TLG 2042 043 :: ORIGENES :: Scholia in Apocalypsem (scholia 28–38) ORIGENES Theol., Origenes Adamantius Scholia in Apocalypsem (scholia 28–38) Dup. partim 2042 042 Citation: Scholion — (line) | ||
28 | (Μετὰ τὸ ἐγνωκέναι μέ, φησιν, ὅτι ἡ ῥίζα Δαυείδ, ὁ νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, εἴληφεν τὸ βιβλίον ἐπὶ τ〈ῷ〉 λῦσαι τὰς σφραγῖδας αὐτοῦ) Εἶδον ἐν μέσῳ τοῦ 〈θ〉ρ〈ό〉νου καὶ τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς 〈ὡσ〉 ἐσφαγμένον. μετὰ τὴν ἀνάστασιν καὶ ἀνάληψιν ὀφθὲν τὸ ἀρνίον | |
5 | οὐκέτι ἐσφαγμένον 〈ἀλλ’ ὡς ἐσφαγμένον〉 ὤφθη καὶ ἔ〈τ〉ι ἑστός, τουτέστιν οὐκέτι ἀλλοιούμενον. 〈εἰ〉 οὖν κατὰ καιν〈ὴ〉ν στάσιν ἔχει λοιπὸν ἑπτὰ κ〈έ〉ρατα, ἁγίαν βασιλείαν | |
---|---|---|
καὶ εὐλογημένην ἔχει, ταύτης γὰρ σύμβολον τὰ 〈ἑ〉πτά. πρὸς τοῖς ἑπτὰ κέρασι καὶ ὀφθαλμοὺς ἑπτὰ ἔχει, οὐκ ἄλλους ὄντας τῶν ἑπτὰ | 1 | |
10 | τοῦ θεοῦ πνευμάτων ἃ πορεύεται 〈ἐ〉π〈ὶ〉 τῆς γῆς ἐπισκοποῦντα τὰ πρὸς ἀνθρώ‐ πων πραττόμενα· συνᾴδει τούτοις τὸ Ἑπτὰ ὀφθαλμοὶ Κυρίου εἰcὶν ἐπιβλέποντεc ἐπὶ πᾶcαν τὴν γῆν. | |
29 | Εἴρηταί που Κατευθυνθήτω ἡ προcευχή μου ὡc θυμίαμα ἐνώπιόν cου· πλήρεις τούτων τῶν θυμιαμάτων φιάλαι τυγχάνουσι τὰ ἡγεμονικὰ τῶν γνησίως εὐχομέ‐ νων Χριστῷ. ἐρεῖς δὲ καὶ τὰς κιθάρας τὴν ἡρμοσμένην εὐμούσως καὶ εὐμελῶς δύναμιν αὐτῶν καθ’ ἣν νοοῦσι καὶ ἀγαπῶσιν Χριστόν. | |
5 | τί δὲ 〈κα〉τὰ τὸ ᾄδειν τὴν καινὴν ᾠδὴν λέγουσιν ἢ τό Ἄξιος εἶ, ὦ δέσποτα σωτήρ, λαβεῖν τὸ βιβλίον καὶ τὰ ἑξῆς; προφανῶς δὲ περὶ τοῦ σταυρωθέντος ἐστὶ ταῦτα, ἀχθέντοc ὡc πρόβατον ἐπὶ cφαγήν· ἐκ τῆς οὕτω γεναμένης σφαγῆς τὸ ῥεῦσαν αἷμα τιμ〈ὴ δί〉δοτ〈αι〉 ὑπὲρ τῶν σεσωσμένων. καὶ ἐπειδὴ μὴ ὑπὲρ μέρους ἢ ἑνὸς ἔθνους τῶν ἀνθρώπων ἐσταυρώθη, | |
10 | ἠγόρασεν τῷ αἵματι αὐτοῦ ἀπὸ πάσης φυλῆς Ἰσραὴλ καὶ διαλέκτου πάσης τῶν | |
ἀνθρώπων. ἔτι μὴν καὶ λαοῦ καὶ ἔθνους διαφορὰν διαφόρ〈ως ἔστι〉 λαβεῖν φάσκοντα ὅ〈τ〉ι ἐκ τῶν καθαρίων καὶ σοφῶν ἀνθρώπων ληφθέντες ἀπὸ λαοῦ, οἱ δὲ ἀπὸ τῶν χυδαιοτέρων καὶ πολλῶν ἀπὸ ἔθνους ἠγοράσθησαν. πιστοῦτ〈αι〉 ἡ προτέρα 〈ὑ〉πόθεσις τὸν ἀριθμὸν τῶν εἴκοσι τεσσάρων πρεσβυτέρων ἐκ τῆς | 2 | |
15 | προκειμένης λέξεως· αὐτοὶ γὰρ 〈ὡ〉μολόγησαν ὡς ἀπὸ τῶν ἀνθρώπων ἠγοράσθη‐ σαν καὶ ἐξελέγησαν. | |
ἡμεῖς οὖν οἱ ἀναγιν〈ώ〉σκοντες ταῦτα καὶ μαθόντες ὅτι τὰ θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων, καὶ πνευματικαὶ θυcίαι καὶ εὐπρόcδεκτ〈ο〉ι θεῷ αἱ ἀγαθαὶ πράξεις, ὁρῶμεν ὅτι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας ἐν παντὶ τόπῳ θυμίαμα | 3 | |
20 | προ〈c〉άγεται τῷ ὀνόματι Κυρίου καὶ θυcία καθαρά· μέγα γὰρ αὐτοῦ τὸ ὄνομά ἐστιν ἐν τοῖc ἔθνεcι, διὰ τὴν τοῦ Χριστοῦ διδασκαλίαν, ὡς φησὶν ὁ προφήτης. | |
30 | Ἐκ τῶν γραφῶν ἔστιν εὑρεῖν ὡς 〈ὥσ〉περ σῶμα θεοῦ 〈ἐνερ〉γίαι εἰσί τινες, οἷον | |
αἱ ὑπηρετικαὶ χεῖρε〈c〉, καὶ ἐποπτικαὶ ὀφθαλμοί, καὶ ἐπὶ τῶν εὐχῶν τεταγμέναι ὦτα, καὶ 〈ἀ〉πελαστικαὶ προνοία〈σ〉 θεοῦ πόδεc, τοῖς κατὰ γῆν διαιτωμένοις. ἐπ〈ε〉ὶ οὖν μέλλει 〈ἐ〉ρεῖν ὀργὴν θεοῦ μεγάλην, οὐ τ〈ὸ〉 συμβεβηκὸς πάθος | 4 | |
5 | ὀνομάζεται, θεοῦ ὀργὴ καλούμενον, ἔξω ὑπάρχ〈ο〉ν αὐτοῦ, πλὴν εἰς χρείαν κατατασσόμενον τοῖς δεομένοις, ᾧ καὶ παραδίδονται, ὡς ἀνάξιο〈ι〉 θεοῦ, ἵνα ποθήσ〈ω〉σι τὸν θεὸν οὗ καταπεφρονήκασιν ὅτε ὑπὸ τὴν τοῦ χείρονος ἐξουσίαν γίνονται. καί ἐστιν ὀργὴ θεοῦ ὁ διάβολος. καὶ γὰρ ἐν 〈τ〉ῇ δευτέρᾳ τῶν Βασιλειῶν εἴρηται Καὶ προcέθετο ὀργὴν Κυρίου ἐκκαῆναι ἐπὶ Ἰcραὴλ καὶ ἐπέ〈cει〉cε | |
10 | τὸν Δαυῒδ λέγων· Βάδιζε καὶ ἀρίθμηcον τὸν Ἰcραὴλ καὶ τὸν Ἰούδαν. καί ἐστιν ἡ ὀργὴ τοῦ θεοῦ ἡ ἐπιcείcαcα τὸν Δαυῒδ οὐχὶ λέγουcα ἀλλὰ λέγων· παρὰ αὐτὸν ἄρα τὸν θεόν, τὸν λεγόμενον εἰρηκέναι πολλά τινα πρὸς τοὺς ἁγίους, ἑτέρα τίς | |
ἐστιν ἡ ὀργὴ αὐτοῦ ἡ 〈ταῦ〉τα λέγουσα καὶ κελεύουσα ἁμαρτάνειν ἁμαρτίαν ἐφ’ ᾗ κόλασις ἀπὸ θεοῦ ἀκολουθεῖ τῷ π〈ε〉ισθέντι τῇ τοιάδε εἰρηκυ〈ί〉ᾳ ὀργῇ— | 5 | |
15 | καὶ πῶς ἡ κολάζουσα ἐπὶ τοῖς ἁμαρτήμασι καὶ δικαίως κολάζουσα ἀνασείει ἐπὶ ἁμαρτίαν, ἵνα πείσασα ἐπὶ τὸ ἁμαρτάνειν κολάσῃ δικαίως; ἀδίκως γὰρ κολάσει ἡ αἰτία τῆς ἁμαρτίας τὸν ἡμαρτηκότα. ἀλλά, καθὼς εἴρηται, ὀργὴν θεοῦ 〈οἶμαι〉 εἶναι τὸν διάβολον τ〈ῷ〉 ἀναπείθ〈ει〉ν ἁμαρτάνειν, βουλόμενον ὑποχείριον λαβεῖν τὸν ἡμαρτ〈η〉κότα ἐκ τοῦ ἁμαρτάνειν. καὶ γὰρ ἐν τῇ πρώτῃ | |
20 | τῶν Παραλειπομένων τὴν αὐτὴν αἰτίαν τοῦ Δαυῒδ ἱστορῶν οὕτω φησίν Καὶ ἔcτη ὁ διάβολοc ἐν τῷ Ἰcραὴλ καὶ ἐπέcειcε τὸν Δαυῒδ τοῦ ἀριθμῆcαι τὸν Ἰcραήλ· τῇ γὰρ ἐπέσεισε προσηγορίᾳ ἐχρήσατο καὶ 〈τ〉ῇ δευτέρᾳ τῶν Βασιλειῶν καὶ 〈τ〉ῇ πρώτῃ τῶν Παραλειπομένων, τῇ μὲν ἐπὶ τῆς ὀργῆc τοῦ κυρίου τῇ δὲ ἐπὶ τοῦ διαβόλου. εἰ δὲ τὸ ἐπέσεισεν αἴτιον τοῦ ἁμαρτάνειν ἐστίν, αἴτιον δὲ τοῦ | |
25 | ἁμαρτάνειν ὁ διάβολός ἐστιν, διάβολος δι’ ἀμφοτέρων τῶν προσηγοριῶν 〈ὠ〉νομάσθη, διά 〈τ〉ε τῆς κα〈θη〉μαξευμένης καὶ τῆς τοὺς πολλοὺς λανθανούσης, | |
τῆς αὐτὸν ὀνομαζούσης ὀργὴν Κυρίου, κατὰ τὴν μεγάλην ᾨδὴν καὶ ἀλλαχοῦ λέγουσαν Ἀπέcτειλαc τὴν ὀργήν cου 〈καὶ〉 κατέφαγεν αὐτο〈ὺc〉 ὡc καλάμην καὶ τὰ ἑξῆς· πᾶν γὰρ τὸ ἀποστελλόμενον ὑπό τινος, τοῦτο ἕτερόν ἐστιν τοῦ ἐξαπο‐ | 6 | |
30 | στέλλοντος. τίς οὖν ἂν εἴη ἡ ὀργὴ ἡ ἀποστελλομένη ἐπὶ τοὺς Αἰγυπτίους ἤ, ὡς ἐδιδάξαμεν ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων, ὁ διάβολος; εἰ τοίνυν παραδίδ〈ο〉σθαι τῇ ὀργῇ τοῦ θεοῦ λέγονται οἱ ἁμαρτωλοί, νοητέον αὐτοὺς παραδίδ〈ο〉σθαι τῷ διαβόλῳ, ὡς ὁ Παῦλος τὸν Κορίνθιον καὶ οὓc παρέδωκε τῷ Σατανᾷ ἵνα παιδευθῶcιν μὴ βλαcφημεῖν. | |
30b | Ἔχομεν καὶ ἀγγέλους ἐφορῶντας καὶ βοηθοῦντας ἡμῖν εὖ πράττουσι, καὶ κρίσις γίνεται καθολικὴ πρὸς τούτους πάντας, ὡς φησίν· ἀνάcταθι γάρ φησι, κρίθητι πρὸc τὰ ὄρη, καὶ ἀκουcάτωcαν οἱ βουνοὶ φωνήν cου· ἀκούcατε, βουνοί, τὴν κρίcιν τοῦ Κυρίου. καὶ δοκεῖ ἐν τούτοις προστάσ〈σ〉εσθαι ὁ λόγος τοῦ θεοῦ | |
5 | κρίνεσθαι μετὰ τῶν ἐγκεχειρισμένων τὰ ἀνθρώπ〈ι〉να δυνάμεων, ἵνα δύν〈η〉ταί | |
τις παραστῆσαι 〈εἰ〉, διὰ τήν τινος ἀμέλειαν καὶ παράλειψιν τῶν ἐπιβαλλόντων αὐτῷ ὑπὲρ ἀνθρώπων, ἐν ἁμαρτήματι ἢ αἰτίᾳ γέγονεν. νοήσ〈ο〉μεν δὲ τοῦτο χρησάμενοι παραδείγματι, φέρε εἰπεῖν, κρίσει λαοῦ μετὰ τῶν ἐπισκόπων καὶ κρίσει υἱῶν μετὰ τοῦ πατρὸς καὶ κρίσει μανθανόντων μετὰ τοῦ διδασκάλου, | 7 | |
10 | ὅτε ποτὲ μὲν ὁ λαὸς τὴν αἰτίαν τῶν ἁμαρτημάτων αὐτοῦ δείξει παρὰ τῶν ἐπισκόπων γεγονέναι, ποτὲ δὲ ὁ ἐπίσκοπος, παραστήσ〈ασ〉 πάντα τὰ παρ’ ἑαυτοῦ πεποιηκέναι 〈μηδὲ〉 ἐλλελοιπέναι τι τῶν ἐπιβαλλόντων σπουδαίῳ ἄρχοντι, τῶν ἐγκλημάτων ἔνοχον ἀποδείξει τὸν λαόν. τὸ δὲ ὅμοιον νόει καὶ περὶ υἱῶν τὴν παρὰ τοῖς πατράσιν ἀνατροφὴν αἰτι〈ω〉μένων, καὶ περὶ αὑτῶν μὲν | |
15 | ἀπολογουμένων ἀποδεικνυόντων δὲ τοὺς πατέρας αἰτίους γεγονέναι τοιούτων πταισμάτων· ὁμοίως δὲ τοὐναντίον τῶν πατέρων ἀπολογουμένων ὡς μηδὲν παραλιπόντων εἰς τὴν κατὰ τὸν θεοῦ λόγον ἀνατροφὴν πρὸς τοὺς υἱούς, τῶν δὲ υἱῶν ἐλεγχομένων 〈ὡσ〉 παρὰ τὴν ἰδίαν ῥᾳθυμίαν ἐν ἁμαρτήμασι γενομένων. | |
