς ἔσωθεν. Μέτρον γὰρ ἐχέτωσαν καὶ αἱ
25μάστιγες τῆς διανοίας· ἐὰν γὰρ περισσότε‐ ραι, ἀπολούμεθα. Τὸ γὰρ ὑπὲρ μέτρον λυ‐ πεῖσθαι, διαφθορά. Διόπερ ὁ ἀπόστολος εὐ‐ λαβούμενος τὴν πολλὴν μάστιγα τῆς δια‐ νοίας τοῦ ἁμαρτάνοντος, φησί· Μή πως τῇ
30περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος ὑπὸ τοῦ Σατανᾶ. Καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐ‐ τοῦ. Ἡ ἁμαρτάνουσα δὲ ψυχὴ παχύνεται· τοι‐ αύτη γὰρ ἡ φύσις τῆς ἁμαρτίας· διὸ γέγρα‐
35πται· Ἐπαχύνθη ἡ καρδία τοῦ λαοῦ τούτου. Ἡ ἀρετὴ δὲ λεπτύνει τὴν ψυχὴν, καὶ ἐκτήκει αὐτὴν, καὶ ἵνα βιασάμενος ὀνομάσω, πᾶν τὸ σωματικὸν αὐτῆς ἐξαφανίζει, καὶ καθαρῶς αὐτὴν παρίστησιν ἀσώματον. Ὅτι δὲ παχύ‐
40νεται καὶ σαρκοῦται ἡ ψυχὴ τοῦ ἁμαρτωλοῦ, δῆλον ἐκ τοῦ· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά
μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔργον οὖν ἐστι τῷ Θεῷ ἐκτῆξαι ψυχὴν, καὶ τὸ παχὺ ἀπο‐32 in vol. 3
45βαλεῖν τὸ περιγινόμενον αὐτῇ. Τοιαῦτά τινα εὑρήσεις μυστικῶς εἰρημένα ἐν τῷ Ἱεζεχιὴλ, ἡνίκα εἰς τὸν λέβητα βάλλονται τὰ κρέα καὶ ἑψῶνται, καὶ λέγεται· Ἐξεψήθη, ἐξετάκη τὰ κρέα, ἐξεψήθη ὁ ζωμός. Ταῦτα εἰς πα‐

38

11,12

(50)

ράστασιν, ὅτι λέβητες ἡμᾶς διαδέξονται καιό‐ μενοι, καὶ βαλλόμεθα ἡμεῖς οἱ σαρκώσαντες ἡμῶν τὰς ψυχὰς, ἵνα ἐκτακῶμεν. —Ἢ, μήποτε λανθάνῃ με καὶ τὸ παράδειγμα ἐκ τῆς ἀράχνης ληφθὲν, ἐν τῷ Ἡσαΐᾳ εἴρηται,
55ὅτι ἱστὸν ἀράχνης ὑφαίνουσιν. Πόσα εὔσχισ‐ τά ἐστιν καὶ λεπτοϋφῆ, ὅσα ὕφαναν οἱ πρὸ ἡμῶν οἱ πλοῦτον συναγαγόντες, οἱ ἀξιώματα λαβόντες· ἀλλ’ ἐξετάκησαν, ὡς ἀράχναι, αἱ ψυχαὶ αὐτῶν· πλὴν μάτην πᾶς ἄνθρωπος,
60ὡς προείρεται, ταράσσεται περὶ τούτου. — Μάστιγας τοὺς πειρασμοὺς λέγει· ἐλέγχων με, φησὶν, ἐπὶ τῇ ἁμαρτίᾳ ἐπαίδευσας. Παι‐ δεύων ἡμᾶς ὁ Κύριος, ὑπὲρ τῶν ἀνομιῶν ἡμᾶς παιδεύει, ὡς καὶ τὸν ἐν εὐαγγελίῳ πα‐
65ραλυτικόν.

38

.

13

Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου, μὴ παρασιωπήσῃς. Προτρεπτικὸν εἰς τὸ μετὰ δακρύων προσ‐
5εύχεσθαι.

38

.

14

Ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω. Οὐχ ὑπάρξω τοιοῦτος οἷος ἦν· γενοίμην, γενοίμην, ἐκ τῆς πρὸς σοῦ μοι γενομένης
5ἀνέσεως! Ἄνεσις δὲ Θεοῦ ἐστιν ἀπάθεια ψυχῆς, μετὰ γνώσεως τῶν ὄντων ἀληθῶς. —Ὡς γὰρ οὐχ ὑπαρχόντων τῶν ἁμαρτω‐ λῶν, λέγεται· Ἔσονται ὡς οὐκ ὄντες. Καὶ τὰ μὴ ὄντα ἐκάλεσεν ὁ Θεός. Διὰ τοῦτο ὀπί‐33 in vol. 3
10σω τοῦ Κυρίου τοῦ Θεοῦ ἡμῶν πορευσώμεθα, καὶ αὐτῷ κολληθῶμεν, ἵνα γενώμεθα ὑπάρ‐ χοντες ἐν αὐτῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

39

.

3

Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαι‐ πωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
5 Οἱ πέρα τῆς λέξεως μηδὲν δηλοῦσθαι ἐν τῇ γραφῇ νομίζοντες, λεγέτωσαν πηλίκου ἀγαθοῦ τυχὼν ὁ ἐπὶ τῆς αἰσθητῆς πέτρας τοὺς πόδας τοῦ σώματος στὰς, εὐχαριστεῖ τῷ τοῦτο δωρησαμένῳ. Ἡμεῖς δέ φαμεν, ὅτι
10ὁ τοῦ προειρημένου λάκκου καὶ πηλοῦ ἀ‐ παλλαγεὶς, ἐπὶ τὴν ἀῤῥαγῆ καὶ ἀκλόνητον κατ’ ἀρετὴν τελειότητα ἱδρυνθεὶς, ἀπαγγέλ‐ λει τὰ προκείμενα· τῷ γὰρ οὕτω στάντι ἐπὶ πέτραν, ἀκολουθεῖ καὶ τὸ κατευθύνεσθαι τὰ
15διαβήματα αὐτοῦ, διαβαίνοντος ἀπὸ κακίας εἰς ἀρετήν. Ἀλλὰ τίς ἡ πέτρα; παρὰ τοῦ Παύλου μάθωμεν, λέγοντος· Ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, τὸ πάντων ἔρεισμα, ὁ ἐκλεκ‐ τὸς λίθος, ὁ εἰς τὰ θεμέλια Σιὼν τεθειμένος
20παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐφ’ ᾧ πάντες οἰκοδομούμεθα, οἶκος πνευματικὸς καὶ ναὸς ἅγιος εἰς κατοικητήριον Θεοῦ ἐν Πνεύματι. Οὐ μόνον οὖν ἡδράσθημεν ἐν τῇ πέτρᾳ τῆς εἰς Χριστὸν πίστεως, ἀλλὰ καὶ ἐδιδάχθημεν
25ὀρθὰς ποιεῖσθαι τροχιὰς ἀντὶ τῶν πάλαι διεστραμμένων ὁδῶν. Πρότερον δὲ τοὺς πό‐ δας ἡμῶν ἔστησεν ἐπὶ τῆς πέτρας, τουτέστι ἐπὶ τῆς πίστεως, ἀνασπάσας ἐκ τοῦ πηλοῦ, καὶ ἐπὶ καθαρωτάτην ψυχὴν βάσεις στηρίξας·
30καὶ τότε τὰ διαβήματα ἡμῶν, δηλαδὴ τῆς πράξεως, διὰ τῶν εὐαγγελικῶν παραγγελ‐ μάτων κατηύθυνε, καὶ βαδίζειν εὐκόλως τῶν ἐντολῶν τὰς ὁδοὺς ἐποίησε, δείξας πῶς χρὴ τὴν ζωὴν ὁδεύειν, ὥστε τὸ μὲν μὴ μοιχεύειν34 in vol. 3
35κατορθοῦν ἐν τῷ μηδ’ ὅλως ἐπιθυμεῖν, τὸ δὲ μὴ φονεύειν ἐν τῷ μηδὲ τὴν ἀρχὴν ὀργίζεσ‐ θαι, τὸ δὲ μὴ ἁμαρτάνειν εἰς ὅρκους ἐν τῷ μὴ ὀμνύειν μὴ μικρὸν ἢ μέγαν ὅρκον. Ἀντι‐ διέσταλται δὲ ἡ πέτρα τῷ τῆς ἰλύος πηλῷ,
40τὸν εὐπαγῆ δηλοῦσα τοῦ στεῤῥοῦ λόγου θε‐ μέλιον.

39

.

4

Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ Θεῷ ἡμῶν. Ὕμνος ἐστὶν ἔκπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων. Ἄλλο. Πρῶ‐
5τον ὁ Θεὸς ἀνάγει τινὰ ἐκ λάκκου ταλαι‐ πωρίας· δεύτερον, ἐπὶ πέτραν ἵστησιν τοὺς πόδας αὐτοῦ· τρίτον, κατευθύνει τὰ διαβή‐ ματα· τέταρτον, ᾆσμα χαρίζεται καινόν· πέμπτον, ὕμνον τῷ Θεῷ. Πλὴν σημειωτέον,
10ὅτι ὁ ἐμπεσὼν εἰς τὸν λάκκον, ποτὲ οὐκ ἦν [ἔν] τῷ λάκκῳ· ζητήσεις δὲ πότερον αὐτὸς ἐμπέπτωκεν ὑφ’ ἑαυτοῦ, ἢ ὑφ’ ἑτέρου τινὸς ἐνεβλήθη, ἢ καὶ ὑφ’ ἑαυτοῦ καὶ ὑφ’ ἑτέρου.

39

.

5

Μακάριος ἀνὴρ οὗ ἐστὶ τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. Ἐφ’ ἡμᾶς καὶ ὁ μακαρισμοῦ νοῦς κεκλη‐
5μένους χριστιανούς· τοῦτο γάρ ἐστι τὸ κα‐ λὸν ὄνομα, τὸ ἐπικληθὲν ἐφ’ ἡμᾶς. Λέγεται δὲ ματαιότης καὶ μανία ψευδὴς καὶ ἡ τῶν εἰδώλων λατρεία. Παύσατε, μαντικὴ καὶ ἅ‐ πασα ἑτεροδοξία. Γέγραπται γοῦν· Περιτεί‐
10νων ἐστὶ μανίαν ἐν οἴκῳ Κυρίου, κατέπηξαν δηλονότι τὴν μαντείαν. Πλεῖστον γὰρ οἱ ἐξ
Ἱερουσαλὴμ ψευδοπροφῆται γεγόνασι, τὰ ἀπὸ καρδίας λαλοῦντες, καὶ οὐ τὰ ἀπὸ στό‐ ματος Κυρίου.35 in vol. 3

39

.

6

Πολλὰ ἐποίησας σὺ, Κύριε, ὁ Θεός μου, τὰ θαυμάσιά σου. Ἤτοι ὡς μὴ ὄντα τῇ φύσει ἀριθμητὰ, ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ
5ἀριθμοῦ.

39

.

7

Ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας. Ὁ δὲ προφητικὸς λόγος ἐκβαλὼν ταῦτα, τὴν λογικὴν θυσίαν ὑπέδειξεν.

39

.

8

Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Οὐκ ἐπὶ τήνδε μὲν ἡμᾶς ἀναπέμπει γρα‐ φὴν, ἐπὶ τήνδε οὒ, ἀλλ’ ἐπὶ πᾶσαν τὴν θεό‐
5πνευστον γραφὴν, τὴν ἐπαγγέλλουσαν περὶ αὐτοῦ. Πάντα δέ φησι μίαν κεφαλίδα βιβλίου, τῷ ἀνακεφαλαιοῦσθαι τὸν παρ’ ἑαυτοῦ εἰς ἡμᾶς ἐληλυθότα Λόγον εἰς ἓν, τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός μου. Θέλημα δὲ
10λέγει τοῦ Πατρὸς, καθ’ ὃ ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐ γὰρ ἦλθον, φησὶ, ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καὶ τυθεὶς ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας, ὡς ἂν, ἀφέσεως γενομένης, μηκέτι
15χρεία ᾖ τῆς περὶ ἁμαρτίας θυσίας. Καλῶς οὖν ὁ Σολωμὼν παρεγγυᾷ μὴ κτᾶσθαι βι‐ βλία πολλὰ, τὴν πεπλανημένην αἰνιττόμε‐ νος διὰ τοῦ πλήθους [τῶν βιβλίων], ὡς οἶ‐ μαι, σοφίαν.

39

.

11

Κύριε, σὺ ἔγνως τὴν δικαιοσύνην μου, οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλή‐ θειάν σου, καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου
5ἀπὸ συναγωγῆς πολλῆς. Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ
ἐκκλησία, δεῖται πάλιν τῆς αὐτοῦ προμη‐ θείας, διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς36 in vol. 3
10μνήμην πεποίηται. —Ἀποκαλύπτει ὁ Χρισ‐ τὸς τοὺς περὶ ἐλέους καὶ ἀληθείας λόγους. Εὑρήσεις ἐν τῇ θεωρίᾳ τοὺς μὲν περὶ ἐλέους καὶ σωτηρίας, τοὺς δὲ περὶ σωτηρίας ἐν τῇ πρακτικῇ.

39

.

13

Ὅτι περιέσχον με κακὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ... καὶ ἡ καρδία ἐγκατέλι‐ πέ με. Τὰ μετὰ τὴν ἀπιστίαν τὴν ἐν Χριστῷ
5συμβεβηκότα αὐτοῖς διηγεῖται κακά. —Καρ‐ δίαν νῦν λέγει τὴν ποιὰν τοῦ νοῦ διάθεσιν.

39

.

17

Καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε. Οὐκ εἶπε δὲ, οἱ ζητήσαντες, ἀλλ’ οἱ ζη‐ τοῦντες, καὶ γὰρ Ἰούδας ὁ προδότης ἐζή‐
5τησε μέν ποτε, οὐ ζητεῖ δὲ νῦν.

40

.

4

Ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. Ἆρον τὸν κράββατον, φησὶ, καὶ περιπάτει. Τοῖς μὲν γὰρ ὑγιαίνουσι κατὰ διάνοιαν ἕπε‐
5ται τὸ σῶμα· οἱ δὲ ἀῤῥωστοῦντες ἀκολου‐ θοῦσιν τῷ σώματι.

41

.

7

Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐτα‐ ράχθη. Φυσικὴ κίνησις τοῦ θυμοῦ.

41

.

8

Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται. Ἀναγκαῖα ταῦτα ἐν καιρῷ λύπης ἐπα‐ γόμενα ψυχῇ.

41

10,11

Ἐρῶ Θεῷ· Ἀντιλήπτωρ μου
εἶ· διὰ τί μου ἐπελάθου; καὶ ἵνα τί σκυθρω‐ πάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχ‐ θρόν; —Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου,37 in vol. 3
5ὠνείδιζόν με οἱ ἐχθροί μου, ἐν τῷ λέγειν αὐ‐ τούς μοι καθ’ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου. Οὐχ ὁρῶμεν δὲ πάντες πῶς ἐλεεῖ ὁ Θεός. Καὶ πολλάκις πρὸς τὰ κατ’ ἐλεημοσύνην
10αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐδὲ ἔλεον εἶναι νομίζομεν. Διὸ λέ‐ γομεν· Διὰ τί μου ἐπελάθου; Ὁ δὲ διειληφὼς ὅτι πᾶν ὃ ἐπάγει ὁ Θεὸς συμφερόντως ἐπά‐ γει, οὐδὲν ἐρεῖ τοιοῦτον, εἰδὼς, ὅτι τὴν με‐
15τάνοιαν αὐτοῦ καὶ τὸν ἔλεον πραγματευό‐ μενος ὁ Θεὸς, τοῦτο ποιεῖ. Ἀλλ’ ὅπερ ἐλέ‐ γομεν, ὁ μεταγινώσκων λαὸς πυνθάνεται τοῦ Θεοῦ διὰ τί αὐτὸν ἐγκαταλέλοιπεν οὕτως ἐκ‐ θλιβόμενον καὶ σκυθρωπάζοντα. —Πάνυ δὲ
20λυπεῖ τὸν δίκαιον τὸ Ποῦ, ἐπὶ Θεοῦ λεγόμε‐ νον, ὅπερ ἐστὶ σημαντικὸν τόπου. Τῆς γὰρ ἐσχάτης ἀνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν Θεόν· ὄγκῳ γὰρ συνυφίσταται τόπος· ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον.

42

.

2

Ὅτι σὺ εἶ, ὁ Θεὸς, κραταίωμά μου, ἵνα τί ἀπώσω με; καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; Σκυθρωπάζων πορεύεται ὁ Σωτὴρ, ὅτε
5παραλαβὼν Πέτρον καὶ τοὺς υἱοὺς Ζεβε‐ δαίου, ἔλεγε· Περίλυπός ἐστιν ἡ ψυχή μου
ἕως θανάτου.38 in vol. 3

43

.

1

Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν ψαλμός. Ὑπόθεσις. Ἐκ προσώπου τῶν ἐθνῶν ἐστιν ὁ ψαλμὸς, ἢ ἐκ προσώπου τῶν ἐν τῇ δια‐
5σπορᾷ, ἢ ἐκ προσώπου τῶν Μακκαβαίων.

43

.

9

Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν. Ὅλην τὴν ἡμέραν τὴν ἐν τῷ Θεῷ εἶπε ζωὴν, ἥτις συνέστηκεν ἀπὸ ἀπαθείας καὶ
5γνώσεως Θεοῦ. Ταῦτα μὲν ἐν τοῖς ἄλλοις χρόνοις γεγένηνται παρὰ σοῦ· ἐπὶ δὲ τοῦ παρόντος ἔρημοι τῆς σῆς ἀπεφάνθημεν προ‐ μηθείας.

43

.

11

Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, καὶ οἱ μισοῦντες διήρπαζον ἑαυτοῖς. Διὰ τῆς κακίας καὶ ἀγνωσίας ἁρπάζουσιν
5ἡμᾶς. —Ἐνταῦθα ἐπισημαίνει, ὅτι ἔμπροσ‐ θεν μὲν ἡμῶν λέγονται αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι· διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, διώκειν δὲ τὴν σωφρο‐ σύνην καὶ τὴν φιλοξενίαν. Πλὴν οὐ πᾶς ὁ
10εἰς τὰ ὀπίσω ἀποστρεφόμενος, ψεκτῶς τοῦτο ὑφίσταται· ἀλλ’ εἴ τις φυγὼν τὰ κακὰ, πρὸς αὐτὰ πάλιν ὑποστρέφειν ἐθέλοι, ὡς ὁ ἀπὸ τῆς Σιὼν, τουτέστι τῆς ἀρετῆς πρὸς τὴν κακίαν, Βαβυλῶνα καλουμένην, ἀποστρεφό‐
15μενος.

43

.

16

Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστι, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με. Μακρὰ, φησὶν, καὶ διηνεκὴς ἡ καθ’ ἡμᾶς
5γέγονε αἰσχυνή.39 in vol. 3

44

.

2

Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυ‐ γράφου.
5 Ὠριγένους, περὶ τῆς ἁγίας Τριάδος. — Ὃν εἴρηκεν Λόγον, τοῦτον καὶ γλῶσσαν· κάλαμος γὰρ ὠνόμασται, διὰ τὸ λέγειν τι, καὶ εὐθέως γίνεσθαι, ὡς τό· Θέλω, καθα‐ ρίσθητι, καὶ εὐθέως ἐκαθαρίσθη. Καί· Σοὶ
10λέγω, ἐγέρθητι, καὶ ἀνέστη. Οὐ μὴν ἀλλὰ καὶ τό· Λόγον συντετμημένον ποιήσει Κύ‐ ριος ἐν τῇ οἰκουμένῃ.

44

.

3

Ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Γλυκύφωνος γὰρ ὁ Κύριος ἡμῶν, λέγων· Ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν
5ἔχωσι. Καί· Ἐγώ εἰμι ὁ ἄρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ διδοὺς ζωὴν τῷ κόσ‐ μῳ. Μωσῆς γὰρ, καὶ εἴ τις ἄλλος δίκαιος, εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ· ἐπὶ δὲ τὸν Υἱὸν ἡ πατρικὴ πᾶσα χάρις ἐκενώθῃ. Ἦν
10γὰρ ὁ Πατὴρ λαλῶν ἐν τῷ Υἱῷ. Ὅθεν καὶ ἡ διακονισαμένη τῇ ἐν ἀνθρώποις αὐτοῦ παρόδῳ λέλεκται κεχαριτωμένη. Ἐν αὐτῷ γὰρ ηὐδόκησεν πᾶν τὸ πλήρωμα, καὶ τὰ ἑξῆς. —Ἢ πᾶσα δύναμις τῶν οὐρανῶν τῇ
15τῶν γεγονότων κέχρισται θεωρίᾳ. Ὁ δὲ Χρισ‐ τὸς παρὰ πάντας κέχρισται καὶ μετόχους
αὐτοῦ, δηλονότι τῇ τῆς μονάδος κέχρισται γνώσει. Διὸ καὶ μόνος λέγεται ἐν δεξιᾷ κα‐ θέζεσθαι τοῦ Πατρὸς Χριστός. Χριστὸν δέ40 in vol. 3
20φημι, τὸν μετὰ Θεοῦ Λόγον, ἐπιδημήσαντα Κύριον.

44

9,10

Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βαρέων ἐλεφαν‐ τίνων. —Ηὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ
5δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβε‐ βλημένη, πεποικιλμένη. Ἱμάτια Χριστοῦ νοητέον τοὺς, οἷον εἰπεῖν, ἐν Χριστῷ καὶ περὶ αὐτὸν διὰ πίστεως καὶ ἁγιασμοῦ καὶ οἰκειότητος πνευματικῆς. Βά‐
10ρεις μὲν ἐλεφαντίνας τὰς ἐκκλησίας ἐν τού‐ τῳ φησίν. Ἡ βᾶρις γὰρ καλεῖται πύργος ἅπας πεπυργωμένος· καί φαμεν τὰ ἐν κλεινῇ δυνάμει καὶ χάριτι τεθεμελιωμένα· τεθεμε‐ λίωνται γὰρ ἐπὶ τὴν Πέτραν· [ἐλεφαντίνας],
15ἀντὶ τοῦ λαμπρὰς εἶναι καὶ τιμίας. Αὗται δὲ ὡς ἐξ ἐλέφαντος βάρεις καὶ βασίλειαί εἰσιν θυγατέρες· υἱοὶ γὰρ ὄντες τῆς βασιλείας οἱ μαθηταὶ, εἰκότως ἂν καὶ βασιλεῖς ὀνομά‐ ζοιντο. Ἐγέννησε δὲ τὰς ἐκκλησίας, λέγον‐
20τος καὶ Παύλου· Διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ταῖς οὖν νοηταῖς εὐοσμίαις αἱ τῶν βασιλέων ηὔφρανάν σε θυγατέρες, τουτέστιν ἐν τῷ καιρῷ, καθ’ ὃν ἔδει τιμηθῆναί σε παρ’ αὐτῶν. Ὅτε γὰρ κέκληνται, τότε καὶ τε‐
25τιμήκασιν. Ἀπὸ τούτων δὲ τῶν ἀρωμάτων καὶ τὸ νομικὸν συνεχεῖτο ἔλαιον, ἀφ’ οὗ
ἱερεῖς ἐχρίοντο, καὶ ἡ σκηνὴ καὶ σκεύη λει‐ τουργικά. —Οἱ ἅγιοι μαθηταὶ ......... τοῦ Θεοῦ. Καὶ ἄλλως δὲ ἡ σμύρνα τῆς τα‐41 in vol. 3
30φῆς ἐστι σύμβολον, ὡς ὁ εὐαγγελιστὴς ἐδί‐ δαξε, εἰπὼν ὑπὸ Ἰωσὴφ τοῦ Ἀριμαθαίου ἐντεταφίασθαι τὸν Ἰησοῦν μετὰ τῆς σμύρ‐ νης καὶ ἀλόης. —Ἡ δὲ στακτὴ καὶ αὐτῆς σμύρνης ἐστὶ τὸ λεπτότερον· ἐκθλιβέντος
35γὰρ τοῦ ἀρώματος, ὅσον μὲν αὐτόῤῥυτον εἰς τὴν στακτὴν ἀπομερίζεται· τὸ δὲ παχύτε‐ ρον ἀπομένον, σμύρνα προσαγορεύεται. Ὧν τὸ μὲν πάθος δηλοῖ, τὸ δὲ τὴν εἰς ᾅδου κατάβασιν, ἐπειδὴ πᾶσα σταγὼν ἐπὶ τὰ
40κάτω καταφέρεται. Κατῆλθε γὰρ, ἵνα πλη‐ ρώσῃ ἑαυτοῦ τὰ σύμπαντα. —Ἡ δὲ κασσία φλοιός τίς ἐστι λεπτότατος καὶ εὐώδης, ἐν ξυλώδει κάρφει περιτεινόμενος. Παρῃνίξατο διὰ τὴν τῆς σαρκὸς περὶ τοῦ ξύλου οἰκο‐
45νομίαν. Ἐκ δὲ ταύτης τῆς αἰτίας καὶ εὐ‐ γενεῖς καὶ βασιλικαὶ ψυχαὶ, διὰ τὴν εἰς ἡμᾶς συγκατάβασιν εὐγνώμονες οὖσαι, τὸν Χριστὸν ηὔφρανον πλουσίως, προσέτι τοῖς ἱματίοις τοῦ Χριστοῦ ἀπὸ πλουσίων οἰκοδο‐

44

9,10

(50)

μημάτων φερόμεναι. Βάρεις γὰρ οἱ μέγιστοι τῶν οἴκων λέγονται καὶ τούτων ἐλεφαντί‐ νων, διὰ τὸ πλουσίαν εἶναι τὴν τοῦ Χριστοῦ περὶ τὸν κόσμον ἀγάπην. Ἡ δὲ βασίλισσα, ἡ μήτηρ τῶν θυγατέρων,
55παρέστη ἐκ δεξιῶν, ἡ καθολικὴ ἐκκλησία. Κυριώτερον δὲ εἴποις ἐπουράνιον, ἥτις ἐστι μήτηρ τῶν ἐπὶ γῆς ἁγίων, Παύλου λέγον‐ τος· Ἡ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Καλεῖ δ’ αὐτὴν πόλιν
60Θεοῦ ζῶντος καὶ τὰ ἑξῆς. Αὕτη μὲν οὖν ἡ τελεία Χριστοῦ νύμφη, ἧς οὐκ ἂν ἁμάρτοις, θυγατέραν λέγων τὴν ἐπὶ γῆς ἐκκλησίαν. Βασίλισσα δὲ ἐκείνη, ὡς συμβασιλεύουσα τῷ ἑαυτῆς νυμφίῳ, καὶ τὸ βασιλικὸν καὶ
65φωτοειδὲς τῆς ἀφθαρσίας ἔνδυμα φέρουσα. —Δεξιὰν δὲ χώραν τοῦ Χριστοῦ λαμβάνει, διακρίνοντος ἀπὸ τῶν φαυλῶν καὶ τῶν ἀγα‐ θῶν, ὡς ὁ ποιμὴν ἀπὸ τῶν ἐρίφων τοῦ προ‐
βάτου. Παρίσταται οὖν ἐν ἱματισμοῖς δια‐42 in vol. 3
70χρύσοις, ἐν δόγμασι νοεροῖς καθυφασμένη, καὶ περιπεποικιλμένη ταῖς διαφοραῖς τῶν ἀρετῶν. —Τὸ δὲ βεβλημένη, πεποικιλ‐ μένη οὔτε ἐν τῷ ἑβραϊκῷ, οὔτε παρὰ τῶν ἄλλων φέρεται.

44

11-14

Ἄκουσον, Θυγάτερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι
5αὐτός ἐστιν ὁ Κύριός σου. Καὶ προσκυνή‐ σουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις· τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς. Πᾶσα ἡ δόξα αὐτῆς θυ‐ γατρὸς βασιλέως Ἐσεβὼν, ἐν κροσσωτοῖς
10χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Ὁ μὲν Ἀκύλας προσεκύνησεν ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος προσκυνήσεις, καὶ μὴ προ‐ τροπῇ τῆς πρὸς αὐτὴν προσκυνήσεως. — Μυσταγωγοῦσι τὴν βασιλίδα, ὡς ἂν εἴη τῷ
15νυμφίῳ κεχρισμένη. Ἔστι δὲ τὸ ἀκοῦσαι πρῶτον, εἶτα δὲ γνῶναι. Θυγατέρα δὲ κα‐ λοῦσιν τὴν ἐκκλησίαν, ἅτε δὴ αὐτὴν προ‐ κοσμιθεῖσαν τῷ οὐρανίῳ νυμφίῳ. Θεοῦ γὰρ γεγόνασιν συνεργοὶ Θεοῦ διάκονοι, καταλ‐
20λάσσοντες αὐτῷ διὰ τῆς πίστεως τὴν ὑπ’ οὐ‐ ρανῶν, τὴν ἐξ ἐθνῶν, φησὶν, ἐκκλησίαν· οὐ γὰρ ἀνῃρήθη ἡ ἐξ Ἰσραήλ. Ἡμεῖς οὖν ἦμεν ποτὲ ἀνόητοι, καὶ τέκνα ὀργῆς, καὶ ἦσαν ἡμῖν οἱ εἰδωλολάτραι λαός. Οὕτω ποτὲ καὶ
25τῷ Ἀβραὰμ ἐλέγετο· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου. Μέχρι νῦν οἱ προσιόντες τῷ θείῳ φωτίσματι, πρὸς δυσμὰς τραφέντες· Ἀποτασσόμεθά σοι, φασὶν, Σατανᾶ! Τίς δὲ
30τούτου μισθός; Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· οὐ τὸ φυσικὸν αὐτῆς λέ‐
γει, ἀλλὰ τὸ κατ’ εἰκόνα καθάρσεως, μόνον δεόμενον δειχθῆναι. Οὐκ ἂν γάρ τις καθα‐ ρῶς τῇ διὰ Χριστοῦ προσέρχεται πίστει,43 in vol. 3
35μὴ παντελῆ λήθην τῶν προτέρων κακῶν ποιησάμενος. Λαὸς δὲ τῆς ἐκκλησίας πάλαι οἱ εἰδωλολάτραι· οἶκος δὲ πατρὸς, οἱ σοφοὶ τοῦ αἰῶνος, ἐν οἷς κατῴκει ὥσπερ ἔνοικος ὁ Σατανᾶς. —Μητρόπολις Χαναναίων ἡ
40Τύρος, προκειμένων ἄγαν εἰδώλοις. Προ‐ τρεπόμενος οὖν εἰς ὑπακοὴν τὴν ἐκκλησίαν ὁ λόγος, καὶ θυγάτηρ, φησὶ, Τύρου ἥξει μετὰ δώρων, καὶ τὸ σὸν πρόσωπον δὲ πλου‐ σίοι τοῦ λαοῦ λιτανεύσουσιν ἐν δώροις, οὐ
45γὰρ αὐτὴν προσκυνοῦσιν, ἀλλὰ τὴν κεφαλὴν αὐτῆς, ὅς ἐστιν ὁ Χριστὸς ὃν νῦν καταση‐ μαίνει. Τοὺς Τυραίους δὲ ὠνόμασεν διὰ τὸ μάλιστα αὐτοὺς ἐχθροὺς εἶναι τοῦ εὐσεβοῦς πολιτεύματος. —Πᾶσα ἡ δόξα αὐτῆς θυ‐

44

11-14

(50)

γατρὸς τοῦ βασιλέως ἔσωθεν. Τοῦτό φησιν, εὐαγγελιζόμενος καὶ αὐτοὺς βασιλεῖς καὶ τοὺς ἐν ὑπεροχῇ ὄντας προσκυνήσειν τῇ ἐκκλησίᾳ, ἤτοι τὸν ἐν αὐτῇ Κύριον. Τὸ ἔσωθεν Θεὸν ἔσω σημαίνει. Νοητὸς γὰρ ὁ
55κόσμος τῆς ἐκκλησίας. Κροσσὸς καὶ τὰς πολυειδεῖς ἀρετὰς σημαίνει Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσ‐ σωτοῖς περιβεβλημένη, πεποικιλμένη, εἴ‐ τουν πράξεσι, εἴτε καὶ θεωρήμασι· καὶ εἰ
60ὑπόζυγόν ἐστί τι Χριστῷ, καὶ εἰ παρθένος ὅλη Χριστοῦ, ἡ μὲν ἐν τῷ παντελῶς ἐνδεσ‐ μεῖσθαι τῷ Λόγῳ, ἡ δὲ μηδ’ ὅλως γενέσθω τοῦ κόσμου· οὐ γάρ ἐστιν ὑπόζυγον μέρος, τοῦτο παντελὲς τῷ παρθένῳ.

45

.

2

Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύνα‐ μις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Φεύγοντες τὴν πορνείαν, τῇ σωφροσύνῃ
5προσφεύγωμεν· καὶ μαχόμενοι αὐτῇ τῇ δικαιοσύνῃ μαχόμεθα. Πάλιν φεύγοντες τὴν ἀδικίαν, τῇ δικαιοσύνῃ προσφεύγωμεν· εἰ μὲν δὲ προσφεύγομεν αὐτῇ, καταφυγὴ ὀνο‐ μάζεται. Εἰ δὲ μετ’ αὐτῇ πολεμοῦμεν, δύνα‐44 in vol. 3
10μιν λέγει.

45

.

5

Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραί‐ νουσι τὴν πόλιν τοῦ Θεοῦ. Χαρίσματα τοῦ ἁγίου Πνεύματος· Ποτα‐ μοὶ γὰρ, φησὶν, ἐκ τῆς καρδίας αὐτοῦ ῥέουσιν
5ὕδατος ζῶντος. Ἔλεγε δὲ περὶ τοῦ Πνεύ‐ ματος.

45

.

8

Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν. Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς ἀποστόλοις ὑπέσχετο· Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμί. Καί· Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ
5ἐμὸν ὄνομα, ἐγώ εἰμι μέσῳ σὺν αὐτοῖς. Πάλιν Κύριος ὁ Θεὸς τῶν δυνάμεων μεθ’ ἡμῶν, ὡς οὐδὲν πέσωμεν παρ’ αὐτοῦ. Εἰ γὰρ Θεὸς ὑφ’ ἡμῶν, τίς καθ’ ἡμῶν; αὐτὸς πολεμήσει ὑφ’ ἡμῶν, ἡμεῖς δὲ ἡσυχάσομεν.

46

.

5

Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. Ἣν ἠγάπησεν καλλονὴν Ἰακὼβ, ἡ γνῶσίς ἐστι τοῦ Θεοῦ.

46

7,8

Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε. Ψάλατε τῷ βασιλεῖ ἡμῶν .... ψάλατε συ‐ νετῶς. Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν
5παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τὸ τηνικαῦτα ἐξομολογούμενος εὐλογεῖ τὸν Θεὸν, ὁπηνίκα
ἂν ἀγαθόν τι αὐτῷ ἐκ Θεοῦ πρόκειται.45 in vol. 3

47

.

3

Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς· ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. Ὁ Χριστὸς, εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς. Ῥίζα δὲ αὐτοῦ ὁ Θεὸς Λόγος, ὁ ἐν
5αὐτῷ. —Πρότερον μὲν ἦν ὁ Παῦλος πλευρὰ τοῦ βοῤῥᾶ, ἀφ’ οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς· νυνὶ δὲ γέγονεν ὄρος Σιὼν, ἔχον ἐν ἑαυτῷ λαλοῦντα τὸν Χριστὸν, τὸν ἐλθόντα ἐκ Σιὼν, καὶ ἀποστρέψαντα ἀπὸ
10ἀσεβείας, ἀπὸ Ἰακώβ. —Ἡ μὲν Ἱερουσα‐ λὴμ ἐν τῷ νότῳ κεῖται, τὰ δὲ ἔθνη ἐν τῷ βοῤῥᾷ· ἐπειδὴ καὶ μέγα ἐφρόνουν οἱ Ἰου‐ δαῖοι, ὡς μόνοι τὴν Σιὼν οἰκοῦντες, δείκνυ‐ σιν ὁ λόγος ὡς τὰ ὄρη ταύτης ἐστιν ἑδραίω‐
15μα τῆς Σιών· τὸ κλῆμά ἐστι τοῦ βοῤῥᾶ, ὅπερ κλῆμα διὰ τῶν πλευρῶν δηλοῦται· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὸ κλῆμα τοῦ βοῤῥᾶ, τὴν πλευρὰν εἴρηκεν· δείκνυσι, τουτέστιν Σιών ἐστι τὰ ἔθνη, τὰ παραδεξόμενα τὸ εὐαγγέ‐
20λιον.

47

.

8

Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θάρσις. Πλοίοις Θάρσις, οἱονεὶ πολυστήμοις, πο‐ λυφόρους τοὺς βασιλεῖς παρεικάζει· πλοῖς
5δὲ συντρίβει βιαίῳ πνεύματι δι’ οὗ συνέτρι‐ ψεν νοητάς τινας δυνάμεις, δι’ οὗ τοὺς ἐχ‐ θροὺς ἀποτρέπει.

48

.

1

Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορὲ ψαλ‐ μός. Δύναται δὲ καὶ εἰς τὴν ἑκάστου νίκην τῶν ἐν τῷ ἀγωνίζεσθαι νικώντων ἀναφέ‐
5ρεσθαι ἡ ἐπιγραφή.46 in vol. 3

48

2,3

Ἀκούσατε αὐτὰ, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οἵ τε γηγενεῖς, καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης.
5 Τρεῖς γὰρ εἰσὶν αἱ συζυγίαι τῶν κεκλη‐ μένων, ἐν αἷς ἅπαν τὸ τῶν ἀνθρώπων πε‐ ριέχεται γένος· ἔθνη καὶ οἱ κατοικοῦντες τὴν οἰκουμένην, γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀν‐ θρώπων, πλούσιοι καὶ πένητες. —Ἡ πρώ‐
10τη, ἔθνη, ὅσα εἰσὶν οἱ κατοικοῦντες τὴν οἰ‐ κουμένην, οἱ ἀλλότριοι τῆς πίστεως διὰ τῶν ἐθνῶν. Εἶτα μετὰ τούτους, γηγενεῖς, οἱ φρο‐ νοῦντες τὰ γήϊνα, καὶ τῶν θελημάτων τῆς σαρκὸς ἀντεχόμενοι. Εἶτα οἱ υἱοὶ ἀνθρώπων,
15οἱ ἐπιμέλειάν τινα καὶ ἄσκησιν τοῦ λόγου ποιούμενοι· ἴδιον γὰρ τοῦ ἀνθρώπου τὸ λο‐ γικόν· λοιπὸν, πλούσιοι καὶ πένητες· αὐτό‐ θεν ἔχουσι γνωριζομένην τὴν ἰδιότητα, οἱ μὲν ὑπερβαίνοντες τὴν κτῆσιν τῶν ἀναγ‐
20καίων, οἱ δ’ ἐν ἐνδείᾳ τούτων καθεστηκότες. Ἐπειδὴ δὲ ὁ ἰατρὸς τῶν ψυχῶν οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς με‐ τάνοιαν, πρῶτον ἔταξεν ἐν τῇ κλήσει ἐν ἑκάστῃ συζυγίᾳ τὸ κατεγνωσμένον μέρος.
25Χείρονα γὰρ τὰ ἔθνη τῶν κατοικούντων τὴν οἰκουμένην· ἀλλ’ ὅμως προτετίμηνται εἰς τὴν κλῆσιν, ἵνα οἱ κακῶς ἔχοντες πρότερον μεταλάβωσιν τῆς ἐκ τοῦ ἰατροῦ ὠφελείας. Πάλιν, οἱ γηγενεῖς πρὸ τῶν υἱῶν τῶν ἀνθρώ‐
30πων, καὶ πλούσιοι πρὸ τῶν πενήτων· τὸ ἀπεγ‐ νωσμένον τάγμα καὶ δύσκολον πρότερον κέκληται τῶν πτωχῶν πρὸς τὴν σωτηρίαν. Τοιαύτη γὰρ ἐκ τοῦ ἰατροῦ φιλανθρωπία τοῖς ἀσθενεστέροις μεταδίδωσιν τῆς ὠφε‐
35λείας. Ὁμοῦ δὲ καὶ εἰρήνης ἐστὶ συναγωγὸς ἡ κοινωνία τῆς κλήσεως, ὥστε τοὺς ἔχοντας τέως ἐκ τῶν ἐπιτηδευμάτων πρὸς ἀλλήλους ὑπεναντίως, τούτους διὰ τῆς ἐκκλησίας προστεθῆναι ἀλλήλοις εἰς τὴν ἀγάπην, μη‐
40δενὸς τῶν προτέρων ἀποτρεπομένου καὶ φεύ‐ γοντος, καὶ μάλιστα τῶν πλουσίων, ὅπερ
ἀπεγνωσμένον τάγμα πρὸς σωτηρίαν καὶ δύσκολον. Μήτε οὖν ὁ πλούσιος τὸν πένητα ὑπερηφανείτω, μήτε ὁ πένης τὴν δυναστείαν47 in vol. 3
45τῶν εὐπορούντων ὑποπτησάτω· μήτε οἱ υἱοὶ τῶν ἀνθρώπων τοὺς γηγενεῖς ἐξουθενείτω‐ σαν, μήτε οἱ γηγενεῖς τούτων πάλιν ἀπαλ‐ λοτριούσθωσαν· καὶ τὰ ἔθνη ἐθιζέσθω πρὸς τοὺς κατοικοῦντας τὴν οἰκουμένην, καὶ οἱ

48

2,3

(50)

τὴν οἰκουμένην οἰκοῦντες τοὺς ξένους τῶν διαθηκῶν διὰ τῆς ἀγάπης προσλαμβανέσ‐ θωσαν. —Ἢ καὶ οὕτως ἐδήλωσε τῶν ἐθνῶν τά τε ἄγρια καὶ ἐν ἐρήμοις σκηνοποιού‐ μενα καὶ ἔθνη καλεῖ· καὶ ὅσα τὸν πολιτικὸν
55μετέρχεται βίον, τὰς γεωργουμένας οἰκοῦν‐ τα χώρας· οὓς πάλιν διῇλεν εἰς ἐλευθέρους καὶ τὸ οἰκετικὸν, ἤγουν εἰς τοὺς ἀγροικο‐ τέρους καὶ τοὺς ἄλλους εὖ γεγονότας, τοὺς ἐλευθερίως τραφέντας, οὓς υἱοὺς ἀνθρώπων
60εἶπεν. —Ὁ δὲ Ἀκύλας τὴν οἰκουμένην κατάδυσιν ἐξέδωκε, τὰς οἰκήσεις οὕτως εἰ‐ πών· ἀντὶ δὲ τοῦ γηγενεῖς καὶ υἱοὶ τῶν ἀν‐ θρώπων, ὁ Σύμμαχος εἶπεν· ἥτε ἀνθρω‐ πότης καὶ προσέτι καὶ υἱοὶ ἑκάστου ἀνδρὸς,
65ἵν’ ᾖ τὸ μὲν καθολικὸν, τὸ δὲ μερικόν. — Ἀκοὴν δὲ τὴν συνετῶς δεχομένην οὐ τὴν κοινὴν, πρὸς τὰ ἄλογα, κατὰ τό· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

48

.

4

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κατὰ γὰρ τὸν ἀπόστολον· Καρδία πισ‐ τεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολο‐
5γεῖται εἰς σωτηρίαν. Δεῖ γὰρ προαποκεῖσθαι τὸ ἀγαθὸν ἐν τῷ θησαυρῷ, εἶτα προφέρεσ‐ θαι διὰ στόματος, ἵνα μὴ λεχθῇ· Σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέ‐ λεια ἐν ἀμφοτέροις; χρὴ γὰρ διὰ μὲν τῶν
10ἄλλων ὠφέλειαν λαλεῖν· δι’ ἡμᾶς δὲ αὐ‐
τοὺς μελετᾶν τῇ καρδίᾳ.48 in vol. 3

48

.

5

Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ταῦτα δὲ καὶ ἀπὸ τῶν ἀποστόλων δύνα‐ σθαι λέγεσθαι. Παραβολὰς δὲ καλεῖ τοὺς
5αἰνιγματώδεις λόγους. Καὶ γὰρ ὁ Κύριος πα‐ ραβολικῶς τοῖς ὄχλοις διαλεγόμενος, τοῖς ἀποστόλοις κατ’ οἶκον τούτων τὰς ἑρμηνείας προσέφερε. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἔλεγε· Τὸ στόμα μου λαλήσει
10σοφίαν. Τοῦτον γὰρ θεολογοῦντες πᾶσιν ἀν‐ θρώποις ἐκήρυττον, ἠκονημένοι δὲ τὸν νοῦν ὡς συνιέναι πάσας τοῦ Χριστοῦ τὰς παρα‐ βολὰς καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. Διὸ μετὰ ταύτας ὁ μὲν σωτὴρ ἔλεγε· Συνήσατε
15ταῦτα πάντα; οἱ δὲ λέγουσιν αὐτῷ· Ναί. Ἡ καρδία τοίνυν αὐτῶν ἐμελέτα συνήσεις, ἃς ᾔνοιγον τοῖς μὴ παρακολουθεῖν δυναμένοις διὰ τοῦ σωματικοῦ ὀργάνου, τῇ ἐνοικούσῃ πρὸς τοῦτο διακονοῦντος ψυχῇ. Τοῦτο γὰρ
20ἀντὶ ψαλτηρίου παρέλαβε πρὸς τὴν διὰ τού‐ των θείων ὕμνων ἀνάκρουσιν, ἑκάστου μέ‐ ρους ἐπιστημονικῶς ἐν αὐτῷ κινουμένου.

48

.

6

Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ φοβηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Ἀλλ’ ἐκεῖ μὴ τοιοῦτοι ἦσαν οἱ ἅγιοι ἀ‐ πόστολοι, ἤγουν ὁ προφήτης ταῦτα λέγων
5ὥστε λεχθῆναι περὶ αὐτῶν· ἁμαρτίαν οὐκ ἐποίησαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτῶν· εἰκὸς αὐτοὺς ἡμαρτηκέναι τὰ τελευ‐ ταῖα καὶ τὰ ἔσχατα καὶ τὰ βραχύτατα, ἅ‐ περ εἴρηται· Ἡ ἀνομία πτέρνης αὐτῶν κυ‐
10κλώσει αὐτούς. —Ἢ ὡς Σύμμαχος ἀνο‐ μίαν ἰχνέων αὐτοῦ ἐξέδωκεν. Οἱονεὶ γὰρ ἴχνη ἀδρανῆ καὶ ἀμαυρὰ ἀνομίας ἦν αὐτοῖς μόνα. Διόπερ φησιν· Ἵνα τί φοβοῦμαι ἐν ἡμέ‐ ρᾳ φοβερᾷ τῆς τοῦ Θεοῦ κρίσεως; —Εἰ δὲ ἐν
15προσώπῳ τοῦ Κυρίου, τὸ λέγον πτέρναν αὐ‐ τοῦ, εὕρεις τὸν ἔσχατον τοῦ σώματος καὶ τῇ γῇ πλησιάζοντα Ἰούδαν. Σῶμα γὰρ Χριστοῦ
οἱ ἀπόστολοι. Οὐ φοβοῦμεν οὖν τὴν ἀνομίαν τῆς πτέρνης, τουτέστιν τὴν προδοσίαν τοῦ49 in vol. 3
20Ἰούδα, ἐν τῷ καιρῷ τοῦ σταυροῦ.

48

17,18

Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος ..., καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐ‐ τὸν, λήψεται τὰ πάντα.
5 Οὐδὲν γὰρ, φησὶν ὁ Παῦλος, εἰσενέγκα‐ μεν εἰς κόσμον, δηλονότι οὐδὲ ἐξενέγκαι τι δυνάμεθα. Καὶ ὁ μὲν Παῦλος καὶ οἱ κατ’ αὐτοῦ οὕτως· οἱ δὲ ἁμαρτωλοὶ οὐχὶ οὐδὲν, ἀλλ’ οὐ πάντα· τὰ μὲν γὰρ χρήματα ἐν‐
10ταῦθα καταλιμπάνουσι· τὰς δὲ ἐξ αὐτῶν ἁμαρτίας προσγενομένας μεθ’ ἑαυτῶν ἐκ‐ φέρουσιν.

49

.

3

Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται πῦρ ἐναντίον αὐτοῦ, καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.
5 Εἰ ὁ Θεὸς ἡμῶν ἐμφανῶς ἥξει, ὁ δέ ἐστι Χριστὸς, ἀλλ’ ὁ Χριστὸς ἐλήλυθεν ἐν σαρκὶ, τὸ ἐμφανῶς ἄρα νῦν σάρκα δηλοῖ· αἰσθητὴ γὰρ ἦν ἡ σὰρξ τοῦ Χριστοῦ, ἵνα τοῖς ἀξίοις διὰ τὴν εὐσέβειαν ἑαυτὸν παραδῷ σφόδρα.
10Πάντα καὶ ὁ μακάριος ἐθεάσατο Δανιήλ· Ποταμὸς γὰρ προσεῖλκε ἔμπροσθεν αὐτοῦ, καὶ ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, καὶ τρο‐ χὸς αὐτοῦ πῦρ φλέγον. Πῦρ δὲ ἦλθε βάλλειν ἐπὶ τὴν γῆν. Πῦρ δὲ ἐνταῦθα διδασκαλίαν
15τοῦ Θεοῦ Λόγου σημαίνει· ὅπερ πῦρ καίει μὲν τὰς μοχθηρὰς ἕξεις, δοκιμάζει δὲ τοὺς καθαρούς· διὰ γὰρ τοῦτο κύκλῳ αὐτοῦ κα‐ ταιγὶς σφόδρα. Ὅσοι γὰρ θέλουσιν ζῇν εὐ‐ σεβῶς ἐν Χριστῷ, διωχθήσονται. Ἀλλὰ καί·
20Θλῖψιν, φησὶν, ἕξετε ἐν τῷ κόσμῳ.50 in vol. 3

49

.

4

Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, διακρῖναι τὸν λαὸν αὐτοῦ. Ζώντων γὰρ καὶ νεκρῶν ἐστι κριτὴς, διότι πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ.

49

.

14

Θῦσον τῷ Θεῷ κτλ.

49

.

15

Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλί‐ ψεως, καὶ ἐξελοῦμαί σε. Ὁ αὐτός ἐστι Θεός τε καὶ ὕψιστος καὶ ῥυόμενος ἀπὸ θλίψεως. Αἰνέσεως δὲ λέγει
5θυσίαν τοῖς δικαίοις πρέπον τὸ ὑμνεῖν, εὐ‐ χὰς δὲ τὰς ὑποσχέσεις· οὕτω γὰρ καὶ ἀλ‐ λαχοῦ· Καὶ εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω.

49

.

16

Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου; Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτω‐ λοῦ. Εἰ γὰρ πάσας ἅμα παραβαίνει τὰς ἐντο‐
5λὰς, καὶ πᾶσαν ἐπιτηδεύει κακίαν, τί καὶ τὰς θείας ἐπὶ στόματος ἐκφέρει γραφὰς ὁ ἁμαρτωλός; διὰ στόματος ἀναλαμβάνει τὴν διαθήκην τοῦ Θεοῦ; μισεῖ γοῦν παιδείαν καὶ ἁμαρτάνει. Ἢ ἐπεὶ ὁ λαὸς οὗτος τοῖς χεί‐
10λεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ ἀπέχει ἀπ’ ἐμοῦ.

50

.

6

Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Νικᾷ Θεὸς, πάντα τὰ συντελοῦντα ποιή‐ σας πρὸς σωτηρίαν.

50

.

9

Ῥαντιεῖς με ὑσσώπῳ καὶ καταρισ‐ θήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευ‐ κανθήσομαι. Ὁ ὕσσωπος σύμβολόν ἐστιν ἀπαθείας,
5καὶ ἡ πλύσις γνῶσιν σημαίνει. Καὶ διὰ μὲν ἀπαθείας καθαριζόμεθα, διὰ δὲ τῆς γνώ‐
σεως γλυκαινόμεθα.51 in vol. 3

50

.

10

Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐ‐ φροσύνην, ἀγαλλιάσονται ὀστᾶ τεταπεινω‐ μένα. Ἀκουστὴν, φημὶ, γενέσθαι μοι παρασκευή‐
5σεις πάλιν, τὴν διὰ τοῦ ἁγίου Πνεύματος, ἐν ἐσχάτοις καιροῖς ἐσομένην ἀγαλλίασιν. Τίς δ’ ἂν εἴη αὐτὴ, ἢ ἐκείνη ἡ γνῶσις, ἡ περὶ τῆς ἀναστάσεως; ἣν καὶ ἐδίδαξεν εἰ‐ πών· Ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα
10ποτε, ἢ κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, καθ’ ὃν τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατε‐ λεῖ. —Ἐγὼ μέντοι συγγνώμης οὐδεμίας ἄξιον ἑαυτὸν νομίζων, μετὰ τοσαύτας δω‐ ρεὰς γενόμενος, ὡς καὶ τοὺς ἄλλους διδάξαι
15τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν, καὶ τῶν ἁμαρτη‐ μάτων τὴν ἄφεσιν, τὰ μεγαλοπρεπῆ τοῦ βαπτίσματος, δῶρα ταῦτα πάντα προδιδαχ‐ θεὶς, ἱκετεύω μετασχεῖν ἐκείνης τῆς χάριτος.
20—Ἀγαλλίασίς ἐστι χαρὰ ἐπὶ καλοῖς.

50

.

13

Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώ‐ που σοῦ, καὶ τὸ Πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Εὔχεται μὴ πόῤῥω στερεισθῆναι τῆς θεί‐
5ας κηδεμονίας (ταύτην γὰρ ἐνταῦθα ἐκά‐ λεσε πρόσωπον), μηδὲ γυμνωθῆναι τῆς τοῦ παναγίου Πνεύματος χάριτος, ὃ καὶ αἴτιον πάντως τοῦ λαβεῖν τὸ προφητικὸν πνεῦμα καὶ χάρισμα.

50

.

14

Καὶ πνεύματι ἡγεμονικῷ στήρι‐ ξόν με. Πολλοὶ δὲ ἐνταῦθα πνεῦμα ἡγεμονικὸν ἐκάλεσαν τὸν αὐτοκράτορα λογισμόν.

50

.

20

Καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱε‐ ρουσαλήμ. Τὰ τείχη Ἱερουσαλὴμ τὴν ἀπάθειαν ση‐
μαίνει τῆς ψυχῆς, ἥντινα διαφθείραντες οἱ52 in vol. 3
5δαίμονες, τὰ τῆς μοιχείας πάθη εἰσένεγκαν· διὸ καὶ εὔχεται οἰκοδομηθῆναι ταῦτα τὰ τείχη. Καὶ ὁ Σολομὼν δέ φησιν· Οἱ δὲ ἀ‐ γαπῶντες τὸν νόμον, παραβαλοῦσιν ἑαυτοῖς τείχη, τουτέστιν γένονται καθαροὶ καὶ ἀπα‐
10θεῖς.

51

.

3

Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀ‐ νομίαν; Οὐκ εἶπεν ὄνομα μέσον, ἐμφαῖνον τὸ φαῦ‐ λον· οὐ γὰρ εἶπεν· Τί καυχᾷ; ἀλλά· Τί ἐγ‐
5καυχᾷ; οὐδέποτε γὰρ ἐπ’ ἀγαθῷ λέγεται ἐγκαυχᾶσθαι ὁ σοφός. Μὴ καυχάσθω καὶ ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, ἀλλ’ ἢ ἐν τού‐ τῳ καυχάσθω ὁ καυχώμενος συνιεῖν καὶ γι‐ νώσκειν ὅτι ἐγώ εἰμι Κύριος, ὁ ποιῶν ἔλεος.
10Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενος ἐν ταῖς θλίψεσιν· οὐκ ἔνι δὲ ἐγκαυχᾶσθαι καλῶς, ἀλλ’ εἴ τις ἁμαρτάνει, ἐγκαυχᾶται. Δύναται δὲ καὶ πρὸς τὸν Σαοὺλ ὁ λόγος εἰρῆσθαι.

51

.

4

Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσα‐ το ἡ γλῶσσά σου, ὡσεὶ ξυρὸν ἐξηκονημένον ἐποίησας δόλον. Τί οὖν φησιν; ἀλλὰ μήτε λανθάνῃ ἡμᾶς
5ἐν τῷ τόπῳ μυστήριον. Ἔστι τὸ ῥητὸν οὕ‐ τως ἔχον· ἐν στόματι μωρῶν ἡ καρδία αὑ‐ τῶν. Ἐπιπόλαιός ἐστιν, οὐκ ἔστιν ἐν τῷ
βάθει, ἀλλ’ ἐξεπήδησεν ἡ καρδία ἐπὶ τῶν χειλέων αὐτῶν. Καρδία δὲ σοφῶν οὐ στόμα53 in vol. 3
10αὐτῶν. Ἐπεὶ τοίνυν μωρός ἐστι καὶ οὗτος διάβολος, ὢν εἴτε Δωὴκ εἴτε Σαοὺλ ἁμαρ‐ τήσας, διὰ τοῦτό φησιν· Ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. Καὶ ἀλλαχοῦ λέγεται περὶ τῶν ἄδικα λεγόντων· Ἠκόνησαν γλῶσσαν
15αὐτῶν ὡσεὶ ὄφεως. Ἀλλ’ ἐκεῖ μὲν, ἵνα πα‐ ραστήσῃ πῶς ὀξεῖά ἐστιν ἡ διαβολή.

51

.

5

Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύ‐ νην. Οὐ τοῦτο λέγει, ὅτι ἀγαθωσύνην μὲν ἐμί‐ σησας, κακίαν δὲ ἠγάπησας· ταύτας δὲ οὕτως
5ἠγάπησας, ὡς κακίαν μᾶλλον ἠγάπησας ἀγαθωσύνης· τοιοῦτόν ἐστι καὶ τὸ ἐν τοῖς εὐαγγελίοις κείμενον, τό· Ἠγάπησαν οἱ ἄν‐ θρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς.

52

.

5

Οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου. Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμοὶ κακοῦντες τὰς σάρκας μου.

52

.

6

Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀν‐ θρωπαρέσκων, κατησχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. Διχοτομήσει τὸ μέρος τῶν ὑποκριτῶν, ἐν
5τῇ ἡμέρᾳ τῆς κρίσεως· ὅταν ἀπὸ Θεοῦ ῥι‐ ψῶσιν οἱ ἁμαρτωλοὶ, τότε λαμβάνουσιν τὴν αἰσχύνην τὴν αἰωνίαν, ὥσπερ οἱ Ἰουδαῖοι.
Τότε ἐρεῖ γὰρ αὐτοῖς· Οὐκ οἶδα ὑμᾶς.54 in vol. 3

53

.

3

Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. Εἰ ἡ σωτηρία τῆς λογικῆς φύσεως ἡ γνῶσίς ἐστιν ἡ τοῦ Θεοῦ, ὁ δὲ Δαυὶδ ἐν τῷ
5ὀνόματι τοῦ Θεοῦ θέλει σωθῆναι, τὸ ὄνομα τοῦ Θεοῦ οὖν τὴν γνῶσιν σημαίνει, τὴν τοῦ Θεοῦ.

53

.

7

Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Ὁ Χριστός φησιν. Ἐγώ εἰμι ἀλήθεια.

53

.

9

Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με. Ὡς μὴ ἐκ πάσης θλίψεως ῥυομένου ἀπὸ τοῦ Θεοῦ, τεθεῖται τοῦτο ἐκ πάσης κτλ.

54

3,4

Πρόσχες μοι, καὶ εἰσάκουσόν μου· ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταρά‐ χθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ.
5 Ἀδολεσχία ἐνταῦθα σημαίνει τὴν εὐχὴν, ὡς καὶ ἐν τῇ πρώτῃ τῶν βασιλειῶν, τῆς Ἄν‐ νης λεγούσης· Ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν· περὶ γὰρ τῆς προσευχῆς αὑτῆς τοῦτο λέγει. —Πάντα ὅσα πράττο‐
10μεν παρὰ τὸν ὀρθὸν λόγον ἢ τὸν νόμον, ἀ‐ δολεσχία ἐστι, καὶ ὅσα εἰκῆ λαλοῦμεν. Λέ‐ γει οὖν οὕτως, ὥσπερ καταγνοὺς ἑαυτοῦ πρῶτον ἐπὶ τῷ τεταράχθαι, καὶ τὴν εἰρήνην μὴ κατεσχηκέναι, ἀλλ’ ἀπολέσαι τὴν γαλή‐
15νην τῆς ψυχῆς, ἐπὶ τῇ φωνῇ τοῦ ἐχθροῦ καὶ
ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ἄγων πολύς μοί ἐστιν καὶ οὐκ οἶδα τί ποιήσω. —Λογίσαι, φησὶ, τίς οὗτος ὁ εὐχόμενος; ὁ Υἱὸς τοῦ Πα‐ τρὸς, ὁ ὁμοούσιος βασιλεὺς, ἀλλὰ δούλου55 in vol. 3
20μορφὴν φέρων, ἵνα σώσω τὸ πλάσμα τὸ ἠλεώτερον, καὶ εἰσάκουσόν μου. Κοινῆς γὰρ δόξης τὸ σπουδαζόμενον εὔχεται.

54

.

4

Ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Ἐξομολογεῖται ἐνταῦθα, διδάσκων ἡμᾶς ἐξομολογεῖσθαι, ὡς τὸ πρόσωπον ἡμῶν ἀ‐
5ναλαβών. —Ἄνομοι ὄντες, ὥστε ἁμαρτω‐ λὸς καὶ ἐχθρὸς, ἐκκλίνουσιν ἐπ’ ἐμὲ, ἵνα ἐμὲ ἄνομον ποιήσωσιν· ἁμαρτία γὰρ ἁμαρτίαν ἐρετίζει. Ἐπειδὴ κακῇ τετέχνηνται συμφω‐ νίᾳ, διάλυσον αὐτῶν, δέσποτα, τὴν ὁμόνοιαν.

54

.

6

Φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος. Τὴν ἄγνοιαν νῦν σκότος ὀνομάζει· οὐκ ἔγνωσαν γὰρ, φησὶν, οὐδὲ συνῆκαν, ἐν σκό‐
5τει διαπορεύονται.

54

.

7

Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; Καὶ εἶπα· Τίς καταξιώσῃ με τῆς χάριτος τοῦ Πνεύματος;

54

.

14

Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε! Σημειωτέον ὅτι χαλεπωτέρους τῶν ἐχ‐
θρῶν ἡγούμεθα τοὺς φίλους ἐπιβουλεύοντας.56 in vol. 3

54

.

18

Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσε‐ ται τῆς φωνῆς μου.

54

.

19

Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου, ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.

54

.

20

Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπει‐ νώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεόν.

54

.

21

Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀ‐ ποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. Ἐν μέσῳ τοῦ πρωῒ καὶ τῆς ἑσπέρας ἡ μεσημβρία· καὶ ὁ μὲν Ἰακὼβ ὄρθρῳ ἐπάλαιε
5μετὰ τοῦ ἀγγέλου· Ἁβραὰμ δὲ ἐν τῇ με‐ σημβρίᾳ ἑώρακε τοὺς ἀγγέλους· Λὼτ δὲ ἑσπέρας. Τὴν ἐν δὲ λέχει μου, φησὶν ὁ Δα‐ υὶδ, θεώμενος προσευχὴν, τὴν νύκτωρ καὶ τὴν ἡμέραν παρ’ ἐμοῦ περιφερομένην, ἀ‐57 in vol. 3
10παλλάξομαι τῶν πολεμούντων, καὶ χαριεῖ‐ ται εἰρήνη. —Τὸ δὲ ἐν πολλοῖς ἦσαν σὺν ἐμοὶ, ἀντὶ τοῦ πολλοστοὶ ἐγένοντο πρὸς ἐμέ. Τοῦτο δὲ οἱ γʹ οὕτως ἡρμήνευσαν· Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς τοὺς εἰρηνεύοντας πρὸς
15αὐτόν· οὐ γὰρ πολέμιον ὁ Σαοὺλ ἐδίωκεν, ἀλλ’ εὐεργέτην καὶ συνήθη καὶ γνώριμον· οὐδὲ ἐχθρὸν Ἰούδας προδέδωκεν, ἀλλὰ Σω‐ τῆρα καὶ τῶν ἀγαθῶν χορηγόν. Τὸ τοίνυν· Ἐξέτεινε τὴν χεῖρα εἰς τοὺς εἰρηνεύοντας
20αὐτοῦ, τοῦτο δηλοῖ ὅτι ἔκτεινε τὰς χεῖρας, ὥστε τὰς ἀντιδόσεις ἐκτίσεται· ἀγαθὸν μὲν οὖν οὐδὲν προσενήνοχε, πάντα δὲ πονηρίας μεστά· καὶ τοῦτο δηλοῖ τὰ ἐπαγόμενα· Λυτρώσεται ... διαθήκην αὐτοῦ.
25 Τοῦτο εἰς τό· Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι. Ταπεινωθήσονται, φησὶν, ἐπειδὴ μὴ ἔχουσι τῆς ψυχῆς αὐτῶν ἀντάλ‐ λαγμα· ἅπαξ γὰρ ἀρνησάμενοι τὸ τίμιον αἷ‐ μα Χριστοῦ, τὸ δεδομένον ἀντάλλαγμα ὑπὲρ
30τῆς τοῦ κόσμου ζωῆς, οὐκέτι εὐποροῦσι λύ‐ τρον. Δεξάμενος δέ μου τὴν δέησιν, οἷα Θεὸς, ἀσθενείᾳ περιβάλλει τοὺς ἐπιβουλεύοντας. Πάντα δι’ αὐτοῦ ἐγένετο. Καλῶς ὑπάρχειν εἶπε πρὸ τῶν αἰώνων· καὶ ἐντεῦθεν γινώσ‐
35κομεν, ὅτι οἱ αἰῶνες ἀπὸ τοῦ μὴ ὄντος εἰς
τὸ εἶναι γεγόνασιν. Οὕτως ὁ Σύμμαχος· Οὐ γὰρ ἀλλάσσονται, οὐδὲ φοβοῦνται τὸν Θεόν. Ὁρῶν, φησὶν, αὐ‐ τῶν τὸν ἀμεταμέλητον τρόπον, ταῖς προει‐58 in vol. 3
40ρημέναις συμφοραῖς περιβάλλει. Ἐσηρ· ἐν ἀλιφωθ λαμου. Ἀκύλας. Οἷς οὐκ εἰσὶν ἀλλαγαὶ αὐτοῖς. Ἑβραῖος. Οὐ γάρ ἐστιν ἀντάλλαγμα αὐ‐ τοῖς.
45 Σύμμαχος. Ὅτι οὐδ’ ὅλως ἀντάλλαγμα αὐτοῖς. Ἀκύλας· Ἀπέστειλε τὴν χεῖρα αὐτοῦ ἐν εἰρηνικοῖς αὐτοῦ. ὨΡΙΓΕΝ. ἈΘΑΝΑΣ. Αὐτὸς μὲν τὴν

54

.

21

(50)

παρεκτικὴν χεῖρα τῶν ἀγαθῶν εἰς τὸ μετα‐ λαβεῖν τῆς εὐλογίας ἐξέτεινεν. Οἱ δὲ οὐ μό‐ νον οὐκ ἐδέξαντο, ἀλλὰ καὶ τὴν διαθήκην ἐβεβήλωσαν, δῆλόν ἐστι τὴν εὐαγγελικήν. ὨΡΙΓ. ἘΥΣΕΒ. Τοιοῦτο δὲ τοῦ βίου τὸ
55τέλος ἐδείξατο· τῇ γὰρ ἀγχόνῃ τὴν δέῤῥαν προσδήσας, σύντομον ἐπέμεινε θάνατον. Τοι‐ αύταις καὶ Ἰουδαῖοι μετὰ τὸν σταυρὸν πε‐ ριέπεσον συμφοραῖς, τῷ ῥωμαϊκῷ παραδο‐ θέντες στρατῷ· οὐ γὰρ τῷ νόμῳ τῆς φύσεως
60ὑπεξῆλθον τὸν βίον, ἀλλ’ ὅπλοις πολεμικοῖς κατακοντιζόμενοι.

54

.

22

Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Ὁ Σύμμαχος· Λειότερα βουτύρου τὰ στό‐ ματα αὐτῶν, πολεμεῖ δὲ ἡ καρδία ἑκάστου
5αὐτῶν. Τούτῳ δὲ καὶ τὸ ἐπαγόμενον συμ‐ φωνεῖ· Λόγος κερκόπων, μαλαχαί· οὗτοι δὲ τύπτουσι τάμεια κοιλίας.

54

.

23

Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέρι‐ μνάν σου. Μνημονευτέον τούτου ἐν καιρῷ μερίμνης·
ἔχε κυβερνήτην, φησὶ, τὸν Θεὸν καὶ ἡνίοχον.59 in vol. 3
5Καὶ ὅμοιον τό· Μὴ μεριμνήσητε τί φάγεσθαι ἢ τί πίεσθαι. Τὰ κατὰ σαυτὸν τῆς προνοίας ἐκείνης ἐξάρτησον· οὕτω γὰρ ἀσάλευτος διαμενεῖς καὶ ἀκλόνητος.

54

.

24

Σὺ δὲ, ὁ Θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δο‐ λιότητος οὐ μὴ ἡμεσεύσωσι τὰς ἡμέρας αὐ‐ τῶν. Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σὲ, Κύριε.
5 Φρέαρ διαφθορᾶς, ἡ κόλασις. —Ἀτε‐ λεῖς εἰσιν ἐν τῇ γενέσει οἱ ἁμαρτωλοί· διὸ Δαυὶδ εὔχεται, λέγων. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ἁβραὰμ γὰρ ἐκοιμήθη πληρὴς ἡμερῶν. —Ἀποκτείνει τούτους Κύ‐
10ριος, οἷς συγχωρεῖ ἐπιπολὺ ἁμαρτάνειν· ἐκ γὰρ τούτου συμβαίνει λήθην γενέσθαι Θεοῦ.

55

.

5

Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου. Ἐπαινέσω, ἀντὶ τοῦ ἐπαινετοὺς ποιήσω.

55

.

6

Κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν. Οὐ πάντες μὲν τοὺς λογισμοὺς ἐμβάλλου‐ σιν πονηρούς· πάντες δὲ οὗτοι λογισμοὶ φέ‐
5ρουσιν εἰς κακόν. Τῇ γὰρ Εὔᾳ φησὶν ὁ ὄφις· Ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν.

55

.

10

Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. Εἰ θέλεις ἀποστρέφειν τοὺς ἐχθροὺς εἰς τὰ
ὀπίσω, προσεύχου ἀδιαλείπτως.60 in vol. 3

56

.

4

Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐ‐ τοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. Ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις φησιν· Ἐγώ εἰμι ἀλήθεια.

56

.

9

Ἐξεγέρθητι, ἡ δόξα μου· ἐξεγέρθη‐ τι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρ‐ θρου. Ἄλλος. Ἑαυτῷ λοιπὸν ἐγκελεύεται τὸν
5θεῖον ἐξυφαίνειν ὕμνον, δόξαν μὲν οἰκείαν τὴν προφητικὴν χάριν καλῶν, ἑαυτὸν δὲ ψαλτήριον καὶ κιθάραν, ὡς γεγεννημένος τοῦ Πνεύματος ὄργανον (τὴν μὲν γὰρ ψυ‐ χὴν διὰ τοῦ ψαλτηρίου, τὸ δὲ σῶμα διὰ τῆς
10κιθάρας αἰνίττεται). Ἢ καὶ αὐτὰ τὰ συνήθη ὄργανα ἀναλαμβάνει, ἐπὶ τῷ ἀνακρούσασ‐ θαι συνήθως τὰ ὑπὸ τοῦ Πνεύματος ὑπο‐ βαλλόμενα· οἷς προστίθεται τό· Ἐξεγερθή‐ σομαι ὄρθρου, ἀντὶ τοῦ φωτισθεὶς διὰ τοῦ
15Πνεύματος τῆς προφητείας, οὐ νῦν μόνον ὑμνήσω, ἀλλὰ τοῦ ἡλίου ἀνατείλαντος, καὶ τῆς προσδοκωμένης ἡμέρας τὸν ὄρθρον ὑπο‐ δείξαντος, τῶν ἐθνῶν ἁπάντων καὶ τῶν πισ‐
τευόντων λαῶν χοροδιδάσκαλος ἔσομαι.61 in vol. 3

57

.

2

Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖ‐ τε, εὐθεῖα κρίνετε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Πρὸς πάντας τοὺς ἀνωτέρω λαοὺς ὠνο‐ μασμένους καὶ πρὸς πάντα τὰ ἔθνη ταῦτά
5φησιν, καθὼς καὶ εἴρηται ἡμῖν ἀνωτέρω, τὴν προσφώνησιν ποιεῖται ὁ παρὼν ψαλμός. Εἰ γὰρ ἀληθῶς τις δικαιοσύνην ἐπαγγέλλοιτο, οὐδαμόθεν οὐ δειχθήσεται ἡ ἀπὸ τοῦ κρί‐ νειν εὐθεῖα. Κρίνει δὲ εὐθεῖα ὁ κρίνας παρ’
10ἑαυτῷ ζῆν κατὰ τοῦ ὀρθοῦ λόγου, καὶ μη‐ δὲν σκολιὸν πράττειν.

57

.

5

Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς. Θυμοῦ μὲν ἐπικρατήσαντος, ἀποθηριοῦ‐
5ται ψυχή· τοῦ δὲ ἐπιθυμητικοῦ ἐπικρατή‐ σαντος, ἵππος ἢ ἡμίονος γίνεται· τοῦ νοῦ δὲ, ἄγγελος ἢ καὶ Θεός. —Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ἐν παραδείσῳ ὄφεως, ὃς ὑποκρινάμενος ῥήματα φιλίας, τὸν θά‐
10νατον ἐπήγαγεν· ἐπεὶ τοίνυν καὶ οὗτοι πα‐ ραπλησίως Ῥαββὶ καὶ Διδάσκαλε λέγοντες, ἐβουλεύοντο παραδοῦναι σταυρῷ· τούτου χάριν τῇ ὁμοιώσει τοῦ ὄφεως παρεβλήθησαν.

57

.

9

Ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθή‐ σονται, ἔπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον. Σαφηνίζει διὰ τούτου τοῦ ῥητοῦ τὴν ἔν‐ νοιαν ἕτερος τῶν ἑρμηνευτῶν, τὴν παρὰ
5λιμοῦ γενομένην ἀπὸ τῆς μήτρας ὀλίσθησιν τοῦ ἀμβλώματος ἑρμηνεύσας, τούτοις τοῖς ῥήμασιν· ἔκτρωμα γυναικὸς οὐχ ὁραματι‐
σθήσεται ἥλιον.62 in vol. 3

58

.

4

Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου. Θηρεύουσι τὴν ψυχὴν διὰ τῶν πονηρῶν λογισμῶν, ὅταν αὐτῇ καλὰ ὑποβάλλουσι τὰ μὴ ὄντα καλὰ, ὥσπερ ὅταν δέλεαρ τῷ χαλ‐
5κῷ οἱ ἁλιεῖς περιβάλλουσι.

58

.

7

Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λι‐ μώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Λιμώξουσι μὲν, διὰ τὸ μὴ δέξασθαι αὐ‐ τοὺς τὸν ἄρτον τὸν ζωοποιόν· κύνας δὲ αὐ‐
5τοὺς διὰ τὸ ἀναιδὲς κατονομάζει τῆς ψυχῆς. Τὸ δέ· Κυκλώσουσι, ὅτι ἐκπεσόντες τῆς πα‐ τρίδος, νόμοις τε βασιλικοῖς εἱργόμενοι αὐ‐ τῆς ἔξωθεν, κύκλῳ περιέρχονται, μόλις μα‐ κρόθεν αὐτήν ποτε θεώμενοι. Ἐναλλαγὴ γὰρ
10πραγμάτων ἐγίνετο· οἱ πάλαι υἱοὶ, διὰ τὴν οἰκείαν πονηρίαν, τῶν κυνῶν ἔλαχον τάξιν, τὰ δὲ ἔθνη τὰ πάλαι κυσὶν ἐοικότα τῆς τῶν υἱῶν ἠξιώθη τιμῆς. Τίνες δὲ ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ
15λιμώξουσιν ὡς κύνες, καὶ κυκλώσουσι πόλιν, ἀλλ’ ἢ ἂν οἱ ἄνδρες τῶν αἱμάτων καὶ οἱ ἐρ‐ γαζόμενοι τὴν ἀνομίαν; διὰ τί δὲ εἰς ἑσ‐ πέραν; ἐπειδὴ ἐπὶ συντελεία τοῦ αἰῶνος ἔ‐ μελλε ταῦτα γίνεσθαι. —Ἀντὶ δὲ τοῦ, λιμώ‐
20ξουσι ὡς κύνες, ὁ μὲν Ἀκύλας· Καὶ ὀχλω‐ σάτωσαν ὡς κύων, ὁ δὲ Σύμμαχος· Καὶ συνηχήσουσιν ὡς κύνες, ἡρμήνευσαν. Καὶ ὁ
Θεοδοτίων· Ἠχήσουσιν ὡς κύων. —Ἀντι‐ κρὺς διὰ τούτων ὀψέ ποτε κατὰ τοὺς χρό‐63 in vol. 3
25νους τῆς τοῦ σωτῆρος ἡμῶν ἀφίξεως, ὁμοί‐ ως τῷ τότε Σαοὺλ, τὸν ἀναίτιον διώξαντι, μέλλονται καὶ αὐτοὺς τὸν Χριστὸν πολεμεῖν, κύνας ὠνόμασεν· ἐπεὶ καὶ διὰ τοῦ προφήτου Ἡσαΐου τὸ αὐτὸ ἅγιον Πνεῦμα περὶ τῶν αὐ‐
30τῶν ἐδίδαξε· Πάντες κύνες ἐνεοὶ, οὐκ εἰδό‐ τες ὑλακτεῖν. Καὶ ἐν τῷ καʹ ψαλμῷ τὰ πάθη τοῦ σωτῆρος διαγράφοντι, μετὰ τῶν ἄλλων, ἐξ αὐτοῦ προσώπου λέλεκται τοῦ σωτῆρος· Περιεκύκλωσάν με κύνες πολλοί. —Οὗτοι
35δὴ οὖν λιμώξουσι, τοῦ τῆς ζωῆς ἄρτον στερη‐ θέντες, ἐπεὶ μὴ παρεδέξαντο τὸν οὐράνιον ἄρτον καὶ τροφὴν τὴν σωτήριον. Εἶτα δὲ καὶ τῆς αὐτῶν πόλεως, ἣν κακῶς ᾤκησαν, ἀπελαθήσονται, ὡς μηκέτι ταύτης ἐπιβαί‐
40νειν τολμᾶν, ἐπειδήπερ οἱ οἰκοῦντες αὐτὴν αἱμάτων αὐτὴν ἐπλήρουν. Διὸ καὶ μέχρι τῆς σήμερον ὁρῶντες τοὺς ὅρους καὶ κύκλῳ πε‐ ριϊόντες, πόῤῥωθεν ἵστανται· ἔξωθεν δὲ κυκ‐ λοῦντες, πίστιν ἐπάγουσι τῇ μετὰ χεῖρας λε‐
45γούσῃ γραφῇ· Ἐπιστρέψουσι καὶ λιμώξου‐ σιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν.

58

9,12

Καὶ σὺ, Κύριε, ἐκγελάσῃ αὐ‐ τοὺς, ἐξουδενώσεις πάντα τὰ ἔθνη. Ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου. Μὴ ἀ‐ ποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ
5νόμου σου. Διασκόρπισον αὐτοὺς ἐν τῇ δυ‐ νάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερα‐ σπιστής μου, Κύριε. Ἀλλὰ γὰρ καὶ ταῦτα τὸ πνεῦμα τὸ προ‐ φητικὸν ἐκ προσώπου τοῦ Σωτῆρος ἀναφω‐
10νεῖ περὶ τῶν ἐπαναστάντων αὐτῷ, περὶ ὧν ἐλέγετο· Καὶ λαοὶ ἐμελέτησαν κενὰ, καὶ τὰ ἑξῆς. Τούτους οὖν, τοὺς εἰς κενὸν τὰς περὶ αὐτοῦ προφητείας μελετήσαντας, τούς τε ἄρχοντας αὐτῶν καὶ καθηγουμένους μὴ
15ἀποκτείνῃς, φησὶν, ἀλλὰ διεσκόρπισον. Εὔ‐ χεται δὲ αὐτοὺς καὶ καθαιρεθῆναι τοῦ ἀξιώ‐
ματος, ὃ δὲ καὶ γέγονεν· οὐκέτι νῦν βασι‐ λεὺς, οὐδὲ ἀρχιερεὺς, οὐδὲ προφήτης, ἀλλ’ οὐδὲ γραμματεῖς καὶ Φαρισαῖοι καὶ Σαδδου‐64 in vol. 3
20καῖοι παρ’ αὐτοῖς εἰσίν. Οὐ μὴν καὶ ἀπο‐ κτανθῆναί φησιν· διὸ συνέστηκεν αὐτῶν τὸ γένος, καὶ τῶν παιδῶν ἡ διαδοχὴ πληθύνει. Οὐ γὰρ ἀπεκτάνθησαν, οὐδ’ ἐξ ἀνθρώπων ἀπέσβησαν, ἀλλ’ εἰσὶ μὲν καὶ ὑφεστήκασιν,
25οὕτως δὲ ὡς καταβεβλημένοι καὶ κατενηνε‐ γμένοι ἧς πάλαι ἠξιῶντο παρὰ Θεῷ τιμῆς. Ἀλλὰ καὶ διασκόρπισον αὐτοὺς, φησὶν, ἐν τῇ δυνάμει σου· ὃ δὴ καὶ γέγονεν. Εἰς πᾶ‐ σαν αὐτοὺς σκέδασον τὴν οἰκουμένην, καὶ
30ποίησον σποράδας καὶ μετανάστας, ἐπειδὴ κατὰ σοῦ κέχρηνται συμφωνίᾳ. Τί δὲ αὐτὴ διδάσκει; Ἑτέρα δὲ γραφὴ, ἀντὶ τοῦ· μή ποτε ἐπι‐ λάθωνται τοῦ νόμου σου, τοῦ λαοῦ σου πε‐
35ριέχει· εἰ γὰρ ἦσαν ἐξ ἀνθρώπων ἀφανισ‐ θέντες, μηδαμοῦ μηδαμῶς ἐν ζωῇ ὄντες, οὐκ ἂν εἶδον, φησὶ, τὸν ἐμὸν λαὸν, οὐδ’ ἂν ἔγ‐ νωσαν ἀνθοῦσαν τὴν ἐμὴν ἐκκλησίαν. Δια‐ σκόρπισον τοίνυν αὐτοὺς ἁπανταχῆ γῆς, ἔν‐
40θα μέλλει καὶ ἡ ἐκκλησία συνίστασθαι, ὅ‐ πως βλέποντες τὴν ὑπ’ ἐμοῦ θεμελιωθεῖσαν ἐκκλησίαν, εἰς ζῆλον ἔρχοιντο θεοσεβείας. Οὐκοῦν καὶ ταῦτα ὁ σωτὴρ ὑπὲρ αὐτῶν ηὔ‐ χετο.

58

13,14

Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν. Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι, ἐν ὀργῇ
5συντελείας, καὶ οὐ μὴ ὑπάρξωσι. Ἄλλος· Ἁμαρτίαν στόματος αὐτῶν λόγον χειλέων αὐτῶν· καταληφθήσονται ἐν ὑπε‐ ρηφανίᾳ, καὶ ἐξ ἀρᾶς καὶ ἐξ ἀρνήσεως διη‐ γήσονται· τέλεσον, ἐν χόλῳ τέλεσον, καὶ
10οὐχ ὑπάρχουσιν. Σύμμαχος· Τῇ ἁμαρτίᾳ τοῦ στόματος αὐτῶν, ἀρὰν καὶ ψεῦδος λα‐ λοῦντες. Συντέλεσον ἐν θυμῷ, συντέλεσον, καὶ οὐκ εἰσίν. Πάλιν κἀνταῦθα τὴν αἰτίαν παρίστησι.
15Διὰ τί γὰρ ταῦτα παθεῖν αὐτοὺς ἠξίου ἀναγ‐ καίως, διδάσκει λέγων· δι’ ἁμαρτίαν στό‐ ματος αὐτῶν καὶ διὰ λόγον χειλέων αὐτῶν.
Καὶ ἔστι θαυμάσαι τὸ ἀκριβὲς τῆς τοῦ ἁ‐ γίου Πνεύματος προῤῥήσεως, ἐπειδὴ γὰρ οὐκ65 in vol. 3
20αὐτοὶ Ἰουδαῖοι κατὰ τὸν τοῦ πάθους τοῦ Σωτῆρος καιρὸν θάνατον αὐτῷ εἰργάσαντο, ῥωμαϊκῇ δὲ χειρὶ τοῦτο ἐπράκτετο· δικάζον‐ τος μὲν Πιλάτου, καὶ διαλαβόντων στρατιω‐ τῶν καὶ ἀπαγόντων αὐτὸν, Ἰουδαίων δὲ
25μηδ’ ὁτιοῦν τούτων πεποιηκότων, εἰκότως οὐκ αὐτὸ τὸ ἔργον τοῦ θανάτου τούτοις ἀνατίθησιν, ἀλλὰ τὴν αἰτίαν, τῆς τῶν ἀρ‐ χιερέων συσκευῆς καὶ τῆς τῶν συκοφάν‐ των ψευδομαρτυρίας μνημονεύων, τῆς τε φω‐
30νῆς τοῦ πλήθους ἐπιβοήσαντος κατ’ αὐτοῦ. Διό φησιν· ἁμαρτίαν στόματος αὐτῶν, ὡσεὶ ἔλεγε σαφέστερον· δι’ ἁμαρτίαν στόματος αὐτῶν καὶ διὰ λόγον χειλέων αὐτῶν, καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν·
35ἢ κατὰ Σύμμαχον, μετὰ τῆς ὑπερηφανίας αὐτῶν. Ὑπερήφανοι γὰρ ὄντως καὶ ἀλαζό‐ νες, οὐκ ἔφερον τοῦ Σωτῆρος ἡμῶν τὴν παῤῥησίαν· διὸ καὶ ἔλεγον αὐτῷ· Τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ ἐν ποίᾳ
40ἐξουσίᾳ ταῦτα ποιεῖς;

58

15,16

Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Αὐτοὶ διασκορπιθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσιν, καὶ γογγύσουσιν.
5 Ἤδη μὲν ταῦτα προλαβόντες εἰρήκαμεν καθ’ ἕνα τρόπον· δευτερεύσαντος δὲ τοῦ προ‐ φήτου, δῆλον ὡς ταῖς αὐταῖς λέξεσιν ἕτερα πάλιν τὸ Πνεῦμα ἐμήνυσεν. Ἐπιστρέψουσι τοίνυν εἰς ἑσπέραν οἱ τῶν Ἰουδαίων παῖδες,
10οὐκ ἐν φωτὶ τὸν Θεὸν, ἀλλ’ ἐν σκότει ζητοῦν‐ τες. Καὶ διὰ τοῦτο λιμώξουσιν ὡς κύων, τὴν ὄντως τροφὴν μὴ εὑρίσκοντες, καὶ κυκλώ‐ σουσι τὴν Ἱερουσαλὴμ τὴν πεπορθημένην,
πενθοῦντες ἐπ’ αὐτὴν, καὶ κοπτόμενοι. Αὐ‐66 in vol. 3
15τοὶ διασκορπισθήσονται· εἰς πᾶσαν γὰρ τὴν γῆν διεσπαρμένοι τυγχάνουσι, δουλεύοντες πανταχοῦ, καὶ ἐλαχίστους καὶ δουλοπρεπεῖς τέχνας πάσας τε τὰς ἀπρεπεῖς μεθόδους ἕνε‐ κα τοῦ πεινᾶν μετερχόμενοι· γαστρίμαργοι
20δὲ ὄντες, οὐ χορτάζονται, καὶ κατὰ Θεοῦ διὰ τοῦτο γογγύζουσι· τουτέστιν οὐκ εὐχα‐ ριστοῦσι, τοῦτο γὰρ αὐτῶν ὡς ἀγνωμόνων ἴδιον.

58

17,18

Ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου, ἐν ἡμέρᾳ θλίψεώς μου. Βοηθός μου,
5σοὶ ψαλῶ, ὁ Θεός μου, ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου, τὸ ἔλεός μου. Ἐκεῖνοι μὲν οὖν τοιαῦτα πείσονται, τοι‐ αῦτα τολμήσαντες. Ἐγὼ δὲ σὸν ἔλεον ἀ‐ νυμνήσω, καὶ τοῦ νοεροῦ φωτὸς ἀνατείλαν‐
10τος, καὶ τῇ οἰκουμένῃ δεδωκότος τὸν ὄρθρον, τὸν ἀμέτρητόν σου οἶκτον ἐν ἁπάσαις ταῖς ἐκκλησίαις δοξάσω. Ἀπήλαυσα γὰρ τῆς σῆς ἐπικουρίας, καὶ διὰ τῆς σῆς προνοίας τὰς προσπεσούσας διέφυγον συμφοράς. Οὗ δὴ
15χάριν, σὲ μόνον οἶδα Θεὸν, καὶ σὲ πηγὴν ἐλέους καὶ φιλανθρωπίας καλῶ. Ταῦτα Δαυὶδ προφητικοῖς ἰδὼν ὀφθαλ‐ μοῖς, καὶ τὰς Ἰουδαίων προείρηκε συμφορὰς, καὶ αὐτὸς ὑμνήσειν ἀεὶ δεσπότην ὑπέσχετο,
20διὰ τῶν εὐσεβῶν ὑμνῳδίαν προσφέρων.

59

.

4

Συνέσεισας τὴν γῆν, καὶ συνετάρα‐ ξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. Τῶν σεισμῶν οἱ μέν εἰσι χασματίαι· οἱ
5δὲ, βρασματίαι· οἱ δὲ, ἐπίκλινται· οἱ δὲ, βρα‐ σματίαι· οἱ δὲ, ἐπίκλινται· οἱ δὲ, μυκημα‐ τίαι. Ἐνταῦθα δὲ τὴν μεταβολὴν τὴν ἐπὶ τῆς γῆς πραγμάτων συσσείσεις ὠνόμασεν.67 in vol. 3

60

.

2

Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου. Δέησίς ἐστιν ἐλλείποντός τινος μεθ’ ἱκεσίας περὶ τοῦ ἐκείνου τυχεῖν ἀναπεμπομένη εὐ‐
5χή. —Προσευχὴ δέ ἐστιν ἡ μετὰ δοξο‐ λογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀνα‐ πεμπομένη ὑπ’ αὐτοῦ.

60

.

3

Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ... ἐν πέτρᾳ ὕψωσάς με.
Γῆν λέγει τὴν κακίαν, ἧς ὁ ἐξελθὼν κρά‐ ζει πρὸς Θεόν. —Πῶς ἐν τῇ Ἰουδαίᾳ ὢν ὁ68 in vol. 3
5Δαυὶδ, λέγει· Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα; ἢ τάχα ἐξελθὼν τῆς κα‐ κίας, νῦν τροπικῶς γῆν ὀνομαζομένης, ταῦτά φησιν· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.

60

7,8

Ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προθήσεις. Διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν;
5 Ἕως αἰῶνος τὰ ἔτη τοῦ Χριστοῦ ὡς βα‐ σιλέως οὐκ ἐκλείψουσι. —Ὁ Υἱὸς ἐνώπιον τοῦ Πατρὸς, ὡς ἀνελλιπὴς μὲν ὁ Υἱὸς καὶ Θεὸς τοῦ ἐλέους καὶ τῆς ἀληθείας. —Τίς γὰρ, φησὶ, τὸν περὶ προνοίας καὶ κτίσεως
10λόγον ἐξιχνιάσει;

60

.

9

Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας. Ὁ ὑπισχνούμενος καὶ μὴ ἀποδιδοὺς τὰς
5εὐχὰς τῷ Θεῷ, οὐκ ἐστὶν ἐν ἡμέρᾳ τῇ οὔσῃ ἐξ ἡμέρας· πρώτη γὰρ ἡμέρα ἐστὶ τὸ ἐκκλῖ‐ ναι ἀπὸ κακοῦ, δευτέρα τὸ ποιῆσαι τὸ ἀγα‐ θόν.

61

.

6

Ὅτι παρ’ αὐτοῦ ἡ ὑπομονή μου. Ὅτι σὺ εἶ ἡ ὑπομονὴ, Κύριε.

61

.

10

Ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό. Ὁ δὲ Θεοδοτίων οὕτως· Πλὴν ἀτμὶς υἱοὶ
5τοῦ ἀνθρώπου· ψευδεῖς υἱοὶ ἀνδρὸς, ὡς ῥοπὴ ζυγοῦ· εὐδιάλυτα γὰρ, φησὶ, τὰ ἀνθρώπινα, καὶ ἄνω κάτω ζυγοῦ δίκην μεταχωροῦντα. Κατὰ δὲ τοὺς Οʹ· Ὡς μονίμοις θαῤῥοῦσι τοῖς ῥέουσιν, ἰσότητος ἀμελοῦντες καὶ μὴ τη‐
10ροῦντες καθάπερ ἴσῳ ζυγῷ τὴν καρδίαν, καὶ ὅμως κέρδος ἐντεῦθεν οὐδέν. Διὸ Σύμ‐ μαχος εἶπεν· Αὐτοὶ ματαιοῦνται ὁμοῦ. Εἰ οἱ ἅγιοι οὐ μάταιοι, οὐχὶ υἱοὶ τῶν ἀνθρώπων οἱ ἅγιοι· κατηργήθη γὰρ ἡ κατ’ ἄνθρωπον69 in vol. 3
15γένεσις· μάταιοί εἰσιν οἱ τοῖς ματαίοις καὶ φθαρτοῖς τοῦ αἰῶνος τούτου προκαθεζόμενοι πράγμασι. —Οἱ ψευδόμενοι περὶ τὴν δικαι‐ οσύνην (αὐτὴ γὰρ ζυγός ἐστι τῶν ἀρετῶν) ψευδεῖς εἰσιν υἱοὶ ἐκ τοῦ πατρὸς τοῦ διαβόλου
20γεγεννημένοι.

61

.

11

Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Τοῦτο λεκτέον πρὸς τοὺς πλεονεκτοῦντας.

61

.

13

Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τὸν περὶ προνοίας καὶ κρίσεως ἔχων λό‐ γον· τοῦτο γὰρ δηλοῦται ἐκ τῶν ἐπιφερο‐
5μένων ῥητῶν.

62

.

2

Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρ‐ θρίζω· ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
5 Καλὸν δὲ καὶ κατὰ τὸ ῥητὸν ὀρθρίζειν πρὸς τὸν Θεὸν, καὶ πάσης πράξεως ἀπαρ‐ χὴν ποιεῖσθαι προσευχὴν καὶ εὐποιΐαν πρὸς τὸν πλησίον, εἴτε ἐν ἐπισκέψει, εἴτε ἐν με‐ ταδόσει. —Πρέπει δὲ τῷ ἐν τῇ ἐρήμῳ τῆς
10Ἰουδαίας διὰ τοῦ διώκεσθαι διατρίβοντι, καὶ μισουμένῳ δωρεὰν, καὶ μηδαμῶς ἐγ‐ καλοῦντι, λέγειν τό. Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. —Ἡ κοιλία γοῦν, τῶν περὶ τρυφὴν ἐχόντων οὖσα θεὸς, ἁπλῶς
15οὐ λέγεται θεὸς, ἀλλ’ οὐδὲ οἱ δαίμονες κυ‐ ρίως θεοὶ, τῶν ἐθνῶν λεγόμενοι θεοί. Ὁ οὖν
ἀληθῶς σοφὸς ἐρεῖ τῷ φύσει καὶ ἀληθῶς Θεῷ. Ὁ Θεὸς, ὁ Θεός μου. —Οὐ μόνον δὲ ἡ ψυχή μου ἐδίψησέ σε, ἀλλὰ καὶ ἡ σάρξ70 in vol. 3
20μου, καθάπερ μαθοῦσα τὴν ἐν τῇ ἀναστά‐ σει ἐλπίδα ἑαυτῆς παρὰ σοὶ, ἢ πολυπλα‐ σίασθαι τὸ πρὸς σὲ δίψος ἑαυτῆς· διὸ καὶ κατασκηνῶν ἐπ’ ἐλπίδι, οὐκ ἔχω λέγειν ὁπόσα πλησίως καὶ ποσαχῶς παρὰ τὴν δί‐
25ψαν τῆς ψυχῆς μου ἐδίψησά σε.

62

.

3

Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Οὕτως, πῶς; ἢ δίψης καὶ ἐπὶ πόθου περὶ τὸν ἅγιον συγχθείς; τίς δὲ ἂν εἴη, ἢ ὁ Μο‐
5νογένης, καὶ εἰ μὲν εἴη ὁ Πάτηρ, πρὸς ὃν διψῶν δύναμιν καὶ δόξαν αὐτοῦ ὁ Μονογέ‐ νης· Χριστὸς γὰρ Θεοῦ δύναμις αὐτὸς ὢν καὶ ἡ δόξα, περὶ ἧς εἴρηται· Ὀφθήσεται ἡ δόξα Κυρίου. Παρίσταμαι δὲ σοὶ, τὴν ἄῤῥη‐
10τον ὁ φανταζόμενος δύναμιν.

62

.

4

Τὰ χείλη μου ἐπαινέσουσί σε. Οὐ μόνοις δὲ χείλεσιν, ἀλλὰ πρὸς τῇ καρ‐ δίᾳ τὸν Θεὸν ὑμνητέον, κατὰ γὰρ Παῦλον· Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, χείλεσι
5δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

62

.

5

Ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Αἴρει δὲ τὰς χεῖρας ὁ δίκαιος ἐν ὀνόματι Κυρίου, ὅτε ἀπὸ ὑγιῶν δογμάτων περὶ Θεοῦ
5καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐπαίρει ἀπὸ τῶν γηΐνων τὸ πρακτικὸν ἑαυτοῦ, ἐν ὀνόμα‐ τι τοῦ Θεοῦ αἴρει τὰς χεῖρας ἑαυτοῦ· εἴτε δὲ ἀφ’ ἧστινοσοῦν ἑτέρας διδασκαλίας, εἴτε παρ’ ἕλλησι φιλοσοφουμένης, εἴτε καὶ ἐν
10ᾗτινιοῦν αἰρέσει, τάχα αἴρει μὲν τὰς χεῖ‐ ρας ἑαυτοῦ, οὐ μὴν ἐν ὀνόματι τοῦ Θεοῦ.

62

.

6

Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλη‐ σθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ ὄνομά σου.
Ὥσπερ δὴ τῶν σωματικῶν βρωμάτων τὰ71 in vol. 3
5πίονα καὶ εὔτροφα τῶν ζώων ἡδύτερα, οὕ‐ τω καὶ τῶν πνευματικῶν εἴη ἄν τινα ἀνά‐ λογα τοῖς κατὰ σάρκα πίοσι. Διόπερ τοῦτο εἰδὼς παρὰ τὴν τῆς ψυχῆς τροφὴν ὑποδέ‐ χουσαν τοῦ σώματος, ὁ προφήτης εὔχεται
10λέγων περὶ αὐτῆς τό· ὡσεὶ στέατος καὶ πιό‐ τητος ἐμπλησθείη ἡ ψυχή μου. Τοιαῦτά γε ἦν καὶ τὰ κατὰ τὴν παραβολὴν τοῦ μόσχου τοῦ σιτευτοῦ. —Τὸ ἐν Θεῷ δὲ ἀγαλλιᾶν καὶ εὐφημεῖν νομίζω μὴ δύνασθαι κατορ‐
15θοῦσθαι ἡμῖν χωρὶς τῆς ἀπὸ τῶν καλου‐ μένων πτερύγων τοῦ Θεοῦ σκεπῆς, τουτέστι τῶν ἀρετῶν αὐτοῦ· ταύταις γὰρ ὑψοῦται, καὶ μετεωρίζεται, καὶ μεγαλύνεται ὁ Θεὸς, ὑφ’ ἃς γενόμενοι, ἅτε δὴ ἁπλούμενοι διέμειναν
20ἡμῖν, δεκτικοὶ αὐτῷ γενόμεθα.

62

.

9

Ἐκολλήθη ἡ ψυχή μου ὁπίσω σου. [Τὰ] ὀπίσω τοῦ Θεοῦ ἐστὶ τὰ μετὰ τὸν Θεὸν, ἅτινα ἐπαγγέλλεται καὶ Μωϋσῇ δει‐ ξείη.

62

.

10

Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου· εἰσελεύσονται εἰς τὰ κατώτα‐ τα τῆς γῆς. Τούτους εὔχεται προφητικῶς ἀπὸ τῆς ἐπι‐
5φανείας ὠθουμένους τῆς γῆς εἰς τὰ ταύτης παχύτερα κατελθεῖν· ὅπου μὴ δύνανται κατὰ τῶν ἀγωνιζομένων ἐν ἀνθρωπίνῳ σώματι ἐ‐ νεργεῖν, εἰ καὶ μόνον εἰρῆσθαι περὶ τῶν ζη‐ τούντων τὴν ψυχὴν τοῦ εὐχομένου δοκεῖ.
10Κατώτατα δὲ τῆς γῆς ἡ ἄβυσσος, ἔνθα χω‐ ρήσουσιν. Διόπερ ἐν εὐαγγελίῳ τῷ Σωτῆρί φασιν· Ἦλθες ἡμᾶς πρὸ καιροῦ βασανίσαι, μὴ πεμφθῆναι εἰς τὴν ἄβυσσον ἤδη δεόμε‐ νοι, εἰς δὲ χοίρους εἰσελθεῖν ἐπιτρέψαι.

62

.

11

Παραδοθήσονται εἰς χεῖρας ῥομ‐ φαίας, μερίδες ἀλωπέκων ἔσονται. Ἀναιρεθήσονται, φησὶν, οὐχ ὑπὸ δυνατῶν πολεμίων, ἀλλ’ ὑπὸ τῶν προσοικούντων· οἱ
5καθάπερ τεθήκασίν τε καὶ ἀπελαύνονται· αἰνίττεται δὲ τὸ πρόχειρον νόημα, τοῦ μηδὲ ταφῆς ἀξιωθῆναι τοὺς πλείους, ἀλλὰ προ‐
κεῖσθαι θηρίοις βοράν.72 in vol. 3

63

.

4

Οἵ τινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν. Αὐτὴ ἡ ῥομφαία λόγος ἐστι δαιμονιώδης, χωρίζων ψυχὴν τῆς σοφίας καὶ γνώσεως
5Θεοῦ.

63

.

11

Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυ‐ ρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτὸν, καὶ ἐπαινεθήσον‐ ται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Ἄφρων ἐλπίζει εἰς ἄνθρωπον· ὁ δὲ φρό‐
5νιμος ἐπὶ τῷ Κυρίῳ πέποιθεν. —Καὶ τὴν παρ’ ἀνθρώπων δὲ καρπώσονται εὔκλειαν οἱ τὸν λογισμὸν πρὸς Θεὸν διευθύνοντες, καὶ τῆς ὁδοῦ τὰς εὐθείας ἔξω βαδίζειν οὐκ ἐνεχόμενοι. Ἐν περινοίᾳ γὰρ τῆς τοῦ Θεοῦ
10κηδεμονίας γενόμενοι, τὸ θεῖον κριτήριον ἔδεισαν· διαφερόντως δὲ τῶν νόμων τῶν θείων ἐπιμελόμενοι, θυμηδῶς ἐμφορηθέντες, τὴν εἰς τὸν Θεὸν ἐλπίδα βέβαιαν ἐργάζον‐ ται. Εὐφραίνει ἄδικον πλοῦτος φθαρτὸς, τὸν
15δὲ δίκαιον γνῶσις Θεοῦ.

64

.

2

Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχή. Νόει μὲν Σιὼν καὶ τὴν ἀρετὴν, καὶ πύ‐ λας τὰς εἰς αὐτὴν, ὥσπερ εἰσαγωγὰς, εἰσό‐
5δους· μόνῳ δὲ τῷ ἐν Σιὼν, τουτέστιν ἐν τῷ σκοπευτηρίῳ καὶ τῇ ἀρετῇ, πρέπει ὁ ὕμνος τῷ Θεῷ, ὡς ὑψωθέντι ἐκ τῶν πυλῶν τοῦ θα‐ νάτου καὶ τῆς κακίας, καὶ διὰ τοῦτο δυναμέ‐ νῳ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις τοῦ Θεοῦ
10ἐν ταῖς ἐκκλησιαστικαῖς πύλαις τῆς θυγατρὸς Σιὼν, ἐκκλησίας. Οὐ γὰρ ὡραῖος ὕμνος ἐν τῷ στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἐξαποστάλη. —Καὶ πάλιν ἐὰν θέλωσιν οἱ
ἔξω τῆς ἐκκλησίας θεολογεῖν, ἢ καὶ ὑμνεῖν73 in vol. 3
15τὸν Θεὸν, οὐ δυνήσονται· ὁ γὰρ πρέπων ὕμ‐ νος, ὕμνος Θεοῦ, ἐν μόνῃ Σιὼν, τῇ ἐκκλη‐ σίᾳ. Νόει δὲ Σιὼν καὶ τὴν ἐπουράνιον πόλιν. Ἐκεῖ γὰρ οἱ τέλειοι καὶ ἀληθῶς ὕμνοι ἀπο‐
20δίδονται τῷ Θεῷ· ὡς γὰρ ἐν τῇ κάτω Σιὼν καὶ ἡ κάτω Ἱερουσαλὴμ, οὕτως καὶ ἐν τόπῳ, τῷ ὑπὲρ πάντα τόπον σωματικόν. Ἐν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεις τῷ Θεῷ, ἔνθα αἱ ἀληθιναὶ ἀποδίδονται εὐχαί.

64

.

3

Εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει. Σὰρξ, ἀντὶ τοῦ πᾶς ἄνθρωπος. —Ἥξει δὲ πρὸς αὐτὸν πᾶσα σὰρξ διὰ μετανοίας,
5καὶ καθάρσεως, μηκέτι μένουσα σὰρξ, ἢ κα‐ τὰ σάρκα πολιτευομένη.

64

5,6

Μακάριος ὃν ἐξελέξω καὶ προσε‐ λάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. Πληθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
5 Ἡ Ἀκύλα ἔκδοσις ἐμφαίνει ἐκ τοῦ ἐφ’ ἡμῖν τὸ τὸν ἐλεχθέντα ὑπὸ Θεοῦ ἐγγίζειν αὐ‐ τῷ. Μακάριος γὰρ, φησὶν, ὃν ἐξελέξω, καὶ ἐγγίζει, οὐ μόνον ὃν ἐξελέξω. Θεοδοτίωνος· Ἁγιασμοῦ γὰρ πληρὴς ὁ
10σὸς ναὸς, καὶ τὴν σὴν δικαιοσύνην, διὰ τῶν σῶν λογίων, τοὺς προσιόντας διδάσκει. — Οἶκον Θεοῦ τὴν ἐκκλησίαν ἐπιστέλλων ὁ Παῦλος Τιμοθέῳ καλεῖ. Ἐὰν δὲ βραδύνῃς, ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσ‐
15θαι, ἥτις ἐστιν ἐκκλησία Θεοῦ ζῶντος, τού‐ του τοῦ οἴκου ἀγαθὰ τὰ τοῦ Πνεύματος χα‐
ρίσματα, τά τε περὶ τῆς Τριάδος καὶ τὰ λοι‐ πὰ δόγματα, οἵτε παραδοθέντες ὑπὸ τῶν ἀποστόλων θεσμοὶ καὶ κανόνες. Ἐν δὲ τού‐74 in vol. 3
20τῳ θαυμαστὸς ἡ ἀρετὴ ἐπιτελεῖται, καλου‐ μένη δικαιοσύνη, ἤγουν ὅτι ὁ πιστεύων καὶ ἔργων ἀγαθῶν πληρωθεὶς ἔχει τὸν Κύριον ἐν ἑαυτῷ. Εἴρηται γὰρ διὰ τῆς πίστεως κα‐ τοικεῖν τὸν Χριστὸν, τὸν ἔσω ἄνθρωπον,
25πρὸς τὸν τηροῦντα τὸν λόγον αὐτοῦ μετὰ τοῦ Πατρὸς ἐρχόμενος, μονὴν ποιεῖται καὶ γίνεται ναὸς, κατὰ τό· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἔστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Καὶ μεθ’ ἕτερα· Ὁ γὰρ ναὸς τοῦ
30Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς, ὃς καὶ δικαιοσύνην θαυμαστῶς κατορθεῖ, τὴν διὰ πίστεως συνισταμένην.

64

.

10

Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Ὦ βάθος πλούτου καὶ σοφίας Θεοῦ! Καὶ πάλιν· Ἐν παντὶ γὰρ, ὁ Παῦλός φησι, ἐπλου‐
5τίσθητε ἐν πάσῃ γνώσει. Ἡ γνῶσις τοῦ Θεοῦ ἐπληρώθη φύσεων λογικῶν, εἴπερ ποταμοὶ ῥέουσιν ὕδατος ἐκ τῆς κοιλίας πιστεύσαντος Χριστῷ· ὕδατα δὲ ἔθος λέγειν τῇ γραφῇ τὰς φύσεις τὰς λογικὰς, καὶ γὰρ ὁ Δαυὶδ λέγει
10αἰνεῖν τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν τὸν Κύριον.

64

.

13

Καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώ‐ σονται. Νῦν φύσεις λογικὰς τροπικῶς βουνοὺς ὀνο‐ μάζει.

64

.

14

Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβά‐ των. Ἐνεδύσαντο Χριστὸν καὶ σπλάγχνα οἰκ‐
τιρμῶν.75 in vol. 3

65

.

3

Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔρ‐ γα σου, ἐν τῷ πλήθει τῆς δυνάμεώς σου! ψεύ‐ σονταί σε οἱ ἐχθροί σου. Τῆς Ἰουδαίων ἀποπληξίας ἐνταῦθα κατη‐
5γορεῖ, ὡς μηδὲ τῶν θαυμάτων τῆς ὑπερβο‐ λῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. Σημεῖα Κυρίου γεννῶσι πίστιν· δυνάμεις δὲ αὐτοῦ ἐπιστρέφουσι ψυχήν.

65

.

4

Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλλάτωσάν σοι. Ψαλλάτωσαν δὲ τῷ ὀ‐ νόματί σου, Ὕψιστε. Ἐπειδὴ Ἰουδαῖοι, φησὶ, καίτοι ὑπερβο‐
5λὰς ὁρῶντες πίστει πραττομένων σημείων, ἐψεύσαντό σε, ἀλλ’ οὖν ἀντ’ ἐκείνων προσ‐ κυνήσει σε πάντων τῶν ἐθνῶν ἡ πληθύς. Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· Πάντες ᾄσουσι τὸ ὄνομά σου. Πρόῤῥησις δὲ
10ταῦτα τοῦ παρόντος καιροῦ, καθ’ ὃν ἐν ἅ‐ πασι τοῖς ἔθνεσι ὁ τῶν ὅλων ὑμνεῖται Θεὸς, ὁ δεσπότης Χριστὸς ὕψιστος παρὰ πάντων καλεῖται.

65

.

6

Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν. Οὗτος γάρ ἐστι, φησὶν, ὁ Θεὸς ὁ καὶ ἡμῖν τὴν πρὸς αὐτὸν ἄνοδον καὶ τὴν σωτηρίαν δω‐
5ρούμενος, ὁ πατάξας θάλασσαν, καὶ ποτα‐ μὸν διαστήσας, καὶ τοὺς ἡμετέρους προγό‐ νους ἀκινδύνους διαβιβάσας.

65

.

12

Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὐκοῦν οἱ γενναίως διενεγκόντες τοὺς ὑπὸ τῆς εὐσεβείας ἀγῶνας, καὶ εὐδοκιμεῖν
5εἰωθότες διὰ πειρασμῶν, εἶτα νενικηκότες καὶ
εἰς τὸ τῆς ἐλπίδος καταστάντες τέλος, λέ‐ γουσι· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος. — Καὶ τῶν δαιμονιζομένων τὸ πνεῦμα τὸ ἀκά‐ θαρτον ἐν τοῖς εὐαγγελίοις, ποτὲ μὲν ἔῤῥι‐76 in vol. 3
10ψαν εἰς τὸ πῦρ, ποτὲ δὲ εἰς τὸ ὕδωρ. Ὕδωρ δὲ καὶ πῦρ ἐναντία ἐστὶν ἀλλήλοις. Πάσχου‐ σι δὲ καὶ τοῦτο μέχρι νῦν οἱ ἀκάθαρτοι ἄν‐ θρωποι, δειλιῶντες καὶ θρασυνόμενοι, πολύ‐ θεοι ὄντες καὶ ἄθεοι, ἐρῶντες αἰσχρῶς καὶ
15πάλιν μισοῦντες.

65

.

