TLG 2042 038 :: ORIGENES :: Commentarii in Romanos (III.5–V.7) (P. Cair. 88748 + cod. Vat. gr. 762)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Commentarii in Romanos (III.5–V.7) (P. Cair. 88748 + cod. Vat. gr. 762)

Source: Scherer, J. (ed.), Le commentaire d’Origène sur Rom. III.5–V.7. Cairo: L’Institut Français d’Archéologie Orientale, 1957: 124–232.

Citation: Page — (line)

124

(1t)

Ὠριγένους εἰς τὴν πρὸς Ῥω̣μ̣α̣ίους, τόμος ε.
2 [Rom. 3, 5—8] ›Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συν‐ ίστησιν›. ὁτὲ μ[έν .....] εθν[....]..ε.ομένῳ, ὁτὲ δὲ πρὸς τὰ ἔθνη τὸν λό[γ]ον
5ἀποτείνοντι καὶ .[....].το πα[........]ν πάντων ἐθνῶν ἀπαγγέλλοντι, ἕτερα δὲ περὶ Ἰουδαίω[ν ..................].[..] *** Λέγομεν δὲ ὅτι δι’ ὅλης τῆς ἐπιστολῆς αὐτῷ πρόκειται τ̣[ὴν πρ]ὸ τῆς | [ἐπιδ]ημίας Χριστοῦ τοῦ Ἰσραὴλ παραστῆσαι σωτηρίαν τοῦ κ[ατὰ] τὸν νόμον ζ.[..........]. [....] δὲ αὐτῷ καὶ περὶ τῶν μετὰ τὴν Σωτῆρος ἡμῶ[ν ἐπ]ιδημία̣[ν .......
10....πῶς] Ἰ̣σ̣ρ̣α̣ὴ̣λ̣ παραπτώματι γέγονεν ἡ σωτηρία [το]ς ἔθνεσι [.. .................] μενος ε̣μφηναι λαμπροτέραν γι[νομ]ένην ..[..... ..............] κιλον τῆς ς.[..].κ..........[...λυτο | ψεῦδος κ[............]. ἀνθρώποις εμπ.[.......]...εν τὸ ‹Γι[νέσ]θω δὲ ὁ Θεὸς ἀληθ[ς, πᾶς δὲ ἄνθρωπος ψεύστ]ης*** πρὸς τοῦ̣[το ν]ῦν
15ὑπ̣ειδόμ[ενο]ς ἀνθυπ̣ο̣φορ̣ὰν̣ [.]..[...............μενην περὶ τ[...] .η δικαίως [ἐπ]ιφέρεσθαι κατὰ τῶν ἀνθρώπων [......... ἀ]δικία αὐτῶν συνίσ‐ τ[η]σιν τὴν τοῦ Θεοῦ δικαιοσύ[ν]ην· τίθησιν γὰρ̣ [τὴν ἀνθυπο]φορὰν καὶ κωλύει τοὺς χρωμένους αὐτῇ *** | Ἀμήχανον γὰρ καὶ ἄδ̣[ικον λέγ]ειν τὸν Θεὸν καὶ φάσκειν ὅτι κρινεῖ τὸν κόσμον, ἐν τ....[....].[.........]ι εὐθέως
20μηδενὸς ἀκρίτου νοουμένου [***?] .[..].ως δυσφ.[..........].ι τούτοις
παριστάμενοι τοῖς λόγοις καταψεύδο[νται] ἡ̣μ̣ῶ̣ν̣ .[....]υ̣σ̣φημα περὶ ἡμῶν124

126

λεγόντων· φάσκουσι γὰρ δυνάμει [τοῦ]θ̣’ ἡμᾶς ἀπ[α]γγέλλειν ὅτι εἴπερ ἡ ἀλήθεια τοῦ Θεοῦ περισσεύει ἐν τῷ τῶν | ἀνθρώπων ψεύσματι καὶ συνίσταται αὐτοῦ ἡ δικα[ιο]σύνη ὑπὸ τῆς ἡμετέρας ἀ̣[δικ]ίας, βουλόμεθα δὲ ἐλθεῖν τὰ ἀγαθὰ οὐ δ[υν]άμενα ἥκειν πρὸ τῶν ἡ[μετέ]ρων κακῶν, ποιήσωμεν
5ἡμεῖς τὰ χείρονα ἵνα μετὰ τοῦτο ἔλθῃ τὰ ἀγαθ̣[ά.....] δικαιότατα ἔσται κρίμα τὸ κατὰ τῶν ἡμᾶς βλασφημούντων καὶ [........].... δυνάμει λ[.].ειν ἃ μηδαμῶς ἀκολουθεῖ τοῖς ὑ̣φ’ ἡ̣μ̣ῶ̣ν̣ πε|[...]...ενοις. Ταῦτα τὸ ›Μ[ὴ] ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργὴν κατὰ ἀνθρώπων;› [.].. ει δὲ ὡς ἐν ἑτέροις εὕρομεν ‹Μὴ ἄδικος ὁ Θεὸς ἐπιφέρων τὴν ὀργήν;
10κατὰ ἄνθρωπο] λέγω. Μὴ γένοιτο›, τοιοῦ[το]ν ἂν ἔχοι νοῦν ἡ λέξις· τὸ φάσκειν ἄδικον εἶ̣[να]ι τὸν Θεὸν ἐπιφέροντα τὴν ὀργὴν ἐπεὶ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύν[συνίστ]ησιν, οὐ κατὰ Θεὸν λέγει οὐδὲ κατὰ τὴν σ[ο]φίαν αὐ[τοῦ] ἀλλὰ κατὰ | [τὸ ἀν]θρώπινον καὶ καθὸ Πᾶς ἄνθρωπος ψεύστης ἐστίν ***
15 ... περὶ αὐτοῦ α[ἱ ἐπιστ]ῆμαι τῶν ἐναντίων εἰσὶν οἷον ἡ ἰατρικὴ τέχνη ἐστὶν π̣[ερὶ νοσερὰ κα]ὶ ὑγιεινὰ καὶ οὐ δήπου ἐπ̣ε̣ὶ̣ ὑγίειαν πρ[α]γματεύεται δύνα‐ τ[αι ........].[..]ειν περὶ νοσερῶν, ἀλλὰ κα[ὶ ἡ φρό]ν̣ησις ἀποδέδοται
ἐ̣[πιστήμη] ἀγαθῶν καὶ κακῶν, καὶ ἡ σωφροσύνη αἱρετῶν καὶ οὐχ αἱρ[ετῶ]ν |126

128

[καὶ] ἡ ἀνδρεία δεινῶν καὶ οὐ δεινῶν· ἀποφατικοῖς δέ φασιν χρῆσθαι το̣[ὺ]ς ὅ̣[ρο]υς κατὰ ἀπορίαν ὀνομάτων τῶν τἀναντία δηλούντων, οὐ τὰ ἀ̣[ν]τ̣[ικ]είμενα *** ἀνάγκη τὸν ἀναλαμβάνοντα δικαιοσύνης ἐπιστήμη[ν ε]ἰδέ‖‐ ν̣[αι] καὶ τὴν ἀδικ[ίαν ***] Συνίστησιν τοίνυν τὴν τοῦ Θεοῦ δικαιοσύνην
5καὶ τὸ κά̣λλ̣[ος ....]...[...δ]είκνυσιν καὶ τὴν ὑπεροχὴν τοῦ κατ’ αὐτὴν καλοῦ θεωρεῖσθαι ποιεῖ ἡ ἡ̣[μ]ε̣τ̣έρα ἀδικία· ἧς μηδαμῶς ὑπαρχούσης ὑπε[ρο]χὴ π.ρ[.] τὴν δικαιοσύνην ..[.].... *** Ἡ γὰρ ὀργὴ πρώτως ἐπὶ τὴν ἀδικίαν [ἔρ]χε|ται κ[α]ὶ̣ δι’ αὐτὴν καὶ ἐπὶ τοὺς χρωμένους αὐτῇ [..]. ἄδικος [.].[...]. ὀργὴν ὑ̣φιστάμενος κατὰ ἀδικίας καὶ ι[.............
10........]μ̣ενος τῇ ἀδικίᾳ *** Κατὰ ἄνθρωπον οὖ̣ν λέγει τὸν [.......... .............] θνῄσκοντα ο την ......[....]ηνπροιεμ[.......... .........].... ἐπιφέρων τὴν ὀργήν *** [Πά]ντες γὰρ ἄνθρωποι φύ‐ [σει τέκνα ὀργῆς] ἀπὸ τοῦ εἶ|ναι θεοὶ καὶ υἱοὶ Ὑψ[ίστο ἀλλὰ μετὰ πρ[..............] *** καὶ τ̣ο̣λμήσας γ’ ἂν εἴποιμι ὅ̣[τι] ὅταν γένηται
15ὁ Θεὸς [πάντα ἐν π]ᾶσιν, τότε οὐκέτι ἔσται ἄνθρωπος πάντων γενομένων θεῶν .[........]. ερων α[ὐ]τῷ πάντων γενομένων ἑνὸς Θεοῦ κατὰ τὸ ›Ὡς ἐγὼ καὶ [σὺ ἕν ἐσμεν] ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν*** Καὶ ἐν τῇ Πρὸς Κορινθίους [..........] ]ενήθημεν τῷ | κόσμῳ τουτέστιν ἐν τῷ περιγείῳ τόπῳ ....[.....]ιν καὶ ἀγγέλοις καὶ ἀνθρώποις ***
20ἐπερίσσευσεν καθαιρετικῶς ἐκει̣.. οὐκ ἂν περι[...]. τα, εἰ μὴ τὰ
τοσαῦτα ψεύδη καὶ πιθανὰ παρεισεληλ[ύ]θει· διὰ τοῦτο [...]ν πῶς128

130

ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἀνθρωπίνῳ ψεύσματι 〈ἐπερίσσευσεν〉 *** Τὸ δ’ ὅμοι[ον κα]ὶ νόει περὶ ἄλλων δογμάτων ἐν οἷς τρία γένη ἀγαθῶν εἶναι λέγεται, τ[ὰ μ]ὲν | περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ περὶ τὰ ἐκτός, καὶ τὴν εὐδαιμ[ονία]ν συμπληροῦσθαι οἱ τοιοῦτοι διδάσκουσι[ν] ἐκ
5τῆς τριγε[νείας αὐτῶ]ν. Οὗτ[ο]ι δὲ καὶ τὴν πρόνοιαν διακόψαντες [ἱ]στᾶσιν αὐτὴν μέχρι τῶ[ν σε]λήνης ὅρων, τὸ κάτω ἀταξίᾳ παραδόντε[ς] καὶ αἴροντες Θεὸν καὶ πρό[νοια]ν ἀπὸ τῶν τῇδε *** καὶ ἐκ τ[ο]ύτων οὖν δῆ[λο]ν πῶς εἴρηται τὸ ‹Ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευ‐ σεν›. Περισσεύει δὲ ἡ ἀλήθεια | τ[οῦ Θεο]ῦ ἐν τῷ ἀνθρωπίνῳ πολλῷ καὶ
10ποικίλῳ [ψ]εύσματι εἰς δόξαν Θεοῦ *** [? οὐ] μόν[ο]ν ὡς ἄνθρωπος λοιδοροῦ‐ μαι ἀλλὰ μήποτε ὡς Θεὸς βλασφη[.....[..] ἀνθρώπων τὸ ἐν δίκῃ ἔσται *** [Rom. 3, 9—18] Μετὰ ταῦτα, ὡς ἔθος ἐστὶν αὐ[τῷ δι]δά̣σ̣[κει]ν ἀπὸ τῶν γραφῶν, βούλεται ῥητὰ συναγαγεῖν πῶς πάντες Ἰου|δαῖοί [τ]ε καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασιν, ἀρξάμενος ἀπὸ τοῦ ‹Καθὼς γέγραπται
15ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς›, καὶ ἐμοὶ δοκεῖ ἀπ[οδόσ]ε̣ως ἕνεκεν δεῖν130

132

οὐ μόνον ἐνταῦθα ἀλλὰ καὶ εἴ που ἀλλαχοῦ μέμ[νη]νται οἱ Ἰησοῦ Χριστοῦ διάκονοι τῆς καινῆς διαθήκης ῥητῶν νομικῶν ἢ προφ[η]τικῶν ἐπιμελῶς προσ‐ έχειν ποῦ γέγραπται ἃ παρατίθενται, καὶ εἰ αὐ[τα]ῖς ‖ λέξεσι χρῶνται τοῖς γεγραμμένοις ἢ ἐσθότε μετα[ποιήσαντες αὐτά]. 〈Τὸ οὖν〉 Οὐκ ἔστιν ὁ συνίων,
5οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεὸν› αὐταῖς λέξεσιν οὐχ εὕρομέν που γεγραμμένον, ἀλλὰ νομίζομεν ἀπὸ τοῦ τρισκαιδεκάτου ψαλμοῦ καὶ τοῦ πεντηκοστοῦ δευτέρου μεταπεποιῆσθαι ὑπὸ τοῦ ἀποστόλου τὰ ῥητά. Ἐν μὲν γὰρ τῷ τρισκαιδεκάτῳ ψαλμῷ εἴρηται· ‹Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν | ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν Θεόν›,
10ἐν δὲ τῷ πεντηκοστῷ δευτέρῳ ‹Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνίων ἢ ἐκζητῶν τὸν Θεόν›. Ἔοικεν οὖν νενομικέναι ἰσοδυναμεῖν τὸ «τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν Θεὸν» τῷ «οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν». Καὶ τὸ ‹Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς› νομίζω γεγονέναι ἐκ τοῦ ‹Οὐκ ἔστι
15ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός›· ὥστε ὅσον ἐπὶ τῇ δυνάμει δὶς αὐτὸν τεθεικέναι, | ἅπαξ μὲν μεταποιήσαντα, ἅπαξ δὲ λέξεσιν ταῖς αὐταῖς χρησάμενον καὶ παραλιπόντα τὸ δεύτερον εἰρημένον «οὐκ ἔστιν» *** Με[τὰ] τοῦτο τίθησ[ι]ν τὸ ‹Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν› ὥσπερ και... † ωσυνπεριφερομαι με.[....].ι̣ω̣μ̣ε̣ν̣ω̣ ἀπό τινος τῶν ψαλμῶν· τὸ δὲ ἐπὶ
20τούτοις ‹Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει› ἔοικεν γεγονέναι ἀπὸ132

134

τοῦ ἐν τῷ ἐνά|τῳ ψαλμῷ οὕτως εἰρημένου ‹Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου›. Εἶθ’ ἑξῆς τοῦτό ἐστιν· ‹Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα›· τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἡσαίᾳ, ἢ ἐν ταῖς ἄλλαις τῶν Παροιμιῶν ἐκδό‐ σεσιν, ἐν τῷ ‹Ταχινοὶ ἐκχέαι αἷμα›, ὃ μετὰ ἀστερίσκων προσετέθη ἐν τῇ ἐκδόσει τῶν
5Ἑβδομήκοντα. Τὸ δὲ ‹Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν› μέχρι τοῦ δεῦρο οὐκ οἶδα ποῦ ἀνεγνωκώς· οἶμαι δὲ ἔν τινι τῶν προφητῶν γεγράφθαι· † σαινομε γὰρ ἔν τινι τῶν προφητῶν γεγράφθαι τὸ ‹Ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν›, ἐν δὲ ψαλμοῖς ‹Οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν›.
10 Ἔοικεν οὖν πλείοσιν ῥητοῖς κεχρῆσθαι ἵνα διδάξῃ πῶς οἶδεν ἡ γραφὴ αἰτιαθέντας Ἰου|δαίους τε καὶ Ἕλληνας πάντας ὑφ’ ἁμαρτίαν εἶναι *** καὶ εἴπερ τοὺς μὴ Ἰουδαίους Ἕλληνας ὀνομάζει πάντας, τὸ «Ἰουδαῖος» ὄνομα οὐκ ἔθνους ἀλλὰ προαιρέσεώς ἐστιν ὄνομα. Κἂν γὰρ μὴ ἀπὸ τοῦ Ἰουδαίων ἔθνους τις ᾖ, ἀλλογενὴς ἀσπασάμενος τὰ Ἰουδαίων καὶ γενό[μ]ενος προσήλυ‐
15τος, εὐλόγως ἂν οὗτος Ἰουδαῖος χρηματίζοι | π..τε αυτα εἴ τις ἐν Ἰουδαίοις γεννηθεὶς τὰ τῶν ἐθνῶν ἀσπάζ[οι]το, οὗτος ἐξομοσάμενος τὸν Ἰουδαισμὸν προσήλυτος ἂ[ν] χρηματίζοι ἐκείνων ὧν ἀπεδέξατο τοὺς νόμους καὶ τὸν λόγο[ν] *** καὶ εἰ μὲν προτίθεταί τις βιῶσαι κατὰ τὸ γράμμα τοῦ νόμου, ἐν φανερῷ Ἰουδαῖός ἐστιν· εἰ δὲ κατὰ τὸν πνευματικὸν νόμον, ἐν κρυπτῷ
20Ἰουδαῖος | ἂν τοιοῦτος λέγοιτο *** περὶ δὲ Ἑλλήνων εὐλόγως ἐπιστήσαι τις134

136

ἂν πῶς γεγόνασιν ὑπὸ ἁμαρτίαν, λέγοντος Παύλου· ‹Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου›. Ἀλλὰ πρὸς τοῦτο φήσομεν ἀλλα ‖ ..ος. [...........].σ̣περ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποι[ο]ῦσι[ν καὶ ἐνδείκνυ]νται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς
5καρδίαις αὐτῶν *** τ̣ὸ̣ν̣ φ̣ύσε̣[ι νό]μον τοῦτον εἶναι τὸν τοῦ Θεοῦ νόμον, τὸν δὲ κατὰ τὰς πόλεις γραπτὸν μὴ εἶναι φύσει ἀλλὰ θέσει νόμον καὶ μάλιστα [ὅ]τ̣ε ἔ[ν] τισιν ἐναντιοῦται | τῷ τῆς φύσεως νόμῳ *** εἴπερ τὸν Μωσέως νόμ[ον] ὑπολαμβάνεται εἶναι περὶ οὗ τῷ Παύλῳ ἐστὶν ὁ λόγος, δηλονότι ἡ ἁμαρτία οὐκ ἐλλογηθήσεται πρὸ Μωσέως οὔτε τῷ Κάϊν ἀδελφοκτονήσαντι,
10οὔτε τοῖς διὰ τὰ ἁμαρτήματα τὸν κατακλυσμὸν πεπονθόσιν ἀλλ’ οὔτε [τοῖ]ς ἐν Σοδόμοις πονηροῖς καὶ ἁμαρτωλοῖς σφόδρα ἐνώπιον τοῦ Θεοῦ [καταλ]ελο‐ γισμέ[νο]ις | καὶ διὰ τα[ῦ]τα καταδικασθεῖσιν πυρὶ καὶ θεί[ῳ κατ]ὰ [τὰ] ἀ̣‐ ναγεγραμμένα *** Καὶ Ἑλλήνων δέ τινες οὐ κακῶς .[. ἀπε]φ̣ήναντο ὅτι ἀναγκαῖόν ἐστιν ἐν τῷ λογικῷ καὶ θνητῷ γένει ἅμ[α τῇ συμ]πληρώσει τοῦ
15λόγου πρότερον ὑποστῆναι τὴν κακίαν, εἶτα χρό̣[νῳ ἐξ ἐ]πιμελείας καὶ
προσοχῆς ταύτην μὲν ἀνασκευάζεσθαι, τὴν δὲ ἀ̣ρ[ετὴ]ν ὑφίστασθαι *** |136

