TLG 2042 036 :: ORIGENES :: Commentarii in epistulam ad Romanos (I.1–XII.21) (in catenis) ORIGENES Theol., Origenes Adamantius Commentarii in epistulam ad Romanos (I.1–XII.21) (in catenis) Citation: Section — (line) | ||
1(n1) | i 1 ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ. | |
1 | Τρίτον ἔστιν ἰδεῖν τὸ ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ· καὶ ἐν τῇ πρὸς Γαλάτας ὁ ἀπόστολος περὶ ἑαυτοῦ τοιαῦτά φησιν· ὅτε δὲ εὐδόκηcεν ὁ θεόc, ὁ ἀφορίcαc με ἐκ κοιλίαc μητρόc μου, ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί. ἐπιλαμβάνονται δὲ τῶν τοιούτων λέξεων οἱ μὴ συνιέντες τὸν ἐκ προγνώσεως | |
---|---|---|
5 | θεοῦ προωρισμένον αἴτιον τυγχάνοντα τοῦ γίνεσθαι τὰ προγινωσκόμενα· καὶ οἴονται διὰ τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους. τινὲς δὲ καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τῶν τοιούτων ἀναιροῦσι ῥητῶν, συγχρώμενοι καὶ τῷ ἀπηλλοτριώθηcαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτραc ἐν ψαλμοῖς εἰρημένῳ. πρὸς μὲν οὖν τοῦτο εὐχερῶς ἔστιν ἀπαντῆσαι, ἐρωτῶντας περὶ τῆς ἑξῆς λέξεως· γέγραπται γὰρ | |
10 | ἀπηλλοτριώθηcαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτραc, ἐπλανήθηcαν ἀπὸ γαcτρόc, ἐλάληcαν ψευδῆ· θυμὸc αὐτοῖc κατὰ τὴν ὁμοίωcιν τοῦ ὄφεωc. καὶ πευσόμεθά γε τῶν ὡς σαφεῖ τῇ λέξει ἐπιβαινόντων, εἰ οἱ ἀπαλλοτριωθέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἅμα τῷ ἐξελθεῖν ἀπὸ γαστρὸς τῆς μητρὸς αὐτῶν ἐπλανήθησαν καὶ τῆς σωζούσης ὁδοῦ ἐσφάλησαν, αὐτοὶ εἰς τοῦτο ἐνεργήσαντες. πῶς δὲ οἱ ἀπαλλοτριωθέντες | |
15 | ἁμαρτωλοὶ ἀπὸ μήτρας ἀπὸ γαστρὸς ἐπλανήθησάν τε καὶ ἐλάλησαν ψευδῆ; οὐ γὰρ δὴ δείξουσιν ὅτι ἅμα τῷ γεννηθῆναι ἔναρθρον φωνὴν προήκαντο, ψευδῆ τινὰ προφερόμενοι. ἀλλ’ εἰ προσέχομεν τοῖς προτεταγμένοις τοῦ προορισμοῦ ἐν τῇ ἐξεταζομένῃ ἐπιστολῇ λεγομένοις, δυνησόμεθα, τὰ περι‐ σπῶντα τοὺς ἁπλουστέρους πρὸς παραδοχὴν τοῦ ἀδικίαν κατηγοροῦντος κατὰ | |
20 | τοῦ θείου δόγματος καθελόντες, ἀπολογήσασθαι περὶ τοῦ ἐκ κοιλίας μητρὸς ἀφορίζοντος καὶ εἰς εὐαγγέλιον θεοῦ ἀφορίζοντος τὸν δοῦλον Ἰησοῦ Χριστοῦ κλητὸν ἀπόστολον Παῦλον. οὕτω δὲ ἔχει τὰ ῥητά· οἴδαμεν δὲ ὅτι τοῖc ἀγαπῶcι τὸν θεὸν πάντα cυνεργεῖ εἰc ἀγαθόν, τοῖc κατὰ πρόθεcιν κλητοῖc οὖcιν· ὅτι οὓc προέγνω, καὶ προώριcεν cυμμόρφουc τῆc εἰκόνοc τοῦ υἱοῦ αὐτοῦ, εἰc τὸ εἶναι | |
25 | αὐτὸν πρωτότοκον ἐν πολλοῖc ἀδελφοῖc· οὓc δὲ προώριcεν, τούτουc καὶ ἐκάλεcεν· καὶ οὓc ἐκάλεcεν, τούτουc καὶ ἐδικαίωcεν· οὓc δὲ ἐδικαίωcεν, τούτουc καὶ ἐδόξαcεν. πρόσχωμεν οὖν τῇ τάξει τῶν λεγομένων. δικαιοῖ ὁ θεὸς καλέσας πρότερον, οὐκ ἂν δικαιώσας οὓς μὴ ἐκάλεσεν· καλεῖ δὲ πρὸ τῆς κλήσεως προορίσας, | |
οὐκ ἂν καλέσας οὓς μὴ προώρισεν· καὶ ἔστιν αὐτῷ ἀρχὴ τῆς κλήσεως καὶ | 210 in vol. 13 | |
30 | τῆς δικαιώσεως οὐχ ὁ προορισμός· οὗτος γὰρ εἰ ἦν ἀρχὴ τῶν ἑξῆς, κἂν πιθανώτατα ἐκράτουν οἱ παρεισάγοντες τὸν περὶ φύσεως ἄτοπον λόγον· ἀνωτέρω δέ ἐστι τοῦ προορισμοῦ ἡ πρόγνωσις· οὓc γὰρ προέγνω, φησί, καὶ προώριcεν cυμμόρφουc τῆc εἰκόνοc τοῦ υἱοῦ αὐτοῦ. προενατενίσας οὖν ὁ θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπὴν τοῦ ἐφ’ ἡμῖν τῶνδέ τινων ἐπὶ εὐσέ‐ | |
35 | βειαν καὶ ὁρμὴν ἐπὶ ταύτην μετὰ τὴν ῥοπήν, καὶ ὡς ὅλοι ἑαυτοὺς ἐπιδώσουσι τῷ κατ’ ἀρετὴν ζῇν, προέγνω αὐτούς, γινώσκων μὲν τὰ ἐνιστάμενα προγινώσκων δὲ τὰ μέλλοντα· καὶ οὓς οὕτω προέγνω, προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. ἔστιν οὖν τις ὁ υἱὸς τοῦ θεοῦ, εἰκὼν τυγχάνων τοῦ θεοῦ τοῦ ἀοράτου, καὶ τούτου εἰκὼν ἡ λεγομένη εἰκὼν τοῦ υἱοῦ τοῦ θεοῦ· | |
40 | ἥντινα νομίζομεν εἶναι ἣν ἀνέλαβεν ψυχὴν ὁ υἱὸς τοῦ θεοῦ ἀνθρωπίνην, γενομένην διὰ τὴν ἀρετὴν τῆς εἰκόνος τοῦ θεοῦ εἰκόνα. ταύτης δέ, ἣν οἰόμεθα εἰκόνος εἰκόνα εἶναι [τοῦ υἱοῦ] τοῦ θεοῦ, συμμόρφους προώρισεν γενέσθαι ὁ θεός, οὓς διὰ τὴν περὶ αὐτῶν πρόγνωσιν προώρισεν. οὐ γομιστέον τοίνυν εἶναι τῶν ἐσομένων αἰτίαν τὴν πρόγνωσιν τοῦ θεοῦ· ἀλλ’ ἐπεὶ ἔμελλεν | |
45 | γίνεσθαι κατ’ ἰδίας ὁρμὰς τοῦ ποιοῦντος, διὰ τοῦτο προέγνω, εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν· καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν τούσδε μέν τινας προέγνω καὶ προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἄλλους δὲ εἶδεν ἀπηλλοτριωμένους. ἐὰν δέ τις ἀνθυποφέρῃ πρὸς ταῦτα, εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἃ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ θεός· | |
1(50) | φήσομεν ὅτι δυνατὸν μὲν μὴ γενέσθαι· οὐχὶ δέ, εἰ δυνατὸν μὴ γενέσθαι, ἀνάγκη μὴ γενέσθαι ἢ γενέσθαι· καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης, ἀλλὰ δυνατοῦ ὄντος καὶ τοῦ αὐτὰ μὴ γενέσθαι. τῆς δὲ λογικῆς ἔχεται ἐντρεχείας τε καὶ θεωρίας ὁ περὶ τῶν δυνατῶν τόπος, ἵνα ὁ σμήξας ἑαυτοῦ τὸ ὄμμα τῆς ψυχῆς δυνηθῇ τῇ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας κατανοῆσαι, πῶς | |
55 | καὶ μέχρι τῶν τυχόντων οὐκ ἐμποδίζεται τὸ εἶναί τι εἰς πολλὰ δυνατόν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· προεγνω‐ σμένου τε οὑτωσί, ὅτι ἔσται μὲν οὐκ ἐξ ἀνάγκης δὲ ἔσται, ἀλλ’ ἐνδεχομένου τυγχάνοντος τοῦ μὴ γενέσθαι ἔσται τὸ οὐ στοχαστικῶς εἰρημένον ἀλλ’ ἀληθῶς προεγνωσμένον. | |
60 | μὴ νομιζέτω δέ τις ἡμᾶς τὸ κατὰ πρόθεcιν σεσιωπηκέναι ὡς θλίβον ἡμῶν τὸν λόγον· ἐπεί φησιν ὁ Παῦλος οἴδαμεν δὲ ὅτι τοῖc ἀγαπῶcι τὸν θεὸν πάντα cυνεργεῖ εἰc ἀγαθόν, τοῖc κατὰ πρόθεcιν κλητοῖc οὖcιν. ἀλλὰ προσεχέτω ὅτι τοῦ κατὰ πρόθεσιν εἶναι κλητοὺς τὴν αἰτίαν καὶ ὁ ἀπόστολος ἀποδέδωκεν εὐθέως, εἰπὼν ὅτι οὓc προέγνω, καὶ προώριcεν cυμμόρφουc τῆc εἰκόνοc τοῦ υἱοῦ αὐτοῦ. | |
65 | καὶ τίνα γε μᾶλλον ἐχρῆν ἐγκαταχωρισθῆναι εἰς τὴν δικαιοῦσαν κλῆσιν τῇ προθέσει τοῦ θεοῦ ἢ τοὺς ἀγαπῶντας αὐτόν; πάνυ δὲ τὴν ἐκ τοῦ ἐφ’ ἡμῖν αἰτίαν παρίστησι τῆς προθέσεως καὶ τῆς προγνώσεως τὸ οἴδαμεν δὲ ὅτι τοῖc ἀγαπῶcι τὸν θεὸν πάντα cυνεργεῖ εἰc ἀγαθόν. σχεδὸν γὰρ εἶπεν ὅτι πάντα συνεργοῦντα εἰς ἀγαθὸν διὰ τοῦτο συνεργεῖ, ἐπεὶ ἄξιοί εἰσι συνεργίας οἱ | 211 in vol. 13 |
70 | ἀγαπῶντες τὸν θεόν. ἅμα δὲ καὶ ἐρωτήσωμεν τοὺς τὰ ἐναντία λέγοντας, καὶ ἀποκρινάσθωσαν ἡμῖν πρὸς ταῦτα. ἔστω καθ’ ὑπόθεσιν εἶναί τινα ἐφ’ ἡμῖν· καὶ τοῦτο ἐροῦμεν αὐτοῖς ἀναιροῦσι τὸ ἐφ’ ἡμῖν, ἕως ἐκ τῆς διδομένης ὑποθέσεως ἐλεγχθῇ αὐτῶν ὁ λόγος οὐχ ὑγιὴς ὤν. ὄντος δὴ τοῦ ἐφ’ ἡμῖν, ἆρα ὁ θεὸς ἐπιβαλὼν τῷ εἱρμῷ τῶν ἐσομένων προγνώσεται τὰ πραχθησόμενα ἐκ τοῦ ἐφ’ | |
75 | ἡμῖν ἑκάστῳ τῶν ἐχόντων τὸ ἐφ’ ἡμῖν, ἢ οὐ προγνώσεται; τὸ μὲν οὖν λέγειν οὐ προγνώσεται, ἀγνοοῦντός ἐστι τὸν ἐπὶ πᾶσι νοῦν καὶ τὴν μεγαλωσύνην τοῦ θεοῦ. εἰ δὲ δώσουσιν ὅτι προγνώσεται, πάλιν ἐρωτήσωμεν αὐτούς, ἆρα τὸ ἐγνωκέναι αὐτὸν αἴτιόν ἐστι τοῦ ἔσεσθαι τὰ ἐσόμενα, διδομένου τοῦ εἶναι τὸ ἐφ’ ἡμῖν; ἢ ἐπεὶ ἔσται προέγνω, καὶ οὐδαμῶς ἐστὶν αἰτία αὐτοῦ ἡ πρόγνωσις τῶν | |
80 | ἐσομένων ἐκ τοῦ ἐφ’ ἡμῖν ἑκάστῳ; δυνατὸν οὖν ἦν τῶνδέ τινων ἀπαντησάντων μὴ τόδε ἀλλὰ τόδε ἐνεργῆσαι τὸν δημιουργηθέντα αὐτεξούσιον. τούτων οὖν καὶ τοιούτων ἂν λεχθησομένων, σώζεται καὶ τὸ εὖγε, ἀγαθὲ δοῦλε καὶ πιcτέ· ἐπὶ ὀλίγα ἦc πιcτόc, ἐπὶ πολλῶν cε καταcτήcω· εἴcελθε εἰc τὴν χάριν τοῦ κυρίου cου· καὶ πᾶς ἔπαινος. σώζεται δὲ καὶ τὸ εὔλογον τοῦ πονηρὲ δοῦλε καὶ | |
85 | ὀκνηρέ, ἔδει cε βαλεῖν τὸ ἀργύριόν μου εἰc τράπεζαν. οὕτω δὲ σωθήσεται μόνως τὰ δικαίως λεγόμενα πρὸς μὲν τοὺς ἐκ δεξιῶν δεῦτε πρόc με οἱ εὐλογημένοι τοῦ πατρόc μου, κληρονομήcατε τὴν ἡτοιμαcμένην ὑμῖν βαcιλείαν ἀπὸ καταβολῆc κόcμου· ὅτι ἐπείναcα, καὶ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς· πρὸς δὲ τοὺς ἐξ εὐωνύμων πορεύεcθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰc τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμαcμένον τῷ | |