οὐ μακρὰν δὲ τούτων ἐστὶν νοῆσαι καὶ περὶ μαθητῶν καὶ διδασκάλων. | 8 | |
31 | Σκυθρωπῶν μελλόντων ἐπιφέρεσθαι, ὑπηρετῶν τις ἄγγελος θεοῦ φων〈εῖ〉 πρὸς τοὺς ἐγχειρισθέντας τὰ ἐπίπονα, τέως μὴ ἐπάγειν αὐτὰ ἕως σφραγῖ‐ δας ἐπὶ τῶν μετ〈ώ〉πων λάβ〈ω〉σιν οἱ τοῦ θεοῦ δοῦλοι. ἐντέλλεται τοῦτο αὐτὸ λέξεσιν ἑτέραις ἐν Ἰεζεκιὴλ τῷ προφήτῃ Κόπτετε καὶ μὴ φ〈ε〉ίδεcθέ τι, ἐφ’ | |
5 | οἷc δέ ἐcτι τὸ cημεῖον μὴ ἐγγ〈ί〉cητε. μήποτε οὖν, ἐπεὶ οἱ κολαζόμενοι διὰ ἰδίας ἁμαρτίας τοῦτο πάσχουσιν, τοῖς δικαίοις χαρακτήρ τις σημαίνων τὴν προσοῦσαν αὐτοῖς δικαιοσύνην τίθεται ἐπὶ τοῦ μετώπου, τουτέστιν ἐπὶ τῆς 〈ἐπ’〉 ἀρετῇ παρρησία〈σ〉 αὐτῶν, οἳ τοῦ προκειμένου τυχόντες σημείου χάριν ὁμολογοῦντες τῷ δεδωκότι φασίν Ἐcημειώθη ἐφ’ ἡμᾶc τὸ φῶc τοῦ προcώπου cου | |
10 | Κύριε, καὶ πάλιν Δέδωκαc τοῖc φοβουμένοιc cε cημείωcιν τοῦ φυγεῖν ἀπὸ προ‐ cώπου τόξο〈υ〉. | |
31b | Ζητητέον εἰ 〈δυνα〉τὸν ἀπὸ τοῦ κατὰ σ〈ά〉ρ〈κ〉α Ἰσραήλ, ἔτι ἐν 〈τού〉τῳ | |
Ἰωάννου τῷ βίῳ περιόντ〈ο〉ς, ἀνδρῶν παρθένων τοσαύτας εἶναι χιλιάδας. ἐπεὶ τοίνυν πολὺ τὸ ἀδύνατον ἡ αἰσθητὴ διήγησις φέρει, ἀληθῆ δὲ 〈δεῖ〉 εἶναι τὰ ἐν τῇ βίβλῳ ἁγίᾳ οὔσ〈ῃ〉, ἀνάγκη κατὰ πνευματικὴν ἀκολουθίαν ἐκλαμβά‐ | 9 | |
5 | νειν τὰ προκείμενα. ἀκόλουθον γὰρ τὸν ἀληθινὸν Ἰσραήλ, τὸν οὐκ ἔχοντα δόλον, εἰς φυλὰς διαιρεῖσθαι· τούτο〈υ〉 οὖν τοῦ Ἰσραὴλ 〈ἐὰν τοσοῦτο〉 λέγωμεν πλῆθος ἀνδρῶν παρθένων εἶναι, οὐκ ἀδύνατόν τί φαμεν, οἱ γὰρ Χριστῷ προσεληλυθ〈ό〉τες πάντες Ἰουδαῖοί τε καὶ Ἕλληνες συμπληροῦσι τὸ νοητὸν τοῦτο ἔθνος. καὶ ἐπεὶ οἱ οὕτως Ἑβραῖοι πολλὴ〈ν〉 ἁρμονίαν καὶ συμφωνίαν ἔχουσιν, στρεφό‐ | |
10 | μενοι περὶ αὑτοὺς ἐν τῷ καταρτίζεcθαι ἑνὶ νοῒ καὶ μιᾷ γνώμῃ, τοσούτῳ ἀριθμῷ καὶ ἴσαι διαιρέσε〈ι〉ς αὐτοῦ ὑπόκει〈ν〉ται. ἐστὶν τοίνυν τετράγ〈ω〉νος ὁ ἀριθμὸς ἰσάκις ἰσοσκ〈ε〉λισθ〈εὶ〉ς ἀπὸ τοῦ ιβʹ. δωδεκάκις γὰρ ιβʹ ρμδʹ. βεβαίας δὲ στάσεως σύμβολον τὸ τετράγ〈ω〉νον σχῆμα φέρει. | |
32 | Παρακατιὼν λέγει ταύτας ρμδʹ χιλιάδας παρθένους· καὶ ἐὰν λαμβάνῃς | |
φυλὰς ταύτας τὰς σωματικὰς τὰς λεγομένας ἐν τῷ Ἰσραήλ, ποῦ παρθένο〈υ〉ς, ποῦ ιβʹ χιλιάδας παρθενίας, εὕροις ἂν κατὰ φυλήν; ἀλλ’ ἐν τῇ ἐκκλησίᾳ τοῦτο εὑρίσκομεν, παρθενίαν ἐζηλ〈ω〉μένην διδάσκοντος αὐτὴν τοῦ Λόγου, οὐ κατ’ | 10 | |
5 | ἐπ〈ι〉ταγὴν οὐδὲ ἵνα βρόχον ἐπιβάλῃ τοῖς ἀκούουσιν, ἀλλ’ αὐθ〈αί〉ρετον ἐν εὐφροcύνῃ καὶ ἀγαλλιάcει, καθὼς γέγραπται. οὗτοι οὖν εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, ὡς εἴρηται, παρθένοι γάρ εἰσιν· καὶ οὐχ εὑρέθη ψεῦδος ἐν τῷ στόματι αὐτῶν. | |
33 | Αὗται αἱ λευκαὶ στολαὶ δύνανται δηλοῖν τὰς ἀχράντους προθέσεις καὶ πράξεις αὐτῶν. πρὸς ταῖς λευκαῖς στολαῖς ἅ〈σ〉 εἰσιν περιβεβλημένοι, φ〈οί〉νικας ἐν ταῖς χερσὶν κατέχουσιν, σύμβολον τῆς νίκης ᾗ νενικήκαcιν τὸν κόcμον. | |
33b | Οὗτοί εἰσιν οἱ ἀπὸ τῆς μεγάλης θλ〈ί〉ψεως ἐρχόμενοι, διὰ μαρτυρίου καὶ ὁμολογίας δηλονότι, καὶ τῶν ἄλλων περιστάσεων τῶν διὰ Χριστὸν ἃς ἐπάγουσιν τοῖς Ἰησοῦ μαθηταῖς οἱ πονηροὶ ἄνθρωποί τε καὶ δαίμονες, λευκάναντες καὶ | |
πλύναντες ἃς περίκεινται στολὰς τῷ αἵματι τοῦ ὑπὲρ αὐτῶν σφαγέντος ἀρνίου. | 11 | |
5 | ὅπως δὲ οἱ ἄνθρωποι νοήσωμεν τὸ ἀδιάστατον τῆς θεραπείας αὐτῶν, 〈ὠ〉νομάσθη ὁ παρ’ ἡμῖν χρόνος τεμνόμενος εἰς ἡμέραν καὶ νύκτα. | |
34 | Ἐπίστησον εἰ αἱ πλυθεῖσαι καὶ λευκανθεῖσαι στολαὶ τῶν ἐκ μεγάλης θλ〈ί〉ψεως ἀναβεβηκότων εἶναι δύναται τὰ σώματα αὐτῶν, ἤδη προτεθεωρημένα ὡς ἀν〈α〉στάντα ἄφθαρτα καὶ πνευματικά. | |
35 | Κρίνας ὁ θεὸ〈σ〉 πληγαῖς ὑποβάλλειν τοὺς ἁμαρτωλούς, ἀπειράτους τῶν πληγῶν τούτων ἐνίους ἀνθρώπους 〈ε〉ἴασεν, καὶ τοὺς ἔτι ἐμμένοντας οἷς εἰργάζοντο καὶ ὅσο〈ι〉 ἄγευστοι δὶ〈σ〉 τῶν πληγῶν ἀπελείφθησαν, ἵνα ἔχωσι μετανοίας τόπον, ὥστε μὴ προσκυνεῖν ἔτι τὰ δαιμόνια τὰ χρύσ〈ε〉α καὶ τὰ ἐξ | |
5 | ἑτέρας ὕλης κατεσκευασμένα ἀγάλματα. δηλοῦτα〈ι〉 ὡς προσκυνοῦσί τινες τὰ δαιμόνια τὰ χρύσεα καὶ τὰ ἀργύρεα, χάλκ〈ε〉ά τε καὶ ξύλινα· ἵνα δαιμόνια νοῆτ〈αι〉 τὰ ἐφεδρεύοντα πνεύματα τοῖς ἀψύχοις μορφώμασι. χρύσ〈ε〉ά τε καὶ τὰ λοιπά, μὴ αἰσθανόμενα δι’ ὄψεως καὶ ἀκοῆς μηδὲ βαδίζοντα, τὰ αἰσθητὰ ἀγάλματα. Στόμα γὰρ ἔχουcιν καὶ οὐ λαλήcουcι καὶ τὰ ἑξῆς, ὡς γέγραπται ἐν | |
10 | τοῖς ψαλμοῖς. | 12 |
36 | Ὅτι οἱ μεγάλοι λόγοι σαφηνιζόμενοι βρονταί εἰσι τοῖς δικαίοις καὶ ὁ προ‐ φήτης τάχα μὲν δηλοῖ φάσκων φωνὴ τῆc βροντῆc 〈c〉ου ἐν τῷ τροχῷ· ζητήσεις γὰρ ἐκεῖ τροχόν, καὶ κυκλο〈ύμενον〉 τὸν τροχὸν ἰδὼν ὄψει ἐκεῖ βροντήν. ἐξετάζων δὲ καὶ τὰ περὶ τοὺς υἱοὺς τῆς βροντῆς Ἰάκωβον καὶ Ἰωάννην, οὓς ἐκάλεσεν ὁ | |
5 | Ἰησοῦς Βοανεργέc, ὅ ἐcτιν υἱοὶ βροντῆc, εὑρήσεις αὐτοὺς εἰκότως υἱοὺc βροντῆc κεκλημένους διὰ τὴν μεγαλοφωνίαν τῶν νοημάτων καὶ δογμάτων αὐτῶν. | |
36b | Ἤκουσα γὰρ (φησί) βροντῶν ἑπτά, καὶ ὅσα ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ ἔμελλον γράφειν καὶ ἐλέχθη μοι Μὴ γράψῃς ὅσα ἐλάλησαν αἱ ἑπτὰ βρονταί. ἄρα νοεῖς ἐπὶ τούτων ὅτι αἱ τοιαῦται βρονταὶ ἐλάλησαν λόγους δυναμένους γράφεσθαι καὶ μὴ γράφεσθαι· καὶ ὅτι ἤκουσεν ἐνάρθρου φωνῆς διὰ τῆς τοιαύ‐ | |
5 | της φωνῆς ὁ ἱερὸς Ἰωάννης. ἀλλὰ μήποτε αἱ ἑπτὰ βρονταὶ αἱ ἐλαληκυῖαι τῷ Ἰωάννῃ, ἐὰν προ〈σ〉σχῇς τῇ γραφῇ, εὑρήσεις τίνες εἰσίν· μία βροντὴ cοφία· ἄλλη βροντὴ cύνεcιc· τρίτη βροντὴ βουλή· τετάρτη βροντὴ ἰcχύc· | |