13

Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, ἐν ὁλοκαυτώμασιν. [Οἶκον], τὸν ἐπουράνιον δηλονότι· ὁλο‐ καυτώμασι δὲ, καὶ οὐκ αἰσθητοῖς, νοητοῖς δὲ
5δηλονότι· ὅλως γὰρ ἑαυτοὺς ἀνέθηκαν τῷ Θεῷ ἐν τάξει ὁλοκαυτωμάτων.

65

.

15

Ὁλοκαυτώματα μεμυαλωμένα ἀ‐ νοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ποιή‐ σω σοι βόας μετὰ χιμάρων. Βόες εἰσιν αἱ ἐντολαὶ ἐξηγμέναι, βοῶν
5δίκην. Χιμάρους λέγει τὰς ἀρετὰς, αἵτινες χιμάρων δίκην νέμονται τὰ δόγματα τῶν γραφῶν. Εἰσὶ δὲ οἱ κριοὶ κινήσεις καὶ ὁρμαὶ ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν ἔ‐ χουσαι, σὺν τοῖς βαλλομένοις ὁλοκαυτώμασι
10καὶ τοῦ θυμιάματος καὶ τῶν κριῶν.

66

.

1

Εἰς τὸ τέλος, ἐν ὕμνοις ψαλμὸς τῷ Δαυίδ. Ὑπόθεσις τοῦ Ἀθανασίου. Πάλιν κἀν‐ ταῦθα τῶν ἀποστόλων εἰσάγει τὸ πρόσωπον,
5διδασκαλίαν ποιούμενος τῶν ἐθνῶν, ῥυσθῆ‐ ναί τε εὐχόμενος ἀντιλεγόντων τῇ διδασκαλίᾳ αὐτοῦ. Οὗτος ὁ ψαλμὸς σαφῆ τὴν διάνοιαν ἔχει, καὶ πολλῶν λόγων οὐ δεῖται. Προκη‐ ρύττει γὰρ τοῦ Θεοῦ Λόγου τὴν ἐνανθρώ‐
10πησιν, καὶ τὴν σωτήριον ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν. Θεασάμενος ὁ προφήτης τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην πᾶσιν ἀνθρώποις σωτηρίαν διὰ τῆς θείας ἐπιφανείας, ἱκετεύει ταύτην ὅτι77 in vol. 3
15τάχιστα παρασχεθῆναι, ἵνα τὴν ἐκ ταύτης φυομένην εὐλογίαν τρυγήσωμεν ἅπαντες· εἶτα διὰ τὸν ἐπαγόμενον ταύτην ἡμᾶς δι‐ δάσκει σαφέστερον. Ἐπιφανεῖται δὲ τὸ πρό‐ σωπον τοῦ πάντων δημιουργοῦ, τὸ πληροῦν
20ἡμᾶς εὐλογίας καὶ οἰκτιρμῶν, ἐπιφανέντος ἡμῖν τοῦ χαρακτῆρος τῆς ὑποστάσεως αὐ‐ τοῦ καὶ ἐμφανίσαντος ἑαυτὸν τοῖς ἀξίοις, ἐπεὶ γὰρ εἰκών ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου ὃν ὁ καθορῶν, ὁρᾷ τὸν Πατέρα. Ὁ ἐμὲ γὰρ,
25φησὶν, ἑωρακὼς, καὶ τὸν Πατέρα μου ἑώρα‐ κεν. Τότε τοὺς εὐεργετημένους εὐλογεῖ καὶ οἰκτείρει, πᾶσιν εὐλογίαν πνευματικὴν ἐν τοῖς ἐπουρανίοις ἔχων Ἰησοῦς.

67

.

3

Ὡς ἐκλείπει καπνὸς, ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕ‐ τως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.
5 Ὥσπερ καπνὸς παρακολούθημά ἐστι πυ‐ ρὸς καὶ φωτὸς, οὕτω τῶν δικαίων οἱ ἁμαρ‐ τωλοὶ, οὐ κατὰ προηγούμενον λόγον τοιοῦ‐ τοι γενόμενοι. Ὁ γὰρ προηγούμενος λόγος ἤ‐ θελε καὶ αὐτοὺς εἶναι φῶς, κατὰ τό· Ὑμεῖς
10ἐστε τὸ φῶς τοῦ κόσμου· καὶ ἐβούλετο αὐτοὺς εἶναι πῦρ, κατὰ τό· Ὁ ποιῶν τοὺς λειτουρ‐
γοὺς αὐτοῦ, πυρὸς φλόγα. Ἐπεὶ δὲ πεφεύ‐ γασι τὸ εἶναι φῶς, καὶ οὐκ ἐθέλησαν γενέσ‐ θαι πῦρ, διὰ τοῦτο γεγόνασι καπνός. Τάχα δὲ78 in vol. 3
15καὶ οἱ ἄγγελοι, ὅταν μὲν κολάζωσι, πῦρ εἰσίν· ὅταν δὲ διακονῶσι τὰ τῆς ἡμῶν σωτηρίας, φῶς. Καὶ ὁ Θεὸς τοῖς μὲν ἁμαρτωλοῖς πῦρ ἔστι, καταναλίσκον πᾶσαν κακίαν· τοῖς δὲ δικαίοις, φῶς. Ὁ γὰρ Θεὸς φῶς ἔστι, καὶ
20σκότος ἐν αὐτῷ οὐκ ἔστι. Πάλιν προηγούμενον ἔργον τῶν μελισσῶν τὸ μέλι· παρακολούθημα δὲ τοῦ μέλιτος ὁ κηρός· κἂν ἔλθῃς ἐπὶ τὴν Χριστοῦ παρου‐ σίαν, μέλι μὲν ὄψῃ τὴν ἐκκλησίαν· παρακο‐
25λούθημα δὲ, τοὺς ἑτεροδόξους, οἷς ἐρεῖ· Οὐ‐ δέποτε ἔγνων ὑμᾶς· οὐ γὰρ γινώσκει τὸ ἐπισυμβάν. Εἶεν δ’ ἂν καὶ οἱ δαίμονες ἐχθροὶ ἀπολ‐ λύμενοι, οὐ πῦρ ὄντες, ὡς ἄγγελοι· οὐ φῶς,
30ὡς δίκαιοι· ἀλλὰ καπνὸς σκεδαννύμενος, ὁ τοῖς ὄμμασι βλαβερός. Πρότερον γὰρ μετεσ‐ χηματίζοντο εἰς ἀγγέλους φωτὸς, μαντείας καὶ θεραπείας ἐπαγγελλόμενοι, ὡς τοὺς ἀν‐ θρώπους ἀπατωμένους θύειν αὐτοῖς καὶ τὰ
35φίλτατα· νῦν δὲ φροῦδα πάντα, καὶ ὄντως καπνὸς, ἀποσβεσθέντος αὐτῶν τοῦ πυρὸς, ὀργισθέντος αὐτοῖς τοῦ Θεοῦ, κατὰ τό· Ἀ‐ νέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, δῆλον ὡς σβέ‐ σαντος αὐτῶν τὸ πῦρ, ὃ τοὺς ἀνθρώπους κα‐
40τέφλεγε· καὶ ὁ καπνὸς δὲ αὐτὸς, ὡς μὴ ἔ‐ χων περὶ ὅ τι ὑποσταγῇ, ἐξέλιπε· καθάπερ γὰρ τὸν μὲν καπνὸν σκεδάννυσι τῶν ἀνέμων ἡ προβολὴ, ὁ δὲ κηρὸς λύεται τῷ πυρὶ προσ‐ πελάζων, οὕτως τῇ τοῦ Χριστοῦ παρουσίᾳ,
45φροῦδοι γεγόνασι τῶν ἀνθρώπων οἱ δυσμε‐ νεῖς παντελῶς, καὶ μέντοι ὡς ἀπόλλυται νό‐ σος ὑπὸ ἰατροῦ, καὶ σκότος ὑπὸ ἡλίου, οὕ‐ τως ἡ ἁμαρτία ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ. Ὅταν οὖν ἐκτακῶσιν ὡς κηρὸς, καὶ ἐκλίπωσιν ὡς

67

.

3

(50)

καπνὸς οἱ ἁμαρτωλοὶ, καθὸ εἰσὶν ἁμαρτω‐ λοὶ, τότε οὐ μόνον ἐφ’ ἑαυτοῖς εὐφραίνονται οἱ δίκαιοι, ἀλλὰ καὶ ἐπὶ τῷ ἐκλείποντι κα‐ πνῷ, καὶ ἐπὶ τῷ ἐκτακέντι κηρῷ· ὁρῶσι γὰρ ἀγαθὸν γενόμενον τὸ ἐκλιπεῖν τὸν καπνὸν,
55τὸ ἐκτακῆναι τὸν κηρόν. Τάχα δὲ τοιοῦτόν
τι βλέπων ὁ Σωτὴρ γινόμενον ἀπὸ τοῦ πυ‐ ρὸς, ὅτι μέλλει ἐκτήκεσθαι κηρὸν, ἵνα μόνον μέλι καταλειφθῇ, εἶπε τό· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἤθελον εἰ ἤδη ἐκαίη. Οὐχ79 in vol. 3
60ἁπλῶς δὲ εἶπεν ἀπόλλυσθαι τοὺς ἁμαρτω‐ λοὺς, ἀλλ’ ἀπὸ προσώπου τοῦ Θεοῦ. Καὶ οὕτω πῶς ὁ κηρὸς ὑπὸ πυρὸς, οὐ τῆς οὐσίας τῆς ψυχικῆς φθειρομένης, ἀλλὰ τῆς ἕξεως καθ’ ἥν τίς ἐστιν ἁμαρτωλός· οὐδὲ γὰρ ὁ
65τηκόμενος κηρὸς εἰς τὸ μὴ ὂν καταστρέφει, εἰς δὲ τὴν τοῦ πυρὸς ἀναδίδοται οὐσίαν, ἀ‐ πολλυμένης αὐτοῦ τῆς ποιότητος.

67

.

4

Ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ· τερφθήτωσαν ἐν εὐφροσύνῃ. Προσθεὶς ὅτι ἀγαλλιάσθωσαν, ἔδειξεν ὡς οὐ κατ’ ἀνθρώπων τὴν ἱκετηρίαν ταύτην προ‐
5σήνεγκεν, ἀλλὰ κατὰ δαιμόνων, ὧν σκεδαν‐ νυμένων καὶ φρούδων γινομένων, ἀγάλλεται ἔθνη, καὶ τὸν σεσωκότα Θεὸν ἀνυμνεῖ· οὐ καλὸν καὶ τὸ ἀγαλλιάσθωσαν μόνον, ἂν μὴ λάβῃ τὴν προσθήκην, ἀναγκαῖον οὖσαν, τὸ
10ἐνώπιον τοῦ Θεοῦ, ὥστε ἀξίαν εἶναι τὴν ἀ‐ γαλλίασιν τῶν ὀφθαλμῶν τοῦ Θεοῦ, οὐ κοσ‐ μικὴν οὖσαν, ἀλλὰ καρπὸν τοῦ Πνεύματος.

67

.

5

ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβηκότι ἐπὶ δυσ‐ μῶν. Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.
5 Ὥσπερ ἐὰν ᾄδειν μοι προκῆται βασιλεῖ, δεήσει με εἰδέναι ποῖα μέλη ἀποδέχεται ὁ βασιλεὺς, ἵνα ᾄδων ἀρέσω αὐτῷ· οὕτως εἰ μέλλω ᾄδειν τῷ Κυρίῳ, δεήσει με εἰδέναι τὰ μέλη τὰ εὐφραίνοντα τὸν Κύριον, ἵν’ ἐπ’
10αὐτοῦ ἀκροατοῦ ᾄσω τῷ Κυρίῳ. Ἐπεὶ καὶ τὰ αἰσθητὰ ἐπίβαθρα γίνεται πρὸς τὸ νοῆσαι τὰ κρείττονα, ἰστέον ὡς ὁ μὲν ᾄδων ψιλῇ χρῆται φωνῇ, ὁ δὲ ψάλλων καὶ τῷ ὀργάνῳ· ἴδε οὖν σεαυτὸν χωρὶς σώματος, καὶ ἐννόη‐
15σον τὸ ᾄδειν. Νόησόν σου καὶ τὸ σῶμα, καὶ ὅρα τὸ ψάλλειν. ᾌδει γὰρ τῷ Θεῷ ὁ διὰ ὑ‐ γιῶν δογμάτων τὴν ψυχὴν παιδευόμενος, ὁ τὰς πρεπούσας αὐτῷ θεολογίας ἐκ διανοίας κεκαθαρμένης ἀναπέμπων. Ψάλλει δὲ τῷ
20ὀνόματι αὐτοῦ, ὁ διὰ τῶν τοῦ σώματος κι‐ νήσεων, διὰ τῆς τῶν αἰσθητηρίων χρήσεως, τοιαῦτα πράττων ὡς δοξάζεσθαι παρὰ τοῖς ὁρῶσι τὸ ὄνομα αὐτοῦ τοῦ Θεοῦ. Καὶ ὥσπερ ὁ τεχνίτης, ἐν ᾧ ψάλλει, οὐ συγκεχυμένως80 in vol. 3
25κρούει τὰς χορδὰς, ἀλλ’ οἶδε τοὺς καιροὺς καὶ τοὺς τόπους, καί ποτε μὲν τήνδε, ποτε δὲ τήνδε κρούσει· οὕτως ὁ εἰδὼς ψάλλειν τῷ τοῦ σώματος ὀργάνῳ, ῥυθμίζει αὐτὸ τῷ λό‐ γῳ τοῦ Θεοῦ, καὶ οἶδε πότε κινήσει τὴν χορ‐
30δὴν, τὴν χεῖρα ἢ τὸν πόδα, ἵνα περιπάτῃ ὡς δέον, ἵνα πράττῃ τὸ πρέπον· τὸν ὀφθαλ‐ μὸν, ἵνα μὴ ἐκμελὲς ἴδῃ καὶ πρὸς τὸ ἐπι‐ θυμῆσαι· τὸ οὖς, ἵνα μὴ παραδέξηται ἀκοὴν ματαίαν· τὸ στόμα, ἵνα μὴ λαλῇ ἀργὸν ῥῆ‐
35μα. Ἔστι καὶ τῇ χορδῇ τῆς κοιλίας χρή‐ σασθαι ἐμμελῶς, ὅτε εἰς δόξαν Θεοῦ ἐσθίο‐ μεν καὶ πίνομεν. Ἐπὶ δυσμῶν. —Δυσμαί εἰσι φύσεις λο‐ γικαὶ ἐκπεσοῦσαι τοῦ τῆς δικαιοσύνης ἡ‐
40λίου. —Ὁδοποιήσατε. Ζητεῖ καὶ ἐν σοὶ περιπατῆσαι ὁ Κύριος, καὶ βλέπων ἀκάν‐ θας, ἡδονὰς καὶ μερίμνας ἐν σοὶ, ἄλλους ζη‐ τεῖ περιπάτους καθαρωτάτους, καὶ σὲ κατα‐ λείπει· ἐπιβήσεται δὲ σοὶ, ὅταν δύῃ ὁ ἐναν‐
45τίος τῷ ἡλίῳ τῆς δικαιοσύνης, ἥλιος ὁ Σα‐ τανᾶς, ὁ μετασχηματιζόμενος εἰς ἄγγελον φωτός· εἰσὶ γοῦν τινες ἐν τῷ νόμῳ, ἕως μὲν ἀνατέλλει ἑαυτοῖς ὁ τῆς ἀδικίας ἥλιος, ἀκά‐ θαρτοι· ἐὰν δὲ δύῃ, καθαροί· δυέτω σοι πάν‐

67

.

5

(50)

τα σοι φωτίζειν νομιζόμενα, καὶ δεδοξασ‐ μένα ὑπό σου καὶ θαυμαζόμενα· δυέτω φι‐ λαργυρία, δυέτω ἀλλοτρία διδασκαλία, δυέ‐ τω πορνεία, ἣν ἐνόμιζες διὰ τὴν ἡδονὴν εἶναί τι ἀγαθὸν, ἵνα ἐπεβῇ ὁ Κύριος ποιή‐
55σαντί σοι δυσμὰς τῶν ἐναντίων. Ὁδοποιήσατε. —Εὐτρεπεῖς γενέσθαι φη‐ σὶν εἰς τὸ τῆς ὁδοῦ ἐκείνης πορεύεσθαι, τοῦ ἐπ’ ἔσχατα Χριστὸν ὀφθῆναι ἐν σαρκὶ τοῖς ἐπὶ γῆς ἢ τοῖς ἐπιβεβηκόσιν ἐπὶ δυσμῶν, τῶν
60μέχρι ᾅδου πεποιημένων τὴν κάθοδον.81 in vol. 3

67

.

6

Ταραχθήσονται ἀπὸ προσώπου αὐ‐ τοῦ, πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν. Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβό‐
5λου γίνεται· οὗτος οὖν ὁ πατήρ σου, ἐὰν ἁ‐ μαρτάνῃς, ἀποθανέτω. Ἐάν σοι ἀποθάνῃ, σοὶ οὐ ζῇ, κἂν ἄλλοις δοκῇ ζῆν. Γενοῦ ὀρ‐ φανὸς, καὶ οὐκέτι χρήσῃ τοιούτῳ πατρὶ, ἀλλ’ ἐκείνῳ ὅς σε ὡς ὀρφανὸν ἄλλον ἀναλή‐
10ψεται. Πάλιν μνηστεύσεται τὴν ἀνθρωπί‐ νην ψυχὴν ὁ Χριστός· παρανόμως δὲ ὁ διά‐ βολος βούλεται αὐτῆς νυμφίος γίνεσθαι, ἵνα ποιήσῃ αὐτὴν ἐφθαρμένην· ἡ ψυχὴ οὖν σου χήρα γενέσθω ἐκείνου, ἵνα σοι κρίνῃ τὰ δίκαια
15ὁ Θεὸς καταλίποντι τὸν ἀνόμως συνῳκηκό‐ τα καὶ τὸν κατὰ κακίαν γεννήσαντα. — Ὀρφανός ἐστιν ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου Πατρὸς, ἣν αὐτὸς ἑκὼν ἐπάσ‐ πατο.
20 Τῇ κτίσει παρὰ τὸν κτίσαντα λελατρευ‐ κότες ὀρφανοί τινες ἦσαν· κατὰ τὸν δὲ κόσμον ἀνεπικούρητοι παντελῶς καὶ πρὸς πᾶσαν πλεονεξίαν ἕτοιμοι. Ἐπειδὴ δὲ πε‐ πιστεύκασι, πεπλουτήκασι Πατέρα τὸν Θεὸν,
25διὸ γὰρ τῆς τῶν χηρῶν κηδεμονίας καὶ τῆς τῶν ὀρφανῶν ἐπιμελείας τὸ δίκαιον αὐτοῦ τῆς προνοίας ἐδήλωσεν, τῶν ψυχῶν τῶν ὀρ‐ φανῶν καὶ τῶν ἀβοηθήτων θύσων. —[Νόει] ὀρφανοὺς τὰ ἔθνη, ὡς μὴ ἔχοντα τὸν Θεὸν
30πατέρα, χήραν δὲ τὴν ἐκκλησίαν, ὡς μὴ λαβοῦσαν ἄνδρα τὸν Χριστὸν, τούτων γὰρ ἕνεκεν καὶ ἀπόθανεν.

67

.

7

Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξά‐ γων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν
5τάφοις. Τόπος Θεοῦ, ψυχὴ καθαρά· διὸ ἐπιφέρει, ὁ Θεὸς κατοικίζειν μονοτρόπους, τοὺς αὐτῷ καὶ μόνῳ ἀναθέντας τὴν οἰκείαν ζωὴν, πά‐
σης διψυχίας καὶ κοσμικῆς αὐτῆς ἐπιθυμίας82 in vol. 3
10ἀλλοτριάσαντες, οὓς καὶ ἐν τῇ οὐρανίῳ πό‐ λει κατοικίζει. —Ὥσπερ τοὺς πεπεδημέ‐ νους ἐξάγει ἐν ἀνδρείᾳ, οὕτως καὶ τοὺς ἀδί‐ κους ἐξάγει ἐν δικαιοσύνῃ, καὶ τοὺς ἄφρο‐ νας ἐν φρονήσει. —Ὁμοίως τῷ εἰρημένῳ
15τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. Δεσμοὺς δὲ καὶ σκό‐ τος τὴν τῶν δαιμόνων λατρείαν λέγει.

67

.

8

Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐ‐ νώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὸν ἔρημον. Διάψαλμα. Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ
5τοῦ Σινά. Ὡσαύτως, ὁ Θεὸς, προερχομένου σου πρὸ τοῦ λαοῦ σου, βαίνοντος διὰ ἀδικήτου, γῆ ἐσείσθη, οὐρανὸς δὲ ἔσταξεν, μέλλων, φησὶ, διαβαίνειν εἰς τὴν ἔρημον ἐκείνην, καὶ ἀοί‐
10κητον, καὶ μηδέπω δεξαμένην τοῦ φωτὸς τὴν ἀκτῖνα, ἐκλόνησα γῆν μὲν καὶ συνέσει‐ σεν· οὐρανόθεν δὲ τὰς τῆς χάριτος ψεκάδας ὑπέσταξεν· γέγονε δὲ τὸ μὲν ἐπὶ τοῦ σταυ‐ ροῦ, τότε γὰρ ἡ γῆ ἐσείσθη, τό τε δὲ μετὰ
15τὴν εἰς τὸν οὐρανὸν ἐπάνοδον· τηνικαῦτα γὰρ ἐπεφοίτησεν ἡ τοῦ πνεύματος χάρις, οἷόν τινας δρόσου ψεκάδας μιμούμενος, τοῖς ἀποστόλοις· εἶτα σαφέστερον Ἰουδαίους δι‐ δάσκων τὸν πάντα ταῦτα δρῶντα, ἐπήγαγεν
20ἀπὸ προσώπου τοῦ Θεοῦ, τοῦ ἐν τῷ Σινᾷ φανέντος.

67

.

10

Βροχὴν ἑκούσιον ἀφορεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου. Τὸ εὐαγγελικὸν κήρυγμά φησι βροχήν· καταβήτω ὡς ὑετὸς ἐπὶ πόκον· ἑκούσιον δὲ
5πρὸς ἀντιδιαστολὴν τῆς νομικῆς λατρείας· ἐκεῖνος γὰρ οὐκ ἦν αὐτοῖς ἑκούσιος, κατὰ τό· Τίς ἐκζήτησε ταῦτα ἐκ τῶν χειρῶν μου;

67

.

18

Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον. Ἅρμα τοῦ Θεοῦ, ψυχαὶ καθαραὶ, αἷς ἐ‐ πέβη ὁ καθαρὸς Θεὸς, ᾧ ὑποζεύγνονται τῶν
εὐθυνόντων αἱ χιλιάδες.83 in vol. 3

67

.

19

Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰ‐ χμαλωσίαν· ἔλαβες δόματα ἐν ἀνθρώπῳ, καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι. Αἰχμαλωσία ἐστι Χριστοῦ φύσεως λογι‐
5κῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ’ ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος. Καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι οὐκ ἀπέβλεψα, φησὶν, εἰς τὴν δευτέραν αὐτῶν ἀπείθειαν, ἀλλὰ καὶ ἀντιλέγοντας ὁρῶν ἐπέμεινα ἕως αὐτοὺς οἰ‐
10κητήριον, ὅτι οἰκεῖον, ἀπέφηνα.

67

.

22

Πλὴν ὁ Θεὸς συνθλάσσει κεφα‐ λὰς ἐχθρῶν αὐτοῦ. Ἐχθρῶν κεφαλαὶ τὰ πρώτως ἐκ τῶν δαι‐ μόνων συμβαίνοντα τὰ νοήματα τῇ ψυχῇ.

67

.

24

Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵ‐ ματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ. Ποῦς Χριστοῦ, ὁ ἐκ Μαρίας ἄνθρωπος,
5ὅστις διὰ τοῦ πάθους ἐβάφη τῷ αἵματι· ὅπερ αἷμα κωλύουσιν ἡμᾶς οἱ ἐχθροὶ πίνειν, κύ‐ νας ἡμᾶς ἀεὶ βουλόμενοι εἶναι, καὶ μηδέ‐ ποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Οἴδασιν γὰρ ὅτι οἱ τρώγοντες τοῦ Χριστοῦ τὰς σάρ‐
10κας καὶ πίνοντες αὐτοῦ τὸ αἷμα ἐν αὐτῷ μένουσιν, καὶ αὐτὸς ἐν αὐτοῖς.

67

.

28

Ἐκεῖ Βενϊαμὶν νεώτερος ἐν ἐκσ‐ τάσει. Περὶ Παύλου τοῦτό φασι προφητεύεσθαι.

67

.

33

Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. Διάψαλμα. Αἱ βασιλεῖαι, ἃς ἔδειξεν ὁ διάβολος τῷ Κυρίῳ, ἃς λαμβάνει, οὐκ ἀπὸ τοῦ εἰπόντος·
5Πάντα σοι δώσω, ἐὰν πεσὼν προσκύνῃς μοι, ἀλλ’ ἀπὸ αἰτήσασθαι τὸν Πατέρα ἔθνη κληρονομίαν ἑαυτῷ. Τὸ διάψαλμα κεῖται διὰ τό· Ἰδοὺ δώσει
τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.84 in vol. 3

67

34-36

Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρα‐ νὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, ... καὶ ἡ δύναμις αὐτοῦ ἐν νεφέλαις. Οἶμαι δὲ αὐτὸν νεφέλας λέγειν τοὺς ἀγ‐
5γέλους, αὐτοὶ γάρ εἰσιν οἱ διδάσκοντες ἡ‐ μᾶς· δύναμις δὲ τοῦ Θεοῦ ὁ Χριστός ἐστιν. —Ἐν ταῖς νεφέλαις, αἷς ἐντελεῖται τοῦ μὴ βρέχειν ὑετὸν ἐν οἷς τέθεικε τόξον αὐτοῦ, ἐν ταύταις δὲ ἀπαργησόμεθα εἰς ἀπάντησιν
10τοῦ Κυρίου.

68

2,3

Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσέλθω‐ σαν ὕδατα ἕως ψυχῆς μου, ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.
5 Ὕδατα λέγει τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυ‐ χήν. Ταῦτα γὰρ ἡ ἀνθρωπεία ἐπεπόνθει φύ‐ σις, κατενεχθεῖσα διὰ τῆς ἁμαρτίας εἰς τὸν θάνατον, καὶ εἰς αὐτὸν τοῦ ᾅδου τὸν χῶρον,
10ὃν καὶ ὕλην βυθοῦ καὶ βάθος θαλάσσης ἐν τοῖς παροῦσιν ὀνομάζει.

68

.

13

Κατ’ ἐμοῦ ἠδολέσχουν οἱ καθήμε‐ νοι ἐν πύλῃ. Ἀεὶ γὰρ καθεζόμενοι ἐν ταῖς πύλαις τοῦ ἱεροῦ, Ἰουδαῖοι ἔλεγον· Τίς ἂν εἴη ὁ ἄνθρω‐
5πος τοῦτος;

68

14,15

Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε, καιρὸς εὐδοκίας ὁ Θεὸς, ἐν τῷ πλήθει τοῦ ἐλέους σου, ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. Σῶσόν με ἀπὸ85 in vol. 3
5πηλοῦ, ἵνα μὴ ἐμπαγῶ, ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδά‐ των. Ὅρου κατάρας φρικτῆς προκειμένου, ἵνα κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται, ἢ
10διδάξῃ ἡμᾶς παρ’ ὃ ὁ Παῦλος ἐδίδαξεν, ἀνά‐ θεμα ἔστω, τίς ἐστιν ὁ ὑποκεφαλίσαι Παῦ‐ λον, μᾶλλον δὲ τοῦ ἐν αὐτῷ λαλοῦντος Χρισ‐ τοῦ, δυνάμενος; Οὐκοῦν αὐτὸς ὁ Χριστὸς ἐν τῷ Παύλῳ λαλῶν, περὶ ἑαυτοῦ καὶ εἰς
15ἑαυτὸν τὴν τοιαύτην εὐχὴν ἀναφέρει, καὶ μαρτυρεῖ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ, ὅτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, του‐ τέστιν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν ἐκ
20θανάτου, τουτέστι πρὸς τὸν Πατέρα, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνε‐ γκε, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ Υἱὸς ὢν, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν, τὴν ὑπακοήν. Ἐνταῦθα Παῦλος καὶ τὰ σεσιγη‐
25μένα καὶ λείποντα τοῖς εὐαγγελισταῖς ἡμᾶς ἐδίδαξε, μετὰ κραυγῆς ἰσχυρᾶς λέγων γε‐ νέσθαι τὴν προσευχὴν, τό· Πάτερ, παρελ‐ θέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο. Οὐκ ἐν ὑποκρίσει ἐπὶ τὸ δελεάσαι τὸν Σατανᾶν, οὐ
30τὸ τοῦ κόσμου οἰκειούμενος θέλημα, ἀλλ’ ἐξ οἰκείου προσώπου Χριστὸς οἰκονομικῶς ἑ‐ κουσίως προσεύχεται μετὰ κραυγῆς, μετὰ δακρύων, μετὰ ἵδρωτος, καὶ θρόμβου αἵμα‐ τος, μετὰ ἀγγέλου ἐνισχύοντος, καὶ οἱονεὶ
35παρακαλοῦντος καὶ παρηγοροῦντος αὐτὸν, καίπερ Υἱὸς Θεοῦ ἀληθὴς ὑπάρχων, καὶ ἐν ἀγωνίᾳ γενόμενος προσηύχετο, ὥς φησιν εὐαγγελιστὴς, ἀλλὰ καὶ ἐκτενέστερον, ἀλλὰ καὶ δὶς, ἀλλὰ καὶ τρὶς τὴν εὐχὴν τῷ Πατρὶ
40προσάγει. Τοῦ οὖν Παύλου, μᾶλλον δὲ, πάλιν λέγω, τοῦ Χριστοῦ τοῦ ἐν αὐτῷ τῷ Παύλῳ λαλοῦντος, εἰς ἑαυτὸν ἀναφέροντος τὴν τοι‐ αύτην προσευχὴν, τίς ἔστιν ὁ παραχαράξαι δυνάμενος ἃ αὐτὸς ὁ Χριστὸς περὶ ἑαυτοῦ
45ἐμαρτύρησεν;86 in vol. 3

68

.

23

Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώ‐ πιον αὐτῶν εἰς παγίδα. Αὐτὴ τοίνυν ἡ τράπεζα κηρύσσει Χρι‐ στὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδα‐
5λον, ἔθνεσι δὲ μωρίαν. Αὐτὴ ἡ τράπεζα μὴ νοουμένης τῆς γραφῆς, γεγένηται τοῖς Ἰου‐ δαίοις εἰς παγίδα. Οὐ πᾶσι δὲ ἡ τράπεζα τοι‐ αύτη ἦν, ἀλλ’ ἐνώπιον τοῦ λαοῦ ἐκείνου. Ἐ‐ πίστησον δὲ εἰ τράπεζα δύναται λέγεσθαι ὁ
10Χριστὸς, σοφία τυγχάνων ἡ λέγουσα· Ἔλθε‐ τε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ ὁ ἄρτος ζῶν, ὁ ἐξ οὐρανοῦ καταβὰς, οὗ ἡ σὰρξ ἀληθινή ἐστι βρῶσις, καὶ τὸ αἷμα ἀληθής ἐστι πόσις. Καὶ γὰρ γέγονεν Ἰουδαίοις εἰς σκάνδαλον καὶ εἰς
15παγίδα καὶ εἰς ἀνταπόδοσιν, τῷ ἐκδικείσθαι πᾶν αἷμα τὸ ἀπὸ Ἄβελ ἕως Ζαχαρίου, ἀπὸ τῆς γενεᾶς ἐκείνης, ἐφ’ ἧς οἱ ἄρτοι καὶ τὸ ἄριστον, αἱ γραφαὶ εἰσὶν παγὶς, καὶ σκάνδα‐ λον ὑπάρχουσιν τοῖς μόνῳ τῷ γράμματι προσ‐
20αναπαυομένοις.

68

.

24

Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νότον αὐτῶν δια‐ παντὸς σύγκαμψον. Πῶς γὰρ οὐκ ἐσκοτίσθησαν, μὴ δεξάμε‐
5νοι τὸν τῆς δικαιοσύνης ἥλιον; ἐπήγαγεν αὐτοῖς τὸ ζοφωδὲς νίφος τῶν συμφορῶν, εἰς δουλείαν αὐτῶν καταψηφίσαι δέσποτας, ἵνα οἷς ποιοῦσιν, περιπέσωσιν εἰς ἐπίπονον ἐρ‐ γασίαν συγκεκοφότες. Οὐ γὰρ πρόσκαιρος
10αὐτοῖς, ὥσπερ ἐπὶ Βαβυλονίων, γέγονεν ἡ αἰχμαλωσία.

68

.

34

Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. Ταῦτα γνόντες, φησὶν, οἱ τῷ πνεύματι
5πτωχοὶ ἀγαλλιαθήσονται· λέγουσι δὲ ταῦτα οἱ ἀπόστολοι διὰ τοὺς δι’ αὐτῶν πιστεύσαν‐
τας.87 in vol. 3

69

.

3

Αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν. Ζητοῦσιν αὐτὴν οἱ πρὸς κακίαν καὶ ἀγ‐ νωσίαν αὐτὴν προτρεπόμενοι· ἐτράπουντο
5εἰς φυγὴν μετ’ αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολήν.

69

.

4

Ἀποστραφείησαν παραυτικὰ αἰσ‐ χυνόμενοι οἱ λέγοντές μοι· Εὖγε, εὖγε! Τό· Εὖγε, εὖγε οἱ δαίμονες λέγουσιν ἁ‐ μαρτάνουσιν ἡμῖν. Ἔστιν δ’ ὅτε καὶ γελῶ‐
5τα πέμπουσιν, ἐμπαίζοντες ἡμῖν καὶ ἐναν‐ τιούμενοι.

69

5,6

Καὶ λεγέτωσαν διαπαντός· Μεγα‐ λυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχὸς καὶ πένης ... Καὶ ῥυσ‐ τής μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.
5 Σωτήριον τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Χριστὸς, ὁ μονογένης αὐτοῦ Υἱός. Ἐγὼ δὲ πτωχὸς καὶ πένης, Χριστός φησιν, ἑκουσίως πτωχεύσας διὰ τὸν ἄνθρωπον, ἵνα πλουτίσῃ ἐκεῖνον. —Μὴ χρονίσῃς· τῆς γὰρ σῆς προ‐
10μηθείας τετύχηκα. Τὸ δέ· μὴ χρονίσῃς ἀν‐ τὶ τοῦ· ἐπάρχω ὡς τάχιστα, καὶ μὴ ἀναβά‐ λῃς τὴν αἴτησιν.

70

.

1

Τῷ Δαυὶδ, υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων, Ὠριγένους, Ἀθανασίου ὑπόθεσις. Οἱ υἱοὶ
τοῦ Ἰωναδὰβ γεγόνασιν ἄνδρες εὐλαβεῖς καὶ88 in vol. 3
5δίκαιοι, καὶ τῶν τοῦ πατρὸς ἐντολῶν φύλα‐ κες ἀκριβεῖς· καὶ οὕτω θεοσεβεῖς καὶ τὸ ἦθος χρηστοὶ, ὡς καὶ μάρτυρα τῆς αὐτῶν ἀρετῆς γενέσθαι τὸν Θεὸν, τῷ προφήτῃ δια‐ λεγόμενον Ἱερεμίᾳ. Ἐπὶ τούτων δὴ καὶ ἡ
10πρώτη τῆς Ἱερουσαλὴμ, ὑπὸ Χαλδαίων ἅ‐ λωσις γεγένηται. Σχοῖεν δ’ ἂν οὗτοι πρόσωπον τοῦ ἀποστο‐ λικοῦ χοροῦ, τοῦ καὶ σφόδρα τὰς τοῦ ἐπου‐ ρανίου Πατρὸς φυλάξαντος ἐντολὰς, καὶ
15τοὺς ἐπαίνους εἰληφότος, διὰ τῶν πρὸς αὐ‐ τοὺς εἰρημένων μακαρισμῶν. Ὁμοίως γοῦν καὶ ἐπὶ τούτων τῶν ἀποστόλων, φημὶ, ἡ πρώτη τῆς Ἱερουσαλὴμ αἰχμαλωσία ὑπὸ Ῥωμαίων ἐγένετο.
20 Εἰσάγονται τοίνυν οὗτοι οἱ θεοφιλεῖς ἄν‐ δρες, τουτέστιν ὁ ἀποστολικὸς χορὸς, διὰ προκειμένου ψαλμοῦ εὐχὴν καὶ εὐχαριστίαν ἀναφέροντες τῷ Θεῷ. Ἐφ’ οἷς θλιβομένους αὐτοὺς ἀπὸ τῶν διωκόντων διὰ τοῦ εὐαγγε‐
25λικοῦ κηρύγματος, ἀπὸ τῶν νοητῶν ἐπιβού‐ λων τῆς αὐτῶν ψυχῆς δαιμόνων διέσωσεν· ἔπειτα ὑπισχνούμενοι μόνας τὰς δι’ αἰνέσεως ἀναπέμπειν θυσίας, ἀπηλλαγμένοι δηλονότι τῆς κατὰ νόμον λατρείας.
30 Ἐκ δὲ τῶν Οʹ τῆς ἐκκλησιαστικῆς ἐκδό‐ σεως ἐπιγραφὴν ἐχούσης· Ὑπὲρ τῶν υἱῶν Ἀδὰμ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Καὶ μετ’ ὀλίγον. Οἱ μὲν ἐμπαθεῖς τὰ ὄμ‐ ματα τῆς ἀκτῖνος χωρίζονται· οἱ δὲ ὑδροφο‐
35βοῦντες [κατὰ] τῆς τοῦ ὕδατος ὄψεως [δυσ‐ χεραίνουσι]· τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν Ἰουδαίων κακία, διὰ τὸ μὴ θέλειν ὁμολο‐ γεῖν τὴν δόξαν τοῦ θείου κηρύγματος, ἀπα‐ ράδεκτον ποιεῖ διὰ τῆς σιωπῆς τὴν ἀλή‐
40θειαν. Ἔξεστιν δὲ καὶ διὰ τῆς ψαλμῳδίας ἐπι‐ γνῶναι τὰ τῆς προφητείας αἰνίγματα· λέ‐ γει γὰρ περὶ τῶν πρώτων αἰχμαλωτισθέν‐ των, ὡς ἐκ προσώπου τοῦ ἀνθρώπου, ὅτι
45ὅσας ἔδειξας μοι θλίψεις καὶ τὰ ἑξῆς. Τοῦτο δὲ σαφέστερον ἐκ τοῦ Παύλου νοήσωμεν, πῶς ἐκ τῶν ἀβύσσων ἀνάγεται ὁ τῷ βάθει τῆς ἁμαρτίας καθελκυθεὶς, περὶ οὗ φησι·
Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τίς ἀναβήσεται89 in vol. 3

70

.

1

(50)

εἰς τὸν οὐρανόν; ὅθεν γὰρ εἰσῆλθεν εἰς τὸν κόσμον ὁ θάνατος, ἐκεῖθεν ἐξῴκισται μεθ’ ὅλου κατεχομένου τοῦ αἰχμαλώτου ὑπὸ τοῦ θανάτου· κατέβη διὰ τοῦ πάθους εἰς τὴν ἄβυσσον ταύτην· ἐφ’ ᾧ τε συναγαγεῖν ἑαυτῷ
55πάλιν ἐπὶ τὰ ἄνω τὸν βύθιον· ταῦτα γὰρ ὁ ἀπόστολος διεσάφησε μετ’ ἀκριβείας, ἄλλα τε πολλὰ περὶ τούτων εἰπών, φησὶ καὶ τοῦτο· ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτω, καὶ τὰ ἑξῆς. Διὰ τὸ γενέσθαι τὴν ἐπι‐
60γραφήν· Ὑπὲρ τῶν υἱῶν Ἀδὰμ, καὶ τῶν πρώτων αἰχμαλωτισθέντων, διὰ τὴν τῆς σαρκὸς οἰκονομίαν τοῦ Κυρίου, βύουσι τὴν ἀκοὴν Ἑβραῖοι, καὶ τὴν ἐπιγραφὴν οὐ προσ‐ δέχονται.

70

.

4

Ὁ Θεὸς, ῥῦσαί με ἐκ χειρὸς ἁμαρ‐ τωλοῦ· ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδι‐ κοῦντος. Χεὶρ ἁμαρτωλοῦ, ἡ ἁμαρτητικὴ πρᾶξις.
5Αἰτεῖ δὲ μηδὲ κατὰ ποσὸν αὐτῇ ἐνεργεῖν· σκόπει δὲ εἰ ἕν ἐστιν ὑποκείμενος ἁμαρτωλὸς καὶ ἄδικος καὶ παράνομος. Δοκεῖ γὰρ ἁμαρ‐ τωλὸς ὁ ἀδικῶν καὶ παράνομος· εἰ δὲ τὰ τρία δηλοῖ τὸν διάβολον, χεῖρα ληπτέον αὐ‐
10τοῦ τὴν ὅσην στρατιωτικὴν αὐτοῦ δύναμιν· ῥυσθῆναι τοίνυν ἐξ ἀκαθάρτων πνευμάτων αἰτεῖ, ὑπὸ τὴν κραταιὰν χεῖρα γενόμενος τοῦ Θεοῦ, ἀφ’ ἧς οὐδεὶς ἁρπάσαι δυνήσεται.

70

.

11

Λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτὸν, καταδιώξατε καὶ καταλάβετε αὐ‐ τόν. Ταύτας τὰς φωνὰς τέθεικεν, ὡς ἀπὸ
5δαιμόνων λεγομένας ἐπὶ τοῖς ἐγκαταλειφ‐ θεῖσιν, αἵ τινες οὐκ ἂν ἐῤῥήθησαν, εἰ μὴ ἐγ‐ κατελείφθη ὁ ἄνθρωπος. Ἔχομεν γὰρ ἐν ταῖς Βασιλείαις, ὅτι Κύριος ἀπέστη ἀπὸ Σαοὺλ, καὶ πνεῦμα πονηρὸν παρὰ Κυρίου ἔπειγε
10τὸν Σαούλ· ἀλλ’ εἰ καὶ ταῦτά φασιν ἐκεῖνοι, φησὶν καὶ ἔργῳ· Μὴ ἐπιθῶνται· μὴ μακρύ‐ νῃς τοῦ πάλιν τὴν σὴν προσνεῖμαι βοή‐
θειαν.90 in vol. 3

70

.

14

Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ. Δυνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν Θεὸν, καὶ διαπαντὸς εὐλογεῖν, καὶ διαπαντὸς σω‐ φρονεῖν καὶ δικαιοπραγεῖν. Πῶς δὲ δυνατὸν
5διαπαντὸς ἐλπίζειν; Ὁ γὰρ ἐλπίζων δια‐ παντὸς, οὐδέποτε τυγχάνει τοῦ πράγματος ἐκείνου οὗ ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ διαπαντὸς οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς τῆς αἰσθη‐
10τῆς. Ἕτερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλείψεται, ἵν’ ᾖ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς Τριάδος. Ὁ δὲ τρίτος ἐρεῖ τεθεῖσθαι τὸ διαπαντὸς ἐπὶ τῆς ἁγίας Τριάδος· αὐτὴ γὰρ μόνη ἡ γνῶ‐
15σίς ἐστιν ἀπέραντος.

70

.

22

Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός. Σκεῦος ψαλμοῦ, ψυχὴ καθαρά· σκεύη δὲ
5ψαλμοῦ, δι’ ὧν ὕμνους ἀναπέμπει Χριστὸς τῷ Πατρὶ, οἱ καθ’ ἑκάστην ἐκκλησίαν λαοὶ, ὧν ἥρμοσε τὰς ψυχὰς, παραστήσας αὐτοῖς τὴν ἀλήθειαν, ἀλλ’ οὐ τύπους καὶ σύμβολα νομικὰ, γλῶσσαν ἔχων καὶ χείλη τοὺς αὐ‐
10τῶν διδασκάλους.

70

.

24

Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι καὶ ἐντράπωσιν οἱ ζητοῦν‐ τες τὰ κακά μοι.
5 Ζητοῦσι δὲ αὐτῷ κακὰ βλασφημοῦντες αὐτόν· ἑτοίμη δὲ ἡ γλῶσσά μου, Ἀκύλας ἔχων πρόφασιν· καταισχύνονται. —Τὴν τῆς ψυχῆς ἁρμονίαν φησιν· ὅταν γὰρ μηδὲν ἐ‐ νάντιον ἐν αὐτῇ ἡ γλῶσσα ποιῇ ἢ πάσχῃ, ἡ
10ψυχὴ, τότε δὴ νοητὴ, καθάρα κληθείη δι‐
καίως.91 in vol. 3

71

.

8

Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περά‐ των τῆς οἰκουμένης. Λέγει τὸν Ἰορδάνην, ἐφ’ ᾧ βαπτισθεὶς ὁ
5Χριστὸς, ὑπὸ τοῦ Πατρὸς ἐμαρτυρώθη. Ἀ‐ πὸ τότε γὰρ ἤρξατο, φησὶν, ὁ Κύριος κηρύσ‐ σειν καὶ λέγειν· τοῦτο οὖν ἡ προφητεία αἰ‐ νίττεται.

71

.

9

Καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Ἀντὶ τοῦ· σπανιοῦσιν οἱ χοϊκοί.

71

.

10

Βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι. Προθεσπίζει τὰ περὶ πάντων αὐτῷ καὶ βασιλέων καὶ βαρβάρων προσκομιζόμενα.

71

.

14

Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσε‐ ται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ. Τὴν μὲν κατὰ διάνοιαν ἁμαρτίαν, ἀδι‐
5κίαν ὠνόμασεν· τὴν δὲ κατ’ ἐνέργειαν ἁμαρ‐ τίαν, τόκον. Καὶ τοκιζόμεθα μὲν ἁμαρτά‐ νοντες, ἀδικούμεθα δὲ ἐννοοῦντες. Διὸ πρότε‐ ρον τὸν τόκον περιερεῖ, ὕστερον δὲ καὶ τὴν ἀδικίαν αὐτήν. Δεῖ γὰρ πρῶτον ἀπέχεσθαι
10τῆς ἁμαρτίας, εἶτα τῆς κατ’ ἔννοιαν ἡμῖν γενομένης. —Καὶ ἔντιμον, φησὶ, τὸ ὄνομα αὐτοῦ. Σεβάσμιος παρὰ πᾶσιν ἔσται καὶ ἔν‐ δοξος, ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου μεγάλῳ. Καὶ δότε δόξαν τῷ ἐνιόντι αὐτῷ. Πῶς οὖν
15ἔλαβε; ὅπερ ἔχει, ἀεὶ φαίνεται.

71

.

15

Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας. Τὸ δὲ ζήσει, ἀντὶ τοῦ διαμενεῖ ὅσον τέ‐
θεικεν.92 in vol. 3

72

.

1

Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεός. Καρπὸς Χριστοῦ τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν Ἰ‐ σραήλ.

72

.

2

Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήμα‐ τά μου. Πόδας δὲ καὶ διαβήματα τοὺς ὑπεριδόντας
5τὴν εὐσέβειαν λογισμοὺς καλεῖ τροπικῶς, κα‐ τὰ τῆς διανοίας κινήματα καὶ διανοήματα, ἅπερ ἐκχέονται καὶ χαυνοῦνται, ὅταν ἐπὶ τὸ χεῖρον τράπωσιν. Τοιαύτη ἡ γυνὴ Λώτ· τοιοῦ‐ τος ὁ ἐπιβαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ’ ἄρατρον,
10καὶ στραφεὶς εἰς τὰ ὀπίσω· τοιοῦτοι οἱ πεσόν‐ τες ἐν τῇ ἐρήμῳ. Ἵνα δὲ φοβηθῇς ἐκχέοντα διαβήματα, ἄκουε τοῦ ἐν τῷ Ἱεζεχιὴλ Κυ‐ ρίου λέγοντος· Δίκαιος, ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ, πᾶσαι αἱ δικαιοσύ‐
15ναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθήσον‐ ται. Τινὲς γὰρ ἐν ἀσκήσει καὶ πάσαις ἀρε‐ ταῖς διαλάμψαντες, ὕστερον ὑπεσύρησαν εἰς βίον χαυνώτερον. Πλὴν ἐγὼ, φησὶν, οὐκ ὠλίσ‐ θην, ἢ γὰρ ἂν ἀπωλόλην, ἀλλά μοι κατευθύν‐
20θη τὰ κατὰ Θεὸν διαβήματα, μὴ παρ’ ὀλί‐ γον, μηδ’ ὅλως ἐκχεόμενα· οὕτω τῶν οἰκείων λογισμῶν δημοσιεύσας τὴν ζάλην. Οὐ γὰρ περὶ ποδῶν καὶ διαβημάτων, ἀλλὰ περὶ λο‐ γισμῶν χωλευόντων λέγει, καὶ ὅτι ἐγγὺς ἐ‐
25γένετο τοῦ διαχυθῆναι καὶ διαλυθῆναι τῶν ποδῶν τὰς βάσεις, ὡς μηδὲ στάναι δύνασ‐ θαι τοῦ λοιποῦ, ἀλλὰ περιτραπῆναι καὶ εἰς ὄλισθον ὑποσυρῆναι. Καὶ τὴν αἰτίαν ἐπάγει λέγων·

72

3,4

Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν· ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στε‐ ρέωμα ἐν τῇ μάστιγι αὐτῶν.93 in vol. 3
5 Τὰ τὸν κλόνον αὐτῷ ποιήσαντα τῆς ψυχῆς ἀφηγεῖται· ὅτι ὑπὸ τῆς εἰρήνης τῶν ἁμαρ‐ τωλῶν καὶ τῆς κατὰ τὸν βίον εὐροίας τῶν [ἄλλων ὄντων] ἐν κοπετῷ· Ἐπυρπολούμην, φησὶ, βλέπων τοὺς παρανομίᾳ καὶ πονηρίᾳ
10συζῶντας, ἐν εἰρήνῃ βαθείᾳ καὶ εὐποτμίᾳ πολλῇ, ὡς καὶ μέχρι θανάτου τὴν εὐημε‐ ρίαν αὐτοῖς ἐκτείνεσθαι, καὶ τὸν θάνατον δὲ ὄντως εὐδαίμονα τούτους ὑπομένειν· ὡς ζηλοῦσθαι παρὰ πάντων, καὶ μηδένα ἀνα‐
15νεύειν, εἴ τις αὐτὸν ἔροιτο, εἰ βούλοιτο τοιού‐ του θανάτου τυχεῖν· ἀλλ’ ἐθέλει ἕκαστος οὕτως ἀποθανεῖν· μᾶλλον δὲ ἐν κινδύνοις καὶ δυσπαθείαις ἐξεταζόμενοι, ἑαυτοὺς ὑπαγο‐ ρεύουσιν, ὡς τῆς ἀνανεύσεως δηλούσης τὴν
20ἀπαγόρευσιν ἢ καὶ τὴν μνήμην τοῦ θανά‐ του. Εἰ δέ που ἄρα καὶ συμβῇ τῇ ἁμαρτίᾳ αὐτῶν ἐπιστρεπτικὴ μάστιξ, οὐδὲ αὐτὴ στε‐ ρεά ἐστι καὶ ἐπίπονος, ἀλλ’ ἐλαφρὰ καὶ εὐ‐ παρακόμιστος ἐξ ἐπιπολῆς τρέχουσα· πρὸς
25ὀλίγον γὰρ αὐτοῖς προσπελάζει τὰ λυπηρὰ, εἶτα ἀπαλάττονται· ἐν κόποις κἂν ἄρ’ οὖν αὐτοῖς τὰ πράγματα φέρεται, καὶ οὔτε πό‐ νοις, οὔτε ταλαιπωρίαις, οὔτε παιδείαις πε‐ ριβάλλονται, ἄλλοις ἀνθρώποις παραπλη‐
30σίως μαστιζομένοις δι’ ἐπιπόνου βίου· ὁ γὰρ διὰ χειρῶν πόνος καὶ τὸ δέεσθαι τῆς καθ’ ἡ‐ μέραν ἐργασίας εἰς διατροφήν· οἷον ἀντὶ μαστίγων τοῖς ἀνθρώποις δέδοται, ἐπὶ τοιού‐ τοις πολλοὶ καὶ νῦν σκανδαλίζονται εἰρή‐
35νην οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐ‐ τῶν. Ἀνάνευσιν λέγει τὴν μνήμην τοῦ θα‐ νάτου.

72

.

7

Ἐξελεύσεται, ὡς ἐκ στέατος ἡ ἀδι‐ κία αὐτῶν. Στέαρ δὲ πολλάκις ἔφημεν τὴν εὐπάθειαν
καὶ τὴν εὐκληρίαν, ὡς ἐν τοσαύτῃ τοίνυν,94 in vol. 3
5φησὶν, ὄντες εὐημερίᾳ μετὰ πάσης ἀδείας τὴν ἀδικίαν ἐτόλμων.

72

.

8

Διενοήθησαν καὶ ἐλάλησαν ἐν πο‐ νηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. Οὐ λογίζονται ἑαυτοὺς εἶναι ὡς ἕκαστος τῶν ἀνθρώπων, οὐδὲ ὅτι μετὰ τῶν ἀνθρώ‐
5πων μέλλουσιν κρίνεσθαι.

72

10,11

Διὰ τοῦτο ἐπιστρέφει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθή‐ σονται ἐν αὐτοῖς. Καὶ εἶπαν· Πῶς ἔγνω ὁ Θεὸς, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ;
5 Ζητήσεις τοῦτό πως. Ὁ μὲν γὰρ Θεὸς, φησὶν, ἐκεῖνα ὑπέσχετο· οὗτοι δὲ παρ’ ἑαυ‐ τοῖς ἐλογίζοντο οὕτως μήτε ἐφορᾶν τὸν Θεὸν, μηδέ τι τῶν γενομένων εἰδέναι. Εἶτα δείξας τὴν τούτων ἀσέβειαν, τοὺς οἰκείους ἐκφέρει
10λογισμούς. Ὁ μὲν ἐμὸς λαὸς, φησὶν, ἐκ τοῦ καταβληθῆναι τοὺς εὐσεβεῖς, ὠφεληθήσεται. Οἱ δὲ προλεχθέντες δυσσεβεῖς καὶ ἄθεοι, οὕ‐ τως ἠσέβουν ὡς σκάνδαλον γενέσθαι τοῖς ὁρῶσι τὸν βίον αὐτῶν καὶ ὡς μηχανεύειν καὶ
15λέγειν· Πῶς ἔγνω; ἀντὶ τοῦ· Πῶς γινώσκει τὰ καθ’ ἡμᾶς καὶ διώκει; λέγεται· καὶ πῶς γνῶ‐ σιν ἔχει τῶν ἡμετέρων; Ὁ δὲ Σύμμαχος σα‐ φέστερον· Οἱ δὲ ἔλεγον· Πῶς ἔγνω ὁ Θεὸς, εἰ ἔστι γνῶσις ἐν τῷ ὑψιστῷ;

72

.

13

Καὶ εἶπα· Ἆρα ματαίως ἐδικαίω‐ σα, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου. Ὠριγένους, Θεοδωρήτου. Τί γὰρ ἐκέρδα‐ να, φησὶ, πόῤῥω τῶν πονηρίᾳ συζώντων γε‐
5νόμενος· τὸ γὰρ ἐνιψάμην, ἀντὶ τοῦ ἀθῶον ἐμαυτὸν ἐφύλαξα· οὐκ ἐκοινώνησα τοῖς κα‐ κοῖς ἐπὶ μελέτης καὶ δικαιοσύνης, καὶ τῆς κακίας τὴν κοινωνίαν φυγὼν, καὶ αἰκίζομαι
καὶ παροινοῦμαι καθ’ ἑκάστην ἡμέραν.95 in vol. 3

72

.

14

Καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας. Ζητήσεις καὶ τοῦτο καὶ πειράσεις τοῦ γνῶναι.

72

16,17

Καὶ ὑπέλαβον τοῦ γνῶναι, τοῦ‐ το κόπος ἐστὶν ἐναντίον μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.
5 Ὁμοίως διὰ τῆς ἁμαρτίας αὐτῶν ηὐτρέ‐ πισας αὐτοῖς κολάσεις αἰωνίας.

72

.

21

Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν. Ταῦτα λογιζόμενος ὑπὸ τῆς ἐκείνης πα‐ ρανομίας, ἐπυρπολούμην. Ἀναλαβὼν γὰρ τὸ
5προοίμιον, ὅ ἐστιν· Ἐζήλωσα ἐν τοῖς ἀνό‐ μοις, καὶ ὅπερ ζῆλον ἐκάλει, τοῦτο ἐνταῦθα [λέγει] καρδίας ἔγκαυσιν. Καὶ οἱ νεφροί μου ἠλλοιώθησαν. Νεφροὺς τοὺς λογισμοὺς ἀσε‐ βεῖς φησιν· ἔχων τοὺς λογισμοὺς, μικρὸν
10δεῖν, ἐξετράπην διὰ τὴν ἐκείνων ἀλαζονείαν.

72

.

23

Καὶ ἐγὼ διαπαντὸς μετὰ σοῦ. Μετὰ Θεοῦ λέγεται εἶναι, πρῶτος μὲν ὁ τὴν ἁγίαν γινώσκων Τριάδα, καὶ μετ’ αὐτὸν, ὁ τοὺς λόγους τοὺς περὶ τῶν νοητῶν θεω‐
5ρῶν· τρίτος δὲ πάλιν ὁ καὶ αὐτὰ ἀσώματα βλέπων· καὶ πάλιν τέταρτος ὁ τὴν θεωρίαν ἐπιστάμενος τῶν αἰώνων· ὁ δὲ τὴν τῆς ψυ‐ χῆς ἀπάθειαν κεκτημένος, πέμπτος ἂν τού‐ τοις συγκαταχθείη δικαίως.

72

.

27

Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται· ἐξωλοτρεύσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
Περὶ εἰδώλων λέγει. Παύσωμεν τῆς νο‐96 in vol. 3
5ητῆς πορνείας τοὺς τρόπους, ἵνα μὴ τὸν τοῖς φιλαμαρτήμοσι πρέποντα, καὶ ὀφειλό‐ μενον ὄλεθρον ὑπομείνωμεν. Νοητὴν δὲ πορνείαν φαμὲν πᾶν εἶδος φαυλότητος καὶ ἀκαθαρσίας. —Καὶ γὰρ ὅσοι ἀφίστανταί σου
10καὶ μακρὰν γίνονται τῇ διαθέσει, οὐδὲν ἕτε‐ ρον ἢ τὴν ἀπώλειαν ἐκδέχονται, ὅτι ἀποσχί‐ ζοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Οὐδεὶς διΐσταται τοπικῶς τοῦ μὴ ἐν τόπῳ Θεοῦ· σχέ‐ σει δὲ τὸ ἄδικον καὶ πονηρὸν μακρὸν νοεῖται
15τοῦ δικαίου καὶ ἀγαθοῦ, ὅπερ ἀπόλλυσιν, ὡς καὶ σώζει τὸ ἐγγίζειν ἀρετῆς ἀναλήψει Θεῷ. Ταὐτὸν γὰρ τὸ μακρύνεσθαι τῷ ἁμαρτάνειν. Οὐκ εἶπεν· οἱ μακρύναντες· δυνατὸν γὰρ μετανοοῦντας σωθῆναι, μηκέτι μακρύνοντας
20ταύτῃ. Καὶ ὁ ποιῶν, ἀλλ’ οὐχ ὁ ποιήσας δοῦ‐ λός ἐστι τῆς ἁμαρτίας.

72

.

28

Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Κυρίῳ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου, τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς
5Σιών. Δι’ αὐτῶν γὰρ τῶν πραγμάτων τὴν πεῖ‐ ραν λαβὼν, οὐ χωριστὸς ἔσομαι τοῦ σεσω‐ κότος Θεοῦ, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι βεβαιω‐ θήσομαι. Διὰ τοῦτον γὰρ τῆς ἐλπίδος ἐπανό‐
10δου τετύχηκα, καὶ τὰς σὰς θαυματουργίας ἐν τῇ Ἱερουσαλὴμ ἐξηγοῦμαι· αὐτὴν γὰρ ὠνό‐ μασε θυγατέρα Σιών· ὥσπερ γὰρ υἱοὺς ἀν‐ θρώπων τοὺς ἀνθρώπους καλεῖ, οὕτως θυγα‐ τέρα Σιὼν τὴν Σιὼν ὀνομάζει. Διώνυμος γὰρ
15ἡ πόλις· ἡ γὰρ αὐτὴ δὲ Σιὼν καὶ Ἱερουσα‐ λὴμ ὑπὲρ τῆς θείας καλεῖται γραφῆς. — Πολλῶν πολλὰ περὶ ἀγαθοῦ φιλοσοφησάν‐ των, συντόμως ὁ σοφὸς [λέγει] τὸ κολλᾶσθαι τῷ Θεῷ. Τοῦτο δὴ αἱ συναγωγοὶ ἀρεταὶ
20πρὸς τελειότητα. Πύλαι Σιὼν, ἧς ἡ θυγά‐ τηρ ἡ κατὰ ταύτην γινομένη ἢ καὶ γεννη‐
θεῖσα ψυχή.97 in vol. 3

73

.

1

Ἵνα τί ἀπώσω, ὁ Θεὸς, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου. Ἐπιπόνην ἔσχες τὴν κατὰ τῶν προβάτων
5τῶν σῶν ἀγανάκτησιν.

73

.

5

Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν ὡς εἰς τὴν εἴσοδον ὑπε‐ ράνω. Ἀπὸ τῶν Ἰωσήπου περὶ τῆς ἁλώσεως
5λεγομένων, καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν περὶξ ἁπάντων, οἱ Ῥωμαῖοι κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν κατὰ τῆς ἀνατολικῆς πύλης ἄντικρυς, ἔθεσαν αὐτὰς αὐτόθι, καὶ τὸν Τῖτον μετὰ μεγιστῶν εὐφημιῶν ἀνέφη‐
10ναν αὐτοκράτορα.

73

.

7

Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν, ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Ἀκύλας· Ἐνέπρησαν πάσας ἰσχυρὰς ἀπὸ
5τῆς γῆς. Σύμμαχος· Ἐνέπρησαν πάσας τὰς συναγωγὰς τοῦ Θεοῦ εἰς γῆν. Θεοδοτίων· Ἐνεπύρισαν πάντας καιροὺς ἰσχυροῦ.

73

.

8

Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγ‐ γένεια αὐτῶν ἐπὶ τὸ αὐτό· Δεῦτε, καταπαύ‐ σωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς. Εἰ δὲ καὶ μὴ λόγῳ, τῇ δὲ δυνάμει ταῦτα
5ἔλεγον. Ἐρεθιστικῶς δείκνυσιν, ὡς οὐ προέ‐ θεντο τοσοῦτον ἡμῖν, ὁπόσον σοι πολεμεῖν. Μετὰ πολλῆς ἐπελθόντες ἡμῖν τῆς συμ‐ φωνίας ἕνα σκοπὸν εἶχον τὸν ὑπὸ σοῦ δε‐ δομένον καταλῦσαι νόμον. Διὰ γὰρ τῶν ἑορ‐
10τῶν τὴν κατὰ νόμον πολιτείαν ἐδήλωσε. Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μήτε τὰς ἐπὶ τῶν προγόνων ἡμῶν ὁρῶντες θαυματουρ‐ γίας, μήτε ὑπὲρ προφητικῆς διελεγχόμενοι χάριτος· τούτων γὰρ ἁπάντων ἐξαίφνης κα‐
15τέστησαν ἔρημοι. Πάλαι γὰρ καὶ μετὰ τὴν
ἐπάνοδον ἔσχον προφήτας, τὸν Ἀγγαῖον, τὸν Ζαχαρίαν, οἳ προέλεγον τὰ ἐσόμενα, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς καταδήλους ἐποίουν.98 in vol. 3

73

.

11

Ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Χεὶρ καὶ δεξιὰ τοῦ Θεοῦ, ὁ Μονογενής.
5—Χριστός ἐστι δεξιὰ τοῦ Πατρὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ὅθεν ἐλθὼν ἐξηγή‐ σατο περὶ τοῦ Θεοῦ. Εἰ διαφέρει ἡ χεὶρ καὶ ἡ δεξιὰ τοῦ Θεοῦ, ἐφίστημι, μήποτε ἡ μὲν χεὶρ [τὰ] κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ ποιεῖ·
10ἡ δὲ δεξιὰ τὰ ὑπὲρ τοῦ λαοῦ ἀγαθὰ, οἷον ἡ χεὶρ, ὅτε θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν Αἰ‐ γυπτίοις ὑπὲρ Ἑβραίων ἀπέστειλεν ὁ Θεός. —Ἵνα τί ἀπεκρύβης, φησὶ πρὸς τὸν Πατέ‐ ρα, τὸν Υἱόν σου ἐν τῷ κόλπῳ σου; Χριστός
15ἐστιν ἡ δεξιὰ τοῦ Πατρός· ἐκ μεταφορᾶς, [κατὰ] τὸ τοὺς παρακαλουμένους μὲν, μὴ προσιεμένους δὲ τὴν παράκλησιν· πρότερον ἐπὶ τὸν κόλπον τὰς χεῖρας ἔχων ἐπὶ τῷ ἐπι‐ λαβέσθαι, πῶς ἐθέλει αὐτὸς τοὺς παρακα‐
20λοῦντας αὐτὰς ἀποστρέφειν εἰς τὸ ὀπίσω;

73

.

12

Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ἐντεῦθεν λαβόντες τινὲς ἀνεφήναντο τὰ
5Ἱεροσόλυμα ὀμφαλὸν εἶναι τῆς γῆς. —Ὁ δὲ Υἱός σου, ὁ Χριστὸς, φησὶ, προώριστο πρὸ αἰώνων τῆς φύσεως βασιλεὺς διὰ σαρ‐ κώσεως τῆς κατὰ ἄνθρωπον.

73

13,14

Σὺ ἐκραταίωσας ἐν τῇ δυνά‐ μει σου τὴν θάλασσαν. Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος.
5 Διαγράφει τῷ λόγῳ τίνι τρόπῳ τὴν πα‐ λαιὰν αὐτῶν σωτηρίαν εἰργάσατο· καὶ πρῶ‐ τον μὲν τὸ παγῆναι ὡσεὶ τεῖχος τῆς θαλάσ‐
σης τὰ ὕδατα, ὅτε ἐξ Αἰγύπτου ἐξῄεσαν· καὶ τοῦτό ἐστι τό· Ἐκραταίωσας τὴν θά‐99 in vol. 3
10λασσαν. Δεύτερον δὲ τὸ συντριβῆναι τῶν Αἰγυπτίων ἐπὶ τῶν ὑδάτων κεφαλὴν, οὓς καὶ δράκοντας διὰ τὸ πονηρὸν τῆς γνώμης ὀνομάζει· εἶτα μετὰ ταῦτα, καὶ τοῦ ἐξάρχον‐ τος αὐτῶν βασιλέως, ὃν δράκοντα προηγό‐
15ρευσεν. —Κεφαλαὶ τῶν δρακόντων εἰσὶν τὰ πρῶτα κατὰ τὴν διάνοιαν συνιστάμενα φαῦ‐ λα νοήματα. Συνέτριψαν δὲ αὐτὰ δι’ ὧν ἔλεγεν· Ἐῤῥήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύ‐ σετε, ἐγὼ δὲ λέγω ὑμῖν· ὅτι πᾶς ὁ βλέπων
20γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτήν. Καὶ ἐπὶ τῶν ἄλλων ὡσ‐ αύτως.

73

.

16

Σὺ κατηρτίσω ἥλιον καὶ [φαῦσιν]. Φαῦσιν νῦν τὴν σελήνην ὠνόμασε.

73

.

18

Μνήσθητι ταύτης τῆς κτίσεώς σου. Ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφ‐ ρων παρώξυνε τὸ ὄνομά σου. Ἐπικαλεσάμενος διὰ τῆς κτίσεως εἰς
5οἶκτον τοῦ λαοῦ τὸν Θεὸν, πάλιν ἑτέρῳ προ‐ σώπῳ αὐτὸν ἐπικαλεῖται· οὗτος δέ ἐστιν ὁ τρόπος τοῦ μεγαλοφρονεῖν τὸν ἐχθρόν. — Μνήσθητι ταύτης τῆς κτίσεώς σου· εἰς ἐ‐ πικουρίαν προσκαλεῖται τὸν Θεὸν διὰ τῆς
10κτίσεως, καί φησι· Μνήσθητι ταύτης· εἰ διὰ τοὺς ἀνθρώπους, φησὶ, τὴν κτίσιν πε‐ ποίηκας, παράσχου τὴν ἐπικουρίαν αὐτοῖς δι’ οὓς ἡ κτίσις γεγένηται. —Ἐπειδὴ οὐχ ἡμεῖς ἠδικήμεθα, ἀλλὰ σύ· σὺ γὰρ, ὡς
15Θεὸς, τῶν σῶν πτωχῶν μὴ ἀποστραφῇς τὴν ἱκεσίαν· σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρὸς, καὶ λαὸς ἄφρων παρώξυνε· τούτου χάριν ἀνάστηθι. Νῦν μὲν ἄφρονα τὸν διάβολον ὀνομάζει· πάλιν δὲ διὰ τὸ αὐτὸν ὀνειδίζεσθαι, εἰς οἶκ‐
20τον καλεῖ τὸν Θεόν. Μνήσθητι τῶν ἐπαγγε‐ λιῶν σου, φησὶν, ὧν ἐπηγγείλω τῷ Ἁβραὰμ δοῦναι τῷ σπέρματι αὐτοῦ, γῆν ῥέουσαν γά‐ λα καὶ μέλι.

73

.

19

Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι; τῶν ψυχῶν τῶν πε‐
νήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. Ὅρα πάλιν οἰκτιρμοῦ τρόπον· διὰ τὸ τοὺς100 in vol. 3
5ἐχθροὺς παροξύναι τὸ ὄνομα, ἐπανέτεινε τὸν τρόπον τῶν οἰκτιρμῶν· καὶ θηρία διὰ τὴν ὠμότητα τοὺς ἐχθροὺς ἀποκαλέσας, καὶ ἔχοντάς τι τοὺς ἡμαρτηκότας συγγνώμης διὰ τῆς ἐξομολογήσεως. Τοῦτο δὲ εὔχεται
10μὴ ὁλοτρόπως ἀπολέσθαι τὴν Ἱερουσαλὴμ, ὃ καὶ γέγονεν· πολλοὶ γὰρ τῶν σταυρωσάν‐ νων ἐπίστευσαν καὶ ἐσώθησαν.

73

.

22

Ἀνάστα, ὁ Θεὸς, δίκασον δίκην σου. Ἀνάστηθι, καὶ δίκασον τὴν δίκην σου. Ἡ ὑπερηφανία τῶν δαιμόνων καὶ τῶν αἱρετι‐
5κῶν ἐγνωσμένη σοί ἐστιν.

74

.

1

Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ψαλ‐ μὸς τῷ Ἀσὰφ ᾠδῆς. Ὁ δὲ Σύμμαχος· Ἐπινίκιος περὶ ἀφθαρ‐ σίας ψαλμὸς ᾠδῆς.
5 Εἴρηται καὶ οὗτος ὁ ψαλμὸς ἐκ προσώ‐ που τῶν ἐν Βαβυλῶνι δορυαλώτων, ὑμνεῖν τὸν Θεὸν ὑπισχνουμένων, ὅταν τῆς θείας χάριτος ἀπολαύσωσι. Κατὰ δέ τινας, εὐχα‐ ριστήριός ἐστιν, ὡς ἀπὸ Ἐζεχίου ὑπὲρ τῆς
10τῶν Ἀσσυρίων ἀναιρέσεως. Ὑψηλότερος δὲ περὶ ἀφθαρσίας ὁ λόγος, τῆς τοῖς δικαίοις ἀποκειμένης, οἷς καὶ τὸ τῆς νίκης ἀποτεθη‐ σαύρισται βραβεῖα. Διὸ καὶ ἐπινίκιος ἐπιγέ‐ γραπται, καὶ εἰς τὸ τέλος ἡμᾶς ἀναπέμπει,
15περὶ οὗ φησιν ὁ ἀπόστολος· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· εἰς ὃ οἱ ἐνταῦθα τὸν καλὸν ἀγῶνα νενικηκότες, τῆς ἀφθάρτου ζωῆς τεύξονται, ἢ περὶ [τοῦ] τὸν ἀρξάμενον ἔργου ἀγαθοῦ
20ἐπιτελέσαι αὐτὸ δεῖ[ν]. Διὰ τοῦτο, εἰς τὸ τέ‐
λος, μὴ διαφθείρῃς, εἴρηται, ἵνα μέχρι τέ‐ λους φεύγοντες τὴν φθορὰν, εἴτουν τὴν ἁμαρ‐ τίαν, καὶ ἐν ἀφθαρσίᾳ τὸν Κύριον ἀγαπῶν‐ τες, τουτέστιν ἐν ἀρετῇ, καὶ μὴ διαφθείραν‐101 in vol. 3
25τες τοὺς εὐσεβεῖς λογισμοὺς, τὴν ἀφθαρσίαν κληρονομήσωμεν κατὰ τὴν δικαίαν τοῦ Θεοῦ κρίσιν, ἧς πρόῤῥησιν ἔχει ὁ ψαλμός· ὁ γὰρ εἰς τὸ τέλος ὁρῶν καὶ ποιῶν τὸ τῆς ἀφθαρσίας, κέκραγε τό· Μὴ διαφθείρῃς. Ὀργάνῳ δὲ καὶ
30φωνῇ ὁ ψαλμὸς ἀποτελεῖται· διὸ ψαλμὸς ᾠδῆς ἐπιγέγραπται, δηλωτικὸς ὢν τοῦ δεῖν ἡμᾶς καὶ ὀργάνῳ διὰ τῶν σωματικῶν κινή‐ σεων ὑμνεῖν τὸν Θεὸν, καὶ φωνῇ νοητῇ, διὰ τοῦ τὸν νοῦν ἀνακεῖσθαι τῷ δημιουργῷ. Λέ‐
35γεται δὲ κατὰ μὲν τὴν ἀρχὴν ὑπὸ πλήθους, ἑξῆς δὲ ὑπὸ ἑνός. Νόει νῦν τὸ μὲν πλῆθος τὴν ἐκκλησίαν εἶναι, τὴν ἀπὸ ἐθνῶν κεκλη‐ μένην καὶ ὑπακούσασαν τῷ καλέσαντι· μᾶλ‐ λον δὲ τὸ τῶν ἀποστόλων πρόσωπον, παραι‐
40νοῦν τοῖς ἀνθρώποις σωτηρίας ἔχεσθαι, [διὰ τὸ] ὑποτιθέμενον αὐτοῖς τὸ Θεῖον ἐκεῖνο καὶ φοβηρὸν δικαστήριον. Τὸν δὲ ἕνα τὸν Κύ‐ ριον εὐχαριστοῦντα ἐπὶ τῇ ἐκκλησίᾳ.

74

.

2

Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐ‐ ξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνο‐ μά σου. Εὐχαριστήσομέν σοι σφόδρα ὑπὲρ τῶν γε‐
5γενημένων· ὁ γὰρ διπλασιασμὸς τὴν ἐπίτα‐ σιν τῆς εὐχαριστίας δείκνυσι. Καὶ τὸ σὸν ὄ‐ νομα, τὸ ὑπὸ τῶν Ἀσσυρίων ὀνειδισθὲν, ἐπι‐ καλεσόμεθα. Ἢ ἀπὸ τοῦ ὀνόματος χριστια‐ νοὺς καλέσομεν ἑαυτοὺς, καὶ τούτῳ λαμ‐
10πρυνθησόμεθα. Τάχα δὲ οἱ μὴ τέλειοι ἐξο‐ μολογοῦνται μὲν περὶ τῶν ὑπαρξάντων αὐ‐ τοῖς ἀγαθῶν, ἐπικαλοῦνται δὲ ὑπὲρ τοῦ ἄλλα λαβεῖν· οἱ δὲ τέλειοι ὑπὲρ τῆς φυλα‐ κῆς ὧν ἔλαβον. Ἢ ἐπεὶ διττὸς ὁ τῆς ἐξομο‐
15λογήσεως τρόπος, δὶς εἴρηται τὸ ἐξομολο‐ γεῖσθαι, τοῦ μὲν πρώτου δηλοῦντος τὴν ἐφ’ ἁμαρτίαις ἐξομολόγησιν· τοῦ δὲ δευτέ‐ ρου τὴν ἐφ’ οἷς πεπόνθασιν ἀγαθοῖς εὐχα‐ ριστίαν· ἐπεὶ δὲ οὐχ οἷόν τέ ἐστιν οὕτως ἐ‐102 in vol. 3
20πικαλέσασθαι τὸ ὄνομα Κυρίου, ὥστε τυχεῖν τοῦ· Ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται, ἐὰν μὴ πρότερόν τις ἀποταξάμε‐ νος τῇ ἁμαρτίᾳ ἐξομολογήσηται περὶ τῶν προημαρτημένων, διὰ τοῦτο ἡ ἐκκλησία ἐ‐
25πιμένει τῇ ἐξομολογήσει· εἴπερ οὖν καὶ ἡ‐ μεῖς θέλομεν ἐν τοῖς ἐπικαλουμένοις εὑρε‐ θῆναι καὶ σωθῆναι μετ’ αὐτῶν, κατήγοροι τῆς ἑαυτῶν ἁμαρτίας γενώμεθα, τέλεον κα‐ ταλιπόντες αὐτήν.

74

.

3

Διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Ἑνικῶς τοῦτο εἰπὼν ὡς ἑκάστου τοῦτο λέγοντος, ὅπερ ἐν τῇ κοινῇ πάντων γίνεται
5φωνῇ· τὸ δ’ ὅταν λάβω καιρὸν, τουτέστιν ὅταν ἐπανέλθωμεν ἐκ τῆς αἰχμαλωσίας, διὰ τὸ μὴ ἐξεῖναι ᾄδειν ἐπὶ τῆς ἀλλοτρίας· διη‐ γεῖσθαι δὲ τοῦ Θεοῦ τὰ θαυμάσια ὑπισχνεῖ‐ ται καὶ ὁ ἀποστολικὸς χορὸς, τῶν διωκόν‐
10των ἀπαλλαγείς. Τάχα δὲ ὁ Σωτὴρ λέγει ταῦτα πρὸς τὸν Πατέρα περὶ τῆς ἐκκλησίας, ὅτι οὐδέπω ταύτας χωροῦσι τὰς διηγήσεις τῶν μυστηρίων σου, ἀλλὰ καιροῦ δέονται τῆς τελείας ἐπιστροφῆς. Εἰ θέλοι οὖν καὶ
15ἡμῶν ἕκαστος ἀκοῦσαι τοῦ Ἰησοῦ διηγου‐ μένου τὰ θαυμάσια τοῦ Πατρὸς, δότω αὐτῷ καιρόν· δίδωσι δὲ καιρὸν ὁ βιοὺς καλῶς. Τὸ μὲν οὖν διηγήσομαι, ἀνθρώπινον, τὸ δὲ ἑξῆς Θεοῦ φωναὶ, ὥσπερ νοοῦμεν, τὸ ἔθος ἐχού‐
20σης τῆς γραφῆς τὰς μεταβάσεις ποιεῖσθαι τῶν προσώπων, ἄνευ τοῦ ἐπισημαίνειν. Ὁ Μονογενὴς εἰσάγεται τὰς οἰκείας ἐνεργείας διδάσκων, καὶ τὴν τοῦ Πατρὸς θεολογίαν διε‐ ξιών. Ἀντὶ δὲ τοῦ ὅτε λάβω καιρὸν, συνταγὴν103 in vol. 3
25ὁ Σύμμαχος εἶπε, τοῦ λόγου δηλοῦντος ὡς ἐπειδὰν ὁ συνταχθείς μοι παρὰ σοῦ τῆς ἐπιδημίας καιρὸς ἐπιστῇ, πάντα σου, Πάτερ, τὰ θαυμάσια τοῖς ἐξ ἐθνῶν διηγήσομαι· δι‐ καιοσύνης γὰρ ἔργον τὸ μὴ μόνον Ἰουδαίους
30προσίεσθαι, ἀλλ’ ἐξ ἁπάντων ἐθνῶν ποιεῖσ‐ θαι τῶν σωζομένων τὴν ἐκλογὴν, διὸ ἐπά‐ γει· Ἐγὼ εὐθύτητας κρινῶ. Αὕτη τοῦ σωτῆρος ἡ φωνὴ, δικαίως κρί‐ νειν ἀπαγγελλομένου κατὰ τὸν καιρὸν τοῖς
35ἀδικοῦσι καὶ τοῖς ἀδικουμένοις· μόνος γὰρ αὐτὸς εὐθύτητας κρινεῖ· κατὰ δὲ τὴν ἱστο‐ ρίαν, ἐγὼ, φησὶν, ὑμῖν δικάσω καὶ Βαβυλω‐ νίοις καὶ Ἀσσυρίοις.

74

.

4

Ἐτάκη ἡ γῆ, καὶ πάντες οἱ κατοι‐ κοῦντες αὐτήν. Ἀλλὰ μαρτυρησάτω καὶ ἡμῖν Ἰησοῦς, ὅτι ἡ εἰκὼν τοῦ χοϊκοῦ καὶ ἡ ἐν τῷ θνητῷ
5ἡμῶν σώματι βασιλεύουσα ἁμαρτία, καὶ πᾶν τὸ γήϊνον, καὶ ἡ περὶ τὰ γήϊνα ἐνέργεια, μετὰ τῶν ᾠκειωμένων τοῖς γηΐνοις ἀντικει‐ μένων δυνάμεων, οὐ μόνον ἀπετέθη, ἀλλὰ καὶ οἱονεὶ ἐξηφανίσθη τέλεον. Ἐὰν γὰρ τῷ
10πνεύματι τὰς πράξεις τοῦ σώματος θανατώ‐ σωμεν, ὡς πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρειν ἡμᾶς, ἐρεῖ περὶ τῆς ἐν ἡμῖν γῆς καὶ τῶν γηΐνων τὸ ἐτάκη ἡ γῆ. Καὶ ἐν τῇ συντελείᾳ δὴ ἐρχομένης τῆς κρίσεως, ὁ οὐ‐
15ρανὸς καὶ ἡ γῆ παρελεύσονται, καὶ οἱ ἐν τῇ
γῇ ἀποθανοῦνται.104 in vol. 3

74

5,6

Εἶπα τοῖς παρανομοῦσι μὴ πα‐ ρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν.
5 Πλὴν ἀλλὰ καὶ τοῖς καθ’ ὅλης τῆς οἰκου‐ μένης ἔθνεσι διὰ τῶν ἀποστόλων ἐμαρτύρατο μὴ παρανομεῖν, μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ. Παρανομοῦσι γὰρ οἱ ἀπὸ τοῦ λαοῦ, οἵτινες ἀκούοντες τῶν νόμων, οὐκ ἐ‐
10τήρουν αὐτούς.

74

.

8

Ὅτι ὁ Θεὸς κριτής ἐστι· τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. Ὃν θέλει δηλαδὴ κατὰ τὴν ἀξίαν τῶν βεβιωμένων ἑκάστῳ. Ἢ ταπεινοῖ μὲν τὸν ἐκ
5περιτομῆς λαὸν, ὑψοῖ δὲ τὸν ἀπὸ τῶν ἐθνῶν, κατὰ τὰ εἰρημένα ἐν ταῖς ἀραῖς· Ὅτι ὁ προσήλυτος ὅς ἐστιν ἐν σοὶ, ἀναμνήσεται ἐπὶ σὲ ἄνω, ἄνω· σὺ δὲ καταβήσῃ κάτω, κάτω. —Καὶ ἄλλως· τοῦτον ταπεινοῖ, τὸ
10φρόνημα τῆς σαρκὸς, καὶ τοῦτον ὑψοῖ, τὴν ψυχὴν καὶ τὸ πνεῦμα. Καὶ μέντοι αὐτὸς καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ. Καὶ ταπεινοῖ μὲν ἀσεβεῖς, ὑψοῖ δὲ τοὺς ταπεινοὺς τῇ καρ‐ δίᾳ.

74

.

9

Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴ‐ νου ἀκράτου πλῆρες κεράσματος. Κέρασμα τὸν οὐρανὸν ὀνομάζει.

74

.

10

Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρ‐ τωλῶν συνθλάσω. Κλάσματα λέγει τὴν φθοράν.

75

.

3

Καὶ ἐγεννήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Ἀλλ’ εἰ μὲν ὁ παρὰ Ἰουδαίοις τιμώμενος τόπος ἀπόρθητος καὶ ἀπολέμητος ἐπεφύλα‐
5κτο, λόγον ἂν εἶχε συγχωρεῖν Ἰουδαίοις αὐ‐ τὸν εἶναι νομίζειν τὸν ὑπὸ τῶν γραφῶν δη‐ λούμενον. Εἰ δὲ οὗτος μὲν ἐκ βάθρων ἦρται ἁλοὺς πολλάκις ὑπὸ πολεμίων, ἐν εἰρήνῃ δὲ λέγεται ὁ τόπος τοῦ Θεοῦ, οὐκ ἂν δύναιτο105 in vol. 3
10ἀληθῶς λογίζεσθαι τόπος εἶναι Θεοῦ, ὁ πολ‐ λάκις ὑπὸ πολεμίων ἁλούς· διὸ οὐδ’ εἴρηκεν ὁ προφήτης· Ἐν Σαλὴμ γέγονεν ὁ τόπος αὐ‐ τοῦ, ὡς ἂν μέν τις Ἰουδαϊκῶς νοήσῃ τὰ Ἱε‐ ροσόλυμα· ἀλλ’ ἀντὶ ταύτης, τὴν διάνοιαν τοῦ
15πράγματος παρέστησεν, ἀντὶ τοῦ Σαλὴμ εἰ‐ πὼν ἐν εἰρήνῃ. Εἰ μὲν οὖν καὶ ἐπὶ γῆς εὑρίσ‐ κοιντο ψυχαὶ ἐν εὐσταθίᾳ καὶ ἀταραξίᾳ καὶ γαλήνῃ διάγουσαι, εἰκότως ἂν λέχθειεν καὶ αὐταὶ τόπος Θεοῦ, ὡς αἱ χωρητικαὶ οὖσαι
20θείου Πνεύματος. Εἰ δὲ σπανίως εὑρίσκοιντο ἐπὶ γῆς τοιοῦτοι, ἐν δὲ τῇ κατ’ οὐράνιον χρη‐ ματίζουσι τοῦ Θεοῦ πόλεις αἱ τῶν ἁγίων ψυ‐ χαὶ, ἔνθεν ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στε‐ ναγμὸς, δῆλον ὅτι εἰρήνης ἔσται τόπος ἡ
25ἄνω Ἱερουσαλὴμ ὡς ἐλευθέρα, ὅρασις ἀλη‐ θῶς οὖσα εἰρήνης· ἀλλὰ γὰρ παντὶ τρόπῳ καὶ ἡμῖν ἀποδιωκτέον τὴν τῶν παθῶν τα‐ ραχὴν, ἵν’ εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν ἔχοντες, τόπος γινώμεθα Θεοῦ. Ἐσό‐
30μεθα δὲ καὶ κατοικητήριον αὐτοῦ, σκοπευ‐ τικοὶ τῆς ἀληθείας καὶ ἀρετῆς προθέμενοι εἶναι. Σιὼν γὰρ σκοπευτήριον ἑρμηνεύεται. Ὡς οὖν ὁ ἁμαρτωλὸς δίδωσιν τόπον τῷ δια‐ βόλῳ, οὕτως ὁ καλὸς καὶ ὁ ἀγαθὸς δίδωσι
35τόπον τῷ Θεῷ ἐν τῷ ἡγεμονικῷ αὐτοῦ, ζη‐ τοῦντι ἐνοικῆσαι ἐν ἡμῖν καὶ ἐμπεριπατῆσαι, καὶ μονὴν ποιῆσαι· καὶ ψυχὴ γενομένη σκο‐ πευτήριον καὶ χρηματιστήριον τοῦ τόπου τοῦ Θεοῦ, ἔσται κατοικητήριον τοῦ Θεοῦ.

75

.

11

Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολο‐ γήσεταί σοι. Τοῦτο τὸ ἐνθύμιον αὐτοῦ τοῦ ἀνθρώπου ἐστὶν, μὴ ἐφαπτομένης ἔξωθεν δυνάμεως
5ἀγαθῆς ἢ πονηρᾶς, λέγεται δὲ καὶ λογισ‐
μός.106 in vol. 3

76

.

1

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν Θεὸν, καὶ προσέ‐ σχε μοι. Τί δὲ τὸ πρὸς Κύριον; ὅτι ἡ τῶν πολλῶν
5φωνὴ οὐκ ἀναφέρεται πρὸς τὸν Κύριον· οὐδὲ γὰρ κατὰ Κύριον πρόεισιν αὕτη· τοῦ δὲ δικαίου οὐ μόνον ἡ κατὰ τὴν εὐχὴν φω‐ νὴ, ἀλλὰ πᾶσα φωνὴ ἱεροῦται τῷ Κυρίῳ, τῷ ἀεὶ λέγειν ἃ δεῖ, καὶ πᾶσα εἶναι κατὰ Θεόν.
10Καὶ ἡμεῖς οὖν ἐὰν μὴ ὅλῃ ἀνακειμένῃ ψυ‐ χῇ αὐτῷ εὐχώμεθα, ἀλλὰ παρὰ τὸν καιρὸν μόνον εὐχώμεθα, κεκραξόμεθα τῇ φωνῇ πρὸς τὸν Θεὸν, οὐ καθαρᾷ δὲ φωνῇ εὐχόμενοι, οὐκ ἀκουσθησόμεθα. Ἐγὼ κἂν προσέχῃ μοι ὁ
15Θεὸς, διὰ τὴν ἐν ἐμοὶ ἄνοιαν οὐκ αἰσθάνο‐ μαι ὅτι προσέσχε μοι ὁ Θεός· ὁ δὲ ἤδη διαβε‐ βηκὼς καὶ προκόπτων, οὐκ ἀναισθητεῖ τῆς τοῦ Θεοῦ προσοχῆς, ἢ τῆς ἀποστροφῆς· διὸ νῦν μὲν λέγει ὅτι προσέσχε μοι. Ἑτέρωθι δὲ
20ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις ἀπ’ ἐ‐ μοῦ; ἐάν ποτε αἴσθησθε ἀπεστραμμένου αὐ‐ τοῦ, ἢ διὰ πειρασμοῦ, ἢ ὁπωσδήποτε τοῦ Θεοῦ κτλ.

76

.

4

Ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην. Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Οὐ κομίζει ὀλιγοψυχίαν καὶ λύπην μνη‐
5μονευθεὶς ὁ Θεὸς, ἀλλὰ καὶ εὐφροσύνην ἐρ‐ γάζεται. Οὐδὲν γὰρ οὕτω παρακαλεῖ ψυχὴν, ὡς μνήμη Θεοῦ· μνήμη γὰρ Θεοῦ εὐφραίνει ψυχήν. Ὁ δὲ ἐπιλαθόμενος αὐτῆς πενθήσει πικρῶς. —Ἀδολεσχία ἐστὶν ἡ περί τι συ‐
10νεχὴς διατριβὴ καὶ ὁμιλία.

76

.

5

Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου.
Τοῦτο γνώρισμά ἐστι πολλῆς ἀγρυπνίας. μόνον Θεὸν ἀναπολήσας καὶ μνησθεὶς ἐν107 in vol. 3
5τοῖς ὀδυνήροις, εὐφράνθην.

76

.

7

Καὶ ἐμελέτησα νυκτὸς μετὰ τῆς καρδίας μου, ἠδολέσχουν καὶ ἔσκαλεν τὸ πνεῦμά μου. Τὸ ἔσκαλλον ὁ Θεοδοτίων ἐξηρεύνησεν· ὁ
5δὲ Σύμμαχος, ἐσκάλεσεν εἴρηκεν. Ταῦτά φησι· Νύκτωρ παρ’ ἐμαυτῷ λογιζόμενος, ἀ‐ νηρεύνων. Τί δέ ποτε τῶν ἡμετέρων προγό‐ νων τοσαύτην ἐποιήσατο πρόνοιαν; ἡμῶν δὲ κακοπραγούντων ὑπερορᾷ; ἐλογιζόμην
10δὲ πρὸς τούτοις καὶ ταῦτα· Ἆρα μὴ παντε‐ λῶς τὰ καθ’ ἡμᾶς ἀπηγόρευσεν καὶ ἀλλο‐ τρίους ἡμᾶς τῆς αὐτοῦ κηδεμονίας ἀπέφη‐ νεν;

76

.

11

Καὶ εἶπα· Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Δεξιάν φησι ἀντιλαμβανομένην ἁγίων καὶ σώζουσαν αὐτοὺς, καὶ καταφέρουσαν ἐχθροὺς
5καὶ ἀνατρέπουσαν αὐτοὺς ἀνθεστηκότας· ἠλλοιώμην ἐγὼ, πεφρόνηκα, λοιπὸν ὀρθῶς διάκειμαι, διότι καὶ ἀγαπᾷ Θεὸς τοὺς ἁ‐ γίους.

76

.

14

Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. Ἅγιος εἶ, φησὶ, καὶ ἐν ἁγίοις ἀναπαύῃ, καὶ ἐν τούτοις ἐνοικεῖς καὶ ἐμπεριπατεῖς.

76

.

16

Ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου. Βραχίων τοῦ Θεοῦ ὁ Χριστὸς, δι’ οὗ ἠνέρ‐ γησεν τὰ ἐν ἡμῖν ἀγαθὰ, τὰ κατὰ τὴν ἐπι‐
5θυμίαν αὐτοῦ γεγονότα.

76

.

17

Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα. Νῦν τὰ ὕδατα λογικὰς φύσεις σημαίνει.

76

18,19

Φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Φωνὴ τῆς
βροντῆς σου ἐν τῷ τροχῷ. Νεφέλας ἐν τούτοις [λέγει] τοὺς ἀποστό‐108 in vol. 3
5λους, τοὺς τὸν εὐαγγελικὸν καὶ οὐράνιον δια‐ κονοῦντες λόγον· βέλη δὲ τὰς ἐνεργείας τοῦ Πνεύματος. Ὅμοιον οὖν ὡσεὶ λέγοιεν· ἐνέρ‐ γειαι εἰς τοὺς ἁγίους μαθητὰς ἐξάκουστοι πάσῃ τῇ οἰκουμένῃ γεγόνασιν. Ἰστέον δὲ ὡς
10καὶ αὐτὸς ὁ Χριστὸς βέλος ἐκλεκτὸν ὠνό‐ μασται παρὰ τῷ Ἡσαΐᾳ. Βροντὴν, τὸν εὐαγ‐ γελικὸν λόγον, τὸν κατακτυπήσαντα τὴν ἐπούρανον, διὸ καὶ τὸν εὐαγγελιστὴν υἱὸν βροντῆς ἐπεκάλεσε. Τροχὸν δὲ τῶν ἀνθρώ‐
15πων τὸν βίον, ὡς ἐκ τοῦ Ἱεζεχιὴλ ἔστι μα‐ θεῖν. —Ἄλλος δὲ φωνὴν ἐν τῷ τροχῷ, ἡ‐ νίκα ἐνέδησε τοὺς ἄξονας τῶν αἰγυπτίων ἁρμάτων.

76

.

21

Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. Ἡ κατὰ Μωσέα φιλοσοφία τετραχῆ τέ‐ μνεται· εἰς τὸ ἱστορικὸν, καὶ τὸ κυρίως λε‐
5γόμενον νομοθετικὸν, ἅπερ ἂν εἴη τῆς ἠθι‐ κῆς πραγματείας ἴδια· τὸ τρίτον τε εἰς τὸ ἱερουργικὸν, ὅ ἐστιν ἤδη τῆς φυσικῆς θεω‐ ρίας, καὶ τέταρτον ἐπὶ πᾶσι τὸ θεολογικὸν εἶ‐ δος. Τετραχῶς δὲ ἡμῖν ἐκληπτέον καὶ τοῦ
10νόμου τὴν βουλὴν ὡς τύπον τινὰ δηλοῦσαν, ἢ ὡς σημεῖον ἐμφαίνουσαν, ἢ ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν, ἢ θεσπίζουσαν ὡς προφητείαν. Ταύτῃ δὲ μεθόδῳ Μωϋσῆς καὶ Ἀαρὼν ὁδηγοῦσι τὸν ἀπὸ κακίας ἐπ’ ἀ‐
15ρετὴν ὁδεύοντα λαόν.109 in vol. 3

77

.

1

Συνέσεως τῷ Ἀσάφ. Προσέχετε λαός μου τὸν νόμον μου, κλί‐ νατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στό‐ ματός μου.
5 Ταύτης γὰρ δεόμεθα εἰς θήραν τῆς προ‐ κειμένης διανοίας, ὥστε γνῶναι τίς ὁ λόγος, καὶ τίς ὁ λαὸς αὐτοῦ, καὶ τίς ὁ νόμος, ἕτερος ὢν παρὰ τὸν τοῦ Μωσέως. Δαυὶδ γὰρ οὐκ ἦν νομοθέτης, ἵνα λέγῃ· Προσέχετε τῷ νόμῳ
10μου, οὐδὲ ἥρμοττεν αὐτῷ λέγειν· Τὰ ῥήμα‐ τα τοῦ στόματός μου. Οὐ γὰρ οἰκεῖα, τὰ δὲ πρὸς τοῦ Πνεύματος προέφερε ῥήματα. Ὁ μὲν οὖν λέγων σωτήρ ἐστι, νόμος δὲ αὐτοῦ τὸ εὐαγγέλιον, καὶ λαὸς οἱ χριστιανοί. Τά‐
15χα δὲ εἰ μὴ Ματθαῖος εἶπεν ὅτι ἐκ προσώ‐ που τοῦ Σωτῆρός ἐστιν ὁ ψαλμὸς, οὐκ ἂν ἐτόλμησα, διὰ τό· Ὅσα ἠκούσαμεν, καὶ τὰ ἑξῆς, ἐπὶ τὸν Σωτῆρα ἀναγαγεῖν τὰ γεγραμ‐ μένα. Νῦν δὲ σώζω, καὶ ὅτι ὁ Σωτὴρ ὁ λέ‐
20γων ἐστὶ, καὶ ὅτι οὐ δι’ ὅλου τοῦ ψαλμοῦ λέγει ὁ Σωτήρ. Ταῦτα μὲν εἰς τὸ καθάραι τὸ λέγειν πρό‐ σωπον, κατὰ λέξιν δὲ ἀκούσωμεν. Προσέχετε κτλ. Νόμου ὄντος τοῦ κατὰ
25Μωσέα, εὔχεται τὸ ἐν τῷ προφήτῃ Πνεῦμα ἐν τῷ Θʹ ψαλμῷ, ὅπως ἀναστήσῃ τοῖς ἔθνεσι νομοθέτην, καὶ διαθήσεται διαθήκην καινὴν, κατὰ Ἱερεμίαν, καὶ ἀλλαχόσε λέγει· Δώσω αὐτοῖς καρδίαν ἑτέραν τοῦ φοβεῖσθαί με,
30καὶ ὁδὸν ἑτέραν. Ἦλθεν οὖν ὁ Σωτὴρ, καὶ λέγει Χριστιανοῖς, τῷ λαῷ αὐτοῦ, τῷ ἐξ ἐ‐ θνῶν· Προσέχετε, λαός μου, τῷ ἐμῷ νόμῳ, τῷ εὐαγγελικῷ, περὶ οὗ εἴρηται· Ἐκ Σιὼν ἐξελεύσεται νόμος, ἀλλὰ μὴ ὁ τοῦ Μωσέως.110 in vol. 3
35μηκέτι σαββατίζετε, μὴ πάλιν ἄζυμα ποιή‐ σητε, μηκέτι κατὰ τὰ πρῶτα καὶ παλαιὰ πορεύεσθε. Ἰδοὺ, γέγονε τὰ πάντα καινὰ, τὰ ἀρχαῖα παρῆλθον. Ὅτι δὲ λαὸς Χρι‐ στοῦ τὰ ἔθνη, Ζαχαρίας φησί· Καταφεύξον‐
40ται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαόν.

77

.

2

Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς. Καὶ ἐν τῷ εὐαγγελίῳ πρῶτον ἀπὸ τοῦ νόμου ἄρχεται ὁ Κύριος λέγων· Μακάριοι οἱ
5πτωχοὶ τῷ πνεύματι, εἶτα λέγει τὰς παρα‐ βολάς. Δεῖ δὲ καὶ ἡμᾶς πρῶτον τῷ νόμῳ ἐπιμελῶς ἐμμελετῆσαι, καὶ μετὰ τὴν κατόρ‐ θωσιν τῶν ἐθῶν ἐλθεῖν ἐπὶ τὴν θεολογίαν, ἤτοι τὰ τοῦ στόματος ῥήματα· οὐκ αἰσθη‐
10τῶς δὲ πάρεστι Χριστὸς, τὸ ῥῆμα λαλῶν, ἵνα κλίναντες τοῦτο τὸ οὖς πληρώσωμεν τὴν ἐντολὴν, ἀλλ’ ἔστιν ἄλλο τι ἐν ἡμῖν οὖς, περὶ οὗ λέγει ὁ Σωτήρ· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.
15 Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς τῶν πραγ‐ μάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λεγομένων· ἢ λόγος ἀπό τινος οὐ κύριον
20μὲν ἐμφορῶν τῷ κυρίῳ, ἐπὶ δὲ τὸ ἀληθὲς καὶ κύριον ἄγων τὸν συνιέντα· ἢ λέξις δι’ ἑ‐ τέρων τὰ κυρίως δηλούμενα μετ’ ἐνεργείας παριστάνουσα.

77

3-6

Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐ‐ τὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γε‐ νεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις
5Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησε. Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νόμον ἔθετο ἐν Ἰσραὴλ, ὃν ἐτείλατο τοῖς πατράσιν ἡμῶν, γνωρίσαι αὐτὸν τοῖς υἱοῖς αὐτῶν, ὅπως ἂν111 in vol. 3
10γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται, καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν, ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔρ‐ γων τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζη‐
15τήτωσιν, ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐ‐ τῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα· γενεὰ ἥτις οὐ κατηύθυνε ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς.
20 Τὸ ἑξῆς οἱ πατέρες ἡμῶν διηγήσαντο ἡ‐ μῖν, ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυ‐ ρίου. Τὰ μὲν οὖν πρῶτα ἐξ ἑνὸς ἐλέγετο προσώπου τοῦ Χριστοῦ, τὰ δὲ προκείμενα λέλεκται μὲν ἐκ τοῦ αὐτοῦ· συμπαραλαμ‐
25βάνει δὲ καὶ ἕτερα πρόσωπα, ὑποκαταβὰς τῆς αὐτοῦ θεότητος, καὶ ἀνθρωπίνως φθεγ‐ γόμενος. Οἱ δὲ συμπαραλαμβανόμενοι εἰσὶν οἱ κατὰ σάρκα ὁμογενεῖς αὐτοῦ μαθηταί. Διὸ πληθυντικῶς διεξέρχεται τὰ μετὰ χεῖ‐
30ρας. Ὅτε μὲν γὰρ οἰκεῖον νόμον αὐτοῖς προ‐ ϋβάλετο, σὺν αὐθεντίᾳ βασιλικῇ ἐξ ἑνὸς προ‐ σώπου προεφέρετο τὴν ἐπαγγελίαν. Νῦν δὲ ὅτε τῶν παλαιῶν ἀναγνωσμάτων ἐπιτέμνει τὴν διήγησιν, κοινοποιεῖ τὸν λόγον, καὶ
35ἠκούσαμεν, εἶπε, διὰ τὸ πρόσλημμα, καὶ ἔγνωμεν, ἀντὶ τοῦ ἐβεβαιώθημεν περὶ αὐτῶν, καὶ ἐπληροφορήθημεν, τῶν πατέρων ἡμῖν διηγησαμένων, Μωσέως, φημὶ, καὶ τῶν προ‐ φητῶν. Τούτων γὰρ υἱὸς ὁ Χριστὸς διὰ τῆς
40μητρός. Τάχα δὲ καὶ οἱ μαθηταὶ ἀποκρίνοντες καί φασιν· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν, καὶ τὰ ἑξῆς. Οὐ πάντων δέ ἐστιν τὸ ἀκού‐ ειν καὶ τὸ γινώσκειν, ἢ μόνον τῶν συνιέντων
45τοὺς λόγους· ἀλλ’ οὐδὲ πᾶσιν οἱ φύσει πα‐ τέρες διηγήσαντο, ἀλλά τισι, καὶ οἱ κατ’ ἐπισ‐ τήμην καὶ θέσει. Ἡμεῖς γοῦν οἱ ἐξ ἐθνῶν τῷ θείῳ Λόγῳ προσελθόντες, οὐκ ἔχομεν
διδασκάλους ἐπιγράψασθαι τῶν μαθημάτων112 in vol. 3

77

3-6

(50)

τοὺς κατὰ σάρκα πατέρας. Εἰ δὲ βούλει, ταῦτα οἱ Χριστοῦ νοῦν ἔχοντες συνῆκαν πνευματικῶς· οὐ γὰρ ἐκρύβη ἀπ’ αὐτῶν τῶν πατέρων κατ’ ἐπιστήμην διηγησαμένων αὐ‐ τοῖς. Καὶ αὐτοὶ δὲ οὗτοι τοῖς τέκνοις ἑαυτῶν
55γεννηθεῖσιν ὑπ’ αὐτῶν διὰ παιδεύσεως ἐφα‐ νέρωσαν τὰ ἀπ’ ἀρχῆς προβλήματα, ὅπως καὶ εἰς τὴν ἑξῆς αὐτῶν γενεὰν γνωστὰ, καὶ μὴ κεκρυμμένα τυγχάνῃ. Ὅσα οὖν, φησὶ, παρὰ τῶν πατέρων δεδιδάγμεθα ἀκούσαν‐
60τες, πάντα ταῦτα διὰ τῶν ἔργων καὶ τῆς αὐ‐ τοῦ Χριστοῦ παρουσίας ἐγνώκαμεν, οὐχ ἑτέ‐ ρᾳ δὲ γενεᾷ, ἀλλὰ τοῖς τέκνοις αὐτῶν πέ‐ πρακται τὰ παρὰ τοῦ Σωτῆρος μεγαλουρ‐ γήματα. Διὸ οὐκ ἐπαύσαντο αὐτοῖς ἐπαγ‐
65γέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου, καὶ τὰς δυναστείας αὐτοῦ, τουτέστι τὰ θαυμαστὰ καὶ αἰνετὰ, καὶ θείας δυνάμεως δηλωτικὰ ἔργα αὐτοῦ. Κατὰ δὲ τὸ πρόχειρον· Ἄνωθεν, φησὶ,
70καὶ ἐξ ἀρχῆς οἱ τῶν θαυμάτων αὐτόπται τοὺς προσεχῶς οἰκείους παίδας, ταῦτα ἐδί‐ δαξαν, κἀκεῖνοι τοῖς ἐκγόνοις παρέπεμψαν, οὐ κρύψαντες ἃ ἔμαθον πρὸς τὴν ἑτέραν μετὰ αὐτοὺς γενεὰν καὶ ἑξῆς. Τοῦτο δὲ ἐποίουν,
75τῷ θείῳ νόμῳ πειθόμενοι, τῷ λέγοντι· Διδά‐ ξεις αὐτὰ τοὺς υἱούς σου καὶ τοὺς τῶν υἱῶν σου. Διὸ ἐπάγει· Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἐπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου, καὶ τὰς δυναστείας αὐτοῦ,
80καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησε, καὶ ἀ‐ νέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νόμον ἔ‐ θετο ἐν Ἰσραὴλ, ὃν ἐνετείλατο τοῖς πατρά‐ σιν ἡμῶν, γνωρίσαι αὐτὸν τοῖς υἱοῖς αὐτῶν, ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησό‐
85μενοι, καὶ ἀναστήσονται, καὶ ἐπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν. Διεμαρτύρετο, φησὶ, καὶ νόμον διέθετο τῷ. προτέρῳ λαῷ ἐντειλάμενον αὐτοῖς γνωρίσαι αὐτὸν τοῖς ἀπογόνοις, ὡς ἂν μηδεμίαν λάθῃ
90γενεάν. Τὰ δὲ συμπέρασμα τοῦ νόμου, καὶ ὁ σκοπὸς οὗτος ἦν, ἵνα μαθόντες τὰ γεγο‐ νότα, βεβαίαν κτήσαιντο τὴν εἰς αὐτὸν ἐλ‐
πίδα, καὶ τοῖς ὑπ’ αὐτοῦ τεθεῖσι νόμοις ἀκο‐ λουθήσωσι· καὶ ἵνα μὴ γένωνται ὡς οἱ πα‐113 in vol. 3
95τέρες· ἠθέτουν γὰρ ἀεὶ, καὶ οὐκ ἐβιβαιοῦτο ἡ καρδία αὐτῶν πρὸς αὐτόν. Τοῦτο γὰρ τὸ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Πνεῦμα δὲ νῦν τὴν προαίρεσιν, τὴν τῆς γνώ‐ μης διαθέσιν λέγει. Σκολιὸν δὲ καλεῖ, οὐχ

77

3-6

(100)

ὅτι ἐκ φύσεως ἦν φαύλη, ἀλλ’ ὅτι ἕκουσα οὐ κατηύθυνε τὴν καρδίαν ἑαυτῆς, οὐδ’ εἶχεν ὀρθὴν πίστιν πρὸς τὰς θείας ἐπαγγελίας, ἀλλ’ ἐδίσταζε, καὶ παρεπίκραινε διὰ τοῦτο γογγύζειν ἐν τοῖς δυσχερέσι. Καὶ ταῦτα μὲν
105ὁ Δαυὶδ παρεγγυᾷ τοῖς περὶ αὐτόν. Σὺ δὲ καὶ οὕτως ἐπιβαλεῖς· Μαρτύριόν φησι τοῦ μαρτυρίου, ἐν ᾗ καὶ πλάκες, παιδαγωγῶν αὐτοὺς εἰς τὸ γνῶναι διὰ τοῦ νόμου τὸν κα‐ τὰ καιρὸν ἐπιδημοῦντα Σωτῆρα τῷ γένει,
110ὅπως οἱ τεχθησόμενοι υἱοὶ, τουτέστιν οἱ μακάριοι μαθηταὶ τὰ θαυμάσια ἃ κατώρ‐ θωσεν ὁ Χριστὸς, ἀπαγγελοῦσι τοῖς προσελ‐ θοῦσι τῇ πίστει, καὶ ταῦτα αὐτοῖς διηγήσον‐ ται, δι’ ὧν δυνήσονται μόνον ἐλπίδα τὸν
115Θεὸν ἐπιγράψασθαι, τὴν τῶν πατέρων κα‐ κοδαιμονίαν μὴ μιμησάμενοι. Ὁ γὰρ πρό‐ τερον λαὸς οὐκ ἐτήρησε τὴν συνθήκην, τὴν πρὸς τὸν Θεὸν, οὗ τοὺς ψόγους μανθάνω‐ μεν, ἵνα μὴ γινώμεθα ὡς ἐκεῖνος, ὁ δὲ λαὸς
120ὁ τεχθησόμενος, ὁ ἐξ ἐθνῶν πιστεύσας, συν‐ ταφεὶς Χριστῷ διὰ τοῦ βαπτίσματος, καὶ συνανέστη αὐτῷ· διὸ εἴρηται· Ἀναστήσον‐ ται υἱοὶ τεχθησόμενοι.

77

10-12

Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐθέ‐ λον πορεύεσθαι. Καὶ ἐπελάθοντο τῶν εὐερ‐ γεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ,
5ὧν ἔδειξεν αὐτοῖς ἐναντίον τῶν πατέρων αὐ‐ τῶν, ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτου, ἐν πεδίῳ Τάνεως. Καίτοι πολλὰ εὐηργετουμένα πάντα ἀπὸ τῆς μνήμης ἀπεῤῥίπτησαν· καὶ τούτου ἀπό‐
10δειξις τὸ παραδοῦναι αὐτὸν Πιλάτῳ. Εὐερ‐ γετούμενοι ὑπὸ τοῦ κτίστου, ἐπιλανθάνονται
οἱ αἱρετικοὶ, καὶ οὐκ ἐνορῶσιν τοῖς ἐν τῇ κτίσει θαυμασίοις. Οἱ ἀρνούμενοι τὰ πα‐ λαιὰ οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ,114 in vol. 3
15ἀλλὰ καὶ οἱ διακόπτοντες τὴν θεότητα, ἐν τῷ τοῦ κτίσαντος πνευματικῷ νόμῳ οὐκ ἐβουλήθησαν πορεύεσθαι. —Τάνις λέγεται ἐντολὴ ἀπὸ κρίσεως, ἢ ἐντολὴ ταπεινή· περὶ Τάνιν γέγονεν τὰ θαύματα.