90 | διαβόλῳ καὶ τοῖc ἀγγέλοιc αὐτοῦ· ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ εἴπερ τὸ ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ καὶ τὸ ὁ ἀφορίcαc με ἐκ κοιλίαc μητρόc μου ἀνάγκην τινὰ περιεῖχε, πῶς ἂν εὐλόγως ἔφασκε τὸ ὑποπιάζω μου τὸ cῶμα καὶ δουλαγωγῶ, μήπωc ἄλλοιc κηρύξαc αὐτὸc ἀδό‐ κιμοc γένωμαι καὶ τὸ οὐαὶ γάρ μοί ἐcτιν ἐὰν μὴ εὐαγγελίζωμαι; σαφῶς γὰρ ἐκ τούτων | |
95 | παρίστησιν ὅτι εἰ μὴ ὑπεπίαζεν αὐτοῦ τὸ σῶμα καὶ ἐδουλαγώγει οἷόν τε ἦν αὐτὸν ἄλλοις κηρύξαντα ἀδόκιμον γενέσθαι, καὶ ὅτι δυνατὸν ἦν οὐαὶ αὐτῷ γενέσθαι εἰ μὴ εὐηγγελίζετο. μήποτε οὖν σὺν τούτοις ἀφώρισεν αὐτὸν ὁ θεὸς ἐκ κοιλίας μητρός, καὶ ἀφώρισεν αὐτὸν εἰς εὐαγγέλιον θεοῦ, σὺν τῷ ἑωρακέναι τὴν αἰτίαν τοῦ δικαίου ἀφορισμοῦ, ὅτι ὑποπιάσει τὸ σῶμα καὶ δουλαγωγήσει εὐλαβούμενος | |
1(100) | μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται, καὶ ὅτι, εἰδὼς οὐαὶ αὐτῷ ἔσεσθαι | |
ἐὰν μὴ εὐαγγελίσηται, φόβῳ τῷ πρὸς τὸν θεὸν πρὸς τὸ μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὐκ ἐσιώπα ἀλλ’ εὐηγγελίζετο. καὶ ταῦτα δὲ ἑώρα ὁ ἀφορίζων αὐτὸν ἐκ κοι‐ λίας μητρὸς αὐτοῦ καὶ ὁ ἀφορίζων αὐτὸν εἰς τὸ ἑαυτοῦ εὐαγγέλιον, ὅτι ἐν κόποιc ἔσται περιccοτέρωc, ἐν φυλακαῖc περιccευόντωc, ἐν πληγαῖc ὑπερβαλλόντωc, ἐν | 212 in vol. 13 | |
105 | θανάτοιc πολλάκιc· ὑπὸ Ἰουδαίων πεντάκιc τεccαράκοντα παρὰ μίαν λήψεται, τρὶc ῥαβδιcθήcεται, ἅπαξ λιθαcθήcεται· καὶ τάδε τινὰ πείσεται καυχώμενοc ἐν ταῖc θλίψεcι καὶ εἰδὼc ὅτι ἡ θλίψιc ὑπομονὴν κατεργάζεται καὶ ὑπομένων. διὰ ταῦτα δὲ ἄξιον ἦν αὐτὸν ἀφορισθῆναι εἰς εὐαγγέλιον θεοῦ προγινωσκόμενον ἔσεσθαι, καὶ ἀφορισθῆναι αὐτὸν ἐκ κοιλίας μητρὸς αὐτοῦ. καὶ ἀφωρίζετο εἰς εὐαγγέλιον | |
110 | θεοῦ οὐ διὰ τὴν φύσιν ἔχουσάν τι ἐξαίρετον καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ ὑπὲρ τὰς τῶν μὴ τοιούτων φύσεις, ἀλλὰ διὰ τὰς προεγνωσμένας μὲν πρότερον πράξεις ὕστερον δὲ γενομένας ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπὸ τοῦ ψαλμοῦ ῥητὸν οὐκ ἦν εὔκαιρον, παρεκβατικὸν γὰρ ἦν· διὸ εἰς τὴν οἰκείαν τάξιν θεοῦ διδόντος | |
115 | ἀποδοθήσεται, ὅταν τὸν ψαλμὸν διηγώμεθα. ἀρκέσει δὲ καὶ ταῦτα πεπλεονασμένα εἰς τὸ ἀφωρισμένος. | |
2(n1) | i 9—11 μάρτυς γάρ μου ἐστὶν ὁ θεὸς ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ | |
n2 | εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ | |
n3 | τῶν προσευχῶν μου δεόμενος εἴπως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι | |
n4 | τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς· ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς. | |
1 | ἔστι δὲ καὶ χωρὶς θελήματος θεοῦ ἥκειν πρός τινα, ὥσπερ ὁ Βαλαὰμ ἀπῄει πρὸς τὸν Βαλὰκ καταρασ〈ό〉μενος μισθοῦ τὸν Ἰσραήλ· οἶμαι δὲ ὅτι καὶ πᾶς ἐθνικός, ἢ ὁπώσποτε τῆς θεοσεβείας ἀλλότριος, μὴ διακονούμενος ἁγίοις τῶν λυσιτελῶν τι αὐτοῖς, οὐ καὶ ἐν θελήματι θεοῦ εὐοδοῦται γίνεσθαι πρὸς οὓς | |
5 | γίνεται, εἰ καὶ εὐοδοῦταί ποτε· ἐcτὶ γὰρ φησὶν ἡ γραφὴ ἐν κακοῖc εὐοδία ἀνδρόc. | |
3(n1) | 11, 12 ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· | |
n2 | τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε | |
n3 | καὶ ἐμοῦ. | |
1 | ὡς ὄντος δὲ χαρίσματος μὴ πνευματικοῦ ἡγοῦμαι ὅτι ἀναγκαίως πρόσκειται· | |
ἔστι γάρ τινα χαρίσματα, οὐ πνευματικά, ὡς καὶ ὁ γάμος· τὸ γὰρ πνευματικὸν οὐκ ἄν ποτε ἐμποδίσαι προcευχῇ· ἡ δὲ ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνδρὸς καὶ γυναικὸς κωλύει. ὅτι δὲ χάρισμα ὁ γάμος δηλοῖ ὁ ἀπόστολος φήσας θέλω πάνταc | 213 in vol. 13 | |
5 | ἀνθρώπουc εἶναι ὡc καὶ ἐμαυτόν, ἀλλ’ ἕκαcτοc ἴδιον ἔχει χάριcμα ἐκ θεοῦ· ὃc μὲν οὕτωc, ὃc δὲ οὕτωc. | |
4(n1) | i 13—15 οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν | |
n2 | πρὸς ὑμᾶς καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν | |
n3 | καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις· σοφοῖς τε καὶ | |
n4 | ἀνοήτοις ὀφειλέτης εἰμί, οὕτως τὸ κατ’ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ | |
n5 | εὐαγγελίσασθαι. | |
1 | [ἔστιν δὲ ἐνταῦθα καθ’ ὑπερβατόν, ὃ ἐὰν μὴ τηρηθῇ μάχεται τῇ ἀκολουθίᾳ· τίς γὰρ ἂν εἴποι διὰ τοῦτο κεκωλύσθαι ἐλθεῖν πρὸς τοὺς Ῥωμαίους τὸν Παῦλον ἵνα καρπὸν ἔχῃς; τοὐναντίον γάρ, εἰ μὴ ἐκωλύθη καρπὸν εἶχεν, κωλυόμενος δὲ ἀπεστερεῖτο τοῦ καρποῦ· πῶς οὖν ἀναγνωστέον; πολλάκις προεθέμην ἐλθεῖν | |
5 | πρὸς ὑμᾶς ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο· διὰ τί οὖν ἠναγκάσθη τὸ ὑπερβατὸν θεῖναι; ἐπειδὴ τ〈ῷ〉 ἵνα καρπόν τινα ἔχω ἔμελλε συνάπτειν πολλά (οἷον τὸ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμὶ καὶ | |
10 | τὰ ἀκόλουθα) ἵνα μὴ διακόψῃ τῇ συνεχείᾳ, παρενθεὶς τὸ ἐκωλύθην ἄχρι τοῦ δεῦρο συνῆψε τῷ προτέρῳ τ〈ῷ〉 προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς τὸ ἵνα τινὰ καρπὸν ἔχω, καὶ οὕτως ἀπέδωκε τῇ τοῦ λόγου ἀκολουθίᾳ τὴν τάξιν.] | |
5(n1) | i 18 ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ | |
n2 | ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. | |
1 | ἔοικε δὲ λέγεσθαι ὀργὴ καὶ ὁ διάκονος τῶν ἐπὶ τοῖς ἡμαρτημένοις πόνων καὶ οἱ ὑπ’ αὐτὸν τῶν αὐτῶν ὑπηρέται καὶ λειτουργοί, ὡς ὅτε προcετέθη ἐκκαῆναι ἡ ὀργὴ τοῦ θεοῦ ἐν τῷ Ἰcραήλ, ὅτε ἀναcειcθεὶc ὑπ’ αὐτῆς Δαυεὶδ ἐκέλευσε τῷ Ἰωὰβ ἀριθμῆcαι τὸν λαόν· τὸ δὲ δεύτερον παρίσταται ἐκ τοῦ ἀπέcτειλεν εἰc αὐτοὺc | |
5 | θυμὸν ὀργῆc, θλίψιν καὶ ὀργήν, ἀποcτολὴν δι’ ἀγγέλων πονηρῶν. ὅτε δ’, αὐτοὶ οἱ δι’ ἁμαρτίας πόνοι· οὕτω γὰρ ἀκούω τοῦ κατὰ τὴν cκληρότητά cου καὶ ἀμεταμέ‐ λητον καρδίαν θηcαυρίζειc cεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆc, καὶ τοῦ ἔφθακεν δὲ εἰc αὐτοὺc ἡ ὀργὴ εἰc τέλοc. πρὸς τούτοις ἐπίσκεψαι εἰ τὰ μὲν συμβαίνοντα τοῖς δικαίοις, πειράζοντος | |
10 | αὐτοὺς τοῦ πονηροῦ, ὀργὴ μὲν ἐστὶν οὔτε δὲ θεοῦ οὔτε ἀπ’ οὐρανοῦ, ἀλλὰ κάτωθέν ποθεν ἢ τοῦ διαβόλου ἤ τινος τῶν ἀγγέλων αὐτοῦ· τούτοις δέ τις οὐκ ἀπιθάνως ἀνθυποίσει τὸ εἶναι ἡμῖν τὴν πάλην πρὸc τὰ πνευματικὰ τῆc πονηρίαc ἐν τοῖc ἐπουρανίοιc· καὶ γὰρ ταῦτα δόξει ὀργιζόμενα τοῖς ἁγίοις παλαίειν καὶ ἐπάγειν αὐτοῖς ἀπ’ οὐρανοῦ ὀργήν. μήποτε οὖν ἐστί τις ἀπ’ οὐρανοῦ ὀργὴ | 214 in vol. 13 |
15 | καὶ ἑτέρα κάτωθεν ὡς ἀποδέδεικται, οὕτως καὶ ἡμῖν ἀπ’ οὐρανοῦ ὀργὴ θεοῦ ἐστίν, ἑτέρα δὲ ἀπ’ οὐρανοῦ μὲν οὐ θεοῦ δέ; εἰ δὲ πᾶσιν ἀνθρώποις ὁ θεὸς διὰ τῶν ἐν τῷ φυσικῷ λόγῳ ἀφορμῶν τὴν ἀλήθειαν ἐφανέρωσεν, καὶ τὸ γνωστὸν ἑαυτοῦ ὡς ἕκαστος κεχώρηκεν ὅτε τὸν λόγον συμπεπλήρωκεν, δηλονότι ἀναγ‐ καῖον ἔσται διὰ πάντα τὰ ἀσεβῶς γεγενημένα καὶ ἀδίκως πεπραγμένα, τοῖσδε | |
20 | μὲν πλείονα τοῖσδε δὲ ἐλάττονα, κατὰ ἀναλογίαν ἐλθεῖν τὴν ἀποκάλυψιν τῆς ὀργῆς τοῦ θεοῦ ἀπ’ οὐρανοῦ. | |
6(n1) | ii 7—9 τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν | |
n2 | ζητοῦσι ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ πει‐ | |
n3 | θομένοις δὲ τῇ ἀδικίᾳ θυμὸς καὶ ὀργὴ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν | |
n4 | ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. | |
1 | ὀργὴ δέ ἐστιν ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν ἐπὶ τιμωρίᾳ πόνος· θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ διοιδαίνουσαν· οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἂν διὰ τὰς ἁμαρτίας πάσχων τινά, ἤτοι τῆς συνειδήσεως αὐτῶν πληττομένης ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ | |
5 | θλίψις ἕπεται τοῖς τοιούτοις οὐχ ἡ ὑπομονὴν κατεργαζομένη, οὐδὲ εἰ νῆστις ὢν καυχήσεται, ἀλλ’ εἰ συνέζευκται στενοχωρίᾳ. οὐκ ἂν δέ τις ἐστενοχωρήθη εἰ πεποιήκει τις αὑτῷ ἀπὸ cοφίαc πλάτοc καρδίαc καὶ ἤκουσε τοῦ ἀποστόλου λέγοντος πλατύνθητε καὶ ὑμεῖc. συνάγειν γὰρ εἴωθεν καὶ στενοῦν τὴν ψυχὴν τὰ κακά, ὡς τὸν διάβολον ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν. | |
7(n1) | ii 10, 11 δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, | |
n2 | Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· οὐ γάρ ἐστιν προσωποληψία παρὰ τῷ θεῷ. | |