138

δίκαιοι δὲ κατ’ ἐνώπιόν εἰσιν τῶν ὑποδεεστέρων καὶ π[ολλ]άκις γε συγκρίσει χειρόνων καὶ ὁ ἄδικος δίκαιος εἴρηται. Οὕτω γοῦν τῇ Ἱερουσαλὴμ εἴρηται περὶ Σοδόμων· ‹Ἐδικαιώθη Σόδομα ἐκ σοῦ*** Ἐπὰν οὖν αἱ γραφαὶ μαρτυρῶ‐ σιν τισὶν ὡς δικαίοις καὶ πάλιν λέγωσιν ‹Οὐ δικαιωθήσεται κατ’ ἐνώπιόν
5σου πᾶς ζῶν›, μὴ νομίσῃς αὐτὰς ἑαυτα〈ῖ〉ς ἐναντιοῦσθαι μηδὲ | τὸν Παῦλον μὴ ἀκηκοέναι τῶν ἐπαινουμένων ἐπὶ δικαιοσύνῃ λέγοντα ‹Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς›. Ἐρεῖς γὰρ ὅτι ὁ αὐτὸς ὡς μὲν πρὸς τούσδε δίκαιός ἐστιν, ὡς δὲ πρὸς τὸν Θεὸν οὐκ ἔστιν δίκαιος *** Οὐ δικαιοῦται οὖν Ἀαρὼν ἐνώπιον Μωσέως νικώμενος ὑπὸ τῆς ἐν Μωϋσεῖ δικαιοσύνης. Ἡ δὲ Μαρία δικαιοῦται μὲν ἐνώπιον
10πολλῶν, οὐχὶ δὲ καὶ ἐνώπιον | Ἀαρὼν καὶ Μωσέως *** πῶς οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, Ἰουδαῖος μὲν κἂν προφήτης ᾖ, Ἕλλην δὲ κἂν ἀποστολικός τις ᾖ, ὁποῖος ὁ μαθητευθεὶς Παύλῳ Τίτος ἐτύγχανεν *** Ποῖα δὲ ἀποκείμενα ἢ ὅτε πληροῦται τὸ ‹Εἶπεν Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς μου ὑποπόδιον τῶν ποδῶν σου›; *** Πῶς
15γὰρ ἔστιν ὁ συνίων | ἐπείπερ εἴ τις δοκεῖ ἐγνωκέναι οὔπω ἔγνω καθὼς δεῖ γνῶναι; Ὁ μὲν γὰρ συνίων βλέπει πρόσωπον πρὸς πρόσωπον, ὁ δὲ μὴ βλέπων πω πρόσωπον πρὸς πρόσωπον ἀλλὰ δι’ ἐσόπτρου ἔτι
καὶ ἐν αἰνίγματι οὐδέπω συνίησιν ***138

140

Τάχα μὲν οὖν πάντες ἐξέκλιναν ὅτε πορευόμενοι ‖ ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν καὶ ἐποίη[σ]αν ἃ αἴτια τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, οὐκ ἀπὸ σκοποῦ δ’ ἂν εἴη τὸ «ἐξέκλιναν» λαμβάνειν διὰ τὴν κακίαν οὖσαν παρὰ φύσιν *** οἱ ποιήσαντες μόνα τὰ διαταχθέντα
5δοῦλοι ἀχρεῖοί εἰσιν, ἐπεὶ ἅμα καὶ τότε ἠ|χρεώθημεν· καὶ μήποτε οὐκ ἔστιν καύχημα τὸ ‹〈Ὃ〉 ὠφείλομεν ποιῆσαι πεποιήκαμεν›. Ὁ γοῦν κατὰ τὸ εὐαγγέλιον λαβὼν τὸ τάλαντον μετὰ τοῦ συνδούλου ἑαυτοῦ τοῦ εἰληφότος πέντε τάλαντα ὃ μὲν ὤφειλεν ἀποδοῦναι ἔδωκεν λέγων τῷ κυρίῳ· ‹Ἴδε ἔχεις τὸ σόν›, οὐδὲν ἧττον ἀποδοὺς ὃ ὤφειλεν, ἀχρεῖος ὑπὸ τοῦ κυρίου
10λέγεται εἶναι δοῦλος φάσκοντος· ‹Καὶ | τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον καὶ ἔσται ὁ κλαυθμ[ὸς καὶ ] βρυγμὸς τῶν ὀδόντων›. Οὐκοῦν πάντες ἐξέκλιναν καὶ [μα ἠχρ]εώθησαν *** ὁ Σωτὴρ πρὸς τὸν εἰπόντα ‹Τί ἀγαθὸν ποιήσω ἵν[α ζωὴν] αἰώνιον κληρονομήσω›; εἶπεν· ‹Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθο; Ε̣[ἷ]ς̣ ἐστιν
15ἀγαθός, ὁ Θεός*** ταὐτὸν εἶναι χρηστότη|τα ἀγαθότητι τετηρήκαμεν ἐν τῷ ‹Ἐξομολογεῖσθε τῷ Κυρί, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ 〈ἔλεοσ〉 αὐτοῦ›, παρὰ τοῖς λοιποῖς ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τό *** Καὶ εἴ τίς γε ἐπιστήσαι ἑκάστῳ τῶν ἀνθρώπων καὶ τῷ νομιζομένῳ εἶναι δικαιοτάτῳ, οὐκ ἂν αὐτὸν ταχέως εὕροι καθαρὸν ἀπὸ παντὸς δόλου ***
20Ξίφη οὖν εἰσιν οἱ πόδες ὀξέα τῶν ἐκχεόντων αἷμα, ὥς|περ ἐκ τοῦ
ἐναντίου ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθ· πόδες δὲ140

142

ἀντὶ τοῦ αἱ πορεῖαι καὶ ἐν ταῖς ὁδοῖς γε τῶν τοιούτων οὐδὲν ὑγιές ἐστιν, ἀλλὰ σύντριμμα καὶ πᾶσα ταλαιπωρία *** Ταὐτὸν δέ ἐστιν τὸ εἶναι φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν τῷ ἐπιστήμην ἔχειν περὶ φόβου Θεοῦ, ἣν βουλόμενος ἡμᾶς διδάξαι ὁ Λόγος
5φησίν· ‹Δεῦτε, | τέκνα, ἀκούσατέ μου*** δοκεῖν ἔχειν φόβον Θεοῦ, μὴ ἔχειν δὲ ἐκεῖνον τὸν κυρίως ὀνομαζόμενον φόβον Θεοῦ· ἢ οὐ φήσομεν δοκεῖν ἔχειν φόβον Θεοῦ τοὺς προθέσει φόβου Θεοῦ γάμων ἀπεχομένους καὶ 〈μὴ χρωμένουσ〉 βρώμασιν καὶ πόμασιν; Ἀλλ’ ὁ νοῦν ἔχων φήσει ὅτι οὐκ ἔστιν ἀληθῶς Θεοῦ φόβος ὁ ἐν ἐκείνοις ὡς οὐδὲ ἀλήθεια ***
10 Πλήθους ὄντος ἁμαρτημά|των, οὐ πάντως ἕκαστος ἔνοχός ἐστιν τοῖς πᾶσιν, ἀλλ’ οἵδε μὲν τῷδε τῷ ἁμαρτήματι, ἕτεροι τῷδε, ὥστε πάντας τοὺς ὑπὸ ἁμαρ‐ τίαν ὄντας ἐνόχους εἶναι, οὐ τὸν καθ’ ἕνα τοῖς πᾶσιν ἀλλὰ τὸν καθ’ ἕνα τινὶ τῶν πάν〈των〉 ‖ καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν. [Rom. 3, 19—20] ›Οἴ[δα]μεν δὲ [ὅ]τι ὅσα ὁ νόμος λαλεῖ τοῖς
15ἐν τῷ νόμῳ λ· ***142

144

Εἴπερ νόμον ἐνθάδε νομίζομεν μόνον λέγεσθαι τὸν Μωσέως, ἀπροσλογώ‐ τατα ἂν φάσκοι ὁ ἀπόστολος τὸ διὰ τοῦτο τοῖς ἐν τῷ νόμῳ λαλεῖν τὸν νόμον ὅσα λέγει ἵνα μηδεὶς ἀνθρώπων τόπον ἀπολογίας ἔχῃ περὶ τῶν ἑαυτοῦ ἁμαρτημάτων· τοιοῦτον γάρ ἐστιν | τὸ ‹Ἵνα πᾶν στόμα φραγῇ›. Τί 〈γὰρ〉
5κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μωσέως νόμου; Πῶς δὲ καὶ ἡ τῆς ἁμαρτίας ἐπίγνωσις διὰ τοῦ Μωσέως νόμου γίνεται, πολλῶν καὶ πρὸ Μωσέως ἐπεγνω‐ κότων τὰ ἴδια ἁμαρτήματα; Κάϊν μὲν γάρ φησιν· ‹Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με›. Οἱ δὲ εἰς Αἴγυπτον καταβάντες πρὸς τὸν Ἰωσὴφ πα‐ τριάρχαι λέγουσιν ἐπὶ τοῖς τοῦ Ἰωσὴφ πρὸς αὐτοὺς λόγοις τὸ ‹Ἐν ἁμαρτί|ᾳ
10ἐσμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ›· ἀλλὰ καὶ εἴπερ ὁ Ἰὼβ δείκνυται πρὸ Μωσέως γεγονέναι, φησίν. ›Εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου› καὶ τὰ ἑξῆς. Δοκεῖ δή μοι μετρίως ἐκ τούτων ἀποδεδεῖχθαι «νόμον» νῦν τῷ ἀποστόλῳ μὴ τὸν Μωσέως λέγεσθαι· εἰ δὲ μὴ ἐκεῖνός ἐστιν περὶ οὗ νῦν διαλαμβάνει, τίς
15ἂν ἄλλος εἴη περὶ οὗ ταῦτα διδάσκει ἢ ὁ φύσει νόμος, ὁ καὶ γραπτὸς ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις; Τίνες δ’ ἂν εἶεν οἱ ἐν τῷ νόμῳ ἢ πᾶς ὁ συμπληρώσας τὸν λόγον ἄνθρωπος; Οὐκ εἰσὶ γὰρ ἐν τῷ νόμῳ οἱ ἔτι ζῶντες χωρὶς
νόμου, ὁποῖος ἦν καὶ Παῦλός ποτε *** Ἀπολογί|ας γὰρ τόπος οὐδενὶ καταλείπεται144

146

ἀνθρώπῳ τ[ὴν γνῶσ]ιν τοῦ νόμου ἐν τῇ καρδίᾳ συμφυῶς ἔχοντι *** Ὅτε δὲ πᾶν φράττεται στόμα καὶ ὑπόδικος γίνεται πᾶς ὁ κόσμος τῷ Θε, δικαιοῦται ὁ Θεὸς μόνος ἐν τοῖς λόγοις ἑαυτοῦ καὶ νικᾷ ἐν τῷ κρίνεσθαι αὐτόν *** Τίς γὰρ ἀκούων τὰ ἀνάλογον τῷ ‹Λαός μου, τί ἐποίησά σοι
5ἢ τί ἐλύπησά σε ἢ τί παρε|νώχλησά σε; Ἀποκρίθητί μοι› ἔχοι ἂν παρρησίαν πρὸς τὸ ἀποκρίνασθαι καὶ φυγεῖν τὴν δίκην ᾗ πᾶς ὁ κόσμος ὑπόκειται; ***ἔλεγεν· Οὐκ ἐπιθυμήσεις· ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι’ αὐτῆς ἀπέκτει‐ νεν***
10 τινὰ μὲν κατὰ τήν του πρός τι σχέσιν ὠνόμασται ὡς πατὴρ υἱοῦ πατὴρ καὶ υἱὸς πατρὸς υἱός, | καὶ πολίτης πολίτου πολίτης, ἃ δὲ κατὰ διαφορὰν ὡς ἄνθρωπος ἵππος· οὐδενὸς γὰρ ἄνθρωπος ἄνθρωπος οὐδὲ ἵππος ἵππος. Ζητοῦμεν τοίνυν περὶ τοῦ νόμου, περὶ οὗ νῦν ἐξετάζειν χρή, πότερον κατὰ διαφοράν ἐστιν τὸ ὄνομα ὡς τὸ «ἄνθρωπος», ἢ κατὰ τὴν πρός τι σχέσιν ὡς
15ὁ πατήρ *** Ἄλλος δ’ ἂν εἴποι ὅτι ὥσπερ ὁ μονογενὴς τοῦ Θεοῦ ἐστιν αὐτο‐ λόγος καὶ αὐτοσο|φία καὶ αὐτοαλήθεια, οὕτως καὶ αὐτονόμος *** Ἐπεὶ γὰρ
οἱ ἐν σαρκὶ ζῶντες καὶ συμπληρώσαντες τὸν λόγον ἄνθρωποι αὐτοί εἰσιν οἱ146

148

ἐν τῷ νόμῳ, καὶ τούτων τὸ στόμα φράττεται ὅτε ἐλθούσης τῆς ἐντολῆς ἡ ἁμαρτία ἐν αὐτοῖς ἀναζῇ καὶ οὗτοι κόσμος τις ὄντες ὑπόδικοι γίνονται τῷ Θεῷ. Πλὴν οἱ ἅγιοι οὓς προέγνω καὶ προώρισεν καὶ ἐκάλεσεν καὶ ἐδικαίωσεν καὶ ἐδόξασεν νόμος εἰσὶ καὶ οὐκ ἐν νόμῳ· διόπερ οὐ φραγήσεται αὐτῶν τὸ στόμα,
5οὐδὲ ὑπόδικοι γενήσονται τῷ Θεῷ (οὐ γάρ εἰσι σάρξ)· ‖ καὶ εἰ δικαιοῦνται δέ, οὐκ ἐξ ἔργων νόμου δικαιωθήσονται· νόμος γὰρ οὐκ ἐξ ἔργων νόμου δικαιωθήσεται, αὐτόθεν δίκαιος ὢν καί, εἰ χρὴ οὕτως ὀνομάσαι, ἕξις δικαιοσύνης *** π[ῶ]ς̣ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας ἀλλ’ οὐκ ἐκ νόμου. Ἐφιστὰς γάρ τις τῷ νόμῳ καὶ τοῦτον κατανοῶν τά τε προσταττόμενα ὑπ’ αὐτοῦ ἐξε‐
10τάζων | καὶ τὰ ἀπαγορευόμενα θεωρῶν γινώσκει τὴν ἁμαρτίαν ὑφισταμένην ἐν τῷ παραλείποντι τὰ ποιητ〈έ〉α καὶ ἐν τῷ μὴ ἐκκλίνοντι τὰ ἀπαγορευόμενα. Ἐπίγνωσις μὲν οὖν ἁμαρτίας διὰ νόμου, οὐ ποίησις δὲ ἁμαρτίας. Τὸ μὲν γὰρ ποιοῦν ἁμαρτίαν πονηρὸν οὖσαν καρπὸν δένδρον ἐστὶν πονηρόν· οὐ δένδρον δὲ πονηρὸν [ὁ] νόμος· οὐ γὰρ πονηρὸν ὁ νόμος, ἀγαθὸν τυγχάνων. Οὕ|τω
15δὲ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας ὡς διὰ ἰατρικῆς ἐπίγνωσις νόσου καὶ μάλισ‐ τα[..]..τῆς ἐσθότε λανθανούσης καὶ αὐτὸν τὸν νοσοῦντα [καὶ το]ὺς ἀκροθι‐ γῶς ἐν τῇ ἰατρικῇ γενομένους θεωρίᾳ· ὥσπερ οὖν [ἐστιν] ἀγαθὸν ἡ ἰατρικὴ ἐπιστήμη φωρῶσα τὴν νόσον ὅτε διὰ τῆς ἰατρικῆς γίνεται ἐπίγνωσις αὐτῆς, οὕτως ἀγαθὸν | νόμος φωρῶν καὶ ἐλέγχων τὴν ἁμαρτίαν ὅτε δι’ αὐτοῦ ἐπί‐
20γνωσις αὐτῆς γίνεται *** [Rom. 3, 21—24] ὃ λέγει τοιοῦτόν ἐστιν· οὐχ ὥσπερ διὰ νόμου ἐπίγνω‐
σις ἁμαρτίας, οὕτως καὶ φανέρωσις δικαιοσύνης Θεοῦ διὰ νόμου γίνεται· χωρὶς γὰρ148

150

νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται· μείζων γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ Θεοῦ τῶν φυσικῶν ἀφορμῶν, αἵτινες οὐκ εἰσὶν αὐτάρκεις πρὸς τὸ κατανοῆσαι δικαιοσύνην, οὐχ ἁπλῶς ἀλλὰ τὴν αὐτοῦ τοῦ Θεοῦ, οὗ τὰ δικαιούμενα κρίματα ἀνεξερεύνητά ἐστι. Διὸ νυνὶ χωρὶς νόμου πεφανέρωται ἡ τοῦ Θεοῦ δικαιοσύνη ἧς διδάσκαλός
5ἐστιν Ἰησοῦς Χριστὸς φανερῶν αὐτὴν καὶ ἐν μηδενὶ παραλαμβάνων εἰς παρά‐ στασιν τῆς τοῦ Θεοῦ δικαιοσύνης τὸν τῆς φύσεως νόμον (ὁ μὲν γὰρ ἦν ἀνθρώ‐ πινος, ἡ δὲ τοῦ Θεοῦ δικαιοσύνη ὡς Θεοῦ ὑ|περέβαλε καὶ ὑπερῆρε πάντα τὰ ἀνθρώπινα) φανερουμένη 〈δ’〉 αὐτὴ χωρὶς τοῦ τῆς φύσεως νόμου ἐμαρτυρεῖτο ὥσπερ ὑπὸ τῶν προφητικῶν λόγων ἐξ ἁγίου πνεύματος αἰνιγματωδῶς εἰρημένων,
10καὶ ὑπὸ τοῦ προφήτου Μωϋσέως νόμου. Καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς οἷον· ‹Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; Ἐπάρατε τοὺς ὀφθαλ‐ μοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισ‐
15μὸν ἤδη›. Δὶς γὰρ ἐκεῖ ὁ θερισμὸς ὀνομασθεὶς κατὰ μὲν τὸ πρότερον ἐπὶ τὸ σωματικὸν | ἀναφέρεται, κατὰ δὲ τὸ δεύτερον ἐπὶ τὸ πνευματικόν. Τὸ δὲ
ὅμοιον εὑρήσεις καὶ ἐπὶ τοῦ ἀπὸ γενητῆς τυφλοῦ θεραπευθέντος, ᾧ ἐπιφέρει150

152

σωματικῶς γενομένῳ τὸ ‹Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται›. Οὕτω τοίνυν καὶ νῦν χωρὶς μὲν νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, τοῦ τῆς φύσεως, μαρτυρουμένη δὲ ὑπὸ νόμου τοῦ Μωσέως καὶ τῶν προφητῶν.
5Εἴποιμεν δ’ ἂν πρὸς τοὺς ἔτι ὀκνοῦντας παραδέξασθαι τὸ διττὸν σημαινόμενον τοῦ νόμου, ὅτι εἴπερ ὁ αὐτὸς νόμος παρείληπται ἔν τε τῷ ‹Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται› καὶ ἐν τῷ ‹Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν›· εἰ μὲν χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται· εἰ δὲ ὑπὸ τοῦ νό|μου μαρτυρεῖται οὐ χωρὶς τοῦ
10νόμου πεφανέρωται. Τῇ τοίνυν δικαιοσύνῃ τοῦ Θεοῦ φανερουμένῃ ὑπὸ Ἰησοῦ Χριστοῦ μαρτυρεῖ οὐδαμῶς μὲν ὁ τῆς φύσεως νόμος (μικρότερος γάρ ἐστιν αὐτῆς), ὁ δὲ Μωσέως νόμος, οὐ τὸ γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι τοῦ νόμου προφῆται καὶ ὁ ἐν αὐτοῖς πνευματικὸς λόγος *** Φυσικὰς μὲν γὰρ ἔχομεν ἀφορμὰς πρὸς σωφροσύνην καὶ τὸ ἐν ἀνθρώποις
15κοινωνικὸν καὶ δίκαιον καὶ φρόνησιν καὶ ἀνδρείαν, οὐδεμία δὲ ἀφορμὴ ἔστιν πρὸς τὸ πιστεῦσαι ὅτι Ἰησοῦς ‖ ἐ[στι]ν ὁ Χριστὸς τοῦ Θεοῦ. Διόπερ νυνὶ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, αὐτὴ δ̣ὲ̣ φ[αν]ερωθεῖσα χωρὶς τοῦ τῆς φύσεως νόμου δικαιοσύνη Θεοῦ, λέγω δὲ ὁ Χριστός, μαρτ]‐
ρουμένη ἐστὶν ὑπὸ τοῦ νόμου Μωσέως καὶ τῶν προφητῶν.152

154

Ἕτερον δὲ παρὰ τὸ ‹Οὐδὲν κρυπτὸν οὐ φανερωθήσεταί› ἐστιν τὸ ›Κεκαλυμμένον ὃ οὐκ ἀποκα|λυφθήσεται›, ὥστε κρυπτὸν μὲν τὸ κρεῖττον ὠνομάσθαι, κεκαλυμμένον δὲ τὸ χεῖρον, εἴπερ πᾶν τὸ φανερού‐ μενον φῶς ἐστιν. Εἰ δὲ μὴ τοιοῦτόν τι νοήσαιμεν περὶ τὸν τόπον, δόξει
5ταὐτολογία εἶναι *** πρῶτον τὸ τῶν δικαίων κρυπτὸν φανερὸν γενήσεται, εἶτα μετὰ τοῦτο τὸ κεκαλυμμένον καὶ δόλιον τῶν ἐναντίων ἀποκαλυφθήσεται καὶ οἱονεὶ ἐλεγχθήσεται *** καὶ πιστεύοντάς | γε Ἰησοῦ Χριστῷ ἢ πίστιν χωροῦντας ἣν Ἰησοῦς Χριστὸς αὐτοῖς ἐνεποίησεν εἰς τὸν Πατέρα *** δικαιοῖ τοὺς πιστεύοντας οὐ κατὰ μισθὸν ὀφειλόμενον· τ̣[ί γ]ὰρ πέπρακται καὶ
10κατώρθωται Ἰουδαίων τινὶ ἢ Ἕλληνι ἄξιον τοῦ τ[ὸν πρά]ξαντα δικαιωθῆναι; *** ἐφίστημι μήποτε οὕτω δύναται καὶ ὁ Σολομ[ῶν ἐν] ταῖς Παροιμίαις εἰρη‐ κέναι τὸ ‹Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτο[ς›· ὡς γ]ὰρ ψυχῆς πλοῦτος | ἴδιος ἡ σοφία τοῦ Θεοῦ καὶ ἡ δικαιοσύνη καὶ εἰρήνη καὶ [λόγο]ς καὶ αἱ λοιπαὶ ἀρεταί, ἴσον δύναται τὸ ‹Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος
15πλοῦτος› τῷ «Λύτρον ἀνδρὸς ψυχῆς ἡ ἀρετή», καὶ τῷ «Λύτρον ἀνδρὸς154

156

ψυχῆς Ἰησοῦς Χριστὸς ὅς ἐστιν Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καὶ τὰ λοιπά» *** [Rom. 3, 25—26] Τοῦτον τοίνυν ἱλασμὸν ποιησόμενον περὶ τῶν ἡμαρ‐ τηκότων ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπὶ τὸ | ἀθετηθῆναι τὴν τῶν ἁμαρ‐
5τημάτων φύσιν πάλαι προέθετο ὁ Θεὸς ἐσόμενον ἱλαστήριον συγχρησομένῳ εἰς τὸν περὶ τῶν δεομένων ἱλασμοῦ ἱλασμὸν τῇ πίστει τῶν ἐν τῷ ἱλασμῷ ἐσομένων *** πρότερον οὐδέπω ποιῶν τὸ ἔργον τοῦ εἶναι ἱλαστήριον· περιέ‐ μενεν γὰρ τὸν νῦν καιρὸν ἵνα μὴ τάχιον γινόμενος ἱλαστήριον ὁ τηλικοῦτος ὑπὲρ ὀλιγωτέρων | γένηται ἱλαστήριον *** καὶ γέγονεν τότε τοῦ ἱλαστηρίου
10ἔργον καὶ τῆς τοῦ Θεοῦ δικαιοσύνης ἔνδειξις, δεηθέντων τῶν πραγμάτων τῆς ἀπ’ ἀμφοτέρων ὠφελείας μετὰ τὸ πειραθῆναι μυρίων ὅσων προγενομένων ἁμαρτημάτων κατὰ πάρεσιν † αριθμων *** Ὁμολογουμένως δὲ πολλαχοῦ ἃ φέρει ὁ ἀπόστολος νοήματα ἀπὸ τῶν θη‐
σαυρῶν φέρει νόμου | καὶ προφητῶν *** καὶ ἔοικέν γε τὸ 〈ἐν〉 Ἐξόδῳ ἱλαστήριον156

158

ἀναφέρειν οὐκ ἐπ’ ἄλλον τινὰ ἢ τὸν Σωτῆρα· τοῦτον γὰρ προέθετο ὁ Θεὸς ἱλαστήριον *** χρυσίον δὲ καθαρὸν πολλαχοῦ τηρήσας συμβολικῶς λέγεσθαι τὸν καθαρὸν καὶ ἀμιγῆ πρὸς ὕλην νοῦν· τοιοῦτον δέ ἐστιν ἡμῶν τὸ ἱλαστήριον τὸ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸς Λόγος ἢ τάχα μᾶλλον ἡ
5τοῦ Ἰησοῦ ψυχή, ἐπεὶ ἁμαρ|τίαν οὐκ ἐποίησεν οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ οὐδὲ ἔγνω ἁμαρτίαν *** ‖ Φησὶν γάρ· ‹Ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί̣ ]ὸ μῆκος καὶ πλάτος καὶ βάθος καὶ ὕψος›· μεγάλης οὖν νοητικῆς, ἵν’ οὕτως ὀνομάσω, εὐτονίας καὶ ἰσχύος χρεία ἵν’ ἐξισχύσωμεν καταλαβέσθαι
10μῆκος μὲν καὶ πλάτος τοῦ ἱλαστηρίου, μῆκος δὲ καὶ πλά|τος καὶ βάθος τῶν στερεῶν οἷον τῆς κιβωτοῦ καὶ τῆς τραπέζης, μῆκος δὲ καὶ πλάτος καὶ βάθος καὶ ὕψος τῶν προσειληφότων τῇ οἷον σωματικῇ στερεότητι τὸ ὕψος τῆς νοητῆς φύσεως *** ἑρμηνεία Χερουβεὶν ἐπίγνωσις πεπληθυσμένη, τορευτὰ δὲ ταῦτά ἐστιν τὰ Χερουβεὶν πρὸς παράστασιν, ἀπὸ τῆς τορεύσεως καὶ ἀκριβείας,
15τῆς | θειότητος *** Τίς οὖν ἂν εἴη ἡ κιβωτὸς ἡ ὑποκειμένη τῷ ἱλαστηρίῳ καὶ τοῖς Χερ[ουβεὶν] ἤ, ὡς οἶμαι, ἱεραὶ καὶ μακάριαι καὶ χωρητικαὶ τῆς τε
τοῦ Μονογ[ενοῦς] καὶ τοῦ Ἁγίου Πνεύματος θειότητος δυνάμεις σώμασιν158

160

οἰκεῖαι .[.....]μ̣εναι καὶ τῆς κεχωρηκυίας ἀμφότερα τὰ Χερουβεὶν Ἰησοῦ ψυχ[ῆς οὔσ]η̣ς ἱλαστηρίου καὶ ὑπερκειμένης τὰ τροπικῶς | λεγόμενα κιβωτόν *** Πρὸς δὲ τὸ ἀνὰ μέσον τῶν δύο Χερουβεὶν γινώσκεσθαι τὸν χρηματίζοντα παραλήμψει ῥητὸν ἀπὸ τοῦ Ἀμβακοὺν οὕτως ἔχον· ‹Κύριε, εἰσακήκοα
5τὴν ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην· ἐν μέσῳ δύο ζῴων γνωσθήσ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ*** καὶ ἁρμόζει γε τὸ | ‹Ὃν προέθετο› τῇ τοῦ Ἰησοῦ μᾶλλον ψυχῇ ἢ τῷ Μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως· προτίθεται μὲν γὰρ ὁ Θεὸς τὰ μηδέπω ἐνεστηκότα, ἔθετο δὲ ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ
10πρῶτον ἀποστόλους (οὐ προέθετο· ἤδη γὰρ ἦσαν), δεύτερον προφή‐ τας, τρίτον διδασκάλους καὶ τὰ ἑξῆς *** Δίκαιον δὲ παραθέσθαι τοὺς μετὰ αἵματος γενομένους κατὰ τὸν νόμον ἱλασμούς, ἵν’ εὑ‐ ρεθῇ ἐκ τῶν παρατιθεμένων καὶ ὧν ἐστι σύμβολα τὰ γεγραμμένα. Γέγραπται τοίνυν μετὰ τὴν τοῦ ἀρχιερέως θυσίαν ἐν τῷ Λευιτικῷ· ‹Ἐὰν δὲ πᾶσα συναγωγὴ ἀγνοήσῃ καὶ
15λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἁπασῶν τῶν ἐντολῶν Κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς ἁμαρτίας›· εἶτα μετ’ ὀλίγα ‹Καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ
αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου›· καὶ πάλιν μετ’ ὀλίγα160

162

Καὶ ποιήσει, φησί, τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τῆς ἁμαρ‐ τίας· οὕτως ποιηθήσεται αὐτῷ καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς, καὶ ἀφε‐ θήσεται αὐτοῖς›. Οὐκοῦν αἵματι ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης τῆς συνα‐ γωγῆς ἵνα | ἀφεθῇ αὐτοῖς *** ἐν αὐτῷ ἐστιν καὶ τὸ ἱλαστήριον καὶ ἀρχιερεὺς
5καὶ τὸ θυόμενον ὑπὲρ τοῦ λαοῦ *** ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ ἑαυτοῦ αἵματι, ἱλαστήριον δὲ διὰ τὴν πάρεσιν τῶν γεγο‐ νότων ἁμαρτημάτων, ἵνα πάρεσις γένηται τῶν προγεγονότων ἁμαρτημάτων, τουτέστιν συγχώρησις | καὶ ἄφεσις, τοῖς πιστεύουσιν *** ἐκ γὰρ τῶν παρα‐ κειμένων λέξεων τοῦ τε πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυ‐
10μίας καὶ ἡ μεταξὺ αὐτῶν ὀνομασθεῖσα ἀνοχὴ....αινει παρὰ τὸ ἀνέχεσθαι πεποιημένη *** καὶ δικαιῶν τὸν ἐκ πίστεως, τουτέστιν τὸν πιστεύοντα εἰς Ἰησοῦν καὶ διὰ Ἰησοῦ τῷ Θεῷ, καὶ οὐκ ἄ[το]π̣όν γε προλαβόντας εἰς τὸ »δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ» εἰπεῖν [ὅτι] ὥσπερ Ἀβραὰμ ἐπίσ‐ τευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαι|[οσ]νην, οὕτως τοῖς
15πιστεύσασιν εἰς τὸν Ἰησοῦν ἢ εἰς τὸν Θεὸν διὰ τοῦ Ἰησοῦ λο[γίζ]εται ὁ Θεὸς τὴν πίστιν εἰς δικαιοσύνην, καὶ οὕτω δικαιοῖ τὸν ἐκ π[ίσ]τεως Ἰησοῦ *** εἰ μὴ ἄρα ἡ μὲν οὐσία αὐτοῦ ἱλαστήριον, ἡ δὲ ἐνέργεια ἱλασμός *** | τούτων δὲ τὴν τάξιν οἶμαι αἰνίττεσθ[αι] τὸ Λευιτικόν, πρῶτον μὲν νομοθετοῦν περὶ δώρων, δεύτερον δὲ περὶ θυσιῶν σωτηρίου καὶ τρίτον περὶ ψυχῆς ἁμαρτούσης
20ἀκουσίως *** [Rom. 3, 27—28] πρώτους ἐκείνους πεπιστεῦσθαι τὰ λόγια
τοῦ Θεοῦ καὶ ὅσον ἐπὶ τούτῳ τὸ κατὰ τῶν ἐθνῶν ἰουδαικὸν καύχημα162

164

π̣[αραστ]ήσας, νῦν αὐτὸ περιγράφει τῷ ἐπενηνοχέναι μετὰ τὸ περ[ισσὸν] τοῦ Ἰουδαίου καὶ τὴν ἀπὸ τῆς περιτομῆς ὠφέλειαν ὡς ἄρα ε̣[ἷς Θ]εὸς ἀλη‐ θής ἐστιν, | πᾶς δὲ ἄνθρωπος ψεύστης *** διὸ πᾶν τὸ δοκοῦν τ[οῖς Ἰουδ]αίοις εἶναι καύχημα ἐκκλείεται καὶ ὡσπερεὶ κωλύεται, νόμου πίστεως δικαιοῦντος
5τὸν δικαιούμενον καὶ οὐ νόμου ἔργων· οὔτε γὰρ ἀμφότεροι οἱ νόμοι δικαιοῦσιν ἅμα, οὔτε ὁ τῶν ἔργων νόμος· ἀρκεῖ γὰρ εἰς δικαίωσιν ὁ τῆς πίστεως, ἐπεὶ ἔστιν ποτὲ ἤδη τυχεῖν τῆς δικαι|ώσεως πιστεύσαντα μόνον καὶ τὸ καθόλου μηδὲν ἐργασάμενον. Ἔχομεν γοῦν παραστῆσαι τὸν ἐκ μόνης πίστεως χωρὶς ἔργων δικαιούμενον, ὁποῖος ἦν ὁ τῷ Ἰησοῦ συσταυρωθεὶς λῃστής, καὶ τὴν ἐν
10τῷ κατὰ Λουκᾶν ἁμαρτωλὸν γυναῖκα τὴν κομίσασαν ἀλάβαστρον μύρου καὶ στᾶσαν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ διαπραξαμένην ἅπερ ἀναγέγραπται πεποιη‐ κέναι *** καὶ ἐξ οὐδενός γε ἔργου νόμου ἀλλ’ ἐκ τῆς πίστεως ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς ὅτε εἶπεν αὐτῇ· ‹Ἀφέωνταί σοι αἱ ἁμαρτίαι› καὶ ‹Ἡ πίστις | σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην›. Καὶ πολλαχοῦ δὲ τοῦ
15εὐαγγελίου τὸ ‹Ἡ πίστις σου σέσωκέν σε› λέγεται, ἵνα μάθωμεν ὅτι καλῶς λογιζόμεθα δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου. Ἀλλ’ εἰκός τινα τούτων ἀκούσαντα ἀμελήσειν τῆς κατὰ Θεὸν πολιτείας ὡς ἀρκούσης πίστεως εἰς δικαίωσιν. Φήσομεν δὲ πρὸς τοῦτο ὅτι μετὰ δι|καίωσιν ἀδικία γενομένη
ἠθέτησεν τὴν χάριν τοῦ δικαιώσαντος ***164

166

προλαμβάνει οὖν τὰ ἐσόμενα μετὰ τὴν ἐκ πίστεως δικαίωσιν ἔργα ἡ ἀρκου‐ μένη μόνη τῇ πίστει ἀπὸ Θεοῦ δικαίωσις, ἵν’ ὁ δικαιούμενος μὴ καυχήσεται ἐνώπιον τοῦ Θεοῦ ὡς μηδὲν ἀπὸ Θεοῦ δῶρον λαβών, ἀλλ’ ἐξ ἔργων νόμου δικαιωθείς. Ἐγὼ δ’ οἶ‖μαι ὅτι καὶ τὰ πρὸ τῆς πίστεως ἔργα, κἂν δοκῇ εἶναι
5δεξιά, ὡς μὴ ἐποικοδομηθέντα καλῷ θεμελίῳ τῇ πίστει, οὐ δικαιοῖ τὸν ποιή‐ σαντα αὐτά. Καὶ ἐπεὶ πᾶσα ἡ ἐξ ἔργων ἀπεκλείσθη πᾶσιν ἀνθρώποις καύ‐ χησις, διὰ τοῦτο πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, κἂν ἀληθεύων λέγῃ· ‹Ὁ Θεός, | εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀν‐ θρώπων ἅρπαγες, ἄδικοι, μοιχοί› καὶ τὰ ἑξῆς ***
10 διὰ νόμου πίστεως ἐκκλείεται μὲν πᾶσα καύχησις ἣν καυχήσαιντο ἂν οἱ μὴ νοοῦντες τὴν ἐκ πίστεως δικαίωσιν, οὐκ ἐκκλείεται δὲ ἡ ἐξ αὐτῆς τῆς πίστεως καύχησις, ὁποία ἦν ἡ Παύλου λέγοντος· ‹Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ | ἐν τῷ σταυρῷ τοῦ Κυρίου μου Ἰησοῦ δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ›. Μονονουχὶ γάρ φησιν ὅτι μὴ γέ‐
15νοιτο καυχᾶσθαι ἐπὶ σωφροσύνῃ μ[ηδὲ ἐπὶ] δικαιοσύνῃ, μηδὲ ἐπὶ εὐσεβείᾳ ἢ ταῖς λοιπαῖς ἀρεταῖς, ἢ ἐν μόνῳ τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ [.. Τίς δ]ὲ τὸ τῆς σωφροσύνης καθαρὸν κατανοήσας μὴ χρῃζούσ[ης ....]σθαι πρὸς τὰς ὀρέξεις καὶ τὰ πάθη ἀνατρέπειν τὸν λογισμ[ὸν κινδυ]νεύοντα καυχήσαιτο ἂν ὡς σώφρων | ἄνθρωπος σάρκα περικείμενος· ἀγαπητὸν γὰρ εἰ τὴν ἐγκρά‐
20τειάν τις ἀναλάβοι ἕξιν, ὥς φασίν τινες τῶν περὶ ταῦτα δεινῶν, ἐλάττονα166

168

τῆς σωφροσύνης τυγχάνουσαν. Καὶ τίς ἀναγινώσκων τὸ ‹Ὃς ἂν ἐμβλέπῃ γυναικὶ πρ*** Τίς δ’ οὕτως δυνατὸς ὥστε μὴ ἄν ποτε τὸ μὴ σοφὸν σοφὸν νομίσαι μηδὲ τὸ σοφὸν οὐ σοφόν; | Τὸ δ’ ἀνάλογον νοήσας περὶ τῶν λοιπῶν ἀρετῶν ὄψει πῶς πᾶσα καύχησις ἐξεκλείσθη ἀπὸ τοῦ γένους τῶν ἀνθρώπων
5καὶ ἀληθῶς πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεο, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι *** τὸ ‹Ποῦ οὖν ἡ καύχησις;› καὶ ἀποκεκρίσθαι πρὸς τὸ πύσμα αὐτὸν ἑαυτῷ λέγοντα· ‹Ἐξεκλείσθη*** διὸ τάχα ἐπι|φέρεται· ‹ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ καὶ ἐθνῶν;› Ὁ γὰρ τοῦ Θεοῦ νόμος, ὁ τοῦ νόμου τοῦ γράμματος κυριώτερος, ὁ ἐγγραφεὶς
10ταῖς καρδίαις τῶν ἀνθρώπων ὑπὸ τοῦ Θεοῦ τῶν μὴ Ἰουδαίων μόνον ἀλλὰ καὶ ἐθνῶν. Ὁ δὲ μὴ εἰδὼς ὅτι ἡ καύχησις ἐξεκλείσθη δι[ὰ] τοῦ τῆς πίστεως νόμου, ἐκ τῆς ἀγνοίας καυχήσεται μηδὲ ὑπὸ | Σολομῶντος εἰρημένῳ ἐπιστήσας τοῦτον ἔχοντι τὸν τρόπον· ‹Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ἢ τίς παρρησιάσεται λέγων καθαρ[ὸ]ς εἶναι ἀπὸ ἁμαρτιῶν;***
15[Rom. 3, 29—30] Ποῖος δὲ Θεὸς τῶν ἐν κρυπτῷ Ἰουδαίων Θεός ἐστιν,
ἵνα συμπεριφερομένως αὐτ[ο]ῖς εἴπω, καὶ τῶν ἑτέρων παρὰ τούτους ἐθνῶν;168

170

Εἰ μὲν γὰρ ὁ κατ’ αὐτοὺς ἀγένητος, πῶς ἂν εἴη καὶ τῶν ψυχικῶν μὴ γινωσ‐ κόντων αὐτὸν Θεός; Εἰ δὲ ὡς αὐτοὶ χωρίζουσιν ὁ δημιουργός, πῶς ἂν εἴη οὗ|τος τῶν πνευματικῶν Θεός; Πῶς δὲ κατ’ αὐτοὺς εἴπερ Θεὸς οὐκ ἔστιν Θεὸς νεκρῶν ἀλλὰ ζώντων εἴη ἂν καὶ τῶν ἐθνῶν ἢ ὡς ἂν ἐκεῖνοι ὀνομά‐
5σαιεν τῶν ψυχικῶν Θεός, μὴ τυγχανόντων τῆς τῶν ζώντων προσηγορίας; *** Ἔοικεν δὲ καὶ διὰ τούτων παριστάνειν ὅτι πιστεύσαντες εἰς τὸν Ἰησοῦν εἴτε οἱ περιτεμνόμενοι εἴτε οἱ ἀκρόβυστοι σῴζονται [ὅ]τ̣αν ἔτι οἱ μὲν | ἕτεροι τὰ τοῦ νόμου Μωσέως πράττωσιν κατὰ [τ]ὸ δυνατόν, οἱ δὲ λοιποὶ κατὰ τὴν Χριστοῦ ἐλευθερίαν πολιτεύωντ[αι] ***
10 Μετὰ ταῦτα ἐπιστήσωμεν τίνι διαφέρει ἡ ἐκ πίστεως δικαι[ουμένη] περι‐ τομὴ τῆς οὐκ ἐκ πίστεως ἀλλὰ διὰ πίστεως δικαιου[μένης ἀ]κροβυστίας. Οὐ γὰρ νομιστέον ὡς ἔτυχεν τὸν Παῦλον ἐπὶ [μὲν τῆς] περιτομῆς κε|χρῆσθαι τῇ «ἔκ» προθέσει, ἐπὶ δὲ τῆς ἀκροβυστίας τῇ «διά». Οὐδὲ γὰρ ἐν ἄλλοις φαίνεται τῇ διαφορᾷ τούτων ὡς ἔτυχεν χρησάμενος (οἷον ἐν τῇ πρὸς Κορινθίους ‹
15γυν, φησίν, ἐκ τοῦ ἀνδρός, ὁ δὲ ἀνὴρ διὰ τῆς γυναικός›), καὶ περὶ
τοῦ Θεοῦ που διαλεγόμενος ὅτι ‹Δι’ αὐτοῦ καὶ ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν170

172

τὰ πάντα›. Δοκεῖ δή μοι οἰκειότερον εἶναι | τὸ «ἔκ τινος» τῷ «ἐξ οὗ» ἤπερ τὸ «διά τινος» τῷ «δι’ οὗ», καὶ προσεχέστερον τὸ «ἔκ τινος» τῷ «ἐξ οὗ» ἤπερ τὸ «διά τινος» τῷ «δι’ οὗ». Ἡ μὲν γὰρ πρώτως ἐξ ἀνδρός ἐστιν, οὐδέ‐ ποτε δι’ ἀνδρός· οὐ γὰρ ἐξ ἄλλου ποτὲ γυνὴ ἵνα γένηται δι’ ἀνδρός, καὶ
5μάλιστα ἐπὰν ἀκούῃς τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν διὰ τὸ ‹Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς | σαρκός μου›. Ὁ δὲ ἀνὴρ οὐδέποτε ἐκ τῆς γυναικός· ἀλλὰ καὶ αὐτὸς πρώτως ἐξ ἀνδρὸς ὢν μετὰ ταῦτα γίνεται διὰ γυναικός· ἀλλὰ τοῦτο οὐκέτι ἁρμόζει ἐπὶ τοῦ Ἀδὰμ ἀλλ’ ἐπὶ παντὸς ἀνδρὸς μετ’ ἐκεῖνον *** πάλιν τε αὖ οὐκ 〈〈ἂν〉〉 εἶπεν ἡ γραφή· Πάντα διὰ τοῦ Θεοῦ
10ἐγένετο ἀλλὰ Πάντα διὰ τοῦ λόγου καὶ οὐχ ὑπὸ τοῦ λόγου οὐδ’ ἐκ τοῦ λόγου *** Ἐπεὶ τοίνυν εὐγενέστερον περιτομὴ ἀκροβυστίας, δικαιοῦται περιτομὴ 〈ἐκ πίστεωσ〉 ὡσπερεὶ βέλτιον τῆς ἀκροβυστίας ὑπάρχον, τὸ δὲ ὑποδεέστερον ἡ ἀκροβυστία ὁδεύει διὰ τῆς πίστεως ἵνα δικαιωθῇ, οὐκ ἐλθοῦσα ἐκ πίστεως· πιστεύσας γάρ τις ἔρχεται εἰς τὴν
15περιτομήν, καὶ μάλιστα ἥν φησιν ὁ ἀπόστολος τὴν ἐν κρυπτ· ὥστε βέλτιον ἐκ πίστεως δικαιωθῆναι ἢ διὰ πίστεως, ὡς βέλτιον νοεῖται τὸ «ἐξ ἀνδρὸς» καθὸ ἐξ ἀνδρός 〈ἢ〉 τὸ «διὰ γυναικός» καθὸ διὰ γυναικός. Περὶ δὲ τοῦ Σωτῆρος οὐκ εἴρηται «διὰ γυναικὸς» ἀλλ’ «ἐκ
γυναικός», ὅτι ἐπὶ παντὸς μὲν ἀνθρώπου χώραν ἔχει τοῦτο, ἐπεὶ πρὸ τοῦ διὰ γυναικὸς172

174

γέγονεν ἐξ ἀνδρός, ἐπὶ δὲ τοῦ Σωτῆρος μὴ γενομένου ἐξ ἀνδρὸς οὐκ ἔχει τὸ γεγονέναι αὐτὸν διὰ γυναικός· διόπερ ἐκεῖ, ἐπεὶ τὸ γεγενημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, ἡ σὰρξ αὐτοῦ, μὴ γενομένη ἐξ ἀνδρός, γέγονεν ἐκ γυναικὸς καὶ οὐ διὰ γυναικός. [Rom. 3, 31] ζητοῦμεν διὰ τί μὴ εἶπεν «Ἐκ πίστεως» ἀλλὰ ‹Διὰ τῆς
5πίστεως›. Τὸ ἐκ πίστεως δικαιούμενον ἡ περιτομή ἐστιν, καὶ οὐκ ἀμφιβάλλομεν εἰ μὴ καταργεῖται ἐκ πίστεως νόμος, δικαιουμένης ἐκ τῆς πίστεως τῆς περιτομῆς· τῆς δὲ ἀκρο‐ βυστίας διὰ τῆς πίστεως δικαιουμένης, 〈ἆρα διὰ τῆς πίστεωσ〉 καταργεῖται ὁ νόμος; Ἀλλὰ νῦν νόμον ἐλάβομεν τὸν Μωσέως διὰ τῆς πίστεως οὐ καταργούμενον· ἡ γὰρ πίστις ἵστησι καὶ τὸν νόμον ὡς ἐκ Θεοῦ ὄντα· πρόδηλον δὲ ὡς περὶ τῆς ὀρθῆς πίστεως φαμέν ***
10Ἵστησιν οὖν πᾶς ὁ ἅγιος καὶ ὑγιῶς πιστεύων τὸν νόμον καὶ μάλιστα τὸν πνευματικὸν καὶ οὐδαμῶς αὐτὸν καταργεῖ *** Εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους ἐπιστολῆς τὸ ‹Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν
15καταργουμένην›, ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστι τὸ «Νόμος οὖν καταργεῖται;» τῷ «Νόμον
οὖν καταργοῦμεν;» Οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον· εἰ γὰρ174

176

καὶ καταργεῖται ὁ νόμος, ὑπὸ τῆς ὑπερβαλλούσης δόξης καταρ|γεῖται καὶ ὡς ἂν εἴποιμι οὐχ ὑπὸ Παύλου οὐδ’ ὑπὸ ἄλλου τινὸς τῶν ἁγίων ἀνδρῶν, ἀλλ’ ὑπὸ τούτου ὅς φησιν κύριος εἶναι τοῦ σαββάτου. Καὶ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ὡς πρὸς σύγκρισιν τῆς ὑπερβαλλούσης δόξης.
5Μένον γοῦν ὠνόμασε τὸ Χριστοῦ· τὸ δὲ μὴ μένον καταργούμενον, ἐπεὶ ὁ νόμος παιδαγωγὸς ἕως ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου· καὶ ὥσπερ εἴποιμ’ ἂν τὸ ἔργον τοῦ παιδαγωγοῦ ἀναγκαῖον εἶναι ἕως νηπι[ός] ἐστιν ὁ παι‖δαγω‐ γούμενος, καταρ[γ]εῖ[σ]θαι δὲ τὸ ἔργον τοῦ παιδαγωγοῦ ἀπὸ τῆς τελειότητος τοῦ παιδαγωγουμένου, οὕτως ἂν εἴποιμι καταργεῖσθαι τὸ ἔργον τοῦ νόμου
10ὅτε ἔρχεται τὸ πλήρωμα τοῦ χρόνου, ὅτε καὶ ὁ υἱὸς ὅ ποτε μὴ διαφέρων δούλου ἀπολαμβάνει τὴν πα|τρῴαν κληρονομίαν *** ὡς γὰρ καταργεῖται ἡ ἐν Παύλῳ καὶ ἐν Πέτρῳ γνῶσις οὐ λοιδορ[ο]υμένη ἐν τῷ καταργεῖσθαι ἀλλ’ ὅταν ἔλθῃ τὸ τέλειον, οὕτω[ς] Παῦλος μὲν οὐ καταργεῖ τὸν νόμον, ἀλλ’ ἵσ‐ τησιν· ἐὰν δὲ ἀποκαλυφθ[ῇ] ἡ ὑπερβάλλου[σ]α δόξα τοῦ Χριστοῦ, τότε τὸ
15πρὸ αὐτῆς [..].ι φαινόμενον καὶ λεγόμενον εἶναι δεδο|ξασμένον ὑ̣[πὸ τῆς
ὑπ]ερβαλλούσης δόξης 〈καταργεῖται〉 *** τοιούτων τινῶν ἔχεται καὶ τ̣[ὸ176

178

Ἐκεῖνον δ]ε̣ῖ̣ α̣ὐ̣ξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι›, ὥστε τὰ τῆς νη̣[πιότη‐ τος] καὶ ὁ παραλημφθεὶς δι’ αὐτὴν παιδαγωγὸς ἀπὸ τ[ῆς τελειό]τητος καταρ‐ γεῖται καὶ οὐκ ἀπ’ αὐτοῦ τοῦ παιδαγω[γου]μένου. Φησὶν γάρ· ‹Νόμον οὖν καταργοῦμεν διὰ | τῆς πίστεως; Μὴ γένοιτο›. Οὐκ εἶπεν· «Νόμος
5οὖν καταργεῖται;» ἀλλὰ ‹Νόμον οὖν καταργοῦμεν;› Ὅμοιον δὲ καὶ τὸ ›Ἀλλὰ νόμον ἱστάνομεν›.
7tTome VI
7 [Rom. 4, 1—8] ›Τ[ο]ὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπά‐ τορα ἡμῶν κατὰ σάρκα;› δύο προειπὼν εἶναι νόμους, ὧν τὸν μὲν ἕτερον νόμον ἔργων ὠνόμασεν,
10τὸν δὲ ἕτερον νόμον πίστεως, καὶ φήσας ἐκκεκλεῖσθαι τὴν καύχησιν οὐ διὰ τοῦ νόμου τῶν ἔργων ἀλλὰ διὰ τοῦ νό|μου τῆς πίστεως καὶ τούτοις ἐπαγαγὼν ὡς ἄρα δύνασθαι δὲ πίστει δικαιοῦσθαι τὸν ἄνθρωπον χωρὶς ἔ[ρ]γων νόμου *** δεύτερον δὲ [π]ερὶ τοῦ Ἀβραὰμ παριστὰς ὅτι ἐκ πίστεως μᾶλλον ἐδικαιώθη ἤπερ ἐ[ξ ἔ]ργων *** οὐδὲν ἧττόν φησιν αὐτὸν κατ[ο]ρθῶσαι τὰ ἔργα ὡς
15φιλοῦντα παρακολουθεῖν τῇ ἀξίᾳ δικαιώσεως πί[σ]τει *** καθ’ ὅλον δὲ τοῦτον | τὸν τόπον δύο ἔοικεν ὑποβάλλειν δικα[ι]ώσ[εις 〈ὧν〉 τ]ὴν μὲν ἑτέραν ἐξ ἔργων ὠνόμασεν, τὴν δὲ λοιπὴν ἐκ πίστε[ως .......].θαι ἀπὸ νόμου Θεοῦ *** ἡμεῖς δέ φαμεν ὅτι .η..[............].ς ἀνθρώπους ἔχει καύ‐
χημα ὁ ἐξ ἔργων δικαιούμενος [..........] πᾶσαν λογικὴν φύσιν τὴν ἔξω178

180

τοιούτων σωμάτων [..........]αν εἴη ὁ τελεί|ως προνοῶν καλὰ τοῦ Θεοῦ μὲν ἐνώπιον ἐν πίστ[ει ἣν λο]γίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, ἀνθρώπων δὲ ἐνώπιον καὶ τῶν λοιπῶν λ[ο]γικῶν φύσεων ἐξ ἔργων ἀφ’ ὧν δίκαιον ἀποφαίνουσιν τὸν ποιητὴν καὶ μόνοι ἄλλοθεν μὴ δυνάμενοι δικαιοῦν τινα ***
5δικαιοσύνην οὖν ἀσκητέον συνέντας ὅτι ἡ ζωὴ δικαίῳ καὶ οὐκ ἄλλῳ τινὶ γίνεται προσπα|ραλαμβάνοντι τῇ δικαιοσύνῃ τὴν εἰς Θεὸν πίστιν τὴν ε.... ραφην τῆς ζωῆς ἐν αὐτῇ † μελλον ἔχουσαν † η τῇ δικαιοσύνῃ *** Ἐπεὶ τοίνυν δύο εἰσὶν δικαιώσεις, ἡ μὲν παρὰ Θεῷ δικαιοῦσα, ἡ ἐκ πίσ‐ τεώς ἐστιν, ἡ δὲ παρὰ τοῖς λοιποῖς λογικοῖς, ἡ ἐξ ἔργων, οὕτω πληρουμένου
10τοῦ ‹Ἐκ πίστεώς μου ὁ δίκαιός μου ζήσεται›, ἐφαρ|μόσεις ταῖς δύο δικαιώσεσιν καὶ τὸ ‹Τὰ κρυπτὰ Κυριῷ τῷ Θεῷ σου, τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν›, λέξεις δὲ τὰ μὲν Κυρίῳ τῷ Θεῷ βλεπόμενα κρυπτὰ κατὰ τὴν παρὰ Θεῷ δικαιοῦσαν πίστι[ν], τὰ δὲ τοῖς ἀνθρώποις φανερὰ καὶ τοῖς λοιποῖς λογικοῖς κατὰ τὴν ἐξ ἔργων δικαίωσιν. Καὶ μὴ νομί‐
15σῃς δύνασθαι μὲν πίστιν εἶναι | ἔν τινι ἣν λογίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, συνυπάρχειν δὲ ταύτῃ οἷόν τε εἶναι τῇ τοιαύτῃ πίστει ἀδικίαν, ἤ τινα κακίαν. Εἰ γὰρ ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν ἐκ τοῦ Θεοῦ γεγέν‐ νηται, δὲ ἐκ τοῦ Θεοῦ γεγεννημένος οὐχ ἁμαρτάνει, δηλονότι ὁ πιστεύων ὅτ[ι] Ἰησοῦς ὁ Χριστός ἐστιν οὐχ ἁμαρτάνει, ὁ δὲ ἁμαρτάνων οὐ
20πιστεύει *** | Πατέρα δὲ ἑαυτοῦ καὶ τῶν ἐκ περιτομῆς λέγων εἶναι τὸν Ἀβραὰμ ὁ Παῦ‖λος προστίθεται ὡς ἄρα πατὴρ ἦν κατὰ σάρκα, ὅπερ οὐχ ἡγοῦμαί [τι]να τῶν
ἀπὸ τῶν ἐθνῶν ὑγιῶς ἂν λέξειν, ἐὰν 〈μὴ〉 ἄρα τις ἐκ σπέρματος τυγχάνῃ180

182

Ἰσμαὴλ ἢ ἀπό τινος τῶν ἐξ Ἠσαῦ γενομένων ἢ καὶ ἀπ[ὸ] τῶν Χεττούρας υἱῶν· οὐδεὶς γὰρ τῶν ἔξω τοῦ ἀπὸ τούτων γένους | [κ]αὶ τοῦ ἀπὸ Ἰακὼβ ὑγιῶς ἂν λέγοι κατὰ σάρκα ἑαυτοῦ πατέρα εἶναι τὸν Ἀβραάμ, εἰ καὶ πατέρα πολλῶν ἐθνῶν ἔθηκεν αὐτὸν ὁ Θεὸς καὶ εὐλογοῦνται ἐν αὐτῷ π[ᾶ]σαι
5αἱ φυλαὶ τῆς γῆς *** Μόνος γὰρ [.]ν ἐκεῖνος υἱὸς ἂν εἴη τ[ιν]ὸς κατὰ σάρκα ὃς γεγέννηται ἐκ σπέρματός τινος κατὰ σάρκα, ὥσπε[ρ] ἐπὶ τοῦ Σωτῆρος ἡμῶν εἴρηται κατὰ | τὴν ἀρχὴν τῆ[ς] ἐξεταζομένης ἐπιστολῆς τὸ ‹Τοῦ γενομένου ἐκ σπέρματος Δα[υὶδ κατὰ σάρκα›] *** ὅτε καὶ ἀποσκηνώσας Ἀβραὰμ [λ]θὼν κατῴ[κησε παρὰ τ
10δρῦν τὴν ἐν Μαμβρ, ἣ ἦν ἐν Χεβρών, καὶ ᾠκ[οδόμησεν ἐκ]εῖ θυσιαστήριον Κυρίῳ *** Ὑπερβολικῶς μὲν οὖν [......... κ]ἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθις|τάναι, ἀγάπην [δὲ μὴ ω, οὐδὲν ὠφελοῦμαι, καὶ ὥσπερ ὑποθέσεως ἕνεκεν τοῦτο παρείλημπται. Οὐ γὰρ δυνατὸν ἔχειν τὴν τηλικαύτην πίστιν, λέγω δὲ τὴν πᾶσαν ὥστε ὄρη
15μεθιστάναι, καὶ μὴ ἔχειν ἀγάπην *** Χρὴ δὲ ἀκριβῶς εἰδέναι ὅτι τὸ ἔχειν πᾶσαν τὴν πίστιν ἀπὸ ἀγάπης ἔρχεται, περὶ ἧς γέγραπται· ‹Ἡ ἀγάπη πάντα | πιστεύει*** Ἐπὶ τίνι ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ οὐ πάνυ σαφῶς διηγή‐ σατο ἡ γραφή· ἔοικεν δὲ ὁ ἀπόστολος καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. Καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος· εἰ δ’ ἐπὶ τοῖς εἰρημένοις
20ἐπίστευσεν τῷ Θεῷ, οὐκ ἀκολουθεῖ ὅτι καθόλου ἐπίστευσεν *** ἔστιν διάφορα μέτρα
τοῦ πιστεύειν Θεῷ· διὸ Ἀβραὰμ μὲν ἐπίστευσεν καὶ ἐλογίσθη αὐτῷ εἰς182

184

δικαιοσύνην, οὐδὲν δὲ τοιοῦτον γέγραπται, ἡνίκα ἐπεῖδεν Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησεν Κύριος τοῖς Αἰγυπτίοις καὶ ἐφο‐ βήθη ὁ λαὸς τὸν Κύριον καὶ ἐπίστευσαν τῷ Κυρίῳ καὶ Μωσεῖ τῷ θεράποντι αὐτο, οὐ | πρόσκειται δὲ ὡς ἐπὶ τοῦ Ἀβραὰμ τὸ ‹Ἐλογίσθη
5αὐτῷ εἰς δικαιοσύνην›. Οὐ παντὶ οὖν τῷ πιστεύοντι Θεῷ λογίζεται ἡ πίστις εἰς δικαιοσύνην ἀλλὰ τῷ πᾶσαν τὴν πίστιν ἔχοντι, ἥντινα πίστιν οὖσαν δικαιοσύνην λογίζεται εἰς δικαιοσύνην ὁ Θεός *** οὐχ ὡς χάρις ἀλλ’ ὡς ὀφείλημα· οὐδὲν δὲ κατορθοῦσθαι δύ|ναται τηλι‐ κοῦτον τῇ τῶν ἀνθρώπων ἤ τινος τῶν γενητῶν φύσει, ὥστε ἐπὶ τοῖς κατορ‐
10θώμασιν τὸ διδόμενον ὑπὸ τοῦ Θεοῦ ἆθλον μὴ χάριν εἶναι ἀλλ’ ὀφείλημα· καὶ εἴποιμι 〈ἂν〉 γὰρ οὐδὲν ὧν δίδωσιν ὁ Θεὸς τῇ γενητῇ φύσει ὡς ὀφείλων δίδωσιν ἀλλὰ πάντα ὡς χάριν δωρεῖται· καὶ πάντα τὰ εὐεργετούμενα οὐκ ὀφειλο‐ μένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τῷ βούλεσθαι τὸν Θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν οὓς ἂν εὐεργετῇ *** Πᾶς μὲν ‖ .......ν ὁμολογήσαι ἂν φέρ’ εἰπεῖν ἐπὶ τῆ[ς
15..].α τὸ δηνάριον παραβολῆς ὅτι χάριτι, οὐκ ὀφειλήσει, τῇ ἕκτ[ῃ καὶ] ἐνάτῃ καὶ ἑνδεκ[ά]τῃ ἐληλυθότες ἐπὶ τὸ ἔργον γενομένης ἑσπέρας λαμβάνουσι τὸ ἀνὰ δηνάριον· ἡμεῖς δὲ εἴποιμεν ἂν ὅτι καὶ οἱ πρωῒ μισθω|θέντες καὶ νομί‐ σαντες πλεῖον λήμψεσθαι τὸ ἀνὰ δηνάριο[ν εἰ]ληφότες καὶ αὐτοὶ χάριν εἰλήφασιν ***
20 Νῦν οὖν νομιστέον αὐτὸ ἁπλούστερον καὶ καθόλου εἰρῆσθαι καὶ ἄλλως κοινότερον νοού‐ μενον ἐπὶ τῶν οἱστισινοῦν ἐργαζομένων καὶ τὸν μισθὸν ἀπ’ ἐκείνων λαμβανόντων, οὐ κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα. Ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάϊν ἐργαζομένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά· τούτοις γὰρ
ὡς ὀφειλόμενα νομίζω καὶ ὡς μισθὸν τῶν ἡμαρτημένων ἀποδίδοσθαι τὰς κολάσεις. Διὸ καὶ184

186

ὁ ἀπόστολος ὀψώνια μὲν τῆς ἁμαρτίας ἔφησεν εἶναι τὸν θάνατον, οὐκέτι δὲ ὀψώνια καὶ ὡσπερεὶ ὀφειλόμενα ἀπὸ Θεοῦ τὴν αἰώνιον ζωήν, ἀλλὰ χάρισμα αὐτοῦ· φησὶ γὰρ τὸ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν *** οὐ νομιστέον ἐπὶ τῶν κρειττόνων ἔρ|γων λέγεσθαι
5ἐν τῷ εὐαγγελίῳ τὸ ‹ᾯ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν›· εἰ γὰρ ᾧ μέτρῳ μετρ[οῦμεν ἀντ]ιμετρηθήσεται ἡμῖν, οὐ χάριτι Θεοῦ ἔσται ἡμῖν ἡ σω̣[τηρία οὐδ’] ἡ αἰώνιος [ζω]ὴ ἔσται χάρισμα Θεοῦ *** χάριτι γάρ ἐσμεν σεσωσμένοι· καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυ‐ χήσηται. Πρὸς δὲ μέτρον τῶν ἡμαρτημένων ἡμῖν δίδοσθαι τὰς κολάσεις ὑποληπτέον ***
10 Δικαιοῖ οὖν τὸ[ν ἀσεβῆ δ]ιὰ τῆς πίστεως μεταθέμενον ἀπὸ τῆς ἀσεβείας [ὥστε λογί]ζεσθαι τὴν | μεταθεῖσαν αὐτὸν ἀπὸ τῆς ἀσεβείας [πίστιν ε]ἰς δικαι[ο]σύνην *** Καὶ ἐνόμισέν γε ἀκολουθεῖν τῷ ἄφεσιν ἀνομιῶν εἰληφότι καὶ παντὶ οὗ ἐπεκαλύφθησαν αἱ ἀνομίαι καὶ τῷ ἀνδρὶ οὗ οὐ λογίζεται Κύριος ἁμαρτίαν τὸ δικαιοσύνην αὐτῷ λογίζεσθαι χωρὶς ἔργων. Οὐ γὰρ
15ἐξ ἔργων ῥιζοῦται ἡ δικαιοσύνη ἀλλ’ ἐκ τοῦ ἐρριζῶσθαι αὐτὴν | λογισαμένου τοῦ Θεοῦ τὴν πίστιν εἰς δικαιοσύνην *** μακάριοι ὧν ἀφέθησαν αἱ ἀνο‐ μίαι οὐχὶ μηδαμοῦ μηδαμῶς μηδὲν ποιησάντων ἄξιον ἀφέσεως ἀνομιῶν καὶ τῆς ἐπ’ αὐτῇ μακαρ[ι]ότητος ἀλλ’ ἔτυχον ταύτης τῆς ἀφέσεως καὶ τοῦ μακα‐ ρισμο[ῦ], πιστεύσαντες ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ *** ἐπιστῆσαι δὲ |
20εἰ ἔχει τινὰ τάξιν πρῶτον μὲν λεγόμενον τὸ ‹Ὧν ἀφέθησα] αἱ ἀνομίαι›,186

188

δεύτερον δὲ τὸ ‹Ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·› μηκέτι μὲν γὰρ πραττομένου τοῦ χείρονος, ἄφεσις δύναται γενέσθαι ἀνομιῶν, ἀγαθοῦ δὲ ἐπιτελουμένου ἐπ̣ὶ̣ τ̣ο̣σ̣ο̣ῦ̣τ̣ο̣[ν̣] ὡς τὰ γινόμενα καλύμματα γενέσθαι τῶν προημαρτημέ|νων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμα[ρ]‐
5τίαι· ὧν προαγόντων οὐδὲ λογίζεται ἔτι Κύριός τινι τὸ ἡμαρτηκέναι *** [Rom. 4, 9—12] ›Ὁ μακαρι]μὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν;*** ὁ ἐπ̣ὶ̣ τῷ Δαυὶδ μακαρισμὸς οὐκ ἐπὶ τὴν περιτομὴν ἀλλ’ ἐπὶ τὴν ἀκροβυσ‐ τίαν *** ἀλλὰ καὶ εἴπερ λογίζεται ἡ | πίστις εἰς δικαι[οσύ]νην, ἆρα δικαίῳ
10λογίζεται ἢ οὐ δικαίῳ; Φανερὸν δὴ ὅτι οὐ δικα[ίῳ]. Πο̣[ί]α̣ γὰρ χάρις δικαίῳ λογισθῆναι εἰς δι‖[καιοσύ]νην; Εἰ δὲ μὴ δικαίῳ, δηλονότι γενομένῳ πρὸ τῆς πίστεως ἀδίκῳ. [Εἰ δὲ λογ]ίζεται τῷ τοιούτῳ ἡ πίστις εἰς δικαιοσύνην, μακά‐ ριος ἀνὴρ γίνε[ται, οὐ] λογιζομένου οὕτω τοῦ Κυρίου τὴν ἁμαρτίαν ἀλλὰ καὶ ἀφιέντος τὰς πρὸ [τῆς πί]στεως ἀνομίας *** πότερόν ποτε ἔτι ἀκρόβυστος
15ἦν ὁ Ἀβραὰμ ἡνί|[κα ἐλ]ογίσθη αὐτῷ ἡ πίστις εἰς δικαιοσύνην ἢ ἤδη γεγένητο ἐν περιτομῇ. [Λέγει] γοῦν· ‹Πῶς οὖν ἐλογίσθη;*** ἀποφαίνεται ὅτι μετὰ τὴν ἐκ πίστεως [δικαί]ωσιν λαβὼν τὴν περιτομὴν σημεῖον καὶ σφραγῖδα εἴληφεν [τῆς ἐν ἀκρ]οβυστίᾳ πίστεως, ἵνα εἰ καὶ ἀμφοτέρων (λέγω δὲ τῶν ἐκ πε[ριτομῆς καὶ] τῶν ἐν ἀκροβυστίᾳ) πατὴρ χρημ[ατίζ]ειν ἔμελλεν καθὸ μὲν |
20[ἐλογίσθη ἡ πί]στ̣ι̣ς̣ α̣ὐ̣τῷ̣ εἰ̣ς̣ δ̣ι̣κα̣ι̣ο̣σ̣ύ̣ν̣[ην ἔτ]ι̣ ὄντι ἐν ἀκροβυστίᾳ [......
..πατὴ]ρ τῶν πιστευόντων ἐν ἀκροβ[υστ]ί[ᾳ], καθὸ δὲ περιτετμημ̣[ένος188

190

ἐγέννησ]ε τὸν Ἰσαὰκ ἵνα γένηται πατὴρ τῶν ἐκ περιτομῆς κα̣τ̣ὰ̣ [σάρκα .. ὀκτα]η̣μέρου ἀρξαμένης ἀπὸ τοῦ Ἰ[σ]αάκ *** Λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλείουσαν, δίκην τῶν ἐσφραγισμένων, τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων, ἵν’ οἱ μετὰ τὴν πίσ‐
5τιν ἐκεῖνοι γενόμενοι ἐκ περιτομῆς τοῦ Ἀβραάμ, ἕτεροι ὄντες τῶν | ἐκ πίστεως δικαιωθησομένων τέκνων αὐτοῦ, ἢ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτερος ὦσι λαὸς παρὰ τὸν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησόμενον *** καὶ κατὰ τὸν Παῦλον δὲ ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθ, τότε πᾶς Ἰσραὴλ σωθήσεται *** Ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ
10πίστεως καὶ ἐν ἀκροβυστίᾳ· ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λα[ὸ]ς τῶν ἐν ἀκροβυστίᾳ καὶ | ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφ[ρ]αγὶς καὶ τὸ σημεῖον ἐκεῖνο λυθήσεται, ἐνστάντος τοῦ πληρώματος τοῦ χρόνου μέχρις ὅτου τὴν σφραγῖδα τηρεῖσθαι ἐχρῆν, ὥστ’ ἂν λεχθῆναι τῷ νῦν βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν [ὅ]τι ‹Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς
15οὐδὲν ὠφελήσει›. Οἶμαι δὲ ὅτι ὥσ[π]ερ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς |190

192

κατάρας γενόμενος ὑπὲρ ἡμῶν κατ[άα, οὕτως ἠλευθέρωσεν ἡμᾶς πρὸς τὸ μὴ περιτέμνεσθαι ἀ[ν]αλαβὼν εἰς ἑαυτὸν τὴν περιτομήν, καὶ ὁ νόμος μὲν καὶ οἱ προφῆται ἕως Ἰωάννου *** Καὶ ἡμεῖς δ’ ἂν πυθοίμεθα πῶς 〈ἐ〉λογίσθη καὶ πότε, ἤδη πατρὶ γενομένῳ
5ἢ ἔτι ἀτέκνῳ τυγχάνοντι. Φανερὸν [δ]ὴ ὅτι ἔτι ἀτέκνῳ ὄντι· οὐ|δὲ γὰρ ὁ Ἰσμαὴλ ἤδη πω γεγέννητο, κα[ὶ] ὥσπερ ἐπεὶ οὐκ ἐν περ[ι]τομῇ ἦν ἀλλ’ ἐν ἀκροβυστίᾳ διὰ τοῦτο ἔμελλ[εν] εἶν[α]ι [πατὴρ τ]ῶν ἐ[ν] ἀκ[ρο]β[υσ]τίᾳ ἐκ πίστεως δικαιουμένων, οὕτως [καὶ] ἐπεὶ μ[........... ἔμε]λ̣‖λεν ἔσεσ‐ θαι πατὴρ τῶν δικαιουμένων ἐκ πίστεως, [ο]ὐκ ἐκ σπέρματος [αὐ]τ̣[οῦ]
10τυγχανόντων· οὐ γὰρ ἐκ σπέρματος Ἀβραὰμ οἱ ἐν ἀκροβυστίᾳ κα[ὶ ἐκ] πίστεως δικαιούμενοι *** Ὅτε οὖν ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθ[η αὐ]τῷ εἰς δικαιοσύνην, οὐδέπω ἦν Ἀβραὰμ ἀλλ’ ἔτι ἦν Ἀβρὰμ καὶ Ἀβρὰμ [ἔτι] | ἀτ[έκν]ῳ τυγχάνοντι ἔτεκεν ἡ Ἀγὰρ υἱὸν οὗ ἐκάλεσεν τὸ ὄνομα ὁ πατὴρ [Ἰσμα]ή[λ, Ἀ]βραὰμ δὲ γενομένῳ
15ἔτεκεν ἡ Σάρρα υἱὸν εἰς τὸ γῆρας, εἰς τὸ[ν και]ρὸν καθὰ ἐλάλησεν αὐτῷ ὁ Κύριος· καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα [τοῦ υ]οῦ αὐτοῦ τοῦ γενομέν[ου] αὐτ, ὃν ἔτεκεν αὐτῷ Σάρρα υἱόν, Ἰ[σαάκ *** Σ]α̣φῶς δὲ ἡ γραφὴ λέγει· ‹Ἐπ[ίστευσ]εν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθ[η αὐτ] | εἰς δικαιοσύνην› και .[.....] τῶν ἄλλων ἐκδό[σ]εων [......
20...] τα ἐν τῇ Γενέσει τὸ Ἀβ[....] α̣ ὠβελίσαμεν ἐπείπερ π[...... ..]...... καὶ ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ [εἰς δικαιο‐ σύνην] *** Νομίζω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μὴ ἐπιστήσαντας τῇ ἀκριβείᾳ τῆς γραφῆς
ἐκθέσθαι τὸ ἀπὸ τῆς Γενέσεως ῥητὸν οὐχ ὡς Παῦλος αὐτὸ ἔθηκεν ἐν τῇ ἀρχῇ· οὐκ ἂν γὰρ192

194

ὁ οὕτως ἀκριβὴς ἐξέθετο τὸ ‹Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην›, ἀλλὰ ‹Ἐπίστευσεν δὲ Ἀβρὰμ τῷ Θεῷ›. Οὕτω δὲ εἰκὸς καὶ ἐν τοῖς ἑξῆς γεγράφθαι ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὅτι ‹Ἐλογίσθη ἡ πίστις τῷ Ἀβρὰμ εἰς δικαιοσύνην›. Νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἀβραάμ *** [τὸ] ‹Ἐπίστευσεν
5Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰ[ς δικαιοσύνην› γ]εγραμμένον ἐπὶ τῇ τοῦ ἐκ 〈τούτου〉 σπέρματος ἐπαγγελίᾳ εὐλόγω[ς ἐπιφ]έ̣|ρο̣[ι]ς ἂν ἐπὶ τοὺς ἐν ἀκροβυστίᾳ πι[σ]τεύοντας ὡς γεγραμμένου τοῦ προειρημένου διὰ τὸ εἶναι τὸν Ἀβραὰμ πατέρα πάντων τῶν πιστευόντων δι’ ἀκροβυστίας εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην *** τὰ δὲ φαῦλα καὶ τὸν αὐχοῦντα
10εἶναι ἀπὸ τοῦ Ἀβραὰμ ἐκείνου μὲν ἀποκηρύττει, ποιεῖ δὲ χρηματίζειν φαύλου τινὸς καὶ χείρονος· διὸ καὶ ὁ Δανιήλ φ[η]|σιν πρὸς τὸν ἕτερον τῶν ἀκολάσ‐ των πρεσβυτέρων· ‹Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξη‐ πάτησέν σε καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου›. Εἴπερ οὖν ὁ μὴ γεννώμενος σωματικῶς ἀπὸ τοῦ Χαναὰν σπέρμα Χαναάν ἐστιν διὰ
15τὴν ἀκολασίαν, κἂν δόξῃ ἐξ Ἰούδα χρηματίζειν, πῶς οὐκ ἂν εὐλογώτερον σπέρμα τοῦ Ἀβραὰμ [ὁ] μὴ δοκῶν ἐξ ἐ|κείνου γεγενῆσθαι λέγοιτο, μιμησάμενος δὲ τὴν λογισθεῖσαν τῷ Ἀβραὰμ πίστιν εἰς δικαιοσύνην; *** πατὴρ οὖν ὁ Ἀβρ[α]ὰμ καὶ τῶν ἐν ἀκροβυστίᾳ πιστευόντων εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην καὶ τῶν ἐκ περιτομῆς εἰς τὸ καὶ αὐτοῖς διὰ τὴν εἰς Χριστὸν
20πίστιν λογισθῆναι τὴν δικαιοσύνην *** [Rom. 4, 13] Εἰ μὲν γὰρ μηδεμία ἐπαγγελία πρὸς αὐτὸν ἢ τὸ σπέρμα |
αὐτοῦ εἴρητο πρὸ τοῦ ‹Ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς194

196

δικαιοσύνην› οὐκ ἂν ἐπηπορήσαμεν πῶς τὸ ἀποστολικὸν εἴρηται ὅτι ‹οὐ διὰ νόμ[ο]υ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτο, τὸ κλη‐ ρονό[μο[α]τ̣[ὸν εἶναι κόσμ]ου ἀ]λὰ διὰ δικαιοσύνης πίστεως›. Νυνὶ δὲ εὑρίσκο[μεν ...........]ως μαρτυρια̣ ἐπαγγελίαν αὐτῷ εἰρημένην
5ἣν νο‖μίζω λελέχθαι περὶ τοῦ κληρονόμον αὐτὸν εἶναι κόσμου *** οὐ διὰ νόμου δὲ ἡ Μελχισέδεκ ἐπαγγελία δέδοται αὐτῷ ὅτε ηὐλόγησεν αὐτὸν καὶ εἶπεν· ‹Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκεν τοὺς ἐχθρούς | σου ὑποχειρίους σοι*** τάχα τὰ μὲν πρὸ τοῦ ‹Ἐπίσ‐
10τευσεν Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην› δύνα‐ ται ἐφαρμόζειν τῷ ‹Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ τὸ κληρονόμον αὐτὸν ε[ἶ]ναι κόσμου›, τὰ δὲ μετὰ τὸ ‹Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη α[ὐτ] εἰς δικαιο‐ σύνην› τῷ ‹Ἀλλὰ διὰ δικαιοσύνης πίστεως›, ὁ|ποῖόν ἐστ[ιν ...].ε̣ος
15ἐπιφερόμενον τῷ ‹Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογ[ίσθη α]τῷ εἰς δικαιοσύνην*** [Rom. 4, 14—15] τὸ εὔλογον τῆς ἐκ πίστεως μᾶλλον ἢ ἐκ ν̣[όμου δι]καιοσύνης καὶ παρίστησιν φάσκων· Εἰ οἱ κληρονόμοι κληρονό[μο]ι γίγνον‐ ται οὐκ ἐκ πίστεως ἀλλ’ ἐκ νόμου, δηλονότι κενὴ ἔσται ἡ πίστις, μηδενὸς
20δι’ αὐτῆς πληρουμένου τῷ πεπιστευκότι, καὶ ἡ | διὰ πίστεως ἐπαγγελία γενο‐ μένη ἔσται καταργουμένη τῷ τὴν κληρονομίαν μὴ ἀκολούθως τῇ ἐκ πίστεως ἐπαγγελίᾳ δίδοσθαι τῷ πεπιστευκότι ἀλλὰ τῷ τὸν νόμον πεπληρωκότι ***
ὥσπερ δὲ ὁ πιστεύων εἰς Ἰησοῦν Χριστὸν πιστεύει εἰς τὸν πέμψαντα αὐτὸν196

198

Θεόν, οὕτως ὁ πιστεύων Μωσεῖ πιστεύει εἰς τὸν Χριστόν, ὡς δῆλον ἐκ τοῦ ›Εἰ ἐπιστεύετε Μωσε, ἐ|πιστεύετε ἂν ἐμοί›· εἰ δὲ ὁ πιστεύων Χριστῷ πιστεύει τῷ Πατρί, δηλονότι καὶ ὁ πιστεύων Μωσεῖ πιστεύει τῷ Θεῷ *** Οἱ γοῦν πρὸ τοῦ Μωσέως νόμου δικαιωθέντες, ὥσπερ Ἑνὼχ ὁ εὐαρεστήσας
5τῷ Θεῷ καὶ Νῶε ὁ μαρτυρηθεὶς εἶναι δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ καὶ οἱ καταξιωθέντες τῆς τοῦ Θεοῦ ἐπικλήσεως Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ οὐ τῷ Μωσέως ἐντυχόν|τες νόμῳ τοιοῦτοι παρὰ Θεῷ ἐχρηματίσαν, ὁποίους αὐτοὺς ὁ τὸν νόμον γραψὰς Μωσῆς εἶναι ἐμαρτύρησεν· καὶ γὰρ ἀληθῶς δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρ‐
10τωλοῖς *** ἢ λεγέτωσαν ἡμῖν οἱ μηδαμόθεν δικαιοῦσθαι θέλοντες τὸν ἄνθρωπον ἢ ἐκ τοῦ Μωσέως κατὰ τὸ γράμμα τοῦ νό|μου, πότερόν ποτε οὐδεὶς πρὸ Μωσέως ἐδικαιώθη, ἢ ἐδικαιώθη μὲν καὶ χωρὶς τοῦ Μωσέως νόμου, ὡσπερεὶ δὲ μετενόησεν ὁ Θεὸς ἀπὸ τοῦ τρόπου τῆς δικαιώσεως τούτου ὡς χείρονος καὶ δέδωκε διὰ Μωσέως βελτίονα τρόπον δικαιώσεως *** ‖ Ὥρα οὖν
15πρὸς ταῦτα λέγειν ὅτι δεδέηνται οἱ μὴ τηλικοῦτοι ὥστε δικαιωθῆναι ὁμοίως τοῖς πατράσιν χωρὶς τῆς διὰ γραμμάτων νομοθεσίας τοῦ διὰ Μωσέως νόμου ὑπὲρ τοῦ τὴν χύσιν τῆς κακίας αὐτῶν παύσασθαι καὶ ὑπὲρ τοῦ περισπω‐ μένους αὐτοὺς περὶ τύπους καὶ σύμβολα καὶ εἰκόνας | πραγμάτων θειοτέρων
μὴ καταπέσειν εἰς τὴν εἰδωλολατρίαν· καὶ ἡ [θ]εῖά γε καὶ σοφωτάτη πρόνοια198

200

διὰ τῶν κατὰ νόμον θυσιῶν καὶ πάσης τῆς λατρείας πολλοὺς μὲν ἀσθενεσ‐ τέρους ἀπέστησεν εἰδωλολατρίας *** οἱονεί τινι ὁμοιώματι περισπάσαι αὐτοὺς δυνάμενα ἀπὸ τῶν ἐθνικῶν *** ἐπεὶ μηδὲ παράβασις ᾗ ὁ νόμος προσφέρων τὴν | κόλασιν σύστασιν ἔχει,
5ἔνθα μὴ ἔστιν οὗτος ὁ νόμος *** .[.]ι π... τούτων λέγων καταλείπων τὸν Ἀδὰμ καὶ τὴν Εὔα[ν ..... ο]ὗ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις, οὐκ ἦν δὲ νόμος ἐπὶ [Ἀδὰμ κ]αὶ Εὔας ὁ Μωσέως, οὐδὲ παράβασις ἦν ἐπ’ Ἀδὰμ καὶ Εὔας [.....]. τολμῶν κατὰ τοῦ ἀποστόλου προσθείη ἂν ὅτι οὐδὲ αὐτὸς [ὁ ὄ]φις | παραβατικόν τι πεποίηκεν· εἰ γὰρ οὗ οὐκ ἔστιν νόμος οὐδὲ παρά‐
10βασις, οὐδὲ ἐν τούτῳ τῷ πρὸ νόμου αὐτὸν ἠπατηκέναι τὴν γυναῖκα παρά‐ βασις ἦν *** ἀσυκοφαντήτως ἀκούειν χρὴ τοῦ ἀποστόλου ἐν τούτοις καὶ συνιέναι τοῦ βουλήματος αὐτοῦ. Φασὶ γάρ τινες· εἰ ἔνθα οὐκ ἔστι νόμος οὐδὲ παράβασις, δηλονότι οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μωσέως· εἰ δὲ μὴ γέγονέ τις, οὐδὲ ψεκτός· οὔτε οὖν Κάϊν οὔτε
15πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυσμὸν παθόντες ἢ οἱ ἐν Σοδόμοις ἐν200

202

παραβάσει γεγόνασιν· καὶ πρό γε τούτων Ἀδὰμ καὶ ἡ Εὔα. Λεκτέον οὖν πρὸς τούτους ὅτι ὁ Μωσέως νόμος οὐ τὴν ἐν τῇ κρίσει ὀργὴν κατεργάζεται ἀλλὰ τὴν κατ’ αὐτόν, τοὺς μὲν λιθολεύστους ποιῶν, ἑτέρους δὲ ἐπὶ πυρὸς κατακαίων, ἢ ἑτέρᾳ ὑποβάλλων τιμωρίᾳ· ἀλλὰ καὶ εἴπερ οὗ οὐκ ἔστι νόμος οὐδὲ παράβασις, ὅτε ὅσα ὁ νόμος λαλεῖ τοῖς ἐν τῷ
5νόμῳ λαλε, † ὅρα δὲ αὐτοὺς καὶ τὸν παρ’ αὐτῷ Παύλῳ νόμον πίστεως ὀνομαζόμενον Θεοῦ ὀργὴν κατεργάζεσθαι καὶ παράβασιν εἶναι ἔνθα ἔστιν ὁ τῆς πίστεως νόμος καὶ ὁ τοῦ Θεοῦ. Σαφῶς δὲ αὐτὸς ἕτερον μὲν εἶναι νόμον τὸν τοῦ Θεοῦ, ᾧ μόνῳ καὶ αὐτὸς συνήδεται κατὰ τὸν ἔσω ἄνθρωπον, ἕτερον δὲ νόμον παρὰ τοῦτόν φησιν εἶναι ἐν τοῖς μέλεσιν ἑαυτοῦ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου·
10καὶ ὅρα μήποτε οὗτος ἀληθῶς ἐστιν ὀργὴν κατεργα|ζόμενος καὶ οὗ οὐκ ἔστιν οὗτος ὁ νόμος, ἐκεῖ οὐδὲ παράβασις ἔστιν· καὶ οἱ ἐκ τούτου τοῦ νόμου οὐδαμῶς εἰσιν κληρονόμοι δι’ ὃν λέγεται· ‹Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις*** τοῖς ἐκ περιτομῆς ἐπαιρομένοις κατὰ τῶν πισ‐ τευόντων ἐν ἀκροβυστίᾳ μεγάλα περὶ αὑτῶν φρονοῦσιν ταῦτα γράφει ὁ
15Παῦλος, | ἀπατηθεῖσιν διά τινων προφητικῶν ῥητῶν ἃ μὴ νενοήκασιν, ὁποῖόν ἐστιν καὶ τὸ ἐν τῷ Ἰερεμίᾳ οὕτως ἔχον· ‹Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον καὶ ἡ γῆ ταπεινωθῇ κάτω, κἀγὼ οὐκ ἀποδοκιμάσω τὸ
γένος Ἰσραὴλ περὶ πάντων ὧν ἐποίησαν*** ἀλλὰ τοῦτο μᾶλλον τὸ202

204

μὴ ὑφεστηκέναι τὴν παράβασιν ἔνθα | οὐκ ἔστιν νόμος *** οὕτως οὐδὲ κατη‐ γορητέον τοῦ νόμου ὀργὴν κατεργαζομένου τοῖς παρανόμοις, οὐδὲ αἰτιατέον αὐτὸν εἰ συνυπέστη αὐτῷ ἡ τῆς παραβάσεως ἔννοια φθάνουσα ἐπὶ τοὺς μὴ τηρήσαντας αὐτόν *** Φήσει γὰρ ὅτι οὗτος ὁ φυσικῶς ἡμῖν ἐγγεγραμμένος
5νόμος καὶ ἐν πλαξὶν καρδί‖αις σαρκίναις ὑπὸ τοῦ Θεοῦ ἐντετυπωμένος ὀργὴν κατήργα[σ]το τῷ Κάϊν καὶ τοῖς ἀπολωλόσιν ἐν τῷ κατακλυσμῷ καὶ τῷ .[..] καὶ τοῖς Σοδομίταις, καὶ ἐπείπερ οὗ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις, παράβασις δὲ ἦν ἐν τούτοις, νόμος ἄρα ἦν ἐν αὐτοῖς ἀλλ’ οὐ|χ ὁ Μωσέως ἀλλ’ ὁ πρεσβύτερος τοῦ Μωσέως καὶ ἐγγεγραμμένος οὐκ ἐν πλαξὶν λιθί‐
10ναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις *** [Rom. 4, 16—17] Τὰ δὲ περὶ τοῦ Ἀβραὰμ φερόμενα ἐξ ἀποκρύφων ὡς ἄρα ἀπὸ φυσικῶν ἐννοιῶν κινηθεὶς ἐπίστευσεν τῷ Θεῷ ἀντιλέγεται καὶ μάλιστα ὑπὸ τῶν μ̣α̣[ρτυρ]ουμένων τὰς τοιαύτας βίβλους ὡς πεπλανημένας | *** Οἶμαι δὲ ὅτι [ὥσπερ] τ[ὸ] εἶ[ν]αι οὐδὲ ἐπινοεῖται κατὰ μισθὸν ἡμῖν δεδόσ‐
15θ[αι ὑπὸ] Θεοῦ (ὅλον γάρ ἐστιν σαφῶς χάρις τοῦ ἡμᾶς οὐσιώσαντος [καὶ μά]λιστα λογικοὺς ποιήσαντος), οὕτως καὶ τὸ καλῶς ε̣ἶ̣ν̣α̣ι̣ καὶ τυγχάνειν κληρονομίας Θεοῦ καὶ ἐπαγγελίας οὐδαμῶς ἐστιν μισθὸς καὶ αὐτὸ δὲ ὅλον χαρίς, ἐν ἐκείνῳ ἀπο|λειπομένου τοῦ ἐκεῖ μὲν μηδὲν αἴτιον γεγονέναι τοῦ ἡμᾶς ὑφεστάναι ἐνταῦθα δὲ τῷ πιστεύειν Θεῷ μόνον *** ἐν τῷ καταλόγῳ τῶν
20χαρισμάτων τῶν διδομένων κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, κατείλεκται καὶ ἡ πίστις·204