77

.

13

Ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν. Ἀντὶ τοῦ ἐν ἀσκῷ.

77

.

14

Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Καὶ ἡμέρᾳ παρεῖχε νεφέλην σκιάζουσαν
5καὶ τὸ λυπηρὸν τῆς ἀκτῖνος ἀποκρουομένην· νύκτωρ δὲ πρὸς χρείαν παρεῖχε φωτίζουσαν.

77

.

16

Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας. Ἡ δὲ πέτρα, φησὶν, τίς ἢ ὁ Χριστός;

77

.

17

Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτά‐ νειν αὐτῷ. Οὐχ ἑαυτοῖς φησιν, αὐτῷ γὰρ Θεῷ ἡμάρ‐ τανον διὰ τῆς πρὸς αὐτὸν ἀντιλογίας.

77

.

18

Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν. Ὅρα δὲ τὴν τοῦ Θεοῦ οἰκονομίαν· ὁρῶν
5λαὸν ἐπιθυμητὸν, καὶ καθάραι αὐτὸν ἀπὸ τῆς ἐπιθυμίας βουλόμενος, ἑώρα ὅτι λόγῳ διδασκαλικῷ οὐ καθαίρεται, ἀλλ’ αὐτῇ τῇ ἐπιθυμίᾳ γινομένῃ προσκορεῖ. Πάντων γὰρ κόρος ἐστὶν, οὐχ ὕπνου μόνον, ἀλλὰ καὶ
10βρωμάτων, διὸ ἔπεμψεν αὐτοῖς ὀρτυγομή‐ τραν ἐπὶ τριάκοντα ἡμέρας. Οἱ δὲ τῇ ἀ‐ πληστίᾳ χρησάμενοι, χολερικῷ πάθει διεφ‐ θείροντο. Δὶς δὲ εὑρίσκω τὸν λαὸν φάγοντα ὀρτυγομήτραν, ἅπαξ μὲν ἡνίκα εὐθέως ἐξῆλ‐
15θεν ἐκ γῆς Αἰγύπτου, τὸ δὲ δεύτερον, ὡς ἐν τοῖς Ἀριθμοῖς ἀναγέγραπται, ἡνίκα κακῶς εἶπεν τὸν ἄρτον τοῦ Θεοῦ, καὶ διάκενον αὐτὸν ὠνόμασεν, ὅτε καὶ ὀργὴ ἀνέβη ἐπ’ αὐτοὺς,
τάχα ὡς κάτω που οὖσα πρὶν ἢ ἁμάρτωσιν.115 in vol. 3

77

19-25

Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατε‐
5κλύσθησαν, μὴ καὶ ἄρτον δυνήσεται δοῦναι; ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; δια‐ τοῦτο ἤκουσε Κύριος, καὶ ἀνεβάλετο, καὶ πῦρ ἀνήφθη ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραὴλ, ὅτε οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ,
10οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ ἔβρεξεν αὐτοῖς μάννα φάγειν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισ‐
15μὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. Λυπεῖ δὲ οὐδὲν καὶ κατὰ ἀναγωγὴν τὰς ἱστορίας ταύτας θεωρῆσαι. Ῥύεται τοίνυν ὁ Θεὸς καὶ ἡμᾶς ἀεὶ ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, τῆς κατὰ τὴν ἁμαρ‐
20τίαν, ἵνα εἰσαγάγῃ διὰ πολλῶν γυμνασίων, διὰ πολλῶν θαυμασίων, δι’ ἄρτου ἐπουρανίου, δι’ ὕδατος ἀπὸ τῆς πέτρας (ἡ πέτρα δὲ ὁ Χριστὸς), ἐπὶ τὴν ἁγίαν ἐπαγγελίαν. Μέγα οὖν ἐμοὶ, ἐὰν νοήσας τὴν θάλασσαν τοῦ
25βίου καὶ τὰ κύματα τὰ ἐν τῷ βίῳ, καὶ τὸ
πικρὸν καὶ ἁλμυρὸν τῶν βιωτικῶν πραγμά‐ των κλυδώνιον, δυνηθῶ, εὐεργεθεὶς ὑπὸ τοῦ Θεοῦ, ἰδεῖν καταποντισθέντας τοὺς νοεροὺς Αἰγυπτίους καὶ τὸν νοητὸν Φαραώ. Αὐτὸς116 in vol. 3
30δὲ ὢν ἐν τῷ φωτὶ τῆς ἡμέρας, σκεποίμην ὑπὸ νεφέλης τῆς κούφης καὶ ὑπὸ φωτισ‐ μοῦ πυρὸς, ἐάν ποτέ με σκοτεινὰ καὶ δύ‐ σκολα καταλάβῃ, καὶ ὁ κόσμος μὲν ἐσκότω‐ ται, καὶ πάντα ἀγνοίας πεπλήρωται.
35 Ἐὰν ἐν τῇ ἐρήμῳ τοῦ βίου, ἔνθα πολλὴ ἐπικρατεῖ ἄνοια τῶν πραγμάτων, διελὼν τὸν στεῤῥότατον αὐτοῦ λόγον, πέτραν ὀνομαζό‐ μενον, ἀφθόνως καὶ εἰς κόρον ποτίσῃ με, ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ
40τοὺς ἐκ τῆς πνευματικῆς κοιλίας ποταμούς· ἐγὼ δὲ παραπικραίνω τὸν Ὕψιστον ἐν ἀ‐ νύδρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν πάλιν ἁ‐ μαρτάνω, ἐπιλανθανόμενος τῶν λόγων τῶν τρεψάντων με, καὶ τοῦ ὕδατος τοῦ ἀπὸ τῆς
45πέτρας, ἥτις ἐστὶν ὁ Χριστός. Πέτρᾳ δὲ ἀ‐ πεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄθραυστον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπέρτατος φύσις. Οὗ καὶ κατε‐ λάλησαν ὡς ἐν προσώπῳ Μωσέως ἡ συνα‐

77

19-25

(50)

γωγὴ, κατηγοροῦντες ἐπὶ Πιλάτῳ, καὶ τό· Αἶρε, σταύρωσον, ἀνακεκράγασιν. Εἶτα δὲ δυσὶ λελυπήκασι πληγαῖς, ὡς τὴν πέτραν Μωϋσῆς δὶς ἐπάταξεν. Ἀπεκτείνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, εἶθ’ ὅτι μεμένηκεν ἐν νε‐
55κροῖς, ἀναπείθειν ἔθελον. Ἀλλ’ ἐκδέδωκεν ἡ πέτρα πλουσίως τὸ νᾶμα, καὶ πεπότικε πᾶσαν τὴν συναγωγήν. Ἐπέκλυσε γὰρ τὴν οἰκουμένην Χριστὸς ἱεροῖς τε καὶ θείοις νά‐ μασιν. Ὁ πηγάζων τὸ θεῖον νᾶμα τοῖς δι‐
60ψῶσι, καὶ προχέων τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς, τοῦ σιδήρου τὴν φλέβα ταύτην ἀναστομί‐ σαντος, καὶ τὸ πικρὸν τῆς Μεῤῥᾶς, τοῦ κο‐ λαστοῦ νόμου, μετέβαλεν εἰς γλυκύτητα τῇ παραδοχῇ τοῦ ξύλου τοῦ σταυροῦ καὶ τοῦ
65ἐπ’ αὐτῷ μυστηρίου· τὸ γὰρ γράμμα καὶ ὁ νό‐ μος ἀποκτείνει, τὸ δὲ πνεῦμα καὶ ἡ ἐν πνεύ‐ ματι λατρεία ἡ εὐαγγελικὴ ζωοποιεῖ. Πάλαι μὲν [ἄρτον] ἔδωκεν ὁ Θεὸς τῷ λαῷ αὐτοῦ ἀκοπιάστως πρὸς πᾶσαν ἡδονὴν
70ἰσχύοντα· πρὸς ὃ γάρ τις ἐβούλετο, μετεκρί‐ νατο. Τοιαύτη δὲ καὶ ἡ τοῦ τρέφοντος τὴν ψυχὴν λόγου φύσις, πρὸς τὴν δύναμιν τοῦ τρεφομένου μεταβάλλουσα· Ἐὰν νήπιον τρέφῃ ὁ λόγος, γάλα γίνεται· ἐὰν ψυχὴν117 in vol. 3
75ἀσθενοῦσαν, λάχανον· ἐὰν τέλειον, στερεὰ τροφή. Οὐ καθεζομένοις δὲ ἡμῖν ἔρχεται τὸ μάννα, ἀλλ’ ἐρχομένοις ἔξω τῆς παρεμ‐ βολῆς, λέγω δὴ τοῦ σώματος, ἐν ᾧ ἀνεῖρκ‐ ται ἡ ψυχή. Δεῖ γὰρ τὴν ψυχὴν μηκέτι εἶναι
80ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι. Οὐδεὶς δὲ φορῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ δύναται ἄρτον οὐρα‐ νοῦ φαγεῖν· διότι ψυχικὸς ἄνθρωπος οὐ δέ‐ χεται τὰ τοῦ πνεύματος. Περὶ ἧς τροφῆς καὶ σὺ ἐδιδάχθης εὔχεσθαι. Ἐὰν νοῇς τὸν ἐπιού‐
85σιον ἄρτον, τὸν μὴ ἐκχωροῦντα, τὸν μὴ ὑπο‐ κρινόμενον, τὸν ἀναδιδόμενον εἰς τὴν οὐσίαν τῆς ψυχῆς, ὅταν διαλαμβάνω περὶ Θεοῦ, περὶ τῆς θεότητος αὐτοῦ, περὶ τῆς ἐν ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, ἄρτον
90ἀγγέλων ἐσθίω, τὸ μάννα, ὅπερ εὑρὼν καὶ θαυμάσας θαυμαστικῶς ἐρεῖς· Μάν; τί ἐστι τοῦτο; καὶ γενήσεται τοῦτο τὸ φθέγμα τῷ ἄρτῳ ὄνομα. Εὔξασθε, ἵνα ἡμῖν ὁ Θεὸς ἐπισι‐ τισμὸν ἀποστείλῃ εἰς πλησμονὴν, οὐχ ὥστε
95γεύεσθαι μόνον, ἀλλὰ καὶ πληρωθῆναι τῶν λόγων τῆς ζωῆς, καὶ ἰσχυροποιηθῆναι ἐν αὐτοῖς. Πλὴν ἡ προηγουμένη τροφὴ αὐτή ἐστιν. Ἐσθίοντες δέ ποτε τὸ μάννα Ἑβραῖοι,

77

19-25

(100)

ἔλεγον· Οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλ‐ μοὶ ἡμῶν· ἐμνήσθημεν γὰρ ὅταν ἐκαθέσθη‐ μεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν ἐν Αἰγύπτῳ. Καὶ ἡμεῖς ταλανίζομεν ἐκείνους, ὡς τότε ἡμαρτηκότας, οὐχ ὁρῶντες ὅτι καὶ ἐν ἡμῖν
105ταῦτα τὰ ἁμαρτήματα γίνεται· ἀντὶ γὰρ τῆς πνευματικῆς τροφῆς τὰ πράσα, τὰ δυσώδη, καὶ τὰ κρόμυα, τὰ βλάπτοντα τοὺς ὀφθαλ‐ μοὺς τῆς ψυχῆς, καὶ τὰ πληροῦντα δυσώδη ἁμαρτήματα, σκόροδα ἐπιθυμοῦμεν φαγεῖν,
110καὶ ἐμφορηθῆναι ἡδονῶν δυσοδμίας. Καὶ τὴν ἔκλυτον τοῦ κόσμου καὶ τῶν σωματικῶν φύ‐ σιν ποθοῦντες, πεπόνων ἐπιθυμοῦμεν, καὶ τὸ
ἀναδιδόμενον εἰς τὴν τῆς ψυχῆς οὐσίαν ἀνε‐ λόντες, σικύων θέλομεν μεταλαμβάνειν. Καὶ118 in vol. 3
115ἐπειδὴ οὐ θέλομεν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐ‐ ρανοῦ, οὗ προφῆται κήρυκες καὶ διάκονοι, νεφέλαι καλούμενοι, διὰ τὸ ὑψοῦ φέρεσθαι αὐτῶν τὸν νοῦν, καὶ διὰ τὸ ἐν τάξει νεφελῶν τοῖς νοητοῖς ὑετοῖς κατάρδειν ἑτέρους, ἐξα‐
120ποστελεῖ ἡμῖν ὁ Θεὸς κρέας ὡσεὶ χοῦν, ἕως ἐξέλθῃ ἐκ τῶν μυκτηρίων ἡμῶν, καὶ ἕως πληρώσῃ ἡμᾶς νόσοις καὶ μαλακίαις, ὡς τὴν δυσώδη καὶ πολύδακρυν ἁμαρτίαν ἐπιζη‐ τοῦντας. Οἱ γὰρ τῶν κοσμικῶν πραγμάτων
125ἀπολαύοντες νοσοῦσι τὴν ψυχὴν διὰ ταῦτα, καὶ ἐν χολέρᾳ καὶ νόσῳ εἰσὶ καὶ πᾶσι κα‐ κοῖς διὰ τὴν διψυχίαν αὐτῶν. Ἀλλ’ ἡμᾶς γένοιτο νηστεύειν νηστείαν δεκτὴν, τὸ φρόνημα τῆς σαρκὸς μὴ τρέφον‐
130τας, μηδὲ γενοίμεθα ἐν ἀνύδρῳ στερήσει τῶν πνευματικῶν ὑδάτων, διὰ τὸ μηδὲν δρᾶν τῶν γλυκαινόντων τὴν τοῦ Ὑψίστου χρησ‐ τότητα· (γλυκαίνει δὲ αὐτὴν τὰ κατ’ ἀρετὴν καὶ σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα),
135μηδὲ ἐκπειράσαι μὲν αὐτὸν ἐν ταῖς καρδίαις ἡμῶν, ἤγουν οὐκ ἐξ ἐπιπολῆς, ἀλλ’ ἐκ βά‐ θους τοῦ ἡγεμονικοῦ ἀμφιβάλλοντες περὶ τῆς θείας δυνάμεως· μηδ’ αἰτήσαιμεν βρώ‐ ματα ταῖς ψυχαῖς ἡμῶν, οὐ ταῖς κατ’ εἰκόνα
140λέγω, αἳ τρέφονται ἐκ τῶν τῆς ζωῆς ἄρτων, ἀλλὰ ταῖς εἰς σάρκα μεταβαλλούσαις, διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι. ὀρεγομέναις οὐκ ὀφελίμων καὶ ὑγιῶν τροφῶν, ἀλλ’ ἡ‐ δειῶν καὶ νοσοποιῶν. Ἀλλ’ ἑτοιμασθείη ἡμῖν
145τράπεζα, ἐφ’ ἣν ἡ σοφία τὰ ἑαυτῆς θύμα‐ τα ἐπιτιθήσει, καὶ τὸν ἑαυτῆς οἶνον εἰς κρα‐ τῆρα κιρνᾷ. Μηδὲ ὀργὴ ἐφ’ ἡμᾶς ἀναβαίη, τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος, τὸ ἀπατηλὸν, τὸ δίκην προδρόμου ἢ κατασκόπου ἐκ τοῦ

77

19-25

(150)

σκότους, ἐν ᾧ ἐπέκρυπτο, εἰς τὴν ψυχὴν ἀνιὸν διὰ τῆς ἐνθυμήσεως· μηδὲ ὡς πῦρ ἐξαφθείη ἐκ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ· ἀλλ’ οὐρανοῦ θυρίδες ἡμῖν ἀνοί‐ γειεν, αἱ τῶν νοητῶν καὶ πνευματικῶν ἐξα‐
155πλώσεις. Ἢ ἀρεταὶ πύλαι οὖσαι οὐρανοῦ,
ὡς αἱ κακίαι ᾅδου καὶ θανάτου, αἵτινες οὐ κατισχύουσι τῶν κατὰ Πέτρον ἀνελθόντων ἐπὶ πύλας τῆς θυγατρὸς Σιών. Καὶ ὁ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἄνθρωπος, ὁ κατ’ εἰκό‐119 in vol. 3
160να Θεοῦ, ὁμοέστιος καὶ ἀγγέλοις γένοιτο, τοῦ ἀληθινοῦ μάννα μεταλαμβάνων, καὶ ἀπ’ οὐρα‐ νοῦ ἐσθίων τροφὴν, ἀλλ’ οὐκ ἀπὸ τῆς ἐπι‐ καταράτου γῆς, ἣν ὁ ἁμαρτάνων ἐν λύπαις ἐσθίει. Οἱ τούτων ἀκούοντες πτερούσθωσαν,
165ἐπαιρέσθωσαν, μηκέτι ἔστωσαν ἐν σαρκὶ, γενέσθωσαν ἐν πνεύματι· οἱ γὰρ ἐν σαρκὶ ὄν‐ τες, Θεῷ ἀρέσαι οὐ δύνανται. Ἀλλ’ ἐπὶ τὴν ἱστορίαν ἰτέον. Τράπεζαν ἐν ἐρήμῳ. Ἔρημον οὖσαν τὸ
170πρότερον τὴν ψυχὴν Ματθαίου τοῦ τελώ‐ νου ὁ Σωτὴρ ἡμῶν πεποίηκε τράπεζαν τρέ‐ φουσαν διὰ τοῦ εὐαγγελίου τὰς ψυχὰς τῶν ἀνθρώπων. Ἔρημος ἦν καὶ ἡ τοῦ Σαύλου διώκτου ψυχὴ, ἣν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν
175πεποίηκε τράπεζαν τρέφουσαν.

77

.

27

Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς ὡσεὶ χοῦν σάρκας, καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Τὴν ὀρτυγομήτραν σάρκα ὠνόμασε. Ἐπα‐
5γάγεται αὐτοῖς πλῆθος, οὕτως ἦν πολυπλη‐ θής.

77

29,30

Καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυ‐ μίας αὐτῶν. Τὸ ἀποτέλεσμα τῆς ἐπιθυμίας ἐπιθυμίαν
5ὠνόμασεν, ὃ προκυρῶσαι εἴποι τις τὸ ἐπι‐ θυμητόν· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον, τό· Ἡ ἐλπὶς οὐ καταισ‐ χύνει. Ἐνταῦθα γὰρ τὸ πέρας τῆς ἐλπίδος, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ· αὐτὴν γὰρ
10ἐλπίδα ὠνόμασε.

77

31,32

Καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ
συνεπόδισεν· ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι. Συμποδίζεται ὁ θεωρητικὸς μὴ ἐπιβάλ‐ λων ὡς δεῖ τῇ θεωρίᾳ τῶν γεγονότων. —120 in vol. 3
5Ἐκλεκτοὺς [λέγει] οὐ τοὺς ἐν ἀρεταῖς λογά‐ δας, ἀλλὰ τοὺς ἐν κακίᾳ· εἰσὶ γὰρ, εἰσὶ τι‐ νὲς καὶ ἐν πονηρίᾳ ἐξαίρετοι. —Ἐκλεκτι‐ κὸς ὢν καὶ κατηγορητικὸς τῆς Ἰουδαίων μοχθηρίας ὁ λόγος, καταρίθμησιν ποιεῖται
10τῶν πεπλημμελημένων αὐτοῖς, παριστῶν ὅτι μὴ μάτην αὐτοῖς τὰ ἐκ θείας ἐπῆλθεν ὀργῆς.

77

32,33

Καὶ οὐκ ἐπίστευσαν τοῖς θαυ‐ μασίοις αὐτοῦ. Καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.
5 Τῶν οὐχ ὡς δέον τοῖς καιροῖς χρωμένων αἱ ἡμέραι ἐν ματαιότητι ἐκλείπουσιν. —Ἁ‐ μαρτάνοντάς φησι τοὺς μὴ τῶν ὀφείλειν δυ‐ ναμένων μηδεμίαν ποιουμένους πρόνοιαν. Τοῖς δὲ ματαίοις προστετηκότες ἐπιτηδεύ‐
10μασι, καὶ μετὰ πάσης ταῦτα μετιόντες σπου‐ δῆς, τὸν βίον ὑπεξῆλθον ἐν ματαιότητι, τὰς ἡμέρας καταναλίσκοντες, καὶ τὰ ἔτη πα‐ ρατρέχοντες.

77

.

34

Ὅταν ἀπέκτεινεν αὐτοὺς, ἐζήτουν αὐτόν· καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. [Παρελθούσης] ἐπιθυμίας τῆς ἀπάτης, τό‐
5τε ὁ νέος ἐκζητεῖ, ὁ ἀνακαινόμενος κατὰ εἰκόνα τοῦ κτίσαντος. —[Ἀποκτείνει], ὅταν τὸν παλαιὸν ἄνθρωπον ὁ Θεὸς ἀποκτείνῃ, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. —Καὶ ἀποκτείνει ὁ Θεὸς, ἵνα ζητήσαντας
10ζωοποιήσῃ, καὶ ὅπως ἐπιστρέψαντες ὀρθρί‐ σωσι πρὸς αὐτόν.

77

.

35

Καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστι. Καὶ ὁ Θεὸς ὁ ὕψιστος λέγεται, ὅσον οὕ‐ τως· Ὁ ὕψιστος ὑπερεμάχησεν αὐτοῖς.

77

.

36

Καὶ ἠγάπησεν αὐτὸν ἐν τῷ στό‐ ματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαν‐
το αὐτῷ. Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ121 in vol. 3
5καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ.

77

.

37

Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεία μετ’ αὐτοῦ. Μετὰ Θεοῦ οὖσα ἡ καρδία, εὐθεία ἐστιν. εὐθὺς γάρ ἐστι Κύριος ὁ Θεὸς ἡμῶν.

77

.

38

Αὐτὸς δέ ἐστιν οἰκτίρμων, καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ δια‐ φθερεῖ, καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν
5ὀργὴν αὐτοῦ. Ἀλλ’ ὅμως αὐτὸς τῇ οἰκείᾳ χρώμενος ἀ‐ γαθότητι, οὐκ ἠνέσχετο αὐτοὺς παντελεῖ πα‐ ραδοῦναι φθορᾷ. —Τοῖς ἔργοις δὲ μᾶλλον ἢ τοῖς λόγοις φαίνεται ὅτι ἐστὶν ὁ Θεὸς οἰκ‐
10τίρμων· οὐδέποτε γὰρ κρατίστῃ τῇ ὀργῇ κατὰ τῶν ἀνθρώπων ἐχρήσατο, οἷον [ὅτε] κατακλυσμὸν ἐβουλεύσατο ποιῆσαι, πεντακο‐ σιοστῷ ἔτει ἤρξατο κηρύσσειν ὅτι ἔσται ὁ κατακλυσμὸς, καὶ ἐποίησε τῷ Νῶε κατα‐
15σκευάζειν τὴν κιβωτὸν ἔτεσιν ἑκατόν. Τί οὖν ἀλλὰ βούλεται διὰ τῶν ἑκατὸν ἐτῶν τῆς κα‐ τασκευῆς τῆς κιβωτοῦ ἢ ἐπιστρέψαι τοὺς ἀνθρώπους, ἵνα μὴ χρεία γίνηται τῆς κιβω‐ τοῦ; Πάλιν φειδόμενος τῶν Αἰγυπτίων, ἄκ‐
20ρισι καὶ μυΐαις καὶ σκνιψὶν ἐκόλαζεν· ὅτε δὲ ἐπέμειναν τῇ ἁμαρτίᾳ, τὸν θάνατον τῶν πρωτοτόκων τὴν τελευταίαν ἐπήγαγε μάσ‐ τιγα. Ἔτι λιμὸν ἔκρινε τοῖς Αἰγυπτίοις ποιῆ‐ σαι. Ποίησον, ὦ Θεὲ, τὸν λιμόν. Ἀξιοῖ γὰρ
25Αἰγυπτίους λιμῷ διαφθαρῆναι. Ἀλλ’ οὐ βούλομαι, φησὶν, αὐτοὺς παντελῶς κολάσαι. Τί οὖν ποιῶ; οἰκονομῶ τὸν Ἰωσὴφ καταβῆ‐ ναι ἀπὸ τῆς ἁγίας γῆς, καὶ συγχρῶμαι τῇ ἁμαρτίᾳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ προφάσει
30ὀνείρων ποιῶ αὐτὸν ἐν τῇ φυλακῇ γνωσθῆ‐ ναι. Οἰκονομῶ κρῖναι τὰ ὀνείρατα, πιστευ‐ θῆναι τὸν σῖτον συναγαγεῖν, ἵνα μὴ παντε‐ λῶς Αἴγυπτος λιμῷ διαφθαρῇ. Καὶ ὑπὲρ ἡμῶν δὲ ἐξ οὐρανῶν ἔπεμψε τὸν ἅγιον αὐτοῦ
35παῖδα, ὑπὲρ ἁμαρτωλῶν, ὑπὲρ κόσμου ἀπο‐ θανούμενον. Καὶ μετὰ ταῦτα δὲ πάντα πάλιν ἁμαρτάνομεν, καὶ ἔστιν ὁ Θεὸς οἰκτίρμων. Ἀλλὰ καὶ αἱρέσεις γεγόνασι, καὶ κακολο‐ γοῦσι τὸν δημιουργὸν, καὶ μακροθυμεῖ λοι‐122 in vol. 3
40δορούμενος. Ἡμεῖς δὲ ἀγανακτοῦμεν οἱ τα‐ λαίπωροι, ἐάν ποτε λοιδορήσῃ ἡμᾶς ὁ ἄν‐ θρωπος, καὶ παραυτὰ ἡμᾶς ἐκδικοῦμεν. Ὁ δὲ Θεὸς οὐδὲ ἐκκαίει πᾶσαν τὴν ὀργὴν αὐ‐ τοῦ. Ἔστι γὰρ πᾶσα ἡ ὀργὴ, καὶ φοβερὰ,
45καὶ ἐκκαίεται κατὰ τὴν ἀντιλογίαν τῶν ἐ‐ μῶν ξύλων, τὸν χόρτον τῆς καλάμης; Τά‐ χα δὲ ἑνὶ μόνῳ ἐν τοῖς οὖσιν ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ, τῷ Διαβόλῳ.

77

40-43

Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύ‐ δρῳ; καὶ ἐπέστρεψαν, καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν·
5οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος, ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως. Καὶ σὺ δὲ, ὁσάκις ἂν καταλιπὼν τὸν
10Θεὸν, ἐπὶ τὴν ἔρημον τοῦ Θεοῦ ἁμαρτίαν ἀπέλθῃς, παραπικραίνων ἐν τῇ ἐρήμῳ, ὁσά‐ κις ἂν, πηγῆς ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον παρούσης σοι ἐν τῇ ἐκκλησίᾳ, ῥα‐ θυμῶν περὶ τὰς συνάξεις, καὶ ἀμελῶν περὶ
15τοῦ ποτισθῆναι, ἀπέλθῃς ἐπὶ τὴν ἄνυδρον, παροργίζεις, καὶ ἐπιστρέψας ὡς εἰς Αἴγυπτον ἁμαρτίας ἣν καταλέλοιπας, πάλιν ἁμαρτά‐ νεις, ὡς κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἐμε‐ τόν. Καὶ οὐκ ἀρκεῖ οἷς εἶδες σημείοις εἰς σω‐
20τηρίαν, οὐδὲ τοῖς προτρεψαμένοις λόγοις εἰς ἀρετὴν, ἀλλὰ καινὰ σημεῖα θέλεις ἰδεῖν, οὐ μεμνημένος τῆς ἐπεσκοπηκυίας χειρὸς, καὶ ὅπως ἐλυτρώθης ἐκ τοῦ νοητοῦ ἀληθῶς θλί‐ βοντος Φαραὼ, οὐδὲ τὰ σημεῖα λογιζόμενος,
25ἃ ὡς ἐν Αἰγύπτῳ, τῷ κόσμῳ, ἐν σοὶ πεποίη‐ κεν, οἷον ἐμοὶ ἕκαστον τῶν εὐεργημάτων τοῦ Θεοῦ σήμειόν ἐστιν. Εἴ ποτε ἐν κινδύνοις ὁποίοις δήποτε γενόμενος ἐῤῥύσθην, σημεῖον
ἔλαβον ἀπὸ Θεοῦ· ποσάκις ηὐξάμεθα, καὶ123 in vol. 3
30ἐλάβομεν ἅπερ ηὐξάμεθα, ταῦτα ἡμῖν ση‐ μεῖα.

77

.

44

Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν. Οἶδα κατὰ τροπολογίαν πολλοὺς ποτα‐
5μοὺς Αἰγύπτου ἐναντίους Χριστῷ, τῷ ἀληθι‐ νῷ ποταμῷ, οὗ τὰ ὀμβρήματα τὴν ἐκκλησίαν εὐφραίνει· πάντα τὰ τῆς σωτηρίας ἀλλό‐ τρια ῥεύματα ὁ Θεὸς ὅταν βούληταί τινας ἐπιστρέψαι, ἵνα ἐξελθόντες πίωσιν ἀπὸ τῆς
10πέτρας (ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς) ποιεῖ στραφῆναι εἰς αἷμα. Ὅταν γὰρ ἐγὼ κα‐ ταγνῶ ἀλλοτρίου ὕδατος, καὶ φρονήματος, τοῦ Θεοῦ μοι παραστήσαντος, ὅτι αἷμά ἐσ‐ τιν, οὐκέτι πίνω, ἵνα μὴ μέτοχος γένωμαι
15αἵματος. Ὀμβρήματα δὲ εἶεν ἂν οἱ βραχέα μὲν λέγοντες, ὀλέθρια δέ. Κατὰ δὲ τὴν ἱστο‐ ρίαν Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν πάσης τότε τῆς τῶν ὑδάτων φύσεως
20κατὰ τὴν Αἴγυπτον τῷ προστάγματι τοῦ Μωσέως εἰς αἷμα τραπείσης, ὡς καὶ τοὺς ἰχθύας, εἰς σαρκώδη παχύτητα τοῦ ὕδατος μετατεθέντος, διαφθαρῆναι, τοῖς Ἑβραίοις ἀρυομένοις αἷμα οὐκ ἦν. Ὅθεν ἔσχε καὶ ἡ
25μαγγανεία καιρὸν ἐν τῷ παρὰ Ἑβραίοις εὑ‐ ρισκομένῳ ὕδατι, τὸ αἱματῶδες ὕδωρ παρα‐ σοφίσασθαι. Πνευματικῶς δὲ καὶ νῦν τὸ ἴσον ἔστιν ἰδεῖν γινόμενον. Τῶν γὰρ πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν πότι‐
30μόν ἐστι καὶ διαφανὲς τὸ νᾶμα τῆς πίστεως, ὃ διὰ τῆς θείας διδασκαλίας ἀρύονται· τοῖς δὲ ἐκ τῆς πονηρᾶς ὑπολήψεως αἰγυπτιάζου‐ σι διὰ φθορᾶς αἷμα τὸ ὕδωρ γίνεται. Καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασοφισμὸς τῆς ἀ‐
35πάτης καὶ τὸ τῶν Ἰσραηλιτῶν ποτὸν τῷ μο‐ λυσμῷ τοῦ ψεύδους αἷμα ποιῆσαι, τουτέστι
τὸν ἡμέτερον λόγον, καὶ ἡμῖν δεῖξαι, μὴ τοιοῦτον ὄντα οἷός ἐστιν. Ἀλλ’ οὐκ ἀχρειώ‐ σειε καθόλου τὸ ποτὸν, κἂν ἐκ τοῦ προχεί‐124 in vol. 3
40ρου δι’ ἀπάτην περιφοινίξῃ τὸ εἶδος. Πίνει γὰρ ὁ Ἰσραηλίτης τὸ ἀληθινὸν ὕδωρ, οὐδὲ πρὸς τὸ εἶδος τῆς ἀπάτης ἐπιστρεφόμενος.

77

.

45

Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυ‐ ιαν, καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς. Ἐντεῦθεν εἰλήφθη τῷ γράψαντι τὴν ἐπι‐
5γεγραμμένην Σολομῶντι Σοφίαν, ὅτι τοὺς Αἰγυπτίους ἀκρίδων καὶ μυιῶν ἀπέκτεινε δήγματα. Οὐ γὰρ χρεία πολλῶν πολεμίων, οὐδὲ μεγάλης δυνάμεως ἀναιρούσης αὐτοὺς, ἀλλ’ ἀπέθνησκον ὑπὸ κυνομυίας καὶ βατρά‐
10χων δακνόμενοι· τοῦτο γὰρ δηλοῖ τό· κατέ‐ φαγεν αὐτούς· ἵνα δὲ παριστήσῃ ὁ λόγος τὸ ὁ ἀναιδὲς τῆς κατὰ τὴν κυνόμυιαν μάστιγος, δύο ἀναιδῆ ζῶα συνέλαβε καὶ ὁμοῦ ὠνόμα‐ σε. Σὺ δὲ ἐπισήμηναι ὅτι τὸν περὶ τῶν Αἰγυπ‐
15τίων μαστίγων λόγον ἐν δυσὶ ψαλμοῖς ἐπι‐ τεμνόμενος ὁ Δαυὶδ, τῷ τε ἑβδομηκοστῷ ἑβ‐ δόμῳ, οὗ ἔτι ἐν χερσὶ τὰς λέξεις ἔχομεν, καὶ τῷ ἑκατοστῷ τετάρτῳ, οὐ κατὰ τάξιν ἐξέθετο ταύτας, οὔτε πάσας ὠνόμασε. Τὴν τρίτην
20γοῦν ἐνταῦθα καὶ τὴν ἕκτην καὶ τὴν ἑνάτην ἀπεσιώπησε μάστιγα, τουτέστι τοὺς σκνί‐ πας, τὰς φλυκταίνας καὶ τὸ σκότος· ἀντὶ δὲ τούτων ἐρυσίβην εἶπε καὶ πάχνην· ἀνθ’ ὧν μυσίτην ἢ βροῦχον καὶ σκώληκα ἢ κρύος
25οἱ λοιποὶ ἡρμήνευσαν. Ἐρυσίβη δέ ἐστι κα‐ τὰ μέν τινας, ἡ κονιορτώδης φθορὰ τοῦ σί‐ του, ἢ τὸ ἐπικάθιζον τοῖς καρποῖς παχνῶδες καὶ διαφθεῖρον αὐτούς. Κατὰ δέ τινας, ἀκρί‐ δος γένος μικρὸν καὶ εὐτελὲς, ἀνθ’ οὗ βροῦ‐
30χον Ἀκύλας ἐκδέδωκε. Καί μοι μάστιγας Αἰγυπτίων εὐεργεσίαις Ἑβραίων συγκρίνων, θαύμαζε ὅτι Αἰγύπτιοι μὲν παρὰ τῷ ποτα‐ μῷ διψῶσιν, Ἑβραῖοι δὲ ἐν τῇ ἐρήμῳ εὐπο‐
ροῦσιν ὕδατος. Ἔπινον γὰρ ἐκ πνευματικῆς125 in vol. 3
35ἀκολουθούσης πέτρας· καὶ οἱ μὲν κατεσθίον‐ ται καὶ διαφθείρονται ὑπὸ κυνομυίας καὶ βατράχων, ζώων εὐτελεστάτων· τοὺς δὲ υἱοὺς τοῦ Θεοῦ οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες· οἱ γὰρ ἀλλότριοι τοῦ Θεοῦ
40καὶ παρὰ τοῖς νομιζομένοις ἄποροί εἰσι καὶ ὑπὸ τῶν τυχόντων διαφθείρονται. Ἐὰν δέ τις ᾖ ἅγιος καὶ ἐν ἀπόροις, οὐκ ἀπορεῖ καὶ ὑπὸ τῶν χαλεποτάτων καὶ βλάπτεται, λαβὼν ἐ‐ ξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων.
45Ταῦτα, ἐπεὶ εἷς ἦν Θεὸς εὐαγγελίου καὶ νό‐ μου, γεγένηται, καὶ τότε καὶ δράκοντες ἐπα‐ ναστάντες τῷ λαῷ, τοῖς ἡμαρτηκόσιν, οἷς ἡ ἀνδραποδώδης τῶν ἐδωδίμων ἐδωδὴ τὴν ἐπιθυμίαν τῆς γαστριμαργίας ἐπήγειρε, καὶ

77

.

45

(50)

τὸν Αἰγύπτιον κόρον ὠνειροπόλει, καίτοι τῶν ἀναγκαίων οὐδενὸς ὑστερούμενοις) ὅτε με‐ τανόησαν, οὐδὲν αὐτοὺς βλάψαι δεδύνηνται.

77

.

46

Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν. Καὶ τὸν μὲν Αἰγύπτιον καρπὸν δέδωκεν ὁ Θεὸς τῇ ἐρυσίβῃ· ὁ δὲ δίκαιος ἔσται ὡς
5ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων.

77

48-51

Καὶ παρέδωκεν ἐν χαλάζῃ τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί. Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστο‐
5λὴν δι’ ἀγγέλων πονηρῶν· ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε. Καὶ ἐπάταξε πᾶν πρω‐ τότοκον ἐν Αἰγύπτῳ, ἀπαρχὴν πόνων αὐ‐
10τῶν, ἐν τοῖς σκηνώμασι Χάμ. Κατὰ δὲ τροπολογίαν, ἀναιρεῖ τὰς ἁμαρ‐
τωλὰς ψυχὰς ὁ Θεὸς, ἐπαγαγὼν αὐταῖς τὸν ἐπὶ καταλύσει τῆς μοχθηρᾶς ζωῆς θάνατον, ἵνα ζῆν ποιήσῃ, καὶ συγκλείει τὰς ἀλόγους126 in vol. 3
15αὐτῶν δυνάμεις, κτήνη λεγομένας, εἰς τοῦ‐ τον τὸν θάνατον· ὥστε ἀποβαλεῖν τὴν φαύ‐ λην ζωῆν, καὶ τὴν ἐμπαθῆ κίνησιν. Ὥσπερ δὲ οἱ πρωτότοκοι τὰ διπλᾶ κληρονομοῦσι, καὶ πλείονα τιμὴν ἔχουσι παρὰ τοῖς γονεῦσι,
20καὶ εἰσὶ πρωτότοκοι Θεοῦ οἱ ἀπογεγραμμέ‐ νοι ἐν οὐρανῷ, τὸν αὐτὸν τρόπον καὶ οἱ τῶν Αἰγυπτίων πρωτότοκοι διπλῆν τὴν κόλασιν κληρονομοῦσι. Καὶ εἴη ἂν πρωτότοκος τῷ διαβόλῳ ὁ πρῶτος αὐτῷ γεννηθεὶς ἐν δόγ‐
25ματι ἀλλοτρίῳ σωτηρίας, οἷον Μαρκιωνισταὶ οὐκ εἰσὶ πρωτότοκοι, ἀλλὰ Μαρκίων. Καὶ ὥσπερ ἡ ἀπαρχὴ τῶν ἁγίων ἀνάκει‐ ται τῷ Θεῷ, οὕτως ἡ τῶν Αἰγυπτίων τῷ πα‐ ταγμῷ, ἵνα μετὰ τὴν ἀπαρχὴν τότε κολασθῇ
30καὶ τὰ λοιπὰ τῆς ἀπαρχῆς. Κατὰ μέντοι τὴν ἱστορίαν, ἡ δεκάτη πληγὴ τοῖς Αἰγυπτίοις ἐπαχθεῖσα, θάνατος ἦν τῶν παρ’ αὐτοῖς πρωτοτόκων, ἀπὸ ἀνθρώπων ἕως κτήνους, καὶ ἴσως ἐπὶ μὲν τῶν ἀνθρώπων τῶν πρῶτον
35τεχθέντων, κυριολεκτοῦσαν εὗρεν ὁ Δαυὶδ τὴν πρωτότοκον φωνήν· ἐπὶ δὲ τῶν ἀλόγων ζώων ἀπαρχὴν πόνου τὰ πρωτότοκα εἶπε· ταῦτα γὰρ τοῖς ζωοτροφοῦσιν ἀπαρχὴ πόνου γίνεται. Ἀνῃρέθη δὲ τὰ μὲν τῶν ἀλόγων
40πρωτότοκα, ὅπως ζημίᾳ ὑποπέσωσιν οἱ κεκ‐ τημένοι· τὰ δὲ τῶν ἀνθρώπων ἐπὶ τῷ πειρα‐ θῆναι συμφορᾶς τοὺς τοιούτους γονέας· ἃ ἤτοι ἐπιτιμίαν ἔσχον τὸ θανεῖν τῶν ἰδίων ἁμαρτιῶν. Ἢ οὐδὲν ἐβλάπησαν, καὶ παιδεύ‐
45σεως ἄλλων ἕνεκα τεθνήκασιν· ἀδιάφορον γὰρ τὸ τεθνάναι, καὶ τὸ ἐξ ἀνάγκης συμβαῖ‐ νον. Πρὸς δ’ ἀλήθειαν ἀνεξερεύνητα τὰ κρί‐ ματα τοῦ Θεοῦ. Κατὰ δὲ ἀναγωγὴν, ἐπεὶ πνευματικῶς Αἴ‐

77

48-51

(50)

γυπτος καλεῖται πᾶς ὁ περὶ γῆν τόπος, οἱ ἐν τούτῳ διατρίβοντες Αἰγύπτιοι προσαγορεύ‐ ονται. Χάριτι οὖν Θεοῦ τούτων τῶν Αἰγυπ‐
τίων τὰ πρῶτα γεννήματα τῆς ψυχῆς αὐτῶν ἀναιρεῖται, ἄνοια καὶ κακία τυγχάνονται. Πρὸ127 in vol. 3
55γὰρ τῶν ἀρετῶν καὶ ἐπιστημῶν, τῶν ὀφελί‐ μων τέκνων, τῶν διανοιῶν κακία καὶ ἄγνοια ὑφίσταται. Ἀλλὰ καὶ παντὰ τῷ κατὰ τέχνην ἢ ἐπιστήμην ἐνεργοῦντι, οὐκ εὐθὺς τὸ εὖ ποιῆσαν παραγίνεται, ἀλλὰ μετὰ τὸ ἀνεπι‐
60λήπτως εὐεργῆσαι. Ἀναιρεῖται οὖν εἰκότως ἀπαρχὴ παντὸς πόνου ὡς φαύλη, ὅτι δὲ περὶ ψυχῶν τὰ λεγόμενα σώμασι συμπεπλεγμέ‐ νων, δῆλον ἀπὸ τοῦ προσκεῖσθαι ἐν τοῖς σκη‐ νώμασι· σκηνώματα γὰρ ψυχῶν σώματα.
65Πονηρὸν ἐνταῦθα τὸν ἐπίπονον ἄγγελον καὶ πονηρὸν εἶπεν, οὐ τῇ κακίᾳ πεποιουμένον, ἀλλὰ τοὺς πόνους καὶ ὠδύνας ἐνεργοῦντα. —Ἀπαρχὴν εἴρηκε πόνων τὴν πληγὴν τὴν ἐπὶ τοῖς πρωτοτόκοις, οὐκ ἐπειδὴ πρῶτον
70ἐπ’ αὐτοῖς ἤλγησαν, ἀλλ’ ἐπειδὴ μείζονος ταύτης συμφορᾶς οὐκ ἀπέλαυσαν. Τὸ αἴ‐ τιον τῷ αἰτιατῷ ὁμωνύμως ἐκλήθη· τὸ γὰρ ἀποτέλεσμα τοῦ θυμοῦ καὶ αὐτὸς θυμὸς εἴ‐ ρηται, καὶ τὸ ἀποτέλεσμα τῆς ὀργῆς, ὀργή·
75καὶ τὸ ἀποτέλεσμα τῶν πόνων καὶ αὐτὸς πόνος λέγεται, καὶ ἐπὶ τῆς ἐλπίδος ὡσαύ‐ τως.

77

.

52

Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ἤγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ. Ἐγὼ μέντοι εὑρίσκων γεγραμμένον ὅτε
5διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, πάλαι μὲν ὑπε‐ λάμβανον τούτῳ γεγονέναι κατὰ σύγχυσιν τῶν γλωσσῶν· σκοπῶν δὲ ὕστερον, εὕρισκον μὴ δύνασθαι τοῦτο πρὸ τῆς γενέσεως τοῦ
10Ἰακὼβ ἐπ’ ἐκεῖνον τὸν χρόνον ἀναφέρεσθαι, ἐξέβη δὲ ἡνίκα Ἰουδαῖοι ἐξῆλθον ἐκ γῆς Αἰγύπτου, τότε πρῶτον ἐχρημάτισε μερὶς Θεοῦ ὁ Ἰακὼβ, τουτέστιν ὁ ἐξ Ἰακὼβ λαός. Ἀλλ’ ὅπερ ἐλέγομεν, τότε λαὸς Θεοῦ ὁ Ἰσ‐
15ραὴλ ἐχρημάτισεν, ὅτε τῆς Αἰγύπτου ἐξῆλ‐ θε, καὶ ὅτε μὲν ἦσαν ἐν Αἰγύπτῳ, οὔπω
ἦσαν ἀγέλη διεσκεδασμένοι ἐν αὐτῇ, διὸ ὡς πρόβατα αὐτοὺς ἀπαίρει Θεός· ἡνίκα δὲ συνάγει αὐτοὺς καὶ ποιεῖ ἓν, ἀπαίρων πρό‐128 in vol. 3
20τερον ἀπὸ παντὸς τοῦ κόσμου τὸν λαὸν αὐ‐ τοῦ, εἶτα ἀνάγων διὰ τῆς πολιτείας τῆς ἄνω φερούσης, καὶ ποιῶν ἄνω φέρεσθαι, καὶ ἐπὶ τὰ ἀνώτερα ὁδεύειν, ὅπερ οὐχ οἷόν τε ἦν αὐτοὺς ποιεῖν ἐν γῇ Αἰγύπτῳ, τότε ἑνώσας
25αὐτοὺς ποιεῖ ποίμνιον ἕν. Καὶ ἡμεῖς τοίνυν ὅσον ἐπὶ τὸ αὐτὸ συναγόμεθα, τηροῦμεν τότε ποίμνης μυστήριον· ὅτε δὲ ἀμελοῦμεν τῶν συνάξεων, μιμούμεθα τὰ ἀποσκιρτῶντα καὶ ἀπαιήσσοντα τοῦ ποιμνίου πρόβατα, καὶ δύ‐
30νανται καθ’ ἡμῶν τῶν διασκεδασθέντων οἱ ἐχθροὶ καὶ τὰ θηρία τὰ ἐνεδρεύοντα, οἱ λύ‐ κοι, ὡς μανθάνομεν ἀπὸ τῶν ποιμνικῶν. Ἐάν ποτε ἐπιτιθῶνται ποίμνῃ, οὐ δύνανται ἐπιτίθεσθαι αὐτῇ συναχθείσῃ, ἀλλ’ ἐπιτηροῦσί
35που πρόβατον ἀπονεμόμενον, κἀκείνῳ ἐπι‐ βουλεύουσιν. Εἴπερ οὖν καὶ ἡμεῖς βουλόμεθα μὴ ἐπιβουλεύεσθαι ὑπὸ τῶν ἀντικειμένων δυνάμεων, μὴ καταλείπωμεν τὴν συναγω‐ γὴν, ἀλλὰ συνερχώμεθα ἐπὶ τὸ αὐτὸ, τιμῶν‐
40τες τὴν τῆς ἀναστάσεως τοῦ Κυρίου ἡμῶν ἡμέραν, ἵνα συναχθῇ ὀστοῦν Χριστοῦ πρὸς ὀστοῦν, καὶ ἁρμονία, καὶ φλέβες, καὶ νεῦρα, καὶ δέρμα, ἤδη δὲ καὶ αἱ τρίχες. Ἢ οὐκ οἴ‐ δατε ὅτι σῶμα τοῦ Χριστοῦ ἐστὲ, καὶ ἀναγ‐
45καῖον τοῦτο συνάγεσθαι, ἵνα μὴ λέγῃ περὶ ἡμῶν Χριστός· Διεσκορπίσθη πάντα τὰ ὀσ‐ τᾶ μου;

77

.

54

Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁ‐ γιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Κατὰ δὲ ἀναγωγὴν, ὄρος ἁγιάσματος ἡ
5διῃρημένη καὶ ὑψηλοτάτη ἀρετὴ καὶ γνῶσις· εἰς ἣν γνησίως εἰσάγει ὁ μόνος τέλειος διδάσ‐ καλος Ἰησοῦς, οὗ κτῆμα πᾶσα ἀρίστη γνῶ‐ σις καὶ θεωρητικὴ τῆς ἀληθείας ἕξις. Ὅθεν καὶ οἱ ταύτας τὰς διαθήκας κτώμενοι, κτή‐
10ματα Θεοῦ καλοῦνται.

77

.

55

Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώ‐
μασιν αὐτῶν τὰς φύλας τοῦ Ἰσραήλ. Κατεσκήνωσε τὰ ἔθνη πιστεύσαντα εἰς τὸν Χριστὸν, καὶ εἰσήγαγεν αὐτούς.129 in vol. 3

77

.

61

Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρα ἐχθροῦ. Τοῦ σκηνώματος τὴν καλλονὴν τὴν κιβω‐
5τόν φησι.

77

.

65

Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου. Ὁ δυνατὸς, καρηβαρήσας ἐξ οἴνου, ὅταν ἀναστῇ, σφοδρότερον κινεῖται καὶ ὁρμη‐
5τικώτερον· οὕτω, φησὶ, καὶ ὁ Θεὸς ἀνέστη κατὰ τῶν ἀλλοφύλων. Πλὴν καθάπερ ἡ κραιπάλη, τουτέστιν ἡ μέθη, ἐπείσακτον πάθος ἐστὶν, οὐκ ἔμφυτον, οὕτως ἡ ὀργὴ πάθος οὐκ ἔστι Θεοῦ, ἀλλὰ τιμωρία δι‐
10καία τοῖς πλημμελοῦσιν ἐπαγομένη. Μη‐ δέποτε οὖν ἀναγινώσκων περὶ Θεοῦ ταῦτα τὰ ἀνθρωποπρεπῆ, ὑπολάμβανε τὸν Θεὸν ἐν πάθει εἶναι· ἀπαθὴς γάρ ἐστι παντὶ τρόπῳ. Ὁ δὲ ἁμαρτάνων ἐκκαίει ἑαυτῷ ὀργήν. Εἰ
15ἐγὼ εἶπον τὸν Θεὸν ὡς κεκραιπαληκότα ἐξ οἴνου ἀναστήσασθαι, τίς οὐκ ἂν ἐπελάβε‐ τό μου τῶν φιλαιτίων, λέγων ὅτι μέθην καὶ κραιπάλην φέρεις ἐπὶ τὸν Θεὸν, ἄνθρωπος διδασκόμενος ὅτι οὐδὲ ἄνθρωποι μέθυσοι
20βασιλείαν Θεοῦ κληρονομήσουσιν; Ἀλλ’ ὅ‐ μως τὸ ἅγιον Πνεῦμα, ἐν τῇ ἐλευθέρᾳ τοῦ λέγειν ἐξουσίᾳ τυγχάνον, εἶπε τὸν Θεὸν δια‐ νίστασθαί ποτε ὡς δυνατὸν, καὶ κεκραιπα‐ ληκότα ἐξ οἴνου. Τάχα γὰρ οἱονεὶ ἡμεῖς κα‐
25ρηβαροῦμεν, καὶ μεθύειν ποιοῦμεν τὸν Θεὸν, ὡς καθεύδειν, ὡς ὀργίζεσθαι, ὡς τὰ λοιπὰ, ἃ μὴν ἐφ’ ἡμῖν. Ἀλλὰ γένηται, ὡς καὶ κε‐ κραιπαληκώς. Ἀλλ’ ἐὰν ἐπιστρέψωμεν, καὶ γινώμεθα εὔφρονες, ἐγείρεται. Καὶ τί ποιεῖ;

77

.

66

Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ, εἰς τὰ ὀπίσω, ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.
Πατάσσει εἰς τὰ ὀπίσω τοὺς ἐχθρούς. Οἱ γὰρ κατενώπιον βλέποντες τοῦ Θεοῦ, καὶ130 in vol. 3
5παριστάμενοι αὐτῷ, οὐ πατάσσονται, ἀλλ’ ὅ‐ ταν τις φύγῃ τὸν Θεὸν, τότε πατάσσεται, καὶ μὲν ἀναίσθητος ὢν τῶν οἰκείων ἁμαρτημά‐ των, εἶτα ὀνειδίζεται παρὰ τοῦ θέλοντος αὐ‐ τὸν εἰς ἐπιστροφὴν ἄγειν· μετανοήσῃ καὶ
10αἰσχυνθῇ, ἀναίσχυντος ὢν τὸ πρότερον, ἅμα τε ἤρξατο ὀνειδίζειν ὁ Κύριος, καὶ ἐπαύσατο. Ἐὰν δὲ μὴ μετανοήσῃ, τηρεῖται αὐτῷ ὁ ὀ‐ νειδισμὸς καὶ ἐπὶ τὴν ἀνάστασιν. —Καὶ ἐπάταξε κτλ. Τοῦτό φησιν, διὰ τὸ Ἀζωτίους
15καὶ Ἀσκαλωνίτας εἰς τὰ ὀπίσω τῆς ἕδρας πατάξαι, ἄχρις οὗ τὴν κιβωτὸν ἐξαπέστει‐ λαν.

78

.

2

Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς.
5 Τῶν δαιμόνων οἱ μὲν θεωρίᾳ, οἱ δὲ πρά‐ ξει ἀντίκεινται· καὶ οἱ μὲν πρότεροι πετεινὰ οὐρανοῦ ὀνομάζονται, οἱ δὲ δεύτεροι λέγοιντ’ ἂν θηρία τῆς γῆς. —Ὡς πετεινὰ τοῦ οὐ‐ ρανοῦ ἢ θηρία τῆς γῆς, τὰ ἔθνη καὶ αἱ βα‐
10σιλείαι τῆς γῆς κατέφαγον Ἰάκωβον τὸν Ἰσραήλ.

78

.

3

Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ. Τὸ οὖν αἷμα, ὃ ἐξέχεαν, ἐκ τῶν ἐσθιομέ‐ νων ἀρετῶν καὶ πινομένων δογμάτων ἐστί. —Χρήσαιτο ἄν τις τούτοις ἐκ δίκης τοῦ
5ἐκχυθέντος μαρτύρων αἵματος αὐτῶν.

78

.

7

Καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. Τόπος γνώσεως Θεοῦ καὶ νοῦς.

78

8,9

Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα, βοήθησον ἡμῖν, ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν, ἕ‐
νεκα τῆς δόξης τοῦ ὀνόματός σου.131 in vol. 3
5 Τὸ δέ· ἐπτωχεύσαμεν, ἀντὶ τοῦ· πάσης ἐγυμνώσθημεν προστασίας. Καλῶς δὲ καὶ τό· ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἀντὶ τοῦ· ὡς ἀεὶ τοῦτο ἐφάνης ποιῶν, οὕτω καὶ νῦν ποίησον, καὶ ταῦτα πρὸς ἀναξίους, ὅτι καὶ οὐχ ὡς ἄ‐
10ξιοι, αἰτοῦσιν· ἀλλ’ ὡς τοῦ Θεοῦ ὀφείλοντος ἑαυτῷ ἀκολουθεῖν, ἐπάγουσιν· ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου, ὅταν γυμνοὶ γεγό‐ ναμεν πάντη ἀπὸ τῆς σῆς βοηθείας, νῦν δώ‐ ρησαι ἡμῖν ταύτην, ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν.

78

.

11

Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγ‐ μὸς τῶν πεπηδημένων. Νοῦν μὲν δεσμοῖ ἀγνωσία, ψυχὴν δὲ κα‐ κία· ψυχὴν δέ φημι θυμὸν καὶ ἐπιθύμιον,
5ὅπερ λέγεται θυμικὸν καὶ ἐπιθυμικόν.

78

.

12

Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπ‐ ταπλάσια εἰς τὸν κόλπον αὐτῶν. Δότωσαν δίκας ὑπὲρ ὧν ἐπλημμέλησαν ἐν τῷ βίῳ τούτῳ· τὸ γὰρ ἑπταπλάσιον τὸν
5βίον τοῦτον σημαίνει, ὡς καὶ τὸ ὀκτωπλά‐ σιον τὸν μέλλοντα. Τοιοῦτόν ἐστι καὶ τό· Δὸς μερίδα τοῖς ἑπτὰ καίγε τοῖς ὀκτώ. —Ὁ κόλπος τὸ ἀκόριστον δηλοῖ· τοῦτο οὖν λέ‐ γειν βούλεται, ὅτι ἀκόριστον αὐτῶν ποίησον
10τὸν ὀνειδισμὸν, μεγάλως καὶ δοκοῦσι παρο‐ ξύνειν τὸν Θεόν· οὐ γὰρ εἴρηκε τὸν ὀνειδισ‐ μὸν ἡμῶν, ἀλλὰ τὸν σόν· ὁ γὰρ περὶ ἡμᾶς ὀνειδισμὸς, σὸς μᾶλλον ἢ ἡμῶν. Τοῦτο οὖν φησί· πολλαπλασίως ἀπόδος ἐκείνοις, σύνα‐
15ψον αὐτοῖς τιμωρίαν ἀκόριστον, καὶ πλείονα
τῆς ἡμετέρας.132 in vol. 3

79

.

1

Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα Ἰωσήφ. Οὐκ ἀπέστην, εἰμὶ εἰς τὰ πρόβατα, ὧν ἕκαστος λέγει τῷ Θεῷ· Κτηνώδης ἐγεννήθην
5παρὰ σοί. Καί· Κύριος ποιμαίνει με. Ὅταν δὲ ὡς ἀπὸ ποιμένος εὐφρανθῇ, ἐρεῖ ὡς λο‐ γικός· Ἡτοίμασε ἐνώπιόν μου τράπεζαν.

79

2,3

Ὁ καθήμενος ἐπὶ τῶν Χερουβεὶμ, ἐμφάνηθι, ἐναντίον Ἐφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
5 Ἐνταῦθα μὲν κάθηται ἐπὶ τῶν Χερουβεὶμ ὁ Θεὸς, ὡς καὶ παρὰ τῷ Ἱεζεχιήλ. Ἀλλα‐ χοῦ δὲ ἐπέβη ἐπὶ τῶν Χερουβεὶμ, καὶ ἐπε‐ τάσθη. Καὶ διὰ μὲν τῆς καθέδρας τὴν στα‐ θερὰν ἕξιν μηνύει τῶν Χερουβείμ· διὰ δὲ
10τῆς πτήσεως αἰνίττεται τὴν ταχεῖαν ἐνέρ‐ γειαν. Ἀπὸ δὲ τῶν τριῶν ἐπιφανεστέρων φυ‐ λῶν τὸ σύμπαν τοῦ Ἰσραὴλ ἐσήμηνε γένος. Ποτὲ ὁ λόγος πρὸς τὸν καλόν ἐστι ποιμένα, τὸν ποιμαίνοντα τὸν Ἰσραὴλ, ἐναντίον Ἐ‐
15φραὶμ, ὁδηγοῦντα δὲ τὸν Ἰωσὴφ ἐναντίον Μανασσῆ, καθήμενον δὲ καὶ τῶν Χερουβεὶμ ἐναντίον Βενιαμίν. —Ἐπὶ τοῦ δυνατοῦ τὰ Χερουβεὶμ λέγεται ἀεί. Ὁ ἐπὶ πάντων, φη‐ σὶ, ὢν τῶν δυνατῶν, καὶ πάσας ἔχων ὑφ’ ἑαυ‐
20τὸν εἴτε ἀοράτους δυνάμεις, εἴτε ὁρατοὺς, δεῖξον σεαυτὸν διὰ τῆς εἰς ἡμᾶς βοηθείας.

79

.

6

Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων. Διὰ τούτων ῥημάτων παρίστησε τὴν πι‐ κροτάτην μετάνοιαν.

79

9,10

Ἄμπελον ἐξ Αἰγύπτου μετῇρας· ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτὴν, ὡδοποίησας ἔμπροσθεν αὐτῆς, καὶ κατεφύ‐
τευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ.133 in vol. 3
5 Ἔθνη μὲν ἐξέβαλεν ὁ Θεὸς, ἵνα καταφυ‐ τεύσῃ τὸν Ἰσραὴλ, συνέκλεισε δὲ εἰς ἀπεί‐ θειαν τὸν Ἰσραὴλ, καὶ τὴν ἀνόδευτον ἔρη‐ μον, οὐκ οὖσαν πρότερον ὁδὸν ὡδοποίησεν ὁ Θεὸς τῶν δυνάμεων, ἔμπροσθεν τῆς ἀμπέ‐
10λου.

79

.

11

Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ἀναδενδράδες εἰσιν οἱ θεωρητικοί.

79

.

13

Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐ‐ τῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπο‐ ρευόμενοι τὴν ὁδόν; Οἱ δαίμονές εἰσιν οἱ τρυγῶντες τοὺς καρ‐
5ποὺς ἡμῶν· οὓς αὐτοὶ ἐκφέρειν ἡμᾶς ἐνερ‐ γοῦσιν κακὴν γεωργίαν γεωργοῦντας ἡμᾶς.

79

.

14

Ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Μονιὸν δὲ ἄγριον λέγει τὸν Σατανᾶν, ὅνπερ σημαίνει χοῖρος ἐξ ὕλης, λέγει δὲ τὸν διάβο‐
5λον.

79

.

17

Ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμ‐ μένη· ἀπὸ τῆς τιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Οὐκ ἀμνὸς, φησὶ, μέλλων αὐτοὺς τιμῶν
5ῥύσασθαι, ἀλλ’ ἀρκεῖ καὶ μόνη ἡ ἐπιτίμησις πάντας ἀφανίσαι, γενομένης τῆς σῆς προ‐ νοίας ἐπάνω.

79

.

18

Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δε‐ ξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκρα‐ ταίωσας σεαυτῷ. Ἄνδρα δεξιᾶς τὸν Χριστὸν ὀνομάζει· ἄν‐
5δρα δὲ διὰ τὴν ἀνθρωπότητα· δεξιᾶς αὐτοῦ, πρῶτον μὲν ὡς ἐν δεξιᾷ τοῦ Πατρὸς, μετὰ σαρκὸς καθεζόμενον, ἔπειτα δι’ αὐτοῦ πᾶ‐ σαν τὴν κτίσιν ἐποίησε.

79

.

19

Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλε‐ σόμεθα.
Ἐπεὶ ἡ ζωὴ ἡμῶν κέκρυπται [ἐν Χρισ‐134 in vol. 3
5τῷ], ζωώσεις ἡμᾶς εἰς τὸν μέλλοντα χρό‐ νον. —Ζωοποιήσεις ἡμᾶς, οὐδεὶς δύναται ζωοποιῆσαι ἡμᾶς, εἰ μὴ εἰπών· Ἐγώ εἰμι ἡ ζωή· ταύτης γὰρ ἐξ ἡμῶν λαμβανομένης τῆς ἀπαρχῆς, πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τὸν ἀ‐
10ληθῆ Θεὸν ἐπιγνώσεται, καὶ τὴν γεγενημένην φιλανθρωπίαν ἀνυμνήσει· τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν πατέρα Θεόν.

80

.

1

Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ Ἀσὰφ ψαλμός. Ἀγαλλίασθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν. Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Ἠθικώτερον δὲ, ὧν μὲν κατορθούντων οἱ
5καρποὶ ἐπὶ τὰς ληνοὺς ἔρχονται, ἀκουέτω‐ σαν τοῦ ἀγαλλιᾶσθαι τῷ Θεῷ· ὁ δὲ ἁμαρ‐ τὼν, καὶ δεόμενος μετανοίας καὶ ἐπιστρο‐ φῆς, μὴ ἀγαλλιάσθω, ἀλλὰ λυπηθήτω κατὰ Θεόν· ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς
10σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Καὶ σὺ δὲ, ἐὰν βοηθηθεὶς ὑπὸ Θεοῦ, τὴν συγκο‐ μιδὴν ἐποιήσω τῶν καρπῶν ἐπὶ τὰς ἁγίους ληνοὺς, μὴ ἐπιλανθάνου τοῦ Θεοῦ, καθὸ βοηθός σου γέγονεν. Κἂν εὐπορῇς λέγων
15τῶν κατ’ ἀξίαν ἀποδοθησομένων τῷ Θεῷ ἐν εὐχαριστίᾳ, ἀλάλαζε εὐσήμῳ φωνῇ καρδίας κεκραγυίας, ὑπερβαινούσης τὰ σημαινόμενα ἀπορούσης λέξεως, καὶ διὰ τὴν ἀπορίαν τῶν λέξεων ἀπόῤῥητα καὶ ἄῤῥητα λαλούσης.
20Ἐὰν γὰρ ἀναβῇς τὰ λεκτὰ, ἐὰν ὑπερβῇς τὰ ἐ‐ παγγελλόμενα, τὰ διὰ στόματος φωνούμενα, καὶ μόνῳ νῷ δυνηθῇς ὑμνεῖν τὸν Θεὸν, τῷ ἀποροῦντι ἐπιθεῖναι ἑαυτοῦ κινήματα τῷ λό‐ γῳ παρὰ τὸ τὸν λόγον τὸν ἐν σοὶ μὴ δύνασ‐
25θαι βαστάζειν τοῦ νοῦ τὰ ἀπόῤῥητα καὶ τὰ θεῖα, ἀλαλάξεις τῷ Θεῷ Ἰακὼβ, ὡς μιμητὴς
τοῦ πτερνιστοῦ Ἰακώβ.135 in vol. 3

80

.

3

Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Τάχα δὲ ἕν μοι δίδωσιν ὁ λόγος, τρία δέ με ἀπαιτεῖ· δίδωσι γάρ μοι ψαλμὸν, καὶ ἀ‐
5παιτεῖ ἀπ’ ἐμοῦ πρῶτον τύμπανον, δεύτερον ψαλτήριον, εἶτα κιθάραν· ἵνα μάθω ὅτι δίδω‐ σί μοι καὶ χάριν τοῦ Θεοῦ, τὴν διδασκαλίαν· ἀπαιτεῖ δέ με ἁγιασμὸν ὁλοτελῆ, ἵνα ἁγιάσ‐ θω ὁλόκληρος τῷ πνεύματι καὶ τῇ ψυχῇ καὶ
10τῷ σώματι· ἵν’ αἰνῶ τὸν Θεὸν, ὡς ἐν τυμπά‐ νῳ, τῇ νεκρώσει τοῦ σώματος, εἶτα δυνηθῶ συμφωνίαν ποιῆσαι, ὡς ψαλτηρίου, πρὸς κιθάραν τοῦ Πνεύματος, πρὸς τὴν ψυχὴν, ἢ κατὰ τὸν ἀπόστολον πρὸς τὸν νοῦν, ὥστε λέ‐
15γειν· Ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νῷ. Ψαλτήριον πάλιν τὸ σῶμά φησι διὰ τὴν γενομένην ἁρμονίαν καὶ συμφωνίαν πρὸς αὐτῷ τῆς ψυχῆς, ἵνα ἄρτιοι γένωνται οἱ τοῦ Θεοῦ ἄνθρωποι, καὶ τὰς ψυχὰς ἀνατεθέντες
20τῷ Θεῷ καὶ τὸ σῶμα, οὐ τῷ κόσμῳ, ἀλλὰ τῷ Κυρίῳ. —Τύμπανον δὲ ὄργανόν ἐστιν ἐκ δερμάτων πεποιημένον. Λέγει οὖν· Ὑπήκοοι τοῖς θείοις νόμοις γενόμενοι, παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον
25τῷ Θεῷ. —Προστάττει δέχεσθαι μὲν ἀκοαῖς τὴν τῶν λόγων διδασκαλίαν, διδόναι δὲ τὴν διὰ τοῦ σώματος πρᾶξιν. Λάβετε διδασκα‐ λίαν πνευματικὴν, καὶ δότε νέκρωσιν μελῶν τῶν ἐπὶ τῆς γῆς.

80

.

4

Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι. Ὥσπερ πάλαι ποτὲ ὁ Ἰσραὴλ αἰσθητὰς λαμβάνων σάλπιγγας ἐν τῇ νεομηνίᾳ, ἐσάλ‐ πισεν, τοῦτο πρόσταγμα δεδωκότος Θεοῦ, εἰς
5μαρτύριον τοῦ ἐλευθερωθῆναι αὐτοὺς τῆς ἐξ Αἰγύπτου δουλείας· οὕτω καὶ ὁ νέος λαὸς τῇ εὐαγγελικῇ χρώμενος σάλπιγγι, ἧς ὁ
φθόγγος εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, κελεύε‐ ται ἐν ταῖς νεομηνίαις σαλπίζειν, τουτέστι136 in vol. 3
10ἐν τῇ ἀνακαινώσει τοῦ νοὸς αὐτοῦ, ὁμολο‐ γῶν καὶ αὐτὸς καὶ μαρτυρῶν τῷ Θεῷ, ὅτι δι’ αὐτοῦ ἐκ τῆς νοητῆς ἐλευθερώθησαν Αἰ‐ γύπτου, τουτέστιν ἐκ τῆς ἐξουσίας τοῦ σκό‐ τους.

80

.

5

Ὅτι πρόσταγμα Ἰσραὴλ, καὶ κρίμα τῷ Θεῷ Ἰακὼβ, μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔ‐ θετο αὐτόν. Τὰ προειρημένα, λέγω δὲ τὸ ἀγαλλιᾶν
5τῷ Θεῷ Ἰακὼβ, καὶ τὰ ἑξῆς, τοῦτο πρόσ‐ ταγμά ἐστι δοθὲν τῷ Ἰσραὴλ, καὶ κρίμα ἐσ‐ τὶν κριθὲν τῷ Θεῷ Ἰακὼβ, καὶ μαρτύριόν ἐστιν ὃ ἔθετο ὁ Θεὸς ἐν τῷ Ἰωσήφ.

80

.

6

Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐ‐ τὸν ἐν τῷ ἐξελθεῖν ἐκ τῆς Αἰγύπτου· γλῶσ‐ σαν ἣν οὐκ ἔγνω, ἤκουσεν. Ἤκουσεν ὁ Ἰσραὴλ, ἢ ὁ Ἰωσήφ. Καὶ ἡμεῖς
5οὖν ὅσον μὲν ἐκ γῆς Αἰγύπτου οὐκ εἰσόμε‐ θα, τὴν γλῶσσαν ἣν πρότερον οὐκ ἔγνωμεν, ἠκουσάμεθα, καὶ ἀνεστήσαμεν ἀπὸ ἄρσεων, ἐν αἷς ἐν Αἰγύπτῳ ὄντες ἐβαρούμεθα. —Ἤ‐ κουσεν αὐτοῦ [Θεοῦ] γλῶσσαν, τὴν ἐν τῷ ὄρει
10Σινᾶ γενομένην φωνὴν, ἢ φωνῆς θείας οὐ‐ δέποτε ἀπολαύσας, ταῦτα ἔπη ἢ Κυρίου τὸν νόμον δεχόμενος.

80

.

7

Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδού‐ λευσαν. Ἀπὸ ἄρσεων δὲ καὶ τῶν βασταγμάτων
5λέγει· αἱ γὰρ ἀνομίαι αὐτῶν ὑπερῆραν τὴν κεφαλὴν αὐτῶν, ὡσεὶ φορτίον βαρὺ ἐβαρύν‐ θησαν ἐπ’ αὐτούς. Οἱ γὰρ τοῖς τῆς πλινθείας ταλαιπωρίας πόνοις, κοφίνῳ τὸν πηλὸν ἐκ‐ βάλλοντες, φέρουσι κατὰ νῶτον, τὸν τοίνυν
10νῶτον αὐτῶν ἀπέστησεν ἀπὸ ἄρσεων, του‐ τέστιν ἐλευθέρωσε τῶν βασταγμάτων. — Αἱ χεῖρες ἡμῶν ἐν τοῖς κοφίνοις ἐργαζομέ‐ νων τὸν Αἰγύπτιον πηλὸν, καὶ συναγόντων ἄχυρα, ἐδούλευον. ἀλλ’ ὁ σωτὴρ ἡμῶν ἐλ‐
15θὼν ἐπλήρωσεν ἄρτοις, ἑκάστῃ φυλῇ κόφι‐ νον, καθ’ ὃν ζητήσεις ὅσοι ἐν ἐρήμῳ ἄρτοι εὑρέθησαν πλείονες ἢ πέντε, κοφίνων δὲ εὐ‐ πόρησαν δώδεκα.137 in vol. 3

80

.

9

Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. Τῶν ὀργάνων ἃ μὲν ἔχει τὴν ἁρμονίαν τὴν μουσικὴν, ἃ δέ ἐστιν ἀνάρμοστα. Ὁ
5οὖν γεγυμνασμένος ἐν τοῖς μουσικοῖς ἔρ‐ γοις, ἐπιλέγεται τὰ ἐναρμόνια, φεύγει δὲ τὰ ἀνάρμοστα, ἵνα μὴ ἀσχημονῇ διὰ τὸ ὄρ‐ γανον, ὡς οὐχ ὑπηρετοῦν τῇ τέχνῃ ὁ τε‐ χνίτης. Καὶ ὁ Θεὸς οὖν ἐὰν ἀπορῇ τῶν ὀρ‐
10γάνων αὐτοῦ, σιωπᾷ, οὐ παρ’ ἑαυτὸν, ἀλλὰ παρὰ τὴν τῶν ὀργάνων ἀπορίαν. Ὄργανα δὲ Θεοῦ οἱ μακάριοι προφῆται, καὶ ὥσπερ ὁ ἀκούων χορδῆς καὶ ἤχου τοῦ ἐν τῇ λύρᾳ, οὐκ ἐκείνης ἀκούει, ἀλλὰ τοῦ μουσικοῦ
15κρούοντος μουσικῶς τὸ ἐπιτήδειον ὄργανον, οὕτως ὁ ἀκούων προφήτου, μὴ νομιζέτω ἀνθρώπου ἀκούειν, ἀλλὰ Θεοῦ τοῦ ὄργα‐ νον εὑρόντος ἐπιτήδειον, καὶ συγχρησαμέ‐ νου αὐτῷ εἰς δέον. Μακαρίζω οὖν καὶ τοῦ‐
20τον τὸν προφήτην, ὅτι ὄργανον ἑαυτὸν ἔ‐ ταξε πρὸς διαδοχὴν κρούοντος Θεοῦ, καὶ τό· ἄκουσον, λαός μου, ἐπὶ τὸν χρώμενον τῷ ὀργάνῳ ἀναφέρω Θεόν· ὡς καὶ ὀφθαλμοῖς χρῆται δικαίου καὶ ὦσι καὶ χειρὶ, καὶ πᾶσι
25τοῖς μέλεσιν· ἀκούσωμεν οὖν τί λέγει ὁ Θεὸς ἐν τῷ ἰδίῳ ὀργάνῳ, διαμαρτυρόμενος πρὸς τὸν λαόν. Πεῖραν, φησὶ, τῆς ἐμῆς δυνάμεως εἰληφὼς, ὦ Ἰσραὴλ, δέξαι προθύμως τὰς παρ’ ἐμοῦ προσφερομένας νομοθεσίας. Δια‐
30μαρτυρία γάρ ἐστι προλέγουσά σοι καὶ τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπειθείας τὴν ὠφέλειαν.

80

.

10

Οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος. Πρόσφατός ἐστι θεὸς, ὁ μηδὲν οὐσιῶσαι δυνάμενος, ἢ ὁ τῇ κακίᾳ πεποιημένος, καὶ παρὰ τοῖς ἔθνεσι νενομισμένος. Ὠνόμασεν
5τὴν πολύθεον εἰδωλολατρίαν οὕτω παραπεμ‐ πομένην. Δεῖ γὰρ σὲ δεσπότην ἡγεῖσθαι ἐμὲ, τὸν ἀπαλλάξαντά σε δουλείας, ἀφ’ ὧν ἔλαβες τὴν πεῖραν.138 in vol. 3

80

.

11

Πλάτυνον τὸ στόμα σου, καὶ πλη‐ ρώσω αὐτό. Ἀντὶ τοῦ· εἴ τι δυνάσαι, αἴτησαι, καὶ πλείω παράξω ὧν αἰτεῖς. Καὶ πληρώσω,
5ἀντὶ τοῦ τελειωτέρους λόγους παρασκευάσω εἰπεῖν.

80

.

17

Καὶ ἐψώμισεν αὐτοὺς στέατος πυ‐ ροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Αὐτός ἐστιν ὁ πυρὸς, περὶ οὗ γέγραπται· Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ,
5αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ἀφ’ οὗ στέατος ψωμίσει ἡμᾶς ὁ Θεὸς, διδοὺς ἄρτον ζῶντα, ὃν αὐτὸς ἀρτο‐ ποιεῖ ὁ Πατήρ. Οὗτος δὲ ὁ πυρὸς καὶ πέτρα ἐστί. Πέτρα δέ ἐστιν ὁ Χριστός· ἀφ’ ἧς πέτρας
10οὐ μόνον ὕδωρ ποτίζον καὶ τὸν λαὸν, ἀλλὰ καὶ μέλι χορτάζον τοὺς μακαρίως πενῶντας. — Λέγει δὲ τότε τὸ ὕδωρ τῆς περιτομῆς· νῦν δὲ λέγει τὸ τῆς ζωῆς, τὸ ἐκ πλευρᾶς ἐξελ‐ θὸν Ἰησοῦ. —Τοῦτον ψωμίζει ὁ Θεὸς, ὃν
15δι’ ἐντολῶν παιδεύει, καὶ τοῦτον χορτάζει, ὃν διὰ τῆς αὐτοῦ θεωρίας εὐφραίνει. —Ἠ‐ θικῶς δὲ τὸ εἶδος τῆς φιλοσόφου καὶ ἀπερά‐ του καὶ τῷ ἀναγκαίῳ μετρουμένης ζωῆς ἰδιότατον μὲν ἔχει τόπον τὴν ἐρημίαν, καὶ
20ταύτη κατὰ τὸ πλεῖστον ἐμφιλοχωρεῖ· συμ‐ βαδίζει δὲ πανταχοῦ τοῖς βουλομένοις, εἴπερ ἐν τρόπῳ, καὶ μὴ ἐν τόπῳ τὸ φιλοσοφεῖν,
ὅπερ οὐδὲν ἂν τῶν πάντων στενοχωρήσειεν.139 in vol. 3

81

p

Ψαλμὸς τῷ Ἀσάφ.

81

.

1

Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Ὠριγένους, Βασιλείου. Εἴρηται γοῦν ἀλ‐ λαχοῦ ὅτι κρινεῖ ἀνάμεσον τῶν ἐθνῶν. Τοῖς
5γὰρ ἁγίοις οὐ τὸ κρίνεσθαι, ἀλλὰ τὸ μεῖζον τὸ διακρίνεσθαι. Διακρίνει γὰρ αὐτοὺς, ὥσ‐ περ βασιλεὺς ἐν ἡμέρᾳ ἱλαρᾷ, ἕκαστον ἀ‐ μειβόμενος τῶν ἀξιωμάτων τιμῆς. Τίς μὲν ἄξιος ἀναστῆναι τὴν ἀνάστασιν τὴν ὡς ἡ‐
10λίου; τίς δὲ τὴν ὡς σελήνης; καὶ τίς τὴν ὡς ἀστέρων; Στήσεται οὖν ἐν συναγωγῇ θεῶν, οὐκ ἀνθρώπων, ἤτοι κατ’ ἄνθρωπον περιπατούντων, καὶ διακρινεῖ. Τίς μὲν τού‐ των τῶν θεῶν ἀνάλογον ἡλίου δόξαν ἔχει;
15τίς δὲ σελήνης; τίς δ’ ἀστέρων; τί δὲ ποιεῖ ἡμᾶς ἀνθρώπους πεσόντας ἀπὸ τῆς θεό‐ τητος; Ἄκουε Παύλου περὶ τῶν μικροτέ‐ ρων λέγοντος ἁμαρτημάτων· Ὅπου μὲν ἐν ὑμῖν ζῆλος καὶ ἔρις; οὐχὶ σαρκικοί ἐστε;
20καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Κἀκεῖ γὰρ μονονουχὶ ἔκραγε καὶ λέγει· Ὁ μὲν Λόγος ὑμᾶς ἐκάλεσεν, ἵνα ἦτε θεοί· ὑμεῖς δὲ οὐ βούλεσθε τὰς πράξεις τοῦ σώματος θανα‐ τοῦν, ἵνα ἀποθεώτητε. Ἀλλ’ ἐρχομένην Θεοῦ
25δωρεὰν εἰς ὑμᾶς ποιοῦσαν ὑμᾶς θεοὺς, ἁμαρ‐ τάνοντες ἀπωθεῖσθε. Ἑβραῖοι δέ φασιν· ὅτι ὁ Θεὸς ἔστη μέσον τῶν ἀρχόντων, ὡς παρὼν αὐτοῖς ἀοράτως· διὸ καὶ ἐν μέσῳ πολλῶν ἐ‐ λέγξει αὐτοὺς διὰ τῶν προφητῶν, εἰ ἀδίκως
30ἄρξουσι.

81

.

2

Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρό‐ σωπα ἁμαρτωλῶν λαμβάνετε; Πρόσωπα ἁμαρτωλῶν εἰσιν αἱ κακίαι, καθ’ ἃς μορφοῦνται οἱ ἄδικοι. Κρίνων ἀδι‐
5κίαν, κριτὴς ἀδικίας· κατ’ ἐπακολούθημα
δὲ, λαμβάνομεν πρόσωπον ἁμαρτωλῶν, πλου‐ σίων ἢ δυνατῶν, ἢ ὡραίων, ἢ βιαίων, καὶ ὑβριστῶν πρόσωπα λαμβάνομεν, οἷς ἁμαρ‐ τωλοῖς εἶναι συμβέβηκε πολλάκις. Ἢ τάχα140 in vol. 3
10ὡς οἱ ἐν θεάτροις πρόσωπα λαμβάνοντες κατὰ τὰ προκείμενα δράματα, οὕτως καὶ ἡ‐ μεῖς τῶν ἀντικειμένων ἐνεργειῶν, ὁτὲ μὲν ὀργῆς, ὁτὲ φόβου, ὁτὲ λύπης.

81

.

5

Ἐν σκότει διαπορεύονται. Σκότος νῦν τὴν ἄγνοιαν λέγει.

81

6,7

Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες. Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀ‐ ποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπ‐ τετε.
5 Θεοί εἰσιν ὅσοι ἔχοντες τὸν Λόγον, τηροῦ‐ σιν· ὁ γὰρ ἐνὼν αὐτοῖς Λόγος, οὐκ ἐᾷ ἀπο‐ θνήσκειν αὐτοὺς, ζωὴ τυγχάνων. Ἐπειδ’ ἂν δὲ ἀποβάλωσι τὸν Λόγον, ὄντα ζωὴν, ἀποθ‐ νήσκουσι· ἀποθνήσκουσι δὲ οὐχὶ τὸν κοινὸν
10θάνατον, ἀλλὰ τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ, πίπτοντες παραπλησίως ἑνὶ τῶν ἀρχόντων· οὗτος δέ ἐστιν ὁ διάβολος.

82

.

4

Ἐπὶ τὸν λαόν σου κατεπανουργεύ‐ σαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Ὁ δὲ Σύμμαχος οὕτως· Κατὰ τὸν λαόν
5σου πανούργως ὁμιλοῦσι, καὶ συμβουλεύον‐ ται κατὰ τοῦ ἀποκρύφου σου. Ἐπειδὴ γὰρ ἐξ αὐτῶν ἔμελλεν βλαστήσειν ὁ Χριστὸς, συνελήλυθε δὲ τὰ ἔθνη πρόῤῥιζον ἀνασπᾶσ‐ θαι τῶν Ἰουδαίων τὸ ἔθνος, διδάσκει τὸ ἅ‐
10γιον Πνεῦμα, ὅτι οὐ καθ’ ἡμῶν κέχρηνται ταῖς ἐπιβουλαῖς, ἀλλὰ καὶ κατὰ τοῦ ἐν ἡμῖν ἀποκεκρυμμένου Χριστοῦ, ὃν ἀνθήσειν ἐκ
τῆς Ἰουδαίας φυλῆς προσηγόρευσε· τῆς γὰρ ῥίζης ἑκτεμνομένης, πόθεν ὁ καρπὸς φυή‐141 in vol. 3
15σεται;

82

.

5

Εἶπαν· Δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνο‐ μα Ἰσραὴλ ἔτι. Οἱ μὲν θεομάχοι οὐ βούλονται ἔθνος Θεοῦ
5ἐν ἀνθρώποις ἐφεστάναι, ἀλλὰ καὶ τὸ ὄνομα τοῦ Ἰσραὴλ ἐξαλειφθῆναι σπουδάζουσιν· ὁ δὲ Θεὸς ἀεὶ ἔθνος ἐπὶ γῆς ἑαυτῷ καταρτίζων, καὶ μετὰ τὴν τοῦ προτέρου λαοῦ πτῶσιν, τὴν ἐξ ἐθνῶν ἐκκλησίαν συνεστήσατο, τὸ
10καινὸν καὶ νέον ἔθνος, τὸ καθόλου τῆς οἰ‐ κουμένης.

82

7-9

Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ Ἀγγαρηνοὶ ... καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ’ αὐτῶν. Ἰσμαὴλ, εἰσακουσμένος Θεοῦ. Ἀμαλὴκ
5λαὸς ἐκ λείχων. Ἀσσοὺρ, εὐθὺς ἀτείχιστος· δηλοῖ δὲ ὁ λαὸς Ἀμμονιτῶν καὶ Μωαβιτῶν διαφερόντως τοῦ Θεοῦ θρασυνθέντας καὶ τὰ λοιπὰ συναγείραντας ἔθνη.

82

.

13

Κληρονομήσωμεν ἑαυτοῖς τὸ θυ‐ σιαστήριον τοῦ Θεοῦ. Ψυχὴ δὲ καθαρὰ, κλῆρος Θεοῦ.

82

14-19

Θοῦ αὐτοὺς ὡς τροχὸν κτλ. Πρῶτον, θοῦ αὐτοὺς ὡς τροχόν· δεύτε‐ ρον, ὡς κάλαμον· τρίτον, ὡσεὶ πῦρ· τέταρ‐ τον, ὡσεὶ φλόγα. Πέμπτον, οὕτως καταδιώ‐
5ξεις· ἕκτον, ἐν τῇ ὀργῇ σου· ἑπτὸν, πλήρω‐ σον· ὄγδοον, ζητήσουσιν· ἔννατον, αἰσχυνθή‐ τωσαν· δέκατον, ἐντραπήσονται· ἑνδέκατον, γνώτωσαν. Ὁ Θεός μου, φησὶν, οὕτως αὐ‐ τοὺς παρήγαγεν καὶ παρακύκλωσε ταῖς ἁ‐
10μαρτίαις, ἤγουν τιμωρίαις, ὡς μηδεμίαν αὐ‐ τοῖς ἀνάπαυσιν γενέσθαι ὡς πάντων τροχῶν, φησὶ, παράγεσθαί τε καὶ κυλίεσθαι· ὁ τρο‐ χὸς μὲν γὰρ ἀφάπτεται τῆς γῆς.

82

.

19

Καὶ γνώτωσαν ὅτι ὄνομά σου Κύ‐ ριος. Εἰς αὐτὴν ἁμαρτάνει γνῶσιν, ὁ τὸν πεφυ‐ κότα νοῦν ὁρᾶν τὴν γνῶσιν ἁμαρτάνειν κα‐
5τεργάζων.142 in vol. 3

83

.

3

Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.
5 Ζητήσεις πόθεν ἐπιποθεῖ ἡ ψυχὴ, οὐ τὸ ἐπιποθεῖν μόνον, ἀλλὰ καὶ τὸ ἐκλείπειν εἰς τὰς αὐλὰς τοῦ Κυρίου; πότερον ὑπομνησ‐ θεῖσα; σὰρξ δὲ ἀγάλλεται ἐπὶ Θεὸν ζῶντα, ἐπείπερ ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ. —
10Αὐλαὶ Κυρίου αἱ θεωρίαι τῶν γεγονότων σωμάτων εἰσίν. ἐν ταύταις γὰρ ἡμεῖς δεῖ γενέσθαι τὸ πρότερον, εἰθ’ οὕτως εἰσελθεῖν εἰς τὸν ναὸν τοῦ Θεοῦ, ὅστις ἐστιν ἡ θεωρία τῶν ἀσωμάτων.

83

.

4

Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰ‐ κίαν, καὶ τρυγὼν νοσσίαν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς. Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων.
5 Βούλεται εἰπεῖν ὅτι ὡς στρουθίου δίκην, καὶ ἡμεῖς ἐπλανώμεθα· ὡς γὰρ ἐκεῖνα τοῦ μὴ ἔχειν καλιὰν πλανᾶται, πηξάμενα δὲ ἐν αὐτῇ διατρίβουσι, καὶ τὰ νοσσία ἐκθάλπου‐ σιν, οὕτως καὶ ἡμεῖς πάλαι μὲν ἐπλανώμε‐
10θα. Νῦν δὲ ὑπὸ τῆς θείας χάριτος προκλη‐ θέντες, παρὰ τὰς σκηνὰς καὶ τὰ θυσιαστή‐ ριά σου, τοὺς ἰδίους ἐκπαιδεύομεν νεοττούς. —Καὶ Ἀκύλας οὕτως· Καίγε ὄρνεον εὗρεν ἑαυτοῦ οἶκον, καὶ στρουθὸς νοσσίαν ἑαυτῷ,
15οὗ ἔθετο τὰ νοσσία. Ἔθος δὲ τῇ γραφῇ τρυ‐ γῶσιν ἀφομοιοῦν τοὺς ἁγίους μυσταγωγοὺς, οἱ τῷ ἐπεικεῖ τρόπῳ τοὺς νεοττοὺς θάλπουσι
παρὰ τοῖς θείοις θυσιαστηρίοις, ὥσπερ τρυ‐ γόνες· οἷς καὶ ἡδεῖς εἰσιν οἱ τούτων λόγοι,143 in vol. 3
20ὡς τρυγόνων πνευματικῶν. Ἢ οὕτως· στρου‐ θία μὲν τῶν ἀνθρώπων αἰνίττεται τὰς ψυχὰς τὰς ὑπὸ τοῦ νοητοῦ ἐχθροῦ ἀγρευομένας· τρυγόνες δὲ τὰς ἐν ἁγνείᾳ καὶ σωφροσύνῃ ζώσας ψυχάς· λέγει οὖν ὅτι πᾶσα ψυχὴ ταύ‐
25την εὑρήσει καταφυγὴν, τὴν εἰς τὸ θυσιασ‐ τήριόν σου εἴσοδον. Δεῖ πρότερόν τινα σπου‐ δάσαι ἑαυτῷ οἶκον εὑρεῖν, ἐν ᾧ δυνήσεται δέξασθαι Θεὸν, ἔπειτα δὲ καὶ ἄλλους ποιῆ‐ σαι οἴκους Θεοῦ. Χρησώμεθα δὲ τοῖς ῥητοῖς
30πρὸς τοὺς ἀκαθάρτους ἀνθρώπους καὶ διδάσ‐ κειν ἐπιχειροῦντας. Κατὰ τὴν ἔννοιαν τοῦ ῥη‐ τοῦ, μείζων ἡ τρυγὼν τοῦ στρουθίου.

83

6,7

Ἀναβάσεις ἐν τῇ καρδία αὐτοῦ διέθετο ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν ἔθετο. Αἱ ἀναβάσεις αὐταὶ τῶν γνώσεων τῇ καρ‐
5δίᾳ συμβαίνουσιν ἐκ τῆς ἀντιλήψεως τοῦ Θεοῦ, τουτέστιν καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀνα‐ βαίνει τὰ περὶ τῆς κρίσεως, καὶ διατίθεται ἐν αὐτῷ, καὶ φυλάττει τὰς ἐντολὰς τοῦ Θεοῦ. Κοιλὴ δὲ κλουθμῶνός ἐστιν, ἤ τοι τὸ
10ἀνθρώπινον σῶμα, ἢ τὸ συγγενὲς τούτου κόσμος.

83

.

8

Πορεύσονται ἐκ δυνάμεως εἰς δύνα‐ μιν. Σύγκρισις ἁγίας γνώσεως πρὸς γνῶσιν ἀν‐ θρωπίνην· σύγκρισιν ποιησαμένοις τῆς γνώ‐
5σεως τῆς τῶν ἔξωθεν σοφῶν καὶ τῆς τοῦ Θεοῦ, ἀποφαίνεται κρείσσω εἶναι τὴν μικρὰν μερίδα παρὰ Κυρίου ἢ τοὺς θησαυροὺς μετὰ ἀφοβίας, τοὺς παρὰ τῷ Σωλομῶνι λεγομέ‐ νους.
10 Καὶ μετ’ ὀλίγον· Ὁ αὐτός φησιν· ἐξελε‐ ξάμην παραῤῥίπτεσται ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου, μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώματι ἁ‐ μαρτωλῶν· οὕτω δή μοι ὁ θεῖος ἀξιέραστος οἶκος, ὡς αἰρεῖσθαι παρὰ τοῦτον, καὶ ἐπ’ ἐ‐
15δάφους ἐῤῥίφθαι καὶ πρὸ τῶν τούτου καλιν‐ δεῖσθαι θυρῶν, ἢ ἐν ταῖς μεγάλαις καὶ λαμ‐
πραῖς τῶν παρανομίᾳ συζώντων οἰκίαις διαιτᾶσθαι· καὶ γὰρ ἐκείνους ἐδίδασκεν ἡ χάρις τοῦ πνεύματος μὴ παραβλέπειν τοῦ144 in vol. 3
20θείου οἴκου τὴν ἐρημίαν, καὶ ἡμεῖς παιδευό‐ μεθα τοὺς τῷ Θεῷ ἀφιερωμένους οἴκους πο‐ θεῖν ἀεὶ, ὅμοιον ὡσεὶ λέγοι· καὶ μικρός τις καὶ εὐτελὴς εἶναι μᾶλλον βουλοίμην ἂν ἐν τῇ ἐκκλησίᾳ, ἢ μέγας ἐν τῷ ἁμαρτωλῷ
25λαῷ.

83

9,10

Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰ‐ σάκουσον τῆς προσευχῆς μου. Ὑπερασπισ‐ τὰ ἡμῶν ἴδε, ὁ Θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου.
5 Ἀντὶ τοῦ· ἐπέμενον ὑμῶν προιστάμενος, ὑπερασπίζων καὶ φροντίζων καὶ τῆς εὐπρε‐ πείας τῆς βασιλείας ἡμῶν. Χριστὸν γὰρ λέ‐ γει ἐνταῦθα, τὸν ἐκ Βαβυλῶνος ἐπανελθόν‐ τα βασιλέα τὸν Ζοροβαβέλ. Ἢ πρόσωπον
10χριστοῦ λέγει τὸν σεσωσμένον λαὸν, ὃν καὶ Παῦλος μέλη Χριστοῦ καὶ σῶμα ἐκάλει.

83

.

12

Ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Θεὸς χάριν καὶ δόξαν δώσει. Ἔλεον καὶ ἀλήθειαν, ἀντὶ τοῦ· ἐλεήμονα καὶ ἀληθινὸν ἀγαπᾷ Κύριος. Συνηθὲς γὰρ
5τῇ γραφῇ τὴν ἕξιν ἀντὶ τοῦ μετέχοντος λέ‐ γειν· οὐχὶ δύο λέγει πράγματα, ἀλλ’ ἥδεται τῷ ἐλεεῖν καὶ ἀληθεύειν ἀγαπᾷ· ἢ ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ, οὐ τὰς δι’ αἱμάτων θυσίας, ἀλλὰ τὸ ποιεῖν ἔλεος καὶ ἀγαπᾶν τὴν
10ἀλήθειαν, —Χάριν, φησὶ, θείαν οἱ τοιοῦ‐ τοι ἐκ τῶν τοῦ παναγίου Πνεύματος κρου‐ νῶν ἀρύοντες, οἱ τὴν ἀλήθειαν δηλαδὴ καὶ τὸν ἔλεον ἀγαπῶντες.

83

.

13

Κύριε τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. Κατάδηλον πάντη τοῦ ψαλμοῦ τὸ ἀκρο‐ τελεύτιον· μακαρίζει γὰρ καὶ ζηλωτὸν ὀ‐
5νομάζει τὸν πάσης μὲν βιωτικῆς εὐκληρίας καταφρονοῦντα, μόνῃ δὲ ἐπὶ τὸν Θεὸν ἐλ‐
πίδι θαῤῥοῦντα.145 in vol. 3

84

.

1

Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλ‐ μός. Οἱ μὲν υἱοὶ Κορὲ τὸ αὐτὸ ἔλεγον δύο ἢ τρεῖς· ἓν μὲν δὲ λέγεται, ἵνα τὸ αὐτὸ λέγω‐
5μεν πάντες. Ἐπινίκιος καὶ οὗτος τῶν ἐπ‐ ανελθόντων ἐκ Βαβυλῶνος· ἐσχημάτισται δὴ, ὡς τοῦ Θεοῦ στρατηγοῦντος, καὶ λαβόν‐ τος τὴν αἰχμαλωσίαν, καὶ διὰ χρόνου ἐπα‐ νερχομένου εἰς Ἱερουσαλὴμ, καὶ τοῦ λαοῦ
10καταδιελόντος ἑαυτὸν δίχα, τοῦ προηγουμέ‐ νου τε καὶ ἑπομένου, καὶ ὡς νικητὴν ἀνευ‐ φημοῦντος τὸν τῶν ὅλων Θεόν. Προθεσπίζει δὲ ἐνταῦθα μετὰ τῆς σκιᾶς καὶ τὴν ἀλή‐ θειαν, ἤτοι μετὰ τὴν τῶν Ἰουδαίων ἐκ Βαβυ‐
15λῶνος ἐπάνοδον καὶ τοῦ παντὸς κόσμου τὴν σωτηρίαν.

84

2,3

Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀ‐ φῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας τὰς ἁμαρτίας αὐτῶν.
5 Εὐδοκεῖ Κύριος τὴν ἀγαθὴν καὶ σπουδαί‐ αν γῆν τυγχάνουσαν, διὰ τοῦ δέχεσθαι τὸν παρ’ αὐτοῦ σπορὸν, καὶ ὡς ἑκατὸν καρποφο‐ ρεῖ· καὶ ἀφίησι μὲν τὰς ἀνομίας διὰ τοῦ βαπτίσματος· ἐπικαλύπτει δὲ τὰς ἁμαρτίας
10διὰ τῆς πικρᾶς μετανοίας. Νῦν μὲν τὴν γῆν σου, κατωτέρω δὲ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν, καὶ κατωτέρω δὲ καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς· ἐν τῇ εἰς τὴν γῆν καθόδῳ τοῦ σωτῆρος ἡμῶν, εὐδόκησεν ὁ
15Θεὸς τὴν γῆν ἑαυτοῦ. Ἢ γῆν σου, ἀντὶ διασ‐ τολῆς ἀλλοτρίας λέγει τὴν Ἰουδαίαν, τῷ διὰ
τῆς πίστεως γενομένῳ αὐτοῦ λαῷ. Λέγει δὲ τὸν ἐξ ἐθνῶν κατὰ τὸ εἰρημένον ὑπὸ Ζαχα‐ ρίου τοῦ προφήτου· Ἐκείνῃ τῇ ἡμέρᾳ κατα‐146 in vol. 3
20φεύξονται ἐπὶ τὸν Κύριον ἔθνη πολλὰ, καὶ ἔσονται αὐτῷ εἰς λαόν.

84

.

8

Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Οὐ μόνον ὁ ἐλεούμενος ὁρᾷ τὸν δεικνύμε‐ νον αὐτῷ ἔλεον ἀπὸ Θεοῦ, ἀλλὰ πολλῷ
5μᾶλλον ὁ φωτιζόμενος εἰς γνῶσιν τοῦ ἐλέου, ὥστε ἂν εἰπεῖν· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Νῦν ἑνικῶς τὸ σωτήριον ἡ ἀρε‐ τή ἐστι, τὸ σωτήριον τοῦ Θεοῦ ὁ Χριστός.

84

.

9

Ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν. Καὶ ἐπὶ τοὺς ἀποστόλους αὐτοῦ καὶ πάν‐
5τας τοὺς πιστεύοντας εἰς αὐτὸν, ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησιν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι. Δείκνυσι δὲ καλῶς ὡς ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ μηκέτι πταιόντων δικαιο‐ σύνης ἀρχὴ, διὸ καὶ πελάζει φοβουμένοις ἡ
10σωτηρία, καὶ ἣν ἀφῆκας, ἀπολαμβάνουσι σὺν εὐκλείᾳ πατρίδα.

84

.

10

Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐ‐ τὸν τὸ σωτήριον αὐτοῦ. Εἰ ἀρχὴ σοφίας φόβος Κυρίου, σοφία δὲ ἡμῶν ἐστιν ὁ Χριστὸς, καλῶς οὖν λέγεται ὁ
5σωτὴρ ἐγγὺς εἶναι τῶν φοβουμένων αὐτόν.147 in vol. 3

85

.

1

Προσευχὴ τῷ Δαυίδ. Προσευχή ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων ἀναπεμπομένη.

85

.

2

Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. Δοῦλος Θεοῦ, ὁ μὴ δουλεύων ἁμαρτίᾳ, μη‐ δέ τινι πάθει ὑποκείμενος, ἐν μόνῳ δὲ ἐλπί‐
5ζων Θεῷ. Ἐγὼ ἤλπισά σοι, δέσποτα, δὸς ἐλπίδι τῆς σωτηρίας ἀντίδοσιν. —Ἡ γνῶ‐ σις τοῦ Θεοῦ σωτηρία ἐστὶ ψυχῆς. Ἐπειδὴ ὅσιος ἑαυτῷ κατηγόρευσεν, ἐπὶ τὸ ταπεινὸν πάλιν καταφέρει τὸν λόγον, δοῦλον ἑαυτὸν
10ἀπογραφόμενος τοῦ Θεοῦ, καὶ ἐπ’ αὐτῷ μό‐ νῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχειν ἐπαγγελ‐ λόμενος.

85

.

4

Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ, Κύριε, ᾖρα τὴν ψυχήν μου. Εὔφρανον, ἤτοι διὰ ζωήν. Διδάσκει ἡμᾶς ὁ λόγος, ὡς τὸν βουλόμενόν τε παρὰ τοῦ
5Θεοῦ λαβεῖν ἀγαθὸν, ἀδιάλειπτον δεῖ εἶναι εἰς προσευχήν. Αἴρει πρὸς Κύριον τὴν ἑαυ‐ τοῦ ψυχὴν, ὁ διὰ πράξεως καὶ θεωρίας κου‐ φίζων αὐτήν.

85

.

5

Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἀντὶ τοῦ ἐπιεικὴς Ἀκύλας καὶ Θεοδο‐ τίων ἱλαστὴς εἰρήκασιν· ὁ δὲ Σύμμαχος·
5Καὶ ἀφιείς. Ἐπήγαγε δὲ τοῦτο θεραπεύων τὸ δοκοῦν φορτικόν.

85

.

8

Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύ‐ ριε. Τίνι γὰρ εἶπεν ποτὲ ὁ Πατήρ· Κάθου ἐκ δεξιῶν μου;

85

.

9

Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξου‐ σι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου, Κύριε.
Εἰ πάντα τὰ ἔθνη ἥξει καὶ προσκυνήσει148 in vol. 3
5τὸ ὄνομα Κυρίου, ἥξει δηλονότι καὶ τὰ ἔθνη τὰ τοὺς πολέμους θέλοντα· εἰ δὲ οὕτω πᾶσα ἄρα φύσις λογικὴ προσκυνήσει ἐνώπιον Κυ‐ ρίου, ἔπειτα δὲ καὶ δοξάσει τὸ ὄνομα αὐτοῦ, ὅπερ σημαίνει τὸν ἐν αὐτῷ ὑπάρχοντα Πα‐
10τέρα.

85

.

11

Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου. Ἐγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Χριστός. Καὶ πάλιν· Ἐγώ εἰμι ἡ ἀλήθεια. Εὔχεται τοίνυν
5πρῶτον μὲν ἐν αὐτῷ γενέσθαι, ὡς ὁδὸν τὸν Χριστὸν, τουτέστιν ὡς ἀρετὴν, ἔπειτα δὲ ὡς ἀλήθειαν, ὅπερ ἐστι τῆς θεωρίας.

85

.

17

Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀ‐ γαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρακάλεσάς με.
5 Οὐχ ἁπλῶς σημεῖον, ἀλλὰ σημεῖον ἀγα‐ θὸν, ἀντὶ τοῦ· Ποίησον σημεῖον ἐμοὶ φέρον τὸ σωτήριον. Καὶ ἰδέτωσαν οἱ μισοῦντές με, τὴν εἰς ἐμὲ τοιγαροῦν πρόνοιαν δυσμενεῖς θεασάμενοι αἰσχύνης ἀναπληθήσονται, καὶ
10ἐπονείδιστοι παρὰ πᾶσι γενήσονται. Ση‐ μεῖα ἀγαθά ἐστιν τὰ χαρίσματα τοῦ Πνεύ‐ ματος τοῦ ἁγίου, ταῦτα γὰρ μάλιστα αἰσχύ‐ νονται καὶ οἱ δαίμονες. —Καὶ παρεκάλε‐ σάς με. Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς
15ἀπὸ πολλῶν κόπων. Ἢ ἐστί· Βεβαιώθημαι καὶ παρακέκλημαι.

86

.

1

Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς. Ἐπινίκιος οὗτός ἐστιν, ἀπαλλαγείσης τῆς πόλεως· προθεσπίζει δὲ καὶ τὴν κληρονο‐ μίαν καὶ σωτηρίαν τῶν ἐθνῶν.

86

.

2

Οἱ θεμέλιοι ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάν‐ τα τὰ σκηνώματα Ἰακώβ. Θεμέλια τῆς εὐσεβείας τὰ θεῖα παιδεύμα‐149 in vol. 3
5τα· ὄρη δὲ ἅγια, ἐφ’ ὧν ταῦτα πέπηγε τὰ θεμέλια, οἱ τοῦ Σωτῆρος ἀπόστολοι. Περὶ τούτων γὰρ ἔφη καὶ Παῦλος· Ἐποικοδομη‐ θέντες εἰς τὸ θεμέλιον τῶν ἀποστόλων καὶ προφητῶν· ἐπὶ τούτων τῶν ἁγίων ὄρεων ὁ
10δεσπότης Χριστὸς κατέπηξε τὰ τῆς εὐσεβεί‐ ας θεμέλια. Ἢ θεμελίους Θεοῦ τοὺς τῆς πόλεως θεμελίους καλεῖ, ὡς δι’ αὐτὸν οὐκ ἀνατραπέντας. Ὄρη δὲ ἅγια, τὴν Σιὼν καὶ τὴν Ἱερουσαλὴμ, ὡς τοῦ ἁγίου Θεοῦ δείξαν‐
15τος ἐκεῖ τὴν ἑαυτοῦ κατοικίαν, δι’ ἣν οὐ πα‐ ρεδόθη καὶ αὐτὰ τοῖς Ἀσσυρίοις. Διό φη‐ σιν· Ἕστηκα καὶ ἅπαντα σῶα ἐπὶ τῆς οἰ‐ κείας ἕδρας. —Ἡγοῦμαι καλῶς μὴ προσ‐ κεῖσθαι τὸ τίνος οἱ θεμέλιοι αὐτοῦ, ἵν’ ἐπι‐
20ζητήσαντες εὕρωμεν ἐν τοῖς ἐφ’ ἑξῆς τὸν λεγόμενον τεθεμελιωκέναι τὴν Σιὼν ἄνδρα, ὃς καὶ ἐγεννήθη ἐν αὐτῇ, καὶ ἐθεμελίωσεν αὐτήν. Ὁ δὲ Ἀκύλας· Θεμελίωσις αὐτοῦ ἐν ὄρει ἡγιασμένῳ. Σημαίνει δὲ τὸ ἑδραῖον τῆς
25τῶν Ἑβραίων πολιτείας, καὶ τὸ οἰκεῖον καύ‐ χημα ἐν τῷ ὄρει τῆς Σιὼν εἶναι, οὗ καὶ ὁ ναὸς ἵδρυτο. Ὄρεα δὲ καὶ πόλιν εἶπε, σεμνύ‐ νων τὸ Σιὼν ὄρος. Ἀγαπᾷ Κύριος καὶ τὸν πρακτικὸν καὶ τὸν θεωρητικόν. Ἰακὼβ γὰρ
30πτερνιστὴς ἑρμηνεύεται, ἡ δὲ Σιὼν σκοπευ‐ τήριον.

86

.

5

Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ. Μητέρα ἕκαστος τὴν Σιὼν ὀνομάζει, καὶ πᾶς ἄνθρωπος ἐρεῖ· Μήτηρ Σιών. Ὁ μὲν
5παῖς Ἰησοῦς γεννᾶται ἐν βηθλεέμ· ὁ δὲ ἄν‐ θρωπος ἐν τῇ Σιὼν, διὰ τὸ πρᾶξιν μὲν τίκ‐ τεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεννᾶσθαι ἐν
τῷ νῷ.150 in vol. 3

86

.

6

Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. Τοῦτο ὁ Σύμμαχος οὕτως· Κύριος ἀριθ‐
5μήσει γράφων λαοὺς, οὗτος ἐτέχθη ἐκεῖ. Ὁ γὰρ τοὺς ἐν αὐτῇ πολιτευομένους λαοὺς τῆς παρ’ αὐτοῦ γραφῆς ἀξιῶν, ἐν αὐτῇ ἐγεννήθη, Κυρίος ὢν καὶ Θεός· ταύτην δὲ τὴν ἀρίθμη‐ σιν καὶ ὁ Κύριος ἐδίδαξεν, εἰπών· Ὑμῶν δὲ
10καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠρίθμηνται. Ἢ τῶν λαῶν, φησὶ, καὶ τῶν ἀρχόντων, τῶν ἐν αὐτῇ τῇ ἐκκλησίᾳ γεγεννημένων, ἀρίθμη‐ σιν ὁ Κύριος διηγήσεται, τὴν γενομένην ἐν τοῖς οὐρανοῖς, ἣν αὐτὸς αὐτοῖς διηγήσατο,
15λέγων· Χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέ‐ γραπται ἐν τοῖς οὐρανοῖς. —Ἢ καὶ οὕτως· Ἀναστήσει, φησὶ, τὰ πάτριά σου πάλιν, καὶ ἔσονταί σοι σύνοδοι ἐν τῷ ναῷ, καὶ ἀναγ‐ νωσθήσονται θεῖαι γραφαὶ, δι’ ὧν ὁ Θεὸς τοῖς
20λαοῖς δοκεῖ διαλέγεσθαι· ἐν αἷς συνόδοις, φη‐ σὶν, καὶ ἄρχοντες ἔσονται, πάλιν λέγων δι‐ δασκάλους καὶ ἱερεῖς. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; φησὶν οὕτως· Ἔστι πεπολισμένη καὶ πληθύνουσα, ὡς ἂν πόλις οἰκισθείη πα‐
25ρὰ τῶν ἀνθρώπων ἀλύπως διαγόντων ἐν αὐ‐ τῇ καὶ μετὰ πλείστης εὐφροσύνης.

86

.

7

Ὡς εὐφραινομένων πάντων ἡ κατοι‐ κία ἐν σοί. Ἡ γὰρ ἐν οὐρανῷ πολιτεία πάσας ἀθυ‐ μίας κεχώρισται. —Ἢ οὕτως· ὅταν σοι,
5φησὶ, πάντων τῶν ἐν τῇ ἐκκλησίᾳ ἡ κατοι‐ κία γένηται, τότε καὶ εὐφροσύνης ἔσονται
πλήρεις.151 in vol. 3

87

.

3

Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευ‐ χή μου. Ὡσπερεὶ ζώσης τῆς ἑαυτοῦ προσευχῆς ἀξιοῖ, ὅπως ἔλθοι ἐνώπιον τοῦ Κυρίου.

87

4,5,6

Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε, προ‐ σελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἐγεννήθην ὡς ἄνθρωπος ἀβοήθητος,
5ἐν νεκροῖς ἐλεύθερος. Τὸ δέ· ἐπλήσθη κακῶν ἡ ψυχή μου, ὁ Χριστὸς λέγει, τὰς ἁμαρτίας ἡμῶν φέρων ἐν τῇ ψυχῇ αὐτοῦ, καὶ πλήρης ὢν [κακῶν]· ὁ περὶ ἡμῶν ὀδυνάμενος, προσελογίσθη με‐
10τὰ τῶν καταβαινόντων εἰς λάκκον. —Εἰ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν ἐβάστασε, καὶ περὶ ἡμῶν ὀδυνᾶται, εἰκότως κακῶν ἐνε‐ πλήσθη, φησίν. Ἐὰν μεταλάβῃς τὸν ᾅδην εἰς τὸν θανόντα, γνῶθι πῶς ὁ θάνατος δια‐
15φέρει ζωῆς ἀνθρώπου· τὸ πλῆθος ἠντομό‐ λησε τῶν περιστοιχιζόντων με θεωρῆσαι κα‐ κῶν· παρ’ αὐτὸν γὰρ εἶμι τὸν θανόντα, καὶ τῆς σῆς δέομαι βοηθείας. —Ὡς ἀβοήθητος μὲν, οὐ μὴν ἀληθῶς ἀβοήθητος, ὡς ἀπὸ τοῦ
20Πατρὸς, εἰ καὶ εἶπεν· Ὁ Θεὸς, ὁ Θεός μου, ἵνα τί ἐγκατέλιπές με; Μόνος γὰρ ὁ Ἰησοῦς, εἰ καὶ ἀπέθανεν ὑπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ, ἀλλ’ ἐν νεκροῖς μόνος ἦν ἐλεύθερος, ὡς τό· Ἔρ‐ χεται ὁ ἄρχων, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.
25Διὸ οὐκ ἔχων τοὺς τῆς ἁμαρτίας δεσμοὺς, ὡσεὶ ἐλεύθερος, ἀνέστη ἐκ νεκρῶν, ἐξουσίαν ἔχων μόνος πάλιν λαβεῖν αὐτὴν [τὴν ζωήν]. Ὁ βουλόμενος τοῦτο ἐπὶ τοῦ Σωτῆρος λαβεῖν, νοησάτω οὕτως· εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρ‐
30τίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, ὁ δὲ αὐτὸς οὗτος καὶ νεκρός ἐστι· ψυχὴ γὰρ ἡ ἁμαρτά‐ νουσα, αὐτὴ καὶ ἀποθανεῖται. Καὶ καλῶς λέγεται ὁ Σωτὴρ ἐν νεκροῖς εἶναι ἐλεύθερος, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δό‐
35λος ἐν τῷ στόματι αὐτοῦ.152 in vol. 3

87

.

8

Καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ’ ἐμὲ ἐπήγαγες. Μετεωρισμοὺς τὴν μετὰ σφοδρότητος ἐ‐ πενεχθεῖσαν τῷ τῶν ἀνθρώπων γένει ὑπὲρ
5τῆς παραβάσεως δίκην φησί· σημαίνει δὲ πάλιν τὸν θάνατον.

87

.

9

Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐ‐ μοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Οἱ Ἰουδαῖοι ἔθεντο αὐτὸν βδέλυγμα ἑαυ‐ τοῖς· ἐπὰν δὲ μακρύνῃ τις ἑαυτὸν ἀπὸ Χρισ‐
5τοῦ, τότε καὶ ἀπὸ Θεοῦ μακρύνεται κατ’ ἀ‐ ναλογίαν οὗ ἑαυτὸν μακρύνει· ὁρῶν δέ τις Ἰούδαν ἢ ἀλλοτριουμένους Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, τεθειμένους αὐτὸν βδέλυγμα ἑαυ‐ τοῖς, ὄψεται πῶς ταῦτά ἐστιν ἀληθῆ.

87

.

10

Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Καὶ πρὸς τούτοις, φησὶν, ὑπὸ τῶν πολλῶν δακρύων· ἐξεῤῥύη μου τὸ διοριστικόν. Ὁ
5γὰρ Σύμμαχος οὕτως· Ὁ ὀφθαλμός μου ἐ‐ ξέῤῥευσεν ἀπὸ τῆς κακώσεως. Δακρύων, φη‐ σὶ, τοὺς ὀφθαλμούς μου κατεδαπήνησα, κλαί‐ ειν ὑπὸ τῆς ὀδύνης ἀναγκαζόμενος. —Διὰ τὴν πτωχείαν, ἣν ἐπτώχευσεν πλούσιος ὢν,
10ὡς ἐσταυρώθη, οὕτως καὶ τῷ ὀφθαλμῷ ἠσ‐ θένησεν· οὐ γὰρ ἕωρα, ὡς ὅτε ἐν μορφῇ Θεοῦ ὑπῆρχεν, ἀλλ’ ὡς μορφὴν δούλου λαβὼν, ἔ‐ βλεπε· καὶ ἄλλως δὲ πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν· καὶ οὐκ ἰσχυροῖ ὁρᾶν· διὸ ἐπεὶ ἐν
15Κορίνθῳ πολλοὶ ἀσθενεῖς, οὐδὲ βρῶμα λαβεῖν δύνανται, οὐδὲ βλέπειν τὸ τῆς γνώσεως αὐ‐ τοῦ φῶς.

87

12,13

Μὴ τοῖς νεκροῖς ποιήσεις θαυ‐ μάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολο‐ γήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τῷ τά‐ φῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ
5ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Ἔτι μοι ζῶντι, φησὶ, τὴν σὴν δεῖξον θαυ‐
ματουργίαν· ἀποθανὼν γὰρ ταύτην οὐκ ὄψο‐153 in vol. 3
10μαι, οὐκ ἔστιν ἰατρὸς ἀπαλλάξαι θάνατον δυνάμενος· ἢ τὰς αἰτίας ἡμᾶς διδάσκει Χρισ‐ τὸς τῆς εἰς τὸν θάνατον αὐτοῦ καθόδου, μο‐ νονουχὶ λέγει ὅτι οὔτε ἐν νεκροῖς δυνατὸν, φησὶ, ποιήσασθαι θαυμάσια, οὔτε ἰατροὺς
15ἀναστῆσαι, ἵνα ἐξομολογήσωνταί σοι, οὔτε μὴν οἱ ἐν τῇ ἀπωλείᾳ δυνατοὶ ἦσαν γνῶναί σου τὴν ἀλήθειαν· τούτου χάριν, Πάτερ, καὶ τοῖς ἐν ᾅδου καταλελόγισμαι, ἵνα ἀναστάν‐ τες οἱ ἐν τῇ ἐπιλελησμένῃ γῇ, καὶ τῶν θαυ‐
20μασίων σου πεῖραν λάβοιεν, καὶ διηγήσων‐ ται οἱ πάλαι ἐν τῷ σκότει τὴν ἀλήθειάν σου. Ἀπώλειαν δέ φησι τὸ τῶν νεκρῶν χωρίον, διὰ τὸ ἀνέλπιστον τῆς ζωῆς. —Ἤ τις τά‐ φος κεκωνιαμένος καὶ μνημεῖον ἄδηλον ἔχει
25λάρυγγα τάφου ἀνεῳγμένου, ἐν τούτῳ οὐκ ἔσται, οὐκ ἔσται διήγησις ἐλέου Θεοῦ· ὅταν ἐν τοῖς μυστηρίοις συναγώμεθα, ἀπολλυμέ‐ νοις οὐ παραδοτέον τὴν ἀλήθειαν. —Γῆ ἐ‐ πιλελησμένη ἐστὶν ἡ ψυχὴ λογικὴ, τῶν τοῦ
30ἁγίου Πνεύματος ἐστερημένη καρπῶν. — Ὥσπερ ἐν τοῖς ἀπολολόσιν οὐκ ἔστιν ἀλήθεια, οὕτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ ἔστι θαυ‐ μασία. Οὐ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν δια‐ λυθέντας νεκροὺς, καὶ ἐν τῷ ζόφῳ τοῦ θα‐
35νάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς αἴσθεσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θεαμάτων θεατὰς καταστῆναι.

87

.

14

Κἀγὼ, Κύριε, πρὸς σὲ ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε. Ἀπαλλαγῆναι τῶν ἐπικειμένων ποτνιῶ‐ μαι, καὶ φθάνω τῇ δεήσει τὸν ὄρθρον. Ὁ δὲ
5Σύμμαχος οὕτως· Ἐμοῦ δὲ πρὸς σὲ, Κύριε, ἡ οἰμωγὴ, καὶ κατ’ ὄρθρον προσευχή μου προφθάσει σε. —Διὰ ταῦτα, φησὶ, λείψα‐ νον ἔτι κἀγὼ τῶν ζώντων ὑπάρχων, ταχέως τυχεῖν σου τῆς φιλανθρωπίας παρακαλῶ· τὸ
10γὰρ πρωῒ ἐπὶ τοῦ τάχους λαμβάνει, ἢ ὅτι
φθάνω τῇ δεήσει τὰ ἐλπιζόμενα.154 in vol. 3

87

.

15

Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν προ‐ σευχήν μου. Ἕως ποτὲ, δέσποτα, ἐπιτείνεις μοι τὰ κα‐ κὰ, καὶ τῆς εὐμενείας οὐ μεταδίδως; τὸ γὰρ
5μὴ τὰς ἱκεσίας τὰς ψυχικὰς προσίεσθαι τὸν Θεὸν, ἄπωσιν αὐτὴν καὶ ἀπόῤῥιψιν ὀνομάζει.

87

.

16

Πτωχός εἰμι ἐγὼ, καὶ ἐν κόποις ἐκ νεότητός μου. Δι’ ἡμᾶς γὰρ ἐπτώχευσεν, ἵνα ἡμεῖς τῆς ἐκείνου πτωχείας πλουτήσωμεν.

87

.

19

Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον, τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Ταλαιπωρίαν τοῦ πάθους τὸν καιρὸν κα‐ τασημαίνει· λέγει οὖν ὡς παρὰ τὸ πάθος
5αὐτὸν καὶ οἱ φίλοι καὶ οἱ γνώριμοι ἐγκατέ‐ λιπον. Ἐπειδὴ γὰρ γεγονὼς ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, ἐν δὲ τῷ σταυρῷ καταλέλειπται ὑπὸ τῶν μαθητῶν, τούτου χάριν τὸν Πατέρα αὐτοῦ
10μακρῦναι τοὺς φίλους καὶ τοὺς γνωρίμους λέγει.

88

2,3

Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶ‐ να ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου, ὅτι εἶ‐ πας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσε‐
5ται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλή‐ θειά σου. Προφητεύει ὁ Σωτὴρ οἰκοδομὴν ἐλέου, ὥσ‐ περ ὑπὸ ἀρχιτέκτονος Θεοῦ, σοφῶς τῶν εὐερ‐ γετουμένων ἔλεον οἰκοδομοῦντος· ἔσονται γὰρ
10τῶν εὐπεισομένων ἐλέου θεμέλιον, καὶ τὰ
μετὰ τὸν θεμέλιον, καὶ ἐλέου πύλαι, καὶ οἶ‐ κοι, καὶ θύραι, καὶ θυρίδες, καὶ κιόνες, καὶ στοαὶ, καὶ ναὸς ἀπ’ ἐλέου, καὶ θυσιαστή‐ ριον, καὶ καταπέτασμα, καὶ πόλις. Καὶ ἐπὶ155 in vol. 3
15γῆς μὲν οὐ πᾶς ἄνθρωπος ῥύστης, καὶ οὐκ ἔστι καθαρὰ ἀλήθεια· ἀλλὰ δι’ ἐσόπτρου ἀλήθεια, καὶ ἐν αἰνίγματι· ἐν οὐρανοῖς καὶ ὧν ἐστιν ἡ βασιλεία, ἑτοιμάζεται αὐτὴ, ἵνα οἱ τὸ εἰκῆ πολίτευμα ἔχοντες ἐν οὐρανοῖς,
20αὐτὴν θεάσωνται, φορέσαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου· ἐπείπερ ἐπὶ γῆς βλέπομεν δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι, διὸ καὶ εἴ τις δοκεῖ ἐγνωκέναι, οὕπως ἔγνωκε ὡς δεῖ γνῶ‐ ναι· διὰ τοῦτο ἐν τοῖς οὐρανοῖς ἑτοιμασθή‐
25σεται ἡ ἀλήθεια τοῦ Θεοῦ. Ἐλέη τοῦ Θεοῦ καλεῖ τὴν τῷ Δαυὶδ δο‐ θεῖσαν ἐπαγγελίαν, ὡς ἐκ φιλανθρωπίας πα‐ ρέσχεται· ᾄσομαι οὖν, ἀντὶ τοῦ μιμνήσομαι ταύτης διηνεκῶς, τοῦτο γὰρ εἰς γενεὰν καὶ
30γενεάν· οὐχ ἕνα ἔλεον, τὸν αἰῶνα ἐσόμενον, ἀλλὰ πολλοὺς τοὺς καὶ μετὰ τὸν αἰῶνα δο‐ θησομένους· ᾄσεται ὁ σωτὴρ εἰς τὸν αἰῶνα, εἰς τὰς δύο γενεὰς, τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐκ περιτομῆς, ἀπαγγέλλει ὁ σωτὴρ τὴν ἀλή‐
35θειαν τοῦ Θεοῦ, ἐν σώματι γενόμενος, διὰ τοῦ στόματος αὐτοῦ. Εἰπὼν δὲ ὅτι μνησθήσομαι τῆς ἐπαγγελίας, ἐπάγει καὶ αὐτοῦ τὰ ῥή‐ ματα· δυσώπει γὰρ τὸν δεσπότην ἃ εἶπεν ὁ Θεός. Εἰς οἰκτιρμὸν τὰ αὐτοῦ ῥήματα προσ‐
40φερόμενα, ἐπιφέρουσι γοῦν· Ὅτι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδο‐ μηθήσεται. —Ὑπέσχου, λέγει, τὴν τοιαύ‐ την φιλανθρωπίαν οἰκοδομεῖν εἰς τὸν αἰῶνα. Καὶ καλῶς οἰκοδομίαν εἶπε τὴν κατὰ μι‐
45κρὸν τῆς ἐπαγγελίας αὔξησιν. Ἤρξατο γὰρ ἐξ ἑνὸς τοῦ Ἁβραὰμ, καὶ διέβη εἰς τὸν Ἰσ‐ ραηλιτικὸν λαὸν, ἐκ τούτου εἰς πᾶσαν τὴν οἰκουμένην. Ἦν γὰρ τοῦ Θεοῦ ἐπαγγελία πρὸς τὸν Δαυὶδ, φυλάξαι τὸ σπέρμα αὐτοῦ

88

2,3

(50)

εἰς τὸν αἰῶνα, ὅς ἐστι Χριστός. Ἡ δὲ εʹ ἔκδοσις εἶπα ἔχει, ὡς ἐκ προσώ‐ που τοῦ προφήτου λεγομένου τοῦ Χριστοῦ. Ἢ τὸ οἰκοδομηθήσεται, ἀντὶ τοῦ ἐγερθή‐ σεται· ἀνίσταται γάρ πως τὸ οἰκοδομούμε‐156 in vol. 3
55νον· τοῦτο δέ ἐστιν ἡ διὰ Χριστοῦ χάρις. Ἐπεὶ δὲ ἕτοιμον ἀεὶ τὸ ἑδραῖον σημαίνει καὶ τὸ βέβαιον, βούλεται εἰπεῖν ὅτι ἡ τοιαύτη σου ἐπαγγελία ἥδρασται, καὶ τὸ βέβαιον ἔχει ἐν τοῖς οὐρανοῖς, ὥστε αὐτὴν μηδὲν ἐπίγειον
60παραγίνεσθαι πρᾶγμα. Ὁ δὲ Σύμμαχος· ἑ‐ δραιωθήσεται.

88

4,5

Διεθέμην διαθήκην τοῖς ἐκλεκ‐ τοῖς μου, ὤμοσα Δαυὶδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰ‐ κοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρό‐
5νον σου. Τῷ εἴπας καὶ τοῦτο συνῆπται, ὅτι ταύτας πρὸς τοὺς ἐκλεκτοὺς ἐποιησάμην τὰς συνθή‐ κας· ἐκλεκτοὺς δὲ καλεῖ Ἁβραὰμ, Ἰσαὰκ καὶ Ἰακώβ. Πρὸς δὲ τούτοις ἔφη ὠμωμοκέ‐
10ναι καὶ τῷ Δαυὶδ, ἀνώλεθρον αὐτοῦ φυλάξαι τὸ σπέρμα, καὶ ἐν πάσῃ γενεᾷ τὸν τούτου θρόνον ἀνθήσειν. Ταῦτα δὲ οὐκ εἰς αὐτὸν τὸν Δαυὶδ νοεῖται. Πῶς γάρ; ἀλλ’ εἰς Χρισ‐ τὸν τὸν ἐξ αὐτοῦ καταγόμενον, καὶ διηνε‐
15κὲς ζῶντα καὶ βασιλεύοντα. Καὶ ποῦ ὤμο‐ σεν ἢ ἐν τῷ εἰπεῖν πρὸς αὐτόν· Καὶ ἔσται, ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμη‐ θῇς μετὰ τῶν πατέρων σου, ἀναστήσεται ἐκ τοῦ σπέρματός σου ἄλλος, ὃς ἔσται ἐκ τῆς
20κοιλίας σου, καὶ ἑτοιμάσω εἰς τὸν αἰῶνα τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.
25 Οὐ τοῖς κλητοῖς, ἀλλὰ τοῖς ἐκλεκτοῖς ὁ θρόνος τοῦ Δαυὶδ, τουτέστι τοῦ Χριστοῦ ἡ βασιλεία οἰκοδομεῖται εἰς γενεὰν, τοῖς ἐκ πε‐ ριτομῆς, καὶ γενεὰν, τοῖς ἐξ ἐθνῶν. Ὡς οἰ‐
κία οἰκοδομεῖται, οὕτως ὁ θρόνος τοῦ Δαυὶδ,157 in vol. 3
30ἢ ὡς ᾠκοδόμητο ὁ Θεὸς τὴν πλευρὰν ἣν ἔ‐ λαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα, οὕτως φησὶ καὶ τό· Οἰκοδομήσω εἰς γενεὰν καὶ γε‐ νεὰν θρόνον σου. Εἰ θρόνος ἐστὶ τοῦ Χρισ‐ τοῦ φύσις λογική (ταύτην δὲ πεποίηκεν ὁ
35Θεὸς), καλῶς λέγεται Χριστὸς κεκαθικέναι ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. Τὸ δὲ γινώσκεσθαι τὸν Χριστὸν ὑπὸ τοῦ πεφυκότος γινώσκειν αὐτὸν, καθέδραν ὀνομάζει ἡ θεία γραφή.

88

.

6

Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. Σὲ γὰρ προσήκει παρὰ πάντων ὑμνεῖσθαι,
5οὐχ ἥκιστα δὲ παρὰ τῶν τὸν οὐρανὸν οἰκούν‐ των, ἀκριβέστερον ἐπισταμένων τὰ σὰ θαυ‐ μάσια. Ἢ οὕτως τοῦτό φησι διὰ τοὺς λέγον‐ τας· Ἐτέχθη ὑμῖν Χριστὸς Κύριος ἐν πόλει Δαυὶδ, καὶ ὅτι γεννηθέντος τοῦ Χριστοῦ,
10ποιμέσι τοὺς ἀγγέλους εὐαγγέλισθαι, καὶ ἑ‐ τέρους δὲ ἐπουρανίους στρατιὰς ὀφθῆναι λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Καὶ γὰρ γέγονεν ἄνθρωπος, φη‐ σὶν, ὁ μονογενὴς, καὶ καθῆκεν ἑαυτὸν εἰς
15ἑκούσιον κένωσιν, καὶ ἔλαβε τὴν τοῦ δούλου μορφήν· ἀλλὰ καὶ οὗτός ἐστιν ἀσύγκριτος. Ἐν τῷ ιηʹ ψαλμῷ, οἱ οὐρανοὶ διηγοῦνται· νῦν δέ φησιν· Ἐξομολογήσονται οἱ οὐρα‐ νοί. Τῶν γὰρ αὐτῶν ἐστι τὸ ἐξομολογεῖσθαι
20καὶ διηγεῖσθαι τὰ θαυμάσια Κυρίου. Ἐξο‐ μολογοῦνται δὲ καὶ εὐχαριστοῦσιν ἐν τῇ ἐκ‐ κλησίᾳ τῶν ἁγίων οἱ οὐρανοί. —Ἢ οὕτως ἀντὶ τοῦ ὑπὲρ ταύτης τῆς ἐπαγγελίας καὶ τῆς φιλανθρωπίας εὐχαριστοῦσι καὶ οἱ οὐ‐
25ρανοὶ, διὰ γὰρ τῶν οὐρανῶν τὰς οὐρανίους αἰνίττεται δυνάμεις.

88

7,8

Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βου‐ λῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας
5τοὺς περὶ κύκλῳ αὐτοῦ. Σαφέστερον τὸ κατὰ τὸν Χριστὸν αἰνίττε‐ ται, δι’ ὧν συγκρίνει μὲν αὐτὸν τοῖς υἱοῖς τοῦ Θεοῦ, ὑπερτίθησι δὲ πάλιν αὐτῶν καθ’ ὅσον αἱ νεφέλαι τῆς γῆς ὑψηλοτέραι· οὐχ ὅτι κα‐158 in vol. 3
10τὰ τοσοῦτον διαφέρει αὐτοῖς, ἀλλ’ ὅτι οὐκ εἶχεν ἄλλο μεῖζον ὑπόδειγμα εἰπεῖν. Νεφέ‐ λαι γὰρ τοὺς οὐρανίους λέγει τόπους, ἀπὸ μέρους τὸ πᾶν ὀνομάζων. Καὶ τοῦτο δὲ ἐπι‐ σημαντέον, ὡσεί που αἰνίττεται τὰ κατὰ
15Χριστὸν, καὶ ἐκκλησίας μνημονεύει, ὡς ἐν τοῖς ἀπὸ βάρεων ἐλεφαντίνων, ἀντὶ τοῦ οἴ‐ κων λαμπρῶν ἄγαν καὶ ἐνδόξων. Εἰ γὰρ μὴ παρὰ τοῦ Υἱοῦ ἦν, εἶπεν ἂν ὡς καὶ ἀλλαχοῦ· Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν θεοῖς; Καὶ
20γὰρ σαρκωθεὶς καὶ δούλου μορφὴν ὑποδὺς, ἀσύγκριτος ἦν. —Ἢ οὕτως, ὅτι καὶ τῶν ἐπουρανίων καὶ ἐπιγείων ὑπέρκειται, καὶ παρὰ τῶν ἀσυγκρίτων ὑπέρτερος εἶ, καὶ οὐ‐ δείς σοι τῶν ὄντων παραβληθῆναι δυνήσε‐
25ται. —Ἀλλὰ καὶ οὗτός ἐστιν ἀσύγκριτος ὑπὲρ πάσας τὰς οὐρανίους. Αἱ μὲν γὰρ οἰ‐ κετικὸν ἔχουσι τάγμα, ὁ δὲ δεσπότης τῶν ὅλων ἐστὶ Κύριος. Ἀλλ’ οὐδὲ ἐν υἱοῖς Θεοῦ ἐστί τις ὅμοιος αὐτῷ, ὅτι φασίν· Ἐκ τοῦ
30πληρώματος αὐτοῦ ἡμεῖς πάντα ἐλάβομεν. Οὐκοῦν ὡς Θεὸς ἐξ ἰδίου πληρώματος, οἱ δὲ πλουτοῦσι παρ’ αὐτῷ; —Ἔστι καὶ ὁ Χρισ‐ τὸς ἐν ταῖς νεφέλαις, τοῖς προφήταις καὶ ἀγγέλοις, ἀλλ’ οὐκ ἰσοῦνται οὗτοι τῷ Κυρίῳ,
35κἂν αὔξησιν σπούδοντες ἐπὶ τὴν ἰσότητα αὐ‐ τοῦ· οὐ μόνον οὖν οὐκ ἰσωθήσεταί τις τῶν ἀγγέλων τῷ Κυρίῳ, ἀλλ’ οὐδὲ ὁμοιωθήσεται. —Ἢ τὸ τίς ἐπαπορητικῶς εἴρηται, τασσό‐ μενον ἐπὶ τοῦ σπανίου.
40 Εἶτα ἐχόμενος τῆς συγκρίσεως, λέγει· Ἐν βουλῇ τῶν ἁγίων. Βουλὴν τὴν συναγωγὴν λέγει· τὴν συλλογὴν αἰνίττεται οὖν, ὅτι με‐ τὰ πάντων τῶν ἁγίων φαινομένων ὑπεραίρει τῇ δόξῃ, ὡς καὶ φοβερὸς εἶναι τῷ κύκλῳ αὐ‐
45τοῦ, καὶ φοβερός ἐστι τοῖς τῶν ἐντολῶν αὐ‐
τοῦ παρακούουσι. Καλῶς δὲ ἀποστροφῇ χρῆται, ἵνα τὴν ἀλήθειαν τοῦ λεγομένου μη‐ νύσῃ· ἐπιφέρει γὰρ ὡς πρὸς αὐτὸν διαλεγό‐ μενος·159 in vol. 3

88

.

9

Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Ἡ μὲν ἀλήθεια, ὁ Χριστὸς κύκλῳ τοῦ
5Πατρός· οἱ δὲ ἐν Χριστῷ, περὶ κύκλῳ αὐ‐ τοῦ, ἐφ’ οὗ μέγας ἐστι τοῖς καθαρᾷ καρδίᾳ βλέπουσιν αὐτὸν, καὶ φοβερὸς κατὰ πλητ‐ τομένους αὐτὸν, καὶ μὴ χωροῦντας αὐτῷ ἐ‐ νορᾶν. —Οὐδεμία λογικὴ φύσις ὁμοία ἐστι
10τῷ Χριστῷ· ἡ μὲν γὰρ τῶν γεγονότων θεω‐ ρίαν γινώσκει· ὁ δὲ καὶ αὐτὸν ἐπίσταται τὸν τὰ πάντα ποιήσαντα· οὗ ὁ Χριστὸς κυκλοῖ τὴν γνῶσιν, τὴν τοῦ Πατρὸς, ἀλλ’ αὐτὴ κυκ‐ λοῖ τὸν Χριστόν· πολλὴν δὲ ἐν τούτῳ τῷ ῥη‐
15τῷ καὶ βαθυτάτην θεωρίαν ἀποκεῖσθαι νο‐ μίζω, ἣν ὁ ἐξαπλῶσαι βουλόμενος, παρελεύ‐ σεται τοὺς τῶν σχολίων κανόνας.

88

.

11

Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῷ βραχίονι τῆς δυνά‐ μεως διεσκόρπισας τοὺς ἐχθρούς σου. Αἰνίττεται οὖν, ὡς δυνατοῦ ὄντος αὐτοῦ
5τὰ τῶν πολεμίων ὑπερηφανίας καταστέλ‐
λειν.160 in vol. 3

88

.

13

Τὸν Βοῤῥᾶν καὶ θάλασσαν σὺ ἔκτι‐ σας, Θαβὼρ καὶ Ἑρμωνιεὶμ τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ὁ Ἀκύλας· Βοῤῥᾶν καὶ δεξιάν. Ἡ εʹ ἔκ‐
5δοσις· Βοῤῥᾶν, νότον. Δοκεῖ δὲ διὰ τῶν δύο ἄκρων τὸν ἅπαντα κόσμον τῆς οἰκουμένης δηλοῦν· ἀπὸ γὰρ τοῦ εἰπεῖν τὸν Βοῤῥᾶν καὶ μεσημβρίαν, σημαίνει πάντα τὰ κλίματα· καὶ διὰ μὲν τοῦ Βοῤῥᾶ τὰ ἀρίστερα μέρη·
10διὰ δὲ τὴν θάλασσαν τὰ τῆς ἑσπέρας (θά‐ λασσαν γὰρ ἡ γραφὴ τὴν ἑσπέραν καλεῖ) διὰ δὲ τοῦ Ἑρμωνιεὶμ, τὸν νότον· καὶ διὰ τοῦ Θαβὼρ, τὴν ἀνατολήν· Θαβὼρ καὶ Ἑρ‐ μὼν ὄρη εἰσὶν ἐν Παλαιστίνῃ. Ὁ δεσπόζων,
15ἔφη, πάντων τῶν κλιμάτων, εὔφρανον τὰ ὄρη ταῦτα τῇ ἐπικλήσει σου, ἐπαγαγὼν ἡμᾶς ἐν αὐτοῖς οἰκοῦντας. —Διὰ τούτων πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας ἐδήλωσεν· ταῦτα γὰρ ἐ‐ κείνης εἰσιν ὄρη τῆς γῆς. Οὐ μὴν τὰ ὄρη τοῦ‐
20το δράσειν εἴρηκεν, ἀλλὰ τοὺς παρὰ τὰ ὄρη κατοικοῦντας ἀνθρώπους, τοὺς ἐναντιουμέ‐ νους Ἰουδαίους καὶ τὸν κόσμον σὺ πάλιν ἐνε‐ καίνισας. —Αὐτὸς γάρ ἐστιν ὁ ἐπιτιμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ποιῶν γαλήνην
25μεγάλην, ἵνα φθάσαντες οἱ ἐμπλέοντες ἀπελ‐ θεῖν δύνωνται εἰς τὴν γῆν, ἐφ’ ἣν σπεύδου‐ σιν. Τὸν Βοῤῥᾶν ἵστησιν ὁ νότος, τουτέστιν ἐν τῷ πνεύματι ζέων τὸ ἐν κακίᾳ ψυχρόν·
30ἑαυτῷ δὲ ποιεῖ νοῦς Βοῤῥᾶν καὶ αὐτὴν ψυ‐ χὴν ποιεῖ θάλασσαν· οὐχὶ οὖν Βοῤῥᾶς, οὐδὲ [θάλασσα] καθὸ θάλασσα ἐκτίσθησαν ἀπὸ Θεοῦ, ἀλλὰ κατὰ φύσεως εἰσὶ λογικά; —Διὰ
δὲ τοῦ Θεοδοτίονος, πάλιν τὴν ἀνατολὴν [ἐν161 in vol. 3
35τῷ Θαβὼρ νόει]. Ἔστι δὲ ὄρος τῆς φυλῆς Ἰσσάχαρ καὶ φυλῆς Νεφθαλεὶμ, ὅριον Ζα‐ βουλών· κεῖται δὲ ἐν τῷ μεγάλῳ πεδίῳ πρὸς ἀνατολὰς τῆς Λεγεῶνος, ὃ καὶ Ἐθαβύριον καλοῦσιν. Θαβὼρ δέ ἐστι τὸ ὄρος τῆς Γαλι‐
40λαίας, ἐφ’ οὗ μετεμορφώθη ὁ Χριστός. Ἑρ‐ μωνιεὶμ δέ ἐστιν ὄρος ἐφ’ οὗ κεῖται ἡ πό‐ λις Ναῒν, ἐν ᾗ ἤγειρε τὸν τῆς χήρας υἱὸν ὁ Θεός.

88

.

14

Σὸς ὁ βραχίων μετὰ δυναστείας, κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. Σὸς ὁ βραχίων, τουτέστι τὸ δυνατὸν ἅ‐
5παντα ἐνεργεῖν· τὸν γὰρ βραχίονα ἐπὶ τῆς ἐνεργείας τῆς δυναστείας, ἐπὶ τῆς δυνάμεως ἔλαβεν. Κραταιωθήτω εἶπεν, οὐχ ἵνα λάβοι κράτος λέγει, εἶχε γὰρ, ἀλλ’ ἵνα φανερωθῇ πέρας τοῦ μυστηρίου τοῦ δύναμιν λαμβάνον‐
10τος, ὅπως αὐτὸς ὑπέσχετο· Ὅταν ὑψωθῶ, λέγει, πάντα ἑλκύσω πρὸς ἐμαυτόν.

88

.

15

Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου, ἔλεος καὶ ἀλήθεια προπο‐ ρεύσονται πρὸ προσώπου σου. Ὃ αἰνίττεται, τοῦτό ἐστι, διὰ μὲν τῆς
5δικαιοσύνης καὶ τοῦ κρίματος τὸν δικαστι‐ κὸν κεκοσμῆσθαι θρόνον· διὰ δὲ τοῦ ἐλέου καὶ τῆς ἀληθείας τοῦ Θεοῦ προοδεύειν, ὡς πρὸ πολλῶν γενεῶν τῆς ὑποσχέσεως γενομέ‐ νης, ἢ θρόνον πάντως τοῦ μέλλοντος, διό‐
10περ ἑτοιμασίαν ἐμνημόνευσεν· ἐντεῦθεν γὰρ ἀφ’ ὧν ἡμεῖς βιοῦμεν, δικαιοσύνην καὶ κρίμα ἑτοιμάζει ἑαυτοῦ ὁ κριτὴς πρὸς τὴν ἑκάσ‐ του κρίσιν ὧδέ που μέλλουσαν· ἐπεὶ δικαιο‐ σύνη ἑτοιμασία ἐστι τοῦ θρόνου τοῦ Θεοῦ,
15τὸ κατ’ ἀξίαν ἑκάστου ἀπολήψεται, καὶ ἐπεὶ κρίμα οὐδὲν ἀκρίτως ἔσται, κρίματα δὲ ἄ‐ βυσσος πολλὴ, ὅτε τις προφθάσει τοῦ ἐλεεῖν παρανόμῳ, οὐ σύνεστι τῶν ἐλέων ἀλήθεια, διὰ οὐδὲ κυρίως ἔλεος ὁ τοιοῦτος. —Δύνα‐
20ται δὲ ἐντεῦθεν ἡ τῶν ἀρετῶν ἀκολουθία δείκνυσθαι ἀντιστρεφόντως ἀλλήλοις, τοῦ‐
τε ἐκλεκτικοῦ καὶ τοῦ ἀληθοῦς, τοῦτε δι‐ καίου καὶ εἰρηνικοῦ. Ἡ δὲ συζυγία καὶ ἐν τῷ· Τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παν‐162 in vol. 3
25τὸς, καὶ ἐν τῷ· Ἐξαπόστειλον τὸ φῶς σου καὶ ἀλήθειάν σου. —Τὸ ἅγιον ἔλεος τὴν τοῦ Θεοῦ γνῶσιν σημαίνει, μᾶλλον δὲ τὴν οὐ‐ σιώδη γνῶσιν δηλοῖ.

88

.

16

Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλα‐ λαγμόν. Μακαρίζει ὁ λόγος τοὺς ἐν νίκαις ὄντας ἀεί. Ἀλαλαγμὸς γὰρ φωνή ἐστιν ἐπινίκιος.
5Τοῦτο δέ φησιν· ἐπεὶ αὐτοὶ ᾐττηθέντες ἀν‐ δραποδίσθησαν.

88

.

18

Ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σὺ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθή‐ σεται τὸ κέρας ἡμῶν. Καύχημα τῆς δυνάμεως τῶν λεγόντων·
5Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χρι‐ στῷ Ἰησοῦ. Διὸ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχυῒ αὐτοῦ, φθάνει μὲν γνῶσις ἀλα‐ λαγμοῦ ἐπὶ λαὸν ὅλον, οὐκέτι δὲ καὶ τὰ πολλὰ τῶν μακαριζομένων, ὁποῖόν ἐστι καὶ
10ἡ τῆς καρδίας καθαρότης. Ἀγαπητὸν γὰρ, εἰ καὶ ὀλίγοι τοιοῦτοι εὑρεθήσονται· πλὴν ἀλλ’ ἐκλεκτέον, εἴποτε καὶ ἐπ’ ἄλλοις· λά‐ βετε μακαρίζεσθαι, εἴρηται. Ὅρα δὲ ὅσα τῷ μακαριζομένῳ ἐστὶ λαῷ
15τοῦ Θεοῦ· ἐν τῷ φωτὶ τοῦ προσώπου τοῦ Θεοῦ πορεύσονται, ὡς νῦν ἐν τῷ φωτὶ ἡλίου, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ὑψωθήσονται. —Κέ‐
20ρας τὸν νοῦν ὀνομάζει· ὑψοῦται δὲ νοῦς διὰ γνώσεως Θεοῦ.

88

.

20

Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας· ἐθέμην βοήθειαν ἐπὶ δυνατόν.
Παρ’ ἡμῖν δὲ ὁ λαλῶν ἐν ἀκοῇ, λαλεῖ ἐ‐163 in vol. 3
5κείνῳ πρὸς ὃν ὁ λόγος· ὁ δὲ Θεὸς ἐν ὁράσει τοῖς υἱοῖς τοῖς ἑαυτοῦ λαλεῖ· διὸ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν· τίθεται οὖν ὁ Θεὸς βοή‐ θειαν ἐπὶ δυνατὸν, μᾶλλον ἢ [ἐπὶ] ἀσθενῆ, ὅτι καὶ, εἴ τις τέλειος [εἴη] ἐπὶ υἱοῖς ἀνθρώ‐
10πων τῆς ἀπὸ τοῦ Θεοῦ σοφίας, οὗτος, καὶ δυνάμεως ἀπούσης, εἰς οὐδὲν λογισθήσεται. Καὶ πάλιν· Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ πό‐ λιν, εἰς μάταιον ἐπιπονοῦσι οἱ οἰκοδομοῦντες αὐτήν.

88

.

23

Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐ‐ τόν. Εἰ ὅταν ἁμαρτάνωμεν, τοὺς ἐχθροὺς ἡμῶν
5ὠφελοῦμεν, ὁ Χριστὸς δὲ οὐχ ἥμαρτον, διὰ τοῦτο ἄρα τοὺς ἐχθροὺς αὐτοῦ οὐκ ὠφελήσει οὐδὲν, εἰ καὶ εἰρήκασι· Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοὶ κληρονομίαν αὐ‐ τοῦ. Ἀλλ’ ἦν ἀνανόητος ἡ τοῦ Σατανᾶ καὶ
10τῶν Ἰουδαίων σκέψις, καὶ εἰς ἄπρακτον ἐκ‐ βέβηκεν αὐτοῖς τὸ ἐγχείρημα· ἀνεβιῶν γὰρ ὁ σωτὴρ τριήμερος, πατήσας τὸν θάνατον, καὶ ἐσκύλευσεν τὸν ᾅδη.

88

.

25

Καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τὸ ἔλεός μου μετ’ αὐτοῦ, ἵνα κατὰ τὸ
5θέλημά μου ἐλεῇ.

88

.

26

Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Δώσω δὲ αὐτῷ κατὰ θάλασσαν καὶ κατ’ ἤ‐ πειρον κράτος· διὰ γὰρ τῶν ποταμῶν τὴν
5ἤπειρον παρεδήλωσεν. —Ἢ περὶ τοῦ Εὐ‐ φράτου λέγει ποταμοῦ. Ταῦτα γὰρ κατὰ καιροὺς φαίνονται οἰκήσαντες τὰ μέρη δια‐ φόρως Ἰσραηλῖται. Ἢ θάλασσαν, ὡς προει‐ ρήκαμεν, τὴν ἐν δυσμαῖς χώραν φησι, πο‐
10ταμὸν καὶ τὴν μέσην τῶν ποταμῶν, ἤτοι τὴν ἀνατολήν· φησὶν οὖν ὅτι εἰς πᾶσαν τὴν οἰ‐ κουμένην ἡ δι’ αὐτοῦ παρουσία ἐκτεθήσεται. —Τὴν μὲν ἑτέραν παρὰ τὴν δεξιὰν χεῖρα ἐν
θαλάσσῃ, τὴν δὲ δεξιὰν ἐν ποταμοῖς· ποτα‐164 in vol. 3
15μοὺς δὲ λέγει περὶ ὧν εἴρηται· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσονται ὕδατος ἁλλο‐ μένου εἰς ζωὴν αἰώνιον.

88

.

34

Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. Ἀδικεῖ τὴν κληρονομίαν ὁ ἁρπάζων τοὺς
5κληρονόμους, καὶ ἁρπάζει τὴν γνῶσιν ὁ ποι‐ ῶν ἀκαθάρτους τοὺς πεφυκότας γινώσκειν αὐτήν. Ταῦτα δὲ πάντα ὁ Κύριος εἰς ἑαυτὸν ἀναδέχεται, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος· αὐτὸς γὰρ
10τὰς ἀσθενείας ἡμῶν ἦρεν, καὶ τὰς νόσους ἐ‐ βάστασεν.

88

.

36

Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. Ὅρκος τοῦ Θεοῦ ἡ παρ’ αὐτοῦ ὑπόσχεσις, ἀπαράβατος λέγεται, ὡς καὶ τό· Ὤμοσα ἐν
5τῇ ὀργῇ μου.

88

.

40

Ἐβεβήλωσας εἰς γῆν τὸ ἁγίασμα αὐτοῦ. Ἁγίασμα τοῦ Θεοῦ αἱ λογικαὶ ψυχαί.

88

.

43

Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν. Μόνος ἐν τῇ γνώσει τοῦ Πατρὸς ὑψοῦται Χριστός.

88

.

45

Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν. Ἔλυσας τὰ πικρὰ τῆς δουλείας δεσμὰ, καὶ τὴν ἐλευθερίαν ἐδωρήσω τοῖς αἰχμαλώ‐ τοις, τὰ πεπλημμελημένα παριδεῖν ἐθέλη‐
5σας. Ὅτι δὲ καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις αἰχμάλωτος ἦν, καὶ παρὰ τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν τὴν ἐλευθερίαν ἐδείξατο, μάρτυς αὐτὸς ὁ διὰ Ἡσαίου βοῶν· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, καὶ τὰ
10ἑξῆς. Ταύτην γὰρ ἐν τῇ συναγωγῇ τὴν προ‐ φητείαν ἀναγνοὺς ὁ δεσπότης, ἔφη πρὸς Ἰουδαίους· Σήμερον ἡ γραφὴ αὐτὴ πεπλή‐ ρωται ἐν τοῖς ὦσιν ὑμῶν· ἔλυσας τὴν καθ’ ἡ‐ μῶν ἀγανάκτησιν, καὶ τὰς εὐμενείας ἐδίδα‐
15ξας. Ἐντεῦθεν ἱκεσίαν ἀναπέμπει ἐκ προσώ‐ που τοῦ λαοῦ τῶν Ἰουδαίων, ἀξιούντων καὶ αὐτοὺς τυχεῖν τῆς χάριτος. Ἐοίκασι καὶ οὗ‐ τοι κἀκεῖνοι τὰ μὲν εὐαγγέλια τῆς ἐλευθε‐ ρίας δεδέχθαι· μηδέπω δὲ ταύτης τετυχη‐165 in vol. 3
20κέναι· οὗ δὴ χάριν ἀντιβολοῦσι τελείως τυ‐ χεῖν τῆς φιλανθρωπίας, ὅτι ἴσμεν σου, δέσ‐ ποτα, τὸ φιλάνθρωπον· ἐπεποίθαμεν ὅτι σὺ καὶ τὴν ἐπάνοδον παρέξεις, καὶ τὴν ζωήν· ἡμεῖς δὲ τούτων ἀπολαύσαντες, κατ’ εὐδρο‐
25σύνην σοι τὸν ὕμνον προσοίσομεν.

88

.

46

Ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρό‐ νου αὐτοῦ. Δεῖ πρότερον ἡμᾶς γενέσθαι ὡς τὰς ἡμέ‐ ρας τοῦ οὐρανοῦ, τουτέστιν ὁμοίους ταῖς ἁ‐
5γίαις δυνάμεσιν, ἔπειτα δὲ καὶ αὐτῷ παρεμ‐ φέρειν τῷ τῆς δικαιοσύνης ἡλίῳ. Δεῖ γὰρ πάντως τὴν εὐχὴν τοῦ δεσπότου πληρῶσαι· Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος· Δὸς αὐ‐ τοῖς, φησὶν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι,
10καθὼς καὶ ἕν ἐσμεν. Οὕτω γὰρ ἐσόμεθα, μὴ αὔξησιν καὶ μείωσιν κατὰ τὴν γνῶσιν λαμ‐ βάνοντες.

88

51-53

Μνήσθητι, Κύριε, τοῦ ὀνειδισ‐ μοῦ τῶν δούλων σου, οὗ ὑπέσχου ἐν τῷ κόλ‐ πῳ μου πολλῶν ἐθνῶν. Οὗ ὠνείδισαν οἱ ἐχ‐ θροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα
5τοῦ Χριστοῦ σου. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα. Γένοιτο! Γένοιτο! Κόλπον, τὸ ἀκόρεστον εἴπομεν σημαίνειν πολλάκις. Τοῦτο οὖν λέγει· πολλῶν εἰμι, φησὶν, ὀνειδισμῶν ὑποδοχεὺς, καὶ τοσούτων
10ἀναποβλήτων, σχεδὸν ἡνουμένων, παρὰ τῶν ἐχθρῶν, μνησθεὶς οὖν τούτων, καὶ ὅτι τὸ ἀν‐ τάλλαγμα τοῦ Χριστοῦ σου ὠνείδισαν, ἤτοι τὰ ἴχνη· οὕτως γὰρ ὁ Σύμμαχος καὶ ὁ Θεο‐ δοτίων ἡρμήνευσαν, ὅτι ἴχνη τοῦ Χριστοῦ
15σου τυγχάνουσιν οἱ νῦν βασιλεῖς. Καὶ ὅτι ἀν‐ τάλλαγμα, παῦσον ἤδη, δέσπωτα, τὰ ὀνεί‐ δη, ἀντάλλαγμα, [ἤτοι] τὴν μεταβολὴν τοῦ Χριστοῦ σου, ἢ τοῦ Δαυὶδ, καθὸ ἡ ἀρχὴ με‐ τεβλήθη εἰς δοῦλον· τοῦτο ἡμῖν ὠνειδίζον εἰς166 in vol. 3
20σὲ καὶ τὸν ἐπαγγελλόμενον ταῦτα τείνει. — Εἴη δ’ ἂν ἀντάλλαγμα Χριστοῦ ὁ κυριακὸς ἄν‐ θρωπος καὶ τὸ δοθὲν αὐτοῦ αἷμα ἀντίλυτρον τῆς τοῦ κόσμου σωτηρίας. Εἴη δ’ ἂν ταῦτα εἰ‐ πόντες, εὐχῇ τὴν δέησιν ἐπισφραγίζουσι, δει‐
25κνύντες ὡς καὶ ἐν πειρασμοῖς δοξάζειν χρὴ τὸν Θεὸν, οὐ δυσχεραίνειν, ἀλλ’ εὐχαριστεῖν. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα. Γένοιτο, γένοιτο! —Ἢ οὕτως· ἐν τοῖς κόλποις τὰ δῶρα, ὅταν προφέρωσί τινα, μνησθῆναι δὴ
30παρακαλοῦσι Θεὸν τῆς ὑποσχέσεως, τῆς δο‐ θείσης ἐν τοῖς κόλποις τῶν ἐθνῶν. —Ἢ κόλπον ἐνταῦθα τὴν ψυχὴν λέγει, διά τε καὶ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ ἀγαθὰ ὀνομάζεσ‐ θαι· ἀγαθὰ δὲ τὰ ἐν κόλποις πέφυκε βάλ‐
35λεσθαι· πιστεύω γὰρ, φησὶ, τοῦ ἰδεῖν τὰ ἀ‐ γαθὰ Κυρίου ἐν γῇ ζώντων.

89

.

3

Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς τα‐ πείνωσιν. Τότε ἀποστρέφεσθαι ἄνθρωπόν φησιν εἰς ταπείνωσιν, ὅταν διὰ τῆς ἁμαρτίας ἐγκατε‐
5λίπῃ αὐτόν.

89

.

4

Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθεν. Οὐ περὶ τὴν γνῶσιν, οὔτε περὶ τὸ γινώσ‐ κειν θεωρεῖται ὁ χρόνος· καιρὸς γὰρ καὶ ἡ‐
5μέρα καὶ χρόνος τῆς σωματικῆς ἐστι φύ‐ σεως· σωμάτων δὲ δημιουργός ἐστιν ὁ Κύ‐ ριος ἡμῶν Ἰησοῦς Χριστός.

89

.

6

Τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι.
Πρωῒ μὲν τὸν καιρὸν τῆς γενομένης αὐ‐ τοῖς ἐπιφανείας τοῦ Χριστοῦ ἐν τῷ ὄρει Σι‐ νᾷ κατασημαίνει· χλόη δὲ τὴν νομικὴν λα‐167 in vol. 3
5τρείαν δηλοῖ, ἅτε μικρὸν ὕστερον περαίνεσ‐ θαι μέλλουσαν.

89

.

9

Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλι‐ πον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Ὅταν πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐκλίπωσαν,
5καὶ ἐν τῇ ὁργῇ τοῦ Θεοῦ ἐκλίπωμεν. —Καὶ ἐφ’ οἷς ἡμάρτωμεν, μελετήσωμεν τὰ ἔτη ἡ‐ μῶν, ὡσεὶ ἀράχνη. Οὐδὲν βέβαιον, φησὶν, οὐ‐ δὲ σταθερὸν ἡ ἀνθρωπεία φύσις ἔχει, ὅτι δί‐ κην ἀράχνης διασπᾶται ῥᾳδίως.

89

.

10

Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν ἐνιαυ‐ τοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστεί‐ αις ὀγδοήκοντα ἔτη καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος.
5 Ζήσωμεν οὐχ ἑβδομήκοντα ἔτη, τὰ τοῦ σαββάτου, ἀλλὰ ὀγδοήκοντα, τὰ τῆς περιτο‐ μῆς καὶ ἀναστάσεως τοῦ Κυρίου βιωσώμεθα, ὧν τὸ πλεῖον κόπος ἐστὶ καὶ πόνος.

89

.

11

Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου τοῦ θυμοῦ σου ἐξα‐ ριθμήσασθαι; Σοφίας δὲ χρῄζομεν εἰς τὸ γινώσκειν τὸ
5κράτος τῆς ὀργῆς τοῦ Θεοῦ, ὅπερ κἂν ἐπὶ πόσον φαντασθῇ, οἱ ἑτερόδοξοι οὐκ ἂν κα‐ κῶς ἔλεγον τὸν Θεὸν, οὗ ἐστιν ἡ τὸ δύσ‐ γνωστον κράτος ἔχουσα ὀργή. Ἀπὸ κοινοῦ δὲ τό· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς
10σου, καὶ τίς γινώσκει ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου;

89

.

12

Τὴν δεξιάν σου γνώρισον, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Πεπαιδευμένοι δὲ τῇ καρδίᾳ ἐν σοφίᾳ οἱ
καθαροὶ τῇ καρδίᾳ εἰσίν. Ἢ ἀπὸ κοινοῦ·168 in vol. 3
5Γνώρισον τοῖς πιστοῖς πᾶσι τὴν δεξιάν σου, μὴ ἐπὶ κολάσει, ἀλλ’ ἐπὶ φιλανθρωπίᾳ γνω‐ ρισθήσεται ἡ δεξιά σου.

89

.

13

Ἐπίστρεψον, Κύριε, ἕως ποτε; καὶ παρακλήθητι ἐπὶ τοὺς δούλους σου; Ἀντὶ τοῦ· Ἐπανάγαγε ἡμᾶς, δέσποτα, παρακληθεὶς ἐφ’ ἡμᾶς, καὶ μὴ ἐπὶ πλεῖστον
5παρίδῃς ὀδυνωμένους, ἀλλὰ δέξαι τὴν ἱκε‐ σίαν, καὶ φιλανθρωπίαν τοὺς σοὺς ἀξίωσον δούλους, τοὺς ἐκ τῆς περιτομῆς. Καὶ ταῦτα διδάσκει λέγειν μετὰ τὴν ἔπτωσιν· Ἐπιστρά‐ φητι, Κύριε, ἕως ποτε κτλ.

89

14,15

Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα, καὶ εὐ‐ φράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν, ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν
5εἴδομεν κακά. Χόρτασον ἡμᾶς ὀρθρίνου ἐλέους σου, ἵνα ὑπνώσωμεν καὶ εὐφραινώμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὔφρανον ἡμᾶς ἐπὶ πά‐ σας τὰς ἡμέρας ἃς ἐκάκωσας ἡμᾶς. Γενο‐
10μένης γὰρ ἀναστάσεως ὄρθρου, ἐπλήσθη πᾶ‐ σα ἡ γῆ τοῦ ἐλέους Χριστοῦ. —Χρήσιμον τοῦτο πρὸς τοὺς ἀπὸ τῆς κακίας μετανοή‐ σαντας καὶ καταξιωθέντας γνώσεως.

89

.

17

Καὶ ἔστω ἡ λαμπρότης Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς. Τῷ φωτὶ τῆς γνώσεως ἐλλαμπόμενος τοῦ‐ το ἐρεῖ. Καὶ οὐ λάμπει τὸ φῶς ἔμπροσθεν
5τῶν ἀνθρώπων. Λαμπρότης ἐστι γνῶσις Θεοῦ. Τὸ φῶς τὸ ἀληθινόν ἐστιν ὁ Χριστός·
κατασκηνοῖ γὰρ πᾶσι τοῖς πιστοῖς.169 in vol. 3

90

1,2

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑ‐ ψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐ‐ λισθήσεται· ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, ἐλ‐
5πιῶ ἐπ’ αὐτόν. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου λέ‐ γει ἕως τοῦ· ἐλπιῶ ἐπ’ αὐτόν. Ἀληθεύει τὸ ἀντειλῆφθαι τὸν Κύριον, καὶ καταφυγὴν αὐ‐ τοῦ εἶναι τὸν Θεόν.

90

.

3

Ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θη‐ ρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. Ἐντεῦθεν λόγον πρὸς αὐτὸν ποιεῖται τὸν πεπιστευκότα τοὺς λόγους, καὶ παραθαῤῥύ‐
5νει, λέγων· ὡς οὐ μόνον τῶν προφανῶν πολε‐ μίων ἀποφανεῖ κρείττους, ἀλλὰ καὶ τῶν ἐνε‐ δρευόντων, καὶ λάθρα τυρευόντων ἐπιβουλὴν, διὰ γὰρ τῆς παγίδος τοῦτο δεδήλωκε. —Τὸν δὲ ταραχώδη λόγον ἐπήρειαν λόγου, ὁ Σύμ‐
10μαχος εἴρηκε· τοιοῦτοι γὰρ οἱ ψευδεῖς καὶ συκοφαντίας ῥάπτοντες λόγους. Ἢ οὕτως λέγει ἐνταῦθα· ἡ γῆ ὕεται τὸν Θεὸν βοηθὸν, ὡς ἀπαλλάττειν ἀρκοῦντα πάσης μὲν ἐπι‐ βουλῆς τῶν πολεμίων, πάσης δὲ ἀγελλίας
15ταράττειν δυναμένης ῥύσασθαι. Ταῦτα δὲ πάντα ἐπ’ Ἐζεχίου γεγένηται, τῶν Ἀσσυ‐ ρίων πάσας μὲν, ὥσπερ θήρατρα, τῇ οἰκείᾳ συλλαβόντων ἐφόδους, καὶ τοὺς μὲν ἀποκ‐ τεινάντων, τοὺς δὲ αἰχμαλώτους λαβόντων·
20καὶ τούτων δὲ ἰσχύειν δυνηθέντων πλέον οὐ‐ δὲν διὰ τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐκ Θεοῦ τιμωρίαν.

90

5,6

Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτε‐ ρινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
5Δαίμονα δὲ μεσήμβριον ὀνομάζει τὴν ἀκη‐
δίαν, ἤτοι τὴν ὀλιγωρίαν· συμβαίνει δὲ τοῦτό τισιν· ἐσθότε σύμπτωμα τοίνυν πάσχουσι τινὲς, ὅταν ὁ νοῦς ἐκλάσῃ πρὸς φιληδονίαν, ὅταν ἀτονήσῃ καρδία, κατενέχθῃ πρὸς φιλο‐170 in vol. 3
10σαρκίαν, ὅταν ἀκηδιάσῃ πρὸς τὰ τῆς εὐσε‐ βείας ἔργα, καὶ ἐνγηράσῃ πρὸς πόνους τοὺς ὑπὲρ τῆς ἀρέτης· ἀλλὰ καὶ τότε συνζεῖ Θεῷ· ἀπολλάττει γὰρ συμπτώματος ἐξ ἀκη‐ δίας, τουτέστι δαιμονίου μεσημβρίου.

90

.

10

Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγύει τῷ σκηνώματί σου. Εἴ τις βούλοιτο μὴ περιπεσεῖν μάστιγι, γενέσθω οἶκος Θεοῦ. Κρείττων ἔσῃ τῶν δια‐
5βολικῶν προβολῶν, καὶ βλάβην ἐκεῖθεν οὐ δέξῃ, καὶ δυναστεία τοῦ διαβόλου οὐ κυριεύ‐ σει σοι.

91

.

2

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυ‐ ρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Πρότερον μετανοήσαντα ἐξομολογήσασ‐ θαι δεῖ, εἶτα καθαρεύσαντα ψάλλειν· εἰ οὖν
5τῶν ποιητέων ἀγαθόν ἐστι τὸ ἐξομολογεῖσ‐ θαι τῷ δικαίῳ, ποιητέα δὲ ἀγαθὰ εἴρηται ἐν τοῖς· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀ‐ γαθὸν, καὶ οὐδὲν τῶν ἀγαθῶν εὐκόλως γίνε‐ ται, ζητητέον ἐξομολογεῖσθαι, ὃ ἀγαθόν ἐσ‐
10τι, μήποτε οὖν μόνος καὶ ὡς ὁ μηκέτι ἁμαρ‐ τάνων ἐξομολογεῖται. Ὁμοίως εἰ ἀγαθόν ἐστι τὸ ψάλλειν τῷ ὀνόματι τοῦ Ὑψίστου, πνευμα‐ τικῶς ψαλτέον· οὐ γὰρ ὁ ἐκκλίνων ἐν τοῖς
αἰσθητοῖς, ψάλλειν τὴν φωνὴν ἀγαθὸν πε‐171 in vol. 3
15ποίηκε, πολλῶν δὲ φαυλοτάτων τοῦτο ποι‐ ούντων.

91

.

4

Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ’ ᾠδῆς ἐν κιθάρᾳ. Δεκάχορδον ψαλτήριον τὸ σῶμά φησι. Τοιούτοις ὀργάνοις εἰώθασιν τὸν Θεὸν ἀνυ‐
5μνεῖν· λέγει τοίνυν ὅτι καὶ τοῖς νενομισμέ‐ νοις ἀνακρουόμενος ὀργάνοις, καὶ τῆς γλώτ‐ της μελῳδίαις χρώμενος, σοὶ προσφέρω τὸν χαριστήριον ὕμνον. Ὁρῶν γάρ σου τὰς δη‐ μιουργίας καὶ τὰς ἀῤῥήτους οἰκονομίας, ἀ‐
10γάλλομαι καὶ γάννυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδόνῃ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ. Ἐγὼ μὲν γὰρ, φησὶ, τὰ σὰ ἔργα ἀνυμνῶ, καὶ τῷ βάθει τῶν σῶν λογισμῶν ἐκπλήττομαι, ὧν ἐν τῇ οἰκονομίᾳ εἰργάσω. Ἀλλ’ οἱ ἄφρονες
15οὐ συνίασιν τοῦ μυστηρίου τὸ βάθος.

91

.

8

Ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡσεὶ χόρτον. Τὸ πῦρ, ὃ ἦλθεν βάλλειν ὁ Κύριος ἡμῶν εἰς τὴν γῆν, κατακαίει ξύλα, χόρτον, κάλα‐
5μον.

91

.

12

Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμέ‐ νοις ἐπ’ ἐμὲ πονηρευομένοις εἰσακούσεται τὸ οὖς μου.
5 Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς ἐμφανιζο‐ μένους δαίμονας ἡμῖν καὶ πειρωμένους ἡ‐ μᾶς ἐκφοβεῖν. Νοσῶν καὶ συνέσεως ἔρημος τούτων οὐδὲν δέχεται.

91

.

15

Τότε πληθυνθήσονται ἐν γήρει πίονι, καὶ εὐπαθοῦντες ἔσονται τοῦ ἀναγ‐ γεῖλαι. Ὁ ἐν γήρᾳ πίων, πολλὰ ἀγαθὰ πληθύνε‐
5ται ἐν γήρᾳ πίονι, καὶ εὐπαθοῦντες ἐν ταῖς καλουμέναις εὐπαθείαις ἔσονται, οἱονεὶ ἐν τῇ χαρᾷ καὶ εὐλαβείᾳ τοὺς τῆς ἀρετῆς στε‐
φάνους κομιζόμενοι.172 in vol. 3

92

1,2

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο, καὶ γὰρ ἐστερέωσε τὴν οἰκου‐ μένην, ἥτις οὐ σαλευθήσεται. Ἕτοιμος ὁ
5θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Οἱ μὲν πρῶτοι τρεῖς στίχοι παρ’ αὐτοῦ τοῖς ἀκούουσι λέγονται, διδάσκοντες ἡμᾶς τί ἐνεδύσατο καὶ περιεζώσατο βασιλεύσας, καὶ πῶς τὴν μὲν σαλευομένην οἰκουμένην ἐστε‐
10ρέωσεν. Ὁ δὲ ἑξῆς πρὸς αὐτὸν, ἢ Ἰησοῦ ψυ‐ χὴ κοσμησαμένη τῷ πρωτοτόκῳ πάσης κτί‐ σεως, ὄντι δυνάμει, ὡς καὶ ὁ Ἀπόστολος ἐδίδαξεν. Οἶμαι δὲ ὅτι καὶ εὐπρέπεια Κύριός ἐστιν
15ὃς ἐβασίλευσε, καὶ εὐπρέπειαν ἐνεδύσατο. Χρεία γὰρ ἦν, ὡς διὰ τὸ μέγεθος περικε‐ χύμενον αὐτὸν, οὕτω τὴν δύναμιν μέγισ‐ τον οὖσαν χιτῶνα στεῖλαι τῇ ζώνῃ (μέγας γὰρ ὁ κόσμος) καὶ ἐσταλμένην αὐτὴν χωρῆ‐
20σαι ἠδύνατο. Τῷ σώματι χιτῶνα ζώννυταί τις, ἵνα εὐσταλῶς ᾖ περικείμενος. Ἄλλοι δὲ οἰήσονται χιτῶνα καὶ ζώνην εἶναι τὴν δύναμιν, οἰκουμένην δὲ στερεωθεῖσαν ὑ‐ πὸ τοῦ βασιλεύσαντος Κυρίου, καὶ μὴ σαλευ‐
25θεῖσαν νομίζω εἶναι τὴν ἐκκλησίαν. Δείκνυ‐ σιν τὰ ἐντεῦθεν γενόμενα κατορθώματα· ἕδ‐ ραιε, φησὶ, τὸν οἶκόν μου, ἀπέφηνε καὶ στεῤ‐ ῥὰν καὶ τὸ βέβαιον τῆς ἀληθείας ἔχουσαν· οὐκέτι γὰρ οἱ ἄνθρωποι νῦν μετὰ τούτους, νῦν
30δὲ ἐκείνους τοὺς θεοὺς προσκυνοῦσι, ἀλλὰ τῷ ἀληθινῷ Θεῷ τὸ σέβας προσνέμουσι. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ [ὑπέταξεν]. Ἕτοιμος, ἀντὶ τοῦ ἑδραῖος καὶ ἐν τῷ ἀ‐
35μετατρέπτῳ ἱδρυμένος. Καὶ τό· ἀπὸ τότε, ἀντὶ τοῦ ἄνωθεν καὶ ἀπ’ ἀρχῆς, ὡς καί· ἀ‐ πὸ τότε ἡ ὀργή σου, ἀντὶ τοῦ· ἐξ ἀρχῆς προέγνωστό σοι τὰ τῆς τιμωρίας τοῦ πολε‐ μίου. Εἶτα ἐπεὶ εἶπεν, ὅτι ἐξ ἀρχῆς βασι‐173 in vol. 3
40λεύεις, ἐπήγαγε βεβαιῶν, ὅτι ἀπὸ αἰῶνος σὺ εἶ. Οὐ νῦν, φησὶ, τὴν τῆς βασιλείας ἐδέ‐ ξω χειροτονίαν, ἀλλ’ ἀΐδιον ἔχεις τὴν βασι‐ λείαν. Ἢ ἕτοιμος ὁ θρόνος σου, διὰ τὸ προορισθῆναι ἀπὸ καταβολῆς κόσμου τὴν
45τοῦ ἀνθρωπείου γένους σωτηρίαν διὰ τῆς παρουσίας αὐτοῦ. Θρόνος γὰρ τὴν ἀνάστα‐ σιν σημαίνει, τὴν ἑτοίμην εἰς τὸ κρίνειν τοὺς ἀδικήσαντας ἡμᾶς δαίμονας. Τὸ δέ· ἀπὸ τό‐ τε, ἀορίστως, ἀντὶ τοῦ ἀεί· τὴν γὰρ ὕπαρ‐

92

1,2

(50)

ξιν ἀΐδιον κέκτηται.

92

.

3

Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆ‐ ραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολλῶν. Ποταμοὺς δὲ καλεῖ καὶ τὰ στρατόπεδα
5τῶν ἐχθρῶν, διὰ τὸ σφοδρὸν τῆς ὀργῆς· διὰ τοῦτο γὰρ εἶπεν ἀπὸ ὑδάτων πολλῶν, ἀντὶ τοῦ· πολλοὶ ὄντες. Ποταμοὺς γὰρ ἐκείνους εἰπὼν, τῇ τροπολογίᾳ ἐπέμεινεν.

92

.

4

Ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐ‐ τῶν. Ποταμοὺς δὲ [νόει] τοὺς ἱεροὺς ἀποστό‐ λους καὶ τοὺς εὐαγγελιστὰς, οἱ τὴν τοῦ Θεοῦ
5ἐκκλησίαν τοῖς πνευματικοῖς κατηύφραναν νάμασι· οὗτοι τοίνυν οἱ ποταμοὶ ἐπῆραν αὐ‐ τῶν τὴν φωνὴν, τὰ θεῖα κηρύττοντες δόγ‐ ματα, καὶ τὰς οἰκείας πορείας πορευόμενοι. Ἐπιτρίψεις γὰρ τὰς τρίβους αὐτῶν ἐκάλεσε.
10Τουτέστιν οἱ πρῶτοι πιστευθέντες τὸ κήρυγ‐ μα, ἐπειδὴ πέφυκε τῶν ὑδάτων ἡ φύσις τρί‐ βειν τὴν ὑποκειμένην γῆν καὶ πόρειαν ἐρ‐ γάζεσθαι, εἰκότως τρίψιν ποταμῶν τὴν πο‐ ρείαν ἐκάλεσε.

92

4,5

Θαυμαστὸς ἐν ὑψηλοῖς Κύριος, τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μα‐
κρότητα ἡμερῶν.174 in vol. 3
5 Οὐκοῦν ἐν τοῖς τυχοῦσι, ψεκτῶς ταπει‐ νοῖς, θαυμαστὸς ὁ Κύριος; καὶ ἵνα δὲ ἡ μαρτυρία σου πιστὴ, σοφίζουσα νήπια; — Ἢ καὶ οὕτως· προκατηγγέλλετο γὰρ παρὰ τῶν προφητῶν, ὡς ταῦτα πείσονται ἁμαρτά‐
10νοντες. —Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε. Οἶκος Κυρίου, ψυχὴ καθαρὰ· ἐνοική‐ σω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.

93

.

1

Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκ‐ δικήσεων ἐπαῤῥησιάσατο. Ὁ τῶν ἐκδικήσεων Θεὸς, κολάζων καὶ ἐκδικῶν τῷ δικαίως ταῦτα ποιεῖν παῤῥησιά‐
5ζεται, ἐπιδεικνύμενος τῇ κτίσει τοὺς θαυμα‐ σίους παρὰ τούτων λόγους, καθ’ οὓς τὰ τῶν ἐκδικήσεων ἐνεργεῖ.

93

.

2

Ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Οὐ θαυμαστὸν, εἰ ὑψοῦται ἐπὶ τοὺς ὑπὲρ γῆν ὁ Κύριος, ἀλλ’ ἐν τῷ κρίνειν τὴν γῆν,
5τῆς ὑψηλοτάτης αὐτοῦ φανερουμένης καὶ ἐπὶ τῷ κρίνεσθαι τοὺς ἐπὶ τῆς γῆς, φυλασ‐ σώμεθα ἀπὸ ὑπερηφανίας, εἰδότες ὅτι σφό‐ δρα ὁ Θεὸς τοῖς ὑπερηφάνοις ἀντιτάσσεται, ὧν ἀρχηγός ἐστιν ὃς λέγεται διάβολος. Τῇ
10ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀ‐ φελῶ ὅρια ἐθνῶν.

93

3,4

Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; φθέγξονται, καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
5 Τὸ οὖν ἕως πότε ἀπὸ κοινοῦ, ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον· ἕως πότε ἁμαρτωλοὶ, ἕως πότε λαλήλουσιν πάντες οἱ ἐργασάμενοι τὰς ἀνο‐ μίας; πολλὴ δὲ ἀναισθησία τῶν ἰδίων κα‐ κῶν τοῖς καυχωμένοις ἁμαρτωλοῖς, μάλιστα
10εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαινούσαις διδασκαλίαις, ταῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλὰ τετύφλωται, μηδὲν ἐπιστάμενος, νοσῶν περιζητήσεις καὶ λογομαχίας· ἐκεῖνος οὖν ἐπὶ ταῖς ἰδίαις κα‐175 in vol. 3
15τὰ ψευδοδοξίαν βλασφημίαις καὶ ἁμαρτίαις καυχᾶται, ὡς ἐπ’ ἀληθείᾳ καὶ σοφίᾳ καὶ φθέγγεται, καὶ λαλεῖ ἀδικίας εἰς τὸ ὕψος, ἐν οἷς κατηγορεῖ τοῦ δημιουργοῦ.

93

.

5

Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Πρότερον ἐν ὑψηλοῖς ὄντα τὸν λαὸν ἐτα‐ πείνωσαν οἱ ἁμαρτωλοὶ, αἴτιοι αὐτῷ γενό‐
5μενοι τοῦ κατελθεῖν εἰς τὸ σῶμα τῆς ταπει‐ νώσεως καὶ τὴν κληρονομίαν τοῦ Θεοῦ, ἵνα τῇ ἐναντίᾳ καταστάσει τῆς κακώσεως τυγ‐ χάνῃ κακῶσαι. —Κληρονομίαν εἴρηκεν φύ‐ σιν τὴν λογικὴν, ἥτις πέφυκε κληρονομεῖν
10Θεὸν, ἀντὶ δὲ τοῦ κληρονομοῦντος κληρονο‐ μίαν ὠνόμασεν· ἔθος γὰρ τοῦτο τῇ γραφῇ.

93

.

6

Χήραν καὶ ὀρφανὸν ἀπέκτεινον, καὶ προσήλυτον ἐφόνευσεν. Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀπο‐ κτείνει ὁ κακῶς τὰς θείας γραφὰς ἐξηγού‐
5μενος· ὀρφανός ἐστι νοῦς ἐστηρουμένος τοῦ ἐπουρανίου πατρός· αὐτὴ τῆς ἀσεβείας ἐπί‐ τασις· ταῦτα γὰρ, φησὶ, τολμῶσιν, οὐχ ἡ‐ γούμενοι σὲ ἐφορᾶν, οὐδὲ προμηθεῖσθαι τῶν ἀνθρώπων πραγμάτων.

93

.

7

Καὶ εἶπαν· Οὐκ ὄψεται Κύριος, οὐ‐ δὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ. Οὐχ ἁπλῶς δὲ πρόσκειται τό· Ὁ Θεὸς Ἰακὼβ, ἀλλ’ εἰς αὔξησιν τῆς κατηγορίας·
5πολλὴν γὰρ περὶ τὸν λαὸν τοῦ Θεοῦ κατα‐ μαθόντες πρόνοιαν, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῶν ἱερέων, τὴν ἐν πολέμῳ, τὴν ἐν εἰρήνῃ.

93

8,9

Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας ὀφθαλμοὺς οὐ κατανοεῖ;176 in vol. 3
5 Πάλιν ἀπὸ τῆς πονηρίας τῶν ἐχθρῶν διε‐ γείρει εἰς ζῆλον κατὰ τῶν ἀσεβῶν τὸν Θεὸν, ὅπως ἂν ἔργῳ μάθοιεν, ὡς ὁ ἀπιστωθεὶς παρ’ αὐτῶν οὐ περιορᾷ τὰ ἀνθρώπινα· ἀπό‐ κρισιν δὲ ὁ προφήτης ἐπάγει πρέπον αὐτοῖς
10ὄνομα, τὴν ἀφροσύνην καὶ μωρίαν εἰπών. Λέγει δέ· πόθεν αὐτοῖς ἡ τοιαύτη ἀναισθη‐ σία, ὡς μήτε ὁρᾶν, μήτε ἀκούειν, μήτε μὲν ἐλέγχειν ὑπολαμβάνειν τὸν Θεὸν, τὸν καὶ ὦτα, καὶ ὀφθαλμοὺς, καὶ σύνεσιν τοῖς ἀν‐
15θρώποις παρεσχηκότα; Ὁ γὰρ ἑτέροις ταῦ‐ τα δοὺς πρὸς τὸ ἀκούειν καὶ συνιέναι, οὐ συνιεῖ; ὀψὲ γοῦν, ὦ ἀνόητοι, συνιδεῖν ἐθε‐ λήσατε καὶ μαθεῖν τῶν πραγμάτων τὴν φύ‐ σιν. Σφόδρα συλλογιστικῶς τὴν διδασκαλίαν
20προσήνεγκεν. Ὁ ἐκ πηλοῦ, φησὶν, τὸν ὀφθαλμὸν δια‐ πράσας, καὶ τὴν ὀπτικὴν ἐνέργειαν αὐτῷ δωρησάμενος, καὶ τὰ ὦτα ὡσαύτως δημιουρ‐ γήσας, καὶ ἀκουστικὴν αἴσθησιν χαρισάμε‐
25νος, αὐτὸς οὐχ ὁρᾷ, οὐδὲ ἀκούει; ἀλλὰ τού‐ των δημιουργὸς ἐστήρεται, τῆς ἐνεργείας, ἣν τοῖς ἄλλοις κεχάρισται;

93

.

10

Ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνθρωπον γνῶσιν. Τὰ ἔθνη, φησὶν, ἃ μήτε νόμον ἐδέξατο, μήτε προφητικὰς ἀπέλαβε διδασκαλίας, ὑ‐
5ποβάλλει παιδείᾳ, καὶ τὴν ὑμετέραν οὐκ ἐλέ‐ γξαι παρανομίαν; καὶ μὴν τῶν ἀνθρώπων τὴν φύσιν αὐτὸς ἐδημιούργησε λογικὴν, καὶ διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων καθ’ ἑκάσ‐ την γενομένων ἡμέραν πλείονα τὴν γνῶσιν
10ἐργάζεται.

93

11-13

Κύριος γινώσκει τοὺς διαλογισ‐ μοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Μα‐ κάριος ὁ ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύ‐ ριε, καὶ ἐκ τοῦ νόμου διδάξῃς αὐτὸν, τὸν
5πραΰναι αὐτῷ ἀφ’ ἡμερῶν πονηρῶν.
Πῶς γὰρ οὐκ εἰσὶ ματαιότητος πλήρεις, αἱ αἰσθήσεις ἐκεῖναι, αἱ τῆς προνοίας τὸ ὠφέλιμον ἐξορίζειν ἐπιχείρουσιν τῷ λόγῳ; —Ὃν ἀγαπᾷ, Κύριος παιδεύει, φησὶν ὁ177 in vol. 3
10ἀπόστολος. Εἰ δὲ ὃν παιδεύει, μακαρίζει, πᾶς ὁ παιδευόμενος ὑπ’ αὐτοῦ ἀπαθὴς γί‐ νηται, τοῦτον γὰρ καὶ ἀγαπᾷ Κύριος· παι‐ δεύειν γάρ ἐστι μετριοπάθεια παθῶν. Ἐκεῖ‐ νοι μὲν ἄθλιοι καὶ ταπεινοὶ, φησὶν, οἱ τὴν
15σὴν μὴ δεχόμενοι παιδείαν· μακάριοι δὲ οὗ‐ τοι οἱ παρὰ σοῦ παιδευθέντες καὶ ἐκ τοῦ σοῦ διδαχθέντες νόμου· οὗτοι γὰρ καὶ ἐν ταῖς θλίψεσι πραϋθέντες, κουφισθήσονται τῶν ἀ‐ νιαρῶν.

93

.

18

Τὸ ἔλεός σου, Κύριε, βοηθεῖ μοι. Ἔλεος μὲν νοῦ γνῶσίς ἐστι· ἔλεος δὲ ψυ‐ χῆς, ἀπάθεια.

93

.

19

Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου, ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου. Οὐκ ἀφῆκας, φησὶν, ἀπαραμύθητον, ἀλλ’
5ὅσας θλίψεις εἶχον, τοσαύτας καὶ παραμυ‐ θίας ἐδεχόμην παρὰ σοῦ, αἳ καὶ εἰς εὐφρο‐ σύνην τὰς λύπας μετεσχίαζον.

93

20-23

Μὴ συμπρόσεσταί σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀ‐ θῶον καταδικάσονται. Καὶ ἐγένετό μοι Κύ‐
5ριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοη‐ θὸν ἐλπίδος μου. Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν. Ἀ‐ φανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν. Κόπον πλάσσει ἐπὶ τῶν προσταγμάτων
10τοῦ Θεοῦ, βουλόμενος ἡμᾶς παραβαίνειν τὰ προστάγματα αὐτοῦ, καὶ ἐνδελεχῶν ἡ‐
μῖν ἅμα καὶ παλαίων εἰς τὸ ἐξαπατῆσαι ἡ‐ μᾶς ὁ διάβολος. —Θρόνον δὲ ἀνομίας ὠνό‐ μασεν τὸν διάβολον· ἐπειδὴ θρόνος δικαιο‐178 in vol. 3
15σύνης ὁ Χριστὸς, ὅστις ἀντίκειται τῷ διαβό‐ λῳ· τοῦτο προσευχὴ τῶν ἁγίων ἐστὶ ψυχῶν τῶν ὑπὲρ τῆς Θεοῦ ὁμολογίας ἀγωνιζομέ‐ νων, καὶ πρὸς αὐτὸν ἱκετήρια βοώντων· Μὴ ὑψούσθω θρόνος ἀνομιῶν ἐναντίον σου, Κύ‐
20ριε, κατὰ τοῦ σοῦ προστάγματος, κόπους ἡμῖν παρεχόμενος, ἢ τοῖς ἁγίοις μάρτυσιν οἱ ἀλάστορες καὶ τῶν εἰδώλων ὑπέρμαχοι. Διὰ τούτου, φησὶν, παρεκάλεσάς μου τὴν καρδίαν ἐν ταῖς θλίψεσιν, ὅτι δὴ οὖν οὐ προ‐
25σθήσεταί σοι θρόνος ἀνομιῶν, τουτέστι δί‐ καιος εἶ κριτὴς, ὡς Θεὸς, καὶ οὐκ ἔστιν ἀ‐ νομία ἐν ταῖς σαῖς κρίσεσιν. Ὁ γὰρ θρόνος τὴν κρίσιν σημαίνει. Οὐκ ἔστιν οὖν, φησὶ, παρὰ τῇ σῇ κρίσει ἀνομία, ὥσπερ δὴ καὶ
30παρ’ ἐκείνῳ. Ὁ κόπον πλάσσων ἐπὶ προστά‐ γματι, οὗτος ἂν εἴη ὁ ἀντικείμενος δαίμων, ὃς καὶ ἐλαφρὰς οὔσας τὰς τοῦ Θεοῦ ἐντολὰς βαρείας ποιεῖ, κόπους δι’ αὐτῶν τοῖς ἀνθρώ‐ ποις παρέχων. Αἰτίαν πρὸς τὰς ὀδύνας εὐ‐
35φροσύνην φησὶν, ὅτι μὴ πρόσεστι Θεῷ τῷ ἀγαθῷ καὶ δικαίῳ θρόνος ἀνομίας, διὸ καὶ τὸ πρόσταγμά σου καμάτων ἐστι ποιητικὸν διὰ τὰς μετὰ τοὺς κόπους ἀμοιβὰς τοῖς ἠ‐ γωνισμένοις καλῶς [ἡτοιμασμένας].
40 Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα κτλ. Οὗτοι, φησὶν, οἱ πονηροὶ δαίμονες ἐκ παντὸς τρόπου τὴν τοῦ δικαίου θηρεῦσαι ζη‐ τοῦσιν ψυχήν· ἀλλὰ ἐπὶ τούτῳ, φησὶν, κατα‐ κριθήσονται, τοῦτο γὰρ σημαίνει· Καὶ αἷμα
45ἀθῶον καταδικάζονται· λέγει γὰρ ὡς ἀντὶ τοῦ αἵματος τοῦ ἀθώου ἐκχεομένου παρ’ αὐ‐ τῶν εἰς κρίσιν, εἰς κόλασιν παραδοθήσονται. Ἐρεῖς δὲ καὶ ἄλλως μικρὸν ἄνωθεν, ὡς δη‐ μιουργὸς ἡμῶν ὑπάρχων καὶ κηδεμὼν, καὶ

93

20-23

(50)

πᾶν ἀγαθὸν ἡμῖν ἐκ σοῦ νομίζομεν εἶναι, ἀλλ’ ἐπεὶ φαύλους τινὰς ὁρῶμεν τοὺς ἀθώους καταδικάζοντας, μὴ ἕτερος θρόνος ἀνομίας σύνεστίν σοι, δι’ ὃν οἵ σοι παραινοῦνται θε‐ ράποντες; ἀλλ’ οὐ πρόσεστί σοι ἀνομίας θρό‐
55νος· νόμον γὰρ τῶν ἁπάντων ἀνέδειξας βασι‐ λέα, καθ’ ὃν τὸ πᾶν διοικεῖται. Κἂν τοίνυν προσταγμάτων σῶν γεγονὼς ἀποστάτης ὁ διάβολος, ἄρχειν ἐπιχειρῇ, ἀλλ’ οὐ σύνεστιν, οὐδὲ πρόσεστί σοι, μακρὰν δὲ σοῦ λῃσταρ‐179 in vol. 3
60χῶν, τυραννεῖ κατὰ τῶν ὑπὸ τὴν ὠμότητα τὴν αὐτοῦ τελεῖν ἑλομένων. Θρόνος γὰρ ἀνο‐ μίας ἡμετέρας τυραννίδος ἀρχὴ, διόπερ ὢν ἐπαχθὴς, βαρύτατα προστάττει, συμπλάττων αὐτοῦ τοῖς προστάγμασι κόπον. Αἱ δὲ ἐντο‐
65λαί σου τοῦ Θεοῦ βαρεῖαι οὐκ εἰσὶ, κατὰ τὸν Ἰωάννην, ἀλλὰ τὸν ἔχοντα μετέωρον εἰς ὕψος αἴρουσιν. Ἔργον γὰρ τοῖς παρανόμοις τουτοισὶ δικασταῖς πάσῃ μηχανῇ κατὰ τῶν δικαίων κεχρῆσθαι, καὶ τῶν ἀθώων καὶ ἀ‐
70ναιτίων καταψηφίζεσθαι θάνατον. Ἐγὼ δὲ τῆς παρὰ τοῦ δεσπότου προνοίας ἀπήλαυσα, καὶ αὐτὸν ἔχω περίβολον ὀχυρόν· ἐκεῖνοι δὲ τρυγήσουσι τοὺς τῶν ἰδίων πόνων καρπούς. Ταῦτα πᾶσιν ἀνθρώποις ἐγράφη· πάντων γὰρ
75προμηθούμενος ὁ Θεὸς, τὴν πάντων προφέ‐ ρει θεραπείαν. —Σύμμαχος· Μὴ συναφθή‐ τω σοι θρόνος ἐπηρείας, πλάσσων ταλαιπω‐ ρίαν κατὰ προστάγματος. Μὴ συμπαρέστω θρόνος ἀνομίας ὁ πλάσσων κόπον, ὀνόματι
80προστάγματος· μὴ μετέξῃ σου θρόνος ἐπι‐ βουλῆς, πλάσσων κόπον ἐπὶ ἀκριβασμόν· μὴ σονισωθήτω σοι θρόνος ἀνομίας, πλάσσων κόπον ἐπὶ πρόσταγμα· οὐ γὰρ ἀρκοῦνται παιδεύειν ἐν ζημίᾳ καὶ μάστιγι, ἀλλὰ καὶ
85ψήφου θανάτου. —Ἀλλὰ ἀφανιεῖ αὐτοὺς Κύριος, ὁ Θεὸς ἡμῶν. Τῶν μὲν κακίαν γὰρ ἀφανίζει Κύριος, ὡς δικαιοσύνη· τῶν δὲ ἄγ‐
νοιαν, ὡς σοφία καὶ γνῶσις.180 in vol. 3

94

3,4

Ὅτι Θεὸς μέγας Κύριος καὶ βα‐ σιλεὺς μέγας ἐπὶ πάντες τοὺς θεοὺς, ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ
5ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν. Ὁ βασιλεὺς τῶν βασιλευόντων ὄντως βα‐ σιλευόντων, βασιλεὺς μέγας ἐστὶν ἐπὶ πᾶ‐ σαν τὴν γῆν· βουληθείς τε καὶ πράγματι ἔδειξε τὴν κατὰ πάντων κυριότητα, καὶ ὅτι
10καὶ τὸν γῦρον κρατεῖ τῆς γῆς, καὶ τῶν ὑψη‐ λῶν ἐστιν ὑψηλότερος, καὶ παντὸς στοιχείου δεσπότης ὤφθη, τρέπων καὶ μεταβαλὼν, ὡς βούλεται, τὰ πράγματα. —Ὁ ὑψηλὸς τὴν διάνοιαν τοῦ Θεοῦ ἐστιν ὁ ὑψηλὸς ἐν θεω‐
15ρίᾳ, οὗτος τοῦ Κυρίου λέγεται εἶναι, ὡς μᾶλ‐ λον τῶν ἄλλων νοῶν περὶ Θεοῦ.

94

6,7

Δεῦτε, προσκυνήσωμεν, καὶ προσ‐ πέσωμεν αὐτῷ ἡμεῖς λαὸς νομῆς καὶ πρόβα‐ τα χειρὸς αὐτοῦ. Ἐγώ εἰμι, φησὶν ὁ Χριστὸς, ποιμὴν κα‐
5λός. —Τῇ προσκυνήσει τὸν δέσποτα ὁμο‐ λογοῦντες, ἡμεῖς πάντες τοῦ Θεοῦ οἱ τη‐ λυγετότερον προσιόντες ἐσμὲν, λογικὸς μὲν λαὸς νομῆς, οὐ χειρὸς αὐτοῦ, ἀλλὰ αὐτοῦ· ἄλογοι δὲ, πρόβατα οὐκ αὐτοῦ, ἀλλὰ χειρὸς
10αὐτοῦ. —Τὰ παρηγγειλμένα, φησὶν ἐπιτε‐ λευταῖον Χριστῷ, διά τε τὰ ἄλλα, καὶ διότι μέγας φύσει Θεὸς καὶ μέγας ἐστὶ βασιλεὺς, ὅτε Μονογενὴς ὢν τοῦ Θεοῦ Λόγος· ἡδέως δὲ ἀντιδιατρίβει διηγούμενος τὸ μέγεθος καὶ
15τὴν ἐξουσίαν καὶ τὴν δύναμιν.

94

.

8

Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀ‐ κούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Τὸ σήμερον τὸν βίον παρόντα σημαίνει. Ἰησοῦς γὰρ χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς
5τοὺς αἰῶνας.181 in vol. 3

94

10,11

Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπα· ἀεὶ πλάνωνται τῇ καρδίᾳ, καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύ‐
5σονται εἰς τὴν κατάπαυσίν μου. Τεσσαράκοντα, δυσηρεστήθην ἐν τῇ γε‐ νεᾷ ἐκείνῃ .... μάλιστα δὲ τὰ παιδία γενήσε‐ ται τὸν τεσσαράκοντα ἐτῶν χρόνον ἐν τῇ ἐ‐ ρήμῳ διαγαγεῖν παρεσκεύασεν αὐτοὺς, ἕως
10αὐτοὶ μὲν κατηναλώθησαν, οἱ δὲ παῖδες ηὐ‐ ξήθησαν. Προσώχθισα γὰρ, φησὶ, τῇ γενεᾷ ἐκείνῃ, τουτέστι δυσηρεστηθεὶς ἐβδελυξάμην, τὸ κοῦφον αὐτῶν καὶ εὑρίπιστον τῆς γνώμης ἰδὼν, ὅτι οὐκ ἔγνωσαν τὰς ὁδοὺς καὶ τὰς οἰ‐
15κονομίας μου· οὐδὲ ταῖς ὁμωμοσμέναις ἀ‐ πειλαῖς προσέχειν ἐθέλησαν, οὐδὲ μεταμε‐ λήσαντες λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν· οὗ δὴ χάριν τῆς ἐπηγγειλμένης τοῖς πατρά‐ σιν οὐκ ἀπέλαυσαν γῆς· ἣν κατάπαυσιν ὀνο‐
20μάζει ὁ λόγος, ἐπειδὴ ἐν τῇ ἐρήμῳ μεταβά‐ σεις ἐποιοῦντο συχνὰς τῆς σκηνῆς ἡγουμέ‐ νης ἐν ᾗ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο· ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας καὶ αὐτοὶ τῆς ὁδοιπο‐ ρίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερω‐
25θεῖσιν ἐνεπάγη χωρίοις. Αὐτὴ μὲν ἡ ἱστορία· ἴδωμεν δὲ τὸν ψαλμὸν καὶ πνευματικώτερον. —Ὁδοί εἰσι τοῦ Κυρίου αἱ πατρικαὶ ἀρε‐ ταὶ, αἱ ἐπάγουσαι εἰς τὴν βασιλείαν τῶν οὐ‐ ρανῶν. Ὁ μὴ ὁδεύων τὰς ὁδοὺς τοῦ Θεοῦ,
30οὐκ ἔγνω αὐτάς· ἀμήχανον γὰρ γνόντα μὴ ὁδεῦσαι, ἐπείπερ ἐπακτικόν τε καὶ ἀναγκα‐ στικὸν ἔχει τὸ κάλλος αὐτῶν θεωρούμενον. Εἰ δὲ τοῦτο ἐπὶ τῶν ὁδῶν λεκτέον, τί φήσο‐ μεν περὶ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ὁδός; τί
35δὲ περὶ τοῦ Θεοῦ, ὃν οὐδεὶς γνοὺς ἁμαρτά‐ νει ἔτι; ὅθεν ἐν Βασιλείαις ἐπὶ τῶν ἁμαρ‐ τανόντων λέγεται· Οὐκ ἔγνωσαν τὸν Κύ‐
ριον.182 in vol. 3

95

.

1

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. Τοῖς ἀποστόλοις τὸ Πνεῦμα παρακελεύε‐ ται τὸ καινὸν ᾆσμα, τουτέστι τὴν νέον δια‐ θήκην ἐξηγεῖσθαι τοῖς ἀνὰ πᾶσαν τὴν οἰ‐
5κουμένην ἔθνεσιν.

95

.

9

Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶ‐ σα ἡ γῆ. Σαλεύεται ψυχὴ ἀπὸ γνώσεως Θεοῦ εἰς πολύθεον πλάνην ἐκπίπτουσα. —Ἐθεμε‐
5λίωσε γὰρ ἐπὶ τὴν πέτραν τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύουσιν αὐτῆς.

95

10,11

Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εὐ‐ φραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ· σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρω‐ μα αὐτῆς.
5 Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, τουτέστι οἱ κατοικοῦντες ἐν τοῖς οὐρανοῖς· ἐπὶ γὰρ τῇ κατορθώσει τῆς οἰκουμένης, αἱ οὐράνιαι δυ‐ νάμεις ἔλεγον· Δόξα ἐν ὑψίστοις Θεῷ. Θά‐ λασσα ἐν τούτοις τῶν ἐθνῶν σημαίνει τὴν
10πληθὺν, ἥτις καὶ ἐσαλεύετο, τουτέστι εἰς τὸ ὑποδέξασθαι τὸ κήρυγμα, σεσάλευται. Ὁ δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος οὕτως· Ἠχήσει ἡ θάλασσα συμπληρώματι αὐτῆς· ἅπας γὰρ τῶν ἀνθρώπων ὁ βίος ὁ τὴν θαλαττίαν μι‐
15μούμενος ζάλην, τῶν θείων κηρυγμάτων δέ‐ ξεται τὴν ἠχήν· προλέγει δὲ καὶ τὰς γεγεν‐ νημένας τῶν ἀπίστων ἐπαναστάσεις κατὰ τῶν κηρύκων τῆς ἀληθείας, ὡς καὶ ἐν ἑτέροις ψαλμοῖς ἀπεδείξαμεν.

95

.

12

Χαρίσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, τότε ἀγαλλιάσονται πάντα τὰ ξύ‐ λα τοῦ δρυμοῦ. Χαρίσεσθαι δὲ τὰ πεδία λέγει τὸν ὁμα‐
5λὸν ἐν ἀρετῇ βίον· πεδία δὲ λέγει, ὧν καὶ Ἡσαΐας ἐν τοῖς ἰδίοις λόγοις ἄλλῳ μίμνηται
τρόπῳ, ἀναπληροῦσθαι μὲν κελεύων τὰς φά‐ ραγγας, καταστέλλειν δὲ τοῦ πονηροῦ τὰ ὄρη· ὅπερ οὐδ’ ἕτερόν μοι δοκεῖ, ἢ τὰς ἐλ‐183 in vol. 3
10λείψεις τε καὶ ὑπερπτώσεις τῶν κατ’ ἀρετὴν ἐπιτηδευμάτων θεραπεύειν βουλόμενος, ταῦ‐ τα λέγει, ὡς μήτε δι’ ἐλλείψεως τοῦ ἀγαθοῦ τὸν τῆς ἀρετῆς λόγον κοιλαίνεσθαι, μήτε ἀνωμαλεῖν διὰ τῆς ὑπερπτώσεως. Διὰ τῶν
15πεδίων καὶ μὴν διὰ τῶν ξύλων ἁγίας ψυχὰς σημαίνει· οἱ ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ ἠ‐ γαλλιάσαντο. Ποῖα ἠγαλλιάσθησαν ξύλα λε‐ γέτωσαν οἱ τὴν ἀλληγορίαν παραιτούμενοι;

95

.

13

Πρὸ προσώπου Κυρίου, ὅτι ἔρχε‐ ται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.
5 Οὐ τὴν γῆν κρινεῖ, ἀλλὰ τοὺς κατοικοῦν‐ τας ἐπὶ τῆς γῆς, ὁμωνύμως προσαγορευομέ‐ νους τὴν γῆν. —Ἦλθε γὰρ καὶ ἐδικαίωσε τὴν κρίσιν ἡμῶν, καὶ τοὺς πονηροὺς τυράν‐ νους ἐξέβαλε, τοὺς ἀκαθάρτους δαίμονας.

96

.

1

Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσε‐ ται ἡ γῆ. Εὐφρανθήτωσαν νῆσοι πολλαί. Ζητητέον διὰ τί οὐ πᾶσαι, ἢ κἂν πᾶσαι ἀληθὲς τὸ πολλαί. Τάχα δὲ ἐπεὶ πρὸ μὲν
5τῆς παρουσίας ὀλίγαι νῆσοι εὐφραίνονται, ἀπὸ δὲ τῆς παρουσίας πλείονες, διὰ τοῦτο τὸ ἐσόμενον προφητεύει.

96

.

2

Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρό‐ νου αὐτοῦ. Διὰ τοῦ γνόφου καὶ τῆς νεφέλης τὸ ἀθέα‐
5τον ἐδήλωσεν, ἅμα τε διδάσκει ὅτι αὐτὸς εἴη ὁ διὰ νεφέλης ἐν Σινᾷ ὀφθεὶς, καὶ ὅτι εἰ καὶ ἀδύνατόν ἐστι τὸ κατιδεῖν αὐτὸν, ἀλλ’ οὖν διὰ τῆς ἐνεργείας τὴν δύναμιν αὐτοῦ ἔνεστι νοῆσαι. Δικαιοσύνην γὰρ πάντας ἀνθρώπους
10ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως ἅπαντας δρῶντας, μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολι‐ τεύεσθαι. Ταῦτα δὲ ὁ θρόνος αὐτοῦ, ἡ βα‐ σιλεία [ἣ] κατώρθωται. Ἄλλο νεφέλη, καὶ ἄλλο γνόφος. Νεφέλη184 in vol. 3
15ἐστὶν ἐκ φωτοβόλου ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα. Νέφος δὲ [l. γνόφος] ἀχλυώδης καὶ ὀμιχλώδης σκοτασμός. Προσ‐ έταξε δὲ τὴν νεφέλην, ὅτι πρῶτον ἡ θεότης καὶ τότε ἡ ἀνθρωπότης. Ἢ τὴν λεληθυῖαν
20αὐτοῦ ἐν ἀνθρώποις κάθοδον σημαίνει. Αἰ‐ τία δὲ γέγονε, φησὶ, τῆς ἀφέσεως τὸ κρῖναι δικαίως τὴν κρίσιν ἡμῶν, ἣν ἔχομεν δηλαδὴ πρὸς τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. Ἢ βούλεται εἰπεῖν ὅτι ἀοράτως παρεγένετο
25τοῖς τόποις τῶν πολεμίων, καὶ ἐδίκασε, καὶ ἔδειξε τὴν βασιλείαν αὐτοῦ δικαιοσύνης πε‐ πληρωμένην. Ἢ νεφέλη καθ’ ὃ γινώσκεται, γνόφος δὲ καθ’ ὃ οὐ καταλαμβάνεται. Καὶ γὰρ νεφέλη
30μὲν φωτεινὴ διδάσκει τὰ περὶ Ἰησοῦ τοὺς ἀποστόλους. Μόνον δὲ Μωσῆς εἰσέρχεται εἰς τὸν γνόφον ὅπου ἦν Θεὸς, ὃς ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Δυνάμει δὲ κατορθοῦσθαι εὔχεται τὸν θρόνον Θεοῦ, ὁ λέγων· Ἐλθέτω
35ἡ βασιλεία σου.

96

.

4

Ἔφαναν αἱ ἀστραπαὶ τῇ οἰκουμένῃ. Ἀστραπή ἐστι διδασκαλία πνευματικὴ ἀπὸ τῶν νοητῶν νεφελῶν γενομένη, αἷς πολλάκις ἐντέλλεται Κύριος ἐργαζομένοις
5μὴ βρέξαι ἐπ’ αὐτοὺς ὑετὸν, ἵνα γίνηται λι‐ μὸς, οὐκ ἄρτου, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λι‐ μὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου.

96

.

5

Τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου τοῦ Κυρίου. Ὅπερ πήγνυσιν ὁ Βοῤῥᾶς, τοῦτο τήκει ὁ νότος. Διὸ καλῶς λέγει ἡ νύμφη ἐν τοῖς ᾄσ‐
5μασιν τῶν ᾀσμάτων· Ἐξεγείρου, Βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μοι, καὶ ῥευ‐
σάτω ἀρώματα.185 in vol. 3

96

.

7

Αἰσχυνθήτωσαν πάντες οἱ προσκυ‐ νοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχόμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν. Τὸ γλυπτὸν, ἤτοι διὰ τὴν φύσιν προσκυ‐
5νητὸν, ἢ διὰ τὸ σχῆμα. Καὶ εἰ μὲν διὰ τὴν φύσιν ἐστὶ προσκυνητὸν, λεγέτωσαν διὰ τί μὴ πάντες οἱ λίθοι προσκυνητοί. Εἰ δὲ διὰ τὴν γλυφὴν τὸ σχῆμα προσκυνητὸν, καὶ οὐχ ἡ φύσις, ἀλλὰ πᾶν σχῆμα σώματος προσ‐
10δέεται πρὸς τὸ εἶναι. Ὁ δὲ Θεὸς οὐδενὸς χρή‐ ζει πρὸς τὸ ὑπάρχειν, οὐκ ἆρα τὸ σχῆμα Θεός· εἰ δὲ μὴ Θεὸς, οὐ προσκυνητόν. Πά‐ λιν τοῦ σχήματος γένος ἢ ποιότης· τοῦ δὲ Θεοῦ οὐκ ἐστὶ γένος ἢ ποιότης· οὐκ ἄρα τὸ
15σχῆμα Θεός. Καὶ εἰ μὲν τὸ σημαινόμενον ὑπὸ τοῦ γλυπτοῦ λέγοιεν εἶναι προσκυνη‐ τὸν, εἰπάτωσαν τί τὸ σημαινόμενον. Πότερον σῶμά ἐστιν ἢ ἀσώματον; καὶ εἰ μὲν σῶμα, οὐ προσκυνητόν· οὐδὲν γὰρ τῶν συνεστώτων
20ἐκ τῶν τεσσάρων στοιχείων προσκυνητὸν διὰ τὸ εἶναι φθαρτόν. Εἰ δὲ ἀσώματον λέγοιεν, πάλιν ἐρώτησον πότερον ἔχει γνῶσιν ἢ οὐκ ἔχει. Καὶ εἰ μὲν ἔχει γνῶσιν, πεποίηται καὶ διπλοῦν ἐστιν. Εἰ δὲ διπλοῦν, οὐ Θεός. Ἴδιον
25γὰρ Θεοῦ ἡ ἁπλότης. Εἰ δὲ οὐκ ἔχει γνῶ‐ σιν, τυφλόν ἐστι, μηδὲν ἐπιστάμενον. Εἰ δὲ αὐτόγνωσίς ἐστι, λεγέτωσαν πῶς σχῆμα τὸ ἐν τῷ λίθῳ σύμβολόν ἐστι γνώσεως.

96

.

11

Φῶς ἀνάτειλε τῷ δικαίῳ. Ἐπὰν σπείρῃ ἑαυτῷ εἰς δικαιοσύνην τρυ‐ γήσας καρποὺς ζωῆς καὶ φωτίσῃ ἑαυτῷ φῶς
γνώσεως, φῶς ἀνατέλλει τῷ δικαίῳ.186 in vol. 3

97

.

2

Ἐναντίον τῶν ἐθνῶν, ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Πάντα μὲν τὰ κατὰ πρόνοιαν δικαιοσύνη Θεοῦ γίνεται, ἐπικεκαλυμμένη δὲ καὶ μὴ
5νοουμένη, ἕως αὐτὴν ἀποκαλύψῃ καὶ φανε‐ ρώσῃ ὁ Θεὸς ἐν καιρῷ τοῖς ἁγίοις. Δικαιο‐ σύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν.

97

.

3

Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Ἐὰν μή τις γένηται ἐν τοῖς πέρασι τῆς γῆς, οὐ δύναται ἰδεῖν τὸ σωτήριον τοῦ Θεοῦ·
5ὁ γὰρ τοιοῦτος οὐκ ἐστὶν ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι.

97

5,6

Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ, ἐν σάλπιγξιν ἐλα‐ ταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης. Ὑψώθη ὁ Θεὸς, κέρας Χριστοῦ αὐτοῦ,
5φησὶν ἡ μήτηρ Σαμουὴλ Ἄννα. Ἀπὸ τού‐ του γοῦν τοῦ κέρως ἐστὶν ἡ κερατίνη, ἐν ᾗ ψάλλομεν. Εἰσὶ δὲ καὶ ἄλλαι ἐλαταὶ σάλπιγ‐ γες, τῷ ἀργυρίῳ τοῦ λόγου ἐληλασμέναι. Καὶ σαλπίζουσι μὲν ἐλαταῖς οἱ τὸν λόγον
10τῆς ἀληθείας λαμπρῶς καὶ διαφόρως προ‐ φέροντες, τῇ δὲ κερατίνῃ οἱ ἀπομάχεσθαι τῷ λόγῳ δυνάμενοι πρὸς σοφίσματα καὶ λό‐ γους ἀπατηλούς· ἀμυντήριον γὰρ τὸ κέρας τοῖς ἔχουσιν. Ὅταν οὖν καὶ ἐν τοῖς ἐλέγχοις
15ἱκανῶς καὶ μεγάλως φωνῇ τις κερατίνην σάλπιγγα ἠχεῖ, καὶ ἐπίστησον εἰ ὁ ἐξεγητὴς τῆς θείας παιδεύσεως ἐλατῇ μὲν χρᾶται σάλπιγγι, διδακτικῶς καὶ ἀποδεικτικῶς προ‐ φέρων τοὺς λόγους· κερατίνῃ δὲ, ἐπιστο‐
20μίζων τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ. Ἡ κερατίνη σάλπιγξ σύμβολον νίκης ἐσ‐
τίν. οἱ γὰρ Ἑβραῖοι νικῶντες ἐν τοῖς πολέ‐ μοις τῇ κερατίνῃ ἐσάλπισαν· οὕτως καὶ Ἰωὰβ νικήσας τὸν Ἀβεσσαλὼν, ἐσάλπισεν τῇ κε‐187 in vol. 3
25ρατίνῃ. Ὅστις οὖν κατὰ τὸν ἀπόστολον δύνα‐ ται εἰπεῖν· Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, οὗτος νικήσας τὸν ζητοῦντα λα‐ βεῖν τὴν βασιλείαν τοῦ Χριστοῦ ἡμῶν τοῦ Δαυὶδ, ἐσάλπισεν τῇ κερατίνῃ. —Ἅμα δὲ
30καὶ ἰστέον ὅτι πολλαχοῦ τὸ κέρας νοὺς λέ‐ γεται τοῦ ἀνθρώπου, ὡς τό· Ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, τουτέστιν ὁ νοῦς. Ὑψοῦται γὰρ τῷ Θεῷ τῷ ὄντι ἐν τοῖς ὑψίστοις ἀκολουθῶν. Ἰδεῖν διηνεκῶς ἐν ταῖς
35ἐκκλησίαις πληρούμενον. Τῇ γὰρ πνευμα‐ τικῇ κιθάρᾳ τοῦ Δαυὶδ τὴν θείαν ἀνακρουό‐ μεθα μελῳδίαν. Ποιῶμεν δὲ ἡμᾶς λογικὴν κιθάραν τὰ ἡμέτερα σώματα, καὶ χρώμε‐ θα ἀντὶ μὲν χορδῶν τοῖς ὀδοῦσιν, ἀντὶ δὲ
40χαλκοῦ τοῖς χείλεσι. Πλῆκτρον γὰρ παν‐ τὸς ὀξύτερον κινουμένη ἡ γλῶττα τὴν ἐ‐ ναρμόνιον ἀποτελεῖ τῶν κρουμάτων ἠχήν· κινεῖ δὲ τὴν γλῶσσαν ὁ νοῦς, οἷόν τις μου‐ σικὸς ἐπιστήμων, τὴν ταύτης ποιούμενος
45μετάβασιν ἢ κιθάραν. —Τὸ μὲν οὖν πεπυ‐ ρωμένον καὶ ἐκτεταμένον καὶ βεβασανισμέ‐ νον τοῦ εὐαγγελικοῦ κηρύγματος διὰ τῶν ἐλατῶν, εἴτουν κεχαλκευομένων σαλπίγγων σημαίνει· διὰ δὲ τῆς κερατινῆς τὸ βασιλι‐

97

5,6

(50)

κὸν, καθὸ τῷ κέρατι ἐχρίοντο οἱ βασιλεῖς, ἀλλὰ καὶ ἐν κερατινῇ τῆς βασιλείας τὴν ἐκ‐ φώνησιν ἐποιοῦντο.

97

.

7

Σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλή‐ ρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ οἱ κατοικοῦν‐ τες αὐτήν. Σαλεύεται οὖν τὸ κινούμενον· κινεῖται δὲ
5τὸ μεταβαλλόμενον. Θάλασσαν οὖν τὸν πα‐ ρόντα βίον καλεῖ, διὰ τὸ ἁλμυρὸν τῶν ἐν αὐ‐ τῷ φροντίδων. Κεκίνηται οὖν ἐκ τῆς προτέ‐ ρας στάσεως, τουτέστι τῆς εἰδωλολατρείας. Ἢ τάχα τῶν ὕμνων ἐπιτελουμένων τῷ Θεῷ,
10πᾶσα ἡ κτίσις σκιρτάτω, καὶ αὐτὰ τὰ στοι‐
χεῖα σκιρτᾶσθαι καὶ ἀγαλλιᾶσθαι ὑφ’ ἡδονῆς προτρέπεται. Εἴποι ἄν τις σημαίνεσθαι διὰ τούτων καὶ τὴν συντέλειαν τοῦ παντὸς βίου.188 in vol. 3

97

.

8

Ποταμοὶ κροτήσουσι χειρὶ ἐπιτοαυτό. Βούλεται γὰρ κατὰ μέρος τὴν κτίσιν ἅ‐ πασαν εἰπεῖν, ὡς διὰ πλειόνων προσώπων πληθυνθῆναι τὸν ὕμνον.

97

.

9

Ὅτι ἥκει κρῖναι τὴν γῆν, κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐ‐ θύτητι. Ὅτι ἔρχεται δὲ, ἀντὶ τοῦ ὅτι ἐπανέρχεται
5νικήσας καὶ δικάσας τῇ γῇ τῶν Βαβυλωνίων· καὶ οὐ θαυμαστὸν εἰ Βαβυλῶνα ἔκρινεν· αὐ‐ τὸς γάρ ἐστιν ὁ τῇ οἰκουμένῃ δικάζων, καὶ πᾶσι δίκαιαν ἀπονέμων τὴν κρίσιν.

98

.

2

Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. Καὶ τῶν Ἰουδαίων ἐπανελθόντων, καὶ τὸν θεῖον δειμαμένων ναὸν, τοῦ Θεοῦ δύναμις ἅ‐
5πασιν ἀπεδείχθη· διαφερόντως δὲ ὁ τὸν σταυ‐ ρὸν ὑπομείνας, τῆς οἰκουμένης ἁπάσης ἀπε‐ δείχθη δεσπότης, τῶν ἀποστόλων τὸ σωτήριον κήρυγμα προσενεγκάντων τοῖς ἔθνεσι. Σιὼν δέ ἐστι ἡ ἐκκλησία ἐν ᾗ δοξάζεται καὶ ὑψοῦ‐
10ται Χριστός. —Ἢ ἐπεὶ Σιών ἐστιν ὁ ση‐ μαίνει σκοπευτήριον, οὕτως δὲ ὀνομάζει καὶ ἡ γραφὴ τὸ θεοσεβὲς πολίτευμα τῶν τὰ οὐ‐ ράνια σκοπούντων, τοῦτο δηλοῖ οὖν τὸν τρό‐ πον. Παρὰ τούτοις οὖν μέγας ἐστὶ Κύριος.
15Εἰ δὲ καὶ Σιών ἐστιν ἐπουράνιος Ἱερουσα‐ λὴμ κατὰ τὸν ἀπόστολον, εἴποις ἂν ἐν τῇ ἐπουρανίῳ Σιὼν μέγαν εἶναι τὸν Κύριον.

98

.

6

Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν Κύριον,
καὶ αὐτὸς ἐπήκουσεν.189 in vol. 3
5 Οὗτος ἐπικαλεῖται τὴν δικαιοσύνην ὁ δι‐ καιοπραγῶν, καὶ ἀλήθειαν ὁ μὴ ψευδόμενος, καὶ τὴν ἀγάπην ὁ μὴ μισῶν.

98

.

9

Καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐ‐ τοῦ. Μηδεὶς οἰέσθω κάτω τινὰ ὄντα τοῦ ἁγίου ὄρους, ὅπερ ἐστὶ Χριστὸς, ὅλος καὶ σοφία
5κυρίως καὶ ἀληθῶς προσκυνεῖν τῷ Θεῷ· ἀλλὰ καὶ σημείωσαι ὅτι πρῶτον μὲν ἐν τοῖς ἀνωτέρω μετὰ τοῦ ὑψίστου Κυρίου τοῦ Θεοῦ ἡμῶν λέγεται· καὶ προσκυνεῖται τὸ ὑποπό‐ διον τῶν ποδῶν αὐτοῦ· νῦν δὲ δέον μετὰ τὸ
10αὐτὸ εἰρημένον δεύτερον ἐπιφέρεται εἰς ὄρος ἅγιον αὐτοῦ.

99

.

2

Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ. Ὁ μὲν ἐκ λύπης ἢ ἐξ ἀνάγκης δουλεύων τῷ Κυρίῳ, διὰ τοῦ εἰς φόβον δουλεύειν, πνεύ‐ ματος οὐκ ἐν εὐφροσύνῃ δουλεύει τῷ Κυρίῳ,
5ὁ γὰρ ἀγαπῶν ἐν ἐνεργείᾳ εὐφραίνεται.

99

.

3

Λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ, εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. Λαὸς, οἱ κρείττους· πρόβατα, οἱ ὑποβε‐
5βηκότες· τῶν μὲν γάρ ἐστι δεσπότης, τῶν δὲ ποιμήν. Σημείωσαι δὲ ὅτι τὴν μὲν ἐξ‐ ομολόγησιν ταῖς πύλαις ἀπένειμεν, εἶτα κα‐ θαρθέντας εἰς τὰς αὐλὰς εἰσιέναι, καὶ τῶν ὕμνων κατατολμᾶν· πύλας καὶ αὐλὰς τὰς
10ἐκκλησίας καλεῖ· αὗται γὰρ ἡμῖν τὴν πρὸς αὐτὸν παρέχουσιν εἴσοδον, ἐν αἷς τοὺς εἰ‐ σιόντας προσήκει αἰσίως τὰς εὐχαριστίας ἀ‐ ναφέρειν, ἀπογυμνοῦντας διὰ τὰς ὁμολογίας τὰ τραύματα τῷ ἰατρῷ τῶν ψυχῶν· ἔπειτα
15θαῤῥοῦντας αἰνεῖν ὅτι χρηστόν ἐστι· τὰ δὲ περὶ χρηστότητος καὶ ἐλέους εἰς πάντα και‐
ρὸν ἀπαγγελλείσθω καὶ ἐν πάσῃ γενεᾷ· ἀ‐ ληθείας γὰρ γέμουσιν οἱ λόγοι αὐτοῦ. Πύλαι Θεοῦ αἱ εἰς τὰς ἀρετὰς εἰσαγωγαί. Δεῖ οὖν190 in vol. 3
20τοὺς ἀρχομένους εἰσέρχεσθαι, ἐξομολογεῖσ‐ θαι. Εἰσελθόντας δὲ, εἶτα προσκόψοντας ὑ‐ μνεῖν τὸν Θεόν. Πύλας τοῦ Κυρίου τὴν ἐπὶ γῆς ἐκκλησίαν φησιν, ἐν ᾗ ἐξομολογεῖσθαι δεῖ πρότερον ἐξαγγέλλοντας τὰ ἁμαρτήμα‐
25τα, τάς τε εἰς ἡμᾶς γενομένας ἀφηγεῖσθαι εὐεργεσίας. Πύλαι σοφίας αἱ ἀρεταὶ, διὰ γὰρ αὐτῶν εἰσερχόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

100

.

2

Ψαλῶ καὶ αἰνέσω ἐν ὁδῷ ἀμώμῳ. Πότε ἥξεις πρὸς μέ. Ἐὰν μὴ ἐν ἀμώμῳ [ὁδῷ] γένηταί τις, ἐν βουλῇ ἀσπίλῳ οὐ συνήσει. ὅσος γὰρ ἐν ἀμώ‐
5μῳ μὴ μένει ὁδῷ, τίς ἐστιν; οὐ συνήσει τόδε· Πότε ἥξεις πρὸς μέ; Διηγήσῃ οὕτως· θνητὴ φύσις οὐ φθάνει πρὸς Θεὸν, οὐδὲ γὰρ δύνα‐ ται. Διὸ ὁ Θεὸς ἔρχεται πρὸς τὸν ἄξιον. Ἔστι δ’ ὅτε μονὴν περὶ τῷ τοιούτῳ ποιεῖται μετὰ
10τοῦ συναϊδίου Υἱοῦ. —Ὁ εἰρηκὼς τῷ Θεῷ· Πότε ἥξεις πρός με, τίνα καὶ πόσα εὐτρέπι‐ σεν πρὸς ὑποδοχὴν αὐτοῦ, καταλέγει. Πλὴν τοῦτο ἰστέον, ὅτι χωρὶς Θεοῦ τὸν περὶ προ‐ νοίας καὶ κρίσεως λόγον νοῆσαι ἀδύνατόν
15ἐστιν· διόπερ καὶ οὗτος βουλόμενος ἐφα‐ ψᾶσθαι τοῦ λόγου τούτου, Θεὸν καλεῖ πρὸς βοηθείας ἑαυτοῦ, ὡς ἔνι μάλιστα μακαρίσαι.

100

.

5

Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Ὑπερηφανία ἐστὶν μίμησις μεγαλοψυ‐
χίας.191 in vol. 3

101

.

2

Εἰσάκουσον, Κύριε, τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθάτω. Εἴρηται δὲ ὡς κραυγή ἐστιν οὐχ ἡ ἐν προσφορᾷ, ἀλλ’ ἡ τῆς νοήσεως ἐπίτασις. Τὸ
5τὴν κραυγὴν ἡμῶν εἰσελθεῖν πρὸς τὸν Θεὸν, καλὸν ἡμῖν ἐστιν· ἡ μὲν προσευχὴ τὴν ἱκε‐ τηρίαν ἡμῶν δηλοῖ πρὸς Θεόν· ἡ δὲ δέησις τὴν αἴτησιν, τὴν περὶ ὧν βούλεται αὐτῷ τῷ δεομένῳ παρασχεθῆναι· ταῦτα δέ ἐστι τὰ
10κυρίως ἀγαθὰ, τῷ Θεῷ πρέπον διδόναι, καὶ τοῖς αἰτοῦσι συμφέρει λαβεῖν.

101

.

3

Μὴ ἀπεστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, ἐν ᾗ ἂν ἡμέρᾳ θλίβομαι, κλῖνον τὸ οὖς σου πρὸς μὲ, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικα‐ λέσομαί σε, ταχὺ εἰσάκουσόν μου.
5 Ἀποστρέφει οὖν τὸ πρόσωπον ὁ Θεὸς ἀπὸ τῶν αἰτούντων, ὅταν αἰτῶσιν λαβεῖν ἃ μὴ προσήκει Θεῷ δοῦναι. Ὁ δὲ ἅγιος οὐ τὸ μὴ λυπεῖσθαι ζητεῖ, ἀδύνατον γὰρ τοῦτο· ἀλλ’ ὥστε ὑπομένειν καὶ χαίρειν. Παῤῥησίας δὲ
10ἐξ ἀγαθῶν πράξεων, τὸ εἰπεῖν· Μὴ ἀπο‐ στρέψῃς· ἐφ’ οὗ ἀποστρέφει τὸ πρόσωπον ὁ Κύριος, οὐκ ἐρεῖ τό· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου. —Κλῖνον, λέ‐ γει, διὰ τὸ μὴ ἐφικνεῖσθαι τὴν ἀνθρωπίνην
15κραυγὴν τοῦ τῆς θεότητος ὕψους.

101

4-6

Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡ‐ μέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγισαν· ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ
5φαγεῖν τὸν ἄρτον μου, ἀπὸ φωνῆς τοῦ στε‐ ναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρ‐
κί μου. Τοῦ λογιζομένου ὡς καπνὸν εἶναι τὰ ἀν‐ θρώπινα, ὡς καπνὸς ἐξέλιπον αἱ ἡμέραι, διὸ192 in vol. 3
10οὐκ ἐν καυχήματι ταῦτα λέγεται ὑπὸ τοῦ προφήτου· ἀλλὰ τὰ ὀστᾶ συνεφρύγησαν πάν‐ τως οὗ καθίκετο λόγος. Ἀλλαχοῦ δέ φησι· Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν. —Καὶ ἐξηράν‐ θη ἡ καρδία μου κτλ. Ξηραίνεται νοῦς ὕδα‐
15τος πνευματικοῦ ἀπορῶν, τοῦ ῥέοντος ἐκ τῆς πηγῆς τῆς ζωῆς. —Ὁ πάσῃ δυνάμει ἐν τῷ λόγῳ τοῦ Θεοῦ τυγχάνων ἐπιλανθάνεται φαγεῖν τὸν τοῦ σώματος ἄρτον, τὸ δὲ ἑξῆς ἐρεῖ, ὡς οὐκ ἐλιπάνθη, οὐδ’ ἐπαχύνθη, ἀλλὰ
20στενάζει, ὢν ἐν τῷ σκήνει.

101

.

7

Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγε‐ νήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, ἠγρύ‐ πνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονά‐ ζον ἐπὶ δόματι.
5 Πάντα λέγει τὰ ὄρνεα τὰ χαίροντα ἐρη‐ μίας· ὧν κατὰ τὴν ὁμοιότητα κἀγὼ μονού‐ μενος, καὶ τὰς νύκτας βοῶν, μισητὸς τοῖς ἀκούουσιν ἐγενόμην, ἢ ἐκκλίνων τὰς τῶν πονηρῶν συνουσίας, ἐμονώθην καὶ ἐξηνθρώ‐
10πιζον. Τὸ οἰκόπεδον δὲ ὁ Σύμμαχος ἐρεί‐ πιον εἶπεν. Ἢ τῷ ὁμοιωθῆναι πελεκᾶνι πα‐ ρίστησι τὴν ἐρημίαν τοῦ ἔθνους, παρ’ οὗ ταῦ‐ τα λέγει. —Πολλαῖς κέχρηται παραβολαῖς, ἀξίως βουλόμενος παραστῆσαι τὰς συμφο‐
15ράς· δι’ ἕκαστον δὲ τῶν εἰρημένων ὀρνίθων τὴν δειλίαν δηλοῖ καὶ τοῦ κηδεμόνος τὴν ἐρημίαν. Τό τε γὰρ στρουθίον ὑπ’ ἀγωνίας ἐξελαύνει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκείων, ταῖς ἐρή‐
20μοις προστρέχει καταλελεμμένος· οὕτω καὶ τὸ ἄλλο ὄρνεον ταῖς ἐρήμοις ἐνδιαιτᾶται· διὰ τούτων δὲ παρίστησι τὴν ἐρημίαν καὶ τὴν μόνωσιν αὐτοῦ ὁ προφήτης, ὃς φεύγων
τὰς πολυάνδρους τῶν πόλεων, τὴν ἠρεμίαν193 in vol. 3
25ἠσπάζετο, διδάσκων καὶ ἡμᾶς, ὅτι δεῖ τὰς εὐχὰς ποιεῖσθαι μετὰ σχολαζούσης καὶ γα‐ ληνῆς διανοίας· συμφέρει γὰρ τῇ ψυχῇ τὴν τῶν βιωτικῶν πραγμάτων ἐρημίαν με‐ τέρχεσθαι. Εἰ δὲ ἐν ὄρεσι καὶ σπηλαίοις τὸν
30βίον τῶν ἀσεβῶν ἐξέκλινον οἱ τοῦ Θεοῦ ἄν‐ θρωποι, δικαίως ἔλεγον τό· Ἐγεννήθην ὡσεὶ νυκτικόραξ· δι’ οὗ δηλοῦται τὸ ὁλονύκτως εὔχεσθαι καὶ ταπεινὸν τῆς καρδίας· οὐκ ἐσ‐ θημάτων γὰρ χρῄζει ὁ μονάζων, ὡς οὐδὲ τὸ
35στρουθίον οὐκ ἐπιβουλὴν δέδοικε, κατοικεῖ γὰρ ἐν δώματι, καὶ τῶν ἐπιβουλευόντων ἐσ‐ τὶν ὑψηλότερος. —Εἴη δ’ ἂν καὶ ὁ προφη‐ τικὸς χορὸς τὴν ἐρημίαν κλαιόμενος καὶ ἀ‐ πόπτωσιν· καὶ οὐ μόνον, φησὶν, ὑπὸ τῶν
40ἐχθρῶν ὠνειδιζόμην καὶ ἐμισούμην, ἀλλὰ καὶ οἱ πρότερον θαυμάζοντες τὰ ἐμὰ, ὅρκον ἐποιοῦντο, [διὰ] τὰς ἐμὰς συμφορὰς φάσκον‐ τες· Μὴ τάδε πάθοιμι ὡς οὗτος! —Τὸν πε‐ λεκᾶνα τοῦτόν φασιν τῷ οἰκείῳ αἵματι ἐγεί‐
45ρειν τὰ τεθνηκότα τῶν τέκνων.

101

.

12

Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθη‐ σαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς. Ἀνωτέρω μὲν περὶ μόνης εἶπε τῆς καρ‐
5δίας· Ἐπλάγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου· νῦν δὲ περὶ ὅλου τό· Καὶ ἐγὼ ὡς χόρτος ἐξηράνθην.

101

.

13

Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γε‐ νεάν. Καὶ τοῦτο δὲ σὲ μάλιστα ἐπικάμψαι ὀφεί‐
5λει, Δέσποτα, ὅτι τὸ ἡμέτερον ὀλιγοχρόνιον καὶ ἐπίκαιρον καὶ συμφοραῖς συνεζευγμένον, τὸ δὲ σὸν ἀΐδιον καὶ ἀπαράτρεπτον καὶ ἀθά‐ νατον, ὥστε δυνατὸν εἶναι χαρίσασθαί μοι τῶν παρόντων μεταβολήν. Διὸ ἐπάγει·

101

.

14

Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει
καιρός. Οἰκτειρήσεις, ἀντὶ τοῦ· φιλανθρωπώθητι194 in vol. 3
5πρὸς τὴν Σιὼν, καὶ ὅτι ὁ καιρὸς τὸ ἔλεος ἀπαιτεῖ· ὁ γὰρ τῆς ταλαιπωρίας, ἡμῶν χρόνος. Λέγει δὲ τὰ ἑβδομήκοντα ἔτη συν‐ τετελέσθαι, καὶ ἐπιποθοῦμεν τὴν ἐκεῖ οἴκη‐ σιν καὶ τὰ ἐν αὐτῇ ἐδάφη λίαν, καὶ τῶν ἐκ
10τῆς πορθήσεως σχισμάτων ἡ μνήμη οἶκτον ἡμῖν ἐντίθεται. Τούτου γὰρ γενομένου, φό‐ βος τοὺς περιοικοῦντας λήψεται, καὶ ὡς πολλὰ δυνηθέντες δοξάσουσιν. —Νῦν τὴν Σιὼν τὴν φύσιν λέγει τὴν λογικὴν, τὴν πε‐
15φυκυῖαν σκοπεύειν τὰ ἐπουράνια.

101

.

15

Ὅτι ηὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρή‐ σουσι. Χοῦν οἰκτειρήσουσι, τουτέστι τοὺς χοϊ‐
5κούς.

101

16,17

Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου, ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.
5 Τὰ μὲν ἔθνη φοβηθήσονται τὸ ὄνομα Κυ‐ ρίου, οἱ δὲ κρείττονες αὐτῶν, οἱ βασιλεῖς τὴν δόξαν αὐτοῦ, ὅτι ᾠκοδόμησε τὴν Σιών· ὁ δὲ φόβος οὗτος, φησὶ, γενήσεται, ἐπὰν ἀ‐ ρέσῃ σοι τὴν Σιὼν οἰκοδομήσειν, καὶ τὴν σὴν
10πάλιν δόξαν ἐν τῷ ναῷ δεῖξαι, ἢ ἐπεὶ ἀσθε‐ νείας τοῦ Θεοῦ κατεγίνωσκον, ὡς μὴ ἰσ‐ χύοντος τῆς δουλείας ἐκσπᾶσαι Ἰούδαν. Δό‐ ξαν αὐτοῦ καλεῖ τὴν τῆς πόλεως νεουργίαν, ἀντὶ τοῦ πάλιν τὴν Σιὼν οἰκοδομηθῆναι ἐν
15τῇ προτέρᾳ δόξῃ· ὄψονται τὸν τῶν ὅλων Θεόν. Καὶ τάχα κατὰ τὴν πρώτην ἐπιδη‐ μίαν οἰκοδομήσει Κύριος τὴν Σιὼν, κατὰ δὲ τὴν δευτέραν ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἢ καὶ οὕτως· γενόμενος σὰρξ ὅλως, καὶ
20σκηνώσας ἐν ἡμῖν, ᾠκοδόμησε τὴν ἐκκλη‐ σίαν, πνευματικῶς Σιὼν ὀνομαζομένην. Ὀφ‐ θήσεται δὲ ἐν τῇ δόξῃ αὐτοῦ, ὅταν σκηνώ‐
σαντος ἐν ἡμῖν αὐτοῦ, θεασώμεθα τὴν δό‐ ξαν αὐτοῦ πλήρους χάριτος καὶ ἀληθείας.195 in vol. 3
25Ὅρα δὲ ὅπως αἴτιόν ἐστι τῆς τῶν βασιλέων ὑποταγῆς καὶ τῆς τῶν ἐθνῶν ἐπιγνώσεως ἡ τῆς Σιὼν οἰκοδομὴ, οὐ τοῦ ἱεροῦ λίθοις, ἀλ‐ λὰ θαύμασι καὶ χαρίσμασι πνευματικοῖς καὶ μυστηρίοις ἐνδόξοις· οἰκοδομὴ ὤφθη ἐν
30τῇ δόξῃ αὐτοῦ, ἡνίκα μέσος τῶν ἀποστόλων ἔστη, ἐπὶ τὴν ἔρευναν προτρεπομένου τοῦ Θωμᾶ ἀπιστήσαντος· δόξαν δὲ τὰ πάθη δια‐ φόρως λέγει. —Ἢ καὶ οὕτως, ἡ οἰκοδο‐ μουμένη ἀπὸ Κυρίου ἐκκλησία ἡ Σιών ἐστι,
35σκοπευτήριον ἑρμηνευομένη, ἐν ᾗ ὀφθήσε‐ ται ἐν τῇ δόξῃ αὐτοῦ, εἴ τις οἰκοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον, ἀργύριον, λί‐ θους τιμίους.

101

19,20

Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον, ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ. Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέ‐ βλεψε.
5 Λαὸς ὁ κτιζόμενος, εἴ τις ἐν Χριστῷ και‐ νὴ κτίσις. —Τὸ κτιζόμενον, ἤτοι πάλιν ἐ‐ στὶν ὁ κόσμος, ἑκατέρων δὲ αὐτῶν ὁ λαὸς, καὶ τάχα νῦν ὁ ἀπὸ τῶν ἐθνῶν. —Εἰ μὴ οὖν ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ ὁ Κύριος,
10οὐκ ἂν ᾔνησεν αὐτὸν λαὸς, ὁ ἔτι κτιζόμενος, καὶ ἕως τῆς συντελείας κτιζόμενος, ὡς πά‐ λαι ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.

101

.

21

Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τε‐ θανατωμένων. Πέδαι δὲ εἶεν τὸ σῶμα τῆς ταπεινώσεως·
5υἱοὶ δὲ τῶν τεθανατωμένων λύονται ὑπὸ τοῦ λόγου. Τίνων δὲ υἱοὶ ἢ τῶν ἀντικειμένων δυ‐ νάμεων; οἱ γὰρ πατέρες, ὧν ὡς ζώντων ὁ Θεός ἐστιν, οὐ πεπεδημένων εἰσὶ πατέρες· ἐλεύσεται δὲ ὁ λέγων· Τεθανατωμένων τῇ
10ἁμαρτίᾳ τῶν πατέρων υἱοὶ δεδεμένοι ὑπὸ τοῦ
Λόγου λύονται.196 in vol. 3

101

.

25

Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμε‐ ρῶν μου, ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Δύο γενεαὶ, δυὸ λαοὶ, ἐν οἷς τὰ τοῦ Θεοῦ ἐστιν ἔτη. —Ἀντὶ τοῦ· Δίδαξόν με τὴν φύ‐
5σιν τῶν ἐνταῦθα ἡμερῶν, ὥς ἐστιν ἐντελὴς καὶ βραχεῖα καὶ ὀλίγη· καὶ ἐν πληρώματι ἡμερῶν ποιήσας με γενέσθαι, ἀνάγαγέ με ἐντεῦθεν· ὁ ἐντελὴς δὲ ἐξελθὼν ἐν βίῳ καὶ γνώσει, ἐν ἡμίσει ἀνάγεται ἡμερῶν, οἱονεὶ
10ἐξ ἡμισείας πεφωτισμένος παρὰ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.

102

.

1

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Πᾶσα δύναμις τοῦ ἔσω, καὶ κατ’ εἰκόνα
5τοῦ Θεοῦ ἀνθρώπου, οἷον ἡ νοητικὴ, καὶ διανοητικὴ καὶ ἡ ἐπιβλεπτικὴ, καὶ ἡ ὁρμη‐ τικὴ, καὶ ἡ φανταστικὴ, καὶ αἱ λοιπαί. Ἔσ‐ τι τὸ τὰς θείας χάριτας διὰ τὸ ὑμνεῖν ἀμεί‐ βεσθαι. Ἑαυτῷ οὖν ἐγκελεύεται εὐλογεῖν
10τὸν Θεὸν, καὶ ὑμνεῖν, καλὸν φάρμακον ἑαυ‐ τοῦ, τὴν εἰς Θεὸν εὐλογίαν τιθέμενος. Διὰ τῶν ἐντὸς, τὸ ἐξ ὅλης ἰσχύος δηλοῖ. Ἢ τὸ πάντα τὰ ἐντὸς, ἀντὶ τοῦ πᾶσά μου ἐνθύμη‐
σις καὶ πᾶν νόημα· ἐντὸς γὰρ τοῦ ἀνθρώπου197 in vol. 3
15ἐστὶν ἡ νοητικὴ δύναμις, καὶ διανοητικὴ καὶ μνημονευτικὴ, καὶ αἱ λοιπαί. Ἐνδιατρίβει δὲ τῇ παρὰ τὸν ὕμνον προτροπῇ, εἰδὼς τοῦ‐ το ὅτι ταῦτα ἀντὶ τῶν μεγαλῶν εὐεργεσιῶν ἐποφείλονται.

102

.

5

Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεό‐ της σου. Τὸν παλαιὸν ἄνθρωπον, διὸ τῆς ἁμαρτίας ἐνδυσαμένη ἡ ψυχὴ, τὴν νεότητα αὐτῆς ἀ‐
5πωλείας καὶ ὡσανεὶ ῥυτίδος ἀνείληφεν· ὅτε οὖν ποιεῖ αὐτὴν μηκέτι ἔχειν σπῖλον ἢ ῥυτί‐ δα, ἀνακαινίζει αὐτῆς τὴν νεότητα, ὡς ἀε‐ τοῦ.

102

.

7

Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋ‐ σῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἱ μὴ γνωρίσαντες τὰ θελήματα αὐτοῦ, οὐκ εἰσὶν υἱοὶ Ἰσραήλ.

102

.

8

Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Τούτων δὲ, φησὶν, αἴτιον τῶν ἀγαθῶν ἡ τῆς θείας ἀγαθότητος ἄβυσσος καὶ τῆς φι‐
5λανθρωπίας τὸ πέλαγος.

102

.

9

Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Ἐντεῦθεν γινώσκομεν ὅτι ἄλλο ὀργὴ, καὶ ἄλλο μῆνις.

102

.

10

Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίη‐ σεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀν‐ ταπέδωκεν ἡμῖν, Ἐλάττους δὲ καὶ τὰς τιμωρίας, οὐ πρὸς
5ἀξίαν κολάζων.

102

.

12

Καθόσον ἀπέχουσιν ἀνατολὴ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Θεοῦ ἡμῖν τοῦτο χαριζομένου ὅτε πόῤῥω
5τῆς ἡμῶν ἡμαρτιῶν ἐγενόμεθα καὶ ἕξεως καὶ διαθέσεως, καὶ ὅσον κρείττονες γινόμε‐ θα, κατὰ διάμετρον ἱστάμεθα τῆς ἁμαρ‐
τίας· ἐκείνης μὲν γὰρ ἐπὶ δυσμῶν ὁ τόπος, τῶν δὲ ἐναρέτων κατὰ ἀνατολήν· καὶ γὰρ ὁ198 in vol. 3
10Χριστὸς, ἡ ζῶσα ἀρετή, ἐστιν κατὰ τὸν Ἱε‐ ρεμίαν ἡ ἀνατολή.

102

.

13

Καὶ καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν. Πατρὸς γὰρ ἀγαθότητα δείκνυσιν, ὁ δη‐ μιουργὸς ὤν τε καὶ ποιητής· μακρὸν δὲ τοὺς
5φοβουμένους αὐτὸν οἰκτείρων, εἰς υἱῶν ἔθετο τάξιν. Οὐδὲ γὰρ μισεῖται οὓς κατεσκεύασεν, ἀλλ’ ἐπιστάμενος τὰς καρδίας τῶν ἀνθρώ‐ πων, ἃς κατὰ μόνας ἔπλασεν, οἶδεν τί ἑκάσ‐ τῳ συμφέρει, καὶ ὧν ἔχομεν δύναμίν τε καὶ
10ἀφορμὴν, ταῦτα δίδωσιν, ἐπὶ τῷ κατ’ ἐνέρ‐ γειαν ἔχοντι αὐτὸς, υἱὸς αὑτοῦ γενέσθαι. Λέγοι δ’ ἂν καὶ ὡς πεῖραν ἔλαβεν πλάσμα‐ τος, γενόμενος σὰρξ, καὶ φυσικὴν ἔχει διά‐ θεσιν, υἱοὺς ἡμᾶς λογισάμενος. —Καθὼς
15οἰκτείρει πατὴρ υἱούς· οὓς γὰρ εἶδε ποίημα καὶ ἔργα τῶν χειρῶν αὐτοῦ, κατῳκτείρησεν.

102

16,17

Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται εἰς τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φο‐
5βουμένους αὐτόν. Μετὰ τὸν θάνατον ἡ ψυχὴ οὐχ ὑπάρχει ἐν τῷ βίῳ τούτῳ. Εἰ μὲν οὖν φύσις ἡμῶν ἐστὶν ἐπίκηρος, ἡ δὲ θεία φιλανθρωπία τὸν μακραίωνα χαρίζεται βίον, καὶ μέχρις ἐκγό‐
10νων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομέ‐ νην τῆς δικαιοσύνης ἀντίδοσιν.

103

.

1

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Κύριε, Κύριε, ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνε‐ δύσω.199 in vol. 3
5 Ἐν μὲν τοῖς πρὸ τούτου ψαλμοῖς διὰ πλειόνων προτρέπεται τὴν ἑαυτοῦ ψυχὴν εὐλογεῖν τὸν Κύριον ὁ προφήτης, καὶ διεξέρ‐ χεταί τινα περὶ αὐτοῦ ἐν αὐτῇ· ἢ οὐδὲν λέ‐ γων πρὸς αὐτὸν, ἐν τοῖς μεγάλοις Θεὸς μεγα‐
10λύνεται, ὁποῖος ἦν ὁ προβαίνων Ἰσαὰκ, καὶ γενόμενος μείζων, ἕως γένηται μέγας σφόδρα, σφόδρα· καὶ Μωσῆς ὁ μέγας παρὰ πάντας ἀνθρώπους τοὺς ἐπὶ τῆς γῆς. Οὐκ οἶμαι δὲ αὐτὸν ἐν τοῖς μικροῖς καὶ ἐπιδεχομένοις, διὰ
15τὴν μικρότητα, τὸ σκανδαλίζεσθαι, περὶ ὧν εἰσδεόμενοι, ἐντολῆς ἄνευ, κατευφρονήσω‐ μεν ἂν αὐτοῖς· μανθάνωμεν οὖν μὴ κατα‐ φρονεῖν τῶν μικρῶν τούτων ... Ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω.
20—Ἀντὶ τοῦ πάντα τὰ ἔργα σου εὐχαρισ‐ τίας πεπλήρωται καὶ μεγέθους, καὶ μεγα‐ λοπρέπειαν τοῖς πᾶσι ἐδείκνυσας, ὡς ἐξ ἱμα‐ τίων καθαρῶν πολλάκις οἱ ἄνθρωποι τοῖς ὁρῶσι. Τοῦτο γὰρ αἰνίττεται τὸ ἐνεδύσω. —
25Γνησίως ἐξομολογούμενοι, καθ’ ἑκάτερον ση‐ μαινόμενον παρὰ τοῦ ἐξομολογεῖσθαι, ὑφαί‐ νομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν ἐξομολόγησιν ἣν ἐνδύεται. Μετὰ δὲ τὴν ἐξομολόγησιν, πάντα εὐπρεπῶς τὰ δέοντα πράξαντες, καὶ εὔξαν‐
30τες, καὶ εὐπρεπείας ἕτερον χιτῶνα ὑφαίνο‐ μεν Κυρίῳ τῷ Θεῷ. —Ἢ οὕτως· ὁ Σύμ‐ μαχος· Ὕμνον καὶ δόξαν ἠμφιέσω. Οὐκ ἔσ‐ τιν γὰρ σὲ ἀγνοοῦσιν, [ἀλλὰ] τοῖς τῶν σῶν ἀπολαύσασι ἀγαθῶν· οὐδὲ τοῖς εἰδώλοις τὸ
35σὸν σέβας προσφέρουσιν, ἀλλὰ σὲ ὑμνοῦσι καὶ σοὶ τὸ τῆς δοξολογίας ἐκτείνουσι χρέος. —Ἢ οὕτως· ἀφορῶντες εἰς τὴν σὴν πρό‐ νοιαν, [σὲ] ὦ δέσποτα, μεγαλύνομεν, τῆς σῆς προνοίας τὸ μέγεθος ἐκπληττόμενοι·
40οὕτως τὴν ἡμετέραν ἐξομολόγησιν καὶ εὐ‐ πρέπειαν, τουτέστι μετὰ αἴνου δοξολογίαν, ὥσπερ τι περιβόλαιον ἀμφιέννυσαι, ἢ τὸ ἐν μεγάλοις καὶ ὑπεραίρουσιν ἔχων τὸ πρέπον. Ἐξομολόγησις δὲ τὸ πᾶσαν συμφωνίαν τῶν
45ἐναρμονίων ἔχει παραυτά· ἀλλὰ καὶ ἐνδύ‐ σασθαι μεγαλοπρέπειαν καὶ τὴν ἐξομολόγη‐ σιν φησίν.200 in vol. 3

103

.

2

Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκ‐ τείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Γινόμενοι δὲ φῶς, ὥστε λάμψαι τὰ ἔργα ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἄλλο ἱμά‐
5τιον τῷ Κυρίῳ κατασκευάζομεν εἰς δόξαν αὐτοῦ, ὄντος ἡμῶν Πατρὸς τοῦ ἐν τοῖς οὐ‐ ρανοῖς. —Ἐκτείνων τὸν οὐρανὸν ὡς δέῤῥιν. Τὴν τῆς δημιουργίας εὐκολίαν διὰ τούτων ἐδήλωσεν; ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν
10ἐκτεῖναι πρὸς τὸ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διε‐ πέτασε κύτη, λόγῳ μόνῳ χρησάμενος.

103

.

5

Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφά‐ λειαν αὐτῆς. Ὁ δὲ Ἀκύλας καὶ ὁ Σύμμαχος· Ἐπὶ τῆς ἕδρας αὐτῆς.

103

.

6

Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ.
Εἰπὼν τὰ περὶ τῆς γῆς, μετέβη ἐπὶ τὸ ὕδωρ, ἑβραϊκῷ ἤθει ἀῤῥενικῶς εἰπὼν τὸ ἄ‐201 in vol. 3
5βυσσος, διὸ ἐπήγαγε τὸ αὐτοῦ. Καὶ γὰρ Ἀ‐ κύλας καὶ Θεοδοτίων· Ἄβυσσον ὡσεὶ ἔνδυ‐ μα περιέβαλες αὐτὴν, ἤτοι τῇ ὑγρᾷ οὐσίᾳ τὴν γῆν περιέσχες· πανταχόθεν γὰρ ὕδασι περιέχεται. Τὴν γὰρ ὑγρὰν οὐσίαν ἄβυσσον
10ἐκάλεσε, ἥτις πάσῃ τῇ γῇ ὡς ἱμάτιον περι‐ κέχυται. Οἷον καὶ τὴν ἄβυσσον, φησὶν, οὕ‐ τως συνέχεις καὶ περιβάλλεις, ὡς εἴ τις πε‐ ριβολαίῳ καὶ ἱματίῳ περιβάλοι τι πρᾶγμα καὶ συνέχοι αὐτὸ ἐν τῷ μέσῳ· διὰ ταύτην
15οὖν τὴν αἰτίαν ὡς συνεχομένη μὲν ὑψοῦται, ἁπλωθῆναι δὲ πέρα τῶν οἰκείων ὅρων οὐ δύ‐ ναται. ἀλλ’ ὅταν ὑψωθῇ, ὥσπερ ἐπιτίμησιν δεχομένη, δειλιᾷ καὶ συστέλλεται· μήποτε δὲ οἶδεν αὐτὴν ἀκίνητον καὶ ἐν τῷ κέντρῳ.
20Τοῦτο καὶ οἱ ἑξῆς στίχοι δηλοῦσιν.

103

7,8

Ἐπὶ τῶν ὀρέων στήσονται ὕδα‐ τα, ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσωσιν. Ἀναβαίνου‐ σιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τὸν τό‐
5πον, ὃν ἐθεμελίωσας αὐτῷ. Ὕδατα, ἀντὶ τοῦ· ὑψούμενα μὲν, ὄρη μι‐ μοῦνται, καὶ ὡς ὄρος ἕστηκεν. Καὶ τί τὸ με‐ τὰ ταῦτα; ἐπιτιμᾷς αὐτοῖς, βροντὰς ἐπάγων, καὶ τρόπον τινα δειλιῶντα εἰς τὴν οἰκείαν
10τάξιν ἀποκαθίσταται. Ὑψοῦται μὲν γὰρ τὰ κύματα ὡς ὄρη. Λείπει γὰρ τὸ ὡς, ἵν’ ᾖ· Ἀ‐ ναβαίνουσιν ὡς ὄρη τὰ ὕδατα ὑπὸ τῶν ἀνέ‐ μων ἐξοιδαινόμενα. Οὐ μὴν καὶ διαμένουσιν οὕτως, ἀλλὰ καταστορούμενα πάλιν πεδίοις,
15ὁμαλέσιν ἀφομοιοῦνται, καὶ ταῦτα, φησὶ, γίνεται ἐν τῷ τόπῳ ἐν ᾧ τὴν θάλασσαν πε‐
ριγεγράφθαι προσέταξας. —Στήσονται ὕδα‐ τα, ἐπὶ τῶν ἐν ἀγνοίᾳ ὄντων στήσεται ἡ γνῶσις.202 in vol. 3

103

10,11

Ὁ ἀποστέλλων πηγὰς ἐν φά‐ ραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
5 Καὶ τοῦτο τῆς σῆς προνοίας ἐστὶν ἔργον, τὸ μὴ μόνον διὰ τῆς περὶ χειμάῤῥους ὥρας ἐν ταῖς φάραγξι καὶ τοῖς θάλπουσι τόποις ὕδατα δίδοσθαι, ἀλλὰ γὰρ καὶ ἀνὰ μέσον τῶν ὀρέων, ὅπως ἂν τῶν ἀγρίων ζώων τὰ ἥμερα
10διαδιδράσκονται, ἐν ὥρᾳ δ’ ἀναπαύσονται. Κατὰ μέρος δοξολογῶν, ἐπέρχεται τῇ προ‐ νοίᾳ, καὶ τὴν μετὰ σοφίας τεθαύμακεν ἀ‐ γαθότητα, καὶ τῆς τῶν ἀλόγων ζώων πε‐ φροντικότος διαμονῆς τοῦ Θεοῦ. Ποιήσας
15γὰρ αὐτὰ καὶ τρέφει τε καὶ ποτίζει. Διὸ τὰ ὄρη τεμὼν παρόδους τοῖς ὕδασιν ἐτεκτήνατο πρὸς ὠφέλειαν ἀνθρώπων τε καὶ κτηνῶν καὶ ὄρνεων. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ἀνακ‐ τήσεται ὄναγρος δίψαν αὐτοῦ. —Περὶ δὲ
20τῆς μέχρι τούτων προνοίας, ἔλεγεν ὁ σωτήρ· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνά‐ γουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὕτω καὶ τῶν ἀλό‐
25γων ζώων καὶ ἑρπετῶν καὶ θηρίων προνοεῖ, ὡς καὶ τούτοις τὸ πρὸς ζωὴν χρήσιμον ἐπι‐ χωρηγεῖν. Ποτίζει γὰρ ὄρη καὶ πεδία, οὐκ ἀπὸ τῶν ἐν ταῖς φάραγξι πηγῶν, ἢ τῶν φε‐ ρομένων κατὰ γῆς ποταμῶν, ἀλλ’ ἄνωθεν
30τοὺς αὐτάρκεις ἐπιχορηγῶν ὑετούς. —Λο‐ γικάς τινας διὰ τῶν λογικῶν τούτων αἰνίτ‐ τεται φύσεις. —Ὁ διδοὺς γνῶσιν τοῖς κε‐ νωθεῖσιν ὑπὸ τῆς ἀγνοίας, δίκην φαράγγων κοιλανθεῖσιν ὑπὸ τῆς κακίας.

103

.

12

Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ
κατασκηνώσει. Κατασκηνοῖ ἐπ’ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἐπειδὴ ἔσχον πίστιν, ὡς κόκκον203 in vol. 3
5σινάπεως.

103

.

13

Ἀπὸ καρποῦ τῶν ἔργων σου χορ‐ τασθήσεται ἡ γῆ. Καρπὸς τῶν ἔργων ἐστιν ἡ θεωρία τῶν γεγονότων.

103

.

14

Ἐξανατέλλων χόρτον τοῖς κτήνε‐ σι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. Ὥσπερ τῶν ὑδάτων δέδωκεν τὴν χορη‐
5γίαν, οὕτω καὶ ἀπὸ γῆς τρέφεσθαι παρεσ‐ κεύασεν· διὰ τοῦτο ἐφρόντισας τῶν κτηνῶν, ἵνα δι’ αὐτῶν γεωργοῦντες τὰ πρὸς ζωὴν εὕ‐ ρωμεν. Τάχα ἡ λέξις χόρτος καὶ οὗτος μὲν ἄρτος γῆς. Ἔστι δέ τις ἄρτος οὐρανοῦ περὶ
10οὗ εἴρηται· Ἄρτον οὐρανοῦ δέδωκεν αὐτοῖς. —Χόρτος· ὁ γὰρ ἀσθενὴς λάχανα ἐσθίει.

103

16,17

Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσεν. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.
5 Δείκνυσιν καὶ τὰ ἐν δρυμῷ αὔξοντα ξύλα, οἷον κέδροι, καὶ τὰ ἕτερα τοῖς αὐτοῦ νεύμα‐ σιν αὐξηθήσονται. Γέγονε δὲ ταῦτα καὶ δι’ ἕ‐ τερα μὲν πλεῖστα, ὧν καὶ τὴν πεῖραν ἔχομεν καὶ τῶν στρουθίων εἰς καλιάς. —Ὥσπερ
10ἔστι τινὰ ξύλα τοῦ παραδείσου, οὕτω καὶ ξύλα τοῦ πεδίου.

103

.

18

Ὄρη τὰ ὑψηλὰ τοῖς ἐλάφοις· πέ‐ τρα καταφυγὴ τοῖς χοιρογρυλλίοις. Εἴ τις, φησὶν, ἔροιτο· Διὰ τί ὄρη; διὰ τί πέτραι; μανθανέτω ὅτι ταῦτα ἀναγκαίως ἐ‐
5δημιουργήθη. Εἰ γὰρ δι’ ὅλου ἥπλωτο πεδίας ἡ γῆ, μὴ ἔχουσα ὄρη, οὐκ ἂν τὰ ποικίλα συνέστη τῶν ζώων γένη, θᾶττον τῶν ἰσχυ‐ ροτέρων τοῖς ἀσθενεστέροις ἐπιπηδώντων. Νῦν δὲ ἡ τῶν ὀρέων σύστασις καταφυγὴ γέ‐
10γονε, τοῦ μὴ ἀσθενέστερα ὑπὸ τῶν ἰσχυρο‐
τέρων ἁλίσκεσθαι, καὶ μάλιστα κατὰ τὸν τοῦ ὕπνου καιρόν· ἀλλὰ καὶ λαγωοῖς ἢ χοιρο‐ γρυλλίοις (ἀμφότερα γὰρ φέρεται ἐν τῇ ἀ‐ ναγνώσει) τίς ἦν ἄλλη καταφυγὴ, εἰ μὴ πέ‐204 in vol. 3
15τραι καὶ σπηλαῖα ὡς χηραμοὶ συνέστησαν, εἰς ἃς διαδιδράσκοντα σώζεται, καθάπερ ἄν‐ θρωποι πρὸς οἰκίας καὶ τείχη. —Ὁ ἔλα‐ φος, ὄφει πολέμιος· τοιοῦτοι καὶ οἱ τοῦ Χρισ‐ τοῦ μαθηταὶ, ἑτοίμως ἔχοντες ἐκδικεῖν πᾶ‐
20σιν παρακοὴν, οἱ καὶ πατεῖν ἐπάνω ὄφεων ἥκουσιν.

103

19-21

Ἐποίησε σελήνην εἰς καιροὺς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκό‐ τος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ, σκύμνοι ὠρυό‐
5μενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. Ἀνατρέχει πάλιν ἐπὶ τὴν ἐν τοῖς οὐρα‐ νοῖς πρόνοιαν· δι’ οὗ δὲ ἑτέρου γεγενῆσθαι τὴν σελήνην φησὶν, ἢ πρὸς ἀριθμὸν καὶ διά‐
10γνωσιν μηνῶν τε καὶ ἡμερῶν; Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, θείῳ καὶ αὐτὸς προστάγ‐ ματι δηλονότι πειθόμενος· οὐχ ὡς ἔμψυχος δὲ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, κατὰ δὲ τὸν θεῖον ὅρον ὁδεύων. Ἀπ’ ἀμφοτέρων μὲν ἀμ‐
15φότερα εὑρίσκεται, καιρούς τε γὰρ ὁ ἥλιος ποιεῖ, καὶ δύσει καὶ ἀνατολῇ ὁμοίως κέ‐ χρηνται, ἀλλὰ διεῖλεν αὐτὰ κατ’ ἴδιον οἴκη‐ μα· καιροὺς δὲ καλεῖ τὰ μέτρα ἡμερῶν καὶ μηνῶν, τὰς γὰρ τῆς σελήνης ἀλλοιώσεις με‐
20τρεῖσθαι τὸν χρόνον παρεσκεύαζε· ἀλλὰ καὶ ὁ ἥλιος φωτίζειν μόνον μαθὼν, ὅτε προσε‐ τάχθη, πρὸς δύσιν χωρεῖ· ἔδει γὰρ καὶ νυκ‐ τὸς εἰς ἀναχώρησιν μὲν τῶν ἡμέρων ζώων· εἰς πρόοδον δὲ τῶν ἀγρίων τὰς τοῦ ἡλίου
25κατὰ θείαν πρόνοιαν ἀποστέλλεσθαι αὐγὰς, ἡ γὰρ ἂν καὶ αὐτοῖς ἐπετίθετο· διὸ τὸ χρή‐ σιμον τῆς νυκτὸς ὑπογράφων φησίν· Ἡλίου δὲ ἀντισχόντος, τὰ μὲν [θηρία] εἰς τὰς οἰ‐ κείας καταδύσεις χωρεῖ· οἱ δὲ ἄνθρωποι τὸν
30τῆς προτέρας ἡμέρας πόνον ἀποθέμενοι, προθύμως πάλιν ἔτι τοῖς ἔργοις διημερεύου‐
σι. —Οὐδὲ τὸ ζητῆσαι δὲ τροφὴν, κυρίως κεῖται· λογικῶν γὰρ ἡ ζήτησις· δηλοῖ δὲ καὶ τούτοις τὸν Θεὸν τὴν ἀναγκαίαν παρέ‐205 in vol. 3
35χειν τροφήν.

103

.

25

Αὐτὴ ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχορος. Τὸν βίον τοῦτον σημαίνει.

103

.

29

Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν ἐπιστρέψουσιν. Οἱ ἐκπίπτοντες δὲ τοῦ παρὰ τοῦ Θεοῦ δο‐ θέντος αὐτοῖς πνεύματος, γίνονται χοϊκοί.

103

.

30

Ἐξαποστέλλεις τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρό‐ σωπον τῆς γῆς. Ἣν Παῦλος ἔκστασιν εἴρηκεν, ταύτην
5Δαυὶδ ἀνακαινισμὸν προσηγόρευσεν.

104

.

5

Μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίμα‐ τα τοῦ στόματος αὐτοῦ. Ὅτε ἐποίει ἐργασίας ἐν ὕδασι πολλοῖς,
5ἐθεώρουν τὰ ἔργα τοῦ Κυρίου· τούτων, ἔφη, μνήσθητε καὶ πάλιν ποιεῖτε ἐργασίαν ἐν ὕδασι πολλοῖς. —Τὰ τέρατα λέγει, ὧν πε‐ ποίηται ἐν τῇ παρουσία θεοσημείων.

104

.

12

Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βρα‐ χεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ. Τὸ βραχεῖς ἐπὶ ὀλίγων εἶπε· τὸ δὲ βραχὺ ἐπὶ μεγέθους, τὸ δὲ ὀλίγον ἐπὶ ἀριθμοῦ τέ‐
5τακται. —Πάροικοί εἰσιν οἱ μηδὲν ἴδιον τῶν τοῦ κόσμου τούτου νομίζοντες.

104

.

13

Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος. Τὰ κατὰ τὴν ἀποδημίαν διηγεῖται τοῦ Ἁβραὰμ, καὶ τοὺς σκυλμοὺς τοῦ Ἁβραὰμ,
Ἰσαὰκ καὶ Ἰακώβ· παροικοῦντες γὰρ οἱ πα‐206 in vol. 3
5τριάρχαι διετέλουν, καὶ οὐδὲ ἐφ’ ἑνὸς ἱδρυ‐ μένοι τόπου, ἀλλὰ νῦν μὲν ὧδε, ἐκεῖ δὲ ἄλ‐ λοτε τὰς σκηνὰς μεταφέροντες. Ἢ ὅτι πολ‐ λὰ ἔθνη μετῆλθον, μέχρις ὅτε τῆς ἐπαγγελ‐ θείσης αὐτῆς γῆς τὸν κλῆρον παρέλαβον·
10Ἢ ἀπολογίαν δοκεῖ ἔχειν τὴν ἐν τοῖς προ‐ κειμένοις διδασκαλίαν, τοῦ μὴ ἀκρίτως ἀπο‐ δοκίμασθαι τὸν ἐκ περιτομῆς λαόν· εὐλογεῖ δὲ ταῦτα πεπονθέναι, ὅτι μυρίων καταξιωθέν‐ των πρὸς τοῦ Θεοῦ εὐεργεσιῶν αὐτοὶ ἑαυ‐
15τοὺς ἐναντίους κατέστησαν καὶ ἐχθροὺς τῆς τοῦ Θεοῦ προαιρέσεως.

104

.

16

Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν. Τὸ δοκοῦν κακὸν, ὁ ἐν Αἰγύπτῳ λιμὸς, ἀρχὴ γέγονε τῶν ἐν Ἑβραίοις οἰκονομιῶν
5ἀγαθῶν. Οὕτως καὶ πᾶν τὸ δοκοῦν κακὸν, ἀλλὰ καὶ τὸ ἀληθῶς κακὸν, διὰ τὸ ὕστερον ἀγαθὸν γίνεται· κακὸν γὰρ, ὁ κατὰ τοῦ Ἰω‐ σὴφ ζῆλος τῶν ἀδελφῶν, καὶ ἡ ἐπιθυμία τῆς δῆθεν δεσποίνης τοῦ Ἰωσήφ. —Πᾶν
10στήριγμα κτλ. ἀντὶ τοῦ πᾶν διαθρέψαι δυ‐ νάμενον, σπανίσαι πεποίηκεν, οὐ μόνον σῖτον, ἀλλὰ καὶ ὄσπρια, καὶ τ’ ἄλλα, δι’ ὧν βιο‐ τεύουσιν ἄνθρωποι.

104

.

19

Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον τοῦ Κυρίου ἐπύρωσεν αὐτόν. Πολλοὺς πειρασμοὺς ἐπάγει τοῖς ἁγίοις ὁ
5διάβολος, μέχρι τοῦ ἐλθεῖν τὸν λόγον τοῦ Θεοῦ τὸν πυροῦντα καὶ καθαρίζοντα τὰς καρδίας αὐτῶν. —Δύο πυρώσεις εἰσι γενι‐ καί· ἡ μὲν ἀστεία, ὅτε τὸ λόγιον Κυρίου πυ‐ ροῖ τινα, ἵνα τῆς σοφίας ἐρασθεὶς καὶ παν‐
10τὸς καλοῦ πυρωθεὶς, ἐπ’ αὐτῷ γένηται πῦρ Κυρίου. Ἡ δὲ φαυλὴ, ὅτε τις τέτρωται ὑπὸ τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ, ἵνα
σωματικῶν ἐπιθυμῇ· ἐπεὶ τοίνυν καὶ τὸν Ἰωσὴφ τὸ λόγιον Κυρίου ἐπύρωσεν, οὐκ ἠ‐207 in vol. 3
15δυνήθη αὐτὸν ὁ πονηρὸς ἐπὶ τῇ δεσποίνῃ πυρῶσαι.

104

.

20

Ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτὸν, ἄρχων λαῶν καὶ ἀφῆκεν αὐτόν ... Οὐκ ἄλλος ὁ βασιλεὺς, καὶ ἄλλος ὁ ἄρχων· ἀλλ’ ἀναδιπλώσει χρῆται γραφικῷ ἔθει, ὡς
5τό· πορευόμενοι ἐπορεύοντο· τὸν Φαραὼ δὲ λέγει ἐπὶ τὴν τῶν ὀνειράτων ἀπορίαν, ὅτε καὶ λύεται, καὶ καθίσταται ὁ κύριος· τὴν δὲ ἀπὸ τῆς οἰκονομίας αὐτοῦ δεικνὺς ὠφέ‐ λειαν, ἐπάγει·

104

.

22

Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐ‐ τοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. Ἐπίσημος γὰρ διὰ τῆς ἐπίλυσιν τῶν ὀνει‐
5ράτων γενόμενος εἰς σύνεσιν, ἐπαιδοτρίβει τοὺς ἐγχειρισθέντας τοῦ ζηλῶσαι αὐτόν· αὕ‐ τη, φησὶν, ἡ αἰτία τοῦ εἰσελθεῖν Ἰσραὴλ εἰς Αἴγυπτον, κἀνταῦθα δὲ ἀναδιπλώσει χρῆ‐ ται.

104

.

23

Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπ‐ τον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Χὰμ δὲ τὴν Αἴγυπτον λέγει· Χὰμ γὰρ ἐγέννησε τὸν Χαναὰν, ὁ δὲ Μεστραῒμ, ὃς ἑρ‐
5μηνεύεται Αἴγυπτος· εἰκὸς γὰρ πάππον ὄντα τοῦ Μεστραῒμ τὸν Χὰμ, ἐν Αἰγύπτῳ οἰκῆ‐ σαι, τοῦ Χαναὰν ἐν Παλαιστίνῃ οἰκήσαντος. Κατελθόντων δὲ οὐκ ἠμέλησε, φησὶν, ἀλλὰ κἀκεὶ αὐτοὺς ηὔξησε, καὶ τῆς οἰκείας εὐλο‐
10γίας μετέδωκε. —Εἴ τίς ἐστιν ὡς ἀληθὴς Ἰακὼβ, οὐ κατοικεῖ ἐν γῇ Χὰμ ἐκεῖνος, ἀλλ’ ἐν αὐτῇ παροικεῖ.

104

.

24

Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφό‐ δρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχ‐ θροὺς αὐτοῦ. Ὥστε λέγειν τὸν Φαραὼ, ὃς οὐκ ᾔδει τὸν
5Ἰωσήφ· ἰδοὺ πολυπληθεῖ νῦν τὸ ἔθνος, καὶ
ἰσχύει ὑπὲρ ἡμᾶς, οὐκ ἂν δὲ αὐξηθέντες ἐ‐ κραταιώθησαν, καὶ μὴ τῆς Ἰωσὴφ ἔτυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως. Χωρὶς γὰρ τῆς ἀρετῆς καὶ γνώσεως, οὐκ208 in vol. 3
10ἄν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος.

104

26,27

Ἐξαπέστειλε Μωσῆν τὸν δοῦ‐ λον αὐτοῦ, Ἀαρὼν, ὃν ἐξελέξατο αὐτόν. Ἔ‐ θετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐ‐ τοῦ καὶ τῶν τεράτων ἐν γῇ Χάμ.
5 ᾜδεσαν Μωσῆς καὶ Ἀαρὼν μόνοι τοὺς λόγους ὧν ἐποίησεν ἐν Αἰγύπτῳ, σημείων τε καὶ τεράτων, πῶς τε αὐτὰ ποιήσωσι καὶ τί‐ νος συμβουλῇ.

104

.

28

Καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ. Οἱ ἀκούοντες τῶν λόγων τοῦ Θεοῦ, καὶ μὴ ποιοῦντες αὐτοὺς παραπικραίνουσιν τοὺς
5λόγους αὐτοῦ.

104

.

29

Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνην, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γενέσεως ποι‐
5ότητα, ὥστε ἅπαντα διαφθαρῆναι τῶν ἰχ‐ θύων τὰ γένη.

104

.

35

Καὶ κατέφαγε πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε τὸν καρπὸν τῆς γῆς αὐτῶν. Ὀγδόη αὐτὴ πληγὴ πάντα χόρτον Αἰ‐
5γύπτιον, καὶ πάντα τὸν καρπὸν τῆς Αἰγύ‐ πτου κατεσθίουσα· καὶ γὰρ τοιαῦτα ἦν, ὡς τῶν εὐτελεστάτων ζώων εἶναι τροφὴ, ἀχρί‐ δων ὡς καὶ βρούχου, τῶν οὔτ’ ἐν λόγῳ, οὔτ’ ἐν ἀριθμῷ. Καὶ ὁ Ἰσραὴλ μέντοι, ἐὰν μὴ κατὰ
10νόμον Θεοῦ πολιτευόμενος γεωργῇ, ἀκούσε‐ ται· τὰ κατάλοιπα τῆς κάμπης καταφάγε‐ ται ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρού‐ χου κατέφαγεν ἡ ἐρυσίβη.

104

36,37

Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐκ τῆς γῆς αὐτῶν, ἀπαρχὴν παντὸς πόνου
αὐτῶν, καὶ ἐξήγαγεν αὐτούς. Τὴν τῶν πρωτοτόκων πληγὴν ἀπαρχὴν209 in vol. 3
5παντὸς πόνου αὐτῶν ἐκάλει, τῶν Αἰγυπτίων δηλονότι. Οἷον γὰρ ἀνταπόδομα ἦν ἡ πληγὴ αὕτη ὧν εἰς τοὺς Ἑβραίους καὶ τὰ ἄρσενα αὐτῶν ἐποίησαν, ὅτε πονῆσαι αὐτοῖς ὑπὸ τὴν πληνθείαν καὶ τοὺς ἄλλους παρεσκεύασε πό‐
10νους· αὐτὴ γὰρ μόνη ἡ πληγὴ αὐτῶν Αἰγυ‐ πτίων καθίκετο καὶ ἀποστεῖλαι κατήπειξεν. Ὅθεν ἐπάγει· καὶ ἐξήγαγεν αὐτούς. —Ἐν τῇ δεκάτῃ μάστιγι πατάσσονται Αἰγυπτίων ῥίζαι καὶ ἀρχαὶ, καὶ πρωτότοκα καὶ ἀπαρ‐
15χαὶ πόνων αὐτῶν λέγονται.

104

.

37

Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ. Ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἀντὶ τοῦ μετ’ ἀρ‐ γυρίου καὶ χρυσίου, ἅπερ σύμβολά ἐστιν τῆς
5ἔξωθεν σοφίας.

104

.

39

Διεπέτασε νεφέλην εἰς σκέπην αὐ‐ τοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. Ἡ νεφέλη φύσιν ἁγίαν δηλοῖ, καὶ ὁ στύ‐ λος τοῦ πυρὸς ὁμοίως δύναμιν σημαίνει νοη‐
5ράν.

104

.

40

Καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐ‐ τούς. Ἐγώ εἰμι ὁ ἄρτος, ὁ ἀπὸ τοῦ οὐρανοῦ κα‐ ταβὰς, ἐν τοῖς εὐαγγελίοις φησίν.

104

.

43

Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλ‐ λιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφρο‐ σύνῃ. Εἰ ὁ λαὸς ἐξῆλθεν ἐν ἀγαλλιάσει, οἱ δὲ ἐ‐
5κλεκτοὶ αὐτοῦ ἐν εὐφροσύνῃ τῆς ἀγαλλιά‐ σεως, ἐπεὶ καὶ μείζονες οἱ ἐκλεκτοὶ τοῦ λαοῦ.

104

.

44

Καὶ πόνους λαῶν ἐκληρονόμησαν. Νῦν τὸ ἀποτέλεσμα πόνου, πόνον ὠνόμα‐ σεν.

104

.

45

Καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν. Εἰ ὁ νόμος πνευματικός ἐστι, χρῄζει πρὸς
τὸ γνῶναι καὶ ζητῆσαι αὐτόν.210 in vol. 3

105

.

1

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρησ‐ τός. Ἐπεὶ τὸ κυρίως ἐξομολογεῖσθαι τοῦ μη‐ κέτι ἁμαρτάνοντός ἐστι, διὰ τοῦτο ὡς μὴ ἀ‐
5κούουσιν ἡμῖν τὸ ἐξομολογεῖσθαι· ἁμαρτά‐ νομεν γὰρ συνεχέστερον. Λέγεται τὸ ἐξομο‐ λογεῖσθαι τῷ Κυρίῳ ἢ τοῖς ἀπογινώσκουσι διὰ τὰ πολλὰ ἡμαρτηκέναι, περὶ σωτηρίας ταῦτα λέγεται. Εἶτα ἐπάγει·

105

.

2

Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυ‐ ρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τὸ Τίς ἐνταῦθα, οὐ τὸ ἀδύνατον, ἀλλὰ τὸ
5σπάνιον δηλοῖ· ἔστι δ’ ὅτε καὶ τὸ ἀδύνατον δηλοῖ σημαίνειν, ὡς τό· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; —Ὡσεὶ ἔλεγε· Τίς δύναται ἀξίως τὴν τοσαύτην ἀγαθότητα διηγήσασ‐ θαι; Ἑκάστη γὰρ πρᾶξις τοῦ Κυρίου αἰνέ‐
10σεως γέμει. —Ἢ τάχα μὲν αἱ δυναστεῖαι τὰ θαυμάσια περιέχουσι· τὰ δὲ χαρίσματα τῶν ἰαμάτων τὰς αἰνέσεις αὐτοῦ· ὅσα γὰρ ὑπὲρ φύσιν ποιεῖ θνητὴν, δυναστεῖαι τοῦ Κυρίου εἰσίν. Ἀλλ’ ἐπεὶ, φησὶ, τὸ ὑμνεῖν αὐτὸν ἀ‐
15ξίως οὐκ ἔστι, ἐκεῖνοι μακάριοι, ὅσοι δι’ αὐ‐ τὸν τὰ τῆς δικαιοσύνης ἔργα ἐπιτάττουσι· γίνεται γὰρ τούτων ὁ βίος ὕμνος τῷ Θεῷ· οὗτοι γὰρ μόνοι ἄξιοι τὰς δυναστείας λαλεῖν τοῦ Κυρίου, οἱ κρίσει πάντα ποιοῦντες καὶ
20λελογισμένως· οὗτοι καὶ ποιηταὶ δικαιοσύ‐ νης εἰσίν.

105

.

3

Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. Ἐφ’ ἑκάστης ἀρετῆς τό· ἐν παντὶ καιρῷ, λεκτέον, ποιοῦντες τὴν σωφροσύνην, ποιοῦν‐
5τες ἀνδρείαν, ποιοῦντες ἀγάπην, μακροθυ‐ μίαν ἐν παντὶ καιρῷ, καὶ ἐπὶ τῶν ἄλλων ὡσ‐ αύτως.

105

.

5

Τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονο‐
μίας σου. Οὗτος ἐπαινετὸς ὁ κληρονομήσας τὴν φύ‐ σιν τὴν τοῦ Θεοῦ· ἐν τῷ Κυρίῳ ἐπαινηθήσε‐211 in vol. 3
5ται ἡ ψυχή μου, τουτέστιν ἐν δικαιοσύνῃ, καὶ ἐν σοφίᾳ, καὶ ἐν γνώσει, καὶ ἐν ἀγάπῃ· ταῦτα ἡμῶν κατ’ ἔπαινον ὀνομάζεται.

105

.

7

Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συ‐ νῆκαν τὰ θαυμάσιά σου, καὶ οὐκ ἐμνήσθη‐ σαν τοῦ πλήθους τοῦ ἐλέους σου. Ὅρα εἰ μὴ βέλτιόν ἐστι τοῦ ἰδόντος τὰ ἐν
5Αἰγύπτῳ θαύματα, καὶ μὴ νοήσαντος τὸν περὶ αὐτῶν λόγον, ὁ μὴ ἑωρακὼς μὲν αὐτὰ, συνιεὶς δέ. Ἐνταῦθα ἀπὸ τοῦ τόπου τὴν κα‐ τηγορίαν συνίστη· οὐ γὰρ δὲ χρόνος διέλει‐ πε πολὺς, καὶ τῶν εὐεργεσιῶν τοῦ τόπου εὐ‐
10θέως ἀμνημονήσαντες, τῶν οἰκείων τρόπων πάλιν κέχρηται. Θεασάμενοι γὰρ τοὺς Αἰ‐ γυπτίους διώκοντας, Μωσῇ κατεβόων· Πα‐ ρὰ τὸ μὴ ἔχειν μνήματα ἐν γῇ Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ;
15καὶ τὰ ἑξῆς. Ἀλλ’ ὅμως καὶ ἀγνώμονας φα‐ νέντας τῆς σωτηρίας ἠξίωσας.

105

.

8

Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνό‐ ματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ. Εὐκολίαν δεδήλωκεν τῇ τῆς ἐρήμου πε‐
5ριβολῇ.

105

.

9

Καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσ‐ σῃ. Καὶ ἐν τοῖς εὐαγγελίοις ὁ Χριστὸς ἐπετί‐ μησεν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγέ‐
5νετο γαλήνη μεγάλη.

105

.

12

Καὶ ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, καὶ ᾔνεσαν τὴν αἴνεσιν αὐτοῦ. Τοῦτο ἀναφέρεται εἰς τό· ἐπίστευσαν τῷ Θεῷ καὶ Μωσῇ τῷ θεράποντι αὐτοῦ· τὸ δὲ
5ἑξῆς εἰς τὴν ἐν ἐξόδῳ ᾠδήν· οὕτως οὖν ἦν, φησὶν, ὑπερβάλλον τὸ θαῦμα ὡς ἡττηθῆναι αὐλῶν τὴν ἀπιστίαν, καὶ ἄκοντας εἰς ὕμνον τοῦ θαυματουργήσαντος τραπῆναι, καὶ θαυ‐ μάσαι τὴν αἴνεσιν ἐκείνην, καὶ ᾆσαι· ᾌσω‐
10μεν τῷ Κυρίῳ. Σημειωτέον, ὅτι ἐξῆλθον αἱ χορεύουσαι μετὰ Μαριὰμ, λέγουσαι· ᾌσω‐ μεν κτλ. Εἶτα ἐπιφέρει·212 in vol. 3

105

13,14

Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐ‐ τοῦ, καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ.
5 Δι’ ἀγαθότητα γὰρ τοῦ Θεοῦ προστεθέν‐ των καὶ τῶν ἐν τῇ θαλάσσῃ κυμάτων, πα‐ ραχρῆμα μὲν πιστεύσαντες ᾖσαν αὐτῷ τὴν ᾠδὴν ἐν Ἐξόδῳ κειμένην, εἶτα πάντα πα‐ ρέδωκεν λήθῃ. Οὕτω, φησὶν, ὀξεῖα ὤφθη τοῦ
10θαύματος ἡ λήθη, ὡς δοκεῖ μηδὲ γεγενῆσ‐ θαι. Τίς ἡ ἀπόδειξις; ἠβουλήθη, φησὶν, δο‐ κιμάσαι αὐτοὺς ἐν τῇ ἐρήμῳ· οἱ δὲ δοκιμα‐ σίαν καθάπαξ οὐχ ὑπέμειναν, ἀλλ’ ἐπεθύ‐ μησαν ἐπιθυμίαν· λέγει δὲ τὴν τοῦ ὕδατος
15ἀντιλογίαν. Καὶ ἐπὶ τούτῳ καὶ ἐπιφέρει· Καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Ἰστέον δὲ ὅτι ὡς ἀπὸ τῶν ἐσχάτων ἤρξατο θαυμάτων, τοῦτο δὲ καὶ ἐν τῷ οζʹ πεποίηκεν, ἐπεὶ ἐ‐ πέταξε πέτραν, εἰπών·

105

.

15

Καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐ‐ τῶν, καὶ ἐξαπέστειλε πλησμονὴν εἰς τὴν ψυ‐ χὴν αὐτῶν. Ὁ δὲ καὶ τοῦτό φησι· παριδὼν τὸ πλημ‐
5μέλημα, παρέσχεν αὐτοῖς τὸ αἰτηθὲν, ἀντὶ τοῦ· Δέδωκεν αὐτοῖς ὕδωρ εἰς πλῆθος, ὥστε τὸ περιττὸν ποταμὸν ἐκτελεῖν, ἢ αἴτημα τὴν ἐπιθυμίαν εἶπεν, οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατε‐ λάλησαν.

105

.

16

Καὶ παρώργησαν Μωϋσῆν, ἐν τῇ παρεμβολῇ, καὶ Ἀαρὼν τὸν ἅγιον Κυρίου. Οἱ τὰς ἐντολὰς τοῦ Θεοῦ παραβαίνοντες, Μωϋσῆν παροργίζουσιν· οἱ δὲ τὴν πίστιν ἀ‐
5θετοῦντες, τὸν Ἀαρὼν παροξύνουσιν. Ὁ μὲν γὰρ πρᾶξιν, ὁ δὲ θεωρίαν σημαίνει.

105

.

17

Ἠνοίχθη ἡ γῆ καὶ κατέπιε Δαθὰν,
καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Σημειωτέον ὅτι τὸ πρῶτον περὶ Δαθὰν γενόμενον, καὶ Ἀβειρὼν ἐν Χωρὴβ κατὰ213 in vol. 3
5τὴν μοσχοποΐαν ὕστερον εἶπεν, ἵνα μὴ τα‐ ράττῃ ἡμᾶς τοιαῦτα ὁρῶντας, καὶ τὸ ἐν τού‐ τοις ἔθος τῆς γραφῆς.

105

.

23

Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτούς. Ὅτε εἶπεν· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁ‐ μαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου.

105

.

26

Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐ‐ τούς. Ὥσπερ ὀφθαλμὸς Κυρίου, καὶ χεῖρες ὀνο‐ μάζονται δυνάμεις τινὲς νοεραί.

105

.

28

Καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. Εἴδωλον τοῦτο Ἀμμονιτῶν, ὁ καλούμενος παρ’ Ἕλλησι Κρόνος.

105

.

29

Καὶ ἔφαγον θυσίας νεκρῶν. Ἢ διὰ τὸ νεκρομαντείας τὰ περὶ τὰ ξόα‐ να τελετὰς ποιεῖν, ἢ διὰ τὸ νεκρῶν ἀνδρῶν μνήμας ποιεῖσθαι. Νεκροὶ γὰρ, οἱ περὶ τὸν
5Κρόνον.

105

.

30

Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. Ὅτε ἀνεῖλεν τὴν Ἀμμανίτιν μετὰ τοῦ πορνεύσαντος· διδάσκει δὲ ἡμᾶς ὁ λόγος
5πόσον δύναται ἑνὸς ἀνδρὸς εὐσέβεια πρὸς Θεόν.

105

.

32

Καὶ ἐκακώθη Μωϋσῆς δι’ αὐτούς. Ἀντὶ τοῦ προσέκρουσε Θεῷ.

105

.

34

Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη ἃ εἶπε Κύριος αὐτοῖς. Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἐξωλόθρευ‐ σεν τὰ ἔθνη ἃ εἶπε Κύριος.

105

.

45

Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους
αὐτοῦ. Διὰ γὰρ τὰς πρὸς πατέρας ἐπαγγελίας214 in vol. 3
5τὸν ἔλεον ἐχορήγησεν· μεταμέλειαν δὲ κα‐ λεῖ τῆς παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται, ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παι‐
10δείας ἐπάγει καὶ φιλανθρωπίαν ὀρέγει.

105

.

47

Καὶ ἐπισυνάγαγεν ἡμᾶς ἐκ τῶν ἐθ‐ νῶν· τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ. τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. Τούτους συνάγει ἀπὸ τῶν ἐθνῶν ὁ Θεὸς
5οὓς ἀφίστησιν ἀπὸ κακίας καὶ ἀγνωσίας. —Ὁ Κύριος ἡμῶν ἡ αἴνεσίς ἐστιν, εἴ γε ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.

106

.

3

Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐ‐ τοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης. Ὁ μὲν ἀπὸ ἀνατολῶν ἐξελθὼν, οὗτος πέ‐
5παυται τοῦ ἐπιθυμεῖν καὶ ὀργίζεσθαι, ἀπα‐ θὴς γεγονώς. Ὁ δὲ ἀπὸ δυσμῶν συναχθεὶς, ἀπέχεται μοιχείας καὶ φόνου καὶ τῶν κατ’ ἐνέργειαν τέως ἁμαρτιῶν. Εἰ δέ τις τοῦ βοῤῥᾶ καὶ τῆς θαλάσσης ἀπήλλακται, οὗ‐
10τος ἐν ἀληθέσι δόγμασιν ὢν, οὐκέτι περιφέ‐ ρεται παντὶ ἀνέμῳ διδασκαλίας, οὐδὲ περὶ τὴν πίστιν ναυαγεῖ, κυβέρνησιν θείαν κτη‐ σάμενος διὰ τῆς χάριτος τοῦ Χριστοῦ.

106

.

4

Ἐπλανήθησαν ἐν τῷ ἐρήμῳ ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον. Οὐ γὰρ ἦν ἐν αὐτοῖς πολιτεία χρηστὴ, ἀλλ’ ἦσαν ἐν πλάνῃ πολλῇ.

106

.

5

Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐ‐
τῶν ἐν αὐτοῖς ἐξέλιπεν. Οὐδὲ γὰρ εἶχον ἄρτον τὸν στηρίζοντα καρδίαν αὐτῶν, οὐδὲ τὸ ὕδωρ τὸ ζῶν, περὶ215 in vol. 3
5οὗ λέγεται· Ὁ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὗ μὴ διψώσει εἰς τὸν αἰῶνα.

106

.

6

Καὶ ἐκέκραξαν πρὸς Κύριον, ἐν τῷ θλίβεσθαι αὐτούς. Καθὸ τὰς ὑπὲρ αὐτῶν ἱκετείας ἀνέφερον οἱ προφῆται.

106

.

7

Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐ‐ θεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητη‐ ρίου. Πόλις κατοικητηρίου ἐστὶν ἡ γνῶσις τοῦ
5Θεοῦ.

106

.

10

Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σι‐ δήρῳ. Καθὸ φῶς ἐστιν ὁ Κύριος, ἐξάγει ἡμᾶς
5ἐκ σκότους· καθὸ δὲ ζωὴ, ἐκ σκιᾶς θανά‐ του· καὶ πάλιν ὡς δυνατὸς, διαῤῥήξει δεσ‐ μούς. —Κάθηνται μὲν ἐν σκότει καὶ σκιᾷ θανάτου οἱ ἀγνοίᾳ συζῶντες· πεπέδηνται δὲ σιδήρῳ οἱ ἐν κακίᾳ διάγοντες.

106

.

11

Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώ‐ ξυναν. Βουλὴ Κυρίου λέγεται φύσις ἁγία, ἡ πα‐
5ροξυνομένη ἐπὶ τοῖς ἁμαρτάνουσιν.

106

.

12

Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρ‐ δία αὐτῶν, ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοη‐ θῶν. Οἱ ἐν κοσμικοῖς κόποις, ταπεινοῦνται τὴν
5καρδίαν· ἠσθένησαν, ὡς καὶ τὸ παρὰ Παύ‐ λῳ· Πολλοὶ ἀσθενεῖς. Καί· Ἀντέχεσθε τῶν ἀσθενῶν, καὶ τὸν ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε.

106

.

16

Ὅτι συνέτριψεν πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν.
Δεσμοὺς, πύλας χαλκᾶς, ἤτοι τὰς κακίας λέγει, ἢ τοὺς ἐνεργοῦντας αὐτὰς δαίμονας.216 in vol. 3
5Διὰ δὴ τοῦ μοχλοῦ τὸ δυσκαμπὲς πρὸς τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ δεδηλῶσθαι νομίζου.

106

.

18

Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θα‐ νάτου. Βρῶμα τοῦ νοητοῦ ἄρτου φησί. —Πύλας
5θανάτου, σκιὰν θανάτου καὶ σκότος τὴν εἰ‐ δωλολατρείαν φησί.

106

.

20

Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Ἰάσατο αὐτοὺς ὁ Λόγος κατὰ τὴν ἐπίνοιαν
5ἰατροῦ· ἐῤῥύσατο, ἀναιρέσει νομικῆς λα‐ τρείας.

106

21,22

Ἐξομωλογησάσθωσαν τῷ Κυ‐ ρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ ἐξαγγελλάτω‐ σαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.
5 Ὁ τοὺς περὶ προνοίας ἐπιστάμενος λό‐ γους, οὗτος δοξάζει τὰ ἐλέη τοῦ Κυρίου. — Ἐξαγγέλλει δὲ τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ πᾶς ὁ τὰ εἰς αὐτὸν γινόμενα ἐξαγγέλ‐ λων, καὶ πεῖραν ἐσχηκὼς τῆς αὐτοῦ ἐργα‐
10σίας, οὐχ ὁ ἁπλῶς τὰ ἑτέροις γενόμενα διη‐ γούμενος.

106

.

23

Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολ‐ λοῖς. Παραβολικῶς ταῦτα τέθεικεν ὁ προφή‐
5της· λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυ‐ τιλλόμενοι, καὶ τὰ μεγάλα διαπερῶντες πε‐ λάγη, διαφερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι· κλύδοσι μὲν χαλεπῶς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλπίδα τῆς σω‐
10τηρίας ἀπολαύοντες· οὕτως καὶ Ἰουδαῖοι ταῖς συμφοραῖς ἐκείναις περιπεσόντες, καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμα‐ θον δύναμιν. Καὶ μὲν δὴ καὶ πάντες ἄνθρω‐
ποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες με‐217 in vol. 3
15ταβολὴν, καὶ τῆς προτέρας [συμφορᾶς] τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γαλήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν. —Ἢ καὶ περὶ τῶν ἀποστόλων φησὶν, ὅτε [ἐβόων]· Καὶ ἐλέησον,
20Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Καὶ ἐπε‐ τίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.

106

28,29

Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκαίων αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ κα‐ ταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησαν τὰ
5κύματα αὐτῆς. Τρίτον τὸ ἐκέκραξα λέγεται, καὶ ὁ ἑξῆς στίχος, ἐπὰν κραξάντων ἡμῶν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι [ἵνα] ἐπακούσας ῥύσηται ἡ‐ μᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, καὶ στήσῃ τὴν
10τῶν πειρασμῶν καταιγίδα εἰς αὖραν, καὶ ἡσυ‐ χάσῃ τὰ καθ’ ἡμῶν κύματα τοῦ βίου. —Εἰ τὰ κύματά εἰσιν οἱ πειρασμοὶ, τῶν δὲ πειρασ‐ μῶν οἱ μὲν ἀναγκάζουσιν ἡμᾶς βλασφημεῖν εἰς τὸν Θεὸν, οἱ δὲ καὶ εἰς ζῶντας καὶ εἰς
15νεκροὺς ἐξαμαρτάνειν, καλῶς οὖν λέγεται τὰ κύματα ἀναβαίνειν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνειν ἕως τῶν ἀβύσσων· τινὲς δὲ ταῦ‐ τά φάσιν ὑπερβολικῶς λαλεῖν τὸν Δαυίδ.

106

.

30

Καὶ ὁδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν. Λιμὴν μὲν ψυχῆς ἡ ἀπάθεια· λιμὴν δὲ νοῦ, γνῶσις σωμάτων καὶ ἀσωμάτων.

106

.

33

Ἔθετο ποταμοὺς εἰς ἔρημον. Οὗτοι οἱ ποταμοί εἰσιν περὶ ὧν εἶπεν ὁ Σωτὴρ ἐν τοῖς εὐαγγελίοις· Οἱ καταστρέ‐ φονται οἶκον τοῦ μωροῦ τοῦ οἰκοδομήσαντος
5ἐπὶ τῆς ψάμμου.

106

.

34

Γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Ὅσον ἐκ τοῦ ῥητοῦ, γινώσκομεν ὅτι οὐ καρποφορεῖ πολλάκις ἡ γῆ διὰ τὴν κακίαν
5τῶν κατοικούντων ἐν αὐτῇ.218 in vol. 3

106

37,38

Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐ‐ φύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος, καὶ εὐλόγησεν αὐτούς. Οἱ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα
5μεταβάλλοντες διὰ τὰς τῶν ἀποστόλων πα‐ ραδόσεις, ἐν ταῖς τῶν ἀνθρώπων κατασπεί‐ ρουσι ψυχαῖς, φυτεύουσί τε ἀμπελῶνας, τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας. Οὐ πάντες οἱ γεωργοῦντες καρποὺς αἰσθητοὺς, εὐλογοῦν‐
10ται, ἀλλ’ οἱ ποιοῦντες καρποὺς πνευματι‐ κούς· ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χάρα, εἰρήνη, μακροθυμία, πίστις, πραΰτης, ἐγκρατεία.

106

.

40

Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ. Οἱ Ἰουδαῖοι παρῃτήσαντο τὴν ἐφ’ ἣν ἐκ‐ λήθησαν, εὐθεῖαν ὁδόν· πλάνην μὲν γὰρ ὁ
5Θεὸς οὐκ ἐπάγει, τοὺς δὲ μὴ πειθομένους ἀκυβερνήτους ἐᾷ, καὶ πανταχοῦ πλανῶνται, τὸν ὁδηγοῦντα ἀποβαλόντες. Ὁ δὲ Σύμμαχος μελλητικῶς, οἷον· καὶ πλανήσει αὐτοὺς ἐν ματαιότητι διανοίας.

106

.

41

Καὶ ἐβοήθησαν πένητι ἐκ πτω‐ χείας, καὶ ἔθετο ὡς πρόβατα πατριάς. Τίς δὲ ὁ βοηθηθεὶς πένης; ὁ ἐξ ἐθνῶν λαός· τῇ γὰρ τοῦ Χριστοῦ πτωχείᾳ ἡμεῖς
5ἐπλουτίσθημεν· πατριὰν δὲ ὀνομάζει τὸ σύσ‐ τημα τῶν τὸν θεῖον κατάλογον συμπληρούν‐ των, τουτέστι συντελούντων. [Ὁ μὲν Ἀκύλας· θήσει ὡς ποίμνιον συγγενείας]. Ὁ δὲ Σύμ‐ μαχος· Τάξει ὡς ποίμνια τὰς συγγενείας,
10τὰς κατὰ πόλεις καὶ χώρας ἐκκλησίας, ἐκ διαφόρων συνεστῶσας συγγενειῶν. Ταῦτα δὲ μέλλοντα ἔσεσθαι οὔ πως δὲ κατὰ τὸν ἐν ᾧ προυφήτευσε καιρὸν, ὄντα προεθέσπισεν.
Διό φησιν·219 in vol. 3

106

.

42

Ὄψονται εὐθεῖς, καὶ εὐφρανθήσον‐ ται· καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Ὄψονται εὐθεῖς· τί ὄψονται; τὴν ἐπὶ τὸ
5κρεῖττον μεταβολήν. Τότε ἡμεῖς γενόμεθα πρόβατα, ὅταν ὁ Κύριος γένηται ποιμήν. Τὸν ἄνομον ἀνομίαν ὀνομάζει.

107

.

2

Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοί‐ μη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. Ἐπείπερ οὐ τοῦ τυχόντος ἔστιν ᾄδειν καὶ
5ψάλλειν, ἀλλὰ τοῦ καθαροῦ τῇ καρδίᾳ καὶ τεθαῤῥηκότος· τὸ γὰρ δὶς ἑτοίμη ἀναφέρε‐ ται, τὸ μὲν διὰ τὴν θεωρίαν, τὸ δὲ διὰ τὴν πρᾶξιν· καὶ διὰ μὲν τὴν θεωρίαν, τὸ ᾄσο‐ μαι· διὰ τὴν πρᾶξιν δὲ, τὸ ψαλῶ. Ἐν τῇ δό‐
10ξῃ δέ τις γενόμενος, ᾀδέτω καὶ ψαλλέτω.

107

.

3

Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Τοῦ νοῦ μὲν σύμβολόν ἐστι τὸ ψαλτή‐ ριον, τῆς δὲ ψυχῆς ἡ κιθάρα. Καὶ νοῦς μὲν
5ἐγείρεται ἀποβάλλων ἄγνοιαν, ψυχὴ δὲ κα‐ κίαν. Ψυχὴν δὲ λέγω τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ θυμικὸν καὶ τὸ ἐ‐ πιθυμικόν. —Ἀλλὰ καὶ οἷς ἀνετείλετο φῶς τὸ ἀληθινὸν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως πε‐
10ριπατοῦντες, ἐναρμονίως μελῳδοῦσι τῷ Σω‐ τῆρι Θεῷ.

107

.

5

Καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.
Τὴν τοῦ Θεοῦ ἀλήθειαν αἱ λογικαὶ νεφέ‐ λαι γινώσκουσιν, αἷς ἐντέλλεται μὴ βρέξαι220 in vol. 3
5ἐπὶ τοὺς ἁμαρτωλοὺς ὑετόν.

107

.

6

Ὑψώθητι ὑπὸ τοὺς οὐρανοὺς, ὁ Θεός. Ὅτε ὁ Χριστὸς εἰρηνοποίησε διὰ τοῦ αἵ‐ ματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ γῆς,
5εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐπέφανεν ἐν ταῖς ἐκκλησίαις ἡ δόξα τοῦ Θεοῦ, ὑψώθη ἐπὶ τοὺς οὐρανοὺς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα Κυρίου.

107

.

8

Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. Ὁ ἅγιος τοῦ Θεοῦ ἐστίν.

107

.

10

Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Εἰς πρόσωπον εἴη τοῦ Σωτῆρος, ὁ ταῦτα
5λέγων· ἐπεὶ μεταλαμβάνεται Ἰδουμαία εἰς τὰ γήϊνα, ἐρεῖ ἐπὶ τὴν γῆν καὶ τὰ γήϊνα τὴν πορείαν ποιήσεσθαι· σύμβολον γὰρ κεκα‐ λυμμένον πορείας τὸ ὑπόδημα. Πάλιν μὲν γὰρ γυμνῇ τῇ πορείᾳ ἔχρητο, κτίζων, προ‐
10νοούμενος· νῦν δὲ μετὰ σαρκὸς ἧς παράκει‐ ται, καὶ ὑπόδημα αὐτοῦ τυγχάνει. —Εἰ ὁ ἄρχων τοῦ κόσμου τούτου ἐξηβλήθη ἀπὸ τοῦ Σωτῆρος ἔξω, πόσῳ μᾶλλον οἱ ἀρχόμενοι δαίμονες ὑπ’ αὐτοῦ.

107

.

13

Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπων. Ἡ σωτηρία τῆς λογικῆς φύσεως πνευμα‐ τικὴ γνῶσίς ἐστι, διὸ καλῶς γέγραπται ὅτι
5παρὰ ἀνθρώπων σωτηρία ματαία ἐστίν.221 in vol. 3

108

.

3

Καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Λόγους μίσους ὠνόμασεν, ἤτοι τοὺς ἀπὸ μίσους προσφερομένους, ἢ τοὺς μισητοὺς ἡ‐
5μᾶς ποιοῦντας παρὰ Θεῷ.

108

.

4

Ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Ἐντεῦθεν γινώσκομεν ὅτι, τινὸς κατηγο‐ ρουμένου ἡμᾶς, δεῖ προσεύχεσθαι ὑπὲρ τῶν
5ἐχθρῶν, ἵνα μήποτε μνησικακίᾳ περιπεσόν‐ τες, ἐκκρουσθῶμεν ἀπὸ τῆς γνώσεως.

108

.

7

Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Ὅταν αἰτῶμεν ἐπίγεια, καὶ οὐκ ἐπουρά‐ νια, ἡ προσευχὴ ἡμῶν γίνεται εἰς ἁμαρτίαν.

108

.

8

Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλί‐ γαι. Αἱ ὑπὸ τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι [οὐκ εἰσὶν ὀλίγαι]· περὶ γὰρ τοῦ
5Ἁβραὰμ ἔχει ὅτι ἀπέθανε πλήρης ἡμερῶν. Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Τὸ περὶ τοῦ Ματθία φησίν· αὐτὸς γὰρ ἐλογίσθη εἰς τὸν κλῆρον. Τοῦτον τὸν στίχον ἐπὶ τοῦ Ἰούδα ὁ Πέτρος τέθεικεν ἐν ταῖς
10Πράξεσι τῶν ἀποστόλων.

108

9,10

Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρ‐ φανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· ἐκβλήτω‐ σαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἔστιν ἔτι τῷ ῥητῷ καὶ οὕτως χρήσασθαι,
5ὅτι πᾶς ὁ διδάσκων, ὡς Ἰησοῦ τὰ ἀλλότρια αὐτοῦ, προδίδουσι τὸν Ἰησοῦν ὡς ὁ Ἰούδας· οὗ γυνὴ μὲν ἡ τῶν πονηρευομένων ἐν τοῖς λόγοις αὐτοῦ ἐκκλησία, τέκνα δὲ ὁ καθ’ ἕνα τῶν μα‐ θητευομένων. Τὰ οὖν λεγόμενα περὶ γυναι‐
10κὸς Ἰούδα καὶ τέκνων, τούτοις ἐφαρμώσεις. Ἰούδας μὲν ὁ κατὰ Ἰησοῦ παρὰ Ἰουδαίοις λόγος, γυνὴ δὲ ἡ συναγωγὴ, τέκνα δὲ ὁ κα‐ θεῖς ἐκ τῶν μισούντων Ἰησοῦν τοῦ λαοῦ.
Καὶ τάχα νῦν ἐπώνυμοί εἰσιν, οὐκέτι τοῦ222 in vol. 3
15πατριάρχου Ἰούδα, ἀλλὰ τοῦ προδότου. Ἐ‐ ξεβλήθησαν δὲ Ἰουδαῖοι ἐκ τῶν οἰκοπέδων αὐτῶν, ἅτινα ἦν Ἱερουσαλήμ.

108

.

11

Ἐξερευνησάτω δανειστὴν πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλ‐ λότριοι τοὺς πόνους αὐτοῦ. Οἱ τὰ ὀκτὼ τάλαντα εἰληφότες, ὃ μὲν
5πέντε, ὁ δὲ δύο, ὁ δὲ ἓν, καὶ οἱ μίαν μνᾶν πεπιστευμένοι, ἐπὶ τῷ δανείζειν ταῦτα εἰ‐ λήφασιν, ὡς δῆλον ἐκ τοῦ· Ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἑξῆς. ἀλλὰ καὶ ὁ δίκαιος ὅλην τὴν ἡμέραν ἐλεεῖ
10καὶ δανείζει, καὶ ἐν ἐπαγγελίᾳ λέγεται· Δανείζει ἐν ἔθνεσι πολλοῖς. Κατὰ δὲ ταῦτα ζητήσεις, εἰ τῶν μὴ ἀποδιδόντων ἃ ἐδάνει‐ σαν τό· ἐξερευνᾷ ὁ δανειστὴς πάντα τὰ ὑ‐ πάρχοντα αὐτῷ.

108

.

12

Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Μηδεὶς ἐλεήσῃ τὰ ἐκ τῶν ἐπισπειρομένων
5ζιζανίων γεννήματα. Εἴ τις ἐξετάζοι ἃ πε‐ πόνθασιν οἱ Ἰουδαῖοι μετὰ τὴν παρουσίαν Χριστοῦ, ὄψεται πῶς τῷ Ἰούδᾳ οὐχ ὑπῆρξεν ἀντιλήπτωρ, οὐδὲ ἐγεννήθη οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ.

108

.

14

Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέ‐ ρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Πατέρας αὐτῶν καλεῖ τοὺς κατὰ διαφό‐
5ρους καιροὺς δυσσεβήσαντας· μητέρα δὲ, τὴν Ἱερουσαλὴμ, ἐν ᾗ τῆς κατὰ τοῦ δεσπό‐ του Χριστοῦ μιαιφονίας ἐτολμήθη τὸ μῦσος. —Ἢ αὐτοῦ τοῦ λαοῦ [ἡ ἀνομία]· συνάπτει γὰρ τῷ προδότῃ τὸν παράνομον λαὸν, καὶ
10ἁμαρτίαν τῶν πατέρων φησὶ τὸ ἀποκτεῖναι τοὺς προφήτας, κατὰ τὸ εἰρημένον ἀπὸ
Κυρίου, ὅτι πᾶν αἷμα δίκαιον ἐκχυθὲν ἀπὸ τοῦ Ἄβελ ἕως Ζαχαρίου τοῦ προφήτου ἐκ‐ δικηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Μητέ‐223 in vol. 3
15ρα δὲ τοῦ ἀσεβοῦς λαοῦ τὴν πονηρὰν ἐκεί‐ νην νοήσεις συναγωγὴν, τὴν πολλάκις πα‐ ραπικράνασαν τὸν Θεόν. —Πατέρων ἀρετὴ πολλάκις καὶ πλημμελήσαντας ὠνήσει παῖ‐ δας, ὡς τοὺς Ἰουδαίους τοῦ Ἁβραὰμ ἡ πίσ‐
20τις· πονηρία δὲ πατέρων τοῖς ὁμοίοις παισὶν ἐπάξει τὴν τιμωρίαν. Τοῦτο τοίνυν αἰνίττε‐ ται ὁ προφητικὸς λόγος, ὅτι οἱ Ἰουδαῖοι τὴν πανολεθρίαν ὑπομείναντες πρὸς ταῖς οἰκεί‐ αις ἀσεβείαις, καὶ τῇ μνήμῃ τῶν πατρῴων
25κακῶν φανήσονται βδελυρότεροι.

108

.

15

Γενηθήτωσαν ἐναντίον Κυρίου δια‐ παντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημό‐ συνον αὐτῶν. Ἀντὶ τοῦ· Ταῦτα, φησὶ, τὰ ὑπ’ αὐτῶν τολ‐
5μήματα παράνομα ἀεὶ θεώμενος ὁ Θεὸς, οὐδεμίας αὐτοὺς ἀξιώσει φείδους, ἀλλὰ πα‐ νολεθρίᾳ παραδώσει· ἐξολοθρεύθη γὰρ ἐκ γῆς τὸ μνημόσυνον τῶν ἀρχόντων ἐκείνων, τῶν κατὰ τοῦ Κυρίου συστάντων, ὡς μηδὲ σπέρ‐
10μα αὐτῶν εἰς μνημόσυνον μεῖναι.

108

.

17

Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἐθέλησεν εὐλογίαν, καὶ μα‐ κρυνθήσεται ἀπ’ αὐτοῦ. Εἰ τῷ ἀγαπῶντι τὴν κατάραν ἔρχεται ἡ
5κατάρα, δηλονότι καὶ τῷ ἀγαπῶντι τὴν εὐ‐ λογίαν, ἔρχεται ἡ εὐλογία. —Καὶ πάλιν, εἰ τῷ μὴ θέλοντι τὴν κατάραν, οὐκ ἔρχεται ἡ εὐλογία, καὶ τῷ μὴ θέλοντι τὴν κατάραν, οὐκ ἔρχεται ἡ κατάρα. Καὶ τίς θέλει ἐλθεῖν αὐτῷ
10κατάραν; Οὐδεὶς μὲν τῷ λόγῳ, πλὴν δὲ δι’ ὧν πράττουσι, θέλουσι τὴν κατάραν. Εἰ γὰρ καὶ μὴ ἔθελον, οὐκ ἄν τι τῶν κατάρας ἀξίων κα‐ τειργάσαιντο. Καὶ ὡσαύτως καὶ ἐπὶ τοῦ θέ‐ λειν τὴν εὐλογίαν νοητέον· οὐ γὰρ ὁ λόγῳ
15θέλων τὴν εὐλογίαν, οὗτος εὐλογεῖται, ἀλλ’ ὁ παρέχων ἑαυτὸν ἄξιον τῆς εὐλογίας Κυ‐ ρίῳ δι’ ἔργων ἀγαθῶν.

108

.

19

Καὶ ἐνεδύσατο κατάραν, ὡς ἱμά‐
τιον. Εἰ ἐνδύονται κατάραν, ὡς ἱμάτιον, οἱ λα‐ λοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ Σωτῆ‐224 in vol. 3
5ρος, οἱ δὲ αἱρετικοί εἰσιν οἱ λαλοῦντες πονη‐ ρὰ κατὰ τῆς ψυχῆς τοῦ Χριστοῦ, ἀναιροῦν‐ τες αὐτὸν, ἄρα ἐνδύσονται κατάραν, ὡς ἱμά‐ τιον, καὶ διπλοΐδα αἰσχύνην αὐτῶν. —Ὥσ‐ περ τοὺς Χριστὸν ἐνδυσαμένους διὰ τῶν κα‐
10κῶν ἐκδύει ὁ Σατανᾶς, οὕτως καὶ τοὺς κα‐ τάραν ἐκδυσαμένους διὰ τῶν ἀρετῶν ἐνδύει ὁ Χριστός.

108

.

22

Καὶ ἡ καρδία μου τετάρακται ἐν‐ τός μου. Εἰ καὶ τετάρακταί μου ἡ καρδία, ἀλλ’ οὐχ ὥστε μου καὶ ἔξωθεν φθάσαι τὴν ταραχὴν
5αὐτῆς ἐπὶ λόγον ἢ πρᾶξίν μου· τοιοῦτόν ἐσ‐ τιν καὶ τό· Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐτα‐ ράχθη.

108

23,24

Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν, ἀντανηρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας. Τὸ σφοδρὸν τῆς ἐπιβουλῆς τῶν ἀδικησάν‐
5των λέγει, τὴν κακουχίαν τὴν ἄφατον, καὶ τὴν παρ’ ἑαυτοῦ πάλιν γενομένην ἐν τοῖς τοιούτοις σπουδήν. Τὰ γόνατά μου, φησὶν, ἠσθένησαν ἀπὸ νηστείας. Ὁρᾷς αὐτὸν οἷα κατασκευάζει ὅπλα πρὸς τὰς ἐπιβουλὰς καὶ
10πρὸς τὴν τοῦ αὐχμοῦ κακουχίαν, διὰ τούτων τὸν θάνατον παρεδήλωσε· σκιᾷ γὰρ, φησὶ, κλιθείσῃ καὶ ἀναιρεθείσῃ, παραπλησίως ἐδε‐ ξάμην τοῦ βίου τὸ τέλος· ἀλλὰ καὶ δίκην ἀκρίδων ὑπὸ ἀνέμων ῥιπτομένων. καὶ τῇδε
15κἀκεῖσε περιφερομένων, ἀεὶ διετέλεσα. — Ἀπὸ νηστείας, ὅτε τεσσαράκοντα ἡμέραις ἐνήστησε καὶ τεσσαράκοντα νυξί.

108

.

25

Εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοῦτο γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυ‐ ροῦ· ἐκίνουν γὰρ οἱ Ἰουδαῖοι τὰς κεφαλὰς
5αὐτῶν λέγοντες· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ
δύναται σῶσαι.225 in vol. 3

108

29-31

Ἐνδυσάσθωσαν οἱ ἐν διαβάλ‐ λοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν στόματί μου, καὶ
5ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν κατα‐ διωκόντων τὴν ψυχήν μου. Ἐντροπὴν ἐνδύονται οἱ ἐνδιαβάλλοντες τὸν δίκαιον. —Ὁ μὲν Σαμουὴλ ἐνδύεται
10διπλοΐδα, ἣν πεποίηκεν αὐτῷ ἡ ἄνω Ἱερου‐ σαλὴμ, ἥτις ἐστὶ μήτηρ ἡμῶν· οἱ δὲ ἁμαρ‐ τωλοὶ ἐνδύονται διπλοΐδα αἰσχύνην αὐτῶν. —Ἡ ἐξομολόγησις τὴν εὐχαριστίαν σημαί‐ νει, ἣν ποιεῖται διὰ τῶν εἰς αὐτὸν πιστευόν‐
15των ἐθνῶν· κεφαλὴ γὰρ τῆς ἐκκλησίας τυγ‐ χάνων, τὸν αὐτῆς οἰκειοῦται ὕμνον. —Πα‐ ρέστη δὲ Πατὴρ ἐκ δεξιῶν Υἱοῦ τοῦ πτωχεύ‐ σαντος, ἀχώριστον τὴν οἰκίαν ποιησαμένου, διὰ τὴν τοῦ Υἱοῦ πρὸς τὴν ἀνθρωπότητα
20ἕνωσιν, κἂν συνεχώρει τὸ πάθος, ἐπειδὴ δι’ αὐτοῦ τὸ τοῦ κόσμου σωτήριον γίνεσθαι ἔ‐ μελλεν. Ἀντὶ δὲ τούτων ἁπάντων ἀμοιβὰς ἀνατίθεται τῷ Θεῷ, τὴν ὑμνολογίαν, τὴν εὐ‐ χαριστίαν, τὸ παράπασιν ἀπαγγέλλειν αὐτοῦ
25τὰ κατορθώματα, τὸ ἐν μέσῳ θεάτρῳ κήρυ‐ κα γενέσθαι τῶν αὐτῷ ὑπαρξόντων. Τοῦτο γὰρ θυσία, τοῦτο προσφορὰ, τὸ τὰς εὐεργε‐ σίας τοῦ Θεοῦ διὰ παντὸς ἐπὶ μνήμης φέ‐ ρειν καὶ ἐγκολάπτειν τῇ διανοίᾳ, καὶ ἐπὶ
30στόματος ἀνακηρύττειν. —Εἴ τίς ἐστι δε‐ ξιὸς, οὗτος πάντως καὶ ἐν δεξιᾷ παρίσταται τῷ δικαίῳ· εἰ δέ τις ἐν δεξιᾷ παρίσταταί τι‐ νι, οὗτος οὐ πάντως ἐστὶ καὶ δεξιός· καὶ γάρ·
Ὁ διάβολος, φησὶ, στήτω ἐκ δεξιῶν αὐτοῦ.226 in vol. 3

109

1-6

Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχ‐ θρούς σου ὑποπόδιον τῶν ποδῶν σου. —Ῥάβ‐ δον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ
5Σιὼν, κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. —Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμε‐ ώς σου, ἐν τοῖς λαμπρότησι τῶν ἁγίων σου, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. — Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται·
10Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. —Κύριος ἐκ δεξιῶν σου, συ‐ νέθλασε ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. — Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν.
15 Χάριτι Θεοῦ αὐτοῦ μὲν ἀκούει ὁ προφήτης ἃ εἶπε Χριστῷ, ἐν τοῖς πρώτοις δύο στίχοις καὶ τοῖς μετὰ τὸν τρίτον τέτταρσι· κινούμε‐ νος δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος, λέγει τὰ ἐκ προσώπου αὐτοῦ τρία στιχία τοῖς μετὰ τὸν
20ἕβδομον. Εἰς τὸν Κύριον ἡμῶν καὶ Θεὸν τὸν Χριστὸν εἴρηται, τὸν μονογενῆ καὶ πρωτό‐ τοκον· πρωτότοκον μὲν κατὰ τὴν σάρκα, μονογενῆ δὲ κατὰ τὴν θεότητα· εἷς γὰρ σὺν ἀμφοτέροις καὶ Υἱὸς καὶ Κύριος. Ἐπιτρέ‐
25πεται δὲ καθίσαι οὐχ ὡς μονογενὴς, κατὰ τοῦτο γὰρ συναΐδιος, ἀλλὰ ὡς πρωτότοκος καὶ κληρονόμος. Δηλωθέντος γὰρ διὰ τοῦ προλαβόντος ψαλμοῦ τοῦ πάθους, νῦν τὰ
μετὰ τὴν ἀνάληψιν ὁ παρὼν προθεσπίζει.227 in vol. 3
30 Τοῦτο καὶ Πέτρος εἰς τὸν Κύριον ἐξελά‐ βετο, καὶ αὐτὸς ὁ Σωτὴρ, οὐκ ἐκβάλλων τὸ εἶναι υἱὸν τοῦ Δαυὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς· (Τὸ μὲν γὰρ εἶναι υἱὸν τοῦ Δαυὶδ τὸν Χριστὸν
35οἱ Φαρισαῖοι ἐγίνωσκον, ὅτι δὲ κύριος ἦν τοῦ Δαυὶδ ἠγνόουν). Κάθου ἐκ δεξιῶν μου, ἀντὶ τοῦ· μετέδωκε τῷ Κυρίῳ μου ὁ Κύριος τῆς ἐκ δεξιῶν καθέδρας, μετέδωκε δὲ διὰ τὴν σάρκα, τὴν μὴ ἔχουσαν τοῦτο πρὸ τού‐
40του, οὐ διὰ τὴν θεότητα, τὴν ἐκ φύσεως τοῦτο κεκτημένην. Οὐδεὶς γὰρ τῷ ἔχοντι δίδωσι ἃ ἔχει· καὶ Ἰουδαίων γὰρ ψιλὸν ἄν‐ θρωπον αὐτὸν ὑπολαμβανόντων, ὡς ἐκ Δα‐ υὶδ ἔδειξεν, αὐτὸς Κύριος ὢν διὰ τὴν θεό‐
45τητα ἐν εὐαγγελίοις. Τὸ δὲ ἕως ἂν θῷ, οὐ κατὰ περιορισμὸν, ἀλλὰ κατὰ περιουσίαν λέγει, οὐ δὲ γὰρ ἕως τότε κάθηται, ἕως τεθῶσιν οἱ ἐχθροὶ ὑποκά‐ τω, μετὰ δὲ τοῦτο τῆς τιμῆς ἐξίσταται· ἔδει

109

1-6

(50)

γὰρ αὐτὸν μᾶλλον, τοῦ πολέμου ἐνεστῶτος, ἵστασθαι καὶ ἀγωνιᾶν, ἵνα καὶ ἀνθρωπίνως εἴπω, μετὰ δὲ τὴν νίκην κατῆσθαι. Ἀλλ’ ὅ‐ περ εἶπον, κατὰ περιουσίαν τοῦτο καὶ ἐπί‐ τασιν λέγει, ὡς τό· Ἐγώ εἰμι, καὶ ἕως οὗ
55γηράσητε, ἐγώ εἰμι· οὐ γὰρ μετὰ τὸ γηρᾶ‐ σαι Ἰουδαίους, οὐκ ἔμελλεν ἔσεσθαι. Εἰς τό· ἐκ δεξιῶν μου, ἐπεὶ ἔστι τι καὶ ἐξ εὐωνύμων τοῦ Θεοῦ, παραθησόμεθα ἐκ τῆς τρίτης τῶν βασιλειῶν ταῦτα· Εἶδεν Θεὸν
60Ἰσραὴλ καθήμενον ἐπὶ θρόνον αὐτοῦ, καὶ πᾶσα ἡ στρατειὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν. Ἴδε εἰ δύναται τό· Κάθου ἐκ δεξιῶν μου εἰρῆσθαι, ὡς τό· Οὐκ οἴδατε τί αἰτεῖσθε. Τὸ δὲ καθί‐
65σαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ ἔσ‐ τιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου. Εἴρηται δὲ τοῦτο, οὐχ ὅτι ὁ Θεὸς ἔχει δεξιὰ καὶ ἀριστερὰ, ὁ ἀσχη‐
μάτιστος καὶ πάντα πληρῶν.228 in vol. 3
70 Ἕως ἂν θῷ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐχθρὸς διαφερόντως μέν ἐσ‐ τιν ὁ διάβολος καὶ οἱ τούτου διάκονοι δαίμο‐ νες, πρὸς δὲ τούτοις καὶ οἱ τοῖς θείοις αὐτοῦ κηρύγμασιν ἀντιπίπτοντες, Ἰουδαῖοι καὶ
75Ἕλληνες. Τὸ δὲ ἕως οὐ χρόνου σημαντικὸν, ἀλλ’ ἰδίωμα τῆς γραφῆς ἐπὶ τοῦ ἀδιαλείπ‐ τως ἀεὶ τίθεσθαι.

109

.

7

Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν. Ζητήσεις τὸν ἐκ χειμάῤῥου ἐν ὁδῷ πίνον‐ τα Κύριον, καὶ διὰ τὸ πίνειν ἐκ χειμάῤῥου
5ἐν ὁδῷ ὑψοῦντα τὴν κεφαλὴν, οἶμαι, ἐκείνου ἀφ’ οὗ ἐκ χειμάῤῥου ὄντως πίνει. —Εἰ διὰ τοῦτο ὑψώσει τὴν κεφαλὴν αὑτοῦ ὁ Χρισ‐ τὸς, ἐπειδὴ ἐκ τοῦ χειμάῤῥου τοῦ ἐν τῇ ὁδῷ ἔπιεν ὕδωρ, τάχα ὁ χείμαῤῥος τὸν ἐν τῷ βίῳ
10τούτῳ θάνατον αὐτοῦ σημαίνει, ὃν ἐν εὐαγ‐ γελίοις ποτήριον ὀνομάζει· Πάτερ, λέγων, εἰ δύνατόν ἐστι, παρελθέτω τὸ ποτήριον τοῦτο. Καὶ πάλιν· Ὅταν ὑψωθῶ, φησὶν ὁ Σωτὴρ, εἱλκύσω πάντα πρὸς ἐμαυτόν.

110

.

1

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Βουλὴ καὶ συναγωγὴ εὐθέων γενεά ἐστιν εὐθέων. Εἴποι δ’ ἄν τις· Δός μοι βουλὴν εὐ‐
5θέων, ἑκάστου τῶν ἐν τῇ βουλῇ ὄντος εὐ‐ θείᾳ, ὁμοίως καὶ συναγωγὴν, καὶ ἐξομολογή‐ σομαι ἐν ὅλῃ καρδίᾳ αὐτοῖς. Ἔστιν ἅγιος, ἔστιν εὐθεῖα γραμμὴ, ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται. Οὐκ ἐγὼ δὲ μόνος,
10ἀλλὰ καὶ σὺν ἐμοὶ τῶν εὐσεβῶν ὁ σύλλογος, κατ’ ἐκεῖνον [εἶπον· Μεγάλα τὰ ἔργα Κυ‐ ρίου], ἐξεζητημένα πάντα τὰ θελήματα αὐ‐
τοῦ.229 in vol. 3

110

.

3

Ἐξομολόγησις καὶ μεγαλοπρέπεια, τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μέ‐ νει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Εἰ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶ‐
5να τοῦ αἰῶνος, οἱ δὲ δίκαιοι διὰ τὴν δικαιο‐ σύνην ὀνομάζονται δίκαιοι, καὶ αὐτοὶ ἄρα μένουσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καλῶς οὖν καὶ ὁ Παῦλος εἶπεν· Ἡμεῖς δὲ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

110

.

10

Ἀρχὴ σοφίας φόβος Θεοῦ, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Σύνεσις ἀγαθὴ δίδοται τοῖς ποιοῦσι δηλο‐ νότι τὴν ἀρχὴν τῆς σοφίας, ὥσπερ τῆς ὁδοῦ
5τῆς ἀγαθῆς· αὐτὴ δέ ἐστιν ἡ θεωρία τῆς ἀληθείας· ἀρχὴ τὸ ποιεῖν τὰ δίκαια ὑπάρ‐ χει· οὕτως ἀρχὴ καὶ εἰσαγωγὴ εἰς τὴν τοῦ Θεοῦ σοφίαν, οὐκ ἄλλην οὖσαν τῆς θεωρίας τῆς ἀληθείας, ὁ θεῖός ἐστι φόβος, ὁ αὐτὸς
10ὢν τοῖς πρακτικοῖς, δικαίοις ὀνομαζομένοις· ὅνπερ οὖν ἔχει λόγον τὸ ποιεῖν τὰ δίκαια πρὸς τὴν ὁδὸν, τοῦτον ὁ τοῦ Θεοῦ φόβος πρὸς τὴν σοφίαν.

111

.

1

Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφό‐ δρα. Ἡ ὑπόθεσις τοῦ ριαʹ ψαλμοῦ ἐστιν αὕτη.
5Δι’ ὅλου τοῦ ψαλμοῦ διδασκόμεθα τίνα πρό‐
σεστι τοῖς φοβουμένοις τὸν Κύριον· εἴ τινι οὐ πρόσεστι ταῦτα, οὐ φοβεῖται τὸν Κύριον. Φοβούμενος τὸν Κύριον, ἕως τοῦ σφόδρα, [ἰστέον] τῷ τέλει τοῦ πρὸ τούτου ψαλμοῦ ἕ‐230 in vol. 3
10πεσθαι τὸ προοίμιον καὶ ὥσπερ ἓν σῶμα εἶναι συνεχὲς καὶ συνημμένον· ἐκεὶ μὲν γὰρ ἀρ‐ χὴ σοφίας, φησὶ, φόβος Θεοῦ· ἐνταῦθα δὲ, μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἑτέροις μὲν ῥήμασι, τοῖς αὐτοῖς δὲ νοήμα‐
15σι παιδεύων τοῦ Θεοῦ τὸν φόβον. Ἐκεῖ μὲν γὰρ αὐτὸν σοφὸν ἔφη εἶναι, ἐνταῦθα δὲ μα‐ κάριον· τὸ δὲ ὄντως μακάριον τοῦτο, ὥστε γε ἄλλα πάντα ματαιότης τε καὶ σκιὰ καὶ ψιλὰ πράγματα, κἂν πλοῦτον εἴπῃς, κἂν δυ‐
20ναστείαν. Εἶτα ἐπειδὴ δαίμονες αὐτὸν δε‐ δοίκασι, καὶ φρίττουσι, ἵνα μὴ νομίσῃς τοῦ‐ το μόνον ἀρκεῖν εἰς σωτηρίαν, ὅπερ ἄνω πεποίηκε τοῦτο, καὶ ἐνταῦθα ποιεῖ. Καθάπερ γὰρ ἐκεῖ εἰπών· Ἀρχὴ σοφίας φόβος Κυρίου,
25ἐπήγαγε· Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποι‐ οῦσιν αὐτὴν, τοῖς δόγμασι τὴν συμβαίνου‐ σαν πολιτείαν ἀπαιτῶν· οὕτω καὶ ἐνταῦθα εἰπὼν τὸν φόβον, οὐκ ἐκεῖνον μόνον λέγει τὸν ἀπὸ τῆς γνώσεως, ὃν καὶ δαίμονες ἔχου‐
30σιν, ἀλλὰ καὶ τοῦτο προτίθησι λέγων· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Τοῦτο εἶπε, βίον ἀπαιτῶν καὶ πολιτείαν ἀκριβωμέ‐ νην καὶ ψυχὴν φιλόσοφον.

111

.

5

Χρηστὸς ἀνὴρ ὁ οἰκτίρμων καὶ κι‐ χρῶν· οἰκονομήσει λόγους αὐτοῦ ἐν κρίσει. Ὅτι τὸ δανεῖν ἐν ἔθνεσι πολλοῖς τροπο‐ λογεῖται εἰς λόγων κατασκευάσεις ἐκ τοῦ
5ἐπιφέρεσθαι τό· Χρηστὸς ἀνὴρ ὁ οἰκτίρμων καὶ κιχρῶν, καὶ τό· Οἰκονομήσει τοὺς λό‐ γους αὐτοῦ ἐν κρίσει. —Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἀπερισκέπτως ἐκφέροντας μυσ‐ τήρια θείας γραφῆς ἀδιακρίτως. Καὶ γὰρ ὁ
10Παῦλός φησιν· Οὕτως ἡμᾶς λογιζέσθω ἄν‐ θρωπος, ὡς οἰκονόμους καὶ ὑπηρέτας μυστη‐ ρίων Θεοῦ.

111

7,8

Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσε‐ ται, ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον· ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐ‐231 in vol. 3
5τοῦ. Πονηρὰ ἀκοὴ, τῶν ἑτεροδόξων εἴη ἂν δι‐ δασκαλία, ἀφ’ ἧς οὐ φοβηθήσεται ὁ ἐπιστή‐ μων καὶ ἐπιστημόνως φοβούμενος Κύριον. —Οὔτε ἀπειλὰς θείσει, οὔτε ἀγγελία φόβον
10ἱκανὸν ἐμποιήσει. Ὁ δὲ Σύμμαχος οὕτως εἴρηκεν τὴν ἑτοίμην ἑδραίαν. Βεβαίαν γὰρ καὶ ἑδραίαν ἔχει τὴν εἰς Θεὸν ἐλπίδα, καὶ διὰ τοῦτο τοιούτων θορύβων καταφρονεῖ.

112

p

Ἀλληλούϊα. Ἠθικὸς καὶ οὗτος καὶ εἰς ὠφέλειαν συγ‐ γεγραμμένος· διεγείρει γὰρ πάντας εἰς ὑμ‐ νῳδίαν τοῦ εὐεργέτου. —Ἐν τούτῳ διδάσ‐
5κεται ὁ λαὸς ὁ νεὸς ἀδιάλειπτον τὸν ὕμνον προσφέρειν τῷ λυτρωσαμένῳ· ἀλλὰ δὲ καὶ τῶν ἐθνῶν πάντων κατασημαίνει τὴν κλῆσιν, οὓς καὶ παῖδας καλεῖ, διὰ τὸ ἀρτιγενὲς τῆς κατὰ ψυχὴν ἡλικίας, ἢ παῖδας τουτέστι δού‐
10λους αἰνίττεται.