1 | ὁ τοίνυν ἐργαζόμενος τὸ ἀγαθὸν καὶ τίμιον ἑαυτὸν ἀποφαίνων τιμὴν λήψεται, διὰ τῆς μετανοίας ἀναβαίνων, ἐξ ἧς ἐξέπεσεν ὁμοιωθεὶc τοῖc κτήνεcι τοῖc ἀνοήτοιc· καὶ τὰ ἀφθαρσίας ἄξια πράγματα νοήσας ἐγείρεται ἐν δόξῃ εἰς αἰώνιον ζωήν· καὶ ἐν εἰρήνῃ δέ ἐστι πᾶς ὁ ἀπερίσπαστος καὶ μὴ περιελκόμενος ὑπό τινος | |
5 | ἄλλο τι νοεῖν ἢ ποιεῖν παρὰ τὴν ἀλήθειαν, κατὰ τὸ καὶ ἡ εἰρήνη τοῦ θεοῦ | |
φρουρήcει τὰc καρδίαc ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριcτῷ Ἰηcοῦ, καὶ εἰρήνη ὑμῖν πληθυνθείη, καὶ τὸ εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· φησὶν δὲ καὶ ὁ προφήτης πλῆθοc ἔσεσθαι εἰρήνηc ἐν τῇ ἐπιδημίᾳ τοῦ κυρίου ἕωc ἀνταναιρεθῇ ἡ cελήνη, ἵνα μηκέτι νόθον ὑπάρχῃ φῶς καὶ νυκτερινόν. | 215 in vol. 13 | |
8(n1) | ii 12, 13 ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν | |
n2 | νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι | |
n3 | παρὰ τῷ θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. | |
1 | κριθῆναι μέν ἐστι κατὰ νόμον καὶ διὰ νόμου· τὸ δὲ ἀπολέσθαι οὐκ ἐπιδέχεται νόμον· οὐδὲ γὰρ ἄλλος τις αὐτοὺς ἀπολεῖ, ἵνα κρίνῃ αὐτοὺς νόμῳ ἀπωλείας, ἀλλ’ ἔχεται τοῖς ἀνόμως ἁμαρτήσασιν ἀπώλεια· ὅσοι δὲ ἐν νόμῳ ἥμαρτον μὴ πάνυ ἀποστατοῦντες αὐτοῦ ἀλλ’ ἤτοι παρορῶντες ἢ καὶ νικώμενοι, μετὰ τοῦ | |
5 | προτίθεσθαι κατὰ νόμον ζῇν, οὗτοι δι’ αὐτοῦ τοῦ νόμου κριθήσονται. | |
9(n1) | ii 15, 16 συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν | |
n2 | λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ θεὸς | |
n3 | τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. | |
1 | [ἢ καὶ οὕτως·] κρινεῖ ὁ θεὸς κατὰ τὸ εὐαγγέλιον· ὅπερ εὐαγγέλιον Παύλου ἐστιν, καὶ τῶν παραπλησίων ἐκείνῳ καὶ ἀξίους ἑαυτοὺς πεποιηκότων οὐδενὸς σκυθρωποῦ ἀλλ’ ἐφ’ ᾧ χαίρειν χρή. διὸ αὐτῶν ἐστι τὸ εὐαγγέλιον σὺν τῇ τοῦ θεοῦ κρίσει διακόνῳ κεχρημένῃ. | |
10(n1) | ii 21—25 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ | |
n2 | κλέπτειν κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ | |
n3 | εἴδωλα ἱεροσυλεῖς; ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν | |
n4 | θεὸν ἀτιμάζεις; τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι’ ὑμῶν βλασφημεῖται ἐν τοῖς ἔθνεσι | |
n5 | καθὼς γέγραπται· περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ | |
n6 | παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. | |
1 | ζητῆσαι χρὴ ποσαχῶς ὁ νόμος λέγεται, καὶ μάλιστα παρὰ τῷ ἀποστόλῳ, ἵνα μὴ δόξῃ ἐναντιοῦσθαι ἑαυτῷ· ποτὲ μὲν εἰ περιτέμνεcθε, Χριcτὸc ὑμᾶc οὐδὲν ὠφελήcει· ποτὲ δὲ περιτομὴν ὠφελεῖν ἐὰν νόμον τις πράσσῃ. ἔστιν οὖν νόμος καθ’ ἕνα τρόπον ψιλὸν τὸ Μωσέως γράμμα, καθ’ ὃ σημαινόμενον εἴρηται τὸ εἰ | |
5 | ἐν νόμῳ δικαιοῦcθε τῆc χάριτοc ἐξεπέcατε· καὶ τὸ ὁ νόμοc παιδαγωγὸc ἡμῶν | |
γέγονεν εἰc Χριcτόν. ἔστι καὶ ὁ κατὰ πνεῦμα νόμος κυρίως ὀνομαζόμενος, καθ’ | 216 in vol. 13 | |
6 | ὃ εἴρηται ὥcτε ὁ μὲν νόμοc ἅγιοc καὶ ἡ ἐντολὴ ἁγία. ἔστι καὶ ὁ φυσικός, καθ’ ὃ εἴρηται ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύcει τὰ τοῦ νόμου ποιῇ καὶ τὰ ἑξῆς. λέγεται νόμος καὶ ἡ Μωσέως ἱστορία, ὡς ὅταν ἐν τῇ πρὸς Γαλάτας φάσκῃ λέγετέ μοι οἱ τὸν νόμον ἀναγινώcκοντεc τὸν νόμον οὐκ ἀκούετε, γέγραπται γάρ, | |
10 | Ἀβραὰμ δύο υἱοὺc ἔcχεν καὶ τὰ ἑξῆς. καλεῖ δὲ καὶ τὰ προφητικὰ νόμον, ὡς ἐν τῷ νόμῳ γέγραπται, ἐν ἑτερογλώccοιc καὶ ἐν χείλεcιν ἑτέροιc λαλήcω τῷ λαῷ τούτῳ ἐν Ἠσαίᾳ. μήποτε δὲ καὶ τὴν Χριστοῦ περὶ τῶν πρακτέων διδασκαλίαν νόμον καλεῖ, ὡς ὅταν φάσκῃ ἑαυτὸν μὴ ἄνομον εἶναι θεοῦ ἀλλ’ ἔννομον Χριcτοῦ. ὅταν οὖν φάσκῃ οἵτινεc ἐν νόμῳ δικαιοῦcθε τῆc χάριτοc ἐξεπέcατε, ἀνατρέπει ἡμᾶς | |
15 | ἀπὸ τοῦ Μωσέως γράμματος. περιτομὴν οὖν, ἣν αὐτός φησι νῦν, ἑτέραν λέγει παρὰ τὴν κατατομήν· καὶ νόμον, τὸν πνευματικόν. δύναται δὲ νῦν νόμος νοεῖσθαι καὶ ὁ κατὰ τὰς φυσικὰς ἐννοίας· κατὰ γὰρ τὴν τῆς ψυχῆς βελτίωσιν ὁ πνευματικῶς περιτεμνόμενος ὠφελεῖται κατὰ τὴν τῶν φαύλων περιαίρεσιν, διὰ δὲ τοῦ πράττειν τὸν νόμον τὰ πρακτέα ἐργαζόμενος. δύναται δέ τις καὶ | |
20 | κατὰ τὸ ῥητὸν ἐκτὸς ἀναγωγῆς ἐξηγήσασθαι τὸ ῥητόν, καί φησιν ὅτι πρὸς τοὺς ἀπὸ Ἰουδαίων διαλεγόμενος τοῦτό φησιν· ἐγένετο γὰρ τοῖc Ἰουδαίοιc ὡc Ἰουδαῖοc ἵνα Ἰουδαίουc κερδήcῃ, περιτεμὼν τὸν Τιμόθεον καὶ κειράμενοc καὶ καθαιρόμενος κατὰ νόμον, ὥστε καὶ πρὸς αὐτοὺς λέγειν περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς, πρὸς δὲ τοὺς ἐξ ἐθνῶν διαλεγόμενος ταύτην κωλύει, | |
25 | μὴ ἐναντιούμενος ἑαυτῷ· ἐπειδὴ δὲ εἴρηται ἐν τῷ περὶ ταύτης λόγῳ τῷ Ἀβραὰμ τοὺς ἐξ ἐθνῶν περιτέμνεσθαι, εἰ μὴ τοὺς ἀπὸ cπέρματοc αὐτοῦ, καὶ τοὺς οἰκογενεῖc καὶ ἀργυρωνήτουc· ὁμοίως δὲ καὶ ἐν τῷ Λευιτικῷ περὶ τῶν υἱῶν Ἰσραὴλ εἴρηται μόνον· οὐκ ἀνάγκη δὲ καὶ τοὺς προσηλύτους τούτοις προσυπακούεσθαι, ἐπεὶ οὐδὲ τὰ περὶ τῶν Λευιτῶν ἰδικῶς νενομοθετημένα, ἢ τὰ | |
30 | περὶ τῶν ἱερέων, ἢ τὰ περὶ τῆς γερουσίας προσυπακούειν αὐτοῖς δίδωσι καὶ ἑτέρους. ὅταν γὰρ καὶ τοὺς προσηλύτους βούλεταί τι διαπράττεσθαι, ἰδικῶς καὶ αὐτῶν μέμνηται, ὡς ὅταν περὶ θυσίας φησίν. ἀμέλει καὶ συνεστηκότος τοῦ καλουμένου ἁγιάσματος προσέφερον καὶ προσήλυτοι· ὡς καὶ περὶ τῶν δέκα λεπρῶν τῶν καθαρθέντων ὁ κύριος ἔφη πορευθέντεc δείξατε ἑαυτοὺc τοῖc | |
35 | ἱερεῦcιν· ἀφ’ ὧν cαμαρείτηc εἷς ἦν. ᾧ μαρτυρῶν ὁ σωτήρ φησιν οὐχὶ οἱ δέκα | |
ἐκαθαρίcθηcαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθηcαν ὑποcτρέψαντεc δόξαν δοῦναι τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴc οὗτοc. εἰ δέ τις τὰ ἀπὸ τῆς Ἐξόδου ἀνθυποίσει περὶ τῶν ἐσθίειν τὸ πάσχα βουλομένων προσηλύτων, ὡς δεῖ αὐτοὺς περιτέμνεσθαι, φήσομεν ὡς ἐν ἑνὶ τόπῳ θύεcθαι τὸ πάcχα προσέταξεν ὁ θεός, τούτου δὲ μὴ | 217 in vol. 13 | |
40 | ἱσταμένου νῦν περιττὴ ἡ περιτομὴ τοῖς ἐξ ἐθνῶν. | |
11(n1) | iii 1—3 τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; | |
n2 | πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ | |
n3 | θεοῦ. τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ | |
n4 | καταργήσει; μὴ γένοιτο. | |
1 | τὸ πιστευθῆναι τὰ λόγια τοῦ θεοῦ οὐκ ἐν τῷ βιβλία καὶ γράμματα πι‐ στευθῆναι χαρακτηρίζεται, ἀλλ’ ἐν τῷ τὸν ἐν αὐτοῖς νοῦν καὶ τὰ ἐναποκείμενα μυστήρια γινώσκεσθαι. κατὰ γὰρ τὸν ὑγιῆ λόγον ὁ cοφὸc νοήcει τὰ ἀπὸ τοῦ ἰδίου cτόματοc· ἐπὶ δὲ χείλεcι φορέcει ἐπιγνωμοcύνην. τοιοῦτος ἦν Μωυσῆς καὶ | |
5 | οἱ προφῆται, Ἰουδαῖοι ὄντες καὶ πιστευθέντες τὰ λόγια τοῦ θεοῦ, καὶ εἴ τις παρ’ αὐτοῖς τούτοις παραπλήσιος. καὶ οἱ ἀπόστολοι δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἶχον τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ τὴν τῆς περιτομῆς ὠφέλειαν παρὰ τοὺς ὑπ’ αὐτῶν μαθόντας τὸν χριστιανισμόν. ἔστι δὲ καὶ τοῖς ἐξ ἐθνῶν πολὺ τὸ περισσὸν παρὰ τοὺς ἐκ περιτομῆς· ἀπ’ ἐκείνων γὰρ | |
10 | ἤρθη ἡ βαcιλεία τοῦ θεοῦ ἵνα δοθῇ ἔθνει ποιοῦντι τοὺc καρποὺc αὐτῆc. εἰ δὲ πρῶτοι ἐκεῖνοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ, εἰσὶν οἱ καὶ δεύτερον πιστευ‐ θέντες· τὸ γὰρ πρῶτον τινός ἐστιν ἢ τινῶν πρῶτον. τίνες οὖν δεύτερον ἐπιστεύθησαν ἰδεῖν ἐστὶν ἐκ τοῦ ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματοc δίδοται λόγοc cοφίαc καὶ τὰ ἑξῆς. εἰ δέ τις συγχεόμενος ταὐτὸν οἴεται τὰ λόγια τοῦ θεοῦ τοῖς | |
15 | γράμμασι τοῦ θεοῦ, προσεχέτω τῷ λέγοντι ψαλμῷ τὰ λόγια κυρίου λόγια ἁγνὰ ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαριcμένον ἑπταπλαcίωc. ἐγὼ μὲν γὰρ οὐκ οἶμαι τὰ ἁγνὰ λόγια εἶναι τὰ αὐτὰ τῷ ἀποκτείννυντι γράμματι. ὥσπερ δὲ οἱ προειρημένοι Ἰουδαῖοι πρῶτοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ, οὕτως καί τινες ἠπίστησαν· ἀλλ’ οὐχὶ τῶν τοιούτων εἴτε πρὸς τὸν θεὸν εἴτε | |
