TLG 2042 042 :: ORIGENES :: Scholia in Apocalypsem (scholia 1, 3–39)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Scholia in Apocalypsem (scholia 1, 3–39)

Source: Diobouniotis, C., von Harnack, A. (eds.), Der Scholien–Kommentar des Origenes zur Apokalypse Johannis [Texte und Untersuchungen 38.3] Leipzig: Hinrichs, 1911: 21–44.

Dup. partim 2042 043

Citation: Scholion — (line)

1

Οὐ μάχεται τῷ λεχθέντι ὑπὸ τοῦ σωτῆρος πρὸς τοὺς γνωρί‐ μους· οὐκέτι καλῶ ὑμᾶς δούλους, ἀλλὰ φίλους, τὸ ὑπ’ αὐ‐ τῶν ὁμολογούμενον περὶ αὑτῶν ὡς εἶναι δοῦλοι τοῦ κυρίου. κἂν γὰρ αὐτὸς τιμὴν καὶ ὑπεροχὴν αὐτοῖς δωρούμενος φίλους καὶ
5τέκνα καὶ ἀδελφοὺς αὐτοὺς καλεῖ, ἀλλ’ οὖν αὐτοὶ εὐγνώμονες ὄντες ὁμολογοῦσιν ὡς τυγχάνουσι δοῦλοι, ἄξιον καὶ μέγιστον ἡγού‐ μενοι θεὸν δεσπότην ἔχειν. ἐν γοῦν ταῖς ἐπιστολαῖς αἷς γράφουσιν, ὡς ἄλλοι τὰ θνητῶν ἀξιώματα, προτάττουσι τοῦτο αὐτό. καὶ γοῦν ὁ Ἰάκωβος καὶ Παῦλος καὶ οἱ λοιποὶ συμφώνως πράττουσι τὸ
10αὐτό. ἐλαττωτικοὶ γὰρ ἑαυτῶν διὰ ἀτυφίαν ὑπάρχοντες τὰ τῶν ὑπεροχῶν δηλωτικὰ γεγραμμένα περὶ ἑαυτῶν σιωπῶσιν.

2

Τὸ ἀπαγγεῖλαι τὰ γνωσθέντα καὶ φανερῶσαι τὸν περὶ αὐτῶν
λόγον μαρτυρίαν εἶπεν.21

3

Καθόλου ἡ θεία γραφὴ ἐπὶ θείοις καὶ μεγάλοις, ἀλλ’ οὐκ ἐπὶ μικροῖς καὶ ἀνθρωπίνοις μακαρίζει· διὸ καὶ ἐνταῦθα μακαριζομέ‐ νων τῶν ἀναγινωσκόντων καὶ ἀκουόντων οὐχ ὡς ἔτυχεν τῶν προ‐ κειμένων ἀκουστέον· τὸ γὰρ συνετῶς ἀναγινώσκειν καὶ μὴ προ‐
5χείρως ἀκούειν ἀλλὰ πιστῶς μακαρίζεται. καὶ ἐκ τῆς προκειμένης λέξεως μανθάνομεν ὡς προφήτης Ἰωάννης πρὸς τῷ εἶναι ἀπόστο‐ λος καὶ εὐαγγελιστής· σύζυγος γὰρ ἡ προφητεία προφήτῃ.

4

Τοὺς τρεῖς χρόνους περιείληφεν ὁ λόγος. τοῦτο ἐπιστάμενος ὁ θεολόγος Ἰωάννης ἐνταῦθά φησιν ὅτι ὁ σωτήρ ἐστιν ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος. Τὸ ὢν ἐπὶ τὸν ἐνεστῶτα ἀναφέρει, τὸ ἦν ἐπὶ τὸν παρεληλυθότα, τὸ ἐρχόμενος ἐπὶ τὸν μέλλοντα. τοιαῦτα
5περὶ τοῦ λόγου νοήσας Χριστὸν αὐτὸν ἐπιστάμενος ὁ ἀπόστολός φησιν· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας, τὸ χθὲς ἀναφέρων ἐπὶ τὸ παρεληλυθός, τὸ σήμε‐ ρον ἐπὶ τὸ ἐνεστηκός, τὸ εἰς τοὺς αἰῶνας ἐπὶ τὸ μέλλον.

5

Οὐ γίνεται ἀτεχνῶς ἓν ὡς ἓν οὐδὲ πολλὰ ὡς μέρη ὁ υἱός, ἀλλ’ ὡς πάντα ἓν ἔνθεν καὶ ἄλλως πάντα ἕν· κύκλος γὰρ ὁ αὐτὸς πασῶν τῶν δυνάμεων εἰς ἓν εἰλομένων καὶ ἑνουμένων. διὰ τοῦτο τὸ α καὶ τὸ ω ὁ λόγος εἴρηται, οὗ μόνου τὸ τέλος ἀρχὴ γίνεται
5καὶ τελευτᾷ πάλιν, ἐπὶ τὴν ἄνωθεν ἀρχὴν οὐδαμοῦ διάστασιν λαβών. Διὸ δὴ καὶ τὸ εἰς αὐτὸν καὶ δι’ αὐτοῦ πιστεῦσαι μοναδικόν ἐστι γενέσθαι ἀπερισπάστως ἑνούμενον ἐν αὐτῷ, τὸ δὲ ἀπιστῆσαι
διστάσαι ἐστὶν καὶ διαστῆναι καὶ μερισθῆναι.22

6

Ἐν τῷ νϛʹ ψαλμῷ γέγραπται· οἱ υἱοὶ ἀνθρώπων, οἱ ὀδόν‐ τες αὐτῶν ὅπλα καὶ βέλη καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. οὐχ ὥστε ψεκτὰ πάντως εἶναι τὰ λεγόμενα· εἰ γάρ ἐστιν ὅπλα δικαίων καὶ βέλη ἐκλεκτὰ καὶ μάχαιρα ἐπαινετὴ πάντων υἱῶν
5ἀνθρώπων στρατευομένων τῶν μὲν τῷ θεῷ καὶ τῇ δικαιοσύνῃ, τῶν δὲ τῷ πονηρῷ καὶ τῇ ἁμαρτίᾳ, οὐδὲ ἀμφιβάλλειν περὶ τῶν ἐνταῦθα εἰρημένων τοῦ γενομένου υἱοῦ ἀνθρώπου ἔχοντος ῥομ‐ φαίαν ὀξεῖαν ἐν τῷ στόματι. αὐτὸς γὰρ εἶπεν· οὐκ ἦλθον βα‐ λεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν, καὶ τοιαύτην,
10ὥστε διικνεῖσθαι ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος καὶ τὰ ἑξῆς. οἱ μὲν οὖν φαῦλοι μελετήσαντες ὑπὲρ τῶν ψευδῶν δογμάτων τὸν νοῦν ἱκανῶς ἠκόνησαν ὡς μάχαιραν ὀξεῖαν ἐπὶ κακῷ τῶν ἀκουόντων, οἱ δὲ ἐν ταῖς θείαις γραφαῖς τὸν νοῦν ἀκονήσαντες ὑπὲρ ἑαυτῶν καὶ τῆς τῶν ἀκουόντων σωτηρίας ἔχουσι γλῶσσαν
15ἐπὶ σωτηρίᾳ μάχαιραν ὀξεῖαν γεγενημένην· οἱ μὲν γὰρ φαῦλοι τιτρώσκουσι μαχαίρᾳ, † γλώσσας δὲ σοφίαν ἰῶντας † καὶ τιτρώσκου‐ σιν ἀγάπῃ· τῇ ἀγάπῃ οὖν ἔτρωσεν ἡμᾶς ὁ κύριος.

7

Ὁ ταύτας, ὡς ἔχει, θείας θεωρίας ἀνεῳγμένως νοήσας τὸν θεὸν λόγον εἶναι τὸ ἄλφα, ἀρχὴν καὶ αἰτίαν τῶν ἁπάντων, πρῶτόν τε οὐ χρόνῳ, ἀλλὰ τιμῇ—αὐτῷ γὰρ προσφέρεται δόξα καὶ τιμή ... ὅτι ἐπὶ συντελείᾳ τῶν αἰώνων ὡς τὸ τέλος ἐπάγων τοῖς
5παρ’ αὐτοῦ γινομένοις τὸ ω εἶναι εἴρηται. καὶ πρῶτος καὶ ἔσχα‐ τος πάλιν οὐ κατὰ χρόνον, ἀλλ’ ὡς ἀρχὴν καὶ τέλος ἐπάγων· τὰ γὰρ ἄκρα τῶν στοιχείων ὡς ἀρχὴ καὶ τέλος ἐλήφθησαν καὶ τὰ ἄλλα μέσα περιέχοντα. ἀλλ’ οὕτως, ζωὴ ὢν κατὰ φύσιν, νεκρὸς δι’ ἡμᾶς ἐγένετο· λύσας τὰς ὠδίνας τοῦ θανάτου, ζῶν ἐστιν εἰς
10τοὺς αἰῶνας. καὶ νεκρὸν μὲν γεγονέναι ὡμολόγησεν, ζωὴ δὲ οὐ γέγονε, ἀλλ’ εἶναι διεβεβαιώσατο λέγων· ὁ ζῶν καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι, ὥστε τὴν μὲν νεκρότητα διά τι ὑπο‐ μεῖναι, τὴν δὲ ζωὴν ἀεὶ εἶναι ἑαυτὸν ὡρίσατο. ὁ ταῦτα μαθὼν τὰ γράμματα, τὸ α φημὶ καὶ τὸ ω οὐ τὰ αἰσθητά, ἀλλ’ ἅπερ23
15γράφει τὸ πνεῦμα τὸ ἅγιον, οἶδεν τὸν αὐτὸν ἀρχὴν τῶν ὅλων καὶ τέλος τῶν ἁπάντων κατ’ αὐτὸν τὸν θεολόγον Ἰωάννην εἰπόντα· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος σὰρξ ἐγένετο· αὐτοῦ γὰρ ἐναν‐ θρωπήσαντος τὸ τέλος τῆς τῶν ὅλων σωτηρίας ἐγένετο.

8

Γενόμενος γὰρ νεκρὸς περιέγραψεν τὴν ἐπὶ γῆς αὑτοῦ ζωήν, ἵνα ἀναληφθεὶς καθίσῃ ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψη‐ λοῖς ἐπὶ τὸ ζῆν εἰς τοὺς αἰῶνας, θανάτου οὐκέτι κυριεύον‐ τος, ἐπείπερ ὃ ζ, ζῇ εἰς τοὺς αἰῶνας τῷ θε, οὐκέτι ἀπο‐
5θνήσκων.

9

Ὁ πᾶς ἐνεστηκὼς αἰὼν νὺξ ὀνομάζεται κατὰ τὴν ἐπίνοιαν, ὡς δηλοῖ ἡ παραβολὴ τῶν ιʹ παρθένων. ἐπεὶ οὖν ἥλιος ἡμέραν καὶ οὐ νύκτα φωτίζει, τοῖς ἐν νυκτὶ διάγουσι χρεία λυχνίας οὐ φωτός. τοῦτο δέ ἐστιν τὸ κατὰ τὴν θείαν παίδευσιν φωτίζον τοὺς
5ἀκούοντας. καὶ ἐπεὶ μὴ ἀλλαχοῦ αὐτὸ δεῖ ἢ ἐν ταῖς ἐκκλησίαις, λυχνίας τὰς ἐκκλησίας ὠνόμασεν, ὑποβάλλων αὐτὰς τῷ ζʹ ἀριθμῷ, μυστικῷ ὄντι, διὸ ἅγιος καὶ εὐλογημένος ἐστίν. ἅπτει λύχνον ὁ τὸν νοῦν ἑαυτοῦ προσάγων τῷ ἀληθινῷ φωτὶ καὶ κἀκεῖθεν οἷα λύχνον αὐτὸν ἅπτων. ἵν’ οὖν ὠφελήσῃ τοὺς δυναμένους ὁ τὸν λύχνον
10ἅψας, ἐπὶ τῷ προφορικῷ λόγῳ ὡς ἐπὶ λυχνίᾳ ἐτίθετο αὐτόν·
οὕτω γὰρ φωτίσει διδασκαλίᾳ τοὺς μήπω καιρὸν ἔχοντας καταυ‐ γασθῆναι ὑπὸ τοῦ ἀληθινοῦ ἡλίου· μόνοι γὰρ τοῦτον ὁρῶσιν οἱ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες καὶ ἀγαλλια‐ θέντες, ἵνα ἴδωσι τὴν ἡμέραν τοῦ σωτῆρος. ἀλλ’ εἰ καὶ λεί‐24
15πονται τούτου οἱ νυκτερινὴν κατάστασιν ἔχοντες, ἀλλ’ οὖν φωτί‐ ζονται ὑπὸ λύχνου ἐκεῖθεν ἁφθέντος.

10

Οὐ διαφωνεῖ πρὸς τὸ οἶδά σου τὰ ἔργα καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν, ἃ σὺν ἀγάπῃ κατορθοῦται, τὸ ἔχω κατὰ σο, ὅτι τὴν πρώτην ἀγάπην ἀφῆκας· μαχόμενον γὰρ ἂν ἦν, εἰ καθάπαξ ἐνεκαλεῖτο ἀποβαλεῖν τὴν ἀγάπην· οὐκ ἐπιτρέπει
5δὲ τοῦτο ἐκλαβεῖν προσκείμενον τὸ ἀφῆκάς σου τὴν ἀγάπην τὴν πρώτην. ἴσως γὰρ ἄνεσις καὶ ἐλάττωσις ἐγεγόνει περὶ τὴν ἀγαπητικὴν αὐτοῦ διάθεσιν· διὸ καὶ ἀνεθείσης αὐτῆς εἶχεν καὶ κό‐ πον καὶ ἔργα καὶ ὑπομονὴν ὑπὸ θεοῦ γινωσκόμενα· οὐ γὰρ ἀναγ‐ καίως ὑπάρχει τὸν κατ’ ἀρετὴν ἐνεργοῦντα κατὰ τελείαν ἕξιν αὐτὸ
10πράττειν.

11

Δυνατὸν εἰπεῖν πρῶτον θάνατον, ὃν ὑφίσταται τὸ σύνθετον ζῷον, ὃν ἔθος κοινὸν θάνατον καλεῖν, δεύτερον δὲ μετὰ τοῦτον τὸν ἑπόμενον τῇ ἁμαρτί, ἣ ἀποτελεσθεῖσα ἀποκύει θάνατον. τοῦ μὲν οὖν πρώτου πειρασθήσεται καὶ ὁ νικῶν ἀποκειμένου
5πᾶσιν ἀνθρώποις ἅπαξ ἀποθανεῖν, τοῦ δὲ δευτέρου ἐκτὸς ἔσται διὰ ἀναμαρτησίαν ὡς μὴ ἀδικηθῆναι ὑπ’ αὐτοῦ ἀντὶ τοῦ μὴ
βλαβῆναι. δεύτερον θάνατον ἐρεῖ πάλιν τις τὴν κόλασιν κατὰ τὸ εἰρημένον· ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεένν· ἰσοδυναμεῖ τοῦτο τῷ φθείρεσθαι ὑπὸ τοῦ θεοῦ τὸν ναὸν αὐτοῦ· οὐκ25
10ἀδικεῖται δὲ οὐδὲ ἐκ τούτου τοῦ δευτέρου θανάτου. οἰόμενός τις ἀδύνατα εἶναι περὶ ἀγγέλου ἐκλαβεῖν ἀπολυθήσεται τοῦ περισπα‐ σμοῦ γνοὺς ὡς πᾶσα λογικὴ φύσις δεκτική ἐστι τῶν ἀποδοθέντων σημαινομένων περὶ τοῦ θανάτου. ἴσως δὲ ὁ ταραττόμενος τὸν κοινὸν θάνατον ἐν νῷ λαβὼν πέπονθεν ταραχήν.

12

Ἡ ἐκπορευομένη ἐκ τοῦ στόματος τοῦ σωτῆρος ῥομφαία δίστομος ἡ θεία διδασκαλία αὐτοῦ τυγχάνει, περὶ ἧς καὶ ἐν εὐαγ‐ γελίοις φησίν· οὐκ ἦλθεν βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. εἴρηται δὲ δίστομος ἑκατέρωθεν οὖσα τμητική· τέμνει γὰρ οὐ τὰ
5τῆς κακίας μόνης βλαστήματα, ἀλλὰ καὶ τὰς τῶν φρονημάτων ψευδοδοξίας. εἰκότως δὲ ταύτῃ κέχρηται πρὸς Περγαμηνοὺς ἔχοντας ἐν ἑαυτοῖς τοῦ μάντεως Βαλαὰμ καὶ τῶν Νικολαϊτῶν τὴν διδασκαλίαν· λόγῳ γὰρ δεῖ ἐκτέμνειν καὶ ἀναιρεῖν τὰς τῶν ἑτερο‐ δόξων σοφιστικὰς ἀπάτας.

13

Ἀνακτέον τὰ ἱστορικῶς γεγενημένα ἐπὶ τοὺς ἐνταῦθα δηλου‐ μένους ἀπατεῶνας, πορνείαν καὶ εἰδωλολατρείαν κατὰ ἀναγωγὴν εἰσηγουμένους. τοιοῦτοι πολλοὶ τῶν αἱρετικῶν εἰσιν. οὐκ ἀπε‐ γνωστέον καὶ περὶ ἀσάρκων τινῶν ψευδομάντεων ταῦτα εἰρῆσθαι·
5δι’ ἀποκαλύψεως γὰρ ἐδείχθη τῷ ἀποστόλῳ.26

14

Οὐ Μωσῆς ὑμῖν δέδωκεν τὸν ἄρτον, εἶπεν κύριος πρὸς τοὺς ἀγνώμονας Ἰουδαίους, ἀλλ’ ὁ πατὴρ δώσει τὸν ἄρτον τὸν ἀληθινόν· οὗτος δέ ἐστιν ὁ ἄρτος τοῦ θεο, ἵνα τις φαγὼν ἐξ αὐτοῦ μὴ ἀποθάν. τοῦτό ἐστι τὸ μάννα τὸ κεκρυμμένον καὶ
5ἐπὶ τὴν ψῆφον ὄνομα καινόν. ἐπειδὴ δὲ περὶ πνευματικῶν ὁ λόγος ἀνωτέρω, χωριστέον παντὸς αἰσθητοῦ δηλουμένου περὶ τῆς ψήφου. ἐν τῇ πνευματικῇ τοίνυν ψήφῳ, λευκῇ διὰ τὸ φωτοειδές, ὄνομα και‐ νὸν γράφεται κατὰ τὴν Καινὴν Διαθήκην, ὃ σημαίνει τὴν ποιότητα τοῦ εἰληφότος καὶ ἐγνωκότος αὐτό. ἐπεὶ γὰρ κατὰ πᾶσαν προκο‐
10πὴν οἰκείαν τῇ ἐκ τῆς προκοπῆς ποιότητι ἔχει τις προσηγορίαν, ἀεὶ τῶν ὀνομάτων τῶν προτέρων παρερχομένων, τὸ δὲ ἐπὶ πᾶσιν γραφόμενον ὄνομα τοῦ τελειωθέντος, οὐκ ἔχον ἕτερον μετὰ τοῦτο, ἀεὶ καινόν ἐστι κατὰ τὴν ἀδιάδοχον Καινὴν Διαθήκην καὶ ἔτι τοῦ κρυπτοῦ τῆς καρδίας ἀνθρώπου παραστατικόν. τοῦτο οὐδεὶς
15αὐτῶν οἶδεν εἰ μὴ ὁ λαμβάνων μόνος καταλλήλως τῷ· τίς γὰρ οἶδεν τὰ τοῦ ἀνθρώπου; καὶ τὰ ἑξῆς.

15

Τὴν ἐποπτικὴν καὶ ἔφορον τῶν ὅλων δύναμιν καὶ τὴν πορευ‐ τικὴν τοῦ υἱοῦ τοῦ θεοῦ διὰ τῶν προκειμένων δηλοῖ. καὶ ἐπειδὴ διὰ τοῦ ἐπιβλέπειν ἀναιρεῖ καὶ ξηραίνει τὰ φαῦλα, οἱ ὀφθαλμοὶ αὐτοῦ φλὸξ εἴρηται πυρός· ἀναλοῦσι γὰρ πᾶσαν μοχθηρὰν ἕξιν,
5ξύλα, χόρτον, καλάμην ὠνομασμένην. περὶ ταύτης τῆς ἐφόρου δυνάμεως γέγραπται· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. κλονεῖται γὰρ τὰ ὑλικὰ πάντα ἀπὸ τῶν διανοιῶν
τῶν ἐχόντων αὐτὰ θεοῦ ἐπιβλέψαντος. ἀλλὰ καὶ οἱ πόδες αὐτοῦ, καθ’ οὓς ἐπιπορεύεται τῷ παντὶ διαφοιτήσας, διὰ τοῦ χαλκολιβάνου27
10παραβάλλονται—διὰ τὸ θεϊκὸν λίβανος, χαλκὸς διὰ τὸ τοῖς κτίσμασι συγκαταβαίνειν· εἶχον ποιεῖν ἐπιπορευόμενον διεγερτικὸν τῶν κοιμωμένων κατὰ τὰς προνοητικὰς κινήσεις.

16

Ἐπίστησον, μὴ ἐφαρμόζῃ τὸ ὄνομα τῆς Ἰεζάβελ τῇ γνώμῃ καὶ αἱρέσει τῶν Νικολαϊτῶν διὰ τὸ τὰ ἔργα τῆς γνώμης ἐκείνης προσῆφθαι τῇ Ἰεζάβελ εἰς πορνείαν κατασπασάσῃ καὶ χρῆσιν εἰδω‐ λοθύτων πειρωμένῃ· ὅθεν καὶ γυναῖκα αὐτὴν διὰ τὸ ἐμπαθὲς καὶ
5ἐκτεθηλυμένον εἶπεν.

17

Ἐπεὶ χρόνος μακροθυμίας τοῦ κριτοῦ δέδοται, ἐν ᾧ μετανο‐ ῆσαι ἦν δυνατόν, εἰ ἠβούλετο ἡ Ἰεζάβελ, οὐ φύσεως ἀπολλυμένης ἐστίν.

18

Πρὸς τῇ ἐξουσίᾳ, ἣν εἴληφεν ὁ τηρῶν μέχρι τέλους τὰ θεϊκὰ ἔργα, δίδοται αὐτῷ ὑπὸ τοῦ σωτῆρος ὁ πρωϊνὸς ἀστήρ, φῶς ὢν ἐνεργοῦν πρὸ ἀνατολῆς τοῦ τῆς δικαιοσύνης ἡλίου. τούτῳ κατα‐ λάμπονται οἱ ἀληθῶς δυνάμενοι φάναι· ἡ νὺξ προέκοψεν, ἡ δὲ
5ἡμέρα ἤγγικεν, καί· ἐξεγερθήσομαι ὄρθρου.

19

Ἐπειδὴ ἡ νῦν ἐπαγγελλομένη διδασκαλία πρὸς ἐκκλησίας ἑπτά, τὰς δηλουμένας, γίνεται, ἐπίστησον, μὴ τὰ ζʹ πνεύματα αἱ μετου‐
σίαι τοῦ πνεύματος ὦσιν, ἑκάστης ἐκκλησίας μετοχὴν ἐχούσης ἀσυντρόχαστον πρὸς τὰς τῶν λοιπῶν. συμφώνως τοῖς ἑπτὰ πνεύ‐28
5μασιν ἐκλήψει καὶ τοὺς ἑπτὰ ἀστέρας, ἑκάστου ἀστέρος σημαίνοντος τόν τινος ἐκκλησίας φωτισμόν. δυνατὸν ἀναφέρειν τοὺς ἑπτὰ ἀστέ‐ ρας εἰς τοὺς ἑπτὰ ἀγγέλους τῶν ἑπτὰ ἐκκλησιῶν.

20

Ἅγιος, ἀληθινὸς ὁ μὴ μετουσίᾳ, ἀλλ’ οὐσίᾳ ὢν τοιοῦτος, αὐτός ἐστιν ὁ θεὸς λόγος, ἔχων τὴν κλεῖδα τοῦ Δαυΐδ· ὁπηνίκα σὰρξ γὰρ γέγονεν ὁ λόγος, ἐν ταύτῃ τῇ κλειδὶ ἀνοίγει τὰς γραφὰς πρὸ τῆς ἐπιδημίας οὔσας κεκλεισμένας, ἃς κλεῖσαι οὐδεὶς δύναται, φάσκων
5αὐτὰς μὴ πεπληρῶσθαι. οὗτος ἤνοιξεν αὐτὰς τοῖς ἀμφὶ Κλεόπαν συμβαδίζων ἐν τῇ ὁδῷ. ὡς δὴ ταύτας ἠνέῳξεν, πληρώσας αὐτὰς δι’ ἐκβάσεως, ἔκλεισεν τὴν τοῦ νόμου σκιάν, ἔξω τῆς Ἱερου‐ σαλὴμ ποιήσας τοὺς Ἰουδαίους. διὸ οὐδεὶς ἀνοίξει τὰ κατὰ τὸ γράμμα τοῦ νόμου, οὐκέτι ἐφεξῆς τὰ λοιπὰ φυλαχθῆναι χώραν
10ἔχοντα. ἀνοίγει μὲν τὰ δυνατὰ ἀνθρώποις νοῆσαι, κλείει δὲ ὅσα μὴ δύναται ἐν τῇ παρούσῃ γνῶναι.

21

Στύλους πάντας εὑρίσκομεν ὀνομαζομένους τοὺς δυναμένους τὰ πρῶτα τῆς ἐκκλησίας φέρεσθαι. αὐτίκα γοῦν Παῦλος Ἰάκω‐ βον καὶ Κηφᾶν καὶ Ἰωάννην εἶπεν στύλους εἶναι. καὶ ὁ θεός φησιν περὶ τῶν τοιούτων· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐ‐
5τῆς, καί· ἐπιμετεωρίζονται οὗτοι εὐσεβείας καὶ ἀρετῆς πτεροῖς. λέγεται περὶ αὐτῶν τῶν φορούντων λοιπὸν τὴν εἰ‐ κόνα τοῦ ἐπουρανίου· στύλοι οὐρανοῦ ἐπετάσθησαν. καὶ ἐπεὶ ἕκαστος τῶν οὕτω τυγχανόντων στύλων ἐν τῷ ναῷ τοῦ θεοῦ
ἑδραῖος καὶ ἀμετακίνητός ἐστιν, ἐρριζωμένος καὶ τεθε‐29
10μελιωμένος ἐν ἀγάπῃ, οὐκ ἄν ποτε γένοιτο ἔξω, ἔνθα γέγονεν Κάϊν ἐξελθὼν ἀπὸ τοῦ προσώπου τοῦ θεοῦ· ἐρχόμενος γὰρ δι’ ἐνεργειῶν ἀρετῆς πρὸς τὸν σωτῆρα οὐκ ἐκβάλλεται ἔξω. ἐπὶ τὸν οὕτω γενόμενον στύλον γράφει τὸ ὄνομα τοῦ πατρός, ἐννοίας αὐτῷ τοῦ πατρὸς ἐγχαράττων, ἀλλὰ καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ
15ζῶντος θεο, ἥτις ἐπουράνιος Ἱερουσαλήμ ἐστιν καταβᾶσα παρὰ θεοῦ ἐκ τοῦ οὐρανο. αὕτη ἐστὶν ἡ ἐκκλησία τοῦ θεοῦ τοῦ ζῶντος.

22

Ὁ πιστὸς καὶ ἀληθινὸς ὁ σωτὴρ ὑπάρχει οὐ διὰ τὸ πίστεως καὶ ἀληθείας μετέχειν, ἀλλὰ διὰ τὸ βέβαιον κατ’ οὐσίαν εἶναι· ἀλη‐ θινὸς γὰρ ὁ αὐτὸς ἐπ’ αὐτοῦ διὰ τὸ ἀλήθειαν καὶ ἀληθινὸν εἶναι. ὅτι δὲ τὸ πιστὸς ἀντὶ βεβαίου καὶ ἀτρέπτου κεῖταί φησιν
5ὁ ἀπόστολος· εἰ ἀπιστοῦμεν, αὐτὸς πιστὸς μένει· ἀρνήσα‐ σθαι γὰρ ἑαυτὸν οὐ δύναται, καὶ Μωσῆς· θεὸς πιστὸς καὶ οὐκ ἔστιν ἀδικία. εἰς τοῦτο λήψει καὶ τὸ γραφόμενον Τιμοθέῳ· πιστὸς ὁ λόγος, ἀντὶ τοῦ μένων ἀεὶ καὶ οὐ διαπίπτων. εἴρηται δὲ ὁ μάρτυς ὁ πιστὸς καὶ ὁ ἀληθινὸς πρὸς παράστασιν βε‐
10βαιότητος, ὡς αὐτός ἐστιν τὸ ἀμήν. ἀρχὴν δὲ τῆς κτίσεως εἶπεν αὐτόν· οὐχ ὡς κτίσμα πρῶτον κτίσεως ἀρχή ἐστιν αὐτῆς, ἀλλ’ ὡς αἰτία τοῦ ὑπάρχειν αὐτὴν οἷα δημιουργός· ἀρχὴ γὰρ ποιη‐ μάτων ὁ ποιητής, τουτέστιν τῆς κτίσεως ὁ κτίστης ἐστὶν αὐτῆς καὶ ἄρχων. τὸ αὐτὸ δ’ ἐστὶν λέγειν· μέλλω σε ἐμέσαι, καὶ τό·
15ἐγενήθητέ μοι εἰς πλησμονήν, οἱονεὶ γὰρ ἐπὶ πόλλ’ ἕξετε [?] ἐν ἐμοί· ὅταν γὰρ τὴν περί τινος μνήμην ἀποκαλεῖ ἀφ’ ἑαυτοῦ ὁ κύριος, τὸν τοιοῦτον ἤμεσεν, γενόμενον αὐτῷ εἰς πλησμονὴν καὶ
διὰ τὴν ἀπάτης καὶ κακίας παχύτητα μὴ χωροῦντα ἐν ἑαυτῷ.30

23

Παιδευόμεθα ἐκ τούτων τῶν θείων φωνῶν ὡς ὁ πάντῃ ψυχρὸς καὶ τῆς τοῦ θείου πνεύματος πυρώσεως ἄμοιρος—αὕτη γάρ ἐστιν ἡ ψύξις ἡ νοητή—βελτίων ἐστὶ τοῦ δοκοῦντος μὲν ἐν οἰκείοις τετάχθαι θεοῦ, τὴν δὲ μεσότητα τὴν ἄπρακτον ἔχοντος καὶ
5τὸ χλιαρόν, ὅπερ δηλοῖ τὴν πρὸς πάντα ῥᾳδίαν μετάκλησιν, ὃ δὴ καὶ κυβίαν ἀπεκάλεσεν ὁ ἀπόστολος.

24

Συμφωνεῖ τούτοις ὁ Παῦλος γράφων· συνήγειρεν δὲ ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησο. πάντες γὰρ οἱ ἀπόστολοι, νικήσαντες πρὸς ἃς εἶχον τὴν πάλην ἀρχὰς καὶ ἐξουσίας, τῆς νίκης ἔπαθλον ἔσχον τὸ καθίσαι μετὰ
5τοῦ πατρὸς ἐπὶ δώδεκα θρόνους, ἵνα κρίνωσι τοῦ Ἰσραὴλ τὰς δώδεκα φυλάς. εἴρηται δὲ ὑπὸ τοῦ πατρὸς πρὸς τὸν σω‐ τῆρα· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. διὸ τὸ συγκαθεσθῆναί τινα τῷ πατρὶ ἐν τῷ θρόνῳ αὐτοῦ δηλοῖ τὸ συμβασιλεῦσαι αὐτῷ· σύμ‐
10βολον γὰρ βασιλείας θρόνος. καὶ δώσει γάρ φησιν αὐτῷ ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει
ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας.31

25

Φρονιμώτερον ἐντυγχάνειν δεῖ τῇ θεοπνεύστῳ γραφῇ, ἵνα μὴ γέλωτα ὀφλισκάνωμεν παρὰ τοῖς τοῦ κόσμου σοφοῖς· ἀκούοντες γὰρ ἐκεῖνοι ἐν τῷ οὐρανῷ ἠνεῷχθαι θύραν, ἀδύνατον τίθενται τὸ λεχθέν. πρὸς οὓς ἐροῦμεν μὴ κατὰ τὸ πρόχειρον ταῦτα γεγρά‐
5φθαι, ἀλλὰ κατὰ κεκρυμμένον. ἡ τῶν νοητῶν οὐσία δηλοῦται ἐν τῇ γραφῇ πολλάκις τῇ τοῦ οὐρανοῦ προσηγορίᾳ· διὸ ὅταν λέγῃ θύραν ἠνεῷχθαι ἐν τῷ οὐρανῷ, τὴν κατὰ σαφήνειαν διαίρεσιν τῶν νοητῶν ἐκλαμβάνωμεν, καὶ μάλιστα ὅταν ἀναβαίνων τις ἐκεῖ τῶν ἁγίων λέγῃ τὰς πιστώσεις, πιστώσεις δὲ ἐκ τοῦ μὴ γεγράφθαι.
10ὡς ἕτερόν τινα ἀνάλαβε τὸν Ἰωάννην ὥσπερ τὸν Ἠλίαν· αὐτὸς γὰρ προσετάγη ἑκουσίῳ ὁρμῇ ἀναβῆναι, ἔνθα ὁ καλῶν ὑπῆρχεν· ἦν δὲ ἐν οὐρανῷ. φησὶ δὲ τὸν προτρεψάμενον φωνῇ μεγάλῃ οἵα σάλπιγγος εἰρηκέναι αὐτῷ τὰ προκείμενα· σημαίνει δὲ τὸ οὕτω λεχθὲν τὴν τῆς ἐννοήσεως μεγαλοφωνίαν μετὰ σαφηνείας γενομένης
15πρὸς αὐτόν.

26

Οὐ τοῦτο τὸ ὂν κτίζεται, ἀλλὰ τὸ κτιζόμενόν ἐστι· τὰ λογικὰ δὲ μετὰ τὸ οὐσιωθῆναι καὶ εἶναι δέχονται τὸ κτισθῆναι· αὐτὸς γὰρ εἶπεν· φησὶν καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτί‐ σθησαν. κτίζεται γάρ τις ἐπὶ ἔργοις ἀγαθοῖς, πρὸ τούτου ὢν
5θεοῦ ποίημα, εἰς καρδίαν καθαράν. καὶ οὐκ αὐτὸς οὗτος ὁ πατὴρ ἐκτίσατό σε καὶ ἐποίησέν σε καὶ ἔπλασέν σε. ..... σημειωτέον ὡς καὶ τὰ κτίσματα τῷ θελήματι τοῦ θεοῦ γεγονέναι φησίν· ὅθεν οὐκ ἐξαπτέον τὴν ὕπαρξιν τοῦ σωτῆρος τῆς θελήσεως τοῦ πατρός· οὐ
γὰρ κτίσμα τυγχάνει· τὸ γὰρ ἑξῆς δηλοῖ τοῦτο σαφῶς.32