206

φησὶ γὰρ ὁ Παῦλος μεθ’ ἕτερα· ‹Ἄλλῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι›. Ὁ δ’ αὐτός φησι καὶ ἀλλαχοῦ ὅτι ‹ἀπὸ Θεοῦ ὑμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πισ‐ τεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν›. Οἶμαι δὲ ὅτι καὶ οἱ ἀπόστολοι ἐλλιπῆ πεισθέντες εἶναι τὴν ἐκ τοῦ ἐφ’ ἡμῖν πίστιν καὶ ταύτην ὁμολογοῦντες
5ἤδη ἔχειν δεόμενοι δὲ τῆς κατὰ χάριν Θεοῦ φασιν τῷ Σωτῆρι· ‹Πρόσθες ἡμῖν πίστιν*** εἰ καὶ ἐκ πίστεως οὖν οἱ κληρονόμοι καὶ ἡ ἐπαγγελία ἵνα κατὰ χάριν, οὐδ’ αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος, καθ’ ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται *** διὸ πάντα τὰ περὶ τὸν | σῳζόμενον τὴν κυρίαν ἔχει ἐν χάριτι ἥντινα τρόπον
10θησαυροῦ εὑρίσκεσθαι νομίζω ὑπὸ τῶν, ἵν’ οὕτως ὀνομάσω, εὐτυχησάντων περιπεσεῖν αὐτῷ *** ἕτερον το〈ῦ〉 εὑρεῖν χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ καὶ τοῦ εὑρεῖν χάριν ἐνώπιον ἀνθρώπων τὸ λαβεῖν ἐνώπιόν τινος ἀπὸ Θεοῦ χάριν καθὸ λέγεται· ‹Καὶ ἦν Κύριος μετὰ Ἰωσὴφ | καὶ κατέχεεν αὐτοῦ ἔλεος καὶ ἔδωκεν αὐτῷ χάριν ἐνώπιον τοῦ ἀρχιδεσμοφύλακος›. Οὐ
15γὰρ ταὐτὸν τῷ ‹Εὗρεν Ἰωσὴφ χάριν ἐνώπιον τοῦ Κυρίου αὐτοῦ› τὸ ›Καὶ ἔδωκεν αὐτῷ Κύριος χάριν ἐνώπιον τοῦ ἀρχιδεσμοφύλακος›. Πλεῖον δ’ ἔτι παρὰ τὰ περὶ τοῦ Ἰωσὴφ εὑρόντος χάριν ἐνώπιον τοῦ Κυρίου αὐτοῦ ἀναγέγραπται περὶ τῆς | Αἰσθήρ· φησὶν γὰρ περὶ αὐτῆς ἡ γραφὴ ὡς ‹Ἦν Αἰσθὴρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν›,
20καὶ μετ’ ὀλίγα ‹Εὗρεν, φησίν, χάριν Αἰσθὴρ παρὰ πάσας τὰς παρ‐ θένους καὶ ἐπέθη‖[κεν τ] διάδημα τὸ γυναικεῖον ὁ βασιλεύς*** Ἀναγκαῖον δὲ ἐξετάσαι φαίνεται πῶς ἀκολουθεῖ τῷ ἐκ πίστεως καὶ τῷ κατὰ χάριν τὸ βεβαίαν εἶναι τὴν ἐπαγγελίαν· ἆρα γὰρ εἰ ἦν ἐκ νόμου, οὐχ οἷόν τε ἦν βεβαίαν τυγχάνειν τὴν ἐπαγγελίαν; Πρόσχες οὖν μήποτε δευσοποιός τις βαφὴ γίνεται ἐκ πίστεως
25περὶ τὴν ψυχὴν καὶ μάλιστα τῆς λελογισμένης εἰς δικαιοσύνην, ὥστε δι’
αὐτῆς τὴν χάριν καὶ τὴν ἐπαγγελίαν ἴσχειν διὰ τὸ ἀνέκπλυτον αὐτῆς ἢ206

208

ἀμετάβολον τήν γε βεβα|ιότητα, ἥτις οὐκ ἐμφαίνεται περὶ τὰ ἐκ νόμου ἔργα. Ἀποστρέφειν γοῦν ποτε δίκαιος ἐκ τῆς δικαιοσύνης αὐτοῦ λέγεται καὶ ποιεῖν ἀδικίαν· οὐκ οἶδα δὲ εἰ καὶ περὶ τῆς πίστεως γέγραπται ὅτι ἀπέστρεψέν τις ἀπὸ τῆς πίστεως, ἅπαξ μαρτυρηθεὶς πεπιστευκέναι καὶ
5δικαιωθεὶς διὰ τὴν πίστιν. 〈〈Εἶτα καὶ τῇ μαρτυρίᾳ ἐπισφραγίζει ὁ θεῖος ἀπόστολος τὸ εἰρημένον αὐτῷ.〉〉 *** Οὐ δύναται γὰρ ἡ δικαιουμένη πίστις .[....]..| ἔργα τοῦ νόμου ποιεῖν, νόμον δὲ νῦν λέγομεν καθο.[.....] ὅταν δὲ ἔθνη τὰ μὴ νόμον ἔχοντα *** παντὶ δὲ τῷ σπέρματι, ἤτοι τῷ ἐκ τοῦ νόμου ἢ τῷ ἐκ τῆς πίστεως αὐτοῦ, καὶ οὐ μόνον τῷ ἐκ τοῦ νόμου ἀλλ’ εἰ ἔχοι πρὸς τ〈ῷ〉 ἐκ τοῦ νόμου τὸ
10ἐκ τῆς πίστεως. Εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἔσται ἡ ἐπαγγελία τοῖς ἐξ Ἰσμαὴλ καὶ τοῖς ἐκ Χεττούρας· ἅπερ οὐκ ἀρέσκει *** πατὴρ δὲ πάντων ἡμῶν [του]τ̣έστιν τῶν οὐκ ἐκ νόμου μόνον ἀλλὰ καὶ ἐκ πίστεως ὄν[των καὶ] πίστει τοῦ Ἀβραὰμ δικαιουμένων *** ὁποῖα τὰ πολλὰ ἔθνη ἦν ὧν τέθεικεν αὐτὸν πατέρα ὁ τὰς ἐπαγγελίας αὐτῷ διδοὺς Θεός ***
15 Περὶ γὰρ τῶν διὰ τὴν ἁμαρτίαν νενεκρωμένων, ὧν ἡ ψυχὴ νεκρὰ γεγένητο ἐν ζῶντι σώματι οἴομαι νῦν αὐτὸν λέγειν· ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, αὕτη
ἀποθανεῖται· καὶ εἴ|περ ὁ νεκρὸς τῶν αἰσθήσεων ἐστερημένος ἐστὶν νεκρὸς208

210

καὶ μηδεμίαν ἔχων τῶν πέντε, διὰ τί οὐκ ἂν λέγοις ψυχὴν νεκρὰν τὴν ἐστε‐ ρημένην τῶν λεγομένων θείων αἰσθήσεων; *** Εἴπερ δὲ ὅμοιοι τοῖς ἑαυτῶν τοιούτοις λεγομένοις θεοῖς γίνονται οἱ πεποιθότες ἐπ’ αὐτοῖς, μήποτε ὅμοιοι γίνονται τῷ Θεῷ καὶ οἱ πεποιθότες | ἐπ’ αὐτῷ, ἀπολαμβάνοντες διὰ
5τῆς τοιαύτης πεποιθήσεως τὸ λεῖπον τῷ ‹Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν›, ὅπερ ἐστὶν τὸ καθ’ ὁμοίωσιν *** Τίνα δὲ τὰ μὴ ὄντα ἢ οἱ ἐστερημένοι τοῦ ὄντος καὶ μὴ μετέχοντες αὐτοῦ, οὕτω καλού‐ μενοι πρὸς ἀντιδιαστολὴν τῶν μετεχόντων τοῦ εἰπόντος· ‹Ἐγώ εἰμι ὁ ὤν›; *** Εὕρομεν δὲ καὶ ἐν τῇ Αἰσθὴρ τοιαύτην τινὰ εὐχήν· ‹Μὴ παραδῷς, Κύριε,
10τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν› ἀντὶ τοῦ «τοῖς μὴ μετέχουσίν σου καθὸ ὢν τυγχάνεις» *** Καλεῖ δὲ τὰ μὴ ὄντα ἵνα ὑπακούσασιν αὐτοῖς χαρίσηται τὸ εἶναι. Ἀλλ’ ἴσως τις πρὸς ταῦτα ἐρεῖ πῶς ὁ ἀπόστολος ἑτέρωθί φησι·Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου | ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τὰ
15ἰσχυρ, καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσ;› Ἀλλ’ εὔδηλον ὡς ἕτερόν ἐστι τοῦτο σημαινόμενον τοῦ ὄντος καὶ μὴ ὄντος ὅσον ἀπὸ πάσης τῆς ἐκεῖσε συμφράσεως· ὄντες μὲν γὰρ ἐνθάδε οἱ κατὰ σάρκα σοφοὶ καὶ δυνατοὶ καὶ εὐγενεῖς, μὴ ὄντες δὲ οἱ ἄλλως παρὰ τούτους διακείμενοι ὡς πρὸς τὴν ἐκείνων ὑπόληψιν
20μωροὶ κόσμου καὶ ἀσθενεῖς | αὐτῷ καὶ ἀγενεῖς *** ἕτερος δὲ μωρὸν μὲν κατὰ σάρκα προφάσει σωματικῆς κατασκευῆς ἐμποδιζόμενον τοῦ νοεῖν ὁποῖοί
εἰσιν οἱ πάνυ μικροκέφαλοι ἢ καὶ τερατώδεις ***210

212

[Rom. 4, 18—22] ὁριζόμενος ἢ ὑπογράφων ὁ λόγος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ τὴν πίστιν φησίν· ‹Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμά‖των ἔλεγχος οὐ βλεπομένων›· καὶ ἐν τοῖς ἑξῆς δὲ τῆς πρὸς Ῥωμαίο[υς ταῦ]τά φησιν ὁ Παῦλος· ‹Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς
5δὲ βλεπομένη [οὐκ] ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπ[ί[ο]μεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα*** Ὅρα μήποτε ὡς Ἀβραὰμ παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν, οὕτως καὶ πάν‐ τες οἱ τῆς | πίστεως Ἀβραὰμ υἱοὶ παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι 〈πιστεύουσιν〉 περὶ πάντων ὧν πιστεύουσιν, εἴτε περὶ ἀναστάσεως νεκρῶν εἴτε περὶ τοῦ κληρο‐
10νομήσειν βασιλείαν οὐρανῶν ἢ βασιλείαν Θεοῦ. Ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρω‐ πίνῃ φύσει παρ’ ἐλπίδα ἐστίν, ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ Θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγελίαις αὐτοῦ ἐπ’ ἐλπίδι τῶν ἐκ τοῦ πιστεύειν ἐλπιζόντων τυγχάνει. Καὶ ἐπείπερ ὁ πιστεύων ἐπ’ ἐλπίδι πιστεύει, διὰ τοῦτο ‹μένει πίστις, ἐλπίς, ἀγάπη›. Καὶ
νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν, προκοπῆς δὲ τὴν ἐλπίδα,212

214

τελειότητος δὲ τὴν ἀγάπην *** οὕτω δὲ καὶ | ἀσθενῶ[ν ἄ]ν τις εἴη καὶ τῷ ἐλεεῖν, ἐλεῶν μὲν οὐκ ἱλαρότητι δέ, ἀλλ’ ὡς ἐκ [λ]πης ἢ ἐξ ἀνάγκης *** διὸ νομίζω λέγεσθαι περὶ τῆς ἀγάπης ὅ[τι] καὶ ‹πάντα πιστεύει›, ὅπερ ἴσον ἐστὶν τῷ «ποιεῖ πᾶσαν τὴν πίστιν π[ισ]τεύειν καὶ ἔχειν τινὰ
5πᾶσαν τὴν πίστιν», καὶ ὅπου ἡ τελεία ἀγάπη, ἐκεῖ πᾶσα ἡ πίστις *** καίτοι γε τῆς τοῦ σώματος νεκρό|τητος καὶ τῆς νεκρώσεως ἧς εἶχεν ἡ μήτρα Σάρρας ὅσον ἐφ’ ἑαυτοῖς ἀσθενεῖν τῇ πίστει αὐτὸν προκαλουμένων *** τὸ νενεκρωμένον τοῦ Ἀβραὰμ σῶμα καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· τούτοις ἑπόμενος φήσεις τὴν μὲν τῶν λοιπῶν γένεσιν ἀπὸ
10πυρώσεως ἐσχηκέναι τὴν ἀρχήν, τὴν δὲ τοῦ Ἰσαὰκ οὐδαμῶς μὲν ἀπὸ πυρώσεως, διὰ | δὲ τὴν ἐπαινετὴν νεκρότητα τοῦ σώματος Ἀβραὰμ καὶ τῆς μήτρας Σάρρας τῇ ἐπαγγελίᾳ τοῦ Θεοῦ *** ὥστε ἐν ἐπαίνῳ λέγεται ἡ τοιαύτη νέκρωσις τοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεκρώσαντος· ὅτε γάρ τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατο, τότε σβέννυσι πᾶσαν τὴν πεφυκυῖαν ἀνάπτεσθαι
15ἐν αὐτῷ πύρωσιν· ὥστε τὴν τοῦ Ἰσαὰκ γένεσιν μὴ εἶναι ἀπὸ πυρώσεως ἀλλ’ ἐξ ἐπαγ‐ γελίας Θεοῦ· ἄξιοι γὰρ γεγόνασιν τηλικούτου πατριάρχου ἐπιγραφῆναι γονεῖς πνεύματι τὰς πράξεις τοῦ σώματος θανατώσαντες *** Ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προσθέμενος | Ἀβραὰμ ἔλαβεν γυ‐
20ναῖκα ᾗ ὄνομα Χεττούρα, καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβρὰν καὶ τὸν Ἰεκτὰν καὶ τὸν Μαδὰν καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε, καὶ ἔλαβεν ταύτην μετὰ τὴν τελευτὴν Σάρρας ἥτις ἔζησεν ἔτη ρκζ, πρεσβύτερος δὲ τῆς Σάρρας δέκα ἔτεσιν εὑρίσκεται σαφῶς ὁ Ἀβραάμ· οὐκοῦν παρὰ τὸν καιρὸν τοῦ θανά|του Σάρρας ρλζ ἐτῶν ἦν ὁ Ἀβραάμ. Ἐὰν δέ τις
25δοκῇ καὶ μετ〈ὰ τ〉αῦτα θέλειν τὴν νέκρωσιν τοῦ σώματος Ἀβραὰμ διὰ τὸ214

216

γῆρας λέγειν ‖ [γεν]έσθαι, λεκτέον αὐτῷ ὅτι ἔστω χάριτος αὐτὸν τῆς ἐν ἐπαγ[γε]λίᾳ δεδεῆσθαι ἑκατονταέτη που ὑπάρχοντα ἵνα γένηται τοῦ [Ἰσα]ὰκ πατήρ, πῶς οὖν χωρὶς ἐπαγγελίας μετὰ τὸ γενέσθαι ρλζ ἐτῶν ἐγεν‐ νήθησαν αὐτῷ ἄλλοι ἓξ υἱοί; Καὶ ἄλλως δὲ λογισάμενος τὸν χρό|νον τῆς ζωῆς
5Ἀβραὰμ ἔτη πάντα γενόμενον ροε, ἀνάλογον τῷ τοσούτῳ χρόνῳ, τὴν εὐτο‐ νίαν καὶ τὴν σύστασιν τοῦ σώματος αὐτοῦ φήσεις μηδέπω ἠμβλύνθαι ἡνίκα ἑκατονταέτης που ὑπῆρχεν ἔτι *** [π]ρὸς δὲ 〈τὸ〉 πεισθῆναι ὅτι οὐ διὰ γῆρας νενεκρωμένον εἶναι λέγεται τὸ τοῦ Ἀβραὰμ σ̣ῶ̣μ̣α̣, τήρει ὅτι πρότερον μὲν εἰσῆλθεν Ἰσαὰκ εἰς τὸν οἶκον τῆς [μητ]ρὸς αὐτοῦ | Σάρρας καὶ ἔλαβεν
10τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτῷ [γυνή], καὶ ἠγάπησεν αὐτήν, καὶ παρεκλήθη Ἰσαὰκ περὶ τῆς μητρὸς α[ὐτο]· καὶ ἦν Ἰσαὰκ ἐτῶν μ ὅτε ἔλαβεν τὴν Ῥεβέκκαν· ὕστερον δὲ [προσ]θέμενος Ἀβραὰμ ἔλαβεν γυ‐ ναῖκα ᾗ ὄνομα Χεττούρα· οὐκοῦν ὅ[τ]ε προσθέμενος Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττούρα, ἐτῶν ἐγεγό|νει ρμ ***
15 καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε ἐν τῷ σώματι περιφέροντες, οὐδαμῶς μὲν ἔτι φοροῦντες τὴν εἰκόνα τοῦ χοϊκο, ἀεὶ δὲ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου *** ζητήσαι δ’ ἄν τις εἰς ταῦτα ἐπιτηρῶν πότε εἴρηται τὸ ‹Οὕτως ἔσται τὸ σπέρμα σου› καὶ ὅτι οὐδέπω γεγεννημένου τοῦ Ἰσμαὴλ ὅτε Ἀβραὰμ περὶ
20τὰ πζ ἔτη | γεγόνει, πῶς ὁ ἀπόστολός φησιν μετὰ τὸ ‹Οὕτως ἔσται τὸ σπέρμα σου› τὸ ‹Καὶ μὴ ἀσθενήσας τῇ ἑαυτοῦ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων›, καὶ φήσει ὅτι οὐκ ἦν ἑκατονταέτης που Ἀβραὰμ τότε *** [Rom. 4, 23—25] ›Οὐκ ἐγράφη δὲ διὰ αὐτὸν μόνον ἀλλὰ καὶ
25δι’ ἡμᾶς216

218

ἀλλὰ ταῦτα γέ|γραπται, ὡς μὲν ἐσχημάτισεν τὴν λέξιν Παῦλος, «δι’ αὐτόν», ἅτε ἰδιώτης τῷ λόγῳ τυγχάνων, ὡς δὲ νενόηκεν ἀντὶ τοῦ «περὶ αὐτοῦ» *** Οὐκ εὐχερὲς γὰρ ἐκλαβεῖν τὸ βούλημα αὐτοῦ ἢ καὶ ἄλλων γραφῶν, ἐπὰν
5διὰ μὲν τὴν ἐν τῷ φράζειν ἰδιωτείαν ἕτερον τοῦ νενοημένου τὸ γεγραμμένον 〈ᾖ〉 ἢ διὰ τὸ κατὰ τὴν λέ|ξιν δυσθήρατον ἐγχωρῇ πλείονας ἐκδοχὰς γίνεσθαι τοῦ γεγραμμένου, ὧν ἑκάστην πρὸς τὸ νομιζόμενον ἑαυτῷ χρήσιμον ἕκαστος τῶν διαφόρως νοούντων παραδεξάμενος δόξει τοῖς μὴ ὁμοίως νενοηκόσιν παρέχειν πράγματα ***
10 Τί μᾶλλον ἀντὶ μωρολογίας καὶ εὐτραπελίας οὐκ ἀνηκόν‖των πα‐ ραλαμβάνει τὴν εὐχαριστίαν 〈ἢ〉 φέρε εἰπε〈ῖ〉ν τὴν .[.......] ἢ τὴν σοφίαν ἢ τὴν ἀλήθειαν; Οὐ γὰρ ἐδόκει μοι συνηρτῆσθα[ι τὸ] «εὐχαριστίας» κατὰ τὴν συνήθειαν λαμβανόμενον ὄνομα πρὸς [τὴν μω]ρολογίαν καὶ εὐτραπελίαν. Ἔδοξεν οὖν μοι τὴν εὐχαριστία[ν ἀν]|τὶ τῆς οἱονεὶ εὐχαριτίας παρειληφέναι,
15μὴ ἀποκλείων μέν ποτ[ε] ἐν ταῖς ἀνέσεσι τὸ ἐν ὁμιλίαις εὔχαριν ἢ χαρίεν καὶ φαῖδρον ἀπ[α]γορεύων δὲ ὡς βωμολοχίαν τὴν μωρολογίαν καὶ εὐτρα‐
πελί[αν]· καὶ πάνυ τε ἠρτημένως παρέθηκεν *** εἶτ’ ἐζήτουν εἴ που ἡ ἱερὰ218