20 | πρὸς τὰ λόγια αὐτοῦ ἀπιστία τὴν πίστιν τοῦ θεοῦ καταργήσει. ποίαν δὲ πίστιν τοῦ θεοῦ; πότερον ἣν θεὸς πιστεύει τισὶ τὰ λόγια; ἢ ἣν οἱ πιστευθέντες τὰ λόγια πιστεύουσι τῷ θεῷ, ὡς Ἀβραὰμ ἐπίcτευcε τῷ θεῷ καὶ ἐλογίcθη αὐτῷ εἰc δικαιοcύνην; ἑκάτερον οἶμαι λόγον ἔχειν· μεμνῆσθαι γὰρ δεῖ τόν τε πιστεύοντα τῷ θεῷ καὶ τὸν πεπιστευμένον τὰ λόγια αὐτοῦ, μάλιστα ἐν καιρῷ τῆς τῶν | |
25 | ἀπίστων χλεύης ἣν χλευάζουσι τοὺς πεπιστευκότας, τοῦ μὴ καταργεῖσθαι τὴν | |
πίστιν τοῦ θεοῦ ὑπὸ τοῦ λόγου τῶν ἀπιστούντων. | 218 in vol. 13 | |
12(n1) | iii 4 γινέσθω δὲ ὁ θεὸς ἀληθὴς πᾶς δὲ ἄνθρωπος ψεύστης· καθὼς γέγραπται· | |
n2 | ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. | |
1 | τὸ οὖν γενηθήτω εἴρηται ἀντὶ εὐκτικοῦ, ὡς τὸ εἴη τὸ ὄνομά cου εὐλογημένον εἰc τοὺc αἰῶναc. | |
13(n1) | iii 9—18 τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε | |
n2 | καὶ Ἕλληνας πάντας ὑφ’ ἁμαρτίαν εἶναι καθὼς γέγραπται· οὐκ ἐστὶν δίκαιος | |
n3 | οὐδὲ εἷς· οὐκ ἔστιν ὁ συνιών· οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλιναν, | |
n4 | ἅμα ἠχρειώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· τάφος | |
n5 | ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων | |
n6 | ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· ὀξεῖς οἱ πόδες | |
n7 | αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν καὶ ὁδὸν | |
n8 | εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. | |
1 | βούλεται ῥητὰ συναγαγεῖν πῶς ἅπαντες Ἰουδαῖοι καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασιν, ἀρξάμενος ἀπὸ τοῦ καθὼς γέγραπται οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· ὅπερ αὐταῖς λέξεσιν οὐχ εὕρομέν που γεγραμμένον, ἀλλὰ νομίζομεν ἀπὸ τοῦ τρισκαιδεκάτου ψαλμοῦ | |
5 | καὶ τοῦ νβʹ μεταπεποιῆσθαι ὑπὸ τοῦ ἀποστόλου τὰ ῥητά· ἐν μὲν γὰρ τῷ ιγʹ ψαλμῷ εἴρηται κύριοc ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺc υἱοὺc τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔcτιν cυνιὼν ἢ ἐκζητῶν τὸν θεόν· ἐν δὲ τῷ νβʹ ὁ θεὸc ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺc υἱοὺc τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔcτι cυνιὼν ἢ ἐκζητῶν τὸν θεόν. ἔοικεν οὖν νενοηκέναι ἰσοδυναμεῖν τὸ τοῦ ἰδεῖν εἰ ἔcτι cυνιὼν ἢ ἐκζητῶν τὸν θεὸν | |
10 | τ〈ῷ〉 οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν. καὶ τὸ οὐκ ἔστι δίκαιος οὐδὲ εἷς νομίζω γεγονέναι ἐκ τοῦ οὐκ ἔcτι ποιῶν χρηcτότητα, οὐκ ἔcτιν ἕωc ἑνόc· ὥστε τῇ δυνάμει δὶς αὐτὸν τεθεικέναι, ἅπαξ μὲν μεταποιήσαντα, ἅπαξ δὲ λέξεσι ταῖς αὐταῖς χρησάμενον, καὶ παραλιπόντα τὸ δεύτερον εἰρημένον οὐκ ἔστιν. | |
15 | τὸ δὲ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, αὐταῖς λέξεσι κεῖται ἡ χρῆσις ἐν τῷ ρλθʹ ψαλμῷ· τὸ δ’ ἐπὶ τούτοις ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει ἔοικεν γεγονέναι ἀπὸ τοῦ ἐν τῷ ἐνάτῳ ψαλμῷ οὕτως εἰρημένου οὗ ἀρᾶc τὸ cτόμα αὐτοῦ γέμει καὶ πικρίαc καὶ δόλου. εἶθ’ ἑξῆς τοῦτο ἐστιν· ὀξεῖς οἱ πόδες αὐτῶν | |
ἐκχέαι αἷμα· τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἠσαίᾳ, ἢ ἐν ταῖς ἄλλαις τῶν Παροιμιῶν | 219 in vol. 13 | |
20 | ἐκδόσεσιν, ἐν τῷ ταχεινοὶ ἐκχέαι αἷμα, ὃ μετὰ ἀστερίσκων προσετέθη ἐν τῇ ἐκδόσει τῶν ἑβδομήκοντα. τὸ δὲ σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν μέχρι τοῦ δεῦρο οὐκ οἶδα ποῦ ἀνεγνωκώς· οἶμαι δὲ ἐν τινὶ τῶν προφητῶν γεγράφθαι τὸ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, ἐν δὲ ψαλμοῖς οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. | |
25 | πλήθους δὲ ὄντων ἁμαρτημάτων, οὐ πάντως ἕκαστος ἔνοχός ἐστι τοῖς ἅπασιν, ἀλλ’ οἱ μὲν τῷδε τῷ ἁμαρτήματι οἱ δὲ τῷδε, καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν. | |
14(n1) | iii 19, 20 οἴδαμεν γὰρ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα | |
n2 | πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ· διότι ἐξ ἔργων | |
n3 | νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις | |
n4 | ἁμαρτίας. | |
1 | τί κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μωσέως νόμου; πῶς δὲ καὶ τῆς ἁμαρτίας ἐπίγνωσις διὰ τοῦ νόμου Μωυσέως γίνεται, πολλῶν καὶ πρὸ Μωσέως ἐπεγνωκότων τὰ ἴδια ἁμαρτήματα; Κάιν μὲν γάρ φησι μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με· οἱ δὲ εἰς Αἴγυπτον καταβάντες πρὸς τὸν Ἰωσὴφ πατριάρχαι | |
5 | λέγουσιν ἐπὶ τοῖς τοῦ Ἰωσὴφ πρὸς αὐτοὺς λόγοις τὸ ἐν ἁμαρτίαιc ἐcμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν καὶ τὰ ἑξῆς· ἀλλὰ καὶ εἴπερ ὁ Ἰὼβ δείκνυται πρὸ Μωσέως γεγονέναι, φησὶν εἰ δὲ καὶ ἁμαρτὼν ἑκουcίωc ἔκρυψα τὴν ἁμαρτίαν μου καὶ τὰ ἑξῆς. ὥστε δοκεῖ μοι μὴ τὸν Μωσέως νόμον νῦν λέγεσθαι τῷ ἀποστόλῳ ἀλλὰ περὶ τοῦ φυσικοῦ, ὃς καὶ γέγραπται ἐν ταῖc καρδίαιc τῶν ἀνθρώπων. τίνες δ’ | |
10 | ἂν εἶεν οἱ ἐν τῷ νόμῳ; ἢ πᾶς ὁ συμπληρώσας τὸν λόγον ἄνθρωπος; οὐκ εἰσὶ γὰρ ἐν τῷ νόμῳ οἱ ἔτι ζῶντεc χωρὶc νόμου, ὁποῖος ἦν καὶ Παῦλός ποτε. πλὴν οἱ ἅγιοι οὓς προέγνω καὶ προώριcεν καὶ ἐκάλεcεν καὶ ἐδικαίωcεν καὶ ἐδόξαcεν νόμοc εἰcὶ καὶ οὐκ ἐν νόμῳ· διόπερ οὐ φραγήσεται αὐτῶν τὸ στόμα, οὐδὲ ὑπόδικοι γενήσονται τῷ θεῷ, οὐ γὰρ εἰσὶ σάρξ· καὶ εἰ δικαιοῦνται δέ, οὐκ | |
15 | ἐξ ἔργων νόμου, νόμος γὰρ οὐκ ἐξ ἔργων νόμου δικαιωθήσεται, αὐτόθεν δίκαιος ὤν. οὕτω δὲ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, ὡς διὰ ἰατρικῆς ἐπίγνωσις νόσου, καὶ μάλιστα τῆς λανθανούσης καὶ αὐτὸν τὸν νοσοῦντα. | |
[καὶ ἄλλως δὲ] ὅσον ἐπὶ τῷ νόμῳ τιμωρηθῆναι τὸν μοιχεύοντα ἐχρῆν καὶ τὸν | 220 in vol. 13 | |
20 | φονεύοντα κολάζεσθαι βουλομένῳ πάντως, τὸ δὲ κύριοc ἀφεῖλεν τὸ ἀνόμημά cου οὐκέτι βούλημα ἦν τοῦ νόμου ἀλλὰ χάρις τοῦ δεδωκότος τὸν νόμον. διὰ τοῦτο ἀκριβῶς εἰπὼν τὸ ἐξ ἔργων νόμου οὐκ ἐπήγαγε Πᾶς ἄνθρωπος ἀλλὰ Πᾶσα σάρξ. διαθέσει μὲν γὰρ δικαιοῦσθαι δυνατόν, ὅταν τῇ προθέσει πρὸς τὸ τοῦ νόμου ῥέπῃ βούλημα, ἔργοις δὲ οὐκέτι δυνατόν· τὰ δὲ ἔργα σαρκὸς ἅπερ ἂν | |
25 | ἕληται ψυχή. | |
15(n1) | 21, 22 νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη | |
n2 | ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ | |
n3 | Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας. | |
1 | ὃ λέγει τοιοῦτόν ἐστιν· οὐχ ὥσπερ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, οὕτως καὶ φανέρωσις δικαιοσύνης θεοῦ διὰ νόμου γίνεται, χωρὶς γὰρ νόμου δικαιοσύνη θεοῦ πεφανέρωται· μείζων γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ θεοῦ τῶν φυσικῶν ἀφορμῶν, αἵτινες οὐκ εἰσὶν αὐτάρκεις πρὸς τὸ κατανοῆσαι δικαιοσύνην, οὐχ ἁπλῶς | |
5 | ἀλλὰ τὴν αὐτοῦ τοῦ θεοῦ, οὗ τὰ δικαιούμενα κρίματα ἀνεξερευνητά ἐcτι. διὸ νυνὶ χωρὶς νόμου πεφανέρωται ἡ τοῦ θεοῦ δικαιοσύνη, ἧς διδάσκαλός ἐστιν ὁ Χριστός, ἐν μηδενὶ παραλαμβάνων εἰς παράστασιν τῆς τοῦ θεοῦ δικαιοσύνης τὸν τῆς φύσεως νόμον. ἐμαρτυρεῖτο δὲ αὕτη, ὥσπερ ὑπὸ τῶν προφητικῶν λόγων ἐξ ἁγίου πνεύματος αἰνιγματωδῶς εἰρημένων, καὶ ὑπὸ τοῦ προφήτου | |
10 | Μωυσέως νόμου. καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς· οἷον οὐχ ὑμεῖc λέγετ〈ε〉 ἔτι τετράμηνόc ἐcτιν καὶ ὁ θεριcμὸc ἔρχεται; ἐπάρατε τοὺc ὀφθαλμοὺc ὑμῶν καὶ θεάcαcθε τὰc χώραc ὅτι λευκαί εἰcι πρὸc θεριcμὸν ἤδη. δὶς γὰρ ἐκεῖ ὁ θερισμὸς ὀνομασθείς, κατὰ μὲν τὸ πρότερον ἐπὶ | |
15 | τὸν σωματικὸν ἀναφέρεται, κατὰ δὲ τὸ δεύτερον ἐπὶ τὸν πνευματικόν. εἴπερ δὲ ὁ αὐτὸς νόμος παρείληπται κατά τινας, εἰ μὲν χωρὶς νόμου πεφανέρωται οὐχ ὑπὸ νόμου μαρτυρεῖται, εἰ δὲ ὑπὸ νόμου μαρτυρεῖται οὐ χωρὶς τοῦ νόμου πεφανέρωται. | |
16(n1) | 22—25 οὐ γάρ ἐστι διαστολή· πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης | |
n2 | τοῦ θεοῦ δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι· διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν | |
n3 | Χριστῷ Ἰησοῦ ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ | |
n4 | αἵματι. | |
1 | δίκαιον δὲ παραθέσθαι τοὺς μετὰ αἵματος γενομένους κατὰ τὸν νόμον | |