27

Λέξει τις περὶ τοῦ βιβλίου τούτου, ὡς εἴη ὁ πᾶς λόγος τῆς προνοίας, καθ’ ὃν ἡ κρίσις θεοῦ ἐπάγεται τοῖς ἀνθρώποις, ἡδέα τε καὶ ἀηδῆ. καὶ ἐπεὶ τὸ βιβλίον οὐ μόνον τὰ περὶ τῶν αἰσθη‐ τῶν περιέχει πραγμάτων, ἀλλὰ καὶ νοητῶν, ἔσωθεν καὶ ἔξωθεν
5γεγραμμένον ἐστίν, καὶ ἐπεὶ ἀνεξεραύνητα τὰ κρίματα καὶ αἱ ὁδοὶ τοῦ θεοῦ, καθ’ ἃς ἐπιπορευόμενος τοῖς ὅλοις κρίνει καὶ οἰκονομεῖ τὰ περὶ ἕκαστον, θείῳ ἀριθμῷ σφραγίδων συσσφίγγεται τὸ βιβλίον. ἐνεστῶτος καιροῦ, καθ’ ὃν δεῖ συμβῆναί τινα τοῖς ἐπὶ γῆς, τοῖς μὲν ἡδέα, τοῖς δὲ σκυθρωπά, ζητεῖται, τίς ἔχει δύναμιν
10τοσαύτην, ὡς λαβεῖν τὸ βιβλίον ἐκ τῆς δεξιᾶς τοῦ κατέχοντος καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ. εἶτα δηλοῦται ἐκ τῶν ἑπομένων, ὡς οὐδεὶς γεννητός, οὐκ ἐπουράνιος, οὐκ ἐπίγειος, ἄξιος εὕρηται διὰ τὴν ἐλάττωσιν τῆς φύσεως τὸν τῆς προνοίας λόγον διακρίσεως καὶ διοικήσεως φανερῶσαι, μόνου τοῦ ἐκ σπέρματος Δαυῒδ τὸ κατὰ
15σάρκα ὄντος φανέντος ἀξίου πρᾶξαι τὰ ἐμφερόμενα ἐν τῷ βιβλίῳ· οὐ γὰρ ὁ πατὴρ κρίνει οὐδένα. οὗτος ὁ ἐκ τῆς φυλῆς Ἰούδα λέων, ἡ ῥίζα Δαυΐδ, τὸ ἀρνίον τὸ ἐσφαγμένον τυγχάνει περὶ τού‐ του τοῦ βιβλίου. καὶ Μωϋσῆς ἔγραψεν καὶ ἐν Ἠσαΐᾳ γέγραπται περὶ αὐτοῦ καὶ πολλαχοῦ τῆς γραφῆς. ἐπεὶ πρώτης ἐπιδημίας
20πολλὴν ἀσάφειαν εἶχεν ἡ προτέρα Διαθήκη, ἐν σφραγῖσιν ἑπτὰ ἐσφράγιστο τὰ γεγραμμένα· οὕτω δὲ σαφῆ γέγονεν μετὰ τὴν ἀνάστασιν τοῦ κυρίου, ὡς τοὺς πείρᾳ τὴν ἄνοιξιν ἐσχηκότας λέγειν περὶ τοῦ ἐσφαγμένου ἀρνίου· οὐχ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὅτε διήνοιγεν ἡμῖν τὰς γραφάς;

28

Μετὰ τὸ ἐγνωκέναι μέ φησιν, ὅτι ἡ ῥίζα Δαυΐδ, ὁ νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, εἴληφεν τὸ βιβλίον ἐπὶ τὸ λῦσαι τὰς σφραγῖδας αὐτοῦ, εἶδον ἐν μέσῳ τοῦ οὐρανοῦ καὶ τῶν τεσσάρων
ζῴων καὶ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ἐσφαγμένον. μετὰ33
5τὴν ἀνάστασιν καὶ ἀνάληψιν ὀφθὲν τὸ ἀρνίον οὐκέτι ἐσφαγμένον ὤφθη καὶ ἐπιεστός, τουτέστιν οὐκέτι ἀλλοιούμενον. εἰ οὖν κατὰ καινὴν στάσιν ἔχει λοιπὸν ἑπτὰ κέρατα, ἁγίαν βασιλείαν καὶ εὐ‐ λογημένην ἔχει· ταύτης γὰρ σύμβολον τὰ πνεύματα. πρὸς τοῖς ἑπτὰ κέρασι καὶ ὀφθαλμοὺς ἑπτὰ ἔχει, οὐκ ἄλλους ὄντας τῶν ἑπτὰ τοῦ
10θεοῦ πνευμάτων, ἃ πορεύεται ἀπὸ τῆς γῆς ἐπισκοποῦντα τὰ πρὸς ἀνθρώπων πραττόμενα. συνᾴδει τούτοις τό· ἑπτὰ ὀφθαλμοὶ κυρίου εἰσὶν ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.

29

Εἴρηταί που· κατευθυνθήτω ἡ προσευχή μου ὡς θυ‐ μίαμα ἐνώπιόν σου· πλήρεις τούτων τῶν θυμιαμάτων φιάλαι τυγχάνουσι τὰ ἡγεμονικὰ τῶν γνησίως εὐχομένων Χριστῷ. ἐρεῖς δὲ καὶ τὰς κιθάρας τὴν ἡρμοσμένην εὐμούσως καὶ εὐμελῶς δύνα‐
5μιν αὐτῶν, καθ’ ἣν νοοῦσι καὶ ἀγαπῶσιν Χριστόν. τί δὲ μετὰ τὸ ᾄδειν τὴν καινὴν ᾠδὴν λέγουσιν ἢ τό· ἄξιος εἶ, ὦ δέσποτα σωτήρ, λαβεῖν τὸ βιβλίον καὶ τὰ ἑξῆς; προφανῶς δὲ περὶ τοῦ σταυρω‐ θέντος ἐστὶ ταῦτα ἀχθέντος ὡς πρόβατον ἐπὶ σφαγήν. ἐκ τῆς οὕτω γενομένης σφαγῆς τὸ ῥεῦσαν αἷμα τίμιον δέδοται ὑπὲρ τῶν
10σεσωσμένων. καὶ ἐπειδὴ μὴ ὑπὲρ μέρους ἢ ἑνὸς ἔθνους τῶν ἀν‐ θρώπων ἐσταυρώθη, ἠγόρασεν τῷ αἵματι αὑτοῦ ἀπὸ πάσης φυλῆς Ἰσραὴλ καὶ διαλέκτου πάσης τῶν ἀνθρώπων, ἔτι μὴν καὶ λαοῦ καὶ ἔθνους. καὶ λαοῦ καὶ ἔθνους ἐστὶ διαφορὰν λαβεῖν τὸν φάσκοντα. οἱ ἐκ τῶν καθαρίων καὶ σοφῶν ἀνθρώπων ληφθέντες
15ἀπὸ λαοῦ, οἱ δὲ ἀπὸ τῶν χυδαιοτέρων καὶ πολλῶν ἀπὸ ἔθνους ἠγοράσθησαν. πιστοῦται ἡ προτέρα ὑπόθεσις τὸν ἀριθμὸν τῶν εἴκοσι τεσσάρων πρεσβυτέρων ἐκ τῆς προκειμένης λέξεως· αὐτοὶ γὰρ ὡμολόγησαν, ὡς ἀπὸ τῶν ἀνθρώπων ἠγοράσθησαν καὶ ἐξελέ‐ γησαν. ἡμεῖς οὖν οἱ ἀναγινώσκοντες ταῦτα καὶ μαθόντες ὅτι τὰ
20θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων καὶ πνευματικαὶ θυσίαι,
καὶ [ὅτι] εὐπρόσδεκτοι θεῷ αἱ ἀγαθαὶ πράξεις, ὁρῶμεν, ὅτι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματι κυρίου καὶ θυσία καθαρ· μέγα γὰρ αὐτοῦ τὸ ὄνομά ἐστιν ἐν τοῖς ἔθνεσι, διὰ τὴν τοῦ Χριστοῦ διδασκα‐34
25λίαν, ὥς φησιν ὁ προφήτης.