γνῶcιc πέμπτη βροντή· 〈εὐcέβεια〉 ἕκτη· ἑβδόμη βροντὴ φόβοc. ἐὰν ταῦτα λαλουσῶν ἀκούσω τῶν βροντῶν, 〈οὐ〉 δύναμαι γράφειν, οὐδὲ γὰρ αὐτὸν τὸν | 13 | |
10 | κόcμον χωρῆcαι τὰ γραφόμενα βιβλία ἀπὸ φωνῆς τῶν ἁγίων 〈β〉ροντῶν τῶν λαλουσῶν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | |
37 | Καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κατὰ τὸν τῆς συντελείας καιρόν, φανερωθέντων πάντων τῷ βήματι τοῦ Χριcτοῦ ἐπὶ τ〈ῷ〉 λαβεῖν ἕκαcτον ἐπαξίως τῶν βεβιωμένων. ἡ ὀργὴ τοῦ θεοῦ συνίσταται, ἣν ἕκαστος ἐθηcαύριcεν ἑαυτῷ ἐν ἡμέρᾳ ὀργῆc καὶ ἀποκαλύψεωc δικαιοκριcίαc τοῦ θεοῦ· ἐν ᾧ καιρῷ καὶ ὁ | |
5 | τῶν προφητῶν καὶ ἁγίων 〈καὶ〉 φοβουμένων τὸ ὄνομα τοῦ θεοῦ μισθὸς ἀπο‐ δοθήσεται. τῶν οὖν μισθὸν ληψομένων τρία τάγματα δηλοῦται, προφητῶν καὶ ἁγίων 〈καὶ〉 ἑτέρων φοβουμένων τὸ ὄνομα τοῦ θεοῦ. καὶ ὅρα 〈εἰ〉 οἱ εἰσαγόμενοι εἰς εὐλάβειαν σημαίνονται τῷ φοβεῖσθαι τὸ ὄνομα τοῦ θεοῦ, οἱ δὲ αὐτὸν καὶ μὴ τὸ ὄνομα αὐτοῦ ἔτι φοβούμενοι τῇ τῶν ἁγίων προσηγορίᾳ· | |
10 | φοβήθητε γὰρ τὸν Κύριον οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔcτιν ὑcτέρημα τοῖc φοβουμένοιc αὐτόν. 〈καὶ εἰκὸσ〉 ὡς ἐν εἴδει τούτων τῶν ἁγίων εὑρήσεις τοὺς προφήτας· ἐπὶ πλεῖον γὰρ προφήτου ὁ ἅγιος· ἀνάγκη γὰρ τὸν θεοῦ προφήτην καὶ ἅγιον | |
εἶναι, ἀλλ’ οὐκ ἀντιστρέφει· πολλοὶ ἅγιοι ὄντες οὐ προφητεύουσιν. | 14 | |
38 | Ὅρ〈α〉 μὴ ὁ δράκων πολεμήσας μετὰ τῶν ἀγγέλων καὶ θλ〈ι〉βείς, βληθεὶς κάτω ἐκ τοῦ οὐρανοῦ ἔσυρεν πίπτων τὸ τρίτον τῶν ἀστέρων, ἅτινα ἄστρα θείας δυνάμ〈ε〉ις οὔσας 〈εἰκὸσ〉 συναπ〈ε〉στατηκέναι αὐτῷ καὶ συγκατενεχθῆναι τῷ | |
δράκοντι· ὡς Ἠσαΐας φησίν πῶc ἐξέπεcεν ὁ ἑωcφόροc ἐξ οὐρανοῦ; | 15 |