ἱλασμούς, ἵν’ εὑρεθῇ ἐκ τῶν παρατιθεμένων καὶ ὧν ἐστὶ σύμβολα τὰ γεγραμ‐ μένα. γέγραπται τοίνυν μετὰ τὴν τοῦ ἀρχιερέως θυσίαν ἐν τῷ Λευιτικῷ ἐὰν δὲ πᾶcα cυναγωγὴ ἀγνοήcῃ, καὶ λάθῃ ῥήμα ἐξ ὀφθαλμῶν τῆc cυναγωγῆc, καὶ | 221 in vol. 13 | |
5 | ποιήcωcι μίαν ἁπαcῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήcεται, καὶ πλημμελήcωcι, καὶ γνωcθῇ αὐτοῖc ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προcάξει ἡ cυναγωγὴ μόcχον ἐκ βοῶν περὶ τῆc ἁμαρτίαc· εἶτα μετ’ ὀλίγα καὶ εἰcοίcει ὁ ἱερεὺc ὁ χριcτὸc ἀπὸ τοῦ αἵματοc τοῦ μόcχου εἰc τὴν cκηνὴν τοῦ μαρτυρίου· καὶ πάλιν μετ’ ὀλίγα καὶ ποιήcει φησὶ τὸν μόcχον ὃν τρόπον ἐποίηcεν τὸν μόcχον τῆc ἁμαρτίαc· οὕτωc ποιηθήcεται | |
10 | αὐτῷ καὶ ἐξιλάcεται περὶ αὐτῶν ὁ ἱερεὺc καὶ ἀφεθήcεται αὐτοῖc. | |
17(n1) | iii 27 ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη· διὰ ποίου νόμου; τῶν ἔργων; | |
n2 | οὐχί· ἀλλὰ διὰ νόμου πίστεως. | |
1 | ἐπεὶ πᾶσα ἡ ἐξ ἔργων ἀπεκλείσθη πᾶσιν ἀνθρώποις καύχησις, διὰ τοῦτο πᾶc ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήcεται, κἂν ἀληθεύων λέγῃ τὸ ὁ θεὸc εὐχαριcτῶ cοι ὅτι οὐκ εἰμὶ ὡc οἱ λοιποὶ τῶν ἀνθρώπων καὶ τὰ ἑξῆς. διὰ νόμου δὲ πίστεως ἐκκλείεται πᾶσα καύχησις ἣν καυχήσαιντο ἄνθρωποι μὴ νοοῦντες τὴν ἐκ | |
5 | πίστεως δικαίωσιν· οὐκ ἐκκλείεται δὲ ἡ ἐκ πίστεως καύχησις, ὁποία ἦν ἡ Παύλου λέγοντος ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶcθαι εἰ μὴ ἐν τῷ cταυρῷ τοῦ κυρίου ἡμῶν Ἰηcοῦ Χριcτοῦ, δι’ οὗ ἐμοὶ κόcμοc ἐcταύρωται κἀγὼ τῷ κόcμῳ· μονονουχὶ γάρ φησιν ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶcθαι ἐπ’ οὐδεμίᾳ τῶν ἀρετῶν ἢ ἐν μόνῳ τῷ cταυρῷ τοῦ κυρίου ἡμῶν Ἰηcοῦ Χριcτοῦ. | |
18(n1) | iii 28 λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. | |
1 | ὅτι δὲ ἀρκεῖ εἰς δικαίωσιν ὁ τῆς πίστεως νόμος καθόλου μηδὲν ἐργασαμένοις ἡμῖν, ἔχομεν δεῖξαι τὸν συσταυρωθέντα λῃστὴν τῷ Ἰησοῦ καὶ τὴν ἐν τῷ κατὰ Λουκᾶν ἁμαρτωλὸν γυναῖκα τὴν κομίcαcαν ἀλάβαcτρον μύρου καὶ cτᾶcαν παρὰ τοὺc πόδαc τοῦ Ἰηcοῦ καὶ διαπραξαμένην ἅπερ ἀναγέγραπται πεποιηκέναι. ἐξ οὐδενὸς | |
5 | γὰρ ἔργου ἀλλ’ ἐκ τῆς πίστεως ἀφέωνται ταύτης αἱ ἁμαρτίαι, καὶ ἤκουσεν τὸ ἡ πίcτιc cου cέcωκέν cε πορεύου εἰc εἰρήνην. ὅτι δὲ μετὰ τὴν ἐπίγνωσιν ἀδικία γενομένη ἀθετεῖ τὴν χάριν τοῦ δικαιώσαντος σαφῶς αὐτὸς ἐν τοῖς ἑξῆς παραστήσει. ἐγὼ δὲ οἶμαι, φησίν, ὅτι καὶ τὰ πρὸ τῆς πίστεως ἔργα κἂν δοκῇ εἶναι δεξιά, ὡς μὴ ἐποικοδομηθέντα καλῷ θεμελίῳ τῇ πίστει, οὐ δικαιοῖ τὸν | |
10 | ποιήσαντα αὐτά. | 222 in vol. 13 |
19(n1) | iii 29, 30 ἢ Ἰουδαίων ὁ θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; ναί, καὶ ἐθνῶν· ἐπείπερ | |
n2 | εἷς ὁ θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. | |
1 | τίνι διαφέρει ἡ ἐκ πίστεως δικαιουμένη περιτομὴ τῆς δικαιουμένης διὰ τῆς πίστεως ἀκροβυστίας; οὐ γὰρ νομιστέον ὡς ἔτυχεν Παῦλον ταῖς προθέσεσι διαφόρως κεχρῆσθαι. οἷον καὶ ἐν τῇ πρὸς Κορινθίους ἡ γυνή φησιν ἐκ τοῦ ἀνδρὸc ὁ δὲ ἀνὴρ διὰ τῆc γυναικόc. δοκεῖ δέ μοι οἰκειότερον εἶναι τὸ ἔκ τινος τῷ | |
5 | ἐξ οὗ 〈ἤ〉περ τὸ διά τινος τῷ δι’ οὗ· ἡ μὲν γὰρ γυνὴ πρώτως ἐξ ἀνδρός ἐστιν, οὐδέποτε δι’ ἀνδρός· οὐδὲ γὰρ ἐξ ἄλλου ποτὲ γυνὴ ἵνα γένηται δι’ ἀνδρός· καὶ μάλιστα ἐπὰν ἀκούῃ τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὖαν, διὰ τὸ τοῦτο νῦν ὀcτοῦν ἐκ τῶν ὀcτῶν μου καὶ cὰρξ ἐκ τῆc cαρκόc μου. ὁ δὲ ἀνὴρ οὐδέποτε ἐκ τῆς γυναικός· ἀλλὰ καὶ αὐτὸς πρώτως ἐξ ἀνδρὸς ὢν μετὰ ταῦτα γίνεται διὰ | |
10 | γυναικός· ἀλλὰ τοῦτο οὐκέτι ἁρμόζει ἐπὶ τοῦ Ἀδὰμ ἀλλ’ ἐπὶ παντὸς ἀνδρὸς μετ’ ἐκεῖνον. ἐπεὶ τοίνυν εὐγενέστερον περιτομὴ ἀκροβυστίας, δικαιοῦται περιτομὴ ὡσπερεὶ βέλτιον τῆς ἀκροβυστίας ὑπάρχον, τὸ δὲ ὑποδεέστερον ἡ ἀκροβυστία ὁδεύει διὰ τῆς πίστεως ἵνα δικαιωθῇ, οὐκ ἐλθοῦσα ἐκ πίστεως· πιστεύσας γάρ τις ἔρχεται εἰς τὴν περιτομήν, καὶ μάλιστα ἥν φησιν ὁ | |
15 | ἀπόστολος τὴν ἐν κρυπτῷ· ὥστε βέλτιον ἐκ πίστεως δικαιωθῆναι ἢ διὰ πίστεως, ὡς βέλτιον νοεῖται τὸ ἐξ ἀνδρὸc καθὸ ἐξ ἀνδρός, 〈ἢ〉 τὸ διὰ γυναικὸc καθὸ διὰ γυναικός. περὶ δὲ τοῦ σωτῆρος οὐκ εἴρηται διὰ γυναικὸc ὅτι ἐπὶ παντὸς μὲν ἀνθρώπου χώραν ἔχει τοῦτο, ἐπεὶ πρὸ τοῦ διὰ γυναικὸς γέγονεν ἐξ ἀνδρός, ἐπὶ δὲ τοῦ σωτῆρος μὴ γενομένου ἐξ ἀνδρὸς οὐκ ἔχει τὸ γεγονέναι αὐτὸν | |
20 | διὰ γυναικόc· διόπερ ἐκεῖ, ἐπεὶ τὸ γεγενημένον ἐκ τῆc cαρκὸc cάρξ ἐcτιν, ἡ σὰρξ αὐτοῦ, μὴ γενομένη ἐξ ἀνδρός, γέγονεν ἐκ γυναικὸc καὶ οὐ διὰ γυναικός. | |
20(n1) | iii 31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον | |
n2 | ἱστάνομεν. | |
1 | ζητοῦμεν διατί μὴ εἶπεν Ἐκ πίστεως ἀλλὰ διὰ τῆς πίστεως. τὸ ἐκ πίστεως δικαιούμενον ἡ περιτομή ἐστιν, καὶ οὐκ ἀμφιβάλλομέν φησιν εἰ μὴ καταργεῖται | |
ἐκ πίστεως νόμος, δικαιουμένης ἐκ τῆς πίστεως τῆς περιτομῆς· τῆς δὲ ἀκροβυστίας διὰ τῆς πίστεως δικαιουμένης καταργεῖται ὁ νόμος. ἀλλὰ νῦν | 223 in vol. 13 | |
5 | νόμον ἐλάβομεν τὸν Μωσέως διὰ τῆς πίστεως οὐ καταργούμενον· ἡ γὰρ πίστις ἵστησι καὶ τὸν νόμον ὡς ἐκ θεοῦ ὄντα· πρόδηλον δὲ ὡς περὶ τῆς ὀρθῆς πίστεως φαμέν. εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους ἐπιστολῆς τὸ εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμαcιν ἐντετυπωμένη λίθοιc ἐγενήθη ἐν δόξῃ ὥcτε μὴ δύναcθαι ἀτενίcαι τοὺc υἱοὺc Ἰcραὴλ εἰc τὸ πρόcωπον Μωυcέωc διὰ τὴν | |
10 | δόξαν τοῦ προcώπου αὐτοῦ τὴν καταργουμένην, ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστι τὸ Νόμος οὖν καταργεῖται; τῷ νόμον οὖν καταργοῦμεν; οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον. εἰ γὰρ καὶ καταργεῖται, ὑπὸ τῆς ὑπερβαλλούcηc δόξηc τοῦ Χριστοῦ· κύριοc γάρ ἐcτι τοῦ cαββάτου φησίν· καὶ οὐ δεδόξαcται τὸ δεδοξαcμένον ἐν τούτῳ τῷ μέρει ὡς πρὸς σύγκρισιν τῆς | |
15 | ὑπερβαλλούcηc δόξηc. μένον γοῦν ὠνόμασε τὸ Χριστοῦ· τὸ δὲ μὴ μένον | |
καταργούμενον, ἐπεὶ ὁ νόμοc παιδαγωγὸc ἕως ἂν ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου. | 224 in vol. 13 | |
21(n1) | iv 2, 3 εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλ’ οὐ πρὸς | |
n2 | τὸν θεόν· τί γὰρ ἡ γραφὴ λέγει; ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη | |
n3 | αὐτῷ εἰς δικαιοσύνην. | |
1 | ἐπὶ τίνι ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ οὐ πάνυ σαφῶς διηγήσατο ἡ γραφή· ἔοικεν δὲ ὁ ἀπόστολος καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος· εἰ δ’ ἐπὶ τοῖς εἰρημένοις ἐπίστευσεν τῷ θεῷ, οὐκ ἀκολουθεῖ ὅτι καθόλου ἐπίστευσεν· ἔστιν γὰρ μέτρα | |
5 | τοῦ πιστεύειν θεῷ· διὸ Ἀβραὰμ μὲν ἐπίστευσε τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, οὐδὲν δὲ τοιοῦτον γέγραπται ἡνίκα εἶδεν Ἰcραὴλ τὴν χεῖρα τὴν μεγάλην ἃ ἐποίηcε κύριοc τοῖc Αἰγυπτίοιc· καὶ ἐφοβήθη ὁ λαὸc τὸν κύριον· καὶ ἐπίcτευcε τῷ κυρίῳ καὶ Μωcῇ τῷ θεράποντι αὐτοῦ, οὐ πρόσκειται δὲ ὡς ἐπὶ τοῦ Ἀβραὰμ τὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. | |
10 | νομίζω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μὴ ἐπιστήσαντας τῇ ἀκριβείᾳ τῆς γραφῆς ἐκτεθήσεσθαι τὸ ἀπὸ τῆς Γενέσεως ῥητὸν οὐχ ὡς Παῦλος αὐτὸ ἔθηκεν ἐν τῇ ἀρχῇ· οὐκ ἂν γὰρ ὁ οὕτως ἀκριβὴς ἐξέθετο τὸ ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ἀλλ’ ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ. οὕτω δὲ εἰκὸς καὶ ἐν τοῖς ἑξῆς γεγράφθαι ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὅτι | |
15 | ἐλογίcθη ἡ πίcτιc τῷ Ἀβραὰμ εἰc δικαιοcύνην. νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἀβραάμ. | |
22(n1) | iv 4, 5 τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ | |
n2 | ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, | |
n3 | λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. | |
1 | οὐδὲν ὧν δίδωσιν ὁ θεὸς τῇ γενητῇ φύσει ὡς ὀφείλων δίδωσιν, ἀλλὰ πάντα ὡς χάριν δωρεῖται· καὶ πάντα τὰ εὐεργετούμενα οὐκ ὀφειλομένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τῷ βούλεσθαι τὸν θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν οὓς ἂν εὐεργετῇ. νῦν οὖν νομιστέον αὐτὸ ἁπλούστερον καὶ καθόλου εἰρῆσθαι | |
5 | καὶ ἄλλως κοινότερον νοούμενον ἐπὶ τῶν οἱστισινοῦν ἐργαζομένων καὶ τὸν | |
μισθὸν ἀπ’ ἐκείνων λαμβανόντων, οὐ κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα. ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάιν ἐργαζο‐ μένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά· τούτοις γὰρ ὡς ὀφειλόμενα νομίζω καὶ ὡς μισθὸν τῶν ἡμαρτημένων ἀποδίδοσθαι τὰς κολάσεις. διὸ καὶ ὁ | 357 in vol. 13 | |
10 | ἀπόστολος ὀψώνια μὲν τῆc ἁμαρτίαc ἔφησεν εἶναι τὸν θάνατον· οὐκέτι δὲ ὀψώνια καὶ ὡσπερεὶ ὀφειλόμενα ἀπὸ θεοῦ τὴν αἰώνιον ζωήν, ἀλλὰ χάριcμα αὐτοῦ· φησὶ γὰρ τὸ χάριcμα τοῦ θεοῦ ζωὴ αἰώνιοc ἐν Χριcτῷ Ἰηcοῦ τῷ κρίῳ ἡμῶν. οὐ νομιστέον οὖν ἐπὶ τῶν κρειττόνων ἔργων λέγεσθαι ἐν τῷ εὐαγγελίῳ τὸ ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήcεται ὑμῖν· χάριτι γάρ ἐcμεν cεcωcμένοι· καὶ τοῦτο | |
15 | οὐκ ἐξ ἡμῶν, θεοῦ τὸ δῶρον, ἵνα μή τιc καυχήcηται. πρὸς δὲ μέτρον τῶν ἡμαρτημένων ἡμῖν δίδοσθαι τὰς κολάσεις ὑποληπτέον. | |
23(n1) | iv 6—9 καθάπερ καὶ Δαυεὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς | |
n2 | λογίζεται δικαιοσύνην χωρὶς ἔργων· μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν | |
n3 | ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριος | |
n4 | ἁμαρτίαν· ὁ μακαρισμὸς οὖν οὗτος, ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν | |
n5 | ἀκροβυστίαν; | |
1 | μηκέτι πραττομένου τοῦ χείρονος ἄφεσις εἰκὸς δύναται γενέσθαι ἀνομιῶν· ἀγαθοῦ δ’ ἐπιτελουμένου, ὡς τὰ γενόμενα κώλυμα γενέσθαι τῶν προημαρτημένων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμαρτίαι· ὧν προαγόντων, οὐδὲ λογίζεται ἔτι κύριός τινι τ〈ὸ〉 ἡμαρτηκέναι. | |
24(n1) | iv 9—12 λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην· | |
n2 | πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλ’ | |
n3 | ἐν ἀκροβυστίᾳ· καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς | |
n4 | πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόν‐ | |
n5 | των δι’ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην· καὶ | |
n6 | πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι | |
n7 | τοῖς ἴχνεσι τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. | |
1 | λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλίνουσαν, δίκην τῶν ἐσφραγισμένων, τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων· ἵν’ οἱ μετὰ τὴν πίστιν ἐκεῖνοι γενόμενοι ἐκ περιτομῆς τοῦ Ἀβραάμ, ἕτεροι ὄντες τῶν ἐκ πίστεως δικαιωθη‐ | |
5 | σομένων τέκνων αὐτοῦ, ἢ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτερος ὦσιν λαὸς | |
παρὰ τὸν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησόμενον· ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη, ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ· ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφραγὶς καὶ τὸ σημεῖον ἐκεῖνο ἐλύθη, | 358 in vol. 13 | |
10 | ὥστ’ ἂν λεχθῆναι τῷ βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν ὅτι ἐὰν περιτέμνηcθε, Χριcτὸc ὑμᾶc οὐδὲν ὠφελήcει. | |
25(n1) | iv 15—17 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος οὐδὲ | |
n2 | παράβασις. διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν | |
n3 | ἐπαγγελίαν παντὶ τῷ σπέρματι· οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ | |
n4 | πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν· καθὼς γέγραπται ὅτι πατέρα | |
n5 | πολλῶν ἐθνῶν τέθεικά σε· κατέναντι οὗ ἐπίστευσε θεοῦ τοῦ ζωοποιοῦντος | |
n6 | τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. | |
1 | ἀσυκοφαντήτως ἀκούειν χρὴ τοῦ ἀποστόλου ἐν τούτοις καὶ συνιέναι τοῦ βουλήματος αὐτοῦ. φασὶ γάρ τινες· εἰ ἔνθα οὐκ ἔστι νόμος οὐδὲ παράβασις, δηλονότι οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μωσέως· εἰ δὲ μὴ γέγονέ τις, οὐδὲ ψεκτός· οὔτε οὖν Κάιν οὔτε πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυ‐ | |
5 | σμὸν παθόντες ἢ οἱ ἐν Σοδόμοις ἐν παραβάσει γεγόνασιν· καὶ πρό γε τούτων Ἀδὰμ καὶ ἡ Εὖα. λεκτέον οὖν πρὸς τούτους ὅτι ὁ Μωσέως νόμος οὐ τὴν ἐν τῇ κρίσει ὀργὴν κατεργάζεται ἀλλὰ τὴν κατ’ αὐτόν, τοὺς μὲν λιθολεύστους ποιῶν, ἑτέρους δὲ ἐπὶ πυρὸς κατακαίων, ἢ ἑτέρᾳ ὑποβάλλων τιμωρίᾳ· ἀλλὰ καὶ εἴπερ οὗ οὐκ ἔστι νόμος οὐδὲ παράβασις, ὅτε ὅcα ὁ νόμοc λαλεῖ τοῖc ἐν τῷ | |
10 | νόμῳ λαλεῖ. ὅρα δὲ αὐτοὺς καὶ τὸν παρ’ αὐτῷ Παύλῳ νόμον πίcτεωc ὀνομαζό‐ μενον θεοῦ ὀργὴν κατεργάζεσθαι, καὶ παράβασιν εἶναι ἔνθα ἐστὶν ὁ τῆς πί‐ στεως νόμος καὶ ὁ τοῦ θεοῦ, σαφῶς δὲ αὐτὸς ἕτερον μὲν εἶναι νόμον τὸν τοῦ θεοῦ, ᾧ μόνῳ καὶ αὐτὸς cυνήδεται κατὰ τὸν ἔcω ἄνθρωπον, ἕτερον δὲ νόμον εἶναι τὸν ἐν τοῖc μέλεcιν ἑαυτοῦ ἀντιcτρατευόμενον τῷ νόμῳ τοῦ νοόc. καὶ ὅρα μήποτε | |
15 | οὗτος ἐστὶν ὁ ἀληθῶς ὀργὴν κατεργαζόμενος, καὶ οὗ οὐκ ἔστι νόμος οὗτος ἐκεῖ οὐδὲ παράβασίς ἐστιν· καὶ οἱ ἐκ τούτου τοῦ νόμου οὐδαμῶς εἰσὶ κληρονόμοι, εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται ἡ πίστις. ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τῶν διδομένων κατὰ τὴν ἀναλογίαν τῆc πίcτεωc, κατείλεκται καὶ ἡ πίστις· φησὶ γὰρ ὁ Παῦλος μεθ’ ἕτερα ἄλλῳ | |
20 | πίcτιc ἐν τῷ αὐτῷ πνεύματι. ὁ δ’ αὐτός φησι καὶ ἀλλαχοῦ ὅτι ἀπὸ θεοῦ ὑμῖν ἐχαρίcθη οὐ μόνον τὸ εἰc Χριcτὸν πιcτεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάcχειν. οἶμαι δὲ ὅτι καὶ οἱ ἀπόστολοι ἐλλιπῆ πεισθέντες εἶναι τὴν ἐκ τοῦ ἐφ’ ἡμῖν πίστιν ... εἰ καὶ ἐκ πίστεως οὖν οἱ κληρονόμοι καὶ ἡ ἐπαγγελία ἵνα κατὰ χάριν, οὐδ’ | 359 in vol. 13 |
25 | αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος, καθ’ ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται. παντὶ δὲ τῷ σπέρματι, φησίν, ἤτοι τῷ ἐκ τοῦ νόμου ἢ τῷ ἐκ τῆς πίστεως αὐτοῦ, καὶ οὐ μόνον τῷ ἐκ τοῦ νόμου ἀλλ’ εἰ ἔχοι πρὸς τ〈ῷ〉 ἐκ τοῦ νόμου τὸ ἐκ τῆς πίστεως. εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἔσται ἡ ἐπαγγελία τοῖς ἐξ | |
30 | Ἰσμαὴλ καὶ τοῖς ἐκ Χεττούρας, ἅπερ οὐκ ἀρέσκει. | |
31t | (τοῦ αὐτοῦ) | |
31 | ἀναγκαῖον δέ, φησίν, ἐξετάσαι φαίνεται πῶς ἀκολουθεῖ τῷ ἐκ πίστεως καὶ τῷ κατὰ χάριν τὸ βεβαίαν εἶναι τὴν ἐπαγγελίαν· ἄρα γὰρ εἰ ἦν ἐκ νόμου, οὐχ οἷόν τε ἦν βεβαίαν τυγχάνειν τὴν ἐπαγγελίαν. πρόσχες οὖν οἱονεὶ δευσοποιός τις βαφὴ γίνεται ἐκ πίστεως περὶ τὴν ψυχὴν καὶ μάλιστα τῆς λελογισμένης | |
35 | εἰς δικαιοσύνην, ὥστε τὴν δι’ αὐτῆς ἐπαγγελίαν καὶ χάριν ἴσχειν διὰ τὸ ἀνέκ‐ πλυτον αὐτῆς, ἢ ἀμετάβολόν γε τὴν βεβαιότητα· ἥτις οὐκ ἐμφαίνεται περὶ τὰ ἐκ νόμου ἔργα. ἀποcτρέφειν γοῦν ποτὲ δίκαιοc ἀπὸ τῆc δικαιοcύνηc αὐτοῦ λέγεται καὶ ποιεῖν ἀδικίαν· οὐκ οἶδα δὲ εἰ καὶ περὶ τῆς πίστεως γέγραπται ὅτι ἀπέστρεψέν τις ἀπὸ τῆς πίστεως, ἅπαξ μαρτυρηθεὶς πεπιστευκέναι καὶ δικαιω‐ | |
40 | θεὶς διὰ τὴν πίστιν. εἶτα καὶ τῇ μαρτυρίᾳ ἐπισφραγίζει ὁ θεῖος ἀπόστολος τὸ εἰρημένον αὐτῷ. | |
42t | (τοῦ αὐτοῦ) | |
42 | [ὃ δὲ λέγει τοῦτό ἐστιν· ὥσπερ ὁ θεὸς οὐκ ἔστι μερικὸς θεὸς ἀλλὰ πάντων πατήρ, οὕτω καὶ αὐτός. καὶ πάλιν ὥσπερ ὁ θεὸς πατήρ ἐστιν οὐ κατὰ τὴν φυσικὴν συγγένειαν ἀλλὰ κατ’ οἰκείωσιν πίστεως, οὕτω καὶ αὐτός· ἡ γὰρ | |
45 | ὑπακοὴ ποιεῖ πατέρα πάντων ἡμῶν. ἐπειδὴ γὰρ οὐδὲν ἐνόμιζον εἶναι ταύτην τὴν συγγένειαν, τὴν παχυτέραν ἐκείνην κατασχόντες, δείκνυσι ταύτην κυριω‐ τέραν ἐπὶ τὸν θεὸν τὸν λόγον ἀνάγων. καὶ μετὰ τούτων κἀκεῖνο ἐμφαίνει ὅτι καὶ ἀμοιβὴν τῆς πίστεως ταύτην ἔλαβεν· ὥστε ἂν μὴ τοῦτο ᾖ, κἂν πάντων ᾖ πατὴρ τῶν τὴν γῆν οἰκούντων, τὸ κατέναντι οὐκέτι χώραν· τὸ γὰρ κατέναντι | |
25(50) | τὸ ὁμοίως ἐστίν. τὸ γὰρ παράδοξον τοῦτό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως | |
τούτους ἀπὸ τῆς τοῦ θεοῦ δωρεᾶς λαβεῖν.] ὁποῖα, φησί, τὰ πολλὰ ἔθνη ἦν ὧν τέθεικεν αὐτὸν πατέρα ὁ τὰς ἐπαγγελίας αὐτῷ διδοὺς θεός. περὶ γὰρ τῶν διὰ τὴν ἁμαρτίαν νενεκρωμένων, ὧν ἡ ψυχὴ νεκρὰ γεγένητο ἐν | 360 in vol. 13 | |
55 | σώματι ζῶντι, οἴομαι νῦν αὐτὸν λέγειν· ψυχὴ γὰρ ἡ ἁμαρτάνουcα αὐτὴ ἀποθανεῖται. τίνα δὲ τὰ μὴ ὄντα ἢ οἱ ἐστερημένοι τοῦ ὄντος καὶ μὴ μετέχοντες αὐτοῦ, οὕτω καλούμενοι πρὸς ἀντιδιαστολὴν τῶν μετεχόντων τοῦ εἰπόντος ἐγώ εἰμι ὁ ὤν; καλεῖ δὲ τὰ μὴ ὄντα ἵνα ὑπακούσασιν αὐτοῖς χαρίσηται τὸ εἶναι. ἀλλ’ ἴσως τις πρὸς ταῦτα ἐρεῖ, πῶς ὁ ἀπόστολος ἑτέρωθί φησι μεθ’ ἕτερα ἐξελέξατο ὁ | |
60 | θεὸc τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργήcῃ, ἀλλ’ εὔδηλον ὡς ἕτερόν ἐστι τοῦτο σημαινόμενον τοῦ ὄντος καὶ μὴ ὄντος ὅσον ἀπὸ πάσης τῆς ἐκεῖσε συμφράσεως· ὄντες μὲν γὰρ ἐνθάδε οἱ κατὰ cάρκα cοφοὶ καὶ δυνατοὶ καὶ εὐγενεῖc· μὴ ὄντες δὲ οἱ ἄλλως παρὰ τούτοις διακείμενοι ὡς πρὸς τὴν ἐκείνων ὑπόληψιν. | |
26(n1) | iv 18—22 ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν | |
n2 | πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον, οὕτως ἔσται τὸ σπέρμα σου· καὶ μὴ | |
n3 | ἀσθενήσας τῇ πίστει κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής | |
n4 | που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν | |
n5 | τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ | |
n6 | θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι· διὸ καὶ | |
n7 | ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. | |
1 | ὅρα μήποτε ὡς Ἀβραὰμ παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν, οὕτω καὶ πάντες οἱ τῆς πίστεως Ἀβραὰμ υἱοὶ παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι περὶ πάντων πιστεύουσιν, εἴτε περὶ ἀναστάσεως νεκρῶν εἴτε περὶ τοῦ κληρονομήσειν βασι‐ λείαν οὐρανῶν ἢ βασιλείαν θεοῦ. ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει | |
5 | παρ’ ἐλπίδα ἐστίν, ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγελίαις αὐτοῦ ἐπ’ ἐλπίδι τῶν ἐκ τοῦ πιστεύειν ἐλπιζόντων τυγχάνει. καὶ ἐπείπερ ὁ πιστεύων ἐπ’ ἐλπίδι πιστεύει, διὰ τοῦτο μένει πίcτιc, ἐλπίc· ἀφ’ ὧν γεννᾶται καὶ τὸ τρίτον μεῖζον τούτων ἡ ἀγάπη· καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν, προκοπῆς δὲ τὴν ἐλπίδα, τελειότητος δὲ τὴν ἀγάπην. | |
10 | ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προcθέμενοc Ἀβραὰμ ἔλαβεν γυναῖκα τοὔνομα Χεττούραν· καὶ ἔτεκεν αὐτῷ μετὰ τὴν τελευτὴν cάρραc, ἥτις ἔζησεν ἔτη ἑκατὸν εἰκοσιεπτά· πρεσβύτερος δὲ τῆς Σάρρας δεκὰ ἔτεσιν εὑρίσκεται σαφῶς ὁ Ἀβραάμ. εἰ οὖν διὰ τὴν ἐπαγγελίαν, ὥς φασί τινες, ἐπαιδοποίησεν τὸν Ἰσαάκ, | |
15 | πῶς χωρὶς ἐπαγγελίας μετὰ ἑκατὸν εἰκοσιεπτὰ ἔτη ἔτεκεν τοὺς ἀπὸ Χεττούρας; ὥστε ἐν ἐπαίνῳ λέγεται ἡ τοιαύτη νέκρωσις τοῦ τὰ μέλη τὰ ἐπὶ τῆc γῆc νεκρώcαντοc· ὅτε γάρ τις πνεύματι τὰc πράξειc τοῦ cώματοc θανατοῖ, τότε σβέννυσι πᾶσαν τὴν | |
πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν· ὥστε τὴν τοῦ Ἰσαὰκ γένεσιν μὴ εἶναι ἀπὸ πυρώσεως ἀλλ’ ἐξ ἐπαγγελίας θεοῦ· ἄξιοι γὰρ γεγόνασι τ〈οῦ〉 τούτου | 361 in vol. 13 | |
20 | ἐπιγραφῆναι πατριάρχου γονεῖς. | |
27(n1) | iv 23—25 οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι’ | |
n2 | ἡμᾶς οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν | |
n3 | κύριον ἡμῶν ἐκ νεκρῶν· ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη | |
n4 | διὰ τὴν δικαίωσιν ἡμῶν. | |
1 | νῦν τὸ δι’ αὐτὸν μόνον εἴληπται ἀντὶ τοῦ περὶ αὐτοῦ μόνου· ἀλλὰ καὶ τὸ δι’ ἡμᾶς ἀντὶ τοῦ περὶ ἡμῶν· οὐ γὰρ ἵνα Ἀβραὰμ ἐντυχὼν ὁ Μωυσέως προγε‐ νέστερος τῷ μεταγενεστέρῳ αὐτοῦ γράμματι ὠφελήθη. εἰ δὲ οὐ περὶ τοῦ Ἀβραὰμ μόνου γέγραπται τὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ἀλλὰ καὶ περὶ | |
5 | ἡμῶν, οἱονεὶ προαναφωνοῦντος τοῦ λόγου τὴν λογισθησομένην ἐκ πίστεως δικαιοσύνην τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, πρόσχες ἐπιμελέστερον μήποτε μόνος καὶ πᾶς πιστεύει ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν ὁ συνεγερθεὶς Χριστῷ, ὥστ’ ἂν εἰπεῖν καὶ cυνήγειρεν καὶ cυνεκάθιcεν ἡμᾶc ἐν τοῖc ἐπουρανίοιc ἐν Χριcτῷ· συνηγέρθη δὲ | |
10 | Χριστῷ ὁ cύμμορφοc γενόμενος τῇ ἀναστάσει αὐτοῦ καὶ διὰ τὸ συναποτεθνη‐ κέναι συζῶν αὐτῷ· εἰ γὰρ cυναπεθάνομεν καὶ cυζήcομεν· συναπέθανεν δὲ Χριστῷ, ἐπεὶ καὶ Χριστὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· καὶ αὐτὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ συζῇ Χριστῷ· ζῇ δὲ Χριστῷ ὁ ἐν καινότητι ζωῆc περιπατῶν. | |
28(n1) | v 5—9 ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος | |
n2 | ἁγίου τοῦ δοθέντος ἡμῖν· ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν | |
n3 | ὑπὲρ ἀσεβῶν ἀπέθανεν· μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ | |
n4 | τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν· συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην | |
n5 | εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν· | |
n6 | πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι’ αὐτοῦ | |
n7 | ἀπὸ τῆς ὀργῆς. | |
1 | ὅπου μὲν ἀσθενεῖς ἢ ἁμαρτωλοὺς ὀνομάζει, καὶ ἑαυτὸν τοῖς τοιούτοις ἐμπερι‐ λαμβάνει· ὅπου δὲ λέγει ἀσεβεῖς, οὐκέτι. καὶ τάχα εἰκότως ὁ ὑπὸ τὸν νόμον ὤν, ὃς ἠcθένει διὰ τῆc cαρκόc, ἀσθενὴς μέν ἐστι καὶ ἁμαρτωλός, οὐ μὴν καὶ κατὰ τὴν συνήθειαν τῆς διαστολῆς τῶν γραφῶν καὶ ἀσεβής, λεγόντων τῶν ὑπὸ | |
5 | νόμον ἁμαρτανόντων τῷ θεῷ καὶ γὰρ ἐὰν ἁμαρτάνωμεν cοί ἐcμεν εἰδότεc cου τὸ κράτοc· ἀσεβεῖς δὲ τότε οἱ νομιζόμενοι εἶναι ὑπὸ τὸν νόμον τυγχάνουσιν, ἐπὰν ἐγκαταλιπόντες τὸν θεὸν τῶν πατέρων ζητοῦσι τοὺς θεοὺς τῶν ἐθνῶν. πρὶν δὲ προσελθεῖν ἡμᾶς θεοσεβείᾳ ἀγάπη ἐν ἡμῖν οὐ συνειστήκει, πάντα γὰρ μᾶλλον ἢ θεὸν ἀγαπῶμεν· ὅτε δὲ τοιούτων ἡμῶν ὑπαρχόντων Χριστὸς | 362 in vol. 13 |
10 | ὑπὲρ ἡμῶν ἀπέθανε, τότε συνέστη καὶ ὑπέστη ἐν ἡμῖν ἡ τοῦ θεοῦ ἀγάπη, πάντων περιαιρεθέντων τῷ τοῦ Ἰησοῦ θανάτῳ ἀφ’ ἡμῶν τῶν ἐμποδιζόντων τῇ συστάσει τῆς εἰς ἡμᾶς τοῦ θεοῦ ἀγάπης. κατὰ ταύτην οὖν τὴν διήγησιν τοῦ συνίστησιν ἀκουστέον, συνιστάντος καὶ ὑφιστάντος τοῦ θεοῦ ἐν ἡμῖν τὴν ἑαυτοῦ ἀγάπην, τὴν οὐδενὸς ἑτέρου κυρίως ἢ αὐτοῦ τοῦ θεοῦ τυγχάνουσαν. | |
15t | (Ὠριγενοῦς) | |
15 | [οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον ὡς προσοικειωθέντες τῷ θεῷ σεμνυνόμεθα, τὰ κατὰ τὸν δεσπότην Χριστὸν λογιζόμενοι, ὃς μεσίτης ἡμῶν γενόμενος τὴν εἰρήνην ἐπραγματεύσατο.] | |
29(n1) | vi 5 εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ | |
n2 | τῆς ἀναστάσεως ἐσόμεθα. | |
1 | πλάσας τὸ ὄνομα τέθεικεν, φυτόν τι ἐπιστάμενος τὸν Ἰησοῦ θάνατον, φέρον κάρπους ἀναιρετικοὺς τῆς ἁμαρτίας· ᾧ φυτῷ ὁ λόγος γεωργεῖ ἐν τοῖς παρα‐ δεξαμένοις τὴν διδασκαλίαν τὴν διὰ Χριστοῦ, ποιῶν αὐτοὺς συμφύτους τῷ ὁμοιώματι τοῦ θανάτου· ὁμοίωμα μὲν γάρ τι τοῦ θανάτου ἐκείνου δύναται ἡ | |
5 | ἀνθρωπίνη φύσις ἀναλαβεῖν, τὸν δὲ ἐκείνου θάνατον τοῦ ἁμαρτίαν μὴ ποιήcαντοc, μηδὲ γνόντοc ἁμαρτίαν, ἀλλ’ ἀποθανόντος ἐπὶ τῇ καθαιρέσει οὐχὶ τῆς ἐν αὐτῷ ἁμαρτίας ἀλλὰ τῆς ἐν ἡμῖν, οὐχ οἷόν τε ἐστὶν ἀποθανεῖν τινὰ τῶν ἡμαρτη‐ κότων· πάντεc δὲ ἥμαρτον καὶ ὑcτεροῦνται τῆc δόξηc τοῦ θεοῦ, δικαιούμενοι δωρεάν, καὶ τὰ ἑξῆς. | |
10 | ἐν ἄλλοις δὲ λέγει· cυνήγειρεν καὶ cυνεκάθιcεν ἐν τοῖc ἐπουρανίοιc ἐν Χριcτῷ· καὶ εἰ cυνηγέρθητε τῷ Χριcτῷ, τὰ ἄνω ζητεῖτε· πῶς οὖν ἐνταῦθα λέγει, καὶ τῆς ἀναστάσεως ἐσόμεθα; πρὸς τοῦτο λεκτέον ὅτι διττῶς ὀνομάζει τὴν ἀνάστασιν ὁ ἀπόστολος· μίαν μὲν τὴν ἤδη καθ’ ἣν ὁ ἅγιος συνανέστη Χριστῷ καὶ συνεγερθεὶς αὐτῷ τὰ ἄνω ζητεῖ· ἑτέραν δὲ τὴν ὅταν ἔλθῃ τὸ τέλειον, περὶ | |
15 | ἧς καὶ Δανιὴλ προφητεύων φησὶν πολλοὶ τῶν καθευδόντων ἐν γῆc χώματι ἀναcτήcονται, οὗτοι εἰc ζωὴν αἰώνιον, καὶ οὗτοι εἰc ὀνειδιcμὸν καὶ εἰc αἰcχύνην αἰώνιον· τὴν ἑτέραν μὲν οὖν τῶν ἀναστάσεων οἱ ἅγιοι ἐροῦσι συνεγηγέρθαι Χριστῷ, κατὰ δὲ τὴν ἑτέραν καὶ ἀναστήσεσθαι. | 363 in vol. 13 |
30(n1) | vi 8—10 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν | |
n2 | αὐτῷ· εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει· θάνατος | |
n3 | αὐτοῦ οὐκέτι κυριεύει· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ | |
n4 | ζῇ, ζῇ τῷ θεῷ· οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ | |
n5 | ἁμαρτίᾳ, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. | |
1 | ἀποτετολμημένως ἐπιφέρει τὸ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, ὅπερ ἐστὶ δυσφημοειδές· οἱ γὰρ πλεῖστοί φασιν ἀποθανεῖν αὐτὸν οὐ τῷ κυριεύεσθαι ὑπὸ τοῦ θανάτου, ἀλλὰ τῷ ἑκόντα τὴν ψυχὴν αὐτοῦ τεθεικέναι ὑπὲρ τῶν προβάτων ἑαυτοῦ, ἢ ὑπὲρ τῶν φίλων ἑαυτοῦ· φησὶν γὰρ καὶ αὐτὸς ὁ σωτὴρ οὐδεὶc αἴρει | |
5 | τὴν ψυχήν μου ἀπ’ ἐμοῦ ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. ὁ μὲν οὖν τις πρὸς ταῦτα φήσει ὅτι θάνατος λέγεται νῦν ὁ μέσος καὶ ἀδιάφορος, ὃν κατὰ τὸ κοινότερον ἀπέθανεν ὅτε, ὥς φησιν ὁ Παῦλος, ἀπέθανεν κατὰ τὰc γραφάc. ἀλλὰ πῶς ταύτῃ δυνήσεται συναγορεῦσαι τῇ διηγήσει τὸ ἀπεθάνομεν σὺν Χριστῷ, καὶ τὸ ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ; ἀλλ’ ἴσως ὁ τοιοῦτος | |
10 | ἐρεῖ ὡς τὰ αὐτὰ ὀνόματα τίθησι διττῶς ἡ γραφή, ποτὲ μὲν ἐπὶ τῶν σωματικῶν, ὅτε δὲ ἐπὶ τοῦ πνευματικοῦ· ὡς καὶ περὶ τῆς Σαμαρείτιδος γεγραμμένον, ἐν ᾧ τὸ ὕδωρ καὶ τὸ πιεῖν κατὰ τὸν αὐτὸν τόπον ὅτε μὲν ἐπὶ τοῦ σωματικοῦ ὅτε δὲ ἐπὶ τοῦ πνευματικοῦ τετάχθαι δοκεῖ· καὶ τὸ περὶ τοῦ θεριcμοῦ ὡσαύτως φησίν. φήσει τοίνυν οὐδὲν θαυμαστὸν κατὰ τοῦτον τὸν χαρακτῆρα καὶ τὸν | |
15 | ἀπόστολον εἰρηκέναι, τὸ μὲν ἀπεθάνομεν σὺν Χριστῷ τάσσοντα οὐκ ἐπὶ τοῦ κοινοτέρου θανάτου, τὸ δὲ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, ὡς θανάτου νῦν τοῦ μέσου ὀνομαζομένου. ἕτερος δὲ παρὰ τοῦτον ἐρεῖ ὅτι θάνατος ἐνταῦθα λέγεται ὁ κυριεύων Χριστοῦ οὐκ ἄλλος ἢ ὁ ἐχθρὸς αὐτοῦ οὗ τύπος ἦν τὸ κατὰ τὸν Ἰωνᾶν κῆτοc προφητευόμενον καὶ ὑπὸ τοῦ Ἰὼβ φάσκοντος ἀλλὰ καταράcαιτο | |
20 | αὐτὴν ὁ μέλλων τὸ μέγα κῆτοc χειρώcαcθαι. πρὸς ὃν θάνατον ὁδεύων κατὰ τὸν καιρὸν τοῦ μέσου θανάτου ἔλεγεν, οὐ διὰ τὸν μέσον θάνατον ἀλλὰ δι’ ἐκεῖνον, νῦν ἡ ψυχή μου τετάρακται καὶ περίλυπόc ἐcτιν ἡ ψυχή μου ἕωc θανάτου. οἱονεὶ γὰρ ἀπῄει εἰς τὴν χώραν αὐτοῦ διὰ τοὺς κρατουμένους ὑπ’ αὐτοῦ, ὡς | |
τάχα διὰ τοῦτο εἰρῆσθαι τὸ εἰc χοῦν θανάτου κατήγαγέc με. καὶ ἑαυτὸν | 364 in vol. 13 | |
25 | πεποίηκεν αὐτῷ ὑποχείριον ὑπήκοοc γενόμενοc μέχρι θανάτου. διὰ γὰρ τὸ γεγονέναι ἐν αὐτῷ κατακριθεὶς ὑπ’ αὐτοῦ κατέκρινε τὴν ἁμαρτίαν οὖσαν ἐν ἐκείνῳ τῷ θανάτῳ. ὡσάν τις παραδείγματος ἕνεκεν ἐλεύθερος ὢν δοῦλον ἑαυτὸν παραδίδωσιν τῷ στρατηγῷ τῶν πολεμίων, ἵνα παρ’ αὐτῷ γενόμενος ἐλευθερώσῃ τῇ ἑαυτοῦ οἰκονομικῇ δουλείᾳ τοὺς πολίτας ἀπὸ τοῦ ὑπ’ ἐκείνῳ | |
30 | κινδύνου, διὰ τοῦ ἐνέδρᾳ τινὶ ἀποκτεῖναι τὸν στρατηγὸν καὶ τοὺς ὑπ’ αὐτῷ πολεμίους· ἐκυριεύθη γὰρ ὁ τοῦτο δράσας ὡς οὐκ αἰχμάλωτος ἁλοὺς ἀλλὰ φρονήματι χρησάμενος ἀριστέως. οὕτως οὖν καὶ ὁ Χριστὸς ἑαυτὸν παρέδωκεν τῇ δουλείᾳ, ἵνα μηδεὶς θανάτου γένηται τῶν μαθητευομένων αὐτοῦ τῷ λόγῳ δοῦλος· οὗτος γὰρ ὡς φησὶν ἡ γραφὴ κατήργηcε τὸν τὸ κράτοc ἔχοντα τοῦ | |
35 | θανάτου, τοῦτ’ ἐcτὶν τὸν διάβολον, καὶ τὰ ἑξῆς. τάχα δὲ καὶ παρέδωκεν ἑαυτὸν τῷ θανάτῳ κυριευθησόμενον ῥυόμενος τοὺς ὑπ’ αὐτοῦ κεκρατημένους καὶ ἀντ’ ἐκείνων ἑαυτὸν προδιδούς, ἵνα μετὰ τοῦτο καταστρατηγήσῃ καὶ καταργήcῃ τὸν θάνατον. | |
31(n1) | vi 12—14 μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ | |
n2 | ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν | |
n3 | ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡς ἐκ νεκρῶν | |
n4 | ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ· ἁμαρτία γὰρ ὑμῶν | |
n5 | οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν. | |
1 | ἀνωτέρω μὲν εἶπεν ἵνα ὥcπερ ἐβαcίλευcεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, νυνὶ δὲ οὐκ εἶπεν τοῦτο ἀλλὰ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, διδάσκων ὅτι ὥσπερ θρόνος καὶ βασίλειόν ἐστι τῆς ἁμαρτίας τὸ θνητὸν ἡμῶν σῶμα· τὸ γὰρ φρόνημα τῆc cαρκὸc ἔχθρα εἰc θεόν, καὶ πάλιν τὸ φρόνημα τῆc | |
5 | cαρκὸc θάνατοc. ἀλλὰ καὶ πάντα τὰ ἁμαρτήματα ἔργα cαρκόc ἐστιν ἅπερ ὁ ἀπόστολος φανερὰ ὠνόμασεν. ἐν αὐτοῖς δὲ τάξας καὶ τὰς αἱρέcειc ἐδίδαξεν ὅτι καὶ αὗται cαρκόc εἰσιν ἔργον, ἀπολύων ἡμᾶς περισπασμοῦ, ἵνα μὴ νομί‐ ζωμεν τινὰ μὲν εἶναι ἔργα cαρκόc, τινὰ δὲ ἁμαρτήματα οὐ cαρκὸc μὲν ἤτοι δὲ ψυχῆς ἢ νοῦ. ἀλλ’ ἐπάν τις ζητῇ πῶς καὶ αἱρέcειc ἐν τοῖς ἔργοιc τῆc cαρκόc | |
10 | εἰσι κατειλεγμέναι, λεκτέον πρὸς αὐτὸν ὅτι αἱρέcειc γίνονται ἀπὸ τοῦ νοῦ τῆc cαρκόc, περὶ οὗ φησί που ὁ Παῦλος εἰκῆ ἐμβατεύων καὶ φυcιούμενοc ὑπὸ τοῦ νοὸc τῆc cαρκὸc αὐτοῦ καὶ οὐ κρατῶν τὴν κεφαλήν. τάχα δὲ καὶ ὅτε ἁμαρτάνομεν βασιλευούσης τῆς ἁμαρτίας ἐν τῷ θνητῷ ἡμῶν σώματι οὐδὲν ἄλλο ἐσμὲν ἤπερ τὸ θνητὸν σῶμα καὶ cάρκεc· οὐ μὴ γάρ φησι | |
15 | καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖc ἀνθρώποιc τούτοιc εἰc τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺc cάρκαc. καὶ αὐτὴ δὲ ἡ ψυχὴ ἔοικε μὴ μένειν, ἀλλ’ ἤτοι διὰ κακίαν γίνεσθαι σὰρξ ἢ δι’ ἀρετὴν πνεῦμα· ὅτε γὰρ κολλᾶται τῇ πόρνῃ γίνεται εἰc cάρκα μίαν πρὸς αὐτήν, ὁ δὲ κολλώμενοc τῷ κυρίῳ ἓν πνεῦμά ἐcτιν. καὶ ἤδη τοῦτο εἴρηκεν, οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι | 365 in vol. 13 |
20 | τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ. τινὲς δὲ τοῦτο πρὸς ἀντι‐ διαστολὴν λήψονται λέγεσθαι ἑτέρων οἳ ἔζησαν μὲν τῷ θεῷ οὐ μὴν ἐν Χριστῷ Ἰησοῦ. ἡμεῖς δέ φαμεν μήποτε ἀδυνατόν ἐστιν ζῇν μὲν τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ 〈...〉 ἐπείπερ εἶδεν τὴν Χριcτοῦ ἡμέραν καὶ ἐχάρη· εἴτε Μωσῆς ἔζησεν τῷ θεῷ, ἐν Χριστῷ Ἰησοῦ ἔζησεν, ὅστις γε καὶ μείζονα πλοῦτον ἡγήcατο τῶν | |
25 | Αἰγύπτου θηcαυρῶν τὸν ὀνειδιcμὸν τοῦ Χριcτοῦ· ἀλλὰ καὶ οἱ ἐπιθυμήcαντεc πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν ὃ εἶδον οἱ ἀπόστολοι καὶ ἀκοῦcαι ὧν ἤκουcαν, οὐκ ἂν ἦλθον εἰς τὴν τῶν τοιούτων ἐπιθυμίαν καὶ ὄρεξιν ἔξω τυγχάνοντες τοῦ ἐν Χριστῷ Ἰησοῦ ζῇν τῷ θεῷ. ζητήσεις δὲ εἰ χρὴ φάσκειν πάντα τὸν ζῶντα τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ | |
30 | νεκρὸν εἶναι τῇ ἁμαρτίᾳ. πρὸς τοῦτο δὲ λέγοιτ’ ἄν, εἰ μὲν ὡς νεκρὸς τῇ ἁμαρτίᾳ ἔζη ποτὲ τῇ ἁμαρτίᾳ· ἐὰν δέ τις ὑπὸ τοῦ πάντα ἐρευνῶντοc πνεύματοc καὶ τὰ βάθη τοῦ θεοῦ φωτισθεὶς εὕρῃ τινὰς χωρὶς τοῦ ἐζηκέναι τῇ ἁμαρτίᾳ ποτὲ ζῶντας τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ, ἀποφαίνεται ὅτι οὐκ εἴ τις ζῇ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ οὗτος ἤδη πάντως νεκρός ἐστιν τῇ ἁμαρτίᾳ· ἐὰν δὲ πάντεc | |
35 | ἥμαρτον διὰ τὸ ὑπὲρ πάντων ἀπέθανεν, δῆλον ὅτι πᾶς ζῶν ἐν Χριστῷ Ἰησοῦ ἔζη ποτὲ τῇ ἁμαρτίᾳ, καὶ ὕστερον νεκρὸς γενόμενος αὐτῇ ἔζησεν τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ. ἕτερος δὲ εἴποι ἂν ὅτι ἐνδέχεται καὶ διδομένου τοῦ ζῇν τινὰς τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ μηδέποτε γενομένους ἐν ἁμαρτίᾳ, οὐδὲν ἧττον κἀκείνους νεκροὺς | |
40 | εἶναι τῇ ἁμαρτίᾳ, ὥσπερ χωρὶc νόμου ἁμαρτία ἦν νεκρά, οὐκ ἐκ τοῦ ποτὲ ζῇν ἐλθοῦσα ἐπὶ τὸ γενέσθαι νεκρά. δείκνυσι δὲ ὁ θεῖος ἀπόστολος καὶ ἑτέρωθεν τῆς νίκης τὴν εὐκολίαν, ἁμαρτία γὰρ ὑμῶν, φησίν, οὐκέτι κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν. πρόσχες ἐνταῦθα τῇ ἀποστολικῇ ἀκριβείᾳ, τίνα τρόπον τὸ κυριεύειν τάσσων | |
45 | ἐπὶ τοῦ σωτῆρος καὶ ἐφ’ ἡμῶν ἐπὶ μὲν τοῦ σωτῆρος θάνατοc εἶπεν αὐτοῦ οὐκέτι κυριεύcει, ἐπὶ δὲ ἡμῶν ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὔτε γὰρ ἐπὶ τοῦ σωτῆρος ἔπρεπεν λέγεσθαι τὸ ἁμαρτία αὐτοῦ οὐ κυριεύσει, οὔτε ἐφ’ ὑμῶν κυριώτερον ἦν τὸ θάνατοc ὑμῶν οὐ κυριεύcει· καὶ ἵνα μὴ ταὐτὸν περὶ τοῦ | |
σωτῆρος καὶ ἡμῶν λέγηται ὡς παραπλησίων. | 366 in vol. 13 | |
31(50) | μετὰ ταῦτα ὥσπερ αἰτίαν παριστὰς τοῦ ἁμαρτίαν ἡμῶν μὴ κυριεύειν φησὶ τὸ οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν· κατὰ γὰρ αