TLG 2042 040 :: ORIGENES :: Epistula ad ignotum (Fabianum Romanum)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Epistula ad ignotum (Fabianum Romanum)

Source: Nautin, P. (ed.), Lettres et écrivains chrétiens des 2e et 3esiècles [Patristica 2] Paris: Cerf, 1961: 250–251.

Citation: (Line)

«Ὁ ἱερὸς καὶ θεῷ γνησίως ἀνακείμενος Ἀμβρόσιος πολλὰ προσαγορεύει σε· ὅστις νομίζων με φιλόπονον εἶναι καὶ πάνυ διψᾶν
5τοῦ θείου λόγου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ 〈καὶ〉 τῷ πρὸς τὰ ἅγια μαθήματα ἔρωτι· ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν, ὥστε κινδυνεύειν ἀπαυδᾶν πρὸς τὰς αὐτοῦ προτάσεις. Οὔτε γὰρ δειπνῆσαι
ἔστιν ὅτι μὴ ἀντιβάλλοντα, οὔτε δειπνήσαντα ἔξεστι περιπατῆσαι καὶ διαναπαῦσαι τὸ σωμάτιον, ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις250
10φιλολογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα, οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ τῆς ἑσπέρας τῆς φιλολογίας παρατεινούνης· ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρι τῆς ἐννάτης ἔσθ’ ὅτε καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς καιροὺς τούτους τῇ ἐξετάσει τῶν
15θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασι.251