30

Ἐκ τῶν γραφῶν ἔστιν εὑρεῖν, ὥσπερ σῶμα θεοῦ ἅγιον, ἅγιαι καί εἰσι ... τινες, οἷον αἱ ὑπηρετικαὶ χεῖρες καὶ ἐποπτικοὶ ὀφθαλμοὶ καὶ ἐπὶ τῶν εὐχῶν τεταγμένα ὦτα καὶ ἐπελαστικοὶ προνοίᾳ θεοῦ πόδες τοῖς κατὰ γῆν διαιτωμένοις. .... ἐπεὶ οὖν μέλλει ἐρεῖν
5ὀργὴν θεοῦ μεγάλην, οὐ τὸ συμβεβηκὸς πάθος ὀνομάζεται θεοῦ ὀργὴ καλούμενον, ἔξω ὑπάρχον αὐτοῦ, πλὴν εἰς χρείαν κατατασ‐ σόμενον τοῖς δεομένοις, ᾧ καὶ παραδίδονται ὡς ἀνάξιοι θεοῦ, ἵνα ποθήσουσι τὸν θεόν, οὗ καταπεφρονήκασιν, ὅτε ὑπὸ τὴν τοῦ χεί‐ ρονος ἐξουσίαν γίνονται. καὶ ἔστιν ὀργὴ θεοῦ ὁ διάβολος· καὶ
10γὰρ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν εἴρηται· καὶ προσέθετο ὀργὴν κυρίου ἐκκαῆναι ἐπὶ Ἰσραὴλ καὶ ἐπέσεισε τὸν Δαυῒδ λέ‐ γων· βάδιζε καὶ ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν. καὶ ἔστιν ἡ ὀργὴ τοῦ θεοῦ, ἡ ἐπισείσασα τὸν Δαυΐδ, οὐχὶ ‚λέγουσα‛ ἀλλὰ ‚λέγων‛· παρὰ αὐτὸν ἄρα τὸν θεὸν τὸν λεγόμενον εἰρηκέναι
15πολλά τινα πρὸς τοὺς ἁγίους ἑτέρα τίς ἐστιν ἡ ὀργὴ αὐτοῦ, ἡ ταῦτα λέγουσα καὶ κελεύουσα ἁμαρτάνειν ἁμαρτίαν, ἐφ’ ᾗ κόλασις ἀπὸ θεοῦ ἀκολουθεῖ τῷ πεισθέντι τῇ τοιάδε εἰρηκυΐᾳ ὀργῇ, καὶ πῶς ἡ κολάζουσα ἐπὶ τοῖς ἁμαρτήμασι καὶ δικαίως κολάζουσα ἀνασείει ἐπὶ ἁμαρτίαν, ἵνα· πείσασα ἐπὶ τὸ ἁμαρτάνειν κολάσῃ δικαίως· ἀδί‐
20κως γὰρ κολάζει ἡ αἰτία τῆς ἁμαρτίας τὸν μὴ ἡμαρτηκότα. ἀλλά, καθὼς εἴρηται, ὀργὴν θεοῦ εἶναι τὸν διάβολον, τὸ ἀναπεῖθον ἁμαρ‐ τάνειν, βουλόμενον ὑποχείριον λαβεῖν τὸν ἡμαρτηκότα ἐκ τοῦ ἁμαρ‐
τάνειν· καὶ γὰρ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων, τὴν αὐτὴν αἰτίαν τοῦ Δαυῒδ ἱστορῶν, οὕτω φησίν· καὶ ἔστη ὁ διάβολος ἐν35
25τῷ Ἰσραὴλ καὶ ἐπέσεισε τὸν Δαυῒδ τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ. τῇ γὰρ ‚ἐπέσεισε‛ προσηγορίᾳ ἐχρήσατο καὶ ἡ δευτέρα τῶν Βασιλειῶν καὶ ἡ πρώτη τῶν Παραλειπομένων, τῇ μὲν ἐπὶ τῆς ὀργῆς τοῦ κυρίου, τῇ δὲ ἐπὶ τῆς τοῦ διαβόλου. εἰ δὲ τὸ ‚ἐπέσει‐ σεν‛ αἴτιον τοῦ ἁμαρτάνειν ἐστίν, αἴτιον δὲ τοῦ ἁμαρτάνειν ὁ διά‐
30βολός ἐστιν, διάβολος δι’ ἀμφοτέρων τῶν προσηγοριῶν ὠνομάσθη, διὰ δὲ τῆς καθημαξευμένης καὶ τῆς τοὺς πολλοὺς λανθανούσης, τῆς αὐτὸν ὀνομαζούσης ὀργὴν κυρίου κατὰ τὴν μεγάλην ᾠδὴν καὶ ἀλλαχοῦ λέγουσαν· ἀπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτὸν ὡς καλάμην, καὶ τὰ ἑξῆς. Πᾶν γὰρ τὸ ἀποστελλόμενον
35ὑπό τινος ἕτερόν ἐστιν τοῦ ἐξαποστέλλοντος. τίς οὖν ἂν εἴη ἡ ὀργὴ ἡ ἀποστελλομένη ἐπὶ τοὺς Αἰγυπτίους ἤ, ὡς ἐδιδάξαμεν ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων, ὁ διάβολος; εἰ τοίνυν παραδίδοσθαι τῇ ὀργῇ τοῦ θεοῦ λέγονται οἱ ἁμαρτωλοί, νοητέον αὐτοὺς παραδί‐ δοσθαι τῷ διαβόλῳ, ὡς ὁ Παῦλος τὸν Κορίνθιον καὶ οὓς παρέ‐
40δωκε τῷ Σαταν, ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν. ἔχομεν καὶ ἀγγέλους ἐφορῶντας καὶ βοηθοῦντας ἡμῖν εὖ πράττουσι, καὶ κρίσις γίνεται καθολικὴ πρὸς τούτους πάντας, ὥς φησιν. ἀνάσταθι, γάρ φησι, κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βου‐ νοὶ φωνήν σου. ἀκούσατε, βουνο, τὴν κρίσιν τοῦ κυρίου.
45καὶ δοκεῖ ἐν τούτοις προστάσσεσθαι τὸν λόγον τοῦ θεοῦ κρίνεσθαι μετὰ τῶν ἐγκεχειρισμένων τὰ ἀνθρώπινα δυνάμεων, ἵνα δύνηταί τις παραστῆσαι διὰ τήν τινος αὐτῶν ἀμέλειαν καὶ παράλειψιν τῶν ἐπιβαλλόντων αὐτῷ ὑπὲρ ἀνθρώπων ἐν ἁμαρτήματι ἢ αἰτίᾳ γέγονεν. νοήσωμεν δὲ τοῦτο, χρησάμενοι παραδείγματι φέρε εἰπεῖν κρίσει

30

(50)

λαοῦ μετὰ τῶν ἐπισκόπων καὶ κρίσει υἱῶν μετὰ τοῦ πατρὸς καὶ κρίσει μανθανόντων μετὰ τοῦ διδασκάλου, ὅτε ποτὲ μὲν ὁ λαὸς τὴν αἰτίαν τῶν ἁμαρτημάτων αὑτοῦ δείξει παρὰ τῶν ἐπισκόπων γεγονέναι, ποτὲ δὲ ὁ ἐπίσκοπος παραστήσει πάντα τὰ παρ’ ἑαυτοῦ πεποιηκέναι καὶ ἐλλελοιπέναι τι τῶν ἐπιβαλλόντων σπουδαίῳ ἄρ‐
55χοντι τῶν ἐγκλημάτων ἔνοχον ἀποδείξει τὸν λαόν. τὸ δὲ ὅμοιον νόει καὶ περὶ υἱῶν τὴν παρὰ τοῖς πατράσιν ἀνατροφὴν αἰτιωμένων καὶ περὶ αὑτῶν μὲν ἀπολογουμένων, ἀποδεικνυόντων δὲ τοὺς πατέ‐ ρας αἰτίους γεγονέναι τοιούτων πταισμάτων, ὁμοίως δὲ τοὐναντίον τῶν πατέρων ἀπολογουμένων ὡς μηδὲν παραλειπόντων εἰς τὴν36
60κατὰ τὸν θεοῦ λόγον ἀνατροφὴν πρὸς τοὺς υἱούς, τῶν δὲ υἱῶν ἐλεγχομένων παρὰ τὴν ἰδίαν ῥᾳθυμίαν ἐν ἁμαρτήμασι γενομένων. οὐ μακρὰν δὲ τούτων ἐστὶν νοῆσαι καὶ περὶ μαθητῶν καὶ διδασ‐ κάλων.

31

Σκυθρωπῶν μελλόντων ἐπιφέρεσθαι, ὑπηρετῶν τις ἄγγελος τῇ θεοῦ φωνῇ πρὸς τοὺς ἐγχειρισθέντας τὰ ἐπίπονα τέως μὴ ἐπά‐ γειν αὐτά, ἕως σφραγῖδας ἐπὶ τῶν μετώπων λάβωσιν οἱ θεοῦ δοῦ‐ λοι, ἐντέλλεται. τοῦτο αὐτὸ λέξεσιν ἑτέραις ἐν Ἰεζεκιὴλ τῷ προφήτῃ·
5κόπτετε καὶ μὴ φείδεσθέ τι, ἐφ’ οἷς δέ ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε. μήποτε οὖν, ἐπεὶ οἱ καλαζόμενοι διὰ ἰδίας ἁμαρ‐ τίας τοῦτο πάσχουσιν, τοῖς δικαίοις χαρακτήρ τις σημαίνων τὴν προσοῦσαν αὐτοῖς δικαιοσύνην τίθεται ἐπὶ τοῦ μετώπου, τουτέστιν ἐπὶ τὴν συναρετήν; παρρησίᾳ αὐτῶν οἱ τοῦ προκειμένου τυχόντες
10σημείου χάριν ὁμολογοῦντες τῷ δεδωκότι φασίν· ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε, καὶ πάλιν· δέδω‐ κας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσ‐ ώπου τόξον. ζητητέον εἰ τῶν ἀπὸ τοῦ κατὰ σπέρμα Ἰσραὴλ ἔτι ἐν τῷ τοῦ Ἰωάννου βίῳ περιόντων ἀνδρῶν παρθένων τοσαύτας
15εἶναι χιλιάδας. ἐπεὶ τοίνυν πολὺ τὸ ἀδύνατον ἡ αἰσθητὴ διήγησις φέρει, ἀληθῆ δὲ εἶναι τὰ ἐν τῇ βίβλῳ ἁγίᾳ, ἴσως ἀνάγκη κατὰ πνευματικὴν ἀκολουθίαν ἐκλαμβάνειν τὰ προκείμενα· ἀκόλουθον γὰρ τὸν ἀληθινὸν Ἰσραήλ, τὸν οὐκ ἔχοντα δόλον, εἰς φυλὰς διαι‐ ρεῖσθαι. τοῦτο οὖν τὸ Ἰσραὴλ λέγοντες πλῆθος ἀνδρῶν παρθένων
20εἶναι οὐκ ἀδύνατόν τί φαμεν· οἱ γὰρ ἐν Χριστῷ προσεληλυθότες πάντες Ἰουδαῖοί τε καὶ Ἕλληνες συμπληροῦσιν τὸ νοητὸν τοῦτο
ἔθνος. καὶ ἐπεὶ οἱ οὕτως Ἑβραῖοι πολλὴν ἁρμονίαν καὶ συμφω‐ νίαν ἔχουσιν, στρεφόμενοι περὶ αὑτοὺς ἐν τῷ καταρτίζεσθαι ἑνὶ νοῒ καὶ μιᾷ γνώμῃ, τοσούτῳ ἀριθμῷ καὶ ἴσαις διαιρέσεσιν αὐ‐37
25τοὶ ὑπόκεινται. ἔστιν τοίνυν τετράγωνος ὁ ἀριθμὸς ἰσάκις ἴσος κυλισθεὶς ἀπὸ τοῦ ιβʹ· δωδεκάκις γὰρ ιβʹ ρμδʹ· βεβαίας δὲ στά‐ σεως σύμβολον τὸ τετράγωνον σχῆμα φέρει.

32

Παρακατιὼν λέγει ταύτας ρμδʹ χιλιάδας παρθένους· καὶ ἐὰν λαμβάνῃς τὰς φυλὰς ταύτας σωματικάς, τὰς λεγομένας ἐν τῷ Ἰσραήλ, ποῦ παρθένους, ποῦ ιβʹ χιλιάδας παρθενίας εὕροις ἂν κατὰ φυλήν; ἀλλ’ ἐν τῇ ἐκκλησίᾳ τοῦτο εὑρίσκομεν, παρθενίαν
5ἐζηλωμένην διδάξαντος αὐτοῦ τοῦ λόγου, οὐ κατ’ ἐπιταγὴν οὐδὲ ἵνα βρόχον ἐπιβάλῃ τοῖς ἀκούουσιν, ἀλλ’ αὐθαίρετον ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, καθὼς γέγραπται· οὗτοι οὖν εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· ὡς εἴρηται· παρθένοι γάρ εἰσιν καὶ οὐχ εὑρέθη ψεῦδος ἐν τῷ στόματι αὐτῶν.

33

Αὗται αἱ λευκαὶ στολαὶ δύνανται δηλοῦν τὰς ἀχράντους προ‐ θέσεις καὶ πράξεις αὐτῶν. πρὸς ταῖς λευκαῖς στολαῖς, αἷς εἰσιν περιβεβλημένοι, φοίνικας ἐν ταῖς χερσὶν κατέχουσιν, σύμβολον τῆς νίκης, ἧς νενικήκασιν τὸν κόσμον. οὗτοί εἰσιν οἱ ἀπὸ τῆς
5μεγάλης θλίψεως ἐρχόμενοι, διὰ μαρτυρίου καὶ ὁμολογίας— δῆλον ὅτι καὶ διὰ τῶν ἄλλων περιστάσεων τῶν διὰ Χριστόν, ἃς
ἐπάγουσιν τοῖς Ἰησοῦ μαθηταῖς οἱ πονηροὶ ἄνθρωποί τε καὶ δαί‐ μονες—λευκάναντες καὶ πλύναντες, ἃς περίκεινται στολὰς τῷ αἵματι τοῦ ὑπὲρ αὐτῶν σφαγέντος ἀρνίου. ὅπως δὲ οἱ ἄν‐38
10θρωποι νοήσωμεν τὸ ἀδιάστατον τῆς θεραπείας αὐτῶν, ὠνομάσθη ὁ παρ’ ἡμῖν χρόνος τεμνόμενος εἰς ἡμέραν καὶ νύκτα.

34

Ἐπίστησον, εἰ αἱ πλυθεῖσαι καὶ λευκανθεῖσαι στολαὶ τῶν ἐκ μεγάλης θλίψεως ἀναβεβηκότων εἶναι δύναται τὰ σώματα αὐτῶν ἤδη προτεθεωρημένα ὡς ἀνίστανται ἄφθαρτα καὶ πνευματικά.

35

Κρίνας ὁ θεὸς πληγαῖς ὑποβάλλειν τοὺς ἁμαρτωλοὺς ἀπειρά‐ τους τῶν πληγῶν τούτων ἐνίους ἀνθρώπους εἴασεν, καὶ τοὺς ἔτι ἐμμένοντας, οἷς εἰργάζοντο, καὶ ὅσοι ἄγευστοι δι’ ἐτῶν πληγῶν ἀπελείφθησαν, ἵνα ἔχωσι μετανοίας τόπον, ὥστε μὴ προσκυνεῖν
5ἔτι τὰ δαιμόνια—τὰ χρύσεα καὶ τὰ ἐξ ἑτέρας ὕλης κατεσκευα‐ σμένα ἀγάλματα δηλοῦντα, ὡς προσκυνοῦσί τινες τὰ δαιμόνια. τὰ χρυσᾶ καὶ τὰ ἀργύρεα, χάλκεά τε καὶ ξύλινα, ἵνα δαιμόνια νοῆτε τὰ ἐφεδρεύοντα πνεύματα τοῖς ἀψύχοις μορφώμασι, χρύσεά τε καὶ τὰ λοιπὰ μὴ αἰσθανόμενα δι’ ὄψεως καὶ ἀκοῆς μηδὲ βαδίζοντα
10τὰ αἰσθητὰ ἀγάλματα· στόμα γὰρ ἔχουσιν καὶ οὐ λαλήλουσι καὶ τὰ ἑξῆς, ὡς γέγραπται ἐν τοῖς ψαλμοῖς.

36

Ὅτι οἱ μεγάλοι λόγοι σαφηνιζόμενοι βρονταί εἰσι τοῖς δικαίοις,
καὶ ὁ προφήτης τάχα μὲν δηλοῖ φάσκων· φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχ. ζητήσῃς γὰρ ἐκεῖ τροχὸν καὶ κύκλον, καὶ τὸν τροχὸν ἰδὼν ὄψει ἐκεῖ βροντήν. ἐξετάζων δὲ καὶ τὰ περὶ τοὺς39
5υἱοὺς τῆς βροντῆς, Ἰάκωβον καὶ Ἰωάννην, οὓς ἐκάλεσεν ὁ Ἰησοῦς Βοανεργές, ὅ ἐστιν υἱοὶ βροντῆς, εὑρήσεις αὐτοὺς εἰκότως υἱοὺς βροντῆς κεκλημένους διὰ τὴν μεγαλοφωνίαν τῶν νοημάτων καὶ δογμάτων αὐτῶν. ἤκουσα γάρ, φησί, βροντῶν ἑπτὰ καὶ ὅσα ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ ἔμελλον γράφειν, καὶ
10ἐλέχθη μοι· μὴ γράψῃς, ὅσα ἐλάλησαν αἱ ἑπτὰ βροντα. ἄρα νοεῖς ἐπὶ τούτων, ὅτι αἱ τοιαῦται βρονταὶ ἐλάλησαν λόγους δυναμένους γράφεσθαι καὶ μὴ γράφεσθαι, καὶ ὅτι ἤκουσεν ἐνάρ‐ θρου φωνῆς διὰ τῆς τοιαύτης φωνῆς ὁ ἱερὸς Ἰωάννης. ἀλλὰ αἱ ἑπτὰ βρονταὶ αἱ λελαληκυῖαι τῷ Ἰωάννῃ, ἐὰν προσσχῇς τῇ γραφῇ,
15εὑρήσεις τίνες εἰσίν. μία βροντὴ σοφία· ἄλλη βροντὴ σύνεσις. τρίτη βροντὴ βουλή· τετάρτη βροντὴ ἰσχύς· γνῶσις πέμπτη βροντή, εὐ‐ σέβεια ἕκτη, ἑβδόμη βροντὴ φόβος. ἐὰν ταῦτα λαλουσῶν ἀκούσω τῶν βροντῶν, δύναμαι γράφειν, οὐδὲ γὰρ αὐτὸν τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία ἀπὸ φωνῆς τῶν ἁγίων βρον‐
20τῶν τῶν λαλουσῶν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

37

Καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κατὰ τὸν τῆς συντελείας καιρὸν φανερωθέντων πάντων τῷ βήματι τοῦ Χριστοῦ ἐπὶ τὸ λαβεῖν ἕκαστον ἐπαξίως τῶν βεβιωμένων. ἡ ὀργὴ τοῦ θεοῦ συνίσταται, ἣν ἕκαστος ἐθησαύρισεν ἑαυτῷ ἐν ἡμέρᾳ
5ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεο, ἐν ᾧ καιρῷ καὶ ὁ τῶν προφητῶν καὶ ἁγίων καὶ φοβουμένων τὸ ὄνομα τοῦ θεοῦ μισθὸς ἀποδοθήσεται. τῶν οὖν μισθὸν ληψομένων τρία τάγματα δηλοῦται προφητῶν καὶ ἁγίων καὶ ἑτέρων φοβουμένων
τὸ ὄνομα τοῦ θεοῦ. καὶ ὅρα, οἱ εἰσαγόμενοι εἰς εὐλάβειαν σημαί‐40
10νονται τῷ φοβεῖσθαι τὸ ὄνομα τοῦ θεοῦ, οἱ δὲ αὐτὸν καὶ μὴ τὸ ὄνομα αὐτοῦ ἔτι φοβούμενοι τῇ τῶν ἁγίων προσηγορίᾳ· φοβή‐ θητε γὰρ τὸν κύριον οἱ ἅγιοι αὐτο, ὅτι οὐκ ἔστιν ὑστέ‐ ρημα τοῖς φοβουμένοις αὐτόν. ὡς ἐν εἴδει τούτων τῶν ἁγίων εὑρήσεις τοὺς προφήτας· ἐπὶ πλεῖον γὰρ προφήτης τοῦ ἁγίου· ἀνάγκη
15γὰρ τὸν θεοῦ προφήτην καὶ ἅγιον εἶναι· ἀλλ’ οὐκ ἀντιστρέφει· πολ‐ λοὶ ἅγιοι ὄντες οὐ προφητεύουσιν.

38

Ὁρμῇ ὁ δράκων πολεμήσας μετὰ τῶν ἀγγέλων καὶ θλιβείς, βληθεὶς κάτω ἐκ τοῦ οὐρανοῦ ἔσυρεν πίπτων τὸ τρίτον τῶν ἀστέ‐ ρων, ἅτινα ἄστρα θείας δυνάμεις οὔσας συναπεστατηκέναι αὐτῷ καὶ συγκατενεχθῆναι τῷ δράκοντι, ὡς Ἠσαΐας φησίν· πῶς ἐξ‐
5έπεσεν ὁ ἑωσφόρος ἐξ οὐρανο. καὶ ἐστάθη ἐπὶ τὴν ἄμ‐ μον τῆς θαλάσσης ..... ὁ ἀπόστολός φησιν· ἀνθ’ ὧν τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει. τοῦ μὲν γὰρ ἐρχομένου καὶ
10γνώμῃ τὴν ἀποστασίαν ἀνακεφαλαιουμένου πρὸς ἑαυτὸν καὶ αὐτεξ‐ ουσίου πράξαντος ὅσα καὶ πράξει καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ καθήσαντος, ἵνα ὡς Χριστὸν αὐτὸν προσκυνήσωσιν οἱ πλανώ‐ μενοι ὑπ’ αὐτοῦ, διὸ καὶ δικαίως εἰς τὴν κάμινον βληθήσονται τοῦ πυρός. τοῦ θεοῦ δὲ κατὰ τὴν ἰδίαν πρόγνωσιν προειδότος τὰ
15πάντα καὶ ἁρμόζοντι καιρῷ τὸν τοιοῦτον μέλλοντα ἔσεσθαι ἐπάγον‐ τος εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, οὗ τὴν παρουσίαν Ἰωάννης ἐνταῦθα οὕτως ἐμήνυσεν. ἵνα οὖν μή τις αὐτὸν θεϊκῇ δυνάμει δόξῃ ποιεῖν τὰ σημεῖα, ἀλλὰ μαγικῇ ἐνεργείᾳ, ἔφη· καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. καὶ οὐδέν γε καὶ41
20θαυμαστὸν εἰ τῶν δαιμονίων καὶ ἀποστατικῶν πνευμάτων ὑπουρ‐ γούντων αὐτῷ δι’ αὐτῶν ποιῇ σημεῖα, ἐν οἷς πλανήσῃ τοὺς κατοι‐ κοῦντας ἐπὶ τῆς γῆς. καὶ τὸν ἀριθμὸν δὲ τοῦ ὀνόματος αὐτοῦ φησιν καὶ ἄλλα τινὰ καὶ εἶναι τὸν ἀριθμὸν χξϛʹ, ὅ ἐστιν ἑκατον‐ τάδες ἓξ καὶ δεκάδες ἓξ καὶ μονάδες ἓξ εἰς ἀνακεφαλαίωσιν πάσης
25τῆς ἐν τοῖς ἑξακισχιλίοις ἔτεσιν γεγονυΐας ἀποστασίας. ὅσαις γὰρ ἡμέραις ἐγένετο ὅδε ὁ κόσμος, τοσαύταις χιλιονταετηρίσιν [cod. χιλιονταέτεσι] συντελεῖται· καὶ διὰ τοῦτό φησιν ἡ γραφή· καὶ συνετέλεσέν φησιν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτο, ὅσα ἐποίησεν. τοῦτο δ’ ἐστὶ καὶ τῶν προγεγονότων
30διήγησις, ὡς ἐγένετο, καὶ τῶν ἐσομένων προφητεία· εἰ γὰρ ἡμέρα κυρίου ὡς χίλια ἔτη, ἐν δὲ [add. ἓξ] ἡμέραις συνετελέσθη τὰ
γεγονότα, φανερὸν ὅτι [cod. ἐστιν pro ὅτι] ἡ συντέλεια αὐτῶν τὸ ἑξακισχιλιοστὸν ἔτος. καὶ διὰ τοῦτο ἐν παντὶ τούτῳ τῷ χρόνῳ πλασθεὶς ἐν ἀρχῇ ὁ ἄνθρωπος διὰ τῶν χειρῶν τοῦ θεοῦ, του‐42
35τέστιν υἱοῦ καὶ πνεύματος, γίνεται κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ, τοῦ μὲν ἀχύρου ἀποσκευαζομένου, ὅπερ ἐστὶν ἡ ἀποστασία, τοῦ δὲ σίτου εἰς ἀποθήκην ἀναλαμβανομένου, ὅπερ ἐστὶν οἱ πρὸς θεὸν πίστει καρποφοροῦντες. καὶ διὰ τοῦτο καὶ ἡ θλῖψις ἀναγκαία τοῖς σωζομένοις, ἵνα τρόπον τινὰ λεπτυθέντες καὶ συμφυραθέντες διὰ
40τῆς ὑπομονῆς τῷ λόγῳ τοῦ θεοῦ καὶ πυρωθέντες ἐπιτήδειοι ἔσον‐ ται εἰς τὴν τοῦ βασιλέως εὐωχίαν, ὡς εἶπέ τις τῶν ἡμετέρων, διὰ τὴν πρὸς τὸν θεὸν μαρτυρίαν κατακριθεὶς πρὸς θηρία· ὅτι σῖτός εἰμι τοῦ θεοῦ καὶ διὰ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς θεοῦ ἄρτος εὑρεθ. τὰς δὲ αἰτίας ἀπεδώκαμεν ἐν
45ταῖς πρὸ ταύτης βίβλοις, δι’ ἃς ἀνέσχετο ὁ θεὸς τοῦτο οὕτως γενέσθαι, καὶ ἀπεδείξαμεν ὅτι πάντα τὰ τοιαῦτα ὑπὲρ τοῦ σωζο‐ μένου ἀνθρώπου γέγονεν, τὸ αὐτεξούσιον αὐτοῦ πεπαίνοντα πρὸς τὴν ἀθανασίαν καὶ ἐπιτηδειότερον αὐτὸν πρὸς τὴν εἰς ἀεὶ ὑποταγὴν καταρτίζοντα. καὶ μεθ’ ἕτερα· καὶ διὰ τοῦτο ἐν τῷ τέλει ἀθρόως

38

(50)

ἐντεῦθεν τῆς ἐκκλησίας λαμβανομένης ἔσται, φησίν, θλῖψις, οἵα οὐκ ἐγένετο ἀπ’ ἀρχῆς οὐδὲ μὴ γένηται. ἔσχατος γὰρ ἀγὼν οὗτος τῶν δικαίων, ὃν νικήσαντες στεφανοῦνται τῇ ἀφθαρσίᾳ· καὶ
διὰ τοῦτο εἰς τὸ θηρίον τὸ ἐρχόμενον ἀνακεφαλαίωσις γίνεται πάσης τῆς ἀδικίας καὶ παντὸς δόλου, ἵνα ἐν αὐτῷ συνρεύσασα πᾶσα δύ‐43
55ναμις ἀποστατικὴ εἰς τὴν κάμινον βληθῇ τοῦ πυρός. καταλλήλως οὖν καὶ τὸ ὄνομα αὐτοῦ ἕξει τὸν ἀριθμὸν χξϛʹ, ἀνακεφαλαιούμενον ἐν ἑαυτῷ τὴν πρὸ τοῦ κατακλυσμοῦ πᾶσαν τῆς κακίας ἐπιμιξίαν ἐξ ἀγγελικῆς ἀποστασίας γεγενημένης· Νῶε γὰρ ἦν ἐτῶν χʹ καὶ ὁ κατακλυσμὸς ἐπῆλθεν τῇ γῇ, ἐξαλείφων τὸ ἀνάστημα τῆς γῆς
60διὰ τὴν ἐπὶ τοῦ Ἀδὰμ κίβδηλον γενεάν. ἀνακεφαλαιούμενος δὲ καὶ ........

39

Ἀριθμὸς γὰρ ἀνθρώπου ἐστὶν χξϛʹ. ἀσφαλέστερον καὶ ἀκιν‐ δυνότερον τὸ περιμένειν τὴν ἔκβασιν τῆς προφητείας ἢ τὸ κατα‐ στοχάζεσθαι καὶ ἀπομαντεύεσθαι ὀνόματα τυχόντα, πολλῶν ὀνο‐ μάτων εὑρεθῆναι δυναμένων ἐχόντων τὸν προειρημένον ἀριθμόν.
5καὶ οὐκ αἰνιττομένη αὕτη ἡ ζήτησις· εἰ γὰρ πολλά ἐστι τὰ εὑρι‐ σκόμενα ὀνόματα ἔχοντα τὸν ἀριθμόν, ποῖον ἐξ αὐτῶν φορέσει ὁ
ἐρχόμενος ζητήσεται. ὅτι δὲ οὐ δι’ ἀπορίαν ὀνομάτων .......44