112

1,2

Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου· εἴη τὸ ὄνομα Κυρίου εὐ‐ λογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Διδάσκει τοὺς νέους τί δεῖ αἰνεῖν, ἅτε ἀ‐
5πάλους καὶ μήπω ἔχοντας γεγυμνασμένην τὴν πρὸς τὰ τοιαῦτα ἕξιν. Πῶς οὖν αἰνεῖν δεῖ; Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Ἢ παισὶν ἀπεικάζει τοὺς διὰ τὸ νεαρὸν τῆς κα‐ τὰ Θεὸν ἡλικίας ἐν ψυχῇ νεωμένους, οὓς ἐπὶ
10τὸν αἶνον καλεῖ τοῦ Θεοῦ. Ἀκύλας δὲ καὶ Σύμμαχος δούλους ἀντὶ τοῦ παῖδες ἐξέδω‐ καν. Δούλων γὰρ οὐ διαφέρουσι παῖδες, φό‐ βῳ δουλείας παιδαγωγούμενοι· διὸ φοβουμέ‐
νους Κύριον αὐτοὺς εἶπεν ὁ πρὸ τούτου ψαλ‐232 in vol. 3
15μός. Ἁπλῶς δὲ καὶ χωρὶς προσθήκης οἱ νέοι παῖδες καλοῦνται· οἱ δὲ δοῦλοι, παῖδες τι‐ νῶν. Ἢ παῖδας καλεῖ, ὡς ἀκμάζειν ὀφεί‐ λοντας περὶ τοὺς ὕμνους. Διὰ δὲ τοῦ· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, δηλοῖ ὡς εἰ
20καὶ τὴν φύσιν αὐτοῦ ἀγνοεῖτε, ἀλλὰ δεῖ, ὡς ὑπ’ αὐτοῦ τὸ εἶναι λαβόντας, τὸ αὐτοῦ ὑμνεῖν ὄνομα, ὅπερ αἰώνιον ἔχει τὴν εὐλογίαν καὶ ἀδιάδοχον.

112

.

3

Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου. Εἰπὼν δὲ ἀνωτέρω χρόνον, ἐν τούτοις λέ‐ γει καὶ τόπον, ὅτι ἐν παντὶ χρόνῳ καὶ ἐν
5παντὶ τόπῳ ὑμνεῖσθαι ὀφείλει· ἢ τὴν μετὰ ἐνανθρώπησιν τοῖς ἔθνεσι παρασχεθεῖσαν θεογνωσίαν τὸ ῥητὸν προθεσπίζει, μεθ’ ἣν ἐπλήσθη πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον.

113

3,4

Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἀνεχώρησεν εἰς τὰ ὀπίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἄρ‐ νια προβάτων.
5 Δηλοῦν ἔοικεν ὡς μετέχει τινὸς αἰσθή‐ σεως ἡ πᾶσα κτίσις, ἀντιληπτικῆς τῆς θείας δυνάμεως, κἂν ἄψυχος ᾖ, ὡς καὶ χαίρειν, ἐπιβαίνοντος αὐτῆς τοῦ Θεοῦ, τῆς τε χαρᾶς μονονουχὶ τὴν αἰτίαν λεγούσης. Ἡ δὲ Μωϋ‐
10σέως μόνον διδάσκει ἡ γραφὴ, ὅτι Κύριος ἐν Σινᾷ ὤφθη, καὶ ἐπέφανεν ἐξ ὄρους Χω‐ ρὴβ, καὶ ἄγγελοι μετ’ αὐτοῦ. Καὶ ἀνέβη, φη‐ σὶ, Μωϋσῆς εἰς τὸ ὄρος, καὶ εἶδε τὰ ἴχνη ἔνθα εἱστήκεσαν οἱ πόδες τοῦ Θεοῦ· καὶ ὡς ὅλοις
15τεσσαράκοντα ἔτεσι τοῦ λαοῦ οἰκοῦντος τὴν ἔρημον, συνεῖν αὐτοῖς τὸ θεῖον ἐπιβαῖνον ὄρεσι καὶ βουνοῖς· νυνὶ δὲ καὶ τὴν ἐκ τῆς
αἰσθήσεως λόγος ὑποφαίνει χαράν.233 in vol. 3

113

.

10

Μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστὶν ὁ Θεὸς αὐτῶν. Ἔνθα τὸ Ποῦ λέγεται, ἐκεῖ καὶ τὸ πότε· τὸ μὲν γὰρ τόπου ἐστὶ σημαντικὸν, τὸ δὲ
5χρόνου. Εἰ δὲ χρόνος οὐ λέγεται ἐπὶ Θεοῦ (ποιητὴς γὰρ χρόνων ἐστὶν), οὐκοῦν οὐδὲ τὸ Ποῦ ῥηθήσεται ἐπ’ αὐτοῦ· δημιουργὸς γὰρ καὶ τόπων ἐστὶν, εἴγε καὶ ὁ τόπος αὐτὸς τῆς σωματικῆς ἐστι φύσεως.

113

.

11

Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Πάντα ὅσα θέλησεν, ἐποίησε. Οὐ τὸν μὲν Κύριον ὡς ἦν αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις ἐπίστανται· τὸν δὲ Κύριον
5ὡς ἄνθρωπον γινώσκουσι καὶ οἱ ἄνθρωποι. Ἐντεῦθεν γινώσκομεν ὅτι ὅσα βούλεται ὁ Θεὸς, ταῦτα καὶ δύναται· πάντα γὰρ, φησὶν, ἃ ἐθέλησεν ὁ Θεὸς, ἐποίησεν· οὐκ εἴ τι δὲ δύναται, τοῦτο πάντως καὶ βούλεται· νε‐
10κρῶν μὲν ἀνάστασιν δύναται ποιῆσαι νῦν, οὐ βούλεται δέ· καὶ πάλιν ἐνανθρωπῆσαι, ἀλλ’ οὐ βούλεται.

113

.

13

Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται κτλ. Οὐ ταὐτὸν αἴσθησις καὶ αἰσθητήριον, οὐ‐ δὲ αἰσθητικόν τε καὶ αἰσθητόν. Αἴσθησις
5μὲν γάρ ἐστιν ἡ δύναμις καθ’ ἣν εἰώθαμεν ἀντιλαμβάνεσθαι τῶν ὑλῶν. Αἰσθητήριον δὲ, τὸ ὄργανον ἐν ᾧ καθίδρυται αὕτη. Αἰσθητι‐ κὸν δὲ τὸ ζῶον τὸ κεκτημένον τὰς αἰσθή‐ σεις. Αἰσθητὸν δὲ τὸ πεφυκὸς ταῖς αἰσθή‐
10σεσιν ὑποπίπτειν. Ἀλλ’ οὐχ οὕτως ἐπὶ τῶν εἰδώλων· πάντων μὲν γὰρ τούτων ἐστήρην‐ ται· μόνα δὲ ἔχει τὰ τῶν φυσικῶν αἰσθητη‐ ρίων μιμήματα, οἷον ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνας καὶ τὰ ἑξῆς.

113

.

19

Οἱ φοβούμενοι τὸν Κύριον, ἤλπι‐ σαν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Ἐν μὲν τῇ πρὸς πολεμίους μαχῇ τὸν Κύ‐
5ριον ἔχομεν βοηθὸν, ἐν δὲ τοῖς οἰκείοις πράγμασι τοῖς τε κατὰ ψυχὴν καὶ κατὰ σῶ‐ μα, αὐτὸν ἔχομεν εὐλογοῦντα ἡμᾶς, ὡς ἐ‐ παρκεῖν ἡμῖν ἀντὶ παντὸς καλοῦ τε καὶ ἀ‐ γαθοῦ.234 in vol. 3

113

.

22

Εὐλόγησε τοὺς φοβουμένους, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Οὐδὲ ἓν ἔθνος, φησὶν, ἔρημον εὐλογίας ἦν, ἀλλ’ εἰς πάντας ἐτέτατο αὕτη.

114

.

2

Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέ‐ σομαι. Καὶ ποίαις ἡμέραις, ἢ ταῖς τοῦ ἀγῶνος, ὅτε καὶ ἐκινδύνευσεν αὐτοῦ ἡ ψυχή;

114

.

4

Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Εἰρηκὼς ἀνωτέρω ὅτι καὶ ἐπικαλέσομαι ἐν ταῖς ἡμέραις μου, τίς ἡ ἐπίκλησις, διδάσ‐ κει. Καὶ ποία αὐτὴ, ἢ τό· ὦ Κύριε, ῥῦσαι
5τὴν ψυχήν μου; εἶπε δὲ ταῦτα, εἰδὼς ὡς ἐ‐ λεήμων ἐπακούσεται.

114

.

7

Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀ‐ νάπαυσίν σου. Ὥσπερ ὁ νοσῶν ἐπιστρέφει πρὸς τὴν ὑ‐ γιείαν, οὕτω καὶ ἡ ψυχὴ εἰς τὴν ἀνάπαυσιν
5αὐτῆς. Ἢ δὲ τοῦτο· ἦν ἄρα ποτὲ ἐν τῇ ἀνα‐ παύσει αὐτῆς ἡ ψυχή· καὶ γὰρ ὁ νοσήσας ἐν τῇ ὑγιείᾳ ὑπῆρχέ ποτε. Τοῦτο καὶ ὁ ἀ‐ πόστολος λέγει τῷ· Θέλω ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. Ἡ γὰρ ἀνάλυσις τῶν ὑποσ‐
10τρεφόντων ἐπὶ τὸν πρότερον αὐτῶν τόπον
ἐστιν.235 in vol. 3

115

.

2

Πᾶς ἄνθρωπος ψευδής. Ἐφ’ ὅσον ἄνθρωπός τίς ἐστι, ψεύστης ἐσ‐ τίν. Ἐὰν δὲ ἀπιστῆται τὸ εἶναι ἄνθρωπος, οὐκ ἔστι ψεύστης, ἀλλὰ ἀληθευτής ἐστι. —
5Εἰ ἄνθρωπός ἐστι καὶ ὁ Δαυὶδ, ψεύστης ἐσ‐ τὶν, εἰ δὲ ψεύστης, λέγων ἑαυτὸν ψεύστην, οὐκ ἔστι ψεύστης, ἀλλ’ ἀληθευτής ἐστιν. Εἰ δὲ ἀληθευτής ἐστιν, ἀληθευτής ἐστιν λέγων ἑαυτὸν ψεύστην· ἄνθρωπος ὢν, ψεύστης ἐσ‐
10τίν. Περιεγράφη ἄρα ὁ λόγος εἰς ἀμφότερα, καὶ εἰς τὸ εἶναι αὐτὸν ἀληθευτὴν, ἐὰν ἄν‐ θρωπος ᾖ, καὶ εἰς τὸ εἶναι αὐτὸν ψεύστην. Καὶ καλεῖται ὁ λόγος οὗτος παρὰ τοῖς δια‐ λεκτικοῖς ἄπορος. —Ὅλου τοῦ ψαλμοῦ ἐν
15βραχεῖ ἡ διάνοια· πολλοὶ μὲν οἱ ἐν ἀνθρώ‐ ποις λόγοι, καὶ πολλὰ πολλοῖς πεφιλοσόφη‐
ται ἐξετάζουσι τὰ περὶ τῆς ἀληθείας κτλ.236 in vol. 3

117

.

1

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐπεὶ ἀγαθὸς ὢν ὁ Θεὸς, βούλεται τὴν με‐ τάνοιαν τοῦ ἁμαρτωλοῦ, μηδὲ τὸν θάνατον
5αὐτοῦ, ὡσεὶ ὑπεύθυνοι ἁμαρτίαις ἐστὲ, τὴν ἐκ μετανοίας ἐξομολόγησιν ἐπ’ αὐτὸν ποιή‐ σατε, καὶ ἕξετε αὐτὸν ἀφιέντα ὧν ἐξομολο‐ γεῖσθε· ὁ γὰρ ἔλεος αὐτοῦ διηνεκής ἐστι.

117

.

7

Κύριος ἐμὸς βοηθὸς, κἀγὼ ἐπόψο‐ μαι τοὺς ἐχθρούς μου. Ὅτι διδάσκεται ὁ Χριστοῦ λαὸς, προσδο‐ κεῖν μὲν ἐπιβουλὰς ἀνθρώπων, μὴ πτήσσειν
5δὲ, μηδ’ ἀγωνιᾶν, ἀλλὰ λέγειν· Κύριος ἐμοὶ βοηθός· ἐχθροὺς δὲ αὐτοῦ νοήσεις τοὺς ἀν‐ τικειμένους αὐτῷ διὰ τὴν εὐσεβῆ γνῶσιν, καὶ τὴν κατὰ Θεὸν πολιτείαν, ἢ καὶ τοὺς πονηροὺς δαίμονας.

117

.

8

Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον. Ἄνθρωπον λέγει ἡ γραφὴ τὸν διάβολον, ὅτι ἐχθρὸς ἄνθρωπος ἔσπειρε τὰ ζιζάνια.

117

19,20

Ἀνοίξατέ μοι πύλας δικαιοσύ‐ νης· εἰσελθὼν ἐν αὐταῖς, ἐξομολογήσομαι τῷ Κυρίῳ. Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
5 Καὶ ἐν ἄλλοις λεχθείη ἄν· Αὕτη ἡ πύλη τοῦ Κυρίου, σώφρονες εἰσελεύσονται ἐν αὐ‐ τῇ. Καὶ ἐν ἄλλοις· Ἀνδρεῖοι εἰσελεύσονται ἐν αὐτῇ. Καὶ ἐν ἄλλοις· Σοφοὶ εἰσελεύσονται ἐν αὐτῇ. —Ὡς ἀνοίγονται πύλαι δικαιοσύ‐
10νης, οὕτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης· διὰ γὰρ τούτων τῶν πυλῶν εἰσέρ‐
χεται νοῦς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.242 in vol. 3

117

.

21

Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκου‐ σάς με, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Οὐχ ἁπλῶς ἐπήκουσε, ἀλλὰ πρότερον παιδεύσας καὶ βελτίω ποιήσας· διὸ καὶ εὐ‐
5χαριστεῖ, οὐχ ὑπὲρ ὧν ἠκούσθη, ἀλλ’ ὑπὲρ ὧν ἐπαιδεύθη, καὶ πανταχοῦ πολὺ παρ’ αὐ‐ τῷ τὸ τῆς εὐχαριστίας εἶδος, ὅπερ εἰπὼν καὶ λέγων οὐ παύσομαι· τοῦτο μάλιστα θυ‐ σία καὶ προσφορά.

117

.

22

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδο‐ μοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γω‐ νίας. Ὅτι μὲν εἰς Χριστὸν τὸ εἰρημένον παντί
5που δῆλον. Εἰ δὲ μὴ, δοκεῖ ἐξ αὐτῆς ἠρτῆσ‐ θαι τῆς ἱστορίας, ἀλλ’ ὅτι μέσην διακόψασα τὴν ἀκολουθίαν ἡ προφητεία ἐπεισῆλθε, θαυμαστὸν οὐδέν. Οὕτως αἱ πλείους τῶν προφητειῶν εἰσὶν ἐν τῇ παλαιᾷ. Οἰκοδομοῦν‐
10τας δὲ [νόει] τοὺς διδασκάλους τῶν Ἰουδαί‐ ων, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες· Σα‐ μαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις. Καὶ πά‐ λιν· Οὗτος οὐκ ἐστὶν ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Ἀλλ’ ὅμως οὗτος ὁ ἀπο‐
15δοκιμασθεὶς, οὗτος ἐφάνη δόκιμος, ὡς γενέσ‐ θαι κεφαλὴν γωνίας· οὐ γὰρ πᾶς λίθος εἰς γωνίαν ἐπιτήδειος, ἀλλ’ ὁ δοκιμώτατος καὶ ἐξ ἑκατέρας πλευρᾶς τοὺς τοίχους συνδῆσαι δυνάμενος. Ὃ τοίνυν λέγει ὁ προφήτης,
20τουτέστιν, ὅτι ὁ ἀποδοκιμασθεὶς παρὰ τῶν Ἰουδαίων, καὶ ἐξουδενωθεὶς, οὗτος ἐφάνη θαυμαστὸς, ὥστε μὴ μόνον οἰκοδομὴν ὑφῆναι, ἀλλὰ συνδῆσαι δύο τοίχους, τοὺς ἐξ Ἰουδαίων καὶ Ἑλλήνων πιστεύσαντας, περὶ τούτων ἔλε‐
25γε καὶ αὐτός· Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν. —Γωνία ἐστὶ διδασκαλία τοῦ Σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς εἰρηνεύοντος. Ἡ συναφὴ τῶν
30δύο γωνιῶν παρὰ τοῦ Σωτῆρος ἡ μαρτυρία γεγένηται· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπη‐ τός.243 in vol. 3

117

.

23

Παρὰ Κυρίου ἐγένετο αὐτὴ, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Οὐκ ἦν ἀνθρώπινον τὸ γενόμενον, φησὶν, οὐκ ἦν ἀγγέλων, οὐκ ἀρχαγγέλων, τὸ τοι‐
5αύτην πῆξαι γωνίαν. Τίς ἐστι θαυμαστή; ἡ γωνία, ἡ σύνοδος τῶν δύο ἐθνῶν, ἡ εἰς τὴν εὐσέβειαν. Διὰ τί εἶπεν, ἐν ὀφθαλμοῖς ἡμῶν; οὐ γὰρ πᾶσίν ἐστι τὸ θαῦμα κατάδηλον. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη, ὅτε ἔνθα ἐσταυρώθη
10ὁ Χριστὸς, ἐκεῖ προσκυνεῖται ὁ Χριστὸς, καὶ πᾶσαν. τὴν οἰκουμένην παρέδραμεν ὁ λόγος, συνάπτων τῇ ἀληθείᾳ ἅπαντας; Ἔστι μὲν οὖν καὶ τοῖς ὁπωσοῦν ἐξετάζουσι θαυμαστὴ, πολλῷ δὲ ἀκριβέστερον τοῖς πιστεύουσι. Διὰ
15τοῦτο φησὶν, ἐν ὀφθαλμοῖς ἡμῶν. Ταύτης δὲ τῆς χάριτος χορηγὸς ὁ Θεὸς, ἡμεῖς δὲ τὴν ἄῤῥητον φιλανθρωπίαν θαυμάζωμεν.

117

.

24

Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύ‐ ριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Εὐφροσύνην ἐνταῦθα λέγει τὴν πνευμα‐
5τικὴν τῆς διανοίας. Εὐφρανθῶμεν, φησὶν, ὅτι τοσούτων ἐπετύχομεν τῶν ἀγαθῶν· κα‐ ταλλαγὴ Θεοῦ πρὸς ἡμᾶς ἐγένετο· οὐρανὸς ἀπεδείχθη ἡ γῆ, οἱ τῆς γῆς ἀνάξιοι ἄνθρω‐ ποι τῆς βασιλείας ἐφάνησαν ἄξιοι.

117

25-27

Ὦ Κύριε, σῶσον δή! Ὦ Κύριε, εὐόδωσον δή! Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴ‐ κου Κυρίου. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡ‐244 in vol. 3
5μῖν. Οἱ δὲ πρὸ αὐτοῦ, ἄνδρες καὶ ἄγγελοι, ὡς δοῦλοι ἀφίκοντο· Οἱ μὲν γάρ· Ταῦτα λέγει Κύριος, ἔφασκον. Οἱ δέ· Κύριος ἀ‐ πέστειλέ με. Διό φασιν οἱ προαγορεύοντες
10αὐτοῦ τὴν ἐπιδημίαν· Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου. Ἐξ οἴκου γὰρ Κυρίου, ἐκ τῶν κόλπων τῶν πατερικῶν ἐστὶν ὁ ἐρχό‐ μενος. Ἐπιφέρεται γοῦν εὐθύς· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Τὸ γὰρ ἐλθεῖν, οὐ τόπου
15μεταβολὴ, ἀλλὰ τοῦ μὴ ὁρωμένου πρότερον ἐπιφάνεια· ἀόρατος γὰρ ὢν, ὡς εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, διὰ σαρκὸς μορφὴν δού‐ λου λαβὼν, δι’ ἧς χειραγωγεῖται καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, δόξαν ὡς μονογε‐
20νοῦς παρὰ Πατρὸς, ἣν οἱ ἰδόντες φασιν· Ὦ Κύριε, σῶσον δή! ὦ Κύριε, εὐόδωσον δή!

117

.

27

Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκά‐ ζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Πυκάζοντας τοῖς καρποῖς τῆς ἀρετῆς δεή‐ σει εἶναι καὶ μηδὲν ἔχοντας ἄραιον ἢ διάκε‐
5νον, ἐν ᾧ οὐ συστήσεται ἀρετή.

117

.

28

Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσο‐ μαί σοι ... καὶ ἐγένου μοι εἰς σωτηρίαν. Δοξολογῶν καὶ θεολογῶν σε, λέγω ἃ εἰς ἐμὲ καὶ πεποίηκας θαυμάσια. Ὕψωσας γάρ
5με, καὶ πεποίηκας δύναμιν, ὡς μὴ ἀποθα‐ νεῖν, ἀλλὰ ζήσαντά με διηγεῖσθαι τὰ ἔργα σου. —Ταῦτα τίς αἰτεῖ προνοεῖσθαι; τῶν ὅλων εἰδὼς τὸν Θεόν. Θεοῦ γὰρ τὸ σώζειν ἐστὶ, καὶ παρ’ αὐτοῦ κατευθύνεται τὰ διαβή‐
10ματα, ὡς τό· Ὅσα ἂν ποιῇ, καθευοδωθήσε‐ ται, καὶ τὸ ἐν εὐαγγελίοις· Εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι τοῦ Κυρίου.245 in vol. 3

118p

t

ΥΠΟΘΕΣΙΣ.

118p

1

Τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λόγων τοῦ Θεοῦ ὁ ἠθικός ἐστι τόπος, περὶ οὗ καὶ δια‐ λαμβάνει ὁ ἑκατοστὸς ὀκτωκαιδέκατος ψαλ‐ μὸς κατὰ τὰ ἑβραϊκὰ στοιχεῖα γεγραμμένος·
5ὥστε τοὺς μὲν πρώτους αὐτοῦ στίχους εἶναι ὀκτὼ ἀπὸ τοῦ Ἄλεφ, ὅ ἐστιν ἀρχὴ τῶν παρ’ αὐτοῖς στοιχείων· τοὺς δὲ δευτέρους ὀκτὼ ἀπὸ Βὴθ, καὶ οὕτω καθ’ ἑξῆς. Καὶ περιέχει γε ὁ ψαλμὸς οὗτος ὅλον τὸν τόπον τὸν ἠθι‐
10κὸν μετὰ πάσης θεωρίας, τῆς περὶ τῶν δια‐ φόρων τοῖς ἠθικοῖς τόποις ὀνομάτων ἐν ταῖς γραφαῖς.

118p

2

Ἰστέον δὲ ὡς ἄλλο μὲν νόμος, ἄλλο δὲ
δικαίωμα, ἄλλο πρόσταγμα, ἄλλο μαρτύριον, ἄλλο κρῖμα. Καὶ τὸν ιηʹ ψαλμὸν ἑρμηνεύ‐ σαντες, εἰρήκαμεν τίνι διαφέρει νόμος, καὶ248 in vol. 3
5μαρτύρια, καὶ δικαιώματα, κρίματα καὶ ἐντολή· ἀναμνήσωμεν δὲ ὅμως ἐν κεφαλαίῳ τὰ εἰρημένα. Νόμον καλεῖ τὸν ὑπὸ Θεοῦ διὰ Μωσέως δεδομένον.
10 Ἐντολὰς δὲ, καὶ προστάγματα πάλιν, τὸν αὐτὸν, ὡς βασιλικῶς ἐνταλθέντα καὶ προσ‐ ταχθέντα. Δικαιώματα δὲ, ὡς δικαιοῦντα τὸν κα‐ θορθοῦσθαι δυνάμενον.
15 Κρίματα δὲ, ὡς τὰς θείους ψήφους ὑπο‐ δεικνύντα, καὶ τὰς ἀξίας ἀντιδόσεις τῶν τε ἐννόμως καὶ παρανόμως βιούντων. Μαρτύρια δὲ, ὡς διαμαρτυρόμενα καὶ δει‐ κνύντα οἵαις ὑποβληθήσονται τιμωρίαις οἱ
20παραβαίνοντες. Καὶ οὐκ οἶμαι, ὅσον ἐπέβη ἱστορία, ἄλλο‐ θι διὰ πλειόνων τὰ ἠθικὰ εἰρῆσθαι περὶ τῆς διαφορᾶς νόμου καὶ προστάγματος καὶ περὶ τῶν λοιπῶν, ὡς ἐν τούτῳ τῷ ψαλμῷ.

118p

3

Διὰ τοῦτο δὲ ἐνταῦθα καὶ τὰ στοιχεῖα προτέτακται, ἵνα δηλωθῇ τοῖς ἐντυγχάνου‐ σιν, ὅτι τὰ στοιχεῖά ἐστιν ἡ γνῶσις τοῦ ἠθι‐ κοῦ τόπου· μέμνημαι τηρήσας καὶ ἐπὶ τοῦ
5ριαʹ καὶ ἐπὶ τοῦ ριβʹ ψαλμοῦ, τίνα τρόπον κἀκεῖνοι οἱ ψαλμοὶ ἠθικοὶ ὄντες, εἶχον τὴν ἀρχὴν τῶν στίχων ἀπὸ τῶν παρ’ Ἑβραίοις στοιχείων. Ἐκεῖ μὲν οὖν ἡ στοιχείωσις οὐκ
ἐκτέταται, ἀλλὰ διὰ βραχέων παραδέδοται.249 in vol. 3

118p

4

Ἰστέον τοίνυν, ὥσπερ ἄλλα, οὕτω καὶ ταῦτα ἐν Πνεύματι ἁγίῳ γεγράφθαι, λόγον τε ἔχειν οὐκ εὐκαταφρόνητον. Καὶ ἡ αἰτία τοῦ ἕκαστον τῶν στοιχείων ὀκτάκις παρ’ Ἑ‐
5βραίοις εἰρῆσθαι ἐν τούτῳ τῷ ψαλμῷ. Ἐλθὲ τοίνυν ἐπὶ τὸν ὀκτὼ ἀριθμὸν, καὶ εἴ που ὠνο‐ μάσθη ἐν τῇ γραφῇ, παραλάμβανε αὐτὸν, καὶ ἐπὶ τίνι εἴρηται, καὶ ἔσται σοι χρήσιμος ὁ λόγος πρὸς τὸ ἰδεῖν, ὅτι ἕκαστον στοιχεῖον
10τελείωσίς ἐστιν ἅμα τῷ ἀριθμῷ, ὡς μήτε πρὸς εἰσαγωγὴν οὐδέπω, ἀλλὰ κατὰ μονά‐ δα.

118p

5

Ὅταν δὲ τελειώμεθα ἐν τοῖς στοιχεί‐ οις, ὁ ἑπτὰ ἀριθμὸς ἀτιμητέος ἡμῖν, ὅτι δὴ καὶ τῇ ὕλῃ ἀνίεται οὗτος, εἴπερ ἐστὶν ὁ ἑπτὰ σημεῖον ὑλικῆς παχύτητος· ὁ δὲ ὀκτὼ ἀρχὴ
5τῆς ἀϋλοτέρας μείζονος καταστάσεως. Εἰ γὰρ καὶ τὰ μάλιστά φαμεν καὶ τὸν ἓξ τὴν κοσμικὴν σχετικῶς ὕλην ὑποδηλοῦν, ἀλλ’ οὖν γε τὸν μὲν εἰς τὴν κατὰ πόσον ὁλότητα ἀνα‐ φέρομεν, τὸν δὲ εἰς τὴν καθ’ ἕξιν τελείωσιν,
10καθ’ ἥν τις ἀποσμήχεται τὰ ῥυπάσματα τῆς ψυχῆς καὶ καθαίρεται.

118p

6

Κατὰ τὸν ὀκτὼ ἀριθμὸν, ἀκάθαρτός τίς ἐστι μέχρι τῶν ἑπτὰ ἡμερῶν. Πρὶν γὰρ ἔλθῃ ἡ ὀγδόη τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἡμέρα, ὅλος ὁ κόσμος ἀπερικάθαρτος ἦν καὶ
5ἀκρόβυστος· ὅτε δὲ ἦλθεν ἡ ὀγδόη τῆς ἀνα‐ στάσεως Χριστοῦ ἡμέρα, ἀθρόως πάντες ἐκαθαρίσθημεν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες καὶ συναναστάντες, ὥς φησιν ὁ ἀπόστολος. Ἐπεὶ οὖν διὰ τῆς στοιχειώσεως
10καθαίρεται ἡμῶν ἡ ψυχὴ, μανθανόντων τὸν ἠθικὸν τόπον, καὶ τελειουμένων ἐν τῇ γνώ‐
σει αὐτοῦ, διὰ τοῦτο ὁ ὀκτὼ ἀριθμὸς παρε‐ λήφθη καθ’ ἕκαστον τῶν στοιχείων ἐν τῷ προκειμένῳ. Ἐν τούτῳ γοῦν τῷ ψαλμῷ, τὴν250 in vol. 3
15τῶν ἁγίων διαγράφει πολιτείαν, τοὺς ἀγῶ‐ νας, τὰς θλίψεις, τὰ σκάμματα καὶ τὰ βρα‐ βεῖα.

118

.

1

Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευό‐ μενοι ἐν νόμῳ Κυρίου. Τί οὖν ἐστιν τὸ ἄμωμον εἶναι ἐν τῷ ὁδῷ; Τὸ πορεύεσθαι ἐν νόμῳ Κυρίου, καὶ μὴ ἔξω
5βαίνειν τοῦ νόμου, μηδὲ ἁμαρτάνειν, ἀλλὰ προκόπτειν καὶ ὁδεύειν ἐπὶ τὴν ἀρετήν. Γί‐ νεται δὲ αὐτοῖς ἄμωμος ἡ ὁδὸς ἐν τῷ θείῳ καὶ πνευματικῷ νόμῳ πορευομένοις. Νόμος γὰρ Κυρίου ἄμωμος. Ἀμώμως δὲ ὁδεύει, [ὁ]
10τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, τῶν δὲ ὄπισ‐ θεν ἐπιλανθανόμενος· ὁ μὴ στρεφόμενος εἰς τὰ ὀπίσω, μὴ ἐκκλίνων δεξιᾷ ἢ ἀριστερᾷ, μὴ ἀποσφαλλόμενος, μὴ ἱστάμενος, μὴ ἀνα‐ μένων, ἀλλὰ ὁδεύων καὶ ὀρεγόμενος τοῦ προ‐
15κειμένου. Ἐπειδὴ δὲ ὁ Σωτήρ φησιν· Ἐγώ εἰμι ἡ ὁδὸς, θέλομεν καὶ κατὰ τοῦτο ἰδεῖν πῶς οἱ μέν εἰσιν ἄμωμοι ἐν ὁδῷ, οἱ δὲ οὐ τοιοῦτοι. Οἱ περὶ Χριστοῦ φρονοῦντες ὑγι‐ είως, καὶ μὴ σφάλλεσθαι ἀνεχόμενοι ἐν τοῖς
20δόγμασι τοῖς περὶ αὐτοῦ, μακάριοί εἰσιν οὗ‐ τοι, ἄμωμοι ἐν ὁδῷ. Ὅσοι δὲ περὶ Χριστοῦ φρονοῦσιν ἐσφαλμένως, οὗτοι ἐστήρηνται τοῦ τοσούτου μακαρισμοῦ. —Τί οὖν λέγει ὁ πρῶτος μακαρισμός; Νοητέον πρῶτον ὁ‐
25δεῦσαι, εἶτα φθάσαι ἐπὶ τέλος.

118

.

2

Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρ‐ τύρια αὐτοῦ· ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσου‐
σιν αὐτόν. Τί καλὴ ἡ τάξις; πολιτευτέον γὰρ, καὶ τὰ251 in vol. 3
5ἔθη κατορθωτέον, πρὶν ἥκειν ἐπὶ τὴν ἐξέτα‐ σιν τῶν θείων λογίων. Κατὰ γὰρ ψυχὴν δεῖ ἐξερευνᾶσθαι τὰ μαρτύρια τοῦ Θεοῦ. Σπεί‐ ρατε γὰρ, φησὶν ὁ προφήτης, ἑαυτοῖς εἰς δι‐ καιοσύνην, ὡς τρυγήσητε εἰς καρπὸν ζωῆς,
10φωτίσατε ἑαυτοὺς εἰς φῶς γνώσεως. Οὐ πρῶτον φωτίσατε, ἀλλὰ πρῶτον σπείρατε εἰς δικαιοσύνην, εἶθ’ οὕτω καὶ τρυγήσατε καρπὸν ζωῆς, ἢ οὕτω φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. Τί γὰρ οὐ συμβάλλεται τῷ φωτισ‐
15μῷ; ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Οὗ πω γε στίχος ἐστίν; Οἱ γὰρ παρ’ Ἑ‐ βραίοις στίχοι, ὡς ἔλεγέ τις, ἔμμετροί εἰσιν, οἱ ἑξαμέτρῳ μὲν, ἡ ἐν τῷ Δευτερονομίῳ ᾠ‐
20δή· ἐν τριμέτρῳ δὲ καὶ τετραμέτρῳ, οἱ ψαλ‐ μοί. Οἱ στίχοι οὖν οἱ παρ’ Ἑβραίοις ἕτεροί εἰσιν παρὰ τοὺς παρ’ ἡμῖν. Ἐὰν θέλωμεν ἐνθάδε τηρῆσαι τοὺς στίχους, ποιῶμεν· Μα‐ κάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν
25νόμῳ Κυρίου. Καὶ οὕτως ἀρχώμεθα δευτέρου
τοῦ ἑξῆς. Ἰστέον τοίνυν ὅτι οἱ Ἕλληνες, οἱ ἑρμηνεύσαντες, πεποιήκασι τὸν παρ’ Ἑβραί‐ οις στίχον ἐν τούτοις δύο. Οἱ δὲ κρεῖττον ποι‐ οῦντες, ὡς τοῦτο ἀντίγραφον γράψας, οἱονεὶ252 in vol. 3
30πεποίηκε τὴν ἀρχὴν τοῦ στίχου μετ’ ἐκτά‐ σεως, τὸν δὲ δοκοῦντα δεύτερον, μὴ ὄντα δεύτερον, ἀλλὰ λῆμμα τοῦ προτέρου μετὰ αἰσθήσεως, καὶ τοῦτο πεποίηκεν τοῦ ὅλου τοῦ ῥητοῦ.

118

.

3

Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Εἰ τὸν ἐν ταῖς ὁδοῖς Κυρίου πορευόμενον δεῖ προσίεσθαι μόνον ἐπὶ τὰς κοινὰς εὐχὰς,
5οὐ προσιτέον τὸν ἐργαζόμενον τὴν ἀνομίαν, ὡς οὐ πορευόμενον ἐν ταῖς ὁδοῖς Κυρίου. Ἐ‐ πάγει γάρ·

118

.

4

Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα. Τοιγαροῦν ἀναγκαία ἡ τούτων φυλακή· τοῖς γὰρ εὐφρονοῦσι καὶ εὐχῆς ἔργον ὀφεί‐
5λει γενέσθαι, τῷ ἐν σπουδῇ κατορθοῦν τὰ προστάγματα· Θεοῦ γάρ εἰσι. Καὶ μετὰ πά‐ σης εὐτονίας καὶ σφοδρότητος [μακάριος] ἐργάζεται τὰ προστεταγμένα ὑπὸ τοῦ Κυ‐ ρίου.

118

.

5

Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Ἐὰν μὴ κατευθύνῃ ὁ Θεὸς, συμπνέων ἡ‐ μῖν, ὁδὸν οὐ φυλάξομεν· συμπνοίας δεόμεθα
5κατευθυνούσης τὰς ὁδοὺς ἡμῶν εἰς τὸ φυλά‐ ξαι τὰ δικαιώματα τοῦ Θεοῦ, ἀλλὰ καὶ τὸ μὴ περιπεσεῖν μείζοσι πειρασμοῖς τῆς δυνά‐ μεως ἡμῶν, δι’ ὧν ὁ ἐπιτρέπων αὐτοὺς γενέσ‐ θαι Θεὸς, οἱονεὶ ἀπωθεῖται ἡμᾶς ἀπὸ τῶν
10ἐντολῶν ἑαυτοῦ· διόπερ εὐχόμενός φησιν· Μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. [Ὄφε‐ λον] ἀντὶ τοῦ· εἴθε. Σημαντέον δὲ εὐχῆς τὸ ὄφελον· οὐ γὰρ ἄλλως τις φυλάξαι τὰ δικαι‐
ώματα, εἰ μὴ κατευθυνθείησαν αἱ ὁδοὶ αὐ‐253 in vol. 3
15τοῦ. Εὐθυνέσθωσαν, φησὶν, αἱ ὁδοί μου, ὡς ἂν διατηρῆσαί μέ σου τὰ δικαιώματα. Καὶ δεικνὺς τὸν τούτου καρπὸν, ἐπιφέρει·

118

.

6

Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ μὴ ἐπι‐ βλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Ὅτε, φησὶ, φυλάξω δικαιώματά σου, τό‐ τε οὐ μὴ αἰσχυνθῶ. Ὅτε εὐχῆς ἔργον ποιή‐
5σομαι, τότε ταῦτα τηρήσω. Εἰ δὲ κατευ‐ θυνθῶσιν αἱ ὁδοί μου, οὐκ αἰσχυνθήσομαι· ὥσπερ γὰρ μισθὸς ἀρετῆς ἔπαινος, οὕτως καὶ παρανομίας καρπὸς αἰσχύνη ἐστὶ, κα‐ τὰ τὸν θεῖον ἀπόστολον, ὡς τό· Τίνα οὖν
10καρπὸν εἴχετε τότε, ἐφ’ οἷς νῦν ἐπαισχύνεσ‐ θε; —Ἢ ἐπείπερ οἱ προφῆται εἴρηνται εἶ‐ ναι ὁδοὶ, ἐὰν ἀναγινώσκοντες τὸν νόμον καὶ τοὺς προφήτας, κατευθυνθῶμεν ὑπὸ Θεοῦ πρὸς τὸ τούτους νοῆσαι, οὐ μὴ αἰσχυνθῶ‐
15μεν. Ἢ αἰσχύνην τῷ δικαίῳ φέρει τὸ μὴ πάσας τὰς ἐντολὰς, ἀλλά τινας ἐργάζεσθαι, καὶ ὁ πταίων ἐν ἑνὶ, πάντων γίνεται ἔνοχος, κατὰ τὸν τοῦ Κυρίου λόγον.

118

.

7

Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Μετὰ τὴν εὐχὴν καὶ τὸ ἀπὸ προαιρέσεως
5τίθησιν· ἀρχὴ δὲ τῆς σωτηρίας ἡ ἐξομολό‐ γησις. Οὗτος ἐν εὐθύτητι καρδίας δοξάζει τὸν Θεὸν ὁ τοὺς περὶ κρίσεως λόγους παρὰ Κυρίου μεμαθηκώς· τίνος χάριν ὁ οὐρανὸς μὲν τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδω‐
10κε τοῖς υἱοῖς τῶν ἀνθρώπων; καὶ τίς ὁ λόγος
τῶν καταχθονίων δαιμόνων· καὶ διὰ τί μὴ οὗτοι γεγόνασιν ἄνθρωποι; τίς τε ἡ αἰτία τοῦ ᾅδου; καὶ τίς ὁ Παράδεισος; καὶ τίς πάλιν ἡ ἄνω Ἱερουσαλήμ; καὶ ἡ ταύτης254 in vol. 3
15Σιὼν, ἀφ’ ἧς λέγεται ἔρχεσθαι ὁ Χριστός (ἥξει γὰρ, φησὶν, ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ); Καὶ τίς ὁ λόγος τοῦ ἐκπεσόντος Ἰσραὴλ, καὶ τῶν ἀντεισαχθέντων ἐθνῶν; Τίνος χάριν μὴ πάν‐
20τες ἄνθρωποι ἐκλήθημεν ἀπ’ ἀρχῆς, τὸν τοῦ Μωσέως νόμον δεξάμενοι; ἀλλ’ ἡμεῖς μὲν ἀγγέλων γεγόναμεν κλῆροι, ὁ δὲ Ἰσραὴλ μερὶς ἐχρημάτισε τοῦ Κυρίου καὶ σχοίνισμα κληρονομίας αὐτοῦ; Πῶς οὖν ἡ κληρονομία
25τῶν ἀγγέλων ἐπίστευσεν, ἡ δὲ μερὶς τοῦ Κυ‐ ρίου ἠπίστησεν; Καὶ διὰ τί νῦν λέγει καὶ ὁ Δαυίδ· Κρίματά σου ἄβυσσος πολλή; Καὶ Παῦλός φησιν· Ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ! Ὡς ἀνεξερεύνητα τὰ κρί‐
30ματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐ‐ τοῦ! Ὁ περὶ τῶν ἁμαρτιῶν ἐξομολογούμενος τῷ Θεῷ, εἰ ἀνοσίμως ἐξομολογοῖτο, εὐθύτη‐ τι καρδίας ἐξομολογοῖτο ἄν. Τοῦτο δὲ ποιή‐
35σει, μαθὼν τὰ κρίματα τῆς δικαιοσύνης αὐ‐ τοῦ. Τότε, φησὶν, δυνήσομαι καθαρὸν τὸν ὕμνον προσενεγκεῖν, ὅταν πάντα σου κατα‐ μάθω τὰ κρίματα καὶ κατὰ ταῦτα βιώσω. Ἐὰν μάθω, φησὶ, τὰ ἀπὸ τῆς δικαιοσύνης
40σου κρίματα, καὶ ὡς κρίνεις ἐφ’ ἑκάστῳ ἁ‐ μαρτήματι· οὐ γὰρ μόνον πράξεις ἐξετάσεις καὶ λόγους, ἀλλὰ καὶ πρόθεσιν ἀφ’ ἧς ἕκασ‐ τα λέγεται καὶ πράττεται. Ἢ καὶ οὕτως· ὁ μηδέποτε εὐθύτητα καρ‐
45δίας ἀνειληφὼς, ἀλλ’ ἔτι αὐτὴν ἔχων σκο‐ λιὰν, οὐκ ἐξωμολογήσατο οὐδέπω εἰς τὸ πα‐ ραδεχθῆναι τῷ Θεῷ τὴν ἐξομολόγησιν αὐ‐ τοῦ. Πῶς οὖν τοῦτο γίνεται; ἐν τῷ μεμαθη‐ κέναι τὰ κρίματα τῆς δικαιοσύνης. Τοῦτο

118

.

7

(50)

δηλοῖ τὰ ἑξῆς.

118

.

8

Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα.
Τὸ δέ· Τὰ δικαιώματά σου φυλάξω, πρὸς τὸ εὐχαριστῶ σοι ἀποδέδοται, οἷον· εὐχα‐255 in vol. 3
5ριστῶ σοι, ὅτι ἐδίδαξάς με ἐκ τοῦ νόμου σου, ποῖόν ἐστι τὸ δίκαιον καὶ τὸ ἄδικον, ἵνα τοῦ‐ τον φυλάξω· μαθόντα οὖν τὸ δίκαιον ἐκ τοῦ νόμου σου καὶ φυλάττοντα τοῦτο, αἰτοῦμαι μὴ ἐγκαταλιπεῖν με, ὥστε ἡττηθῆναι δεινῶν
10ὄντων προσπαλαιόντων. —Καλὸν δὲ καὶ τὸ ἕως σφόδρα· αἰτεῖ γὰρ μὴ γυμνωθῆναι τῆς θείας ἐπικουρίας· μέτρα γὰρ, φησὶν, ἔ‐ χει ἡ δύναμίς μου. Μή με τοῖς ὑπὲρ δύνα‐ μιν πειρασμοῖς ὑποβάλῃς, μηδὲ σφόδρα ἐγ‐
15καταλίπῃς με. Πιστὸς δὲ ὁ Θεὸς, οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα.

118

.

9

Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Διδασκέσθωσαν οἱ ἄρτι συμπληροῦντες
5τὸν λόγον, οἱ ἔτι νεώτεροι, οἱ μηκέτι χωρὶς τοῦ νόμου ζῶντες, οἷς ἐλήλυθεν ἡ ἐντολὴ τοῦ Θεοῦ, οὓς ἄρχεται κινεῖν καὶ καταράσ‐ σειν ἡ ἁμαρτία, κατορθοῦν ἑαυτῶν τὴν ὁδὸν, καὶ ἅμα τῷ ἐπαπορεῖν, καὶ ζητεῖν πῶς ἂν
10γένοιτο, διδασκόμενοι φυλάσσειν τοὺς λό‐ γους τοῦ Θεοῦ. Ἀποκρινέσθωσαν ἐν εὐχῇ, καὶ λεγέτωσαν τῷ Θεῷ· Ἐν τῷ φυλάττεσ‐ θαι τοὺς λόγους σου. Καὶ πάλιν· Νεώτερος ὁ ἀπὸ τῶν ἐθνῶν
15λαὸς, ὁ σκολιῶς πρὸ τῆς πίστεως ὁδεύσας, ἐν τίνι κατορθώσει τὴν ὁδὸν αὐτοῦ, ἢ τῷ φυλάσσεσθαι τοὺς λόγους τοῦ Θεοῦ; ἡ γὰρ ἔννοια τοῦ θείου νόμου καθαρτικὴ καὶ φυ‐ λακτική. Παντός ἐστιν τό· Ἐν τίνι κατορθώ‐
20σει ὁ νεώτερος τὰς ὁδοὺς αὐτοῦ; ἐν τῷ φυ‐ λάσσεσθαι τοὺς λόγους σου, τοὺς ἐσπαρμέ‐
νους ταῖς θείαις γραφαῖς· φυλασσόμενοι γὰρ οὗτοι οὐκ ἐῶσιν αὐτὸν σκολιῶς ὁδεύειν, οὐ‐ δὲ τοιοῦτον γενέσθαι, ὥστε εἰπεῖν· Ἁμαρ‐256 in vol. 3
25τίας νεότητός μου μὴ μνησθῇς. Ἀγαθὸν γὰρ ἀνδρὶ, καθά φησιν ὁ Ἱερεμίας, ὅταν ἄρῃ τὸν ζυγὸν ἐκ νεότητος αὐτοῦ. Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Διὰ τίνος λαμπρύνει νέος τὰς ὁδοὺς αὐτοῦ;
30Ἐδίδαξεν ὅτι πολλῆς ἐστιν ἀκαθαρσίας καὶ ῥυπαρίας ἡ νεότης μεστή· διὸ καὶ δεῖται κα‐ θάρσεως. Τοῦτο οὖν ἐπιζητήσας εὑρὲ, φη‐ σὶν, τὸν τρόπον ἐν τῷ φυλάξασθαι τοὺς λό‐ γους σου.

118

.

10

Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. Ζητήσεις εἰ ὁ Θεὸς ἐνεργεῖ τὸ ἀπωσθῆ‐ ναί τινα τῶν θείων ἐντολῶν· ὡς γὰρ γινο‐
5μένου ἐπί τινας τοῦ τοιούτου, μὴ βουλόμε‐ νος αὐτὸ παθεῖν, ὁ προφήτης λέγει· Ἐπεὶ οὐ παρέργως ἐζήτησά σε, ἀλλ’ ἐν ὅλῃ καρ‐ δίᾳ, διὰ τοῦτο ἀμεῖψαι, μὴ ἀπωσάμενός με ἀπὸ τῶν ἐντολῶν σου, ἐν τῷ ποιεῖν με τὰ ἔρ‐
10γα Κυρίου, ἀμελῶς δέ.

118

.

11

Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λό‐ γιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Κίνδυνος γὰρ οὐ μόνον τὸ λέγειν ψευδῆ, ἀλλὰ καὶ τὰ ἀληθῆ τοῖς μὴ δυναμένοις χω‐
5ρεῖν. Οὐδὲ δεῖ τοὺς μαργαρίτας βάλλειν ἔμ‐ προσθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσίν.

118

.

14

Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐ‐ τέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ.
Ἔστι καὶ ὁδὸς ἐντολῶν.257 in vol. 3

118

.

15

Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχή‐ σω, καὶ κατανοήσω τὰς ὁδούς σου. Διὰ τούτων διδασκόμεθα ὡς οὐκ ἄλλως ἐστὶ κατανοῆσαι τὰς ὁδοὺς τοῦ Θεοῦ, ἢ ἐκ
5τοῦ τὰ περὶ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐξετά‐ ζειν, καὶ περὶ τούτων ἐπιπλέον ἐρευνᾶν· ὥστε τὴν καλουμένην ἀδολεσχίαν μεταφέ‐ ρειν ἐπὶ τὴν περὶ τῶν ἐντολῶν βάσανον, ὅτε καὶ ἀδολεσχία οὐκ ἔστι ψεκτή. —Καὶ πολ‐
10λαχοῦ οἱ δίκαιοι ἐπαινετὴν ἀδολεσχίαν εὑ‐ ρίσκονται ἀδολεσχοῦντες. Κατὰ γὰρ τὴν συ‐ νήθειαν τῆς γραφῆς, καὶ ὁ Ἰσαὰκ ἐξῆλθεν εἰς τὸ πεδίον ἀδολεσχῆσαι τῷ Θεῷ. Ἐκ πολλῆς οὖν τῶν ἐντολῶν μελέτης ἔρχεταί
15τις εἰς τὸ κατανοῆσαι τὰς ὁδοὺς τοῦ Θεοῦ (τόν τε νόμον καὶ τοὺς προφήτας) τὰς φε‐ ρούσας ἐπὶ τὴν βασιλικὴν καὶ τελείαν ὁδὸν, τὸν Χριστὸν, τὸν εἰπόντα· Ἐγώ εἰμι ὁδός. Εἰσὶ δέ τινες ὁδοὶ τοῦ Θεοῦ, ἃς ὁδεύει, ἵνα
20ἐν ἀνθρώποις γένηται, ἢ ἃς ὁδεύει ἄνθρω‐ πος, φερούσας πρὸς αὐτόν. Ταύτας δὲ κα‐ τανοεῖ ὁ ἐν ταῖς ἐντολαῖς ἀδολεσχῶν τοῦ Θεοῦ. Ἢ καὶ οὕτως· τούτου χάριν ἐνδελε‐ χῶς τὴν μελέτην τῶν σῶν λογίων σχήσω,
25καὶ ἐν ταῖς ὁδοῖς σου τὴν πορείαν ποιήσομαι.

118

.

17

Ἀνταπόδος τῷ δούλῳ σου, ζήσο‐
μαι καὶ φυλάξω τοὺς λόγους σου. Ἡμεῖς, οἱ μὴ καθαροὶ τῇ καρδίᾳ, καὶ μὴ μετειληφότες συνείδησιν παῤῥησίαν ἔχειν258 in vol. 3
5πρὸς Θεὸν δυναμένην, εὐχόμενοι οὐκ ἐροῦ‐ μεν· Ἀνταπόδος τῷ δούλῳ σου. Εἰ γὰρ ἀπο‐ δώσει, κολάσει ἡμᾶς κατὰ τὰς ἀνομίας ἡ‐ μῶν. Λέγει οὖν ὁ ἡμῖν παραπλησίως ἐλεη‐ θεὶς ὑπὸ Θεοῦ· Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν
10ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡ‐ μῶν ἀνταπέδωκεν ἡμῖν. Ὁ δὲ παῤῥησίαν ἔχων πρὸς τὸν Θεὸν, πεποιθὼς τῇ ἑαυτοῦ συνειδήσει, φησίν· Ἀνταπόδος τῷ δούλῳ σου, τῷ μηδὲν ἄξιον κολάσεως πεποιηκέναι.
15Ἵνα δὲ μὴ δόξῃ ὁ λόγος εἶναι ἀλαζονικὸς, ἔχει τι ἀσφαλές· οὐ γὰρ εἶπεν· Ἀνταπόδος μοι, ἀλλ’ ἀνταπόδος τῷ δούλῳ σου, εἴ τίς ἐστι δοῦλος σὸς, καὶ δουλεύει σοι. —Τὸ δὲ ζῆσόν με, εἰς τὸν μέλλοντα χρόνον ἐκκλίνει
20τὸ ζῆν· οὐκ οἴομαι γὰρ ὅτι ὡς ἤδη ζῶν λέ‐ γει τό· Ζῆσόν με· ἀλλὰ ἴσως ἀναφέρει ἐπὶ ζωὴν ἀληθινὴν, ὅθεν ἐπάγει· Καὶ φυλάξω τοὺς λόγους σου. Ζωὴ γὰρ ἀληθὴς ἡ φυλα‐ κὴ τοῦ νόμου.

118

.

18

Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Αἰσθάνεται ὁ προφήτης ὅτι ἐπικεκαλυμ‐
5μένοι αὐτοῦ ἦσαν οἱ ὀφθαλμοὶ, οἱονεὶ γὰρ κάκωσις γέγονεν ἡμῖν περὶ τὸ ἡγεμονικὸν, καὶ βλάβη ἀπὸ τῆς παλαιότητος τῆς κατὰ τὸν παλαιὸν ἄνθρωπον, καὶ εἷς ἐστιν ὁ μό‐ νος ταύτην ἰάσασθαι δυνάμενος, ὁ Λόγος τοῦ
10Θεοῦ· ἐξαπέστειλε γὰρ ὁ Θεὸς τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐ‐ τοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Ἔρχεται οὖν ὁ Λόγος καὶ ἀποκαλύπτει τοὺς ὀφθαλμοὺς περαίρων τὸ κάλυμμα· ἡνίκα γὰρ ἐπιστρέ‐259 in vol. 3
15ψει τις πρὸς Κύριον, περιαιρεῖται τὸ κά‐ λυμμα.

118

.

19

Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ’ ἐμοῦ τὰς ἐντολάς σου. Ὁ προσπεπονθὼς τῇ γῇ, ὁ φιλῶν τὰ ἐν‐ θάδε, καὶ μὴ πιστεύσας ὅτι ἀνάλυσις ἔσται
5σὺν Χριστῷ, οὗτος μὴ λεγέτω· Πάροικός εἰ‐ μι ἐγὼ ἐν τῇ γῇ, ἀλλ’ ἴστω ὅτι κατοικεῖ ἐπὶ τῆς γῆς· ἁγίου οὖν φωνή· Μὴ ἀποκρύψῃς ἀπ’ ἐμοῦ τὰς ἐντολάς σου.

118

.

20

Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπι‐ θυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἐπεπόθησεν ὁ Δαυὶδ γνῶναι τὰ δικαιώ‐ ματα τοῦ Θεοῦ, τί ἐστι τό· Ἐὰν κτήσῃ
5παῖδα ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, ἐν δὲ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. Καί· Τὶς ἠγάπα γυναῖκα καὶ τὰ ταύτης τέκνα, διὸ αὐτὴν ἐλευθέραν ἀπωθεῖται ὁ δοῦλος; Καὶ τίς ὁ λόγος τοῦ τιθρωσκομένου ὠτὸς,
10καὶ τῆς αἰωνίου δουλείας ἣν ὁ δοῦλος προ‐ είλετο; —Τί δήποτε οὐκ εἶπεν· ἐπεπόθησεν ἡ ψυχή μου τὰ κρίματά σου, ἀλλ’ ἐπεπόθη‐ σε τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου; ὡς οὐκ ἐν ἡμῖν ὄντος τοῦ ἐπιθυμῆσαι τὰ κρίματα
15τοῦ Θεοῦ, ἀλλὰ τῶν καθαρᾷ τῇ συνειδήσει λατρευόντων τῷ Θεῷ, οὕτως οὐ πάντων ἐστὶ τὸ ἐπιθυμῆσαι τὰ κρίματα ἐν παντὶ καιρῷ, ἀλλὰ μόνων τῶν μὴ ἁμαρτανόντων. Ἐν ἐ‐ κείνῳ γὰρ τῷ καιρῷ ἐν ᾧ ἁμαρτάνω, ἐὰν
20ἐπιθυμήσω τὰ κρίματα, ἵνα κολασθῶ ἐπι‐ θυμῶ.

118

.

22

Περίελε ἀπ’ ἐμοῦ ὄνειδος καὶ ἐξου‐
δένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. Ἐπεὶ ὀνειδίζουσι καὶ ἐξουδενοῦσί μέ τινες ἐπὶ τῷ ἐκζητεῖν τὰ μαρτύριά σου, περίελε τὸ260 in vol. 3
5ὄνειδος καὶ τὴν ἐξουδένωσίν μου. Πῶς δ’ ἂν περιαιρεθείη ταῦτα; εἰς ἐπίγνωσιν ἐρχομέ‐ νων ἀληθείας τῶν τέως ὀνειδιζόντων καὶ ἐ‐ ξευτελιζόντων με· ὑπάρξαντος δὲ τούτου, ἅ‐ μα ἐμοὶ ἐκζητήσουσι καὶ οὗτοι τὰ μαρτύ‐
10ριά σου.

118

.

23

Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατ’ ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδο‐ λέσχει ἐν τοῖς δικαιώμασί σου. Οὕτως συνέρχονται κατὰ τοῦ δικαίου σκο‐
5ποῦντες πῶς ἐπιβουλεύσωσιν αὐτῷ, ἀλλ’ αὐ‐ τὸς οὐ παύεται λαλῶν ἐν τοῖς δικαιώμασιν τοῦ Θεοῦ· οὐδὲν γὰρ ἀνθρώπινον φθέγγεται. —Δείκνυσι δὲ αὐτούς ποτε μὲν ὀνειδίζον‐ τας, εἰ τύχοι παλαιὰ πλημμελήματα, ποτὲ
10δὲ ἐξουδενοῦντας, ὡς οὐδενὸς ἄξιον λόγου.

118

.

25

Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου. Τῶν ἁμαρτωλῶν αἱ ψυχαὶ τῷ ἐδάφει κολ‐ λῶνται, τὰ ἐπίγεια φρονοῦσαι· τῶν δὲ δι‐
5καίων, εἴτοι συγχρονίζουσι σώμασιν ἢ συν‐ δεδεσμέναι δι’ οἰκονομίαν ἐν αὐτοῖς. Ἐξομο‐ λογεῖται ὁ προφήτης περὶ τῆς ἑαυτοῦ ψυ‐ χῆς, καταλειπούσης μὲν τὸ κολλᾶσθαι τῷ Κυρίῳ πρότερον, ὅτε ἐν τῇ κακίᾳ ἐτύγχα‐
10νεν, κολληθείσης δὲ δι’ αὐτὴν τῷ ἐδάφει, καὶ καθελούσης ἑαυτῆς τὸ φυσικὸν ὕψος καὶ ἔ‐ παρμα. Πᾶσα γὰρ ἁμαρτάνουσα ψυχὴ κε‐ κόλληται τῷ ἐδάφει. Ὀπίσω δὲ Κυρίου πο‐ ρεύσῃ, καὶ πρὸς αὐτὸν κολληθήσῃ, ἐν τῷ νό‐
15μῳ εἴρηται. Ἀξιοῖ τοίνυν βοηθηθῆναι ἀπὸ τοῦ Θεοῦ πρὸς τὸ ζῆσαι, ἀποστὰς τῆς πρὸς τὸ ἔδαφος κολλήσεως, ἵνα ζήσῃ κατὰ τὸν λόγον τοῦ Θεοῦ.

118

.

26

Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπή‐
κουσάς μου, δίδαξόν με τὰ δικαιώματά σου. Τῷ δὲ τυχόντι τῆς ἐν τούτοις συνέσεως, περιέσται τὸ καὶ ἄλλους ὠφελεῖν δύνασθαι,261 in vol. 3
5καὶ τὴν θαυμάσιον εὐεργεσίαν ἐξαγγέλλειν Θεοῦ, τὴν ἀποκειμένην τοῖς ὅσια πράττου‐ σι· οὐ γὰρ τὰ περὶ δικαιοσύνης διδάσκων, διδάσκει καὶ τὰ περὶ τοῦ παρεπομένου τέ‐ λους αὐτῇ, ὅτι μέγα τοῦτο, καὶ ὁ Θεὸς ὑπὲρ
10ἀξίαν ἀμείβεται. Διελέγετο καὶ Παῦλος περὶ ἐγκρατείας καὶ δικαιοσύνης, καὶ τοῦ μέλλον‐ τος κρίματος, ὡς ἔμφοβον γενέσθαι τὸν ἡγε‐ μόνα. —Ὅταν μέν τις κατὰ τὸ θέλημα τῆς σαρκὸς καὶ τῶν διανοιῶν πορεύηται, ὁδοὺς
15ἑαυτοῦ πορεύεται· ὁ δὲ ἀποστὰς τοῦ ἁμαρ‐ τάνειν, δίδωσιν ἑαυτὸν τῷ Θεῷ, αἰτῶν παρ’ αὐτοῦ τὸ φοβεῖσθαι καὶ αὐτὸν, καὶ πορεύεσ‐ θαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Οὐκέτι μὲν γὰρ κατὰ τὰς ὁδοὺς ἑαυτοῦ πορεύεται, με‐
20ταστὰς δὲ ἐπὶ τὰς τοῦ Θεοῦ, ἐν αὐταῖς βαδί‐ ζει. Ἴσον δέ ἐστι τούτῳ· Εἶπα, ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου. Ἐμαυτοῦ τοίνυν κατήγορος γενόμενος, παρὰ σοὶ ἐξωμολόγη‐ σα μὲν περὶ αὐτῶν, διὰ δὲ τοῦτο ἐπήκουσάς
25μου, παραδεξάμενος τὴν μετάνοιαν. Εὔχο‐ μαι δέ σε, καὶ διδάσκαλόν μου γενέσθαι τῶν δικαιωμάτων, ἃ οὐδεὶς δύναται κατ’ ἀξίαν παραδοῦναι, ὡς σὺ ὁ Κύριος τῶν δικαιωμά‐ των.

118

.

27

Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. Συνετιζόντων δεόμεθα, πρὸς τὸ μὴ ἀπο‐ πλανηθῆναι τῆς ὁδοῦ τῶν δικαιωμάτων Θεοῦ.
5Ἐὰν γὰρ τὴν ὁδὸν τῶν ἐν τοῖς δικαιώμασι μυστηρίων, ὑπὸ σοῦ σύνεσιν λαβὼν, νοήσω, ὡς καὶ ὁδεῦσαι αὐτὴν, δυνήσομαι, τὰ δη‐ λούμενα ἐν τοῖς δικαιώμασί σου θαυμάσια
συνιεὶς, ἀδολεσχεῖν ἐν αὐτοῖς, καὶ τὴν ὁμι‐262 in vol. 3
10λίαν ἐν τῷ περὶ τούτων ποιεῖσθαι λόγῳ. — Ἐπεὶ οὐκ ἔστι βραχεῖα ἡ εὕρεσις τῆς ὁδοῦ τῶν δικαιωμάτων, οὐκ ἐπὶ δύο ἢ τρεῖς ἢ δέ‐ κα ἡμέρας, μόλις γὰρ ἀρκεῖ μοι καὶ ὁ χρό‐ νος τῆς ζωῆς. Καὶ ὥσπερ ἐστὶν ὁδὸς δικαιω‐
15μάτων, οὕτως καὶ ἡ ὁδὸς μαρτυρίων. Ἐν τῇ ὁδῷ, φησὶ, τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. Ἔστι καὶ ὁδὸς ἐντο‐ λῶν· Ὁδὸν γὰρ ἐντολῶν σου, φησὶν, ἔδρα‐ μον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Αὗ‐
20ται δὲ πᾶσαι αἱ ὁδοὶ τέλος καὶ ἀρχὴν ἔχου‐ σι, μίαν ὁδὸν τὴν λέγουσαν· Ἐγώ εἰμι ἡ ὁ‐ δός. Ὁδεῦσαι οὖν δεῖ διὰ πασῶν τούτων τῶν ὁδῶν, ἵνα ἔλθῃς ἐπὶ τὸ τέλος αὐτῶν, τὸν Χριστόν.

118

.

28

Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκη‐ δίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Πλησίον, φησὶν, ἐγενόμην τοῦ θανάτου,
ὀλιγωρήσας πρὸς τὰ ἐπικείμενά μοι κακά·263 in vol. 3
5ἀλλ’ αὐτός με, φησὶ, στήριξον ἐν τῇ ἐπαγ‐ γελίᾳ σου. Ἢ ἐπεὶ ἡ προσβολὴ τῆς ἁμαρ‐ τίας χαυνοῖ τὸν λογισμὸν καὶ ἀκηδίαν ἐργά‐ ζεται, ἡ μὲν νυσταγμὸν, ὁ δὲ θάνατον. —Ὃ μέντοι Σύμμαχος καὶ Ἀκύλας κατέσταξεν
10εἶπον. Ἡ δὲ εʹ καὶ ϛʹ ἔσταξεν ἡ ψυχή μου πε‐ ριέχει. Παρὰ δὲ τῷ Συμμάχῳ, κατέσταξεν ἡ ψυχή μου. Καὶ δοκεῖ μοι, μὴ νοήσας τις τὸ ἔσταξεν, ἀλλ’ ὑπολαβὼν ἁμαρτῆσθαι τὸ ἀντίγραφον, πεποιηκέναι· ἐνύσταξεν ἡ ψυ‐
15χή μου, τῆς ἐπὶ τὸ ἔσταξεν ἡ ψυχή μου ζη‐ τήσεως ἀπαλλαγῆναι βουλόμενος. Φησὶ γὰρ, ὅταν ἡ ψυχὴ ἐν ἀκηδίᾳ γένη‐ ται καὶ ἀδημονίᾳ καὶ λύπῃ, ἀπόλλυσι τὸ ἐ‐ γρηγορῆναι, καὶ γίνεται ἐν νυσταγμῷ, ἀπα‐
20γορευμένῳ ἐν τῷ· Μὴ δὸς ὕπνον σοῖς ὄμμα‐ σιν, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις. Ὁ δὲ δυσωπούμενος τὴν μαρτυρουμένην ὑπὸ τῶν πλειόνων ἔκδοσιν, τὴν ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, φησὶν, ὅτι πεπυκνωμένη καὶ
25στέγειν δυναμένη ἐστὶν, ὡς μηδὲν αὐτῆς ἀ‐ ποῤῥεῖν, ἡ τοῦ δικαίου ψυχή· ἡ δὲ τοῦ φαύ‐ λου οὐ τοιαύτη, ἀλλὰ μὴ δυναμένη κρατεῖν ὃν διδάσκεται λόγον Θεοῦ· διόπερ ἡ τοιαύτη ψυχὴ στάζειν ἂν λέγοιτο. Τοιαύτην δέχεται
30διάνοιαν καὶ τό· Υἱέ μου, μὴ παραῤῥυῇς, ἐν Παροιμίαις γεγραμμένον, καὶ τό· Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀ‐ κουσθεῖσιν, μήποτε παραῤῥυῶμεν, ἐν τῇ πρὸς Ἑβραίους λελεγμένον. —Βεβαίωσον,
35οἱονεὶ τοιοῦτόν με ποίησον ἐν τοῖς λόγοις, ὥστε ἄσειστον εἶναι, καὶ μηδαμῶς μετακι‐ νούμενον.

118

.

29

Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Δυνάμενος εἰπεῖν· ἀπόστησόν με ὁδοῦ ἀ‐
δικίας, τοῦτο μὲν οὐκ ἔφησεν, τὸ δέ· Ὁδὸν264 in vol. 3
5ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ, ὡς τυγχάνου‐ σαν ἐν ἐμοὶ, καὶ ἐνυπάρχουσάν μοι. Ὅσον γάρ ἐσμεν ἔτι φαῦλοι, ἡ ὁδὸς τῆς ἀδικίας ἐν ἡμῖν ἐστιν, καὶ πάντα μὲν πρακτέον, ἵνα αὐ‐ τὴν ἀπωθήσωμεν τῆς ψυχῆς ἡμῶν· μάλιστα
10δὲ Θεὸν συνεργὸν εἰς τοῦτο παρακλητέον, ἵνα, ταύτης ἀποστάσης ἡμῶν, δυνηθῶμεν εἰπεῖν· καὶ τῷ νόμῳ σου ἐλέησον· ἀξιοῦντες νόμῳ Θεοῦ ἀπὸ Θεοῦ ἐλεηθῆναι, ᾧ νενομο‐ θέτηκεν ὁ Θεὸς, ὡς ἄν τις εἴποι ἰατρῷ· ὡς
15ἀπαντᾷ ὁ ἰατρικὸς λόγος, ἄγαγέ με ἐπὶ τὴν ὑγιείαν, εἴτε τομαῖς, εἴτε καυτῆρσιν, εἴθ’ ὁποσοῦν ὑποβάλλεται τῶν ἐπιπόνων ὑπὸ τῆς ἰατρικῆς καὶ τῶν νόμων αὐτῆς. Τοῦτο δὲ ὁ μὲν Ἀκύλας ὁδὸν ψεύδους ἐκ‐
20δέδωκεν· ὁ δὲ Σύμμαχος ὁδὸν ψευδῆ περίε‐ λε. Καὶ οἶμαι προσφορώτερον, ἐπεὶ ὁ ἐχόμε‐ νος στίχος τὴν ἀπεναντίας τοῦ ψεύδους ἀν‐ τιτίθησιν ἀλήθειαν, δεικνὺς τὸ ἀκόλουθον· Ὁδὸν γὰρ, φησὶ, ἀληθείας ᾑρετισάμην.

118

.

30

Ὁδὸν ἀληθείας ᾑρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Ταῦτα γὰρ τίς ἐρεῖ; καταφρονῶν μὲν τῶν βλεπομένων, ὡς προσκαίρων, σκοπῶν δὲ τὰ
5μὴ βλεπόμενα, ὡς αἰώνια, καὶ ἀληθῆ κυρίως ὑπάρχοντα· οὐκ ἀληθείας γὰρ ἡ ὁδὸς, ἡ ἐπὶ δόξαν καὶ πλοῦτον ἐπίγειον ὁδηγοῦσα. Ἐ‐ κεῖνα δὲ τίς ζητεῖ, τῶν κριμάτων τοῦ Θεοῦ μεμνημένος, καὶ τῆς ἐπ’ ἐκείνοις ἀνταποδό‐
10σεως;

118

.

32

Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Οἱ λόγοι δὲ τῶν ἐντολῶν πλατύνοντες τὴν καρδίαν, εὔκολον αὐτῇ παρασκευάζουσι τῆς
5πρακτικῆς τὴν ὁδόν.265 in vol. 3

118

33-35

Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Συνέτισόν με, καὶ ἐξερευ‐ νήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν
5ὅλῃ καρδίᾳ μου. Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. Πάντα ἐπὶ τὸν Θεὸν ἀναφέρουσιν οἱ ἅγιοι, διδάσκοντες ἡμᾶς ὅτι χωρὶς Θεοῦ οὐδὲν δυ‐ νάμεθα. Ἐὰν γὰρ μὴ ἐν ἐμοὶ, φησὶ, μένητε,
10οὐδὲν δύνασθε ποιεῖν. Ἀλλ’ ἴσως τις ἐρεῖ· Εἰ πάντα ἀναφέρεται ἐπὶ τὸν Θεὸν, ποῦ τὸ ἐπ’ ἐμοί; Ἴδε εἰ μὴ πανταχοῦ ἐπέπλεξεν τῷ ἀπὸ τοῦ Θεοῦ, τὸ ἐφ’ ἡμῖν. Ὡς ἐνταῦθα τὸ ἀπὸ τοῦ Θεοῦ· Νομοθέτησόν με, Κύριε,
15τὴν ὁδὸν δικαιωμάτων σου. Τὸ δὲ ἐφ’ ἡμῖν· Καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Ἀπὸ Θεοῦ αἰτῶ πάλιν· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου. Τὸ δὲ ἐπ’ ἐμοί· Καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ τῇ καρδίᾳ. Καὶ τρίτον ἀπὸ
20Θεοῦ αἰτῶ λέγων· Ὁδήγησόν με ἐν τῇ τρί‐ βῳ τῶν ἐντολῶν σου. Τί τὸ ἐπ’ ἐμοί; Ὅτι αὐτὴν ἐθέλησα. Δεῖ οὖν τὸ μὲν αἰτεῖν παρὰ τοῦ Θεοῦ, τὸ δὲ ἑαυτοὺς εἰσφέρειν ὁμολο‐ γεῖν. Σὺ μὲν γὰρ, φησὶ, ὦ Κύριε, νομοθέτη‐
25σόν με τὴν ὁδὸν τῶν δικαιωμάτων σου. Ἐ‐ γὼ δὲ τὸν τῆς ζωῆς μου ἅπαντα χρόνον ἐπι‐ δώσω ἐμαυτῷ εἰς ἀναζήτησιν αὐτῆς. Οὐκέτι γὰρ σαφὲς ἢ εὐκαταφρόνητον. Δεῖται δὲ τῆς Θεοῦ συνεργείας καὶ τῆς ἡμετέρας σπου‐
30δῆς, ὡς ἐξ αὐτοῦ λαβεῖν τήν τε χρῆσιν καὶ τὴν κατάληψιν τῶν τε πρακτικῶν καὶ θεω‐ ρητικῶν. Οὕτως γὰρ μηδὲν ἐνδοιάζων, ἐν ὅλῃ καρδίᾳ φυλάξω τὸν νόμον. Εἰ δὲ καὶ ἡ ἔρευ‐ να δεῖται συνέσεως, πόσῳ μᾶλλον, ἵνα τις
35εὕρῃ τὸ τέλος. —Δεῖ οὖν τὰ μὲν αἰτεῖν, τὰ δὲ ἐπαγγέλλεσθαι καὶ πληροῦν, ἵνα μὴ τὰς πρὸς Θεὸν ἀτεθῶμεν συνθήκας, ἐπὶ τὸν
Θεὸν τοίνυν ἀναφέρειν τὴν αὐτοῦ εὐμένειαν καὶ τὸ ἄνωθεν δίδοσθαι τὴν ἐπὶ τοῖς κα‐266 in vol. 3
40τορθουμένοις εὐόδωσιν. Ἐπὶ σοὶ δέ ἐστιν ἡ συνέργεια τοῦ ἀγαθοῦ, καὶ ἡ τῆς μοχ‐ θηρίας ἀποστροφὴ, ὥστε τὰ ἀπὸ τοῦ Θεοῦ αἰτῶμεν γενέσθαι ἡμῖν μετὰ τοῦ συνεισφέ‐ ρειν τὰ ἐφ’ ἡμῖν, καὶ οὕτω τὰς πρὸς Θεὸν
45συνθήκας οὐκ ἀτεθήσοιμεν. —Τρίβος ἡ τε‐ τριμμένη ὁδὸς, ἣν πολλοὶ τῶν δικαίων πρὸ ἡμῶν ἐπορεύθησαν, πρὸς ἣν ὁδηγοῦντος χρεία Θεοῦ. Χριστοῦ γὰρ ἡμᾶς δεῖ γενέσθαι μιμητὰς, καὶ αἴρειν τὸν σταυρὸν, καὶ ἀκο‐

118

33-35

(50)

λουθεῖν ὀπίσω αὐτοῦ.

118

.

36

Κλίνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Τὰ γὰρ μαρτύρια τοῦ Θεοῦ οὐ φιλαργυ‐ ρίαν διδάσκει, λέγοντα· Οὐκ ἐπιθυμήσεις
5κτλ.

118

.

37

Ἐν τῇ ὁδῷ σου ζῆσόν με. Ἐγώ εἰμι, φησὶν, ἡ ὁδὸς, ἐν τοῖς εὐαγγε‐ λίοις Κύριος.

118

.

39

Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑ‐ πώπτευσα, ὅτι τὰ κρίματα σου χρηστά. Εἰ χρηστά ἐστι τὰ κρίματα τοῦ Θεοῦ, χρηστότητος καρποὺς ζητητέον. Νόησαι ἐ‐
5πὶ πάντας τοὺς κρινομένους, κἂν πικρότερά τισι διὰ τῆς ἁμαρτίας ἀπαντᾷ.

118

.

40

Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
Ἐπεὶ ἐπεθύμησα, φησὶ, τὰς ἐντολάς σου, διὰ τοῦτο ζωοποίησόν με κατὰ τὴν σὴν δι‐267 in vol. 3
5καιοσύνην, καὶ ἄμειψαί με, μὴ μόνον ποιή‐ σαντά σου τὰς ἐντολὰς, ἀλλὰ καὶ ἐρωτικῶς πρὸς αὐτὰς διατιθέντα· διὸ οὐκ ἄλλου χά‐ ριν, ἀλλ’ αὐτῶν ἕνεκα ἐπιτελῶν, αὐτός φημι· Ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με, ὅπερ ἐστὶ
10ζῆσαι κατ’ ἀρετήν. Καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ ζῆσαι βουλόμενος, τοῦτό φησιν· ζωοποιεῖ γὰρ ἡμᾶς διὰ τῆς ἰδίας δικαιοσύνης ὁ Θεὸς καὶ Πατήρ. Ἔστι δὲ αὐ‐ τὴ Χριστός. —Δικαιοσύνη γὰρ Θεοῦ ἐν
15αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν.

118

41,42

Καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λό‐ γον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου.
5 Πρὸς τοῖς εἰρημένοις, τὸ ἔλεός σου ἐπ’ ἐ‐ μὲ ἔλθοι κατὰ τὸν λόγον σου, καὶ μετὰ τοῦ ἐλέους σου τὸ σωτήριον, ἵνα ὑπ’ αὐτοῦ ἐλεη‐ θεὶς σωθῶ. Τὸ τέλος γὰρ τοῦ ἀπὸ Κυρίου ἐλέους ἡ παρ’ αὐτοῦ σωτηρία· διὸ καλῶς οὐ
10πρὸ τοῦ ἐλέους σωτηρίαν αἰτεῖ, εἶτα τὸν ἔ‐ λεον, ἀλλ’ ἀνάπαλιν· οὐ γὰρ τοσοῦτον, φησὶ, διὰ τὰ ἡμέτερα ἔργα, ὅσον διὰ τὴν σὴν χά‐ ριν σώζομαι. Εἰ δὲ δυνατὸν πάντα διὰ τοῦ ἀποσταλέντος Λόγου εἰρῆσθαι, ἐπίστησον·
15αὐτὸς γὰρ καὶ ἔλεος καὶ σωτήριον Κυρίου ἐστί. Διὸ εὐκτέον ἥκειν ἐφ’ ἡμᾶς τὸ ἔλεος Κυρίου, τὸ σωτήριον κατὰ τὸ ἔλεος αὐτοῦ. Εἰ τοῦ σοῦ ἐλέους τύχω, φησὶ, παῤῥησίαν ἕξω πρὸς τοὺς ἐνισταμένους καὶ ὀνειδίζον‐
20τας. Ἐὰν ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεος καὶ τὸ σω‐ τήριον, κατὰ τὸν σὸν λόγον σωθεὶς, εὐπορή‐ σω λόγον, ὥστε τοῖς ὀνειδίζουσί με ἔχειν ἀ‐ ποκρίνεσθαι καὶ παραστῆσαι αὐτοῖς, ὅτι οὐκ ἄξιόν ἐστιν ὀνειδίζεσθαι τὸν τοιαῦτα ἔχοντα
25δόγματα, ἅτινα γελῶσι μὲν οἱ τῆς πίστεως ἀλλότριοι ὡς μῶρα, συνέσεως δὲ ἀποδείξω
καὶ σοφίας πεπληρωμένα, ἐπεὶ καὶ εἰς τοὺς λόγους ἐπήλπισα· διὸ τοῦτο πρὸς τοῖς προ‐ τέροις ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι268 in vol. 3
30λόγον.

118

43,44

Καὶ μὴ περιέλῃς ἐκ τοῦ στό‐ ματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα καὶ
5εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ταῦτά φησιν, ὡς δυνατοῦ ὄντος τοῦ ἤδη ἀνειληφότος λόγον ἀληθείας, ἀποθέσθαι αὐ‐ τὸν, περιελόντος αὐτὸν τοῦ Θεοῦ ἐκ τοῦ στό‐ ματος τοῦ ἤδη αὐτὸν ἀνειληφότος, ἐπὰν ὁ
10ἤδη διδάσκων, ἀνάξιον ἑαυτὸν ποιήσῃ τοῦ λόγου· διὸ καλῶς λέγεται· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος. Ἀμελεῖ δὲ οὐ μόνον ὁ μὴ γεωργῶν τὸ χάρισμα, καὶ αὐξάνων αὐτὸ, ἀλ‐ λὰ καὶ ὁ μὴ βιῶν κατ’ αὐτό. Ζητήσει δ’ ἄν
15τις εἰ ἀπὸ στόματος μὲν περιαιρεῖται λόγος ἀληθείας, ἀπὸ δὲ καρδίας οὐδέποτε περιαι‐ ρεῖται, ἵνα σώζηται ἡ ἀφορμὴ τῆς ἐπιστρο‐ φῆς, διὰ τὸ ἐνυπάρχειν τὸν τῆς ἀληθείας λόγον τῷ ἅπαξ αὐτὸν ἀνειληφότι. Τῷ γὰρ
20ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; οὐχ ἵνα τί
σὺ φρονεῖς τὰ δικαιώματά μου; τάχα δὲ καὶ ἐὰν ἐπίπλεον ἁμαρτάνῃ τις, καὶ ἀπὸ τῆς269 in vol. 3
25καρδίας περιαιρεῖται ὁ τῆς ἀληθείας λόγος, θολουμένης, καὶ οἱονεὶ τυφλουμένης τῆς καρδίας πρὸς τὸ μὴ θεωρεῖν τὴν ἀλήθειαν.

118

.

46

Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Χαριέντως ἁρμόσειε τοῦτο τῷ μάρτυρι, τῷ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγομένῳ διὰ
5Χριστόν. Ἁρμόττει καὶ τοῖς ἀνοίγουσι τὸ στόμα ἐπὶ τῶν βασιλικῶν τὰς ψυχὰς ἁγίων. Καὶ μετ’ ὀλίγα. Αἰσχύνης γὰρ ἄξια λέγει ὁ μὴ προσλαμβάνων ῥῆμα εἰς τὸ εὐαγγελί‐ σασθαι ἀπὸ Θεοῦ δυνάμει πολλῇ. Οὐκ αἰσ‐
10χύνης δὲ, ἀλλὰ δόξης ἄξια λέγει, ὁ τῇ δια‐ θέσει τοῦ προφήτου λέγων τό· Καὶ ἐλάλουν κτλ. Μεγαλοπρεπῶς ἀπὸ γενεᾶς ζούσης ὑ‐ παντᾷ μεταχειριζόμενος ἕξεως, ἐπειδὴ μεί‐ ζων παντὸς βασιλέως, μᾶλλον δὲ βασιλεὺς
15βασιλέων ὁ λαλῶν ἐν ἡμῖν ἐστιν, ὅταν τὰ τοῦ Θεοῦ λαλῶμεν.

118

47,48

Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώ‐
μασί σου.270 in vol. 3
5 Τέλος τῆς τῶν ἐντολῶν Θεοῦ μελέτης ἐσ‐ τὶν ἡ κατὰ τὰς ἐντολὰς ἐνέργεια καὶ πρᾶ‐ ξις· διὸ καὶ καλῶς προστετάχθαι φαίνεται τό· Ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠ‐ γάπησα, ἑξῆς δὲ τούτοις τό· Καὶ ἦρα τὰς
10χεῖράς μου πρὸς τὰς ἐντολάς σου. Μετὰ γὰρ τὴν μελέτην καὶ ἀνάληψιν τοῦ τῶν ἐντολῶν λόγου, καλὸν τὸ ἐπᾶραι τὰς χεῖρας ἐπὶ τὰς κατὰ τὰς ἐντολὰς πράξεις, μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης, ἀλλὰ ἐξ ἀγάπης καὶ διαθέσεως,
15καὶ μετὰ ταῦτα συνεχῶς ἀποδιδόναι τὸ ἔρ‐ γον τῶν ἐντολῶν. Καὶ ἐπειδὴ, μετὰ τὴν με‐ λέτην καὶ τὴν ποίησιν τῶν ἐντολῶν, περὶ τούτων διαλέγεσθαι δεῖ, διὰ τοῦτο ἐπιφέρει τό· Ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου,
20εἴπερ τοιοῦτόν ἐστιν ἀπὸ τῆς πρὸς τὰ δι‐ καιώματά σου φιλίας μου, συνεχῶς αὐτοῖς ἐνδιατρίβων τῷ λόγῳ, οἱονεὶ ἠδολέσχουν, ἐ‐ πίπλεον ὁμιλῶν τὰ περὶ τῶν δικαιωμάτων σου. —Τὰς χεῖρας ἐπαίρομεν τῆς ψυχῆς
25διὰ τῶν ἐντολῶν τοῦ Θεοῦ, κατεργαζόμε‐ νοι τὴν πρακτικήν. Χεῖρας ἐνταῦθα τὰς πρακτικὰς ἐνεργείας εἶναί φησι· ἡ γὰρ πρᾶ‐ ξις τέλος μελέτης ἐστὶν ἐντολῶν.

118

.

49

Μνήσθητι τῶν λόγων σου τῷ δού‐ λῳ σου, ὧν ἐπήλπισας με. Καὶ ποῖος ὁ λόγος οὗ μνησθῆναι αὐτὸν ἀξιοῖ, ἢ τὸ εἶναι αὐτὸν μετ’ αὐτῶν, καθ’ ἣν
5δέδωκεν αὐτοῖς ἐπαγγελίαν, ἥτις καὶ παρά‐ κλησις αὐτοῖς ἐν τοῖς διωγμοῖς ἐγένετο; Λό‐ γον χρηματίσας ἐπαγγελίας, ἀνεπτέρωσας ἡμᾶς ἐπὶ τῷ ἐλπίζειν ἐπὶ σοὶ, καὶ καταφρο‐ νεῖν τῶν ἀνεστηκότων. Ἐπεὶ δὲ τῷ ποθεῖν τὰ
10ἐπουράνια, καὶ ζητεῖν τὰ αἰώνια, ἠγωνισά‐ μην, ἀπαιτῶ τούτων τὸν λόγον, ἀπαιτῶ τούτων τὴν ἀνταπόδοσιν. Νομοθετῶν ὁ Θεὸς, καὶ τοῖς φυλάττουσι τὸν νόμον τὴν οἰκε‐ ίαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς πα‐
15ραβάταις τιμωρίας. Μνησθῆναι τοίνυν τὸν
Θεὸν τῶν οἰκείων ὑποσχέσεων ἱκετεύει. Εἰς ἐκείνας γὰρ, φησὶ, ἐλπίζειν ἐδίδαξάς με, καὶ δεικνὺς τῆς ἐλπίδος τὸ χρήσιμον, ἐπάγει· Αὐτή με παρεκάλεσε. Ταύτην γὰρ ἔσχον271 in vol. 3
20παραψυχὴν ἐν ταῖς συμφοραῖς, καὶ ὑπερέ‐ πλευσα κυμάτων.

118

.

50

Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπει‐ νώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. Αὕτη τίς; ἡ ἐλπίς, ἐγγινομένη μοι ἀπὸ τοῦ σοῦ λόγου παρεκάλεσέ με, καὶ παρεμυ‐
5θήσατό με, εἰς τό· εἴ ποτε περιστάσεις, ἢ κίνδυνος, ἢ θανάτου προσδοκία, ἢ νόσος χα‐ λεπὴ, ἢ ἀπώλεια τῶν ὑπαρχόντων, ἢ διωγ‐ μὸς, ἥ τι δήποτε τῶν νομιζομένων χαλεπῶν κατελάμβανέ με, ἡ ἐπὶ σὲ ἐλπὶς παράκλησίς
10μου ἦν. —Συντόμως δὲ εἰπεῖν, πάντα τὰ περιστατικὰ ταπείνωσις ἑαυτοῦ, ὡς εἶναι τὸν καιρὸν τῶν περιστάσεων καὶ τῶν πειρασμῶν ταπείνωσιν τῆς ψυχῆς καταλειπομένης καὶ παραδιδομένης τῷ πειράζοντι, ἵνα ἀγωνίση‐
15ται πρὸς τὴν ἀντικειμένην δύναμιν. Καὶ διὰ τοῦτο τὸ λόγιόν σου ἔζησέ με, τουτέστιν ἐ‐ ζωοποίησέ με. Οὐδὲν γὰρ ἄλλο ποιεῖ ζῆν λο‐ γικὴν ψυχὴν τὴν ἑαυτῆς ζωὴν ὡς τὸ λόγιον τοῦ Θεοῦ. Καθ’ ὃ γὰρ αὔξει τὸ λόγιον τοῦ
20Θεοῦ, καὶ νοούμενον καὶ παραλαμβανόμενον εἰς τὴν τοῦ ἀνθρώπου ψυχὴν, κατὰ τοῦτο αὔξεται καὶ τὸ τῆς ζωῆς. Ταῦτα δέ ἐστιν τὸ σὺν ἀρετῇ ζῆν ἐνταῦθα, μετὰ ταῦτα δὲ καὶ τὴν αἰώνιον δίδωσι ζωήν.

118

.

52

Ἐμνήσθην τῶν κριμάτων σου ἀπ’ αἰῶνος, Κύριε, καὶ παρεκλήθην.
Ἔτι τὴν διάθεσιν κατανοήσωμεν τοῦ δι‐ καίου. Μιμνησκόμενος, φησὶ, τῶν περὶ ἡ‐272 in vol. 3
5μᾶς ἀπὸ τοῦ Θεοῦ, τῶν ἀπ’ αἰῶνος καὶ ἕως αἰῶνος ἀποδοθησομένων ἑκάστῳ παρακα‐ λεῖται, καὶ ἄλυπος μένει καὶ ἀτάραχος, καὶ λέγει· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν και‐ ροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφ‐
10θῆναι ἐφ’ ἡμᾶς.

118

.

53

Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτω‐ λῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Τῷ μὲν ἁμαρτωλῷ γελοῖον ἦθος ἡ θεοσέ‐ βεια· τῷ δὲ θεοσεβεῖ φρικτὸν ἡ παρανομία,
5διότι προορᾷ τὸ φοβερὸν τῆς τιμωρίας.

118

.

54

Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου. Τὸ περίγειον χωρίον τόπος ἐστὶ παροι‐ κίας τοῦ δικαίου· διό φησι· Πάροικος ἐγώ
5εἰμι ἐν τῇ γῇ. Τῷ γὰρ ξένῳ τὰ οἴκοι ποθεινὰ, καὶ πρὸ τῆς εἰς αὐτὰ ἐπανόδου, πάντα λυ‐ πηρὰ, καὶ ταύτην εὑρὼν παραμυθίαν, τὸ πε‐ ρὶ τῆς παροικίας παρατάχιον [ἀπομανθάνει]. Παρῴκησεν ὁ Δαυὶδ, ὑπὸ τοῦ Σαοὺλ διωκό‐
10μενος, ἀλλ’ οὐ τοῦτό φησιν, ἀλλὰ πάντα τὸν βίον, ὡς γὰρ παροικῶν, διατελεῖ, καὶ ᾄδων τὰ τοῦ Θεοῦ δικαιώματα, τὸν βίον διοδεύει. Ψάλλων οὖν, φησὶ, τὰ δικαιώματά σου καὶ εὐρύθμως, τοῦτο μὲν λέγων, τοῦτο δὲ πράτ‐
15των, καὶ ἐν τῇ ἐπιθυμίᾳ τῆς ἐντολῆς, οὐδὲ τῷ ὕπνῳ χώραν ἐδίδουν.

118

.

55

Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. Χαλεπὸν ἐν καιρῷ πειρασμοῦ μνησθῆναι τῆς γνώσεως τοῦ Θεοῦ· ὁ γὰρ φαῦλος λο‐
5γισμὸς χρονίζων ἐν τῇ διανοίᾳ περισπᾷ τὸν νοῦν, καὶ χωρίζει αὐτὸν τῆς γνώσεως τοῦ Θεοῦ, ἀφ’ οὗ συμβαίνει καὶ τὸ παραβαίνειν τὸν νόμον αὐτοῦ.

118

.

57

Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυ‐
λάξασθαι τὸν νόμον σου. Ὁ ἀποταξάμενος τοῖς βιωτικοῖς πράγμα‐ σιν, καὶ μηδεμίαν ἔχων μερίδα ἐπὶ γῆς, μη‐273 in vol. 3
5δὲν τὸ θέλειν τὰ τοσαῦτα, ἀλλ’ ἀρκούμενος ἀντὶ πάντων τῷ Κυρίῳ, ἐρεῖ· Μερίς μου Κύ‐ ριος. Τούτῳ δὲ ἀκολουθεῖ λέγειν· Εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου, τουτέστι τὸν πνευματικόν ... —Παρασκευῆς γὰρ χρεία
10πρὸς τὰς ἀντικειμένας δυνάμεις, κωλυούσας τοῦ Θεοῦ φυλάξαι τὰς ἐντολὰς, κατὰ τὸν Ἀπόστολον λέγοντα· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ κτλ.

118

.

58

Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ λόγιόν σου. Ὅρα δὲ πηλικός ἐστιν ὁ ὀψόμενος τὸ πρόσωπον τοῦ Θεοῦ· Ἰησοῦς δὲ ἐδιδάξατο
5λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται ... —Μήποτε δὲ πλέον τι ἐμφαίνεται τοῦ ἁπλῶς ἐλέησόν με, ὅτε πρόσκειται αὐτῷ κατὰ τὸ λόγιόν σου; ὁ φαῦλος δὲ λεγόμενος παρά τισιν ἔλεος εἶναι,
10ἐστὶν, ὅτε οὐ κατὰ τὸ λόγιον τοῦ Θεοῦ ἐλεού‐ μενος, ὡς ὅτε ἐλεεῖ Σαοὺλ τὸν Ἀγάγ. [Κα‐ τὰ] κρίσιν δὲ τὸν ἔλεον δεῖ γίνεσθαι, καὶ μὴ παρανόμως τῷ λογίῳ σού φησιν· ἐλέησόν με κατὰ λόγιόν σου. Πλὴν νῦν μὲν εὔχεται,
15ἑξῆς δὲ ἐπακουσθείς φησιν·

118

.

59

Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά
σου. Ὁ Ἑβραῖος· Τὰς ὁδούς μου ἔχει, ὡσαύτως274 in vol. 3
5δὲ καὶ οἱ ἄλλοι ἡρμήνευσαν. Λέγει δέ· Λο‐ γιστεύων μου τὰς ὁδοὺς, πρὸς τὰ μαρτύριά σου τοὺς ἐμοὺς πόδας κατηύθυνον, καὶ οὐκ εἴων ἐκτρέπεσθαι τῆς πρὸς σὲ φερούσης ὁ‐ δοῦ, ἢ οὐδέποτέ τι ἔπραξα, μὴ λογισάμενος
10εἰ καθῆκόν ἐστιν ἡ πρᾶξις.

118

.

60

Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. Εἰ ἠσκήσαμεν, εἰ ἡτοιμάσμεθα, εἰ οἷον δὴ τρόπον παρεσκευάσμεθα, οὐ ταραχθη‐
5σόμεθα ἀπὸ τῶν ἀντικειμένων δυνάμεων, τῶν ἀντιστρατευομένων ἡμῖν, ἵνα μὴ φυλά‐ ξωμεν τὰς τοῦ Θεοῦ ἐντολάς. —Εἰδὼς τὸ εἰρημένον· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς
10πειρασμὸν, καὶ τοῦτο μελετῶν διαπαντὸς, ἐν ταῖς ἐφόδοις οὐκ ἐταραττόμην, ἅτε μεμε‐ λετηκὼς αὐτὰς φέρειν γενναίως.

118

.

61

Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Τούτοις δὲ τοῖς σχοινίοις καὶ ὁ Σατανᾶς δέδηκε τὴν θυγατέρα τοῦ Ἁβραὰμ, ἣν ἔλυ‐
5σεν ὁ Χριστὸς, εἴπερ σειραῖς τῶν ἑαυτοῦ ἁ‐ μαρτιῶν ἕκαστος σφίγγεται. Εἰ δὲ διττή ἐσ‐ τιν ἡ ἁμαρτία, ἡ μὲν κατὰ διάνοιαν, ἡ δὲ κατ’ ἐνέργειαν, διττὰ ἄρα νοητέον καὶ τὰ σχοινία· ὁ δὲ τὰ κατ’ ἐνέργειαν λύσας, πάν‐
10τως καὶ κατὰ διάνοιαν λέλυκε. Καὶ ἡ μὲν παλαιὰ διαθήκη τὰ κατ’ ἐνέργειαν λύει σχοινία· ἡ δὲ καινὴ τὰ κατὰ διάνοιαν. Ἐῤ‐ ῥήθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις· Οὐ φονεύ‐ σεις. Ἐγὼ δὲ λέγω· Οὐκ ὀργισθήσῃ κτλ. —
15Οἱ κακοὶ λογισμοὶ σχοινία τῶν δαιμόνων ἐσ‐ τὶ, περιπλεκόμενα τῇ ψυχῇ, καὶ οὐκ ἐῶντα ἀπιέναι ἐλευθερίως πρὸς τὸν εἰπόντα· Ἐγώ εἰμι ὁδός. —Εἰ οὗτος ἐπιλανθάνεται τοῦ νόμου ὁ μὴ ζῶν κατ’ αὐτὸν, οὗτος μνημο‐
20νεύει τοῦ νόμου ὁ κατὰ τὸν νόμον πολιτευό‐ μενος.

118

.

63

Μέτοχος ἐγώ εἰμι πάντων τῶν φο‐ βουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐν‐
τολάς σου. Ὁ μέτοχος τῶν φοβουμένων τὸν Κύριον,275 in vol. 3
5καὶ αὐτὸς φοβεῖται τὸν Κύριον· καὶ ὁ μέτο‐ χος τῶν δικαίων, καὶ αὐτὸς δίκαιός ἐστι· τῶν μὲν γὰρ ὁ φόβος κοινὸς, τῶν δὲ δικαιο‐ σύνη.

118

65,66

Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδα‐ ξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
5 Ἡ χρηστότης τοῦ Θεοῦ τῇ γευστικῇ δυ‐ νάμει τῆς ψυχῆς ὑποπίπτει. Γεύσασθε γὰρ, φησὶ, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Γεῦσις δέ ἐστιν ἡ ἀπάθεια ψυχῆς λογικῆς, διὰ τοῦ πνευματικοῦ νόμου προσγινομένη·
10χρηστότης δέ ἐστιν γεῦσις ἀληθὴς τῶν γε‐ γονότων ὑπὸ Θεοῦ· παιδεία δὲ μετριοπάθεια παθῶν· γνῶσις δέ ἐστιν ἡ θεωρία τῆς Τριά‐ δος. Πλουσίως ἐκχεῖς, φησὶν, ἐπὶ πάντας τὰς
15τοῦ ἐλέους πηγὰς, καὶ οὐκ ἐπάγεις καθ’ ἕ‐ καστον φέρων, γάμους διορυττομένους, αἵ‐ ματι μιαινομένους, σφετεριζομένους τὰ ἀλ‐ λότρια, καὶ τὰ λοιπά. Τούτου κἀμὲ ἀξιώ‐ σας, τῶν σῶν δικαίων τὴν γνῶσίν μοι χα‐
20ρίσαι· πεῖραν γὰρ λαβών σου τῆς χρηστό‐ τητος, καὶ αὖθις ταύτης ἀπολαῦσαι παρα‐ καλῶ, ἵνα σὺν αὐτῇ καὶ παιδείαν καὶ γνῶσιν μάθοιμι· παιδείαν μὲν τὴν ἠθικὴν, γνῶσιν δὲ τὴν θεωρητικήν. —Οἶδεν ὁ προφήτης τῆς
25παιδείας τὸ χρήσιμον, καὶ ὅτι φιλανθρωπίᾳ χρώμενος, ὁ δεσπότης ταύτην ἐπιφέρει τοῖς ἀνθρώποις· καὶ ὡς ἡ παιδεία τὴν γνῶσιν ἐρ‐ γάζεται, ἐπεὶ ὀρθῶς καὶ φρονίμως ταῖς πα‐ ρὰ σοῦ ἐντολαῖς προσελθὼν ἐπίστευσα αὐ‐
30ταῖς, ὡς τηρῆσαι αὐτὰς, ὄρεξόν μοι σοφίαν, καὶ δίδαξον παιδείαν καὶ γνῶσιν. —Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ χρηστότητα ἐποίησας, εὐηργέτησας τὸν δοῦλόν σου ἐξέδωκε. Δι‐ δασκώμεθα δὲ μὴ ἀναισθήτως διακεῖσθαι
35πρὸς τὰς θείας εὐεργεσίας. Οὔσης περὶ τὸν Θεὸν χρηστότητος καὶ ἀ‐
ποτομίας κατὰ τὸν ἀπόστολον, ἡ μὲν χρηστό‐ της γίνεται ἐπὶ τοὺς ἑστηκότας τῇ πίστει, ἡ δὲ ἀποτομία ἐπὶ τοὺς ἀφεστηκότας αὐτῆς·276 in vol. 3
40ἐπεὶ οὖν ὁ ἅγιος ἐβεβαίωτο ἐν τῇ πίστει, χρηστότητα, εἶπεν, ἐποίησας μετὰ τοῦ δού‐ λου σου, ὅστις ποτ’ ἂν ᾖ αὐτός. Τὸ δὲ κατὰ λόγιόν σου, ἀντὶ τοῦ σὺν λόγοις καὶ αἰτίᾳ λογικῇ γίνεσθαι μετά τινος τὴν τοῦ Κυρίου
45χρηστότητα.

118

.

67

Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐ‐ φύλαξα. Καίπερ δὲ εἰδὼς ὅτι μὴ μόνον δι’ ἁμαρ‐
5τίας, ἀλλὰ καὶ διὰ δοκιμασίαν ἐπάγεται ταῦ‐ τα, τῷ προτέρῳ τρόπῳ ὑπέβαλλεν ἑαυτὸν, ἀλ‐ λὰ ἐφύλαξα, φησὶ, τὸ λόγιόν σου, ἵν’ ὥσπερ πλημμελήσας ἐταπεινώθην, οὕτω κατορθώ‐ σας διὰ τῆς τοῦ λογίου σου φυλακῆς, ἀφε‐
10θῶ τῆς ταπεινώσεως. —Ἐγὼ, φησὶν, ἐμαυ‐ τῷ τὴν παιδείαν προυξένησα· ἀδικίας ἐλευ‐ θέρα τῆς τιμωρίας ἡ ψῆφος· τῇ ἁμαρτίᾳ ἠ‐ κολούθει ἡ παιδεία, τῇ παιδείᾳ τῶν νόμων ἡ φυλακή. Δέομαι οὖν διδασκαλίας, ἵνα γνῶ
15ὅτι ἡ γενομένη ταπείνωσις κατὰ χρηστότη‐ τα καὶ παιδείαν ἐγένετο. Ἢ πρὸ τοῦ πα‐ θεῖν τελείως τὴν ἁμαρτίαν, πλημμελοῦμεν ἡμεῖς τῇ συνέσει τῶν λογισμῶν [ἐκ τῆς ἡ‐ μετέρας ῥᾳθυμίας] αὐτὴν καταδεχόμενοι,
20καὶ τόπον εἰσόδου διδόντες διὰ τούτων τῷ Σατανᾷ.

118

68,69

Χρηστὸς εἶ σὺ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώ‐ ματά σου. Ἐπληθύνθη ἐπ’ ἐμὲ ἀδικία ὑπε‐ ρηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευ‐
5νήσω τὰς ἐντολάς σου. Ἐπεὶ λέγεται· ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ, μήποτε οἱ μὲν πεσόντες διδάσκωνται ἐν τῇ ἀποτομίᾳ τοῦ Θεοῦ τὰ δικαιώματα αὐτοῦ, οἱ δὲ μακάριοι μανθάνω‐
10σιν αὐτὰ ἐν τῇ χρηστότητι αὐτοῦ; οἱ μὲν ἐκ δικαιωμάτων Θεοῦ κολαζόμενοι, οἱ δὲ κατὰ
τῶν ἁρμοζόντων αὐτοῖς τυγχάνοντες.277 in vol. 3

118

.

70

Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐ‐ τῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Λεπτὴ μὲν ἡ τῶν ἁγίων, πίων δὲ ἡ τῶν ὑπερηφάνων καρδία.

118

.

71

Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Εὐαρεστούμενος τοῖς ἐπιπόνοις πειρασμοῖς καὶ περιστάσεσιν, ἅτινα ἔθος ταπείνωσιν ὀ‐
5νομάζεσθαι, ταῦτά φησιν, ὡσεὶ ἔλεγεν· Εὐ‐ δοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγ‐ καις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἵν’ ἐκ τοῦ ταῦτα ὑπομεμενηκέναι, ἄξιος κριθῶ τοῦ μανθάνειν τὰ δικαιώματά σου, οὐδενὸς αὐτὰ
10εἰδομένου, μὴ πρότερον ταπεινωθέντος καὶ ἐν πολλοῖς θλιβέντος.

118

.

72

Ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Εὐαρεστούμενος ἀντὶ τοῦ, ἀγαθόν μοι ἐσ‐ τιν ὁ νόμος, ὃν ἀπὸ τοῦ στόματός σου ἐλά‐
5λησας. Στόμα δέ σου ὁ Χριστός ἐστι· κατα‐ φρονῶ γὰρ χιλιάδων χρυσίου καὶ ἀργυρίου ὑπὲρ τοῦ ἀπολαῦσαι τοῦ νόμου τοῦ στόμα‐ τός σου. Δύναται δέ τις καὶ νόμον στόματος λέγειν τὴν τάξιν τῶν χρηματιζομένων καὶ
10λεγομένων διὰ στόματος Θεοῦ, τῶν πρώτων τοῖς εἰσαγομένοις λεγομένων, καὶ δευτέρων τοῖς τὰ πρότερα ἀνειληφόσι, καὶ οὕτω καθ’ ἑξῆς ἕως οὗ τελειωθῶσιν.

118

.

73

Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς
ἐντολάς σου. Πεποίηται μὲν ἡ ψυχὴ, πέπλασται δὲ τὸ278 in vol. 3
5σῶμα· Ποιήσωμεν γὰρ, φησὶ, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν. Καὶ πάλιν· Λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἔπλασεν. —Ἡ ὑπόθεσις τοῦ· αἱ χεῖρές σου κτλ. τῆς περὶ τὴν ἀνθρω‐ πίνην φύσιν φιλοστοργίας ἀναμιμνήσκει τὸν
10ποιητήν. Λόγος γὰρ πάντα τεκτηνάμενος αὐτὸς λέγεται διαπλάσαι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος, ἀσώματος γάρ· ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διά‐ θεσιν ἐνδεξάμενος, ἱκετεύει τοίνυν τὸν δια‐
15πλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν. Ἢ ἀκόλουθον δὲ ὡς πρὸς δημιουργὸν τὸ αἴ‐ τημα· οἷον, τοῦ σοῦ φρόντισον ποιήματος, καὶ τελείωσον τῇ νοήσει τὸ ζῶον τὸ νοητι‐ κὸν, καὶ ὃ πρὸς οἰκείωσιν τὴν σὴν παρεσ‐
20κεύασας, τοῦτο διὰ τῆς σῆς γνώσεως τῶν βουλημάτων οἰκείωσαι. Ἕτεροι τὸ Ἐποίη‐ σαν ἐπὶ τῆς ψυχῆς εἰρῆσθαί φασιν, τὸ δὲ Ἔπλασάν με ἐπὶ τοῦ σώματος· ἄλλοι δὲ τὸ μὲν Ἐποίησαν ἐπὶ τῆς πρώτης δημιουργίας
25φασὶν [τὸ δὲ Ἔπλασαν, ἐπὶ τῆς τοῦ] λου‐ τροῦ παλιγγενεσίας καὶ ἀναπλάσεως. — Χεὶρ Κυρίου ἡ μετ’ αὐτοῦ ἐπὶ Χριστοῦ λέ‐ γεται. Συνέσεως δὲ χρῄζομεν, καὶ εἰς τὸν ἠθικὸν τρόπον, ὡς οὐ πάνυ σαφῆ. —Τὸν
30γὰρ ἄνθρωπον οὐ μόνον ἐποίησεν, ὡς τὰ λοι‐ πὰ κτίσματα, ἀλλὰ καὶ ἔπλασε, τῇ αὐτουρ‐ γίᾳ τιμήσας αὐτόν. —Χεῖρες δὲ εἶεν Θεοῦ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, δι’ ὧν πάντα δεδη‐ μιούργηται. Ἀκόλουθον δὲ λίαν καὶ τὸ αἰ‐
35τεῖν παρὰ τοῦ ποιήσαντος σύνεσιν, ἣ πρὸς τὴν ποιήσιν τῶν ἐντολῶν συνωθεῖ.

118

.

74

Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐ‐ πήλπισα. Τοῖς φοβουμένοις σε, φησὶν, τοῖς εὐσε‐279 in vol. 3
5βοῦσι πρόξενος εὐφροσύνης γενήσομαι, ἐλ‐ πίσας εἰς σὲ, καὶ κατάλληλον εὑρὼν τῇ εἰς σὲ ἐλπίδι τέλος. —Ἢ οἱ τὸν Θεὸν φοβού‐ μενοι, τῷ μηδὲν αὐτοὺς ὑστερεῖν τέλειοί εἰ‐ σιν, ὄντες δὲ τοιοῦτοι, ἀγαθοὶ τυγχάνουσιν
10κατὰ τὸν ὃν ἔχουσι φόβον· διὸ καὶ πάντας βούλονται προκόπτειν, καὶ εὐφραίνονται ἐπὶ τοῖς εὐαρεστοῦσι Θεῷ. —Εὐφραίνονται πρακτικοὶ, ἀκούοντες γνωστικῶν. —Συνᾴ‐ δει τὸ ἐπαγόμενον, ὅτι εἰς τοὺς λόγους σου
15ἐπήλπισαν. Ὑπόδειγμα γάρ με λαβόντες καὶ ὁρῶντες, καὶ αὐτοὶ τῶν ὁμοίων προσδοκή‐ σουσι τυχεῖν. —Βούλεται ὡς προφήτης τοὺς φοβουμένους τὸν Θεὸν ἐπιστρέψαι πρὸς αὐτὸν, καὶ ἥκειν, ἵνα αὐτοῖς μετάδῳ τοῦ χα‐
20ρίσματος τοῦ ἐν αὐτῷ.

118

.

75

Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. Ζητήσεις δὲ μᾶλλον τοὺς περὶ κρίσεως λόγους, μεμαθηκὼς ὅτι Δαυὶδ γεγράφηκε
5τοῦτο, ἢ ἁπλῶς πεπιστευκὼς ὅτι οὐκ ἐνδέ‐ χεται τὸν δίκαιον Θεὸν ἀδικῆσαι. —Ταῦτα διαφερόντως λέγει, τὴν οἰκείαν εὐγνωμοσύ‐ νην δεικνύς. Οἶδα δὲ, φησὶν, ἀκριβῶς ὡς ὀρ‐ θῶς μοι καὶ δικαίως καταψηφίσουσιν, καὶ
10ταῖς παντοδαπαῖς περιέβαλες συμφοραῖς. — Πολλάκις δὲ ἐτήρησα ὅτι ἐταπείνωσάς με, ἀντὶ τοῦ πειρασμοῖς περιέβαλές με πολλα‐ χοῦ, καὶ μάλιστα ἐν τοῖς ψαλμοῖς λέγεται· χωρὶς γὰρ τῆς ἐν πολλοῖς ὀδυνηροῖς γυμνα‐
15σίας καὶ τῆς παρ’ ἐλπίδα γενομένης Θεοῦ βοηθείας, οὐκ ἔστι βεβαίως ἄνθρωπον ἐν ἀ‐ ρετῇ παγῆναι. —Τοῖς αὐτοῖς [δικαίοις] πάν‐ τα τὰ κρίματα Θεοῦ γίνεται, καὶ ὅτι δικαιο‐ σύνη ἐστὶ τὰ κρίματα τοῦ Θεοῦ. Ὁ πιστὸς
20πιστεύει, ἀλλ’ οὐκ ἔγνω, εἰ μὴ λάβοι λόγον γνώσεως. Ἔλεγεν γὰρ ὁ Ἰησοῦς πρὸς πε‐ πιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλή‐
θειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Πε‐280 in vol. 3
25πιστευκόσιν οὖν ἔδωκε γνώσεσθαι, ὡς τῆς πίστεως οὐ πάντως παρεχούσης γνῶσιν. Τὸ δὲ ἀληθείᾳ ἐταπείνωσάς με, τουτέστιν κατὰ ἀλήθειαν.

118

.

76

Γενηθήτω δὲ τὸ ἔλεός σου τοῦ πα‐ ρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δού‐ λῳ σου. Ἀλλὰ φιλανθρωπίας λοιπὸν, καὶ ψυχα‐
5γωγίας καιρός· τοῖς γὰρ μεταμελείᾳ χρω‐ μένοις τὴν σὴν εὐμένειαν ἐπήγγειλας. Ἢ ἔλεος τοῦ Πατρὸς ὁ Υἱὸς, ὃς καὶ παρεκάλε‐ σεν ἡμῶν τὰς καρδίας τυραννουμένας ὑπὸ Σατανᾶ. Ἢ ὁ προφήτης, ὡς γενναῖος ἀθλη‐
10τὴς, οὐκ ἀποστῆναι τὰ λυποῦντα αὐτὸν εὔ‐ χεται, ἀλλὰ δοθῆναι αὐτῷ ἐν τῷ καιρῷ τῶν λυπηρῶν λόγον ἰσχυρὸν παρακλήσεως, τὸν δυνάμενον αὐτὸν ἰσχυρίσασθαι μετὰ πάσης εὐθυμίας καὶ ἀταραξίας φέρειν τὸ συμβεβη‐
15κός· ἐν τούτῳ γάρ με, φησὶν, ἐλέησον, ἵνα γένηταί μοι παράκλησις καὶ παραμυθία.

118

.

77

Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐσ‐ τιν. Ὁ εὐαγγελικὸς δηλονότι. —Ὥσπερ ὑπέσ‐
5χου, φησὶ, τὴν παράκλησιν, οὕτω καὶ ποίη‐ σον, τοὺς σοὺς οἰκέτας οἰκτείρων. Μάθωμεν καὶ ἡμεῖς λέγειν, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. Σχολάσωμεν ταῖς ἱεραῖς γραφαῖς· ἐπειδὴ δὲ μὴ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν
10ἄλλοις πολλοῖς οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ λέγον‐
ται, ἐπιστατέον μή ποτε ὁ Μονογενὴς καὶ τὸ ἅγιον Πνεῦμα, οἱ ζωῆς παρεκτικοὶ, οἰκ‐ τιρμοὶ Θεοῦ, καὶ πατὴρ εἴρηται, κατὰ τὴν τοῦ ἀποστόλου θεοσοφίαν, τῶν οἰκτιρμῶν.281 in vol. 3
15Πᾶσα ἡ ἀνθρωπίνη φύσις δεῖται τῶν οἰκτιρ‐ μῶν τοῦ Θεοῦ. Ἐὰν γὰρ οὗτοι μὴ ἔλθωσιν, ζῆσαι τὴν ἀληθινὴν ζωὴν οὐ δυνάμεθα, τὴν κεκρυμμένην σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.

118

.

78

Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἀδολεσχή‐ σω ἐν ταῖς ἐντολαῖς σου. Εὔχεται μηκέτι αὐτοὺς ἀναισθητεῖν ἧς
5ἔχουσι κακίας· ἐπαισχυνομένους δὲ παύ‐ σασθαι. Γεννηθήτω πάντα τὰ ἁμαρτήμα‐ τα αἰσχύνης ἄξια. Ἕως μὲν οὖν [ἡ ψυ‐ χὴ] ἀτελὴς τυγχάνει, πολλὴ φροντὶς, μή πῃ ἄρα ἀσθενήσῃ καὶ χειρίων ἑαυτῆς γέ‐
10νηται· ὅτε δὲ εἰς ἄκρον φθάσει τελειότη‐ τος, ἐν ἕξει ἀρετῆς καταστᾶσα, ἔξω γενήσε‐ ται παντὸς φόβου, οὐκέτι ἀμφιβάλλουσα μήποτε καὶ καταισχυνθῇ. Ἄμωμος οὖν ἡ καρδία ἐν τοῖς δικαιώμασι τοῦ ἁγίου ἐστὶν,
15ἀκριβήσασα τὴν περὶ αὐτῶν ἀλήθειαν. — Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλ’ εὔχεται ὑ‐ πὲρ τούτων· ἡ γὰρ αἰσχύνη σωτηρίαν πραγ‐ ματεύεται· ἧς τοίνυν ἀπέλαυσεν ἰατρείας, κἀκείνοις τυχεῖν ἀξιοῖ. Ἢ οὕτως, εἰ τύχοιμι
20τῆς παρὰ σοῦ βοηθείας, τότε οἱ πονηροὶ δαί‐ μονες ἢ καὶ ἄνθρωποι τῆς ἀληθείας ἐχθροὶ, αἰσχυνθήσονται· ἐγὼ δὲ οὐκ ἐπαρθήσομαι, ἀλλ’ ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω.

118

.

81

Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τὸν λόγον σου ἐπήλπισα.
Ἐπείπερ ὁ σὸς λόγος ἐκήρυσσέ μοι τὸ σωτήριόν σου, καὶ τίνα ἀπόκειταί μοι ἐν τῷ282 in vol. 3
5σωτηρίῳ σου, ἐξέλιπον ἐπιθυμῶν, καὶ ἐξε‐ λυόμην ἀπὸ τῆς ὀρέξεως· ὁ λόγος γενόμενος ἐκείνου τοῦ ἐπιθυμητοῦ, τὸ σωτήριον τοῦ Θεοῦ, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ ἐ‐ πώνυμος τῆς σωτηρίας ἡμῶν· αὐτὸς γάρ ἐσ‐
10τιν ἡ σωτηρία, ἡ ἀλήθεια, ἡ δικαιοσύνη, καὶ ὅσα ἄλλα παρέστησεν ὁ θεῖος λόγος τὸν Υἱὸν εἶναι τοῦ Θεοῦ. —Ἑρμηνεύων δὲ τὸ σωτήριον, ἐπήγαγεν ἐπὶ τὸν λόγον σου, τὸν Υἱὸν εἶναι σημαίνων, τὸν Κύριόν φησι.

118

.

82

Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες· Πότε παρακαλέσεις με; Ἐν ὅσῳ γάρ τις μήπω καταλαβὼν ἐπιθυ‐ μεῖ νοῆσαι τὴν γραφὴν, προσδοκίαν ἔχει
5τῆς καθόδου τοῦ Λόγου, καὶ ὅσῳ βλέπει αὐτὸν τρανότερον, τοσούτῳ βλέπει αὐτὸν ἐγγίζοντα, μέχρι πρὸς αὐτὸν ἐλθὼν παρα‐ κληθῇ. —Ἐκλείπουσιν εἰς τὸ λόγιον ζη‐ τοῦντες πότε ἐγγίσει, πότε φανείη, οἷον εἴ
10ποτέ τις ὑμῶν ἔτεινε τὴν διάνοιαν πρὸς τὸ νοῆσαι τὴν γραφὴν, καὶ οὐδέπω αὐτὴν ἐνό‐ ησεν, οἱονεὶ προσδοκίαν ἔχει τῆς καθόδου τοῦ λόγου καὶ τοῦ ἥκειν τὸν λόγον. Ἐὰν δὲ τὴν διάνοιαν πόῤῥωθεν [τείνῃ], τὸν λόγον
15οὐδέπω τρανὸν, οὐδὲ σαφῆ τοῦτον ὁρᾷ, καὶ ὅσῳ ἐγγίζοντα τῇ διανοίᾳ τῇ ζητούσῃ τὴν ἀλήθειαν· οὕτω καὶ ὁ προφήτης παθὼν τοι‐ αῦτα πρὸς τὸν λόγον τοῦ Θεοῦ, καὶ διδάσ‐ κων ἡμᾶς ἐπιθυμεῖν τοῦ λόγου καὶ ἐρωτι‐
20κῶς ἔχειν πρὸς αὐτὸν, φησίν· Ἐξέλιπον κτλ. Ὅτε γὰρ ἐπιδημήσει Λόγος, τότε παρακα‐
λοῦμαι.283 in vol. 3

118

.

83

Ὅτι ἐγεννήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Χρηστέον τῷ ῥητῷ τούτῳ πρὸς τοὺς ἐγ‐ καταλειφθέντας παρὰ Θεῷ εἰς ὠφέλειαν
5ψυχῆς· Τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Καὶ ἐν τῷ εὐαγγελίῳ εἴρηται τὸ σῶμα ἀσ‐ κός· Οὐ γὰρ βάλλουσι νέους οἴνους εἰς ἀσ‐ κοὺς παλαιοὺς, δηλονότι τὸν παλαιὸν ἄν‐ θρωπον, ὅς ἐστι σῶμα. Ὡς οὖν πάντα κα‐
10τορθώσας, φησίν· Ἐνέκρωσά μου τὰ μέλη ἐ‐ πὶ τῆς γῆς, θείῳ λόγῳ τὴν θερμότητα ψύξας τοῦ σώματος, ὡς γαστὴρ νενέκρωται ταῖς σωματικαῖς ἡδοναῖς. Τὰ γὰρ δικαιώματά σου ἐν σαρκὶ ζώσῃ καὶ ἐν τῷ κατὰ σάρκα
15στρατευομένῳ χώραν οὐκ ἔχει. —Νεκροὶ μὲν, μᾶλλον οἱ ζῶντες παρὰ τῶν κακῶν γί‐ νονται δίκαιοι, ὡς ἀσκοὶ ἀπόκενοι, μᾶλ‐ λον ἢ ἀνθρώποις ἀποψυχόμενοι, καθάπερ πάχνῃ περιπηγνύμενοι, καὶ τὸ θερμὸν καὶ
20πρακτικὸν παραιρούμενοι. Ὁ τοῦ Θεοῦ λό‐ γος, πνευματικὸς ὢν, πάχνη ἐκεὶ καὶ δρό‐ σος καὶ ὑετὸς λέγεται, ὃς καταψύχει μὲν τὸν ἀπὸ παθῶν ἀκόλαστον ὀφθαλμὸν, ὡς τὴν νέκρωσιν Ἰησοῦ φέρειν ἐν ἑαυτῷ.

118

.

84

Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου, πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόν‐ των με κρίσιν; Ὀλίγαι γὰρ αἱ τῶν ἀνθρώπων ἡμέραι ἐπὶ
5τῆς γῆς, αἷς εὔχεται ταχέως συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡς ἂν ὑποτάσσοιτο τὴν ψυχὴν, τοῦ θείου λόγου γεγονότος ἐν αὐτῇ· κἂν γὰρ ἄνθρωπος ἡμᾶς
καταδιώκει, ἀλλ’ οὐ προηγούμενος, ἀλλ’ ὡς284 in vol. 3
10παρέσχεν ἑαυτὸν τόπον ἐκείνου. Ποίει οὖν αὐτὸν καταπατῆσαι ὑπὸ τοῦ σοῦ λόγου, γε‐ νομένου ἐν τῇ προαιρέσει μου.

118

.

85

Διηγήσαντό μοι παράνομοι ἀδο‐ λεσχίας, ἀλλ’ οὐχ ὡς νόμον σου, Κύριε. Οἱ τῶν ἑτεροδόξων παρανόμων ὄντων λό‐ γοι, καὶ διηγήσεις αὐτῶν ἀδολεσχίαι εἰσὶν,
5καὶ οὐδαμῶς συγκρίνονται τῷ θείῳ νόμῳ. —Σπανίως γὰρ ἔχω ἀπὸ Θεοῦ πρὸς τὸ τὴν γραφὴν ἐξηγήσασθαι χάριν, ἄλλων ἄλ‐ λως ἐξηγουμένων αἱρετικῶν, Ἰουδαίων, Σα‐ μαριτῶν. Καὶ οἱ παρανόμως βιοῦντες, εἴ τι
10λέγουσιν, ἀδολεσχία ἐστιν· ἐν ψυχῇ γὰρ πα‐ ρανόμῳ ποῖος λόγος εὔτονος ἢ σωτήριος;

118

86,87

Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.
5 Διώκεται δικαίως μὲν ὁ παρανόμως βιοὺς, ἀδίκως δὲ ὁ δίκαιος, ὁ φιλαλήθης, ἐχθρὸς ἀνθρώποις γενόμενος, διὰ τὴν ἀλήθειαν. — Οὐ τύπος, οὐδὲ σύμβολον· μικροῦ δεῖ ἐκ τοῦ διωγμοῦ αὐτῶν ἐτελεύτησα, ἀλλ’ ὅμως
10κατ’ οὐδέν σου παριδὼν τὰς ἐντολὰς ἀπεῖ‐ πον.

118

.

88

Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Ζωοποίησόν με κατὰ τὸ ἔλεός σου, καὶ ποιήσω τὰ μαρτύρια, ὅσα ἐκ τοῦ στόματός
5σου ἐξῆλθον. Στόμα δὲ Θεοῦ οἱ προφῆται, οἵτινες διηκονήσαντο τοῖς μαρτυρίοις, ταῖς ἐντολαῖς, τοῖς δικαιώμασιν, τοῖς προστάγ‐ μασι τοῦ Θεοῦ.

118

.

89

Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου
διαμένει ἐν τῷ οὐρανῷ. Ἐν τῷ οὐρανῷ, ἀντὶ τοῦ ἐν ταῖς ἁγίαις αὐτοῦ δυνάμεσιν. Τέτακται γὰρ ἐκεῖνα πάν‐285 in vol. 3
5τα, καὶ οὐδεμία λόγου παράβασις. Οὐρανῷ δὲ λέγω, οὐ μὴ παρερχομένῳ, ἀλλὰ καὶ ὡς εἴρηται θρόνος εἶναι τοῦ Θεοῦ. Εἰ δὲ θέλεις ἀκριβέστερον θεωρῆσαι τὸ εἰρημένον τῷ προφήτῃ, ἐξέταζέ μοι τὰ οὐράνια καὶ τὰ ἐ‐
10πίγεια· οὐδεμία παράβασις τῆς ἡλιακῆς κι‐ νήσεως, ἀλλὰ τὸν δρόμον αὐτοῦ ἀπαραβά‐ τως τηρεῖ· ἴδε καὶ τῆς σελήνης τοὺς δρό‐ μους καὶ τάξιν καὶ σχήματα, ἀνάβα, μετὰ ταῦτα, καὶ ἐπὶ τοὺς ἀστέρας καὶ τὴν λοιπὴν
15κτῆσιν, καὶ εὑρήσεις ἅπαντα τῷ λόγῳ τοῦ διακοσμήσαντος ἰθυνόμενα. Καὶ μετ’ ὀλίγα. Εἰ δὲ περὶ ἁγίων δυνά‐ μεων φῂς, ἀγγέλων φημὶ καὶ ἀρχαγγέλων, καλῶς φῄς· ἀκίνητοι γὰρ, μᾶλλον δὲ δυσκί‐
20νητοί εἰσιν πρὸς τὸ κακόν· τοῦτο γὰρ πεί‐ θει με λέγειν ὁ πεσὼν ἑωσφόρος δι’ ἔπαρσιν, ἐπεὶ οὐκ ἔχει τὸν λόγον τοῦ Θεοῦ. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Καλῶς δὲ οὐκ εἰς τὸν αἰῶνα τῶν αἰώνων ἢ εἰς τὸν αἰῶ‐
25να τοῦ αἰῶνος, ἀλλὰ εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ· μετὰ γὰρ τὸν αἰῶνα ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύ‐ σονται. Ἐν οἷς δέ ἐστιν ὁ λόγος διαμένων (δυνατὸν γὰρ τέλειον εἶναι, δοκοῦντα μὲν
30ἐπὶ γῆς τυγχάνειν, τὸ δὲ πολίτευμα ἔχοντα ἐν τῷ οὐρανῷ), οὕτως ἐστὶν ἐν αὐτοῖς καὶ ὡς ἐν οὐρανῷ ἡ ἀλήθεια.

118

.

90

Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. Δύο εἰσὶ γενεαὶ αἱ χωρήσασαι τὴν τοῦ Θεοῦ ἀλήθειαν, ὅ τε τῶν Ἰουδαίων λαὸς, ὁ ἔ‐
5χων τὸν νόμον καὶ προφήτας, καὶ ἐκκλησία ἐξ ἐθνῶν· καὶ κατὰ τὴν τοῦ Χριστοῦ ἐκ‐ κλησίαν οὐκ εἰς γενεὰς καὶ γενεὰς ἡ ἀλή‐
θεια τοῦ Θεοῦ, ἀλλ’ εἰς γενεὰν τὴν προτέραν καὶ γενεὰν τὴν δευτέραν· τὰ δὲ ἄλλα ἔθνη286 in vol. 3
10πεπλάνηνται, ὅτε δὲ καὶ ἡ προτέρα γενεὰ ἐ‐ ξέβαλε τὴν ἀλήθειαν, καὶ εἶπεν· Αἶρε, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, μεταβέβηκεν ἡ ἀλήθεια ἀπ’ ἐκείνης τῆς γενεᾶς ἐπὶ ταύτην τὴν γενεάν. —Ὁ ἐν προκοπῇ γενόμενος καὶ
15ὑψηλοτέρων ἅπτεται δογμάτων, ὥστε ἀϊδίου Λόγου τοῦ Πατρὸς μνημονεύειν, καὶ τό· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, μονονουχὶ λέγων, καὶ τῆς διακοσμήσεως τοῦ παντὸς σαφῶς δούλην αὐτοῦ κτίσιν ἅπασαν ἀποκαλεῖ. —Ἐν ταῖς
20ἐπουρανίοις δυνάμεσιν ὁ τοῦ Θεοῦ λόγος ἀεὶ διαμένει ἀκίνητος· δυνατοὶ γὰρ εἰς ἰσχὺν, ποιοῦντες τὸν λόγον αὐτοῦ.

118

.

91

Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὸ σύμπαντα δοῦλα σά. Εἰ τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ, πῶς ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τοῦ μύρμη‐
5κός φησιν· Ἐκεῖνος, γεωργίου μὴ ὑπάρχον‐ τος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τρο‐ φήν; Καὶ τάχα τοιοῦτόν ἐστι τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον, ὅτι ἐκεῖνος νόμον
10μὴ ἔχων τὸν καταναγκάζοντα, μήτε γνώ‐ σεως μέτοχος ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν. Ὁ Θεὸς γὰρ δεσπότης λέγεται δίττως· ἢ ὡς δημιουργὸς, ἢ ὡς γινωσκόμε‐ νος· διὸ καὶ Παῦλος γράφει· Νυνὶ ἐλευθε‐
15ρωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέν‐ τες δὲ τῷ Θεῷ, δηλονότι κατ’ ἀρετὴν καὶ γνῶσιν, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασ‐ μὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, δη‐
20λονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην κατὰ ταύτην τὴν δεσποτείαν.

118

.

92

Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου,
τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Τὸν καιρὸν τῶν πειρασμῶν καιρὸν ὠνό‐ μαζε ταπεινώσεως, καθ’ ὃν μάλιστα θλίβε‐287 in vol. 3
5ται ἡ ψυχὴ, ἀφ’ οὗ οὐδὲν ἕτερον ῥύεται ὡς ἡ θεωρία τῶν λόγων τοῦ Θεοῦ. Ἔχων γὰρ ὁ νόμος πνευματικὰ θεωρήματα πρὸς ἑαυτὸν, περισπᾷ τὴν διάνοιαν, καὶ ἀπωθεῖται τοὺς λογισμούς. Μακάριον γὰρ ὄντως τὸ μὴ ἀ‐
10πολύεσθαι ἐν περιστάσεσι γεγονότας, οἷον ἐπὶ μαρτυρίου· εἰ μή τις προμελετήσει τοῦ Θεοῦ τὸν νόμον, ἀπόλλυται.

118

.

95

Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀ‐ πολέσαι με· τὰ μαρτύριά σου συνῆκα. Νοῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέ‐ τοχος γεγονὼς πανουργότερος γίνεται τῶν
5δαιμόνων, λέγων πολλάκις τὸ τοῦ Παύλου· Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.

118

.

96

Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα. Ὁ πλατυνθεὶς καὶ μηκέτι διὰ τὴν κακίαν στενοχωρούμενος, πλατεῖαν ὡμολόγησε πᾶ‐
5σαν εἶναι τὴν ἐντολὴν τοῦ Θεοῦ.

118

.

97

Ὡς ἠγάπησα τὸν νόμον σου, Κύ‐ ριε, ὅλην τὴν ἡμέραν μελέτη μού ἐστι. Ὁ ἀγαπῶν τὰς ἐντολὰς ποιείτω αὐτὰς, καὶ ζήσεται ἐν αὐταῖς, ἢ διὰ αὐτῶν. Καρ‐
5διαγνῶστα πάντων, εἶδες ὅτι ἡδέως ἔχω πληρῶσαι τὰς ἐντολάς σου, Κύριε· ἐλεῶν μοι καὶ βοηθῶν μοι, ζῆσόν με διὰ τῆς χάριτός σου, τουτέστιν διὰ τὰς ἐπιφανείας τοῦ Υἱοῦ σου. —Ὁ τοιοῦτος ἐν ἡμέρᾳ διὰ παντὸς288 in vol. 3
10μελετᾷ. Οὐκ εἶπε δέ· ἐποίησα τὸν νόμον σου, ἀλλ’ ἠγάπησα. Τελειότερος γὰρ ὁ ἐξ ἀγάπης, ἀλλ’ οὐκ ἀνάγκης ποιῶν. Τοιοῦτον δὲ ἀγαπήσατε νόμον δικαιοσύνης, οἱ κρίνον‐ τες τὴν γῆν.
15 Καὶ μετ’ ὀλίγα. Δυνάμεθα νοεῖν τό· Ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν, ἐν ὅλῳ τῆς ζωῆς μου χρόνῳ, πολλαχοῦ γὰρ ὁ πᾶς χρό‐ νος τῆς ζωῆς τῶν ἀνθρώπων ἡμέρα καλεῖ‐ ται, ὡς ἐν τῷ· Καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡ‐
20μέραν, καὶ τό· Ἕνεκά σου θανατούμεθα ὅ‐ λην τὴν ἡμέραν.

118

98,99

Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφι‐ σάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. Ὑπὲρ πάντας τοὺς διδασκάλους συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού
5ἐστιν. Εἰπὼν ὑπὲρ τοὺς ἐχθρούς μου, ἐχθροὶ δὲ ἡμῶν ἐκεῖνοι, οἱ ἔχοντες ζῆλον Θεοῦ, ἀλλ’ οὐ κατὰ ἐπίγνωσιν· ἐκείνων δὲ ἦσαν καὶ αἱ γραφαὶ, καὶ πρῶτοι ἐπιστεύθησαν τὰ λόγια
10τοῦ Θεοῦ, καὶ ἐκεῖνοι οἱ διδάσκαλοι ἐπαγ‐ γέλλονται γεγονέναι, ἅτε πρῶτοι παραλα‐ βόντες νόμον καὶ προφήτας· ἡμεῖς νῦν οἱ ἀπὸ τῶν ἐθνῶν λέγομεν· Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα. Διὰ τί δέ; ὅτι τὰ
15μαρτύριά σου μελέτη μού ἐστιν. —Ὁ πάντα κατὰ νόμον καὶ λέγων καὶ πράττων, μελετᾷ τὸν νόμον τοῦ Θεοῦ.

118

.

100

Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Ὁ Ἡσαὺ πρεσβύτερος ἦν τοῦ Ἰακὼβ, ἡ εὐλογία ἀπέκειτο τῷ Ἡσαὺ, καὶ ἡ εὐλογία
5τοῦ εὐλογοῦντος εἴρηται πρὸς τὸν Ἡσαὺ, ἕως ἐκεῖνος ἐξῆλθεν. Ἐνεδυσάμην τοῦ Ἡσαὺ
τὰ ἱμάτια· ἐξῆλθεν γὰρ ἐκεῖνος ἐπὶ τὰ θηρία, καταλιπὼν τὰς ἡμέρους διατριβάς· κἀγὼ, ἐκείνου ἐξελθόντος, ἐνδυσάμενος τοῦ Ἡσαὺ289 in vol. 3
10τὴν στολὴν τὴν καλὴν, εἰσέρχομαι καὶ λαμ‐ βάνω τὴν εὐλογίαν. Ἡ στολὴ αὐτοῦ καλὴ, ὁ νόμος καὶ οἱ προφῆται, καλῶς ὑφανθέντα· προσέρχομαι τῷ Πατρὶ, προσφέρω ἐγὼ αὐ‐ τῷ τροφὰς, τρέφεται ταῖς ἡμέροις μου τρο‐
15φαῖς, οὐ ταῖς ἀγρίων ἐκείνων (ταχινοὶ γάρ εἰσιν ἐκχέαι αἷμα). Προσφέρω ἐγὼ ἥμερον τροφὴν, ἐρίφους ἁπαλοὺς καὶ καλοὺς κατὰ τὰς ὑποθήκας τῆς μητρός μου· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶν μή‐
20τηρ ἡμῶν. Προσφέρω τῷ Πατρὶ, λαμβάνω τὰς εὐλογίας ὑπὲρ τοῦ πρεσβυτέρου, ἐγὼ βέ‐ βηκα, ἐγὼ συνῆκα.

118

.

101

Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λό‐ γους σου. Ἐκζητῶμεν οὖν πρῶτον τὰς ἐντολὰς, ἵνα
5καὶ ἡμεῖς ὑπὲρ τοὺς ἀληθῶς πρεσβυτέρους συνῶμεν. —Ἐκ πάσης ὁδοῦ κτλ. Οὔτε γὰρ δύο δυνατὸν κατὰ ταὐτὸν ὁδεύειν ὁδοὺς, ἀ‐ κολασίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας· ἀλλὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ
10τὴν εὐθεῖαν ὁδεῦσαι· οὕτω γὰρ οἷόν τε τῶν θείων γενέσθαι φύλακας λογίων. Ὁδοὶ πο‐ νηραὶ, ὅσαι πάντως πρὸς πονηρίαν ἄγουσιν, ὡς ἡ μέθη καὶ ἀσωτία ἐπὶ πορνείαν χειρα‐ γωγοῦσιν, [ὁμοίως] καὶ θυμός ποτε μὲν πρὸς
15φόνον, ποτὲ δὲ πρὸς βλασφημίαν ἐξάγει, καὶ ἐπὶ τῶν ὁμοίων· φυλάξαι οὖν τὸν θεῖον νό‐ μον ἐστὶ τὸ ἔργοις αὐτὸν ἀποπληρῶσαι.

118

.

102

Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέ‐ κλινα, ὅτι σὺ ἐνομοθέτησάς με. Τοῦ σοῦ διὰ παντὸς ἐμεμνήμην δικαστη‐ ρίου· ἐν τῷ θʹ δὲ λέγει ψαλμῷ· Κατάστησον
5νομοθέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν. Κατάστησον νομοθέτην τοῖς ἔθνεσιν. Ὁ Μωσῆς μὲν γὰρ ἐνομοθέτησε τὰ τοῦ γράμματος τοῖς μηδέπω δυναμένοις χω‐
ρεῖν τὴν ἐπιδημίαν τῆς καινῆς διαθήκης.290 in vol. 3
10Ἰησοῦς δὲ Χριστὸς ἐπιδημήσας ἐνομοθέτη‐ σέ μοι τὸ εὐαγγέλιον καὶ πνευματικόν μοι τὸν τοῦ Μωσέως ἔδειξε νόμον, τῶν ἀπὸ τοῦ λαοῦ οὐχ ἑωρακότων τοιοῦτον.

118

.

103

Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λό‐ γιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Διαγράφει τὴν τοῦ ἁγίου διάθεσιν γλυκύ‐ τητος ἀντιλαμβανομένου ἐν τῷ προσιέναι τῷ
5λόγῳ τοῦ Θεοῦ καὶ εὐφραινομένου ἐπ’ αὐ‐ τῷ· ὥσπερ γὰρ τὸ ὑγιαῖνον αἰσθητήριον ἀντι‐ λαμβάνεται τῆς τοῦ μέλιτος γλυκύτητος, ὁ δὲ νοσῶν καὶ πυρέττων πικράζεται μᾶλλον ὑπ’ αὐτοῦ· τὸν αὐτὸν τρόπον, ἐὰν ὑγιαίνῃ σου
10τὸ θεῖον τῆς γεύσεως αἰσθητήριον, γλυκά‐ ζεται τῷ λόγῳ τοῦ Θεοῦ, ἐὰν δὲ νοσῇ, οὐκ ἀποδέχεται αὐτὸν, οὐδὲ γλυκάζει. Διὰ τοῦτο εἴρηται· Εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μή‐ ποτε μυκτηρίσῃ τοὺς συνετούς σου λόγους.
15 Καὶ μετ’ ὀλίγα. Γλυκέα διὰ τὴν ἐπ’ αὐ‐ τοῖς λογικὴν τέρψιν, ἀλλ’ ὑπὲρ μέλι τῶν παρ’ ἀνθρώποις πάντων ἡδέων δι’ αὐτοῦ δη‐ λουμένων. —Ὁ ἡδόμενος καὶ τρεφόμενος ἐπὶ τῇ γνώσει νοῦ, ὀνομάζεται στόμα.

118

.

104

Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. Οὐκ εἶπε· παρανόμους ἐμίσησα, οὔτε γὰρ πατραλοίαν Ἀβεσσαλὼμ, οὔτε τὸν Σαοὺλ,
5ἀλλ’ ὡς ἅγιος αὐχεῖ ὅτι μισεῖ τὰ μίσους ἄ‐ ξια, τοὺς λόγους τοὺς παρανόμους, τὰ δόγ‐ ματα τὰ παράνομα, τὰς τοιαύτας διδασκα‐ λίας, τὴν διάθεσιν καθ’ ἣν ἁμαρτάνουσιν, ὅτι γὰρ καύχημά ἐστιν ὃ λέγει. Ὅρα πῶς ἐν τῇ
10πρὸς Θεὸν εὐχῇ παῤῥησιάζεται, καί φησι· Παρανόμους ἐμίσησα ὡς τἀναντία τῶν ἠγα‐ πημένων ὑπ’ ἐμοῦ νόμων πράττοντας.

118

.

105

Λύχνος τοῖς ποσί μου ὁ νόμος σου
[al. ὁ λόγος σου] καὶ φῶς ταῖς τρίβοις μου. Εἴ τις ἔχει τὸν λόγον τοῦ Θεοῦ, καὶ χρῆ‐ ται τῷ λόγῳ ἐν πάσῃ πράξει, ὡς ἔστιν εἰ‐291 in vol. 3
5πεῖν, καθ’ ἕκαστον βῆμα ἐπαίρων πρὸς τὸν περιπατεῖν τὸν πόδα, οὗτος οὐ δύναται προσ‐ κόψαι· ἔχει γὰρ τὸν λύχνον, καὶ χρῆται αὐ‐ τῷ. Εἰ δὲ παρεδέξατο μὲν τὸν λύχνον, καὶ πιστεύειν αὐτῷ δοκεῖ, οὐ παραλαμβάνει δὲ
10αὐτὸν ἐν πάσῃ πράξει, καὶ ἐν παντὶ διαβή‐ ματι αὐτοῦ, οὐ σκοπεῖ μετὰ τοῦ λόγου ποῦ θῇ τὸν πόδα (τὸν πόδα λέγω τῆς ψυχῆς), οὗτος δὴ ἁμαρτάνει διπλῆν ἁμαρτίαν, ὅτι ἔ‐ χει τὸν λόγον, καὶ οὐ χρῆται αὐτῷ παντα‐
15χοῦ, οἱονεὶ τοιοῦτος γεγένηται· ἐλθόντος γὰρ τοῦ λόγου ἀπὸ τῶν οὐρανῶν, ἕκαστος τῶν πιστευόντων, μὴ μειουμένου ἐκείνου, ἀνῆ‐ ψεν ἀπ’ ἐκείνου ἐν ἑαυτῷ τὸν λύχνον καὶ τὸ φῶς, καὶ οὕτως ἀφ’ ἑνὸς φωτὸς πολλοὶ γε‐
20γόνασι λύχνοι, καὶ ἕκαστος τῶν ἐχόντων τὸν ἁφθέντα λύχνον Λόγῳ Θεοῦ λέγει· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ κτλ. Ἐν παντὶ οὖν καιρῷ ἅπαξ πα‐ ραλαβόντες τὸν λόγον τοῦ Θεοῦ, μέλλον‐
25τες κινεῖν τὰ βήματα, εἴτε ἐν λόγῳ, εἴτε ἐν διαλογισμῷ, χρησώμεθα τῷ λύχνῳ ἔμπροσ‐ θεν ἡμῶν· οὐδεὶς γὰρ λύχνον ἅψας, καλύπ‐ τει αὐτὸν σκεύει. Καὶ μετ’ ὀλίγα. Λύχνος ἐστὶν ὁ Λόγος
30τοῦ Θεοῦ ὃν παρεδέξατό τις, δι’ οὗ πεπίσ‐ τευκε τῷ Θεῷ, οὗτος οὖν ἔστω καιόμενος, καὶ μηδέποτε σβεννύσθω. Φῶς δικαίοις δια‐ παντὸς [καίεται], φῶς δὲ ἀσεβῶν σβέννυται. Καὶ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου λύχνος ἅ‐
35πτεται, ἵνα οἱ λατρεύοντες τῷ Θεῷ βλέπωσι τὸν λύχνον, καὶ τὰς λατρείας ἐπιτελῶσι φω‐ τιζόμενοι ὑπ’ αὐτοῦ· οὕτως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἤτοι τῇ ἐκκλησίᾳ, λύχνος ἅπτε‐ ται. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὀφθαλ‐
40μός· οὗτος ὁ ὀφθαλμὸς μὴ λεγέτω τῇ χειρί· Τί πράξεις; καὶ ἡ χεὶρ μὴ λεγέτω τῷ ὀφθαλ‐ μῷ· Χρείαν σου οὐκ ἔχω, ἐπεὶ οὐ βλέπει ἡ χεὶρ ὃ πολιτεύεται.292 in vol. 3

118

.

107

Ἐταπεινώθην ἕως σφόδρα, Κύ‐ ριε, ζῆσόν με κατὰ τὸν λόγον σου. Τὰ ἄλογα ζῶα ζῇ, ἀλλ’ ὡς ἄλογα· τὰ ζῶα δὲ λογικὰ λογικῶς, ὅσον ἐπὶ τῇ φύσει κα‐
5τασκευασθέντα λογικά· ἀλλὰ πλειόνων ὄν‐ των τῶν λογικῶν ζώων (εἰς ἀγγέλους γὰρ διῄρηνται καὶ ἀνθρώπους), οἱ μὲν ἄγγελοι τὴν νοερὰν ἀεὶ ζῶσι καὶ μακαρίαν ζωήν· ἄνθρωπος δὲ σπάνιός ἐστιν ὁ ζῶν νοερῶς· καὶ
10προφήτης διὰ τοῦτο γενόμενος, διὸ καὶ ὁ Δαυίδ, ὡς μηδέπω κατορθώσας αὐτό, φησιν· Ζῆσόν με κατὰ τὸν λόγον σου. Ἐν ἀνθρώ‐ ποις δὲ μάλιστα λέγω· οὐ ζῇ κατὰ τὸν λόγον τοῦ Θεοῦ, οὕτω σπάνιός ἐστιν ὁ προφήτης.

118

.

108

Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Τὰ ἑκούσια τοῦ στόματος ἡμῶν ἐστιν παρ‐
5θενία, βρωμάτων καὶ πομάτων ἀποχὴ, ἀ‐ ναχώρησις (ἡ ἐν ταῖς ἐρήμοις διαγωγή)· τὰς γὰρ ἐντολὰς ὁ νόμος ἡμᾶς καταναγκάζει ποιεῖν· ὁ τοίνυν πάσας ποιήσας ἐντολὰς, προστεθεικὼς δὲ καὶ τὰ προειρημένα, οὗτος
10λέγει· Τὰ ἑκούσια τοῦ στόματός μου εὐδό‐ κησον δὴ, Κύριε· παραβαίνων δὲ τοῦ νόμου τινὰ, τοῦτο λέγειν οὐχ ἕξει παῤῥησίαν. — Τοῦτο ἅγιόν ἐστιν εἰπεῖν διαθέσει, καὶ χεί‐ λεσιν καὶ ἐν παντὶ καιρῷ περιστατικῷ πει‐
15ρασμοῦ σαυτῷ ἐπιφέροντι καὶ ἐπὶ πᾶσιν οἷς κρίνει περὶ ἡμῶν ὁ Θεός.

118

.

112

Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι’ ἀνάμειψιν.
Ἔκλινα ἐπὶ τὸν νόμον καὶ τὰ δικαιώμα‐293 in vol. 3
5τά σου, ἐπὶ τὰ προστάγματά σου, ἐπεὶ εἶδον ἀποκειμένην μοι ἀμοιβήν· ἡ δὲ ἀμοιβὴ βα‐ σιλεία Θεοῦ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἑτοίμασεν ὁ Θεὸς ἀγαπῶσιν αὐ‐
10τόν.

118

.

113

Παρανόμους ἐμίσησα, τὸν δὲ νό‐ μον σου ἠγάπησα. Ὁ παράνομος οὖν, καθὸ παράνομος ὑπάρ‐ χει, μισητός ἐστιν, καθὸ δὲ εἰκὼν καὶ πλάσ‐
5μα Θεοῦ, ἀγαπητός.

118

.

114

Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. Εὐχαριστεῖ τῷ βοηθήσαντι ἐν τῷ πολέ‐ μῳ, τῷ πρὸς τὸν διάβολον καὶ τοὺς δαίμο‐
5νας. Τί τότε τοίνυν ἐποίεις; ἐπήλπισα εἰς τοὺς λόγους σου· ὡς δὴ τῇ τοιαύτῃ προκόπ‐ των ἐλπίδι, οὐκ εἶπεν ἤλπισα, ἀλλ’ ἐπήλπι‐ σα. —Δεόμεθα Θεοῦ βοηθοῦντος ἐν τῷ πρὸς τὸν διάβολον καὶ τοὺς δαίμονας πολέ‐
10μῳ, καὶ ὁ προφήτης ἐβοηθήθη. Ἀντελάβετο γὰρ αὐτοῦ ὁ Θεὸς, καὶ διὰ τοῦτο εὐχαριστῶν ταῦτά φησιν. Εἶτα τί πεποίηκε βοηθούμενος ὑπὸ τοῦ Θεοῦ; εἰς τὸν λόγον σου ἐπήλπισα, καὶ ζῆσόν με. Διὰ τί οὐκ εἶπεν· Εἰς τοὺς
15λόγους ἤλπισα, ἀλλὰ ἐπήλπισα; οἱ ἐλπίζον‐ τες οὐχ ὡς ἄρχονται τοῦ ἐλπίζειν, οὕτω μέ‐ νουσιν, ἀλλ’ εἰ προκόπτοιεν κατὰ Θεὸν, ἐ‐ παυξάνουσιν τὸ ἐλπίζειν, καὶ ὅσῳ γε αὔξει ἡ ἀγάπη, τοσοῦτον αὔξει ἡ ἐλπὶς, καὶ μά‐
20λιστα ὅταν βοηθηθῶμεν ὑπὸ τοῦ Θεοῦ, τότε προστίθεμεν τῇ πρὸς τὸν πόθον τοῦ Θεοῦ ἐλπίδι.

118

.

115

Ἐκκλίνατε ἀπ’ ἐμοῦ, πονηρευό‐ μενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. Ὡς εἴρηται ἐρευνᾶν τὰς γραφὰς (δέονται
5γὰρ ἐρεύνης, ἵνα καὶ νοηθῶσιν), οὕτω καὶ τό· Ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ· οὐ γὰρ ὡς οἴονταί τινες, σαφεῖς καὶ τοῖς τυχοῦ‐
σι ληπταί.294 in vol. 3

118

118,119

Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ εὐθύμημα αὐτῶν. Παραβαί‐ νοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτω‐
5λοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρ‐ τύριά σου. Οὐ ταὐτόν ἐστι τὸ ἁμαρτάνειν καὶ ἀποσ‐ τατεῖν· ὁ γὰρ ἀποστατήσας ἀπέστη τέλειον τῆς θεοσεβείας.
10 Καὶ μετ’ ὀλίγα. Ἀναγκαίως προσέθηκεν τὸ πάντας· εἰκότως καὶ δίκαιοί ποτε ἦσαν, ὕστερον δὲ ἀπέστησαν. Καὶ πάλιν. Τί τὸ αἴτιον, ὅτι ἐξουδένωσας αὐτούς; ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. Πε‐
15ρὶ αὐτῶν φησιν ὁ προφήτης· Οὐαὶ, τέκνα ἀποστάται! Καὶ ἐν ἄλλοις· Οὐαὶ αὐτοῖς ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ. Τοὺς οὖν τοιούτους οὐ παιδεύει, οὐ μαστίζει κατὰ τοὺς ἀγαπη‐ μένους υἱοὺς παρ’ αὐτοῦ, ἀλλὰ ἐξουθενεῖ,
20φάσκων πρὸς ἕκαστον· Παιδεύσει σε ἡ ἀ‐ ποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. Ἡμεῖς μὲν παραβαίνοντας λέγομεν τοὺς δεδιδαγμένους τὸν λόγον, καὶ μετὰ τὸ δεδι‐ δάχθαι μὴ τετηρηκότας, ἀλλ’ ἀποστάντας
25καὶ παραβεβηκότας. Οὗτος δὲ ὁρᾷ ὅτι πάν‐ τες ἔχουσιν ἀφορμὰς πρὸς καλοκαγαθίαν, εἰ καὶ μὴ ἐδιδάχθησαν· ὥστε μὴ μόνους πα‐ ραβάτας λέγεσθαι τοὺς μετὰ τὴν πίστιν ἀ‐ ποστάντας, ὥσπερ ἐλέγομεν, ἀλλὰ καὶ τοὺς
30ὁπωσοῦν ἁμαρτάνοντας, ὡς ἀφορμὰς πρὸς καλοκαγαθίαν ἔχοντας, εἰ δὲ μὴ ἐδιδάχθη‐ σαν. Ἁμαρτωλοὶ δὲ τῆς γῆς οἱ ἐπὶ γῆς ἡ‐ μαρτηκότες ἄνθρωποι. Ἄλλοι γάρ εἰσιν ἁμαρτωλοὶ οὐρανοῦ, οἱ πρὸς οὓς ἡμῖν ἐστιν
35ἡ πάλη, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ἐκεῖ γὰρ πρῶτον ἁ‐ μαρτόντες, ὕστερον καὶ ἐπὶ γῆς τοῦτο ποιοῦ‐ σιν. Διό φησιν· Ἠγάπησα τὰ μαρτύριά σου,
τὰ μετὰ μαρτύρων μοι παραδεδομένα. —295 in vol. 3
40Τοῦτο γὰρ περιμένει τὸ τέλος τοὺς τὸν νό‐ μον τοῦ Θεοῦ ἀθετοῦντας, τὸ βουλεύσασθαι πατῆσαι τὸν Θεοῦ νόμον. —Ἐπεὶ οὖν τού‐ τους παραβαίνοντας ἐλογισάμην, διὸ, φησὶν, ἠγάπησα τὰ μαρτύριά σου, τὰ μετὰ μαρτύ‐
45ρων μοι παραδεδομένα. Καὶ μετ’ ὀλίγα· Ὁ Ἀκύλας ἀντὶ τοῦ πα‐ ραβαίνοντας ἐλογισάμην, στέμφυλα διελογί‐ σω· ὁ δὲ Σύμμαχος, σκωρίαν ἐξέδωκεν.

118

.

120

Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Δι’ οὗ· Ἐμοὶ ὁ κόσμος ἐσταυρώθη, κἀγὼ τῷ κόσμῳ.

118

.

121

Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. Ἐπειδὴ μετὰ τὸ ἡμαρτηκέναι μεταβαλὼν ἐποίησα κρίμα, καὶ κλίνας τὸ ἄδικον, δρά‐
5σας τὴν δικαιοσύνην, ἀξιῶ βοηθηθῆναι, καὶ μὴ κατὰ πεπραγμένα ἁμαρτήματα παραδο‐ θῆναι τοῖς ἀδικοῦσί με εἰς τιμωρίαν, ὡς μὴ ἐπιστρέψαντα πρὸς σέ. Τί δὲ τὸ παραδοθῆναι τούτοις, ἐξεταστέον. Πᾶν ἁμάρτημα ὅταν
10ποιῶμεν, τόπον δεδωκότες τῷ διαβόλῳ ποι‐ οῦμεν, ἐφεδρεύοντι καὶ ἐπιτηροῦντί ποτε εἰσελθεῖν ἡμῶν εἰς τὸ ἡγεμονικὸν, ἵνα βα‐ λὼν ἑαυτοῦ τὰ βέλη, μετὰ ταῦτα καὶ αὐτὸς ἐνοικήσῃ καὶ ἐνεργήσῃ εἰς ἡμᾶς. Οὐκοῦν
15ὅτε ἁμαρτάνομεν, ἐνεργούμενοι ὑπὸ τοῦ δια‐ βόλου ἁμαρτάνομεν, καὶ ἀδικούμεθα ὑπ’ αὐ‐ τοῦ. Ἀδικεῖ γὰρ ἡμᾶς προτρέπων ἐπὶ τὴν ἁμαρτίαν, εἶτα πρὸς τὰ δίκαια κρίματα τοῦ Θεοῦ· ὅρα τί ποιεῖ· ἐπειδὴ ἀντὶ τοῦ Θεῷ ἀ‐
20νοῖξαι τὴν θύραν τῆς ψυχῆς καὶ τὸν Χρισ‐ τὸν παραδέξασθαι, τὴν ἁμαρτίαν προσηκά‐ μεθα, παραδιδόμεθα ἐκείνῳ ὃν παρεδεξάμε‐
θα ἐπὶ τῷ κολασθῆναι ὑπ’ αὐτοῦ. Οὕτω πα‐ ρεδόθη ὁ ἐν Κορίνθῳ πεπορνευκὼς, περὶ οὗ296 in vol. 3
25φησιν ὁ ἀπόστολος. Ἀλλὰ καὶ Φύγαλον καὶ Ἡρμογένην παρέδωκε τῷ Σατανᾷ, ἵνα παι‐ δευθῶσιν μὴ βλασφημεῖν. Ἁμαρτήσαντες δὲ τοῖς ἔθνεσι παραδόθησαν υἱοὶ Ἰσραήλ. — Ἐποίησα κρίμα, τοῦτο τοῦ Δαυίδ. Ὅτι, φη‐
30σὶν, ὡς βασιλεὺς τὸ δίκαιον μὴ ἐξέκλινα, διὸ μὴ παραδῷς με τοῖς δαίμοσιν· ἐκεῖνοι ἀδι‐ κοῦντες οὐ παύονται. —Τίς ὁ ποιήσας κρίμα καὶ δικαιοσύνην ἀδόκητον; τίς ὁ μὴ παντελῶς ἐπαφιεὶς τὴν ῥάβδον τῶν ἁμαρτω‐
35λῶν; Ἄρα θαῤῥῆσαι χρὴ τῷ κλήρῳ τῶν δι‐ καίων εἰπεῖν, ἢ ὃ τούτου μετριώτερον, τῷ κλήρῳ τῶν αὐτὸν γινωσκόντων.

118

.

122

Ἔνδεξαι τὸν δοῦλόν σου εἰς ἀγα‐ θὸν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Τοῖς σοῖς, φησὶν, ἀκολουθεῖν προελόμενος νόμοις, μὴ γένωμαι τοῖς δυσμενέσιν εὐάλω‐
5τος. Τίς δὲ νῦν ἔχει τοσαύτην ψυχῆς καθα‐ ρότητα, ὥστε σὺν παῤῥησίᾳ τοιούτοις χρή‐ σασθαι λόγοις; τούτοις μέντοι καὶ ὁ θεῖος ἀπόστολος προσόμοια εἴρηκεν· Ἡ γὰρ καύ‐ χησις ἡμῶν, αὕτη ἐστὶν, τὸ μαρτύριον τῆς
10συνειδήσεως ἡμῶν. Ὁ Σύμμαχος· Ἀνάδει‐ ξαί με τὸν δοῦλόν σου εἰς ἀγαθόν· ὁ δὲ Ἀ‐ κύλας καὶ Θεοδωτίων· Ἐγγυῆσαι, ἀντὶ τοῦ· ἀληθεύω, οὐ ψεύδομαι, πίστευσον ὑποσχο‐ μένῳ τῷ δούλῳ σου· αὐτὸς ἐγγυητὴς ἐγένου
15τῆς ἐμῆς ὑποσχήσεως, ὅτι σου πληρῶσαι σπουδάζω τοὺς νόμους.

118

.

124

Ποίησον μετὰ τοῦ δούλου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. Οὐ γὰρ ὡς δίκαιοι παρεδόθημεν· τοῦτο
5γὰρ ὀλίγοι καὶ ὀλιγάκις, ἵν’ ὡς ἀθληταὶ γεν‐ ναῖοι, τὸν πειραστὴν καταισχύνωσιν, ἀλλ’ ὡς ἁμαρτάνοντες κατεκρίθημεν, εἶτα ἐλεήθη‐ μεν, κηδεμονικῶς τε καὶ πατρικῶς ὅσον σω‐ φρονισθῆναι πληγέντες, καὶ ὅσον πρὸς αὐ‐
10τὸν ἐπιστρέψαι νουτεθέντες.

118

.

125

Δοῦλός σού εἰμι ἐγώ. Μόνος ὁ σοφὸς δοῦλός ἐστι τῆς σοφίας· μόνος ὁ δίκαιος δοῦλος τῆς δικαιοσύνης ἐσ‐ τίν. Οὕτω καὶ ἑαυτὸν Παῦλος προέγραφεν297 in vol. 3
5δοῦλον Ἰησοῦ Χριστοῦ.

118

126,127

Καιρὸς τοῦ ποιῆσαι τῷ Κυ‐ ρίῳ, διεσκέδασαν τὸν νόμον σου· διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.
5 Καιρὸς δὲ κεκράξαι τῷ Κυρίῳ ὅτι σκε‐ δαννύουσι νόμον σου. Ὅτε οὖν καιρὸς γέγο‐ νεν τοῦ ποιῆσαι τῷ Κυρίῳ, διασκεδασθέντος τοῦ νόμου ὑπὸ τῶν παραλαβόντων αὐτὸν, τότε ἐρῶ, ὁ ἐγὼ ἀπὸ τῶν ἐθνῶν, οὗ προσω‐
10ποποιεῖ ὁ προφήτης· Ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίου καὶ τοπαζίου· τελειότερον δέ ἐστιν τὸ ποιεῖν μετὰ τοῦ ἀγαπᾶν· ἀτε‐ λέστερον δὲ ποιεῖν μὲν, οὐ μετὰ τοῦ ἀγαπᾶν δέ. Τῶν δὲ ἐν τῷ κόσμῳ τιμιωτάτων δοκεῖ
15εἶναι χρυσὸς καὶ λίθοι τίμιοι· παρακειμένων γοῦν τούτων καὶ ἐντολῆς σου, οὐχ οὕτως ἐνεῦρον αὐτὰ [τὰ αὐτὰ] ἐν τῇ ἐντολῇ σου.

118

.

128

Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντο‐ λάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας,
5πᾶσαν ὁδὸν ἀδικίας οὐκ ἐμίσησεν· εἰ δὲ ὁ φόβος τοῦ Κυρίου μισεῖ ἀδικίαν, οὗτος δὴ οὐκ ἠμίσησεν ἀδικίαν, ὅστις οὐ φοβεῖται τὸν Κύριον. Ὁ δὲ μὴ φοβούμενος τὸν Κύριον, οὐ μακάριος, εἴπερ μακάριος ἀνήρ ἐστιν ὁ φο‐
10βούμενος τὸν Κύριον.

118

.

130

Ἡ δήλωσις τῶν λόγων σου φω‐ τιεῖ καὶ συνετιεῖ νηπίους. Ἡ ἑρμηνεία τῶν λόγων τοῦ Κυρίου φω‐ τίζει τοὺς νηπίους ἐν Χριστῷ.

118

.

131

Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα
πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. Νοητὸν στόμα νοητέον, ἵνα ἑλκύσωμεν πνεῦμα, τὸ μὴ εἰσιὸν εἰς κεκλεισμένον στό‐298 in vol. 3
5μα· διὸ μὲν Κύριος ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν· ὁ δὲ Παῦλός φησι· Τὸ στόμα μου ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. —Τὸ στόμα τῆς ἐμοῦ ψυχῆς ἐστιν ἡ διάνοια. Τοῦτο οὖν κλείσας τοῖς πονηροῖς λογισμοῖς ἤνοιξα τοῖς
10ἀγαθοῖς, καὶ εἵλκυσα πνεῦμα συνέσεως, χά‐ ριτος καὶ σοφίας. Ὁ ἀνοίξας διὰ τῆς πρακτικῆς τὴν καρ‐ δίαν, ἕλκει τὸ ἅγιον πνεῦμα, τὸ ἀποκαλύ‐ πτον αὐτῷ τὰ μυστήρια τοῦ Θεοῦ· περὶ
15γὰρ τοῦ στόματος τοῦ κρυπτοῦ ἀνθρώπου φησί. Καὶ δύναται εἶναι ψυχῆς στόμα ἡ διανοητικὴ αὐτῆς δύναμις, ἡ διανοουμένη προφέρει τὸν ἐν διανοίᾳ λόγον· ἵνα οὖν μὴ ἀεὶ ἐκ ψιλῆς τῆς ἑαυτῆς νοήσεως ἀπαγγέλ‐
20λῃ, ἀλλὰ καὶ ἐκ διδομένων αὐτῇ θεόθεν λό‐ γων περὶ πνευματικῶν καὶ αἰσθητῶν· ἀνοίγει τὸ στόμα λόγῳ Θεοῦ, ἵνα λάβῃ λόγον ἐν ἀνοίξει τοῦ στόματος, ὅπως εὐαγγελιζομένη δυνάμει πολλῇ τὸ δοθὲν αὐτῇ ὑπὸ τοῦ Κυ‐
25ρίου ῥῆμα προσφέρῃ· Τὰ δὲ λέγει Κύριος, ἀπαγγέλλουσα· οὐδὲν διαφέρει λαβεῖν λόγους τοῦ ἑλκύσαι πνεῦμα εἰπεῖν. Ταὐτὸν γὰρ τὸ πνεῦμα τῷ Θεῷ λόγῳ· διὸ καὶ ὁ σωτὴρ περὶ οὗ ἔλεγεν λόγου καὶ ῥημάτων, εἴρηκεν· Τὰ
30ῥήματα ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. Καὶ τὴν αἰτίαν δὲ ἀποδέδωκε τοῦ εἱλκυκέναι εἰς τὸ στόμα αὐτοῦ πνεῦμα, εἰπών· Ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν, αὐ‐ τῆς ἐπιθυμήσεως τῶν ἐντολῶν ἐπιεσπωμέ‐
35νης καὶ ἐφελκουμένης τὸ Πνεῦμα.

118

.

133

Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσά‐ τω πᾶσα ἀνομία. Τὸ λόγιον τοῦ Θεοῦ κατευθύνει τὰ δια‐
5βήματά μου, ἐκ κακίας καὶ ἀγνοίας εἰς ἀ‐ ρετὴν καὶ γνῶσιν διαβαίνοντος· εὐθυντὴρ
γὰρ καὶ ἡγεμὼν τῶν τούτων διαβημάτων ὁ ὀρθὸς Θεοῦ λόγος. Τούτου γινομένου, οὐδε‐ μία ἀνομία κατακυριεύσει. Τοῦ μὲν κατὰ299 in vol. 3
10διάνοιαν ἁμαρτάνοντος κυριεύειν λέγεται ἡ ἀνομία· κατακυριεύσει δὲ τοῦ ἐπὶ αὐτὴν ἐ‐ νεργοῦντος τῷ πάντη τὸν ποιοῦντα τὴν ἁ‐ μαρτίαν δοῦλον εἶναι τῆς ἁμαρτίας.

118

.

134

Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Μισθὸν τοῦ λελυτρῶσθαι ἀπὸ συκοφαν‐ τίας ἀνθρώπων ὑπισχνεῖται δώσειν τὴν τῶν
5ἐντολῶν τοῦ Κυρίου φυλακήν· ἢ οὐδὲ μισ‐ θὸν, φησὶν, ἀλλ’ εὐχαριστίαν [οἴσω] εἰς τὸ λυτρωθῆναί με ἀπὸ συκοφαντίας ἀνθρώπων. Καὶ τετυχήκασιν ταύτης τῆς αἰτήσεως Ἰω‐ σὴφ καὶ Σουσάννα. Ῥηθεῖεν δὲ ὁ ἄνθρωπος
10τροπικῶς διάβολος καὶ αἱ κατὰ αὐτὸν πο‐ νηραὶ δυνάμεις, ἀφ’ ὧν τῆς συκοφαντίας μό‐ νου τοῦ Θεοῦ λυτροῦσθαί ἐστιν.

118

.

135

Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώ‐ ματά σου. Τοῦτο τὸ πρόσωπον διαπαντὸς οἱ ἄγγελοι
5βλέπουσι τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Πλὴν τοῦτο σημειωτέον ὅτι τῆς ἀγγελικῆς γνώσεώς ἐστιν ἡ θεωρία τῶν δικαιωμάτων.

118

.

138

Ἐνετείλω δικαιοσύνην τὰ μαρτύ‐ ριά σου, καὶ ἀλήθειαν σφόδρα. Οὐχ ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης, τῆς σφόδρα, τὸ μετὰ μαρτύρων οὐρανοῦ καὶ γῆς,
5ἢ ὧντινων παραδεδομένα· ταῦτά ἐστι τὰ μαρτύρια, ἃ ἐνετείλατο ὁ Θεὸς, ὄντα δικαιο‐ σύνην, ὄντα ἀλήθειαν, ἀλλ’ ἐπεὶ διαφορά ἐστι καὶ τῶν δεχομένων τὴν ἀλήθειαν, ὅτε μὲν ἐκ τύπου δεχομένων αὐτὴν καὶ τρανὴν,
10ὅτε δὲ ἀμαυρὰ, διὰ τοῦτο πρόσκειται τὸ Ἀ‐ λήθειαν σφόδρα.

118

.

140

Πεπυρωμένον τὸ λόγιόν σου σφό‐
δρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. Διδάσκει ἡμᾶς τί δεῖ φρονεῖν περὶ τῶν λογίων τοῦ Θεοῦ· ἐξητασμένα, ὅτι οὐδεμία300 in vol. 3
5συλλαβὴ εἰκῇ καὶ ὡς ἔτυχον παρέῤῥιπται ἐν ταῖς γραφαῖς, ἀλλὰ πάντα οὕτως γεγραμμέ‐ να ὡς τὸ πεπυρωμένον ἀργύριον· διὰ τοῦτο ὁ Σωτὴρ διδάσκει ἡμᾶς μὴ καταφρονεῖν μη‐ δεμίας κεραίας γεγραμμένης ἐν τῇ γραφῇ,
10λέγων· ἴωτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα παραγένηται. Τίς δὲ τοῦτο ἠγάπησεν τὸ πεπυρωμένον, ἀλλ’ ἢ ὁ δουλεύων τῷ Θεῷ; ἀλλὰ καὶ διά‐ πυρόν ἐστιν τὸ λόγιον Κυρίου, ἀφ’ οὗ ἐλή‐
15λυθεν Ἰησοῦς βαλεῖν πῦρ ἐπὶ τὴν γῆν, ὃ καὶ τὴν κακίαν ἕξιν οὖσαν ὑλικὴν κατα‐ φάγεται, ὡς χόρτον, καλάμην, τὰς μοχθη‐ ρὰς ἕξεις. Τὸ λόγιον τοῦ Θεοῦ πεπυρωμέ‐ νον ἐστὶ σφόδρα, τουτέστι ἐξητασμένον καὶ
20πάσῃ βασάνῳ ἀνέγκλητον, καὶ εἴ τις ἔχοι τὸ πεπυρωμένον τοῦτο λόγιον, ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται. —Τούτῳ ἀκολουθεῖ, εἰ μελέτημά ἐστιν αἱ ἐντολαὶ τοῦ Θεοῦ, [ὅτε] θλίψεις καὶ ἀνάγ‐
25και με εὑρίσκουσιν. Καὶ πάλιν· οὐδὲ ἐν ταῖς περιστάσεσι, φησὶ, τοῦτον σὸν μελετᾶν ἠμέ‐ λησα νόμον.

118

.

142

Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. Ἡ δικαιοσύνη σου οὐκ ἔστιν ὁμοία τῇ παρ’ ἀνθρώποις δικαιοσύνῃ· ἵνα γὰρ δίκαιος
5ᾖ ἄνθρωπος ἢ δικαστὴς, ἡ δικαιοσύνη αὐτοῦ ἀποδίδωσιν τὸ δίκαιον τῷ κρινομένῳ πρὸς πέντε ἡμέρας· πρὸς ἡμέρας πλείονας οὐ δύναται ἀποδοῦναι. Ὁ μέντοι γε Θεὸς δι‐ καιοσύνην ἔχει κρίνουσαν, καὶ ἀποδίδωσιν
10αἰωνίως τὰ τῆς κρίσεως τῆς δικαίας· διὸ λέλεκται· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς
τὸν αἰῶνα· ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ἦν, οὔ ποτε μὲν, ποτὲ δ’ οὐκ ἔχει δικαιο‐ σύνην, πηγὴ γὰρ καὶ γεννήτωρ αὐτῆς ὑ‐301 in vol. 3
15πάρχων. Καὶ μετ’ ὀλίγα· ἐπεὶ ὁ παρὰ Ἰουδαίοις νο‐ μιζόμενος νόμος εἶναι ἀλήθεια, οὐκ ἀλήθεια ὢν, ἀλλὰ τύπος, παρ’ ἡμῖν τοῖς ἐπιστρέψα‐ σιν πρὸς Κύριον, οὐκέτι τύπος, ἀλλ’ ἀλή‐
20θεια.

118

.

143

Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελέτη μου. Ἡ γὰρ ὁδός μου στένη καὶ τεθλιμμένη ἐστὶν, ἡ ἀνάγουσα εἰς τὴν ζωήν. Καί· Πολ‐
5λαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς. Εἶτά φησιν· Αἱ ἐν‐ τολαί σου, μελέτη μου.

118

.

145

Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. Ἵνα ἀκριβῶς αὐτὰ νοήσας, σοφὸς ἐν αὐ‐
5τοῖς γένωμαι. Πρότερον μὲν, ἐν ὅλῃ καρδίᾳ μου ἐκέκραξα· δεύτερον δὲ, ἐκέκραξα πρὸς σὲ, καὶ αὐτὸ δὲ ὃ ἐλάλουν, κατὰ ἡγεμονικὸν, οὐκ ἄλλο τι ἦν ἢ ὁ Θεός. Ἐπεὶ οὖν σε με‐ γάλως ἐπεκαλεσάμην, διὰ τοῦτό με σῶσον.
10Ἢ τὸ λαλῆσαι εἰς ὦτα Κυρίου, πεφυκότα ἀκούειν ἐν κρυπτῷ, ἀπὸ τῆς ἐν ὅλῃ καρδίᾳ γίνεται πρὸς αὐτὸν κραυγῆς, ἧς μάλιστα ἐ‐ πακούει ὁ Θεός. —Τίς ἐκέκραξε πρὸς τὸν Θεόν; ὁ αἰτῶν τὰ μεγάλα καὶ [οὐ] περὶ μι‐
15κρῶν ἀξιῶν· δικαιολογεῖται οὖν πρὸς τὸν Θεόν· οὐ μικρῶς ἐλάλησα πρὸς σὲ, οὐδὲ διὰ χειλέων καὶ στόματος, ἀλλὰ διὰ τῆς καρδίας, καὶ ταύτης κεκραγυίας μετὰ ἀναστήματος,
προσήνεγκά μου τὴν εὐχὴν, ἀξιῶ οὖν ἐπα‐302 in vol. 3
20κουσθῆναι, καὶ τὰ δικαιώματά σου ἐκζη‐ τήσω καὶ ἀκριβῶς αὐτὰ νοήσας, σοφὸς ἐν αὐτοῖς γίνομαι. —Οὐχ ἡ κραυγὴ μεγάλη ἐστὶ φωνὴ, ἀλλὰ τὸ μέγεθος τῶν σημαινο‐ μένων ὑπ’ αὐτῆς τῷ Θεῷ. Ὁ γὰρ δίκαιος
25μεγάλην ἀποτελεῖ πρὸς τὸν Θεὸν φωνὴν, αἰ‐ τῶν ἐπουράνια καὶ μεγάλα. Ὁ ἐπιμένων ζητεῖν ἐν πᾶσι τοῖς κτίσ‐ μασι καὶ μάλιστα τοῖς λογικοῖς πᾶσι ζώοις, τὸ δίκαιον τῆς προνοίας τοῦ Θεοῦ, οὗτος τὰ
30δικαιώματα ἐκζητεῖ τοῦ Θεοῦ, οἷον τὴν αἰ‐ τίαν ὑπεροχῆς λογικῶν τινων παρ’ ἑτέρῳ, ὦ Μονογενὲς, εἴτε ἐν τοῖς ἔθεσιν, εἴτε ἐν χαρίσ‐ μασιν, εἴτε ἐν διατάξει τοῦ παντὸς, εἴτε τῶν ἐν ἀνθρώποις συμπτωμάτων. Ἀλλὰ καὶ ὁ τὰ
35ἐν τῇ γραφῇ ὀνομαζόμενα δικαιώματα ἀκ‐ ριβῶς ἐξετάζων, δικαιώματα τοῦ Θεοῦ ἐκ‐ ζητεῖ. Μόνης δὲ δηλοῦται [κραυγὴ] καρδίας ὅλως πρὸς Θεὸν βοώσης ἐν τῷ· Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· παρασπᾷ γὰρ τὸ ἐν ὅλῃ
40παραλαμβανομένη κραυγὴ καὶ ἡ αἰσθητή. Προτραπῶμεν ἐκ διαθέσεως εἰπεῖν· Τὰ δι‐ καιώματά σου ἐπιζητήσω.

118

.

147

Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκρα‐ ξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. Καὶ τὸ ῥητὸν ἡμᾶς οἰκοδομησάτω, καὶ ἡ ἀναγωγὴ ὠφελησάτω. Τὸ μὲν ῥητὸν τοῦτον
5ἔχει τὸν νοῦν· οὐ περιέμενον τὴν ἡμέραν ἐγγίζουσαν, ἵνα εὔξωμαι πρὸς σέ· ἀλλ’ ἔτι ἀωρίᾳ νύκτωρ ἀνιστάμην, προλαβὼν τὰ ση‐
μεῖα τῆς ἡμέρας, ἵνα νυκτὸς εὐξάμενός σοι, ἐπιτύχω τῆς τοῦ ἀληθινοῦ φωτὸς εἰς τὴν303 in vol. 3
10ψυχήν μου ἀνατολῆς, καὶ πρὸς τῷ ἐλπίζειν, πάλιν ἐπήλπισα, προκόπτων τῇ ἀγάπῃ, ἐπεὶ ἡ ἀγάπη πάντα ἐλπίζει. Οὐ θαυμαστὸν δὲ, ἂν ὁ πρεσβύτης καὶ μηκέτι ὀχλούμενος ὑπὸ τῶν σωματικῶν ὀρέ‐
15ξεων, ἑαυτὸν ἐπιδίδωσιν ἀσκήσει τῆς θεοσε‐ βείας· θαυμαστὸν δὲ ἂν νέος καταπατῇ τὰ τῆς νεότητος κακὰ καὶ προφθάνῃ ἐν ἀωρίᾳ, βουλόμενος νικῆσαι τὴν νεότητα πρεσβυτικῷ φρονήματι. Τότε γὰρ εἴποιμι ἂν περὶ τού‐
20του, ὅτι πνευματικῶς ἐποίησε τό· Προέφθα‐ σα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐφήλπισα.

118

.

148

Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου. Βασιλεὺς ὢν ὁ προφήτης, καὶ μυρίαις φροντίσι περικλυζόμενος, οὐκ ἐν ἡμέρᾳ μό‐
5νον προσέφερε τῷ Θεῷ τὰς ἱκετηρίας, ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀναμένων τὰς τῶν ἀλεκτρυόνων ᾠδὰς, οὕτως ἐπόθει τὸν πε‐ ποιηκότα Θεὸν, οὕτω προθύμως τὴν ἐκεῖθεν ᾔτει βοήθειαν. —Ὁ ἐκ νυκτὸς ὀρθρίζων
10πρὸς Θεὸν λέγοι ἂν τοῦτο· προτρεπτικὸν δέ ἐστιν ἐπὶ τὸ ἕωθεν μελετᾶν τὰ λόγια τοῦ Θεοῦ. Μήποτε δὲ καὶ ὁ λύχνος τοῦ σώματος ἡμῶν ὁ νοῦς, λεγόμενος ὀφθαλμὸς, προφθά‐ νων ὀφείλει ταῖς ἰδίαις ἐνεργείαις τὸν ἀπὸ
15τοῦ ἡλίου τῆς δικαιοσύνης ὄρθρον, ἐξαιρέ‐ τως ἀνατέλλοντος τοῖς προφθάσασιν αὐτὸν ὀφθαλμοῖς;

118

.

149

Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρίμα σου ζῆ‐ σόν με. Ἔχεις μεθόδους πολλὰς, ὅπως ζωοποιή‐
5σῃς τοὺς ἀναξίους τῆς ζωῆς, κατὰ γοῦν τὸ κρίμα σου καὶ κατὰ τὸ ἔλεός σου, ζωοποίη‐ σόν με, Κύριε, οὐ γὰρ θαῤῥῶ κατὰ τὴν ἐμὴν πρᾶξιν ἐπακουσθήσεσθαι, Κύριε, ἀλλὰ κατὰ τὸ κρίμα σου, τουτέστιν ὡς ἐὰν συγκρίνῃς
10περὶ τοῦ ζῆσαί με.304 in vol. 3

118

.

151

Ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου [al. αἱ ἐντολαί σου] ἀλήθεια. Ὁ Θεὸς ἀλλαχοῦ φησιν· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, λέγει Κύ‐
5ριος. Ἡ δύναμις γὰρ τοῦ Θεοῦ πανταχῇ ἐσ‐ τι κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον. Καὶ μετ’ ὀλίγα. Αὐτὸς μὲν οὖν ἐγγίζει οὕ‐ τως· ἀλλ’ ἐὰν μὴ καὶ ἡμεῖς ἐνεργήσωμεν,
10αὐτοῦ ἐγγίζοντος, τὸ ἐγγίζειν αὐτῷ, οὐκ ἀ‐ πολαύσομεν τῆς ἐγγύτητος αὐτοῦ· διὰ τοῦτο πόῤῥω εἰσὶν οἱ ἁμαρτωλοὶ τοῦ Θεοῦ· ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Ὁ δὲ δίκαιος ἐνεργεῖ τὸ ἐγγίζειν τῷ Θεῷ.
15 Καὶ μετ’ ὀλίγα. Ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ὁ σωματικὸς Ἰουδαῖος οὐ δύναται ἀληθεύων ταῦτα λέγειν· τύπον γὰρ ποιεῖ, περιτέμνεται, οὐ τὴν ἀλη‐ θινὴν περιτομήν· ἄζυμα ἄγει, οὐ τὰ ἀληθῆ,
20καὶ ἁπλῶς εἰπεῖν, ἐν τύποις ἀσχολεῖται, καίτοιγε οὐκέτι αὐτοὺς ἔχων. Ὁ μέντοι γε νοῶν τὰ πράγματα καὶ μυστήρια τῆς βασι‐ λείας τῶν οὐρανῶν, καὶ τίς ἡ ἀλήθεια, περὶ ἑκάστου τῶν γεγραμμένων ἐρεῖ· Πᾶσαι αἱ
25ἐντολαί σου ἀλήθεια. —Ἑτέρα δὲ γραφὴ ὧδε ἔχει· Καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια, δηλονότι αἱ πρὸς αὐτὸν φέρουσαι· τέλος γὰρ πασῶν τῶν ὁδῶν τούτων, ὁ εἰπών· Ἐγώ εἰ‐ μι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια.

118

.

152

Κατ’ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυ‐ ρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.
Τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. Πό‐305 in vol. 3
5σοι κατὰ τὴν ἡμέραν τῆς κρίσεως εὑρεθή‐ σονται ἐν τῷ κρυπτῷ πολλάκις ἀρνησάμε‐ νοι, κἂν ὑπ’ ἀνθρώπων μὴ γένωνται ἀποσυ‐ νάγωγοι· τὰ γὰρ κρυπτὰ τῷ Κυρίῳ τῷ Θεῷ ἡμῶν, τάδε φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις
10ἡμῶν.

118

.

153

Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐ‐ ξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Καλεῖ ὁ προφήτης τὸν Θεὸν, ὡς ἐν πει‐ ρασμοῖς γενόμενος, καὶ νενικηκὼς, καὶ προσ‐
5καλεῖται αὐτοῦ τοὺς ὀφθαλμοὺς θεωρεῖν ἐπὶ τῷ πεπαλαικέναι καλῶς καὶ νενικηκέναι. Οὐ παντὸς δὲ ἔστιν εἰπεῖν· Ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην, ἀλλὰ τοῦ νοήσαντος τὸν νόμον, καὶ ἀεὶ τηρήσαντος αὐτὸν, καὶ παρα‐
10καλοῦντος τὸν Θεὸν ἐπὶ τὴν θέαν τῆς ἐπαι‐ νετῆς ἐν τῇ ψυχῇ ἑαυτοῦ ταπεινότητος. Ἀ‐ κριβέστερον δὲ νοήσεις τίνα τρόπον ὁ πειρα‐ ζόμενος λέγει τῷ Θεῷ· Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με τοῦτον τὸν τρόπον, ὡσεὶ
15ἐν μαρτυρίῳ τις γένοιτο, καὶ ταπεινωθείη διαφόρως αἰκιζόμενος καὶ μαστιζόμενος, πάντων αὐτὸν καὶ τὴν αὐτοῦ πίστιν χλευα‐ ζόντων καὶ καταδικαζόντων· ἐκεῖνος γὰρ λεγέτω κατ’ ἐκείνου καιροῦ τῷ Θεῷ, εἰ μαρ‐
20τυρεῖ, εἰ ὑπομένει· Ἴδε ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθό‐ μην. Ἕκαστος τῶν κρινόντων, μάλιστα ἐν ἐκ‐ κλησίᾳ Θεοῦ, προσεχέτω, μήποτε ἀδίκως
25κρίνας κατά τινα, κατεντευχθῇ ὑπὸ τοῦ ἀ‐ δίκως κριθέντος δικαίου, λέγοντος τῷ Θεῷ·
Κρίνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με. Οὐ ταὐτὸν δέ ἐστιν τό· Κρίνον με, τῷ· Κρί‐ νον τὴν κρίσιν μου. Ἕκαστος δὲ τῶν εὐχομέ‐306 in vol. 3
30νων διὰ τί θέλει ζῆν; Ὁ μὲν φαῦλος, δι’ ἡ‐ δονὴν, ἵνα αὐτῆς ἀπολαύῃ· ὁ δὲ δίκαιος, διὰ δικαιοσύνην.

118

155,156

Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζή‐ τησαν. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κα‐ τὰ τὸ κρῖμά σου ζῆσόν με.
5 Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία. Διὰ τί; ὅτι τὰ δικαιώματα τοῦ Θεοῦ οὐκ ἐξεζή‐ τησαν. Εἴ τις γὰρ τὰ δικαιώματα αὐτοῦ οὐκ ἐκζητεῖ, τούτου μακράν ἐστιν ἡ σωτηρία, δηλονότι ὁ Θεός. —Εἰ καὶ μακράν ἐστιν
10ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία, ἀλλὰ πολλοί εἰσιν οἱ οἰκτιρμοὶ Κυρίου, ὡς τοὺς μακρὰν ἐγγὺς γενέσθαι δύνασθαι.

118

.

157

Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με, ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξ‐ έκλινα. Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χρισ‐
5τῷ διωχθήσονται. Μὴ πάντως δὲ τοὺς διωγ‐ μοὺς τοὺς ἔξωθεν προσδοκᾷ, ἀλλὰ διωγμοὶ ἀεὶ τῷ δικαίῳ γίνονται, ἔξωθεν μάχαι, ἔσω‐ θεν φόβοι. Διώκουσιν αἱ δυνάμεις αἱ ἀντικεί‐ μεναι, κινοῦσαι πρὸς ἁμαρτίαν, διὰ οἰκείων,
10διὰ γυναικὸς μαχίμου τε καὶ γλωσσώδους, δι’ οἰκέτου ἀτάκτου, δι’ ἑτέρων πολλῶν, δι’ αὐτῶν τῶν ἁμαρτημάτων· καὶ ἐὰν μὴ ἀγω‐ νίσωμαι ὁμολογῆσαι τῷ Θεῷ διὰ τῆς σωφρο‐ σύνης καὶ τῶν λοιπῶν ἀρετῶν, ἀρνησίθεος
15γίνομαι, ὥσπερ καὶ γεγόνασί τινες μάρτυ‐ ρες. Οὕτω τοσαυτάκις τις γίνεται [δίκαιος]· ὁσάκις γὰρ ἂν ἐξιχνιάζῃ τις τῶν μαρτύ‐ ρων τὰ ἀγωνίσματα, σκοπῷ τῆς ὁμοίας ἀ‐ θλήσεως, οὗτος τοσαυτάκις γίνεται τοῦ Θεοῦ
20μάρτυς. Ὁσάκις τε ὑπὸ δυνάμεων ἀντικει‐ μένων διώκεται καὶ οὐχ ἡττᾶται, οὐδὲ νι‐ κᾶται πάθεσιν ἀτιμίας, καὶ νικᾷ. Περὶ τού‐ του Παῦλος τοῦ μαρτυρίου φησί· Τοῦτο γάρ
ἐστι τὸ καύχημα ἡμῶν, τὸ μαρτύριον τῆς307 in vol. 3
25συνειδήσεως ἡμῶν. Ὁ οὖν δίκαιος οὐκ ἔσ‐ τιν, ὅτε οὐ διώκεται· οὐκ ἔστιν, ὅτε οὐ μαρ‐ τυρεῖ. —Οὐδὲ πολλαῖς, φησὶ, περιστοιχι‐ ζόμενος συμφοραῖς, τῶν ὑπὸ σοῦ νενομο‐ θετημένων ἠνεσχόμην τι παραβῆναι. Ταῦ‐
30τα μέντοι δῆλον ὡς ὑπὸ τοῦ Σαοὺλ διω‐ κόμενος εἴρηκε· τηνικαῦτα γὰρ τῆς ἁμαρ‐ τίας ἀπείραστος ἦ.

118

.

158

Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετη‐ κόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. Λέγει ὁ ἀπόστολος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσ‐
5θενῶ, ζήλῳ θεοσεβείας ζηλῶν; Μακάριος ὁ ἀπὸ ἀγάπης Θεοῦ τῆς πρὸς ἀνθρώπους ἀ‐ συνετοῦντας ἐκτηκόμενος. Τὸ ἑξῆς ἐστιν οὕτως· Εἶδον αὐτοὺς, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο ἀσυνετοῦντες, καὶ ἐξετηκόμην·
10εἰ μή τις οὖν ἀσυνετεῖ, ἐκεῖνος, ἐπεὶ τὰ λόγια τοῦ Θεοῦ οὐκ ἐφυλάξατο, ἀσυνετεῖ.

118

.

159

Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπη‐ σα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. Ὁ ἀγαπῶν τὰς ἐντολὰς, ποιείτω αὐτὰς, καὶ ζήσεται ἐν αὐταῖς, ἢ δι’ αὐτῶν· ἐν αὐταῖς
5μὲν, τοὺς λόγους τῆς πρακτικῆς γνώσεως ἐκ‐ μαθών· δι’ αὐτῶν δὲ, σοφίας καταξιωθείς. Οὐ πᾶς ὁ ποιῶν τὰς ἐντολὰς, ἀγαπᾷ αὐτὰς, ἀλλ’ ὁ ἀπὸ τελείας ἀγάπης ἔξω βάλλων τὸν φόβον, καὶ εἴη· ἀγαπήσας οὖν τὰς ἐντολάς
10σου, ἐλέῳ ζήσεσθαι αἰτῶ.

118

.

160

Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δι‐ καιοσύνης σου. Εἰ ἀρχὴ τῶν λόγων τοῦ Θεοῦ ἀλήθεια,
5ὁ Χριστὸς ἄρα ἀρχὴ τῶν λόγων ἐστὶ τοῦ Θεοῦ· ἀρχὴν δὲ ἐνταῦθα λέγει, ὡς αἴτιον. Πάλιν εἰ ἡ ἀρχὴ τῶν λόγων [Θεοῦ] ἐστὶν ἡ ἀλήθεια, ἐν οἷς ἂν αὐτὴ ἐγγίνηται, ἐν ἐκεί‐ νοις γενήσονται καὶ οἱ λόγοι τοῦ Θεοῦ.

118

161,162

Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ὑπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά.308 in vol. 3
5 Ὁ ἐν τῷ διώκεσθαι ὑπὸ ἀρχόντων, οὐδένα μὲν αὐτῶν φοβούμενος, δειλιῶν δὲ ὑπὸ τῶν λόγων τοῦ Θεοῦ, ὕστερον ἀγαλλιάσεται ἐπὶ τὰ αὐτὰ λόγια, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Ὁ ἀπὸ τῶν ἐθνῶν λαὸς χαριέντως ταῦτα
10ἐρεῖ, οἱονεὶ σκυλεύσας τὸν ἐκ περιτομῆς λαὸν, ὅτε ἔλαβε τὰ λόγια τοῦ Θεοῦ, ἃ πρῶ‐ τοι Ἰουδαῖοι ἐπιστεύθησαν. Ἀληθὴς καὶ οὗ‐ τος ὁ λόγος, ὁ γὰρ θερμῶς περὶ τὰ θεῖα λό‐ για διακείμενος, τἀναντία μυσαττέθω.
15 Τῷ ἐδειλίασεν, ἀντὶ τοῦ εὐλάβετο, ἐχρή‐ σατο. —Ἐκ τῶν προφερομένων ἐγκλημά‐ των ἐστὶ τῇ γραφῇ καὶ τὸ εἰρημένον ἐνταῦ‐ θα ῥητὸν, παρὰ τῶν μὴ ἐπισταμένων, μήτε ποίᾳ προφάσει, μήτε ποίᾳ δυνάμει λελάλη‐
20ται τὰ ἅγια λόγια τῶν γραφῶν. Ὁρᾷς γὰρ, φασὶν, τὸν προφήτην ἀκολουθοῦντα τῷ πά‐ θει τῷ κακίστῳ ἐν ἀνθρώποις, δειλιὰν ἀνειλη‐ φέναι ἀπὸ τῶν λόγων, ὧν φησιν εἶναι τοῦ Θεοῦ. Πῶς οὖν ἀπολογησόμεθα ἡμεῖς περὶ
25τῆς ἐνταῦθα λεγομένης ἐπαινετῆς δειλιᾶς; Ἀκουστέον. Οἱ ἐγκαλοῦντες ταῦτα, Ἕλληνές εἰσιν· ἵν’ αὐτοὺς πείσωμεν καὶ τοὺς οἰομένους ὑπὸ τῆς πιθανότητος τῶν λόγων αὐτῶν, παρ’ αὐ‐
30τοῖς τοιγαροῦν εὕρωμεν παράδοξον λόγον· Ἀσκητέον τὸ λοίδωρον, ἀλλὰ καθ’ ἑαυτοῦ· παραδόξως ἐχρήσατο ἐκεῖ τῷ λόγῳ ὁ φάσ‐ κων· Ἀσκητέον τὸ λοιδωρὸν, ἀλλὰ καθ’ ἑαυ‐ τοῦ, ἵνα μὴ τὸν πέλας λοιδορῶμεν· ἀλλ’ ἐφ’
35οἷς ἁμαρτάνομεν, αὐτοὶ ἑαυτοῖς λοιδορῶμεν. Ὅρα πῶς τῷ λόγῳ τῷ ψεκτῷ (ψεκτὸν γὰρ ἡ λοιδωρία) εὗρε χρήσασθαι εἰς δέον ὁ Ἕλ‐
λην. Καὶ πάλιν. Τὸν θυμὸν καὶ τὴν πικρίαν ἀ‐309 in vol. 3
40νακινητέον· ἀλλὰ κατὰ τῆς ἐν ἡμῖν ἡδυ‐ παθείας χρησάμενος τοῖς τοιούτοις παρα‐ δείγμασιν, πρὸς ἐκείνους εἴποιμι ἄν· ἆρα, εἰ μὴ μεγάλη ἀρετή ἐστι τοῦ λέγοντος· Ἄρ‐ χοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν
45λόγων σου ἐδειλίασεν ἡ καρδία μου; Καὶ μάλιστα τοῦτο λεγέσθω ὑπ’ ἀνθρώπου εἰς μαρτύριον κεκλημένου, διωχθέντος ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, καὶ τῶν ἐξου‐ σιῶν, τῶν ἐγκεχωρισμένων τὴν περὶ ζωῆς·

118

161,162

(50)

καὶ θανάτου τῶν ἀνθρώπων κρίσιν. Ἴδε μοι τὸν μαρτυροῦντα, βλέποντα τὰ ποικίλα τῶν βασανιστηρίων ὄργανα, καὶ μὴ δειλιῶντα ἐπὶ τούτοις, ἀλλὰ μεμνημένον τοῦ κριτηρίου τοῦ Θεοῦ, καὶ δειλιῶντα ἐκεῖνο, καὶ ὅλον γινό‐
55μενον τῆς ἀναζωγραφήσεως αὐτοῦ καὶ τῶν ἀποκειμένων ἐκεῖσε κολάσεων τῷ ἀρνησι‐ θέῳ. Διὰ τοῦτό φησιν· Ἄρχοντες κατεδίωξάν με δωρεὰν, οὐχ ὡς λῃστὴν, οὐχ ὡς, φησὶ, λῃστὴν, οὐχ ὡς φονέα, οὐδὲ ὡς ἄλλο τι τῶν
60ἀτόπων πεποιηκότα· ἀλλ’ ἐπειδὴ σὲ σέβω, τὸν Θεὸν τῶν ὅλων δημιουργὸν, ἐπεὶ πεπίσ‐ τευκα εἰς τὸ ὄνομα τοῦ Μονογενοῦς σου. Διὰ τοῦτο διώκομαι, καὶ διωκόμενος δειλιῶ, οὐκ ἀπ’ αὐτῶν, οὐδὲ ἀπὸ τῶν προσφερομένων
65ὑπ’ αὐτῶν, ἀλλὰ διὰ τὴν πρὸς τοὺς σοὺς λό‐ γους δειλιάν. Ἀσκητέον οὖν τὴν δειλιὰν, τὴν ἀπὸ τῶν λόγων τοῦ Θεοῦ, ἵν’ ἀποστῶμεν ἀ‐ πὸ τῶν ἁμαρτημάτων, καὶ μάλιστα τῆς φο‐ βερᾶς ἁμαρτίας τοῦ ἀρνήσασθαι τὸν ὑπὲρ
70ὑμῶν ἀποθανόντα. Οὗτος ὁ ταῦτα εἰπὼν ἀ‐ γαλλιάσεται ἐπὶ τοῖς λόγοις τοῦ Θεοῦ. Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Ποίοις λόγοις; ἢ περὶ ὧν λέγει ὁ Παῦλος· πρῶτον γὰρ ἐπισ‐
75τεύθησαν τὰ λόγια τοῦ Θεοῦ, περὶ τῶν Ἰου‐ δαίων φάσκων. Καὶ πάλιν. Ἄξιον ζητῆσαι διὰ τί παρέ‐ λαβε τὸν ἀγαλλιῶντα ἐπὶ τοῖς λόγοις τῷ εὑρίσκοντι σκῦλα. Ἐὰν ἴδῃς τίνες εἶχον τὰ
80λόγια τοῦ Θεοῦ, καὶ κατανοήσῃς τίνες νῦν ἔχουσιν αὐτὰ, ὄψῃ ὅτι Ἰουδαίους Χριστια‐ νοὶ ἐσκυλεύσαμεν, τοῦ Χριστοῦ εἰπόντος·
Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται τῷ ἔθνει ποιοῦντι τοὺς καρ‐310 in vol. 3
85ποὺς αὐτῆς. Πολλὰ δὲ τὰ σκῦλα, ἐπειδὴ καὶ πολλαὶ τῆς θείας γραφῆς αἱ βίβλοι. Ἐκεῖ‐ νοι γὰρ οὐκ ἔχουσιν αὐτὰ, ἅτε δὴ μηδὲ τὸν νοῦν αὐτῶν ἐπιστάμενοι.

118

.

163

Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξά‐ μην, τὸν δὲ νόμον σου ἠγάπησα. Βδελύξασθαι καὶ μισῆσαι δεῖ τὴν ἀδικίαν, εἰ μέλλοι μὲν ἔργοις ἐπιδείκνυσθαι τὴν εἰς
5τὸν νόμον τοῦ Θεοῦ ἀγάπην· οὐ τὸν ἄδικον, ἀλλὰ τὴν ἀδικίαν μισητέον, καὶ οὐ νεκρὰ ἀνθρώπων σώματα, ἢ ὡς Ἰουδαῖοι ὀνομά‐ ζουσι Κύριον, δαίμονα βδελυκτὸν, ἀλλὰ τὴν ἀδικίαν· αὐτὴ γὰρ ἀληθῶς βδέλυγμα.

118

.

165

Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Ἐάν τις ἀγαπᾷ τὸν νόμον τοῦ Θεοῦ, εἰρή‐ νην ἔχει πολλήν· πόλεμος οὐχ ἅπτεται τῆς
5ψυχῆς αὐτοῦ, οὐδὲν γὰρ τῶν ἁμαρτημάτων ἐκκαίει τὴν ψυχὴν αὐτοῦ, καὶ ἅτε εἰρήνην
ἔχων, τοιοῦτος γεγένηται, ἵνα ὑπὸ μηδενὸς ἔτι σκανδαλισθήσεται· κεκτημένος γὰρ τὴν εἰρήνην τοῦ Θεοῦ ἐν ἑαυτῷ, διὰ τὸ ὄνομα311 in vol. 3
10αὐτοῦ σκάνδαλον οὐκ ἔστιν ἐν τούτοις. — Εἰ οἱ μικροὶ σκανδαλίζονται, (ὅστις γὰρ ἂν σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον
15αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει) οἱ δὲ ἀγαπῶντες τὸν Κύριον, οὐ σκανδαλίζον‐ ται· οἱ μικροὶ οὐκ ἀγαπῶντες τὸν Κύριον, σκανδαλίζονται, διὸ καὶ ἀγνοοῦντες τοὺς λόγους τῶν γινομένων, ἐφ’ οἷς καὶ σκανδα‐
20λίζονται.

118

.

169

Ἐγγυσάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λογιόν σου συνέτισόν με. Πτεροῖ τὴν δέησιν τοῦ δικαίου ὁ καλὸς
5αὐτοῦ βίος, ὡς ἐνώπιον τοῦ Θεοῦ γένηται· ἀλλὰ καὶ τὸ πνεῦμα ᾧ προσεύχεται, κουφί‐ ζει δὴ τὴν εὐχὴν καὶ φέρει πρὸς Θεόν· ἡ δὲ ἁμαρτία, βαρεῖα οὖσα, τοῦ μὴ καλοῦ βίου ἐχομένου, μακρύνει ἀπὸ Θεοῦ τὴν εὐχὴν το‐
10σοῦτον, ὅσον ἐστὶ βαρεῖα πλεῖον ἢ ἔλαττον. Οὕτω καί τινων μὲν ἀναβαίνει προσευχὴ καὶ στεναγμὸς ἀπὸ τῶν καλῶν ἔργων, καὶ τοῦ μισεῖν τὸν αἰγύπτιον ἐργάσεσθαι πῆλον· ἑτέρων δὲ πίπτει ἢ καταβαίνει, ὧν γίνεται
15εἰς ἁμαρτίαν ἡ προσευχή. Ἀντιδιέστειλε τῇ τοῦ κόσμου συνέσει κατὰ τέχνας τε καὶ πᾶν ἐπιτήδευμα, κατὰ τὸ λόγιόν σου προσθεὶς καὶ τὴν θείαν δηλονότι σοφίαν, ἣν ἔχοντες οἱ μαθηταὶ τοῦ Σωτῆρος, ἠλλαττοῦντο τῆς
20ἀνθρωπίνης· λέγει γάρ· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ
φωτὸς εἰς τὴν γενεὰν αὐτῶν. Ὅτι δίκαιος οὖν τοῦτο εὔχεται, συνετὸς γενέσθαι κατὰ τὸ λόγιον τοῦ Θεοῦ.312 in vol. 3
25 Χρὴ δὲ εἰδέναι, ὅτι περὶ τοῦ τῷ Θεῷ ἐγ‐ γίσαι, διαφορὰς εὕρομεν ταύτας· ὁ μὲν τελει‐ ότερος ἐγγίζει τῷ Θεῷ· ὁ δὲ ὑποδεέστερος καὶ ἐγγὺς τούτου, αὐτὸς μὲν οὐκ ἐγγίζει τῷ Θεῷ, εὐχὴν δὲ ἔχει ἐγγίζουσαν αὐτῷ. Ὅθεν
30περὶ Μωϋσέως εὕροις ἂν τό· Ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεὸν, οἱ δὲ λοιποὶ οὐκ ἐγ‐ γιοῦσιν· ἐπὶ δὲ τούτου εὐχὴν λέγουσαν· Ἠγγίσατο ἡ δέησίς μου, καὶ ἑξῆς. Τίς δὲ τούτων ἡ διαφορά; Ἄξιον θεωρῆσαι· ὁ
35Θεὸς οὐκ ἐν τόπῳ ἐστὶν, δύναμις γάρ ἐστιν ἄῤῥητος καὶ ἄφθεγκτος καὶ ἀόρατος. Εἰ δὲ οὐκ ἔστιν ἐν τόποις ὁ Θεὸς, ἐγγίζειν δὲ ἔσ‐ τι τῷ Θεῷ, δηλονότι τῷ ἐν ἡμῖν ἀοράτῳ ἐγ‐ γίζομεν αὐτῷ. Τί δὲ ἐν ἡμῖν ἀόρατον; ἢ ὁ
40κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ὃν ὠνόμα‐ σεν ἡ γραφὴ ἔσω ἄνθρωπον. Τούτου ἔστιν ἐγγίσαι τῷ Θεῷ. Ἔστι δὲ ἐγγίσαι διὰ Ἰησοῦ Χριστοῦ, καὶ μάλιστα ἐὰν νοήσωμεν τὸν Χριστὸν, ὅτι
45δικαιοσύνη ἐστὶ, ὅτι ἀλήθεια, καὶ σοφία, καὶ ἀνάστασις, καὶ φῶς ἀληθινόν. Ἄνευ γὰρ τούτων οὐκ ἔστιν ἐγγίζειν τῷ Θεῷ, ἀλλ’ οὐ‐ δὲ χωρὶς εἰρήνης τῆς φρουρούσης τὰς καρ‐ δίας καὶ τὰ νοήματα, ἥτις ἐστὶν ὁ Χριστός.

118

.

169

(50)

Ὅσῳ δέ τις ἀπολείπεται δικαιοσύνης καὶ σοφίας, τοσούτῳ μακράν ἐστιν ὁ τοιοῦτος τοῦ Θεοῦ.

118

.

170

Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιον σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. Ἐν τῷ βίῳ τούτῳ κοσμικά ἐστιν ἀξιώμα‐ τα τούτων τῶν πραττόντων τὰς νομιζομένας
5ὑπεροχὰς ἐν ἐξουσίαις καὶ ἀρχαῖς· οὕτως ἐστὶν ψυχῆς ἀξίωμα· ὅπερ ἔχει ὁ ἀπόστο‐ λος· ἀξίωμα γάρ ἐστιν εἶναι ἀπόστολον Χριστοῦ Ἰησοῦ, καὶ σώζειν τὸν χαρακτῆρα τοῦ ἀποστόλου. Ἀξιώματά ἐστι καὶ τὰ ἐκ‐313 in vol. 3
10κλησιαστικὰ τάγματα, τὸ εἶναι ἐπίσκοπον, εἰ τύχοι, ἢ πρεσβύτερον, ἢ ἄλλο τι τῶν ἑξῆς. Ἀξιώματα δὲ ψυχῆς καὶ τὸ ἔχειν τὰς ἀρε‐ τὰς, ἢ μίαν τινὰ ἐξ αὐτῶν. Ἐὰν οὐκ ἔχῃ τις τοιοῦτον ἀξίωμα, ὃ κυρίως καὶ ἀληθῶς
15ἐστιν ἀξίωμα, εὔχεται τῷ Θεῷ λέγων· Εἰσ‐ έλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. —Τὸ ἀξίωμα τινὲς μὲν ἡρμήνευσαν τὴν ἀπάθειαν, ἄλλοι δὲ τὴν ἀξίωσιν.

118

.

171

Ἐξερεύξαιντο τὰ χείλη μου ὕμ‐ νον. Τὸ μὲν ψάλλειν ἀνθρώποις ἁρμόζει· τὸ δὲ ὑμνεῖν ἀγγέλοις, ἢ τοῖς ἔχουσι σχεδὸν
5ἀγγελικὴν κατάστασιν. Ὄντως καὶ οἱ ἀ‐ γραυλοῦντες ποιμένες οὐκ ἤκουσαν ψαλλόν‐ των ἀγγέλων, ἀλλ’ ὑμνούντων καὶ λεγόν‐ των· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ τὰ ἑξῆς. — Ὕμνος δέ ἐστιν δοξολογία μετ’ ἐκπλήξεως
10ἐπὶ τῇ θεωρίᾳ τῶν γενομένων ὑπὸ Θεοῦ.

118

.

172

Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λό‐ γιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιο‐ σύνη. Τουτέστι δικαιοσύνης ποιητικαί. —Ὁ
5λέγων τοῦτο εὔχεται ἵνα ἃ φθέγγεται, λόγοι ὦσι Θεοῦ. Καὶ γὰρ γέγραπται ἀλλαχοῦ· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ. Ὁ δὲ τοιοῦ‐ τος εὐχόμενος ἀργὸν ῥῆμα οὐ λαλεῖ, φθέγ‐ γεται δὲ κυρίως τὸν περὶ δικαιοσύνης λόγον,
10οὐχὶ φωνῇ μόνῃ αὐτὸ προφέρων, ἀλλὰ καὶ ἔργοις καὶ προθέσει πρακτικῇ τῇ κατὰ τὸν ὀρθὸν λόγον εὐθυνομένῃ. —Ὅρα τῶν θείων
ῥημάτων τὸ εὔτακτον, ὧν ὡς ἰδιωτικῶν κα‐ ταφρονοῦσιν παῖδες Ἑλλήνων. Πρῶτον γὰρ314 in vol. 3
15τὸ ἐγγίσατο, εἶτα τὸ μεῖζον, τό· Εἰσέλθοι τὸ ἀξίωμά μου. Πρὸ γὰρ τοῦ εἰσέλθοι, τὸ ἐγγί‐ σαι· ἐγγίσας γάρ τις οἰκίᾳ, ἐὰν ᾖ φίλος τοῦ οἰκοδεσπότου, εἰσέρχεται. Ἣν δὲ κέκληκε δέησιν, νῦν εἶπε ἀξίωμα παρὰ τὸ ἀξιοῦν.

118

.

175

Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέ‐ σει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. Τὸ αἰνεῖν σε τῶν ζώντων ἐστίν· οἱ γὰρ νεκροὶ οὐκ αἰνέσουσι τὸν Κύριον.

118

.

176

Ἐπλανήθην ὡς πρόβατον ἀπο‐ λωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐν‐ τολάς σου οὐκ ἐπελαθόμην. Εἰ καὶ ἐπλανήθην, ἀλλ’ οὐκ ἐπελαθόμην
5τῶν ἐντολῶν σου· ἠθέλησα οὖν βιῶσαι κατὰ ταύτας. Ζήτησόν με, εὗρόν με, ἐπανάλαβέ με, ἐπάνελθε, ἔχων με. Ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Εἰ καὶ παρέβην τινὰς, ἀλλὰ λήθην οὐκ ἐδε‐
10ξάμην παντελῆ. Ἀλλὰ ταύτην μὲν ὁ προφή‐
της προσενήνοχε τὴν εὐχὴν, τετύχηκε δὲ ἅπασα τῶν ἀνθρώπων ἡ φύσις τῆς σωτηρίας. Ἔδραμε γὰρ ὁ καλὸς Ποιμὴν ἐπὶ τὸ πλα‐ νώμενον πρόβατον, καὶ περιελθὼν τὰ ὄρη315 in vol. 3
15καὶ τοὺς βουνοὺς (παρὰ ταῦτα γὰρ ἐπλανᾶ‐ το λατρεῦσαι τοῖς δαίμοσιν), εὗρε, καὶ ἐπὶ τῶν ὤμων λαβὼν, ἐπανήγαγε, καὶ ηὐφράνθη μᾶλλον ἢ ἐπὶ τοῖς ἐννενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. Ἢ οὕτως· ἐπειδὴ τέλος
20νόμου ὁ Χριστὸς εἰς δικαιοσύνην, εἰκότως σφραγῖδα τῇ παρούσῃ ψαλμῳδίᾳ τὸν νῦν στίχον ὁ προφήτης ἐπέθηκε. Ἀλλ’ ὁ Ποιμὴν ἡμᾶς ὁ ἀληθινὸς, οὐδὲ οὕτως ἀπογινώσκων· ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ
25σῶσαι τὸ ἀπολωλὸς, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶ‐
νας. Ἀμήν.316 in vol. 3

119

p

ᾨδὴ τῶν ἀναβαθμῶν. Μόνοι οἱ τῷ λόγῳ καὶ τῷ βίῳ ἀναβαίνον‐ τες, οἰκεῖοί εἰσι τῶν ἀναβαθμῶν καὶ τῶν ἐν ταῖς ᾠδαῖς αὐτῶν μυστηρίων. Στοχαζώμεθα
5τὴν μὲν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν λέ‐ γεσθαι ἐν τῷ λαῷ, εἴ ποτε πόλεμος προσεδο‐ κᾶτο. Τὴν δὲ δευτέραν, ὁπότε παρεσκευά‐ ζοντο καὶ συμμάχων ἐδέοντο. Τὴν δὲ τρίτην, ὅτε συμβαλόντες τοῖς πολεμίοις ὑπέρτεροί
10πως αὐτῶν ἐγένοντο. Τὴν δὲ τετάρτην, ὅτε περὶ τῆς νίκης ἐπὶ τέλει ἤλπιζον. Τὴν δὲ πέμπτην, ἐν τῷ κατωρθωκέναι. Τὴν δὲ ἕκ‐ την, ἐπανερχόμενοι. Τὴν δὲ ἑβδόμην, ἐπα‐ νεληλυθότες. Τὴν δὲ ὀγδόην, ἐπισκευάζον‐
15τες τὸν ναόν. Τὴν δὲ ἐννάτην, μετὰ τὸ ἐν εἰρήνῃ γενέσθαι, διαγράφοντες τίς ὁ μακά‐ ριος ἐπὶ τῷ τοὺς οἰκείους ἀπειληφέναι καὶ εἶναι σὺν αὐτοῖς. Τὴν δὲ δεκάτην ἐν βαθείᾳ τυγχάνοντες εἰρήνῃ, ὅτε φασὶ πολλάκις μὲν
20πεπολεμῆσθαι, μηδὲ πώποτε δὴ δεδυνῆσθαι κατ’ αὐτῶν τοὺς πολεμίους. Τὴν δὲ ἑνδεκά‐ την, ἤδη τοῖς θείοις σχολάσαντες, καὶ τὰ βά‐ θη ἐσχηκότες ἐν τοῖς ἡγεμονικοῖς ἀπὸ βα‐ θέων καὶ ἀποῤῥητοτέρων τινῶν. Τὴν δὲ δω‐
25δεκάτην, ὡς οὐκ ἐπαιρόμενοι ἐπὶ τοῖς γνωσ‐ θεῖσιν. Τὴν δὲ τρισκαιδεκάτην περὶ ἀποκα‐ ταστάσεως εὔχονται Χριστοῦ. Τὴν δὲ τεσ‐ σαρεσκαιδεκάτην, περὶ ἀποκαταστάσεως τῆς ἐκκλησίας. Τὴν δὲ πεντεκαιδεκάτην περὶ
30τοῦ δεῖν αὐτοὺς, φθάσαντας εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἑστηκέναι ἐν αὐτῷ, καὶ εὐλογεῖν αὐ‐ τὸν, ἐπαίροντας τὰς χεῖρας εἰς τὰ ἅγια, ἵνα καὶ αὐτοὶ εὐλογηθῶσιν ἀπὸ Κυρίου.

119

.

1

Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐ‐ κέκραξα. Ὅτε καὶ μεγάλαι εἰσὶ καὶ πολλαὶ αἱ θλί‐
ψεις, οὐ παρελκόμεθα ὑπ’ αὐτῶν εἰς τὸ μὴ317 in vol. 3
5κεκραγέναι λεγόντες· Κύριε, ῥῦσαι τὴν ψυ‐ χήν μου.

119

.

5

Κατεσκήνωσα μετὰ τῶν σκηνωμά‐ των Κηδάρ. Βαρβάρων γένος τοῦτό ἐστι θηριωδέστε‐ ρον διακειμένων, οἷόν εἰσιν οἱ Ἄραβες σκη‐
5ναῖς καὶ καλύβαις κεχρημένοι, καὶ πρὸς τὴν τῶν θηρίων ἀγριότητα μὴ ἐκπεπτωκότες.

119

.

6

Πολλὰ παρῴκησεν ἡ ψυχή μου με‐ τὰ τῶν μισούντων τὴν εἰρήνην. Ἀλλ’ οὐδὲν ἧττον τῷ ἑαυτῷ ἐποίησέ τι ὁ ἀπὸ τῆς Ἱερουσαλὴμ ὁρμώμενος· εἶτα ἑρ‐
5μηνεύεται εἰρήνης ὅρασις, ἵν’ οἱ τοῦ σκοτασ‐ μοῦ τῆς Κηδὰρ ἀποστρέφωνται.

119

.

7

Ἤμην εἰρηνικὸς, ὅταν ἐλάλουν αὐ‐ τοῖς, ἐπολέμουν με δωρεάν. Τότε μάλιστα χαλεπώτεροι γίνονται πο‐ λεμοῦντες οἱ δαίμονες, ὅταν τις αὐτοῖς πρὸς
5τοὺς λογισμοὺς ἀποκρίνηται· καὶ διδάσκει ἡμᾶς τοῦτο ποιεῖν ὁ Χριστὸς πειραζόμενος· νηφούσης γὰρ ἔσται διανοίας πρὸς τοὺς λο‐ γισμοὺς ἀπαντᾶν· νήφειν δὲ ἡμᾶς ἐν τῇ πά‐ λῃ οὐ βούλονται οἱ ἐχθροὶ, ἵνα μὴ εὐπορή‐
10σωμεν νοημάτων ἀντικειμένων τοῖς λογισμοῖς αὐτῶν· ἐφ’ ὅσον γὰρ οὐδὲν αὐτοῖς προσφέρο‐ μεν οἴκοθεν, χρονίζοντες αὐτῶν ἐν ἡμῖν οἱ λογισμοὶ διαστρέφουσι τὴν ψυχήν· διὸ κα‐ λῶς λέγει ἐν ταῖς Παροιμίαις τό· Ἀποπήδη‐
15σον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς σὸν ὄμμα πρὸς αὐτὴν, δηλονότι τὴν ἀντικειμένην δύναμιν, ἢ τὴν κακίαν, ἣν
σωματικῶς ἡ σοφία μορφοῖ εἰς γυναῖκα.318 in vol. 3

120

.

4

Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Ὁ φυλάσσων Κύριος ἀπὸ παντὸς κακοῦ, οὐκ ἀπὸ νόσου, ἢ ζημίας, ἢ πενίας τῶν σω‐
5ματικῶν φυλάσσει, ἀλλ’ ἀπὸ τῶν ἀληθῶς κακῶν καὶ βλαπτόντων τὴν ψυχήν.

121

4,5

Ἐκεὶ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυ‐ λαὶ Κυρίου, μαρτύριον τοῦ Ἰσραὴλ, τοῦ ἐ‐ ξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ
5οἶκον Δαυίδ. Πᾶσαι αἱ φυλαὶ, φησὶν, ἐξ Αἰγύπτου δυ‐ νάμει τοῦ Κυρίου ἐξελθοῦσαι, εἰς αὐτὴν ἔσ‐ πευδον τὴν πόλιν μαρτυρῆσαι, ἤτοι εὐχα‐ ριστῆσαι τῷ Θεῷ τοῦ Ἰσραήλ. —Προφη‐
10τεύει ἐπὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τοῦ Θεοῦ. Πρό‐ τερον γὰρ ὁ Ἰσραὴλ ἐκαλεῖτο ἐπὶ τὴν Ἱε‐ ρουσαλὴμ, καὶ ἐπὶ τὸν οἶκον Κυρίου. Νῦν δὲ πᾶσαι αἱ φυλαὶ τετυχήκασι τῆς ἀρετῆς καὶ
15τῆς γνώσεως, ἐφ’ αἷς ἐπλήρωσαν τὴν θαυ‐ μασίαν ὑπόσχεσιν· θρόνους τε τοῦ οἴκου Δα‐ υὶδ ἱδρυνθῆναί φησιν ἐπ’ αὐτῆς. Ἐπὶ καὶ βασιλείας πάντων ὁ Δανιὴλ προφητεύει, οὐχ ἑνὸς λέγων ἀρχὴν, ἀλλὰ κοινὴν ὑπὲρ ἀρίσ‐
20των καὶ θεοσεβεστάτων, δι’ ὧν ἡ βασιλεία Δαυὶδ ἀνορθοῦται χάριτι Χριστοῦ τοῦ τοῖς δώδεκα δεδωκότος ἀποστόλοις, τοῖς ἐπὶ δώ‐ δεκα θρόνους καθεζομένοις κρίνειν τὸν Ἰσ‐
ραήλ. —Ἐκεῖ γὰρ θύειν, εὔχεσθαι, πανη‐319 in vol. 3
25γυρίζειν ἐκέλευσεν, ὡς ἂν μὴ πανταχοῦ πλα‐ νώμενοι, πρόφασιν ἔχωσι ἐξόδους ποιεῖσθαι πρὸς εἴδωλα· Θεοῦ γὰρ τοῦτο μαρτύριον ἐκά‐ λεσεν. Τῆς γὰρ αὐτοῦ προνοίας τοῦτο μέγισ‐ τον τεκμήριον ἦν, καὶ γὰρ ἔξω ὁ νόμος· ἀνεγι‐
30νώσκετο διηγήματά τε καὶ κατορθώματα ἀρ‐ χαίων, καὶ σύνοδον ἐποιοῦντο, τὴν πρὸς ἀλ‐ λήλους ἀγάπην συνεσφίγγουσαν. Λέγοις δ’ ἂν οὕτως κατὰ τὴν ἱστορίαν, ἐκεῖ εἶναι καὶ τὴν βασιλείαν καὶ τῶν ἱερέων θρόνους, ὥσπερ
35διπλῷ στεφάνῳ καὶ διαδήματι καλλωπιζομέ‐ νης τῆς πόλεως. Νῦν δὲ πάντων ἔκπτωσις καὶ τῆς παλαιᾶς εὐδαιμονίας ἐλάχιστα λείψανα. —Ἕτεροι δέ φασιν, ὡς ἤδη τῶν πραγμά‐ των ἀπολαύοντες, τρόπον τινα τὴν πόλιν καὶ
40τὸν ναὸν περιπλέκονται· ἃ γὰρ ἔχοντες οὐκ ᾐσθάνοντο, νῦν ἀπολαύοντες εὐφραίνονται, οἴκοι μὲν ἀπολαύοντες, θείᾳ δὲ φιλανθρω‐ πίᾳ κομισάμενοι.

121

.

7

Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Μαθόντες, ὦ οὗτοι, τίς ποτε ἦν ἡ Ἱερου‐ σαλὴμ, εὔχεσθε ὑπὲρ τῆς εἰρήνης αὐτῆς,
5μηδὲν ζητοῦντες ἕτερον ἢ τὰ πρὸς εἰρήνην αὐτῇ συντελοῦντα. Πυργόβαρός ἐστι νοῦς θεωρητικός. Εὐθηνία τοίνυν ἐστὶν ἀπόλαυ‐ σις ἀνεμπόδιστος τῶν σωματικῶν ἡδονῶν.

122

.

2

Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖ‐ ρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσ‐ κης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον Θεὸν ἡμῶν.
5Τῶν μὲν ἐχόντων τὸ πνεῦμα τῆς δουλείας
εἰς φόβον, οἱ ὀφθαλμοὶ εἰς χεῖρας κυρίων καὶ εἰς χεῖρας κυρίας· τοῦ δὲ τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχοντος πρὸς Κύριον τὸν Θεὸν, ἵνα ἅμα τῷ κελευσθῆναι εἰς ἐνέργειαν μεταβάλῃ320 in vol. 3
10τὴν πρόσταξιν, οἰκτιρμὸν ἔχειν παρ’ αὐτοῦ ἡγούμενος τῷ προσταχθῆναι ποιῆσαι αὐτῷ δοκοῦντα. Καὶ ὥσπερ δὲ πολλάκις οἰκέται καὶ θεραπαινίδες ἐνατενίζουσι ταῖς χερσὶ τῶν δεσποτῶν ἐν ταῖς ἑστιάσεσιν, τροφῆς τι
15παρ’ αὐτῶν λαβεῖν προσδοκῶντες, οὕτως καὶ ἡμεῖς παρὰ τῶν σῶν χειρῶν ἐλπίζομεν τυ‐ χεῖν τῶν παρὰ σοῦ ἀγαθῶν, οὐ ῥητῷ δὲ χρό‐ νῳ ταύτην τὴν ἐλπίδα περιορίζομεν, ἀλλὰ προσμένομεν ἕως ἂν ἀξιωθῶμεν τοῦ οἰκτει‐
20ρῆσαι ἡμᾶς.

123

3,4,5

Ἄρα ζῶντας ἂν κατέπιον ἡ‐ μᾶς ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς· ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλ‐
5θεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Τὸ δέ· Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, δόξει ὑπερβολικῶς εἰρῆσθαι, οὐχ οὕτως ἔ‐ χον· δηλοῦται γάρ τι ἐκ τούτου, ὡς καὶ ὕ‐ δωρ κατεπόντισεν ἡμᾶς, ἢ καὶ χείμαῤῥον
10διῆλθεν ἡ ψυχὴ ἡμῶν, οὗ ὕδωρ τὸ ἀνυπόσ‐ τατον. Ἰωνᾶς γοῦν ζῶν κατεπόθη, καὶ κα‐ τέπιεν αὐτὸν ὁ θάνατος ἰσχύσας. Τροπικῶς δὲ ταῦτα εἴρηκεν, ἐπειδὴ γὰρ εἶπεν· Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, δείκνυσι τὴν τοῦ
15πλήθους ὑπερβολὴν, χειμάῤῥου δίκην προσ‐ βαλόντος καὶ συγκαλύψαι ἅπαντα προσδο‐ κήσαντος· ἁρμοδίως δὲ τοῦ χειμάῤῥου τέ‐ θεικε τὴν εἰκόνα· καθάπερ γὰρ ὁ χείμαῤ‐ ῥος ἐκ πολλῶν ἀθροιζόμενος ὀχετῶν σφο‐
20δρότερος γίνεται, οὕτως οἱ τηνικαῦτα τῇ Ἱερουσαλὴμ προσβαλόντες, ἐκ πολλῶν καὶ διαφόρων ἐθνῶν συνηθροίσθησαν, ἀλλὰ κα‐ τελύθησαν ψήφῳ δικαίᾳ· τοῦτο γὰρ ὁ προ‐
φήτης διδάσκει.321 in vol. 3

123

.

6

Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν ... Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Χείμαῤῥον δὲ πάλιν λέγει τοὺς λογισ‐
5μοὺς, διὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀ‐ θρόως ἐπιπηδᾶν εἰς τὸν νοῦν καὶ πάλιν ξηραί‐ νεσθαι, ῥαθυμοῦντες· γεγόνασι γὰρ ἰσχυροὶ, κατασταλέντες μὲν, γνόντες σαρκὸς κινή‐ ματα· ἀφανισθέντες δὲ τοῦ τῆς ἁμαρτίας
10φορτίῳ, καὶ πνεύματος ἐλάβομεν χάριν. — Τρέφει τε ἡμᾶς ἰδίῳ σώματι, καὶ ποτίζει τῷ αἵματι, ἀκαμπὲς δορὺ παρέσχεν ἡμῖν τὸν σταυρόν.

123

.

7

Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσ‐ θη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Οὐ γὰρ μόνης ἀπελαύσαμεν τῆς σωτη‐ ρίας, ἀλλὰ καὶ τῶν ἐχθρῶν τὸν ὄλεθρον εἴδο‐
5μεν.

124

.

1

Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κα‐ τοικῶν Ἱερουσαλήμ. Οὔτε γὰρ ὄρος σαλεύσειέ τις, οὔτε τὸν ἐπὶ
5Θεὸν ἠλπικότα, ὡς οὔτε τὸν Δανιὴλ, οὔτε τοὺς τρεῖς παῖδας, [εἰ] καὶ τῆς πατρίδος [ἐ‐ ξεβλήθησαν], καὶ τοσούτῳ κλύδωνι συνεί‐ χοντο· μόνον γὰρ πτῶσις ἀρετῆς καὶ ψυχα‐ πώλεια. Ἀλλ’ οὐδὲ σαλεύεταί τις, τῆς ἄνω
10τυχὼν Ἱερουσαλήμ. —Οὐκ εἶπεν δηλονότι οὐ σαλευθήσεται ὁ κατοικήσας, ἀλλ’ ὁ κα‐ τοικῶν· αἱ γὰρ ἀρεταὶ ἐν τῷ ἀεὶ γενέσθαι ἔχουσι τὸ εἶναι.

124

.

3

Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δι‐ καίων. Ὁ Κύριος τῷ κλήρῳ τῶν δικαίων τὴν
5τῶν ἁμαρτωλῶν ῥάβδον οὐ τέθεικεν.322 in vol. 3

124

.

4

Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Ἡμῶν δὲ δείκνυσι τὴν ἀρχὴν τῆς ἀπο‐ λαύσεως τῆς ἐνθέου καὶ κολάσεως, εἰ καὶ
5διὰ φιλανθρωπίαν νικᾷ μὲν ταῖς ἀντιδόσεσι, τὰς δὲ κολάσεις μειοῖ. —Ὁ κατὰ φύσιν ὢν ἀγαθὸς, τοῖς ἐπιμελείᾳ γενομένοις ἀγαθοῖς συντήρησον τὴν πρὸς τὴν σὴν ἀγαθότητα αὐτῶν διάθεσιν ἀδιάπτωτον.

124

.

5

Τοὺς δὲ ἐκλίνοντας εἰς τὰς στραγ‐ γαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομέ‐ νων τὴν ἀνομίαν. Οὐκ ἐργασαμένων, ἀλλ’ ἐργαζομένων.
5Δίκαια δὲ τὸν Θεὸν ὁ προφήτης αἰτεῖ, ἀγα‐ θούς τε καὶ πονηροὺς τῶν προσηκόντων τυ‐ χεῖν. Τί γὰρ εἶχον οἱ κατὰ τοῦ Ἰσραὴλ στρατεύσαντες ἐγκαλεῖν, πλὴν εἰ μὴ τὴν ἐκδοθεῖσαν ἐλευθερίαν· ἡ γὰρ ὑπερέχουσα
10πάντα νοῦν εἰρήνη μόνῳ τὸν νοῦν Χριστοῦ ἔχοντι δίδοται· ἀλλὰ καὶ τῶν πολεμίων ἀ‐ πολωλότων, οὗτοι τῆς εἰρήνης ἀπέλαυσαν.

125

4,5

Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλω‐ σίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θε‐ ριοῦσι.
5 Θεοδώρου. Εἴρηται ὡς οὐκ ἐν προοιμίοις κατωρθώθη τὸ πᾶν, ἀλλ’ οἱ μὲν ἐπανῆλθον, οἱ δὲ ἐναπέμειναν· τοῦτο ἐνταῦθα οἱ ἐπα‐ νελθόντες ἀξιοῦσιν εὐχόμενοι, μὴ μερικὴν ἔτι γίνεσθαι τὴν τῶν λοιπῶν ἐπάνοδον, ἀλλ’
10ἀθρόαν καὶ κατὰ πλῆθος, μετὰ πολλῆς
τῆς ῥύμης, μετὰ πολλῆς τῆς σφοδρότητος. Διὸ Ἀκύλας· ὡς καταῤῥοίας ἐν νότῳ· ὁ δὲ Σύμμαχος· ὀχετούς· ἡ δὲ πέμπτη· ἀφέσεις. Ἐν νότῳ δὲ, ἐπεὶ ὁ νότος ὑγρὸς ὢν, νεφῶν323 in vol. 3
15τὸν ἀέρα πληροῖ καὶ ὄμβρους ἐπάγει σφο‐ δροὺς, ἀλλὰ καὶ τὸν χιόνα διαλύων, ἐμπί‐ πλησι τοὺς χειμάῤῥους ὑδάτων. Ἢ νότον τὴν Ἱερουσαλὴμ καλεῖ ἀπὸ τῆς θέσεως. Ἵνα τί; ἵνα παρόμοιοι, φησὶν, εὑρεθῶμεν τοῖς σπεί‐
20ρουσι μετὰ δακρύων, θερίζουσι δὲ μετ’ εὐ‐ φροσύνης· ἢ περὶ τῶν καταλοίπων εὐξαμέ‐ νοις ἀντιφθέγγεται λέγων ὁ προφήτης, ὅτι εἰ κλαύσαιεν κἀκεῖνοι, ἔσται καὶ αὐτοῖς ἐ‐ πιστροφή.

126

.

1

Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ὡς μεγαλοφρονούντων τῶν Ἰουδαίων ἐπὶ τῷ στερεῷ τῆς οἰκοδομῆς τῶν ἐκκλησιῶν τὰ
5τοιαῦτά φησι.

126

.

2

Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν· ἐγείρεσθε μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Ὥσπερ ὁ ὕπνος τρέφει τὸ σῶμα, πέπτων
5τὰς τροφὰς διὰ τοῦ χυμοῦ, οὕτω καὶ ἡ γνῶ‐ σις τὴν ψυχὴν, τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα.

127

.

3

Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Γυνὴ τοῦ νοῦ ἡ σοφία ἐστίν. Ἐράσθητι γὰρ, φησὶν, αὐτῆς, καὶ τηρήσει σε. Τίμησον
5αὐτὴν, ἵνα σε περιλάβῃ, καὶ κτήσῃ ἀπ’ αὐ‐ τῆς λόγους σοφοὺς καὶ δόγματα ὀρθά. Λέ‐ γει δὲ αὐτὴν καὶ ἀδελφὴν τοῦ νοῦ εἶναι· Εἶ‐ πον τὴν σοφίαν ἀδελφὴν σὴν εἶναι. Ἀδελ‐
φὴν δὲ αὐτὴν ὀνομάζει, διότι καὶ αὐτὴ ἐκ324 in vol. 3
10τοῦ Πατρὸς τῶν πάντων ἐστί. Μνημονευτέον δὲ καὶ τοῦ Ἁβραὰμ πῶς τὴν ἰδίαν γυναῖκα ὠνόμασεν ἀδελφὴν, πάντως τοῦ βουλομένου τὴν σοφίαν εἶναι διδάσκων.

128

p

ᾨδὴ τῶν ἀναβαθμῶν. Ὑπόθεσις. Χρηστὰς ἐλπίδας ἐμβάλλει τοῖς ἐκ τῶν πολεμίων πρὸς τὴν οἰκοδομίαν ἐμποδιζομένοις, ὡς ἂν ἐκ τῶν παρελθόντων
5μὴ ἀπογινώσκοιεν πρὸς τὸ μέλλον· καίτοι πολλάκις ἡττήθησαν καὶ ἁλόντες μετέστη‐ σαν, ἀλλ’ οὐκ ἐκείνων δυνάμει, τῇ δὲ σφετέ‐ ρᾳ παρανομίᾳ, καὶ οὐδὲ οὗτοι ἴσχυσαν ἐξα‐ φανίσαι τὸ γένος. Ἀλλ’ ὅσον ὁ Θεὸς ἐδίδου
10σωφρονίζειν, ἐκράτουν.

128

2-8

Πλεονάκις ἐπολέμησάν με ἐκ νεό‐ τητός μου, εἰπάτω δὴ Ἰσραήλ ... Καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί. Ἐμάκρυναν τὴν
5ἀνομίαν αὐτῶν. —Κύριος δίκαιος συνέκο‐ ψεν αὐχένας ἁμαρτωλῶν. —Αἰσχυνθήτω‐ σαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. —Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασ‐
10θῆναι ἐξηράνθη. —Οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐ‐ τοῦ ὁ τὰ δράγματα συλλέγων. —Καὶ οὐκ εἶπον οἱ παράγοντες· Εὐλογία Κυρίου ἐφ’ ὑ‐ μᾶς.
15 Δηλοῖ δὲ τὸ ἐπὶ τοῦ νώτου τὸ δολερόν τε καὶ ὕπουλον, ἢ τὸ μετὰ πλείστης σφοδρότη‐ τος· αὐτὴν γάρ μου συνθλάσαι τὴν δύναμιν ἐπεχείρουν. Πλεονάκις ἐπολέμησαν κτλ. Τὸν νῦν μάρτυρα καλεῖ, τὸν μηδέποτε ἡττη‐
20θέντα, καὶ διὰ τοῦτο Ἰσραὴλ ἐπικαλεῖται.
—Μακρύνουσι τὴν ἀνομίαν αὑτῶν οἱ ἐχ‐ θροὶ, συνεχεῖς πειρασμοὺς ἐπιπέμποντες, ἤ‐ τοι κατὰ διάνοιαν, διὰ τῶν λογισμῶν, ἢ καὶ ἐκ τῶν ἔξωθεν, ὡς ἐπὶ τοῦ Ἰώβ. —Ἀν‐325 in vol. 3
25τὶ δὲ τοῦ ἐτέκταινον ἠροτρίασαν ἐξέδωκεν ἕτερος· τουτέστιν [ἄρατρον] εἶχον τὴν ἐπιβου‐ λὴν τὴν ἐμὴν περὶ Κύριον, φησὶν, ὁ νική‐ σας, ἀλλ’ ὁ συγκόψας αὐτῶν τοὺς αὐχένας Θεὸς, ἑκατέρου ἑρμηνεύσαντος βροχοὺς,
30τουτέστιν ἐπιβουλὰς, ἃς ἐπιδείκνυσιν, ἀρχο‐ μένης τῆς πόλεως, φύεσθαι, ὡς καὶ τῇ ἐκ‐ κλησίᾳ πολλοὶ κατ’ ἀρχὰς ἐπετίθεντο βασι‐ λεῖς, αἱρέσεις, δῆμοι. —Παραθαῤῥύνας διὰ τῆς τῶν προλαβόντων διηγήσεως, τοῦτο νῦν
35καὶ δι’ εὐχῆς ἀπεργάζεται, τὴν τοῦ πολέ‐ μου δεικνὺς ὑπόθεσιν ἄδικόν τε καὶ διὰ φθό‐ νον, οἷς ἁρμόττει τὸ αἰσχυντήθωσαν, ἅμα δὲ καὶ διὰ τοῦ χόρτου τῶν δωμάτων, τὴν τῶν ἐναντίων εὐτέλειαν καὶ τὸ εὐκατάπτωτον
40διά τε τοῦ τόπου καὶ τοῦ φύντος ἐν αὐτῷ· αἱ γὰρ ἔφοδοι τῶν πολεμίων τοιαῦται, μὴ ῥίζαν ἔχουσαι, μὴ ὑπόστασιν, ἀλλὰ δοκοῦ‐ σαι πρὸς ὀλίγον ἀνθεῖν. —Ταῦτα τὰ δράγ‐ ματα τῶν ζιζανίων ἐστὶν, καὶ οὐ πληροῖ τὸν
45νοῦν· οὐ γάρ ἐστιν ἐκ τοῦ πληρώματος, τοῦ τὰ πάντα ἐν πᾶσι πληρωμένου· διόπερ καὶ οἱ ἅγιοι, οὓς παράγοντας εἶπε τὸν κόσμον τοῦτον, οὐκ εὐλογοῦσι, τὰ δράγματα ταῦτα συνάγοντες. Ἔστι καὶ δράγματα κακίας καὶ

128

2-8

(50)

ἀγνωσίας. —Ὅταν δὲ ἐμφυὴς ψυχὴ καὶ δύναμις τελεία ματαία ᾖ καὶ ψευδῆ μαθή‐
ματα, τὰ τοιαῦτα χόρτος ἐστὶ δωμάτων.326 in vol. 3

129

3-5

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύ‐ ριε, Κύριε, τίς ὑποστήσεται; Ὅτε παρὰ σοὶ ὁ ἱλασμός ἐστιν, ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ἀπὸ φυλακῆς κτλ.
5 Ὁ δὲ τοῦ Κύριε διπλασιασμὸς, θαυμά‐ ζοντός ἐστι τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν ὄγκον, παρ’ ἧς καὶ τὸν ἱλασμὸν εἶναί φησιν, ἀλλ’ οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν. Ἕνεκεν, ὡσεὶ ἔλεγεν, τῆς γνώσεώς σου ὑ‐
10πέμεινά σε, Κύριε, ἢ διὰ τὸ τοῦ Θεοῦ ὄνο‐ μα ὑπομονὴ κρείττων τῆς δι’ ἄλλο τι. — Ταῦτα τῶν μὴ διὰ χρείαν βιωτικὴν, δι’ αὐ‐ τὸ δὲ τὸ σεπτὸν ὄνομα προσιόντων, οὕτω καὶ ἐν ὑπομονῇ τρεχόντων τὸν προκείμενον
15ἀγῶνα, καὶ κατὰ μηδένα καιρὸν ἀφισταμέ‐ νων Θεοῦ καὶ τῶν ἀρεσκόντων αὐτῷ. — Ἀντὶ δὲ τοῦ ὀνόματος Ἀκύλας μὲν καὶ Θεοδοτίων φόβον ἡρμήνευσαν· Σύμμαχος δὲ νόμον. Οὐ γὰρ ἀπαγορεύω, φησὶν, εἰδὼς
20ὅτι καθάπερ νόμον ἔχεις τὸν ἔλεον, ἀλλὰ ἀ‐ ναμένω τῶν ἀγαθῶν τὴν ὑπόσχεσιν. Ταύτην γὰρ ὁ λόγος δηλοῖ, διότι φιλανθρωπίαν τοῖς μετανοοῦσιν ὑπέσχετο. Τὸ γὰρ τίμιον αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν δέδωκεν αἷμα, γενόμενος
25ἀμνὸς τοῦ Θεοῦ· οὗτος γὰρ τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Ἐ‐ ποίησε δὲ καὶ λύτρωσιν τῷ λαῷ αὐτοῦ, κα‐ τὰ τὸν Ζαχαρίαν, καὶ κατὰ τὴν ἁγίαν Παρ‐ θένον· Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,
30μνησθῆναι ἐλέους. Δεῖ γὰρ ἐν τοῖς σκυθρω‐ ποῖς προσδοκᾶν ἐπὶ Κύριον· οὐ γὰρ μόνον ὅτε φυλακὴ πρωϊνὴ καὶ λαμπρὰ τὰ παρόν‐ τα, ἀλλὰ καὶ μέχρι τῶν ζοφερῶν περιστά‐ σεων· ἀλλὰ καὶ ἀνατείλοντος τοῦ ἀληθινοῦ
35φωτός, ὁ θεωρητικὸς νοῦς προσθήκην ἐκ Θεοῦ τῶν φαιδρῶν καὶ τῶν σκυθρωπῶν ἀ‐
παλλαγὴν ἠλπίσατο· παραιτέω γὰρ ὡς ἐν πηγῇ, καὶ παρ’ αὐτῷ τῷ ἔλεος· τὸ αὐτῷ ὄντι λυτρώσει καὶ τῷ ἱλασμῷ τῷ ἱκανῶς327 in vol. 3
40πολλὰς τὰς ἁμαρτίας περικαθαίροντι.

130

p

ᾨδὴ ἀναβαθμῶν. Ὑπόθεσις. Παιδεύει διὰ τούτων τὸν ἀ‐ κροατὴν, [μὴ] μετὰ κακῶν ἀπαλλαγὴν ἐπα‐ νελθεῖν εἰς ἀπόνοιαν, καὶ τῶν ἐκ ταύτης πά‐
5λιν πειραθῆναι κακῶν, ἑτέρας δεηθέντα ἁ‐ λώσεως, μὴ ἀνεσπακέναι, λέγοντα τὰς ὀ‐ φρῦς τῆς ἔνδον πληγῆς, τοῦ πάθους κατα‐ τεινούσης μοι τὸν αὐχένα.

130

.

1

Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ.
5 Ἐν μεγάλοις δὲ λέγει, τοῖς ὑπερηφάνοις ἀνδράσιν· καὶ τοὺς τὸ πάθος γὰρ ἔχοντας ἔφευγον, τὴν ἐξ αὐτῶν ἐφορώμενος λύμην. —Πρὸς δὲ τὸ μὴ ἐπαρθῆναι, φησὶν, τὴν ἐ‐ ναντίαν ἀρετὴν εἰς ὑπερβολὴν ἐπετήδευον,
10ἣν καὶ ὁ σωτὴρ ἐδίδασκε, λέγων· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

130

.

2

Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψω‐ σα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισ‐ μένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώ‐ σεις ἐπὶ τὴν ψυχήν μου.
5 Ἀπογαλακτισθέντα δὲ λέγει παιδία, τὴν θλῖψιν δηλῶν· οὐ γὰρ ἀφίσταται τῆς μη‐ τρὸς, ὀδυνώμενος ἐπὶ τῷ στερηθῆναι τοῦ γά‐ λακτος· οὕτως ὢν ἐν συμφοραῖς κἀγὼ, φη‐ σὶν, ηὐχόμην ἀεὶ τῷ Θεῷ· εἰ δὲ μὴ οὕτως
10ἦν, δίκην δοίην ἐσχάτην· καὶ ἄλλως τῇ τοῦ ἀπογεγαλακτισμένου ψυχῇ μισθὸν ἀνταπο‐
δίδωσι Κύριος τῆς ἐπὶ τοσοῦτον ἀναβάσεως· ὁ δὲ τοιοῦτος ἑαυτὸν οὐχ ὑψοῖ, ἀλλ’ ἐπὶ τὴν ἑαυτοῦ μητέρα ὑψοῦται, περὶ ἧς εἴρηται· Ἡ328 in vol. 3
15δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν· ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. Καίπερ βασιλεὺς ἐγὼ, φησὶν ὁ τοσοῦτος, ταπεινὸν ἐμαυτὸν καταστήσας, προσήγαγον τῷ ἱλασμῷ καὶ τῷ λύτρῳ τῆς σωτηρίας· οὕτως εἰ ταύτην μετ‐
20έλθοι τὴν ὁδὸν Ἰσραὴλ, λυτρωθήσεται. Τὸ τῆς ὑπερηφανίας πάθος, καρδίας ψεκτὸν ὕψωμα καὶ ὀφθαλμῶν μετεωρισμὸν ὠνόμα‐ σεν.

131

.

1

Μνήσθητι, Κύριε, τοῦ Δαυὶδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ἐκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ᾧ γίνεται ... Εἰ δὲ πραότητος μνημονεύει ὁ Κύ‐
5ριος, πολλῆς ἀοργησίας χρεία, ἵνα τις δέξη‐ ται τὸν Θεόν. —Ἢ καὶ ὡς πρᾶος ὁ Δαυὶδ, κληρονομίαν αἰτεῖ, τὴν τῶν πραέων, γῆν.

131

.

6

Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Περὶ τῆς σοφίας λέγει προφητικῶς, ἥτις ἐστὶν ὁ Χριστός. —Ἢ καὶ ἄλλως· ἅπερ
5ἤκουσαν παρὰ τῶν πατέρων, φησὶν, ὡς ἡ τοῦ Θεοῦ σκηνὴ περιείη πανταχοῦ, ἐκ τό‐ που τόπον ἀμείβουσα, ἐν ἀγροῖς τε καὶ πε‐ δίοις, καὶ ἡδράσθη μετὰ ταῦτα, ὃ δὴ γενέσ‐ θω καὶ νῦν. Ἐφραθὰ δὲ νῦν λέγει τὴν Ἰούδα
10φυλὴν, εἰς ἣν μετὰ τὴν πολλὴν εἰσηνέχθη περίοδον. Ἐν τῇ Γενέσει, Ἐφραθὰ θυμὸν ὅρα αὐτήν. Ἐν Δευτερονομίῳ σημαίνεται ὁ σκο‐
πὸς ὁ τέταρτος· ἐν Μιχαίᾳ, γῆ καρποφορου‐ μένη. Παρ’ Ἑβραίοις τὸ Ἐφραθὰ Μαρία ση‐329 in vol. 3
15μαίνει.

131

.

7

Προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Λέγει δὲ ὅτι ἐκεῖ προσκυνοῦμεν, θείας ἐ‐ πιφανείας τὸν ναὸν ἠξιῶσθαι πιστεύοντες·
5ταύτην γὰρ ἔχει διάνοιαν τό· Οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀσώματον γὰρ καὶ ἀπερίγρα‐ φον τὸ θεῖον· σωματικώτερον δὲ ἡ γραφὴ περὶ αὐτοῦ διαλέγεται, ταῖς ἀνθρωπίναις ἀ‐ κοαῖς μετιοῦσα τοὺς λόγους. Προσκυνοῦμεν
10τὴν σάρκα τοῦ σωτῆρος [οὐ] διὰ τὴν φύσιν, ἀλλ’ ἐπειδὴ ὁ Χριστός ἐστιν ἐν αὐτῇ· καὶ ἡ μὲν σὰρξ προσκυνητὴ διὰ τὸν Θεὸν Λόγον, τὸν ἐν αὐτῇ. —Χριστὸν δὲ ἐνταῦθά φημι τὴν λογικὴν ψυχὴν, τὴν μετὰ τοῦ Θεοῦ Λό‐
15γου ἐπιδημήσασαν τῷ βίῳ τῶν ἀνθρώπων· μόνη γὰρ σὰρξ οὐ πέφυκε δέχεσθαι Θεὸν, διότι ὁ Θεὸς ἡμῶν σοφία ἐστίν. Ἐν δὲ καρ‐ δίᾳ ἀγαθῇ, φησὶν ὁ Σαλομὼν, ἀναπαύσεται σοφία. Οὐδὲν δὲ συνεστώντων ἐκ τῶν τετ‐
20τάρων στοιχείων γνώσεώς ἐστι δεκτικόν. Γνωστὸς δὲ ἡμῶν ἐστιν ὁ Θεός.

131

.

8

Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυ‐ σίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Ἡ σὰρξ μέν ἐστι κιβωτὸς τοῦ Κυρίου·
5κιβωτὸς δὲ Θεοῦ ὁ Χριστὸς, εἴπερ ὁ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. Καὶ ἄλλως ἀνάπαυσιν Θεοῦ καλοῦσιν τὴν κατὰ νόμον λατρείαν, οὐχ ὅτι δεόμενος ἦν, ἀλλ’ ὅτι τοῖς εὐσεβοῦσιν ἀνανεπαύετο. Τῷ
10δὲ ναῷ τὴν θείαν χάριν καὶ τὴν ἐπιφάνειαν ἀξιοῦσιν αὖθις ἀποδοθῆναι. Μέμνηται δὲ τῆς κιβωτοῦ, ἐπειδὴ ἐν τοῖς ἁγίοις τῶν ἁγίων ἔκειτο, τὰς πλάκας ἔχουσα, δι’ οὗ τῷ ἀρ‐ χιερεῖ μηνύματά τινα τῆς θείας ἐπιφανείας
15ἐγίνετο.330 in vol. 3

131

.

9

Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύ‐ νην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Οὐκέτι φησὶ κατὰ τὸν νόμον στολὰς, ἀλλ’ αὐτὴν τὴν δικαιοσύνην· δικαιοσύνη δὲ
5ὁ Χριστός. Ὥσπερ ἐνδύεταί τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀ‐ γάπην καὶ μακροθυμίαν καὶ τὰς λοιπὰς ἀ‐ ρετάς. Καὶ τοῦτό ἐστι τὸ ἐν τοῖς εὐαγγε‐ λίοις ἔνδυμα γάμου, ἱερατικὸν ἔνδυμα δι‐
10καιοσύνη, ὅπερ ἑαυτῷ τις ἐνδύεται, διὰ τὸ εἶναι δίκαιος, ἵνα μετὰ τοῦτο αὐτὸς ὁ Θεὸς ἐνδύσῃ αὐτὸν σωτηρίας, ὡς ἐπηγγείλατο λέ‐ γων· Τοὺς ἱερεῖς αὐτῶν ἐνδύσω σωτηρίαν. Τοὺς μέντοι ἐχθροὺς τοῦ Θεοῦ, φησὶν, ἐν‐
15δύσει αἰσχύνην. Ἀνωτέρω μέν· Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, λέγεται. Μετ’ ὀλίγα δέ· Καὶ τοὺς ἱερεῖς αὐτῆς ἐνδύσει σωτηρίας· ὅταν γὰρ ἐκ τοῦ ἐφ’ ἡμῖν ἐνδύσωνται δι‐ καιοσύνην, τότε ἀπὸ Θεοῦ ἐνδύσονται σωτη‐
20ρίας. Μετ’ ὀλίγα δέ. Καὶ οἱ ὅσιοι σου ἀγαλλιά‐ σει ἀγαλλιάσονται. Τῇ γὰρ ἐκ τοῦ ἐφ’ ἡμῖν ἀγαλλιάσει καὶ οἱ ὅσιοι τοῦ Θεοῦ ἀγαλλιά‐ σονται.

131

.

11

Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθει‐ αν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.
5 Λέγει δὲ καὶ ὁ Ὠριγένης· Τὸ ἀψευδὲς τῆς ἐπαγγελλίας, ὅρκον ὠνόμασεν. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν· ὁ δὲ Θεὸς κατ’ οὐδενὸς ἔχει ὀμόσαι. —Ἐκ καρ‐ ποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρό‐
10νου σου. Καὶ δώσει αὐτῷ, φησὶ Γαβριὴλ τῇ Μαρίᾳ, ὁ Θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πα‐ τρὸς αὐτοῦ. Θρόνος μέν ἐστι τοῦ Θεοῦ ἡ φύ‐ σις ἡ λογική· θρόνος δὲ Χριστοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων.

131

.

15

Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλο‐ γήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Ταύτης τῆς θήρας ὁ ἐν ταῖς Παροιμίαις
οὐκ ἐπιτεύξεται δόλιος. Ἐκ ταύτης δὲ θήρας331 in vol. 3
5ἦν καὶ τὸ προσενεχθὲν βρῶμα τῷ Ἰσαὰκ ἀ‐ πὸ Ἰακὼβ τοῦ παιδὸς αὐτοῦ.

131

.

16

Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτη‐ ρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλ‐ λιάσονται. Θήρα, πτωχοὶ, ἱερεῖς, ὅσιοι, τέσσαρα εἴδη
5τῶν οἰκείων τῆς Σιών.

131

.

17

Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων.

131

.

18

Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύ‐ νην· ἐπὶ δὲ τὸν αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Διὸ καὶ ἐπ’ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμα
5αὐτοῦ, περὶ οὗ φησιν ἐν Ἡσαίᾳ· Καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, ᾧ ἀκολούθως τό· Τὰ ἄνθη τῆς γῆς ὤφθη ἐν τῇ γῇ ἡμῶν, τῷ εἶναι ἄνθη τοιαῦτα εἰληφότα πρὸς τοῦ ἐξαν‐ θουμένου ὑπὸ Κυρίου ἁγιάσματος. Τοῦτο
10γὰρ τὸ ἐξανθοῦν ἁγιάζει τοὺς προσπελάζον‐ τας αὐτῷ· αὐτὸ ὃν τὸ ἅγιον τοῦ Θεοῦ καὶ ἄνθος, ὥστ’ ἂν εἰπεῖν· Ἐγὼ ἄνθος τοῦ πε‐ δίου, καὶ κρῖνον τῶν κοιλάδων. Ἐπὰν οὖν αὐτὰ ποιῇ τὸ ἄνθος καὶ τὸ κρῖνον τοῦ πε‐
15δίου καὶ κρῖνον τῶν κοιλάδων, εἰκότως ὀφ‐ θήσεται τὰ ἄνθη ἐν τῇ γῇ ἡμῶν, ἐξανατεί‐ λαντος τοῦ Θεοῦ τὸ ἁγίασμα αὐτοῦ ἐπὶ τοὺς πεφωτισμένους καὶ νεάζοντας εἶναι ἐπὶ τὴν μακαρίαν καὶ πνευματικὴν ἑορτήν.

132

.

1

Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπιτοαυτό. Οὗτοι κατοικοῦσι ἐπιτοαυτὸ, οἱ τὸ αὐτὸ ἐν Κυρίῳ φρονοῦντες.

132

.

2

Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖ‐ νον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρὼν, τὸ καταβαῖνον ἐπὶ ὤαν τοῦ ἐνδύματος αὐ‐ τοῦ.332 in vol. 3
5 Εἰ τὸ ἔνδυμα τῶν ἱερέων δικαιοσύνη ἐσ‐ τὶν (οἱ ἱερεῖς σου γὰρ, φησὶν, ἐνδύσονται δι‐ καιοσύνην), ἱερεὺς δὲ ἦν ὁ Ἀαρὼν, τὸ ἔνδυ‐ μα αὐτοῦ ἦν ἄρα δικαιοσύνη. Ἐπὶ οὖν τὸν τοιοῦτον πώγωνα καὶ τὸ ἔνδυμα τὸ τοιοῦτον
10ἔρχεται τὸ οὐράνιον μύρον, ὅ ἐστιν γνῶσις ἡ τοῦ Θεοῦ. Μύρον ἐκκενωθὲν, ὄνομά σου. — Τοῦτον τὸν πώγωνα φέρει ὁ καταντήσας εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πλη‐ ρώματος τοῦ Χριστοῦ.

133

.

4

Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐκ Σιὼν δὲ, φησὶν, ἐπειδὴ καὶ τοὔνομα ποθεινὸν ὑπῆρχεν αὐτοῖς, ἔνθα πάσης ἀ‐
5γιστείας ὑπόθεσις ἦν· εἶτα διδάσκει παντα‐ χόθεν καλεῖν, λέγων· Ὁ ποιήσας τὸν οὐρα‐ νὸν καὶ τὴν γῆν.

134

5,6

Ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύ‐ ριος. Καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίη‐ σεν ἐν τῷ οὐρανῷ καὶ τῇ γῇ, ἐν τοῖς θαλάσ‐
5σαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Γνώσεως χρεία, πρὸς τὸ θεωρῆσαι τὴν με‐ γαλειότητα τοῦ Κυρίου. —Συμμετρεῖ τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ἀσθένειαν· ἀγαπητὸν γὰρ αὐτοῖς γνῶναι Θεὸν, τέως ὅτι
10πάντων ἀνώτατος, κατασκευάζοντα τὰ μέ‐ γιστα δείκνυσι, λέγων· Πάντα ὅσα ἐποίησεν ὁ Κύριος, καλά ἐστιν, ἅτε θελήματι Θεοῦ
γεγενημένα. —Καὶ ἐν ταῖς ἀβύσσοις ἀλλη‐ γορικῶς λεγομέναις οἱ καταχθόνιοι δαίμο‐333 in vol. 3
15νες, πρὸς οὓς οὐ πεμφθῆναι ἐκάλουν τὸν Χριστὸν ἐν τοῖς εὐαγγελίοις οἱ ἐπίγειοι δαί‐ μονες. Ἡ δὲ τούτων τῶν κόσμων καὶ τῶν διαφόρων σωμάτων ἀκριβεστέρα γνῶσις ἐν τοῖς περὶ κρίσεως λόγοις ἀπόκειται. —Ἴδε
20ἐξουσίαν μηδαμοῦ Κυρίῳ κωλυομένην· τὰς ἀβύσσους γὰρ ἐποίησε, τὰς ἐπάνω τοῦ οὐρα‐ νοῦ καὶ ὑπάτω τῆς γῆς.

134

.

7

Ἀνάγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Οἱ τροπικῶς νῦν λεγόμενοι ἄνεμοι τοὺς
5τῆς ψυχῆς στάχυς ἐκ τῶν καλύκων προβάλ‐ λουσιν, ἵν’ οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀ‐ γαλλιάσει θερίσωσιν. Ἄλλως. Ἄνεμός ἐσ‐ τιν φύσις λογικὴ τὸν ἀπὸ πρακτικῆς ὑψω‐ θέντα νοῦν ἐπὶ τὴν τῆς γνώσεως μεταφέρου‐
10σα τελειότητα.

134

12-14

Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κλη‐ ρονομίαν, κληρονομίαν Ἰσραὴλ λαῷ αὐτοῦ. Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Ὅτι
5κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ. Τὸ δὲ συνεχὲς τοῦ λόγου τῇ δοξολογίᾳ διέκοψεν, ὡς καὶ γράφων τοῖς Γαλάταις ὁ Παῦλος. Εἰπὼν γάρ· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰη‐334 in vol. 3
10σοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ἐπήγαγεν· ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ ἀλλαχοῦ· Ὧν ἡ υἱοθε‐ σία καὶ δόξα καὶ ἡ λατρεία καὶ ἡ ἐπαγγε‐
15λία, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ νῦν ὁ προφήτης ἐννοή‐ σας τήντε καθόλου πρόνοιαν καὶ τὰ συμ‐ βάντα περὶ τὸν Ἰσραὴλ, πυρωθεὶς ἀπὸ τῆς
20ἀφάτου φιλανθρωπίας, δοξολογεῖ τὸν Θεὸν, ὡς ἄληκτον ἔχοντα δόξαν. Περὶ δὲ τοῦ λαοῦ φησιν ἢ ὅτι δίκην αὐτὸν ἀπαιτήσει, καὶ παύ‐ σεται μετὰ ταῦτα, ἢ ὅτι ἐκδικήσει μὲν τὸν λαὸν, ἐπ’ αὐτῷ δὲ παρακληθήσεται, ὃν διὰ
25τὴν ἐκείνων ἀξίαν [οἰκτειρεῖ], ὅπου γὰρ πα‐ ράκλησις, συγγνώμης χρεία καὶ φιλανθρω‐ πίας καιρός. —Καθάπερ γὰρ ὅτε κλῆρον πατρῷον τὴν ὑπ’ ἐκείνων τῶν δυσσεβῶν βα‐ σιλέων κατασχεθῆναι γῆν τοῦ Ἰσραὴλ ἔδω‐
30κεν ὁ τούτου Θεὸς, ἐστὶ βασιλεία τῶν οὐρα‐ νῶν ἡ θεωρία τῶν γεγονότων· αὕτη δὲ κατὰ τὸν Κύριον ἐντὸς ἡμῶν ἐστι· τὰ δὲ ἐντὸς [ὅτε] ὑπὸ δαιμόνων κεκράτηται, καλῶς λέ‐ γονται οἱ ἀλλόφυλοι τὴν γῆν τῆς ἐπαγγελ‐
35λίας κατέχειν.

134

15-18

Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχου‐ σι, καὶ οὐκ ὄψονται. Ὅμοιοι αὐτοῖς γένων‐
5ται οἱ ποιοῦντες αὐτά. Ἵνα τὰς αἰσθήσεις ἀποβάλλωσι τὰς ψεκ‐ τὰς καθ’ ἃς εἰσκινούμενοι τὰ εἴδωλα θεοὺς εἶναι ὀνομάζουσι, καὶ οὕτω θείαν εὕρωσιν αἴσθησιν· οὕτω γὰρ πείθομαι καταρᾶσθαι
10τὸν ἅγιον ψαλμῳδόν.

134

.

21

Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κα‐
τοικῶν Ἱερουσαλήμ. Ὁ ἐν καθαρᾷ καρδίᾳ κατοικῶν, κατοικεῖ ἐν Ἱερουσαλήμ.335 in vol. 3

135

1-3

Ἐξομολογεῖσθε τῷ Κυρίῳ. Ἔνθα οἱ βαπτιζόμενοι ὑπὸ Ἰωάννου ἐξω‐ μολογοῦντο τὰς ἁμαρτίας αὑτῶν.

135

.

4

Τῷ ποιοῦντι (alias ποιήσαντι) θαυ‐ μάσια μεγάλα μόνῳ. Καλῶς δὲ τῷ ποιοῦντι φησὶ, ἀλλ’ οὐ ποιή‐ σαντι· διηνεκῶς γὰρ ἐνεργεῖ τὰ θαυμάσια.
5Τῷ δὲ μόνῳ, πρὸς ἀντιδιαστολὴν τῶν δαι‐ μόνων, ἀλλ’ οὐ πρὸς ἀθέτησιν τοῦ Υἱοῦ.

135

.

11

Καὶ ἐξαγαγόντι τὸν Ἰσραὴλ ἐκ μέ‐ σου αὐτῶν. Ὡς ἀγνώμοσι δὲ τὰ ἐν Αἰγύπτῳ συνεχῶς περιστρέφεται, τὴν τούτων λήθην ἐκκόπ‐
5τοντα.

135

13,14

Τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις ... καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσον αὐτῆς. Θείας δὲ δυνάμεως οὐ μόνον διαίρεσις, ἀλ‐
5λὰ τὸ θαῤῥῆσαι τὸν Ἰσραὴλ ἐπὶ τῷ παραδό‐ ξῳ καὶ μὴ πτοηθέντα φυγεῖν, κορυφουμένων ἑκατέρωθεν τῶν ὑδάτων· τὸ μηκέτι γενέσ‐ θαι τὴν τῆς θαλάσσης διαίρεσιν, οὐ φύσεως ἔργον, ἀλλὰ θείαν δείκνυσι [δύναμιν] τοῦ
10καταποντισμοῦ καὶ τὴν ἀγανάκτησιν.

135

.

15

Καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ἐρυθράν. Ὅρα δὲ καὶ τὴν μακροθυμίαν· οὐ γὰρ αὐτοὺς ἀνεῖλεν, ἀλλ’ ἑαυτοὺς κατέκριναν
5ἀδίκως ἐπιδιωκήσαντες· διὸ καὶ πάντες πε‐ πόνθασιν, ἀλλ’ οὐ μόνος Φαραώ.

135

.

16

Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῷ ἐρήμῳ.
Οὐκ ἔλαττον τῆς θαλάσσης. τῆς ἐρήμου τὸ θαῦμα· πολλὰ γὰρ τὰ θάνατον ἀπει‐336 in vol. 3
5λοῦντα, λοιμὸς, αὐχμὸς, δίψα, καῦμά τε σφοδρὸν, καὶ πλῆθος θηρίων, ἁπάντων τε τῶν ἐπιτηδείων ἡ ἐρημία· οἱ δὲ, μηδενὸς λυ‐ ποῦντος, ἐβάδιζον.

135

17-20

Τῷ πατάξαντι βασιλεῖς μεγά‐ λους ... καὶ ἀποκτείναντι βασιλεῖς κραται‐ οὺς, ... τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαί‐ ων ... καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν.
5 Ἐκ δὲ πάντων δύο μέμνηται βασιλέων θανάτου· ἐπὶ ῥώμῃ γὰρ καὶ δυναστείᾳ καὶ μεγέθει σώματος ἐσημειοῦντο· [ὁ μὲν Σηὼν ...] Ὁ δὲ Ὢγ, πήχεις ἔχων ἐννέα τὸ μῆχος καὶ πέντε τὸ εὖρος, σιδηρᾶν εἶχεν τὴν κλίνην.

135

23,24

Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Δηλοῖ δὲ τό· ἐν τῇ ταπεινώσει ἡμῶν ἐ‐
5μνήσθη ὁ Κύριος, ὅτι ἤρκεσεν αὐτὸν ἐπι‐ κάμψαι ἡ συμφορὰ, καὶ ἐξ ἀρχῆς γὰρ ἀπαλ‐ λάξας αὐτοὺς Αἰγύπτου, οὐκ εἶπεν· Ἰδὼν εἶδον τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν, ἀλλὰ τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ.
10Πλέον ἁρμόζει ὁ λόγος, ὅτι ἐν τῇ ταπεινώ‐ σει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, τοῖς τῆς νοητῆς δουλείας ἀπαλλαγεῖσιν, ἤτοι τῆς αἰσ‐ θητῆς.

135

.

26

Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρα‐ νοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Διὸ καὶ τὴν ζωὴν ἅπασαν οἱ μακάριοι ἄνδρες τῇ περὶ τοὺς ὕμνους ᾔνεσαν φροντί‐
5δι, λέγοντες· ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ αὐ‐ τοῦ. Ἦν δὲ ἡ πόλις αὐτοῦ τιμία διὰ τὴν θείαν λατρείαν, ὡς προείρηται τό· Ἕνεκα τοῦ οἴκου τοῦ Θεοῦ μου ἐξεζήτησα ἀγαθά
σοι.337 in vol. 3

136

.

2

Ἐπὶ ταῖς ἰτέαις, ἐν μέσῳ αὐτῆς ἐκρε‐ μάσαμεν τὰ ὄργανα ἡμῶν. Ἕτερός φησι· κιθάρας ἡμῶν, ἄλλος· λύ‐ ρας. Καὶ τίνος ἕνεκεν τὰ ὄργανα ἐπήγοντο
5εἰς αἰχμαλωσίαν ἀπιόντες, οὐ μέλλοντες αὐ‐ τοῖς χρῆσθαι; Οἰκονομεῖται καὶ τοῦτο, ὥστε ἐπὶ τῆς ἀλλοτρίας ἔχειν ὑπερμνήματα τῆς πολιτείας τῆς πρώτης καὶ μᾶλλον δάκνεσ‐ θαι, ὁρῶντες τὰ σύμβολα τῆς θρησκείας.

136

.

3

Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχ‐ μαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· ᾌσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών.
5 Ἔγνων ἐγὼ καὶ δαίμονας ἀναγκάζειν λέ‐ γειν ψαλμοὺς καὶ ᾠδὰς πνευματικὰς, ἐν αἷς ἔστι τις ἐντολὴ ἣν παρέβημεν, ὡς ἂν ἀκού‐ οντες καταγελῶσιν, ὡς λεγόντων καὶ μὴ ποιούντων· διὸ καὶ Δαυὶδ λέγει· Μὴ καταγε‐
10λασάτωσάν μου ὑπερήφανοι.

136

.

4

Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Ὁ ἐν κακίᾳ διάγων, ἐπὶ γῆς ἐστιν ἀλλο‐ τρίας· διὸ οὐ δύναται εἰπεῖν· ᾌσω τῷ Κυ‐
5ρίῳ εὐεργετήσαντί με. Τῶν γὰρ ἐξελθόντων ἐστὶν ἀπὸ κακίας τὸ λέγειν· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται κτλ.

136

.

6

Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγ‐ γί μου, ἐὰν μή σου μνησθῶ. Ἢ καὶ οὐχ ἁπλῶς σου μνημονεύω, φησὶ,
προανακρούσομαι δέ σε ἐν ὕμνοις τε καὶ ᾠ‐338 in vol. 3
5δαῖς, ὅπερ σφόδρα ποθοῦντος· ἀλλ’ οὗτοι μὲν ἐκπεσόντες ἐπανελθεῖν εἶχον ἐλπίδας· ἡμᾶς δὲ τῆς ἄνω ἐκπίπτοντας Ἱερουσαλὴμ, οὐκ ἔστιν ἐπανόδου τυχεῖν· τὸ γὰρ πῦρ αὐτῶν οὐ σβήσεται.

136

.

7

Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδώμ. Οἱ υἱοὶ Ἐδὼμ, οἱ ἀπὸ Ἡσαῦ, καὶ ἁλού‐ σης τῆς Ἱερουσαλὴμ, ὑπανέβαινον πικρῶς, ἕως θεμελίων αὐτὴν ἀνασπᾶσθαι συμβου‐
5λεύοντες. Τοὺς Ἄραβας λέγει, τοὺς τοῖς Βα‐ βυλωνίοις συνεπιθεμένους, ὧν καὶ μέμνηται συνεχῶς ὁ προφήτης, ὅτι συγγενεῖς ὄντες πικρότεροι τῶν πολεμίων ἐγένοντο, οὓς, φη‐ σὶν, ἀπαίτησον δίκην. Οὐ γὰρ μέχρι τῆς ἁ‐
10λώσεως ἔστησαν· ἀνασπασθῆναι δὲ καὶ τοὺς τῆς Ἱερουσαλὴμ θεμελίους ἐβούλοντο.

136

.

8

Θυγάτηρ βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδο‐ μά σου. Κατὰ δὲ τὸ ῥητὸν, οὐκ ἔστιν ὁ τοσοῦτος
5τοῦ προφήτου θυμὸς, ἀλλ’ ἐκ προσώπου τῶν αἰχμαλωτῶν ἡ πικρὰ τῆς τιμωρίας ἀπαίτη‐ σις· ὁ γὰρ προφήτης καθ’ ἑαυτὸν τό· Εἰ ἀν‐ τεπέδωκα, φησὶν, τοῖς ἀποδιδοῦσί μοι κακὰ, καὶ τὴν παρὰ τῶν νόμων ὑπερβὰς συμμε‐
10τρίαν.339 in vol. 3

137

.

1

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι, ὅτι ἤκουσας πάντα τὰ ῥήματα τοῦ στό‐ ματός μου.
5 Ἐναντίον ἀγγέλων ψάλλειν ἐστὶ τὸ ἀπε‐ ριπαύστως ψάλλειν, ἤτοι τυπουμένου τοῦ ἡ‐ γεμονικοῦ ἡμῶν μόνοις τοῖς σημαινομένοις πράγμασιν ὑπὸ τοῦ ψαλμοῦ, ἢ καὶ μὴ τυ‐ πουμένου. Ἢ τάχα οὕτως· ἐναντίον ἀγγέ‐
10λων ψάλλει ὁ νοῶν τὴν δύναμιν. —Κατὰ δὲ τὴν ἑτέραν ἔκδοσιν [ἐναντίον θεῶν] θεοὺς τοὺς ἱερεῖς καλεῖ, κατὰ τό· Οὐ θεοὺς κακολογήσῃς. Καὶ περὶ ἀγγέλων δὲ λέγεται ἐν τῷ· Χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ
15ἐκ στόματος αὐτοῦ ζητήσουσι δικαιοσύνην, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστι. Δη‐ λοῖ τοίνυν ὅτι προηγουμένων τῶν ἱερέων εὐ‐ τάκτως σὺ λειτουργήσω.

137

.

5

Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι μεγάλη ἡ δόξα Κυρίου. Ὁδοὶ Κυρίου εἰσὶν αἱ ἀρεταὶ, φέρουσαι ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ.

137

.

6

Ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπει‐ νὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώ‐ σκει. Τοὺς μὲν ταπεινοὺς ὁ Κύριος διὰ τῶν ἀ‐
5ρετῶν ἐφορᾷ, τοὺς δὲ κατὰ διάνοιαν ὑψη‐ λοὺς διὰ τῆς σοφίας γινώσκει· τούτους γὰρ ἐφορᾶν καὶ γινώσκειν λέγεται ὁ Θεὸς, τοὺς ἐν οἷς χωρεῖ· καὶ τούτους μὴ ἐφορᾶν, μηδὲ γινώσκειν τοὺς ἐν οἷς οὐ χωρεῖ. Καὶ τοῦτο κα‐
10θόλου σημειωτέον ἐν πάσῃ τῇ θείᾳ γραφῇ.340 in vol. 3

137

.

7

Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζή‐ σεις με. Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα,
5πέρας δὲ τῆς ἐλπίδος ἐστὶν ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἥτις λέγεται ἡμῶν εἶναι ζωὴ, καθὼς γέγραπται· Ἐὰν πορευθῶ κτλ.

138

.

2

Σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου. Καθέδρα ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυ‐ χῆς, καθ’ ἣν δυσκίνητος γίνεται πρὸς κα‐
5κίαν· ἔγερσίς ἐστιν ἀπὸ τῶν αἰσθητῶν πραγ‐ μάτων ἐπὶ τὰ νοητὰ μετάβασις. Τῶν δὲ κα‐ λῶς ἱδρυμένων ἡ καθέδρα γινώσκεται ὑπὸ Θεοῦ, οἷον τῶν ἀληθῶς πρεσβυτέρων καὶ τῶν καλῶς ἐγειρομένων ἐπὶ τὰ μετὰ τὸν
10βίον.

138

.

3

Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας. Τῶν καλῇ τρίβῳ χρωμένων ἐξιχνιάζει ὁ Θεὸς τὴν σχοῖνον, καὶ πάντα τὰ μέτρα τῆς
5ὁδοῦ τῶν τοιούτων προεῖδεν ὁ Θεός. Τὸ δέ· ἐξιχνίασας, οὐ ζητοῦντός ἐστιν, οὐδὲ μὴν ἐ‐ ρευνῶντος, ἀλλ’ ἀκριβῶς ἐπισταμένου.

138

.

4

Καὶ πάσας τὰς ὁδούς μου προεῖ‐ δες. Διὰ τὸ προεῖδες, ἐπήγαγεν·

138

.

5

Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσ‐ χατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με, καὶ ἔ‐ θηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Τὰ μέσα παρασεσιώπηται, διὰ τὸ τὴν κα‐
5κίαν εἶναι ἐν τῷ μεταξύ· οὐ γὰρ ἦν ἐν ἀρ‐ χῇ, οὐδὲ ἔσται πάλιν ἐν τέλει. —Ἡ ἐπί‐
θεσις τῆς χειρὸς τοῦ Θεοῦ τὴν χορηγηθεῖ‐ σαν ἡμῖν τοῦ Πνεύματος δωρεὰν σημαίνει, ὡς οἱ ἀπόστολοι διὰ τῆς ἐπιθέσεως τῶν χει‐341 in vol. 3
10ρῶν παρεῖχον Πνεῦμα ἅγιον.

138

.

7

Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; Οὐκ ἔστι τόπος, ἔνθα μὴ ἔστιν γνῶσις ἡ τοῦ Θεοῦ, καὶ οἱ λόγοι τῶν γεγονότων· εἰ
5γὰρ τὰ σώματα διαφύγοι ὁ νοῦς, ἀλλ’ εἰς τοὺς λόγους αὐτῶν ἐμπεσεῖται, εἴτε καὶ τού‐ τους παρέλθοι· τὴν γοῦν ἀσώματον οὐ δια‐ φεύξεται φύσιν, ἀλλ’ ἐν ἑαυτῇ ὄψεται τὸν δημιουργόν· εἰ δὲ καὶ τοὺς λόγους τῆς ἀσω‐
10μάτου φύσεως ὁ νοῦς ὑπερβαίη, ὄψεται πά‐ λιν τὴν ἁγίαν τριάδα ἥτις γνῶσίς ἐστιν ἀπέ‐ ραντος καὶ οὐσιώδης Σοφία.

138

11,12

Καὶ εἶπα· Ἄρα σκότος κα‐ ταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυ‐ φῇ μου, ὡς τὸ σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ.
5 Ἄλλως δὲ, σκότος ἐνταῦθα τὴν θλῖψιν καλεῖ, ὑφ’ ἧς, φησὶν, οὐ προσεδόκων διαφυ‐ γεῖν, καταπατούσης με καὶ νικώσης· ἄθροον δὲ εἰς ἀγαθόν μοι τὰ δεινὰ μετεβλήθη· μᾶλ‐ λον δὲ καὶ μενόντων, πολλῆς ἀπέλαυσα τῆς
10χρηστότητος· ἐν τοῖς γὰρ ἐναντίοις μᾶλλον δείκνυται τἀναντία, ὡς ἐν τῇ καμίνῳ δια‐ συρίζουσα δρόσος καὶ ὡς φλὸξ ἅμα καὶ χά‐ λαζα. Τὸ δέ· σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, παρὰ σοῦ, ἐξέδωκεν ἕτερος· πάντα γάρ
15σοι ῥᾷστα βουλομένῳ μεταποιεῖν, ὡς τὴν νύκτα μηδὲν διαφέρειν ἡμέρας· μεταφορι‐ κῶς δὲ ἀπὸ τῶν στοιχείων δείκνυσι τὴν ἐν θλίψεσιν ἄνεσιν, ὡς καὶ τοῖς ἐν ἀνέσει τυγ‐ χάνει ὅμοιον. Ἰωσὴφ γοῦν ἐν ἀτιμίᾳ τιμὴν
20ἔσχε βασιλικήν. —Ἄρα σκότος κτλ. ἥτις
ἐστὶ, φησὶν, ἐμοὶ δύναμις ἀπόῤῥητος, καὶ αὐ‐ τή σοι τῷ Θεῷ φανερὰ τυγχάνει· καθάπερ ἐμοὶ ζοφώδης ἡ νὺξ, οὕτως ἐστίν σοι φωτει‐ νή.342 in vol. 3

138

.

13

Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου. Οὗτινος τοὺς νεφροὺς κτᾶται ὁ Κύριος, λεγέτω τό· Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπι‐ θυμία μου. Νεφροὺς εἶναί φησι τοὺς φόβῳ
5πληκτομένους· λέγει οὖν· Ὅτι σὲ διαπαν‐ τὸς ἐφοβούμην, ἐπεὶ πρὸ ὀφθαλμῶν εἶχον ἀεὶ τὴν σὴν κρίσιν. —Εἰκότως φησίν· Τὸν σὸν φόβον ἐκτησάμην, ἐπειδὴ καὶ ὅτι κυόμενόν με ἡ σὴ περιεφρούρει πρόνοια. —Τὸ δὲ ἐκ‐
10τήσω τοὺς νεφρούς μου, ὅτι περ ὁ κτώμενος κήδεται, καὶ τῆς μήτρας ἐξελθὼν, εὐθέως τῆς σῆς προνοίας ἀπέλαυσα. Εἰ ἡ ἀγνοία BB. Ὁ σώφρων καὶ ἀγαμίᾳ σχολάζων ἐρεῖ· Σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε. Ἡ γὰρ
15καθαρότης κτῆμα Θεοῦ. Εἶτα γνῶσιν τῶν ὑπ’ αὐτοῦ γεγονότων καὶ παραδοξοποιουμέ‐ νων λαβὼν, ἐρεῖ·

138

.

14

Ἐξομολογήσομαι, ὅτι φοβερῶς ἐ‐ θαυμαστώθης. Εὐκαίρως μετὰ τὴν προειρημένην θεολο‐ γίαν, τὴν ἐξομολόγησιν ἀναφθέγγεται.

138

14-16

Θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα· οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτω τῆς γῆς.
5Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς. Τὸ δὲ σφόδρα, ἢ τῷ γινώσκει, ἢ τῷ θαυ‐ μάσια συναπτέον. Ἡ δὲ τοῦ ὀστοῦ σύμμιξις,
10ἠγνοημένη τοῖς ἄλλοις, σοὶ καθέστηκε δήλη.
Καὶ οἱ συγγραψάμενοι δὲ περὶ τῆς τῶν ζώων φύσεως καὶ γενέσεως, ἀκατάληπτον εἶναί φασι τὴν τοῦ αἵματος εἰς ὀστέα μεταβολὴν, τῶν σαρκῶν καὶ νεύρων ἀμηγέπη κατα‐343 in vol. 3
15λαμβανομένων, ὡς ἔχουσιν. Καὶ ἐν Ἐκκλη‐ σιαστῇ δὲ λέγεται· Ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης, οὕτως οὐ γνώσῃ ποιήματα τοῦ Θεοῦ. Οὐκ ἐκρύβη δὲ ἀπὸ σοῦ, οὐδὲ ἡ ψυχή
20μου ἐν ᾅδου γεγενημένη, ἢ τὸ σῶμα κατο‐ ρυχθὲν καὶ εἰς γῆν διαλυθὲν, παρὰ σοῦ θεω‐ ρεῖται. —Τὴν αἰτίαν τῆς παραβάσεως τοῦ προπάτορος ὁ μέγας Δαυὶδ ἐν ψαλτηρίῳ ἀ‐ νακρουόμενος, καὶ πρὸς συγγνώμην αὐτῆς
25τὸν δεσπότην ἐξιλεούμενος, καὶ τὴν ἄφευκτον τοῦ Θεοῦ γνῶσιν ἐσήμανεν, καὶ τὴν μετὰ τὸ πταῖσμα τοῦ Ἀδὰμ εὐγνωμοσύνην ἐδήλωσεν· οὐκ ἐκρύβη τὸ ὀστοῦν μου, λέγων, ἀπὸ σοῦ, ὃ ἐποίησας. Οὐκ ἐκρύφη, οὐκ ἔλαθέν σε, φη‐
30σὶ, τῆς γυναικός μου ὁ ὄλισθος, ἣν ἐκ τοῦ ὀσ‐ τέου μου λεληθότως ἐποίησας, ὕπνῳ βάρει εὐνάσας με· ἀλλ’ ἔγνως τὰ ἡμέτερα κρύ‐ φια, ὁ ἐκείνην κρυφίως ὑποστησάμενος. Ὀσ‐ τοῦν τὴν ψυχὴν ὠνόμασε νῦν, ἣν ἐποίησε
35μόνος ὁ Θεὸς, κακίας ἐκτός. Ὕστερον δὲ γέγονεν ἐν τοῖς κατωτάτοις τῆς γῆς, τουτέσ‐ τιν ἐν ἐσχάτῃ ἀκαθαρσίᾳ· ἀλλ’ ὅμως καὶ τοῦτο μέλλουσαν αὐτὴν πάσχειν προεῖδεν ὁ Κύριος, καὶ διὰ τῆς προνοίας πάλιν τῷ ἰδίῳ
40βιβλίῳ κατέγραψεν. Βιβλίον Θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, ἐν ᾧ πέφυκε διὰ τῆς γνώ‐ σεως γράφεσθαι νοῦς καθαρός. Ἐν δὲ τού‐ τῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ
45προνοίας λόγοι καὶ κρίσεως, δι’ οὗ βιβλίου γινώσκεται ὁ Θεὸς, ὡς δημιουργὸς καὶ σο‐ φὸς καὶ προνοητὴς καὶ κριτής· δημιουργὸς μὲν, διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· σοφὸς δὲ, διὰ τοὺς ἀποκειμένους

138

14-16

(50)

λόγους αὐτοῖς· προνοητὴς δὲ, διὰ τὰ συντε‐ λοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κρι‐ τὴς δὲ πάλιν, διὰ τὸ διάφορα σώματα τῶν λογικῶν καὶ τοὺς ποικίλους κόσμους καὶ
τοὺς περιέχοντας τοὺς αἰῶνας. Καὶ πάσας344 in vol. 3
55τῆς ζωῆς αὐτῶν τὰς ἡμέρας, εὐρύθμως καὶ εὐπλάστως αὐτοῖς διήγαγεν, ὡς μηδεμίαν ἡ‐ μέραν αὐτοὺς ἄτοπον ἢ ἄπλαστον ἐσχηκέ‐ ναι. Τὸ μήπω πραχθέν μοι, φησὶν, ὡς ἤδη τε‐
60λεσθὲν καθορᾷς, καὶ τούς τε μήπω τεχθέν‐ τας ὡς ἤδη τεχθέντας ἐπίστασαι. Δύναται δὲ νοεῖσθαι διχῶς τὸ [ἀκατέργαστόν μου, ἢ τὸ] ἄκακον καὶ ἀπόνηρον καὶ ἀνεξέργαστόν μου ἔργον, ἢ περίνοιαν ὀφείλεται λέγειν,
65ὡς τό· Εἴδοσαν οἱ ὀφθαλμοί μου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται, καὶ οὐκ ἔστι, φησὶν, ὃ μὴ συνίεις, ἢ λανθάνει σε· ἀλλὰ καὶ τὰ μέλλοντα γινώσκεις, καὶ τὸ ἄ‐ κακόν μου οἶδας, ὅπως ἀγνοίᾳ ἠπάτημαι,
70καὶ τῷ ἀλήστῳ τῆς μνήμης σου πάντες οἱ λογισμοί μου ἐνσημαίνονται.

138

.

17

Ἐμοὶ δὲ λίαν ἐπετιμήθησαν οἱ φί‐ λοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρ‐ χαὶ αὐτῶν. Ὅμοιον τό· Ὁ δεχόμενος προφήτην εἰς
5ὄνομα προφήτου, μισθὸν προφήτου δέχεται. Οἱ φίλοι σου λίαν ἐκραταιώθησαν, ἀνθ’ ὧν με παρήγαγες· οὐκ ὄντα καὶ γεγονότα δια‐ κρατεῖς, τοὺς σοὺς φίλους τιμῶ.

138

.

20

Ὅτι ἐρισταί ἐστε εἰς διαλογισμὸν, λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. Ἐὰν γὰρ, φησὶν, ἐριστικοί τινες καὶ σο‐ φισταὶ διώκοιεν ἡμᾶς, συναναρπάζοντες ἔν
5τινι ῥητῷ τῆς γραφῆς, ὅπερ εἴρηται· πρὸς ἑτέραν φεύγετε λέξιν, ἐκ γὰρ τῆς διὰ παράλ‐ ληλα τῶν ῥητῶν κρίσεως τὸ ζητούμενον ἀνα‐ φαίνεται. Οὐ μὴ γὰρ, φησὶ, πληρώσετε πά‐ σας τὰς γραφὰς, πόλεις οὔσας τοῦ ἰσραὴλ,
10ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου, τὴν ἀλή‐ θειαν ἐκλάμπων ἡμῖν. Ταύτας οὖν τὰς πό‐
λεις εἰς ματαιότητα λαμβάνουσιν αἱρετικοὶ, νοοῦντες, ὡς βούλονται, καὶ μάτην οἰκοῦντες αὐτὰς, μηδὲν ὠφελούμενοι. —Αἱ λογικαὶ345 in vol. 3
15ψυχαὶ πόλεις εἰσὶ τοῦ Θεοῦ, πεφυκυῖαι δέ‐ χεσθαι λόγον Θεοῦ, καὶ αὐτὸν τὸν Θεὸν, ἅς τινας λαμβάνουσιν οἱ ἐχθροὶ πρὸς ματαιότη‐ τα καὶ ἐργασίαν κακίας.

138

.

21

Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐ‐ μίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκό‐ μην; Ὅτι τοὺς μὲν σοὺς ἠγάπων καὶ ἀπεδεχό‐
5μην φίλους, τοὺς δὲ ἐχθρούς σου τελείως ἐμίσησα. Ἐχθροὶ δὲ τοῦ Θεοῦ, πρώτως μὲν καὶ κυρίως οἱ ἀκάθαρτοι δαίμονες· δεύτεροι δὲ μετ’ Ἐκείνους, οἵτε τὴν εἰδωλολατρείαν πρεσβεύοντες, καὶ οἱ τῶν αἱρέσεων ἀρχηγοί.
10—Καὶ τὸ τοὺς φίλους τιμᾶν Θεοῦ καὶ τὸ μισεῖν τοὺς ἐχθρούς τε καὶ ἀσεβεῖς· τοῦ γὰρ Θεοῦ πάντας θέλοντος σωθῆναι, πᾶς ὁ δι’ ἀπάτης διαστρέφων ἐχθρὸς, μὴ συγχωρῶν εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

138

.

22

Τέλειον μῖσος ἐμίσουν αὐτούς. Τέλειον δὲ μῖσος, τὸ μὴ χάριν ἑτέρου, διά τε τὸ μόνον εἶναι ἐχθροὺς Θεοῦ γινόμε‐ νον, ὡς καὶ τελεία πρὸς τὸ ἀγαθὸν ἀγάπη, ἡ
5μόνῳ τῷ πόθῳ τῷ πρὸς αὐτὸ γινομένη· οὕ‐ τως οὖν ὁ τοὺς ἐχθροὺς Θεοῦ μόνον, ἀλλ’ οὐ διὰ πάθος μισῶν, ἐκτηκόμενος ἐπ’ αὐτοῖς κα‐ τὰ τὸν εἰρηκότα προφήτην· ζῆλον ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ἀνθ’ ὧν κατέλι‐
10πόν σε οἱ υἱοὶ Ἱερουσαλήμ. —Καὶ γὰρ ὁ Θεὸς ἐπηγγείλατο μὴ ἐχθραίνειν τοῖς ἐχ‐ θροῖς, καὶ μὴ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις αὐτοῖς· ταῦτα γὰρ μάλιστα φιλίας τεκμήρια. Ἀνωτέρω μὲν γὰρ ἔφη· Λίαν ἐτιμήθησαν οἱ
15φίλοι σου, ὁ Θεός. Ἐνταῦθα δὲ τοὺς μισοῦν‐
τάς σε ἐμίσησα, κἀκεῖ μεθ’ ὑπερβολῆς· Οὐ γὰρ ἐμίσησα μόνον, φησὶ, ἀλλὰ καὶ ἐξετη‐ κόμην.346 in vol. 3

139

.

4

Ἰὸς ἀσπίδος ὑπὸ τὰ χείλη αὐτῶν. Διάψαλμα. Μετὰ δὲ τὸ ὑπὸ χείλη αὐτῶν ἔστι διά‐ ψαλμα, ὅπερ λέγεται ἑβραϊστί· Σέλ. Σημαί‐
5νει δὲ τὸ ἀεὶ, συμφώνως τῷ· ὅλην τὴν ἡμέ‐ ραν παρετάσσοντο πολέμους.

139

.

6

Ἔκρυψαν ὑπερήφανοι παγίδα μοι. Διὰ τὰ πάθη ἀδυνατοῦσιν, καὶ τὴν ἄλο‐ γον αὐτῶν ἐπίγνωσιν, οὕτω καὶ τῇ Εὔᾳ φη‐ σίν· Ἔσεσθε ὡς Θεοὶ, γινώσκοντες καλὸν
5καὶ πονηρόν.

139

8,9

Ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. Μὴ παραδῷς με, Κύ‐ ριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Τὸ δὲ ἐπεσκίασας, ὅτι οὐδὲ τὸ τυχὸν κα‐
5κὸν παθεῖν συνεχώρησας, οὐδ’ ὅσον ἀπὸ καύματος, ὡς μηδὲ θέρμης τινὸς ἀπολαῦσαι λυπούσης, ἐντρυφᾶν δὲ σκιᾷ τῇ τῶν δεινῶν ἀπαλλαγῇ. Δηλοῖ δὲ καὶ τὸ εὔκολον τῆς βοηθείας, διὰ τοῦ ἐπεσκίασας, ἀρκεῖ, λέγων,
10παρεῖναί σε μόνον, καὶ πάντα λέλυται, εἰ καὶ ἐγὼ, φησὶν, ὡς ἄνθρωπος ἐν ἐπιθυμίᾳ γέγο‐ να τῆς ἁμαρτίας· ἀλλ’ αὐτός· μὴ παραδῷς με τῷ διαβόλῳ, πανταχοῦ γὰρ ἡ γραφὴ τὸν διάβολον ἁμαρτωλὸν καλεῖ.

139

.

9

Διελογίσαντο κατ’ ἐμοῦ, μὴ ἐγκα‐ ταλίπῃς με, μήποτε ὑψωθώσιν. Ὅσον ὑψοῦνται νικῶντες οἱ ἐχθροὶ, το‐ σοῦτον ἡττώμενοι αἰσχύνωνται.

139

.

10

Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν.
Κύκλωμα εἶπεν τὸ κυκλῶσαι αὐτὸν τάγ‐ μα· κεφαλὴν δὲ, ἤτοι τὸν προεστῶτα διά‐ βολον τοῦ τάγματος τούτου· ἢ τὸ πρῶτον347 in vol. 3
5ἐν τῇ καρδίᾳ πονηρὸν συνιστάμενον νόημα, περὶ οὗ εἶπεν καὶ ὁ Θεὸς ἐν τῇ Γενέσει τό· Συντηρήσεις αὐτοῦ κεφαλήν.

139

.

13

Ἔγνων ὅτι ποιήσει Κύριος κρίσιν τοῦ πτωχοῦ. Ἔγνω τῷ προφητικῷ πνεύματι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ.

139

.

14

Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. Τῶν ἀσεβῶν παραδοθέντων τῷ αἰωνίῳ
5πυρί. —Εἰς ἐξομολόγησιν καὶ αἴνεσιν πα‐ ραλειφθήσονται δίκαιοι, ἀπολαύοντες δια‐ παντὸς τοῦ προσώπου τοῦ Θεοῦ κατὰ τὸ εἰ‐ ρημένον· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτὸν τὸν Θεὸν ὄψονται. Θεοδωτίων·
10Σὺν τῷ προσώπῳ σου, σὺν τῇ σοφίᾳ σου, τῇ θεωρουμένῃ ἐν τοῖς γεγονόσιν.

140

.

2

Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Τούτου κατευθύνεται ἡ προσευχὴ ὡς θυ‐ μίαμα, τοῦ δυναμένου εἰπεῖν· Χριστοῦ εὐω‐
5δία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀ‐ πολλυμένοις. —Καὶ ἐστὶν ἓν εἶδος προσευ‐ χῆς ὁμιλία νοῦ πρὸς Θεὸν ἀτύπωτον τὸν νοῦν διασώζουσα· ἀτύπωτον δὲ λέγω τὸν νοῦν μηδὲν σωματικὸν κατὰ τὸν καιρὸν τῆς
10προσευχῆς φανταζόμενον· μόνα γὰρ ἐκεῖνα τῶν ὀνομάτων καὶ ῥημάτων τυποῖ τὸν νοῦν ἡμῶν καὶ σχηματίζει τὰ σημαίνοντά τι τῶν αἰσθητῶν· προσευχόμενον δὲ νοῦν πάντη δεῖ τῶν αἰσθητῶν ἐλεύθερον εἶναι· τὸ δὲ τοῦ
15Θεοῦ νόημα διασώζει τὸν νοῦν ἀναγκαίως
ἀτύπωτον· οὐ γάρ ἐστι σῶμα.348 in vol. 3

140

.

3

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Ἐπειδὴ μέγα οἶδεν ἀνθρώποις τὸ κατορ‐ θοῦν τῆς γλώσσης τὴν φυλακὴν, τὸν Θεὸν
5αἰτεῖ ταύτης τὴν ἐγκράτειαν τῆς γλώττης χαρίσασθαι. Οὐδὲν οὕτω φυλάσσει τὴν καρ‐ δίαν ἡμῶν, ὡς ὁ φόβος τοῦ Θεοῦ, εἴ γε τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.

140

.

7

Ὡσεὶ πάχος γῆς διεῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. Τὰς δυνάμεις τῆς ψυχῆς ὀστᾶ τῆς ψυχῆς
5ὀνομάζει, ἅπερ διεσκορπίζεται, κακίας ἐ‐ φαπτόμενα καὶ ἀγνωσίας· εὖ δὲ καὶ τὸ φά‐ ναι διεσκορπίσθη, οἱ γὰρ ἐν ἀρετῇ ὄντες εἷς εἰσιν ἐν Κυρίῳ.

140

.

10

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί. Τοῦ δὲ ἐνεστῶτος αἰῶνός ἐστιν ἀμφίβλη‐ στρον διδασκαλία πνευματικὴ, τοὺς ἀποπλα‐
5νηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπὶ τὴν ἀρε‐ τὴν ἀνάγουσα, τουτέστι τὸν Θεόν· οἱ γὰρ τοῖς ἄλλοις τὰς παγίδας πηγνύντες, καθά‐ περ τινὶ δικτύῳ τῇ θείᾳ συλληφθήσονται τι‐ μωρίᾳ, καὶ ἅπερ δρῶσιν ὑπομενοῦσιν, καὶ
10πείσονται, ἃ τοῖς ἄλλοις ἐπάγουσιν.

141

.

5

Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ὁ ἀπολέσας τὴν φυγὴν ταύτην, οὐ δύνα‐ ται εἰπεῖν ἐν θλίψει· Ἐν θλίψει ἐπλάτυνάς
5μοι, δι’ ἔξοδον ἀπὸ τῶν πταιζόντων αὐτὸν λο‐ γισμῶν· ἐνταῦθα δὲ, ἤτοι ταπεινοφροσύνης χάριν τέθειται τοῦτο. Ἢ ὄντως καὶ αὐτὸς ἀ‐ πώλεσε τὴν φυγὴν, κατ’ ἀναλογίαν τῆς αὐ‐ τοῦ καταστάσεως πειραζόμενος, καὶ μὴ εὑ‐
10ρίσκων τοὺς λόγους τῶν προσπεσόντων αὐτῷ
πειρασμῶν· πάντως γὰρ καὶ τούτῳ ἡ πάλη ἐγένετο, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ349 in vol. 3
15πνευματικὰ ἐν τοῖς ἐπουρανίοις.

141

.

7

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Κἂν νικήσωμεν, ἐῤῥύσθημεν ἀπὸ τῶν κα‐ ταδιωκόντων, οἵτινες ἐκραταιώθησαν, ὅτε κα‐
5ταδυναστεύουσιν ἐν τοῖς μέσοις καθ’ ἡμῶν.

142

.

2

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώ‐ πιόν σου πᾶς ζῶν. Καὶ ὁ Ἰώβ φησιν· Ἐὰν γὰρ βούληται
5κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. —Εἰ οἱ συναποθνήσκοντες τῷ Χριστῷ δι‐ καιοῦνται, οἱ ζῶντες ἄρα τὴν ζωὴν ἀντικει‐ μένην τούτῳ τῷ θανάτῳ, οὐ δικαιοῦνται ἐ‐
10νώπιον τοῦ Θεοῦ.

142

5,6

Ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ... Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ὁ γινώσκων τοὺς λόγους τῶν γεγονότων,
5οὗτος μελετᾷ ἐν πᾶσι τοῖς ἔργοις τοῦ Θεοῦ. —Τῶν ἀρχαίων μνησθεὶς ἡμερῶν, τὰς διὰ μετάνοιάν σοι πράξεις ὑπέδειξα, καθαρῶς ὄντως σου διψῶν, οὐ μόνον ὡς ἔλαφος ἐπὶ τὰς πηγὰς, ἀλλὰ καὶ ὡς ἄνυδρος γῆ διψῶσα
10πιεῖν· σοὶ δὲ τοιαύτη καὶ μόνῳ καὶ πρὸς σὲ τὸν Θεὸν ἡ ψυχή μου, ὡς πρὸς ἀνθρώπους δὲ παραμολεῖ γόνιμος τελεία καὶ εὐθαλής· ταύτην δὲ τὴν ἄνυδρον γῆν καὶ τὰς παραπλη‐ σίους ψυχὰς ἀνύδρους τόπους διέρχεται τὸ
15πνεῦμα τὸ ἀκάθαρτον, οὐχ εὑρίσκον παρ’ αὐ‐ τοῖς μονὴν ἢ ἀνάπαυσιν. Πλὴν εἰ καὶ ἄνυδροι τυγχάνουσιν, ἐστερημέναι τῶν φαύλων πραγ‐ μάτων ἢ ὑδάτων, διώκουσι τὸν Κύριον ἐπὶ τὸ ὡς ὄρθρον ἕτοιμον εὑρεῖν αὐτὸν, ὅτε καὶ ἥξει350 in vol. 3
20αὐταῖς ὡς ὑετὸς πρώϊμος· διὸ καὶ ἔνυδροι γενήσονται, πηγὰς ἐν αὐταῖς ἔχουσαι ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον.

142

.

8

Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Τὴν θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶ‐ νος, ἣν καὶ βασιλείαν οὐρανῶν ἔθος ὀνομά‐
5ζειν τῇ θείᾳ γραφῇ· τοῦτο γὰρ ἀκούειν λέ‐ γεται νοῦς, ὃ γινώσκει, καὶ τοῦτο μὴ ἀ‐ κούειν, ὃ μὴ γινώσκει· τὸ δὲ ἔλεος τοῦ Θεοῦ πνευματικήν τινα θεωρίαν σημαίνει, εἴπερ νοῦς ἐστιν ὁ τοῦ ἐλέους τούτου καταξιούμε‐
10νος· ἔλεον δὲ ὀνομάζει τὴν θεωρίαν, διότι αὐτὴ νοῦς κοπιῶντας ἀναπαύει καὶ πεφορ‐ τισμένους ταῖς ἀνομίαις· καὶ γὰρ ὁ Σολο‐ μὼν ἐν ταῖς παροιμίαις φησίν· Δότε μέθην τοῖς ἐν λύπαις, καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύ‐
15ναις, ἵν’ ἐπιλάθωνται τῆς πενίας, (τουτέστι τῆς ἀγνωσίας· αὕτη γὰρ ἡ πενία φύσεως λογικῆς), καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι· ὁ γὰρ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴνου Κυρίου, ἐπιλανθάνεται τῆς πενίας καὶ τῶν
20πόνων καὶ τῶν ὀδυνῶν. Οὐ μικρὸν δὲ τὸ ἐν εὐημερίᾳ γινόμενον, τῆς εὐεργεσίας μὴ πρὸς λήθην ἐλθεῖν, ἢ καὶ τό· ἀνταπόδος, ἀντὶ τῶν ἡμερῶν τῆς ταπεινώσεως.

142

.

12

Καὶ ἀπολεῖς πάντας τοὺς θλίβον‐ τας τὴν ψυχήν μου. Οὐδὲν οὕτως ἀποδιώκει τοὺς ἐχθροὺς ἡ‐
μῶν, ὡς θεωρία πνευματική.351 in vol. 3

143

.

1

Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ δι‐ δάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον. Ὁ διδαχθεὶς παρὰ Κυρίου τὸν πρὸς τὴν
5ἀντικειμένην δύναμιν πόλεμον, ἐπίσταται λόγους ἀρετῶν καὶ κακιῶν, καὶ διαφορὰς λο‐ γισμῶν, γνωρίσματά τε ἀπαθείας· ἔτι δὲ καὶ τῶν νυκτερινῶν φαντασμάτων καὶ ἐνυπνίων γινώσκει τοὺς λόγους· ὧν οἱ μὲν ἀπὸ τοῦ
10λογιστικοῦ μέρους γίνονται τῆς ψυχῆς, κι‐ νουμένης τῆς μνήμης, οἱ δὲ ἀπὸ θυμικοῦ, ἕτεροι δὲ ἀπὸ τοῦ ἐπιθυμητικοῦ· ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν τῷ Μονοστίχῳ περιειλήφαμεν. Τῆς γὰρ ἠθικῆς πραγμα‐
15τείας ἡ τοιαύτη τῶν λόγων ἐξέτασις. Νυνὶ δὲ ποσῶς κεκινήκαμεν τὸν ὑπὸ τοῦ Κυρίου διδασκόμενον, πόλεμον παραστῆσαι βουλό‐ μενοι.

143

7,8

Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐ‐
5τῶν δεξιὰ ἀδικίας. Τινὲς δὲ τὸ πλῆθος εἰρῆσθαι τῶν πολε‐ μίων ἐνόμισαν ὕδατα, διὸ ἐπήχθη τὸ ἐκ χει‐ ρὸς υἱῶν ἀλλοτρίων· ὁ δὲ τὸ ἀσεβὲς δηλοῦν, οὐ τὸ ἀλλόφυλον, οὓς καὶ βλασφημῆσαι κα‐
10τὰ τῆς θείας δόξης φησὶν, καὶ μηδὲν ἐργά‐ σασθαι δεξιόν. —Χείρ ἐστιν ἀλλοτρία λο‐
γισμὸς μετὰ τοῦ παθητικοῦ μέρους τῆς ψυ‐ χῆς ἐγγινόμενος καὶ κατέχων τὸν νοῦν· ἀλλ’ αὐτὴ μὲν ἡ χεὶρ ἅπτεται τῶν πρακτικῶν·352 in vol. 3
15τῶν δὲ θεωρητικῶν ἐστιν ἡ χεὶρ γνῶσις ψευ‐ δὴς αὐτῶν τῶν πραγμάτων ἢ τῆς θεωρίας αὐτῶν, ἄδικον ἢ ἄσοφον τὸν δημιουργὸν ὑ‐ ποβάλλουσα ...

143

.

12

Ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν· αἱ θυγατέρες αὐτῶν κε‐ καλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁ‐ μοίωμα ναοῦ.
5 Τοῦ προτέρου λαοῦ καὶ πάντως ἀσεβοῦς τοιαῦτα τέκνα. Τοῦ δὲ δικαίου ἡ σάρξ ἐσ‐ τιν ἀσθενὴς καὶ νενεκρωμένον τὸ φρόνημα. Αἱ θυγατέρες ἐκείνων ἑταιρικῶς καλλωπί‐ ζονται, ὡμοιωμέναι ναῷ, ἐν ᾧ πνεῦμα κατοι‐
10κεῖ πονηρὸν, ὡς [ἐκ] περιτομῆς τὸν προφήτην εἰπεῖν· Ἐπορεύθησαν αἱ θυγατέρες Σιὼν ἐν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τὰ ἐπὶ τούτοις. Οἱ δὲ ἅγιοι ναός εἰσι Θεοῦ, καὶ τὸ πνεῦμα Θεοῦ οἰκεῖ ἐν αὐτοῖς.
15Καὶ οἱ μὲν ἐπὶ τῆς γῆς θησαυρίζοντες λέ‐ γουσι· Καθελῶ μου τὰς ἀποθήκας, καὶ μεί‐ ζονας οἰκοδομήσω. Τῶνδε ὁ θησαυρός ἐσ‐ τιν ἐν οὐρανοῖς· ὁμοίως δὲ αὐτῶν ἡ ποίμνη ψυχὰς ἀκεραίους καὶ ἀγαθὰ καὶ λογικὰ πε‐
20ριείληφε πρόβατα· [ἐν] τῷ ἐπιγείῳ κόσμῳ καὶ ναὸς Θεοῦ γεγόνασιν, ὡς αἱ ἅγιαι τῶν πιστευσάντων ψυχαί. Ἀλλ’ [ἐκεῖνοι ἦσαν ὡς] ὁμοίωμα ναοῦ· προσεποιοῦντο γὰρ τὴν κατὰ νόμον ἐπιτηδεῦσαι πολιτείαν, ἀλλ’ οὐκ ἔσχον
25ἐν αὐτοῖς τὸν Λόγον, ἀλλὰ τὸ πονηρὸν πνεῦ‐ μα· ἐθησαύρισαν γὰρ οὐ τὸν οὐράνιον, ἀλλὰ τὸν ἐπίγειον πλοῦτον.

143

.

14

Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς ἐπαύλε‐ σιν αὐτῶν. Περιτετειχίσθαι δὲ πανταχόθεν φησὶν αὐ‐
5τῶν τοὺς ἀγροὺς, δίοδον μὴ παρέχοντας. Εἰσὶ δὲ καὶ ἐν εἰρήνῃ, μηδεμίας φοβούσης κραυγῆς. Καὶ ὁ προφήτης φησί· Πλὴν κρί‐
ματα λαλήσω πρὸς σέ. Τί; ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται. Καὶ πάλιν ὁ Δαυίδ φησι· Παρ’353 in vol. 3
10ὀλίγων ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζή‐ λωσα ἐν τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν.

143

.

15

Μακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Οἱ μὴ ὀρθῶς κρίνοντες, ἀλλὰ καὶ αὐτὰ φανταζόμενοι τὰ σαρκὸς, τῷ τούτων ἐν ἀ‐
5πολαύσει γενέσθαι πολλῇ, μακάριον εἶναι νομίζουσιν· οὐκ ἔστι δὲ τοῦτο μακάριον, ἀλ‐ λὰ τὸ ἐπικαλεῖσθαι Κύριον τὸν Θεὸν αὐτοῦ.

144

.

2

Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου [εἰς τὸν αἰῶνα]. Ἀκόλουθα δὲ ταῦτα τοῖς προλαβοῦσιν, εἶπε γάρ· Εὐλογήσω καὶ ὑψώσω σε, δεικ‐
5νύσας ὡς οὐδὲν αὐτῷ προτίθησιν ἡ παρ’ ἡ‐ μῶν εὐφημία, ἑαυτοὺς δὲ λαμπρύνομεν, ἐὰν αὐτῷ τὸν αἶνον προσάγωμεν.

144

.

3

Μέγας ὁ Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Πάντων μὲν ἡ θεωρία τῶν γεγονότων πε‐ περάτωται· μόνης δὲ τῆς ἁγίας Τριάδος ἡ
5γνῶσίς ἐστιν ἀπέραντος· οὐσιώδης γάρ ἐσ‐ τιν ἡ σοφία.

144

4-6

Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔρ‐ γα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁ‐ γιοσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά
5σου διηγήσονται. Καὶ τὴν δύναμιν τῶν φο‐ βερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσομαι αὐτήν. Λέγει καὶ Θεοδωτίων γενεὰν καὶ γενεὰν, τοὺς δύο λαούς· οὕτω δὲ καὶ ἐπαίνει τὰ ἔρ‐
10γα αὐτοῦ, ὡς καὶ τὸν ποιητὴν ἑωρακέναι, θείῳ βλέμματι, ὅτι πάντα καλὰ λίαν. —
Σύνηθες δὲ αὐτῷ λέγοντι τοῦ Θεοῦ τὴν με‐ γαλωσύνην, εἰς τὴν δι’ ἔργων ἀπόδειξιν χω‐ ρεῖν. Πρακτικοὶ δὲ ἐροῦσι καὶ μετ’ ὀρθοῦ354 in vol. 3
15φρονήματος, οἷον· Ἔστι φοβερὸν τὸ ἐμπε‐ σεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, καὶ τό· Ἀλα‐ λάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ταῦτα γὰρ δι’ αὐτοῦ τοῦ
20φοβεῖσθαι καὶ σέβας ἔχειν Θεοῦ· διηγήσονται δὲ καὶ ὡς πέρας μὴ ἔχουσαν αὐτοῦ τὴν με‐ γαλωσύνην, οὐ περιγράψαντες γνώσει, ἀλλ’ ὡς οὖσαν ἀκατάληπτον. Μόνος γὰρ ὁ Υἱὸς γινώσκει τὸν Πατέρα καὶ ὁ Πατὴρ τὸν Υἱόν·
25εἰ δὲ καὶ ἀποκαλύπτει τὸν Πατέρα οἷς βούλε‐ ται, ἀλλ’ οὖν ὡς ἐφικτὸν γεννητοῖς ἰδεῖν κατ’ ἀναλογίαν, ἥτις ἔχει προπαρασκευήν. Ἄλ‐ λως δὲ, θαυμάσιά φησι, τὰ ἐπ’ εὐεργεσίᾳ τι‐ νῶν γενόμενα θαύματα· φοβερῶν δὲ δύναμιν
30τὰ ἐπὶ τῇ τιμωρίᾳ συμβαίνοντα, οἷον ἐμάσ‐ τιξεν Αἰγυπτίους, καὶ ἐν ἐρήμῳ τὸν λαὸν εὐηργέτησε, εἰ καὶ παραδόξως ἑκάτερον.

144

.

9

Χρηστὸς Κύριος τοῖς ὑπομένουσι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐ‐ τοῦ. Ὁρᾷς ὅπως ἔδειξεν ὅτι χρηστός ἐστι τοῖς
5σύμπασιν κατὰ τὸ ἐν εὐαγγελίοις, ὅτι ἀνα‐ τέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.

144

.

10

Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλο‐ γησάτωσαν. Νῦν ἔργα τὰς φύσεις τὰς λογικὰς λέγει·
5αὐταὶ γὰρ πεφύκασιν ἐξομολογεῖσθαι Θεῷ. Εἰ δὲ ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀ‐ πὸ τῆς λοιπῆς κτίσεως τῆς σωματικῆς, Θεὸς ἂν εἴδειεν καὶ οἱ τούτου φίλοι.

144

.

13

Ἡ βασιλεία σου, βασιλεία πάντων αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γε‐ νεᾷ καὶ γενεᾷ .. Πιστὸς Κύριος ἐν τοῖς λό‐ γοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐ‐355 in vol. 3
5τοῦ. Εἰ ἡ βασιλεία τοῦ Θεοῦ ἡ θεωρία τῶν γε‐ γονότων καὶ γενησομένων αἰώνων ἐστὶ, κα‐ λῶς εἴρηται ἡ βασιλεία σου, βασιλεία πάν‐ των τῶν αἰώνων.
10 Ὠβέλισται δὲ τό· Ἡ βασιλεία σου, βασι‐ λεία πάντων τῶν αἰώνων. Πλὴν καὶ τοῦτο ἰστέον, ὅτι γενεὰ καὶ γενεὰ ἐν τοῖς αἰῶσιν λέγεται, τῶν μὲν διδασκόντων, τῶν δὲ μαν‐ θανόντων· ἐν δὲ τῇ ἁγίᾳ Τριάδι γενεὰ καὶ
15γενεὰ οὐ ῥηθήσεται. Πάντων δὲ γεγονότων ἐν Θεῷ ἓν, κατὰ τὴν προσευχὴν τοῦ Χρισ‐ τοῦ λέγουσαν· Δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, καθὼς ἐγὼ καὶ σὺ ἐσμὲν ἓν, Πάτερ. —Γενεὰ καὶ γενεά· αὕτη ἡ γενεὰ
20ἐκ τῶν κατ’ ἀρετὴν καὶ γνῶσιν γενομένων συνίσταται. —Τὴν ἐξ ἀμφοτέρων τῶν λαῶν ἐκκλησίαν φησὶν, ἔργα δὲ αὐτοῦ ἃ πεποίη‐ ται ἐν τῇ οἰκονομίᾳ. Δοξάσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου, ὁ διδάξας με γνῶσιν.

144

.

15

Καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ἰατρὸς τῶν ψυχῶν ὁ Χριστὸς ἐν εὐκαι‐ ρίᾳ δίδωσιν αὐτοῖς τὴν τροφήν. Χρήσῃ δὲ
5τῷ ῥητῷ τούτῳ, λύων τὸ ἐν τοῖς εὐαγγελίοις ὑπὸ τοῦ σωτῆρος λεγόμενον· Τί ἐμοὶ καὶ σοὶ, γῦναι; Καὶ οὔπως ἥκει ἡ ὥρα μου. Καὶ γὰρ καιρὸν σημείων οὐχ ἥκειν ἔφασκεν, εἴ‐ περ τὰ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ
10τοῖς ἀπίστοις· ἀπιστία γὰρ μετὰ τὸ κήρυγ‐ μα εἴωθε γίνεσθαι, κηρύσσειν δὲ οὔπω ὁ Κύ‐ ριος ἤρξατο τὴν βασιλείαν οὐρανῶν. —Ἅ‐ μα τε γὰρ βούλει, καὶ ἀπολαύει τῶν παρὰ σοῦ χορηγουμένων ἕκαστος ἀγαθῶν. Καθά‐
15περ γὰρ ἡμῖν ῥᾴδιον τοὺς συνηγμένους ἐκ‐ τεῖναι δακτύλους, καὶ ἁπλῶσαι τὴν χεῖρα, οὕ‐ τω σοὶ εὐπετὲς ἐν εὐκαιρίᾳ παρασχεῖν τῶν ἀγαθῶν τὴν φοράν. —Εἰ δὲ τὰ ἔργα αὐτοῦ διαρκεῖ, πόσῳ μᾶλλον αὐτὸς διαρκῆσαι καὶ
20δυνατός;356 in vol. 3

144

.

20

Φυλάσσει Κύριος πάντας τοὺς ἀ‐ γαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτω‐ λοὺς ἐξολεθρεύσει. Φυλάσσων ὁ Κύριος τοὺς ἀγαπῶντας αὐ‐
5τὸν, ὁ πονηρὸς κατ’ οὐδὲν ἅψεται αὐτῶν.

145

.

4

Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
5 Οὗ ἐξέρχεται τὸ πνεῦμα μετὰ τοῦτο, ἐ‐ πιστρέφοντος εἰς τὴν γῆν αὐτοῦ, τούτου εὐ‐ θέως ἀπολοῦται πάντες οἱ διαλογισμοὶ, διότι ἐν λήθῃ πάντων γενόμενος τῶν ἐν οἷς γεν‐ νᾶται.

145

.

8

Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλοὺς, Κύριος ἀνορθοῖ κατεῤῥαγμέ‐ νους. ... Ἵστησι γὰρ τὸν νοῦν τὰ πράγματα διὰ
5τῶν ἐν πάθει νοημάτων, καθάπερ καὶ τὸ ὕ‐ δωρ τὸν διψῶντα διὰ τῆς δίψης, καὶ τὸν πει‐ νῶντα ὁ ἄρτος διὰ τῆς πείνης. Τί οὖν πρὸς ταῦτα ὁ ἰατρὸς τῶν ψυχῶν; οὔτε τὰ πράγ‐ ματα διαφθείρει (αὐτὸς γὰρ αὐτῶν ἐστι δη‐
10μιουργὸς), οὔτε τὸν νοῦν μὴ νοεῖν αὐτὰ κα‐ ταναγκάζει. Τοῦ γὰρ ὑπ’ αὐτοῦ νοεῖσθαι ἕ‐ νεκεν, γέγονεν· ἀλλὰ διὰ τῆς πνευματικῆς διδασκαλίας καὶ τῶν ἐντολῶν ἀνατρέψας τὰ πάθη, ἅπερ ἕτερά ἐστι τῶν νοημάτων καὶ
15τῶν πραγμάτων ἀφ’ ἡμῶν ἔχοντα τὰς ἀρ‐ χὰς, ἐλεύθερον ἀφῆκε τὸν νοῦν τῶν δεσμῶν καὶ τοῦτ’ ἂν εἴη τό· Κύριος λύει πεπεδημέ‐
νους.357 in vol. 3

146

.

1

Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλ‐ μός. Ἕτερος δὲ περὶ τῆς ἐπανόδου τὸν πα‐ ρόντα λέγει ψαλμὸν, διὸ ἐπάγει· Αἰνεῖτε
5τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμός.

146

.

4

Ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶ‐ σιν αὐτοῖς ὀνόματα καλῶν. Ταῦτα νομίζει, ἐπεὶ καὶ ἀλλαχοῦ λέγει· Πάντας αὐτοὺς κατ’ ὄνομα καλέσει, τουτέσ‐
5τιν οὐδεὶς αὐτῶν ἀπολεῖται, ἀλλ’ ὥσπερ οἳ κατ’ ὄνομα καλοῦνται, μετ’ ἀκριβείας πάν‐ τας συνάξει. —Ἐπειδὴ μέγα τὸ ἐπάγγελμα τοῦ πανταχοῦ τῆς οἰκουμένης διεσπαρμένους συναγαγεῖν, πρὸς τὸν ἀπιστοῦντα, τὸν Ἰου‐
10δαῖόν φησιν. Μὴ ζήτει πῶς καὶ τίνι τρόπῳ· δυνατὸς γάρ ἐστι καὶ συνετὸς καὶ φιλάνθρω‐ πος.

146

.

9

Καὶ διδόντι τοῖς κτήνεσι τροφὴν αὐ‐ τῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ζητήσεις μήποτε συνεκδοχικῶς διὰ τῶν
5κοράκων πᾶσαν τῶν πτηνῶν τὴν φύσιν ση‐ μαίνει ὡς ἐπικαλουμένην Θεόν. Ἢ κόρακας νῦν λέγει φύσεις λογικὰς νοητῶς τρέφειν δικαίους πεπιστευμένας καὶ κολάζειν ἀδί‐ κους προστασσομένας, εἴπερ τοῦ μὲν κατα‐
10γελῶντος πατρὸς καὶ ἀτιμάζοντος γῆρας μητρὸς, ἐκκόπτουσι κόρακες τοὺς ὀφθαλ‐ μοὺς ἐκ τῶν φαράγγων. Τῷ δὲ Ἡλίᾳ ἄρτον κομίζουσι τὸ πρωῒ καὶ κρέα τὸ δείλης ...

146

.

10

Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς
εὐδοκεῖ. Ματαία, φησὶ, δύναμις ἀνθρώπου καὶ τά‐358 in vol. 3
5χος ποδῶν. Φόβος γὰρ Κυρίου προστίθησι γνῶσιν καὶ ἀγάπην, καὶ ἀγάπη ἐλπίδα, καὶ ἐλπὶς δωρεῖται ἔλεον.

147

.

1

Ἀλληλούια. Ἀγγαίου καὶ Ζαχα‐ ρίου. Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών. Ἐν τῷ πρὸ τούτου λόγῳ ᾠκοδομεῖτο Ἱε‐
5ρουσαλὴμ ὑπὸ Κυρίου, καὶ τοῦ Ἰσραὴλ αἱ διασποραὶ ἐπισυνήπτοντο. Πρὸς τούτῳ δὲ καὶ αἱ συντετριμμέναι καρδίαι οὐδέπω ἦσαν τε‐ θεραπευμέναι· διὰ τοῦτο οὐκ ἠδύνατο Ἱε‐ ρουσαλὴμ αἰνεῖν τὸν Κύριον· ὅτε δὲ λόγῳ
10διεγράφη τὰ κατὰ τὴν Ἱερουσαλὴμ, μέχρι τῆς θεραπείας αὐτῆς, καὶ ἀναβεβήκασιν οἱ πολῖται εἰς τὸν οὐρανὸν τῷ βίῳ, ὡς πλήθη ἄστρων αὐτοὺς γενέσθαι, ὡς φωστῆρας ἐν κόσμῳ ζωὴν ἐπέχοντας, καὶ ἀριθμηθῆναι
15ὑπὸ Θεοῦ, τότε καὶ αἰνεῖν δύναται τὸν Θεὸν, καὶ ἀκούειν ὑπὸ τοῦ προφητικοῦ πνεύ‐ ματος· Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών. Οὐ γὰρ ὡραῖος ἐν στόματι ἁμαρτωλοῦ ὁ αἶνος.

147

.

2

Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Πύλαι δὲ τῆς Ἱερουσαλὴμ, αἱ ἀρεταὶ, ὥσπερ Βαβυλῶνος, αἱ ἁμαρτίαι. Αἱ μὲν γὰρ
5ἄγουσιν εἰς ζωὴν, αἱ δὲ εἰς θάνατον. Αὗται αἱ πύλαι τῆς θυγατρός εἰσιν Σιὼν, διὰ τὸ ἐ‐ πιβουλεύεσθαι ὑπὸ Βαβυλωνίων καὶ τῶν ἀν‐ τικειμένων δυνάμεων ἠφανισμέναι ἐν τῇ Σα‐ μαρίᾳ, ὡς γὰρ ἐν θρήνοις Ἱερεμίας φησί·
10Πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, καὶ αὐ‐ τὴ ἀπεστράφη εἰς τὰ ὀπίσω. Ὁ γὰρ μετὰ τὸ κατορθῶσαι ἀρετὴν νικηθεὶς ἠφάνισεν ἐν ἑαυτῷ τὰς τῆς Ἱερουσαλὴμ πύλας, ἐκδοὺς ἑαυτὸν Βαβυλωνίοις τοῖς νοητοῖς. Μοχλοὺς
15δὲ νοήσεις αὐτῆς τὰ ὀρθὰ δόγματα καὶ λό‐ γους στεῤῥοὺς καὶ εὐτόνως ὑπ’ αὐτοῦ ἐνισ‐ χυομένους. —Ηὐλόγησεν τοὺς υἱούς σου ἐν σοί. Οἱ ἔξω ὄντες τῆς Ἱερουσαλὴμ υἱοὶ ὄν‐ τες ἐν τῇ διασπορᾷ, καὶ μήπω ἐπανελθόντες359 in vol. 3
20διὰ μετανοίας, οὐκ εὐλογοῦνται τοσοῦτον ὅ‐ σον οἱ ὄντες ἐν αὐτῇ· εὐλογοῦνται μὲν γὰρ ἀρχὴν λαβόντες ὑποστροφῆς καὶ ἐπανόδου· κατ’ αὐτὴν δὲ γενόμενοι, τελείαν ἕξουσιν εὐ‐ λογίαν.

147

.

3

Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην, καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Οὗτος ὁ πυρὸς ἐκ τοῦ σπέρματός ἐστιν ἐ‐ κείνου τοῦ καλοῦ τοῦ σπαρέντος ὑπὸ τοῦ
5Κυρίου ἐν τῷ ἀγρῷ, ὅπερ πνευματικὴν γνῶ‐ σιν σημαίνει.

147

.

7

Ἀποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτὰ, πνεύσει τὸ πνεῦμα αὐτοῦ. κτλ. Ἀλλὰ καὶ ὁ λόγος τοῦ Θεοῦ, εἰς τὴν καρ‐ δίαν τῶν αὐτὸν παραδεχομένων ἀποστελλό‐
5μενος, τήξει καὶ ἀφανίσει τοὺς πειρασμούς· οἱ γὰρ τῷ πνεύματι ζέοντες γενναίως, τοὺς τοιούτους ὑπομένοντες πειρασμοὺς, διαλύου‐ σιν αὐτούς.

148

.

2

Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Ἕτερος ἐξέδωκε· Πᾶσαι αἱ στρατιαὶ αὐ‐
5τοῦ. Λέγει δὲ τὰ χερουβεὶμ καὶ τὰ σερα‐ φεὶμ, τὰς κυριότητας, τὰς ἀρχὰς, καὶ ἐξου‐ σίας.

148

.

4

Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐ‐ ρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρα‐ νῶν. Ἄλλο γάρ ἐστιν ὕδωρ τὸ ὑποκάτω τοῦ
5στερεώματος, καὶ ἕτερον τὸ ἐν τοῖς οὐρα‐
νοῖς, καὶ ἄλλο πάλιν τὸ ἐπάνω τῶν οὐρα‐ νῶν, ὅπερ νῦν αἰνεῖν λέγεται τὸ ὄνομα Κυ‐ ρίου. Ταῦτα δὲ πάντα τὰ ὕδατα σημαίνει τὰ ἅγια καὶ λογικὰ τάγματα διαφόροις ἐνδια‐360 in vol. 3
10τρίβοντα κόσμοις, ἅπερ ὁ ἱερὸς Ἀπόστολος ὀνόμασιν ἑτέροις δεδήλωκε, θρόνους λέγων καὶ κυριότητας καὶ ἐξουσίας.

148

.

12

Νεανίσκοι καὶ παρθένοι, πρεσβύ‐ ται μετὰ νεωτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Ἕτερος εἶπεν· Ὁσάκις μέμνηται νεανίσ‐
5κων ἡ γραφὴ καὶ παρθένων, τοὺς ἐν ἀγνοίᾳ σημαίνει, τὸ ἀδιάφθορον ἔχοντας· τοὺς δὲ νεωτέρους διαβεβλημμένους ὄντας τοῖς πρεσ‐ βυτέροις συνάπτει, ὡς ἂν ἐξ αὐτῶν σωφρο‐ νίζοιντο. Νεανίσκοι καὶ παρθένοι, πρεσβύ‐
10τεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνο‐ μα Κυρίου.

148

13,14

Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου, ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰ‐
5σραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ἡ ἐξομολόγησις αὐτοῦ τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. —Πολλάκις εἴρηται πῶς ὑψοῦται καὶ ἁγιάζεται καὶ μεγαλύνεται τὸ ὄνομα Κυρίου. Αἰνετέον ἐπεὶ συγκεκλή‐
10ρωται αὐτῷ τὸ ὕψος καὶ ἡ δόξα καὶ ἡ παρὰ πάντων εὐχαριστία. Τὸ δὲ μόνου πρὸς τοὺς οὐκ ὄντας ἀντιδιαστέλλει θεούς. Ὡς δὲ ἀρ‐ χόμενος ἀπὸ τοῦ οὐρανοῦ καταβέβηκεν εἰς τὴν γῆν, οὕτω νῦν ἀπὸ γῆς ἐπὶ τὸν οὐρανὸν
15ἀνατρέχει. Οὐ παύονται γὰρ, φησὶν, αἱ ἄνω δυνάμεις εὐχαρίστως ἀνυμνοῦσαι τὸν αἴτιον· ἀλλ’ ὅμως ὁ τοσοῦτος Θεὸς οὐκ ἀπηξίωται λαὸν ἴδιον ἡμᾶς ὀνομάσαι τε καὶ ὑψοῦσαι, περιφανεῖς ποιήσας ἀγαθότητι μόνῃ, καὶ οὐ
20τῆς παρ’ ἡμῶν θεραπείας ὁ τηλικοῦτος δεό‐ μενος· ἵνα δὲ μὴ ῥᾳθυμήσωσι λαοὶ ἀκούον‐ τες, τοῖς ὁσίοις προσεῖπεν καὶ τὸ ἐγγίζοντι
πάλιν ἐπέθηκεν· οὐκέτι γὰρ αὐτὸν μόνα ὑμνεῖ τὰ οὐράνια, ἀλλ’ ἐπληρώθη σύμπασα361 in vol. 3
25γῆ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατα‐ καλύψαν θαλάσσας.

149

.

8

Τοῦ δῆσαι βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σι‐ δηραῖς. Ὁ συμβιβάζων διδασκάλους ἑτεροδόξων,
5καὶ τοὺς ἐκείνοις δοκοῦντας διὰ νομιζομένην ἱκανότητα ἐνδόξους, [δήσει] τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, ἵνα μὴ προβαίνωσι τὸν λόγον ἑαυτῶν, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, ἵνα μηκέτι κρατῶσι
10τῶν πάλαι διὰ τὸ εὐεξαπάτητον κρατου‐ μένων.

150

1,2

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν τῷ στερεώματι δυ‐ νάμεως αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυνασ‐ τείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος
5τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν τῷ στερεώματι αὐτοῦ, οἱ ὄντες ἐν στερεώματι αὐτοῦ· οὐ γὰρ παύεται συνεχῶς κοινωνοὺς λαμβάνειν τὰς ἄνω δυ‐ νάμεις τῆς εὐφημίας. Ἄλλος φησί· διὰ τῶν
10δυναστειῶν αὐτοῦ. Τί δέ ἐστιν ὃ λέγει· Ὑμ‐ μνεῖτε αὐτὸν διὰ τὰς δυναστείας αὐτοῦ; διὰ τὰ θαύματα αὐτοῦ, διὰ τὴν ἰσχὺν αὐτοῦ. Πῶς δὲ δυνατὸν ἀντίῤῥοπον τοῦ πλήθους τῆς μεγαλωσύνης αὐτοῦ εἰσάγειν αἶνον; ἀλλ’ οὐ
15λέγει ἀντίῤῥοπον· ἀλλ’ ὅσον δυνατὸν ἐκτεί‐ νειν ἐννοοῦντα τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ, τοιοῦτον ὡς ἐγχωρεῖ σοι, ὕμνον ἀνά‐
φερε· οἷον εἰκὸς τοσούτῳ μεγάλῳ καὶ μεθ’ ὑπερβολὴν μεγάλῳ ἀναφέρειν ὕμνον, ἄνθρω‐362 in vol. 3
20πον ὄντα.

150

3-5

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ, καὶ κιθάρᾳ, αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χόρδαις καὶ ὀργάνῳ. Αἰνεῖτε αὐτὸν
5ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμ‐ βάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνέσατο τὸν Κύριον. Ἔστι δὲ καὶ ἑορτὴ, ψαλτήριον δὲ καὶ κι‐ θάρα πνεῦμα καὶ ψυχὴ νεκρωθεῖσα μέλεσι
10τοῖς ἐπὶ γῆς, καὶ πολλοῖς καὶ πνεύματι ἑνὶ, καὶ ψυχῇ μιᾷ, καὶ αὐτῷ νοῒ, καὶ τῇ αὐτῇ γνώμῃ· κἂν πολλοὶ δὲ ὦσι μὴ συμφωνοῦν‐ τες, οὐκ εἰσὶ χορός. —Καὶ ὁ μὲν γλώσσαις τῶν ἀνθρώπων ἢ τῶν ἀγγέλων λαλῶν, ἀγά‐
15πην δὲ μὴ ἔχων, χαλκός ἐστιν ἠχῶν ἢ κύμ‐ βαλον ἀλαλάζον. Ὁ δὲ πρὸς ταῖς εἰρημέ‐ ναις γλώσσαις, ἀγάπην ἔχων, κύμβαλόν ἐσ‐ τιν εὔηχον, διὰ τὴν καλὸν ἠχοῦσαν ἀγάπην, ἢ διὰ τὴν γλῶσσαν ὑπὸ ἀγάπης τρανουμέ‐
20νην, μάλιστα ὅτε καὶ διερμηνεύει, καὶ τάχα οὐ πάντως τὸ ἀλαλάζον κύμβαλον καὶ ἀλα‐ λαγμοῦ ἐστι· τὸ γὰρ τοῦ ἀλαλαγμοῦ τῷ κυ‐ ρίῳ ἀλαλάζει, τὸ δὲ τέλος δηλοῦται διὰ τοῦ τελευταίου στίχου. Κατά τινα τῆς Γραφῆς
25συνήθειαν εὐκτικῶς εἰρημένον, ὡς τό· Ἁγιασ‐ θήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου, ἀντὶ τοῦ· ἁγιασθείη καὶ ἔλθοι. Καὶ ἐν ψαλ‐ μοῖς μυρία ἐστὶ τοιαῦτα, ὁποῖον τὸ γενηθή‐ τω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα. Τοῦτο
30δέ φαμεν, εἰδότες καὶ ἀλλαχοῦ τηρεῖσθαι τὰ τοιαῦτα προστακτικῶς ἐν τῷ· Γενηθήτω φῶς καὶ τοῖς ὁμοίοις. Ὁ δὲ θέλων εὐφήμως καὶ ταῦτα φάσκειν εἶναι εὐκτικὰ, ἐρεῖ τοῦ σω‐ τῆρος εἶναι πρὸς τὸν Πατέρα εὐχὰς περὶ
35τῆς κοσμοποιΐας. Ἀλλὰ πῶς ὑγιῶς ἔσται τό· Αὐτὸς εἶπε, καὶ ἐγεννήθη· αὐτὸς ἐνε‐ τείλατο, καὶ ἐκτίσθη; Τηρητέον δὲ ὅτι τὰ
πρῶτα εἰπών· αἰνεῖτε, ὡς πρὸς ἤδη δυνάμε‐ να ποιῆσαι τὸ προστασσόμενον, τὸ τελευταῖ‐363 in vol. 3
40όν φησιν αἰνέσατε· καὶ γὰρ τὰ μὲν τὸν ἐνε‐ στῶτα σημαίνει χρόνον, τὰ δὲ τὸν μέλλοντα, εἰ καὶ ὁ καλούμενος προστακτικῶς δηλοῦται ἐκ τῶν προτέρων καὶ ὁ λεγόμενος ἀόριστος ἐκ τοῦ τελευταίου. —Κιθάρα ἐστὶ ψυχὴ
45πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κι‐ νουμένη καὶ διὰ πάσης πράξεως αἰνοῦσα Θεόν. —Ἓν κύμβαλόν ἐστιν ὕμνος εὐκόσ‐ μιος τῶν ἀγγέλων, ἕτερον ἡ λογικὴ τῶν ἀν‐ θρώπων φύσις, ὥς φησιν ὁ μέγας ἀπόστολος,

150

3-5

(50)

ὅτι πᾶσα γλῶσσα ἐξομολογήσεται ἐπουρα‐ νίων καὶ ἐπιγείων καὶ καταχθονίων, ὅτι Κύ‐ ριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ μέλος ἐπινίκιον ᾄσει, κυμβάλων δίκην, ὁ τούτων [αἰτῶν] τὴν ὑμνῳδίαν, τοῦ πολε‐
55μίου εἰς ἀφανισμὸν γενομένου. Ὡς γὰρ ὁ παντελὴς ἀφανισμὸς ἀδιάλειπτος, ὁ πρὸς τὸν Θεὸν αἶνος εἰσαχθήσεται· ἐπειδὴ γὰρ οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. Ἁμαρ‐
τωλὸς τότε οὐκ ἔσται, ἁμαρτίας οὐκ οὔσης.364 in vol. 3