220

γραφ[ὴ τῇ] «εὐχάριστος» ὀνομασίᾳ ἀντὶ τῆς «εὐχαριτίας» ἐχρήσα|το· εὗρ[ον γο]ῦν ἐν ταῖς Παροιμίαις ‹Γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν›, [ἐν δ]ὲ ταῖς λοιπαῖς ἐκδόσεσιν ἀντὶ τοῦ ‹Γυνὴ εὐχάριστος› ‹Γυνὴ χ[...].ν οἶμαι † η χάρις γέγραπτο ***
5 εἰπόντος τοῦ Παύλου· ‹Ἐνώπιον τοῦ Θεοῦ καὶ ἐναντίον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν›, καὶ χρησαμένου τῇ «ἐναντίον», ὡς καὶ πολλαχοῦ ἡ παλαιὰ διαθήκη περιέχει, λέξει ἁ|πλούστερον οἱονεὶ «ἐν ὀφθαλμοῖς» τοῦ Θεοῦ, οἱ ἀπὸ Μαρκίωνος κακουργότερον ἤκουσαν τοῦ ‹Κατεναντίον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν› οἱονεὶ ἐναντίως τῷ βουλήματι τοῦ Θεοῦ οὗ
10λέγουσιν ἑτέρου παρ’ αὐτὸν δημιουργοῦ, ἐν Χριστῷ δέ φασιν λαλεῖν τὸν Παῦλον ἀμφότερα τό τε ἐνώπιον τοῦ ὡς λέγουσιν ἀγαθοῦ καὶ τὸ ἐναντίον ὥς φασιν τοῦ δημιουργοῦ | *** Τὸ γὰρ πιστεύειν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, ἐκεῖνοι μὲν ἀκούσονται ὡς ἕτερον τοῦ Θεοῦ ᾧ ἐπίστευσεν Ἀβραὰμ
15καί φασιν ὅτι Ἰουδαῖοι πιστεύουσιν μὲν τῷ Θεῷ ὡς ἐπίστευσεν Ἀβραάμ, οὐ μὴν πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν *** καὶ Ἰουδαῖοι δὲ μὴ πιστεύοντες | ὅτι ἠγέρθη Ἰησοῦς ὁ Κύριος ἡμῶν ἐκ νεκρῶν οὐ πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν· τούτῳ δὲ μὴ πιστεύοντες οὐ πιστεύουσιν τῷ Θεῷ· διὸ
20οὐκ ἔστιν ἐν αὐτοῖς πίστις ὁποίαν πιστεύων τῷ Θεῷ Ἀβραὰμ εἶχεν πίστιν
λελογισμένην εἰς δικαιοσύνην ***220

222

νῦν τὸ δι’ αὐτὸν μόνον εἴληπται ἀντὶ τοῦ περὶ αὐτοῦ μόνου· ἀλλὰ καὶ τὸ δι’ ἡμᾶς ἀντὶ τοῦ περὶ ἡμῶν· οὐ γὰρ ἵνα Ἀβραὰμ ἐντυχὼν ὁ Μωϋσέως προγενέστερος τῷ μεταγε‐ νεστέρῳ αὐτοῦ γράμματι ὠφεληθῇ. Εἰ δὲ οὐ περὶ τοῦ Ἀβραὰμ μόνου γέγραπται τὸ ›Ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην› ἀλλὰ καὶ περὶ ἡμῶν, οἱονεὶ προαναφωνοῦντος
5τοῦ λόγου τὴν λογισθησομένην ἐκ πίστεως δικαιοσύνην τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, πρόσχες ἐπιμελέστερον μήποτε μόνος καὶ πᾶς πιστεύει ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν ὁ συνεγερθεὶς Χριστῷ, ὥστ’ ἂν εἰπεῖν ‹Καὶ συνήγειρεν καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χρισ‐ τ·› συνηγέρθη δὲ Χριστῷ ὁ σύμμορφος γενόμενος τῇ ἀναστάσει αὐτοῦ καὶ διὰ τὸ
10συναποτεθνηκέναι συζῶν αὐτῷ· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· συναπέθανεν δὲ Χριστῷ, ἐπεὶ καὶ Χριστὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· καὶ αὐτὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ συζῇ Χριστῷ· ζῇ δὲ Χριστῷ ὁ ἐν καινότητι ζωῆς περιπα‐ τῶν *** Ἠγέρθη γὰρ διὰ τὴν δικαίωσιν ἡμῶν τῇ ἀναστά|σει ἑαυτοῦ, δικαιῶν ἡμᾶς
15συμμόρφους γενομένους τῇ ἀναστάσει αὑτοῦ *** ὃς παρεδόθη διὰ τὰ αὐτοῦ222

224

ἐκείνου ἁμαρτήματα τοῦ πιστεύοντος καὶ ἀ[ν]έστη διὰ τὴν τούτου δι‖[καίω‐ σιν .. ἐ]δικαιώθη ἀρξαμένης εἶναι ἐν αὐτῷ δικαιοσύνης ἀπὸ τῆς [..... πί]στεως λογιζομένης αὐτῷ εἰς δικαιοσύνην *** πῶς χρὴ ἕκα[στον] τ̣[ὰ] τοῦ Ἀβραὰμ 〈ἔργα〉 ποιεῖν τὸ ἐξελθεῖν τινα ἐκ
5τῆς γῆς αὐτοῦ καὶ ἐκ [τῆς] συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ εἰς τὴν γῆν ἣν | [δείξ]ει τῷ ἐξελθόντι ἀπὸ τούτων ὁ Κύριος, καὶ εἴ τίς γ’ ἐξέρχεται ἀπὸ τούτων, [ἐπι]τεύξασθαι τῶν ἐπὶ τούτοις ὡσπερεὶ ἄθλων εἰρημένων πρὸς τὸν [Ἀβ]ραάμ *** [Rom. 5, 1—2] οὐ γὰρ δυνατόν ἐστιν εἰρήνην ἔχειν πρὸς τὸν
10Θεὸν τὰ ἐναν[τί]α ἔργα τῇ ἀρετῇ πράττοντα ἅπερ ἐχθροποιεῖ Θεῷ τὸν κατεργαζόμενον, καθὸ λέγεται τὸ ‹Ἐχθροὶ ὄντες τῷ Θεῷ› ᾧ ἐπιφέρεται τὸ ‹Κατη[λλάγ]η|μεν*** Ὁ Θεὸς μὲν ...[.τὸν ἥλ]ι̣ο̣ν αὐτοῦ ἀνατέλ‐ λων ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχων [ἐπὶ δικα]ους καὶ ἀδί‐ κους τὰ τῆς πρὸς ἡμᾶς εἰρήνης ἐπιτελεῖ, ἡμεῖς [δὲ ἁμαρτά]νοντες ἑαυτοὺς
15ἐχθροὺς Θεῷ κατασκευάζομεν, κατορθοῦ[ντε]ς δὲ φ[ί]λ̣ο̣υ̣[ς], ὅ̣τ̣ε καὶ εἰρήνην ἔχομεν πρὸς τὸν Θεόν· καὶ ἵνα τὸ κυριώτ[ε]ρ[ο]ν τὸ | ἐναντίον τῇ εἰρήνῃ ἐπὶ τῶν ἁμαρτανόντων λάβω, εἴποιμι δ’ ἂν ὅτι ὁ μὲν κατορθῶν εἰρήνην ἔχει πρὸς τὸν Θεόν, ὁ δὲ τὰ ἐναντία τῷ κατορθοῦντι πράττων, τουτέστιν ἁμαρτάνων, πόλεμον αἱρεῖται καὶ ἔχει πρὸς τὸν Θεόν, καὶ δι’ αὐτοῦ τοῦ ποιεῖν κακῶς
20πολεμεῖ τῷ Θεῷ *** Καὶ τὴν προσαγωγὴν δὲ ἐσχήκαμεν δι’ οὐδενὸς ἢ διὰ Ἰησοῦ Χριστοῦ | τοῦ Κυρίου ἡμῶν· λόγος γὰρ καὶ ἀλήθεια καὶ σοφία καὶ δικαιοσύνη καὶ τὰ ἄλλα πάντα, ὅσα ἐστὶν ὁ Σωτὴρ ἡμῶν ὁ πρωτοτόκος πάσης κτίσεως, προσάγει τῷ ἐπὶ πᾶσιν Θεῷ καὶ Πατρὶ τὸν ἑαυτὸν τούτοις ἐπιδεδωκότα ***
25Καὶ ὅρα πηλίκον ἐστὶν τὸ κατὰ τὴν χάριν ὡς περὶ ὀλίγων ἀναγεγράφθαι τὸ
Εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ›. Ἐν ἐπαίνῳ γὰρ εἴ|ρηται τὸ ‹Νῶε224

226

δὲ εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ› καὶ Μωσῆς δὲ παρρησιαζόμενος ‹Εἰ εὗρον χάριν, φησίν, ἐνώπιόν σου*** Καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ›, ὅπερ ἴσον νομίζω τυγχάνειν τῷ «καυχώμεθα ἐπὶ τῇ ἐλπίδι τοῦ ὄψεσθαι τὴν δόξαν τοῦ Θεοῦ
5καὶ τοῦ μεταλήμψεσθαι αὐτῆς»· ἧς δόξης Θεοῦ ἀπαύγασμα ὁ Σωτὴρ ἡμῶν ἐν τῇ | πρὸς Ἑβραίους εἶναι λέγεται *** δόξαν μὲν ἐπὶ τοῦ προσώπου Μωσέως τοῦ νοῦ αὐτοῦ τὴν καθαρότητα καὶ πρὸς τὴν θεότητα τοῦ Πατρὸς τῶν ὅλων κοινωνίαν, ἀφ’ ἧς ἐλλαμπόμενον φωτιζόμενον πάντων μᾶλλον τῶν ἐπὶ γῆς ἐνεώρα ἥτις ποτ’ ἐστὶν ἡ ἀγένητος καὶ ὑπὲρ πάντα τοῦ Θεοῦ φύσις· καλύμμα
10δὲ ἐπὶ τοῦ προσώπου | Μωσέως ἡ ἀπόκρυψίς ἐστιν τῶν νενοημένων αὐτῷ καὶ τεθε‖ωρημένων, ἐπεὶ μηδὲ ἐδύναντο οἱ πολλοὶ τοῖς τηλικούτο̣[ις] ἐν Μωσεῖ θεωρήμασιν μαθητεύεσθαι· ἀλλὰ καὶ ὅτε συνετ[έλεσεν Μω]σῆς τὰ ἔργα καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτ[υρίου, δ]ξης Κυρίου ἐνεπλήσθη ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ οὐ δυνήθη Μω[σῆς] | εἰς τὴν
15σκηνὴν τοῦ μαρτυρίου εἰσελθεῖν ὅτι ἐπεσκίαζε[ν ἐπ’ α]τὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή *** οἶκος ἀ[λη]θινὸς ἡ ἐκκλησία ἐστὶν ζῶντος Θεοῦ λεγομένη ἐκκλησία [πρω]τοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, νεφέλη δὲ ὁ Σωτὴρ ἡμῶ[ν ἐπὶ τ]ὸ̣ν οἶκον τοῦτον ὡς μηδὲ τοὺς ἱερεῖς στῆναι δύνασθα[ι λει|τουργεῖν] ἀπὸ προσώπου τῆς νε‐
20φέλης ταύτης ὅτι ἔπλησεν δ̣[όξα Κυρίου τὸν οἶκ]ο̣ν *** ὅσον μὲν γὰρ ἐπὶ τοῦ ἀπὸ τῆς πρὸς Κορινθί[ους .........] ἔοικεν ἔχειν ἤδη τὴν δόξαν τοῦ Θεοῦ ἐπ̣ὶ̣ τοῦ ἑαυτοῦ [πρ]οσ[ώπ]ο̣υ· ὅσον δὲ ἐπὶ τῇ προκει‐
μένῃ λέξει ὡς οὐκ ἔχων αὐτήν̣ φησιν [..] ‹Καυχώμεθα ἐπ’ ἐλπίδι τῆς226

228

δόξης τοῦ Θεοῦ›. Ὅρα τοίνυν εἰ δυ|νάμεθα οὕτω λῦσαι τὸ ἐπαπορηθέν· ὁ αὐτός φησιν Παῦλος· ‹Εἴ τις ἔγνω, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι› καὶ ›βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσω‐ πον πρὸς πρόσωπον› καὶ ‹Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους
5προφητεύομεν*** [Rom. 5, 3—5] ›Οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ | θλῖψις ὑπομονὴν κατεργάζεται› τῶν γὰρ πολλῶν ἐνδιδόντων πρὸς τὰς θλίψεις καὶ λυπουμένων ἐπ’ αὐταῖς ὡς δυσαρεστεῖσθαι, ἡμεῖς τοσοῦτον διὰ Ἰησοῦ Χριστοῦ ὑπὸ Θεοῦ ὠφελή‐
10θημεν ὥστε καυχᾶσθαι διὰ τὴν ἐκ Θεοῦ ἐν θλίψεσιν πολλὴν ὑπομονὴν ἐπὶ ταῖς θλίψεσιν ὡς ἐπὶ ὕλῃ ἀγαθῶν. Διὸ καὶ ἐπιστήμην τινὰ καινὴν ἀνειλή‐ φαμεν· | γινώσκομεν γὰρ ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ὡς παρὰ πᾶσιν ἂν ὁμολογηθείη ὅτι ἡ ὑπομονὴ δοκίμιον ἐμποιεῖ τῷ ὑπομείναντι *** Διὰ τοῦτο δὲ καὶ ἡ θεία γραφὴ ἀπαγορεύει μὲν τὴν ἐπὶ ἀδιαφόροις καύχησιν,
15προτρέπει δὲ ἐπὶ τὸ νοεῖν διὰ τὸ καλὸν κατὰ τὸ εὔλογον γινομένην ἐν τῷ Ἱερεμίᾳ φάσκουσα· ‹| Τάδε λέγει Κύριος· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτο, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτο, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτο, ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν με, ὅτι ἐγώ εἰμι
20κύριος ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν
τούτοις τὸ θέλημά μου, λέγει Κύριος***228

230

παρα [..]. τινα τρόπον ἀπαγορεύει καυχᾶσθαι τὸν σοφὸν οὐχ ἁπλῶς [....]......τῇ ἑαυτοῦ [....]σοφοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπισ‐ τήμονες *** καὶ διὰ τοῦτό γε οὐ χρὴ καυχᾶσθαι τὸν [σο]φὸν ἐν τῇ σοφίᾳ ἑαυτοῦ, ἐπεὶ κἂν τέλειος ᾖ ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ | [τοῦ] Θεοῦ
5σοφίας ἀπούσης, εἰς οὐδὲν λογισθήσεται *** ἀδιάφορος μὲν [ἡ ἀν]θρωπίνη σοφία, τῷ δὲ καλῶς αὐτῇ χρωμένῳ καὶ εἰς δεὸν αὐ[τὴ]ν παραλαμβάνοντι χώραν παρέχει τῇ τοῦ Θεοῦ σοφίᾳ ἐπεὶ παντὶ [ἔ]χοντι [δο]θήσεται καὶ τάχα τοῦτο λέγεται ἐν τῷ Ἐκκλησιαστῇ [..].Σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας | [ἐν τ]ῇ πόλει›. Βοηθεῖ γὰρ ἡ
10τοῦ Θεοῦ σοφία τῷ ἔχοντι τὴν ἀνθρωπ[ίνην σο]φίαν καὶ ἑαυτὸν εὐτρεπίσαντι εἰς παραδοχὴν τῆς θε̣[ίας σοφίας· οὐ]κ̣ ἀδιάφορος ἡ σοφία τῶν τὰ ὑφαντὰ καὶ ῥαφιδευτὰ κ[αὶ ποικιλτι]κὰ ποιησάντων τῆς σκηνῆς τοῦ μαρτυρίου, οὓς ἐνέπλησ[εν τὸ] πνεῦμα θεῖον συνέσεως καὶ ἐπιστήμης διανοεῖσθαι καὶ ἀρχιτ[εκτ]ο|νεῖν τὰ κατὰ τὴν σκηνήν *** Τὸ γὰρ κατεργαζόμενον ἀρετὴν
15[οὔ]τε μέσον οὔτε φαῦλον εἶναι δύναται· μήποτ’ οὖν ἀναγκαίας ἀρετῆς ὑπομονῆς ἐστιν ἡ θλῖψις *** σπουδαῖ̣όν ἐστιν ἡ θλῖψις ὑπομονὴν μίαν τῶν ἀρετῶν κατεργαζομένη *** ἐπὶ μὲν τῶν δικαίων γέγραπται ‹Πολλαὶ αἱ θλίψεις τῶν δικαίων›, ἐπὶ δὲ τῶν ἐναντίων ‹Πολλαὶ | αἱ μάστιγες τῶν ἁμαρτωλῶν›, ὡς κατὰ ταῦτα μήτε τὸν δίκαιον μαστιγοῦσθαι, μήτε τὸν
20ἁμαρτωλὸν θλίβεσθαι ***εἰσέλθατε διὰ τῆς στενῆς πύλης ὅτι πλατεῖα230

232

ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσπορευόμενοι δι’ αὐτῆς *** ‹ἠκαιρεῖσθε δ· οὐχ ὅτι καθ’ ὑστέρησιν | λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι*** εἰ μὴ δοκιμώτατός ἐστιν οὐκ ἔλαττον τοῦ πενίαν γενναίως ὑπομέ‐
5νοντος ὁ τὸν πλοῦτον οἰκονομῶν κατὰ τὸν λόγον καὶ οὐχ ἧττον τοῦ ἐγκαρ‐ τεροῦντος ἐν πόνοις τοῖς ἐν νόσοις ὁ διὰ τὴν ὑγίειαν τῆς ψυχῆς μηδὲν παρα‐ δεχόμενος πάθος κατὰ τὸν | καιρὸν τοῦ ὑγιαίνειν τὸ σῶμα, ὅτε φιλεῖ ἐπιτί‐ θεσθαι ἐκ τούτου ἐπιθυμεῖν κατὰ τοῦ πνεύματος *** ἥτις θλῖψις καύχημά ἐστιν τῶν ἁγίων, καὶ τοιαύτη γε ὥστ’ ἂν μὴ ἔλαττον εἰπεῖν ἐπὶ τῇ διὰ τὰς
10θλίψε[ι]ς καυχήσει τὸ ‹Νὴ τὴν ἡμετέραν καύχησιν, ἀδελφοί*** καὶ εἴπερ μὲν τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, | δὲ φόβος
κόλασιν ἔχει καὶ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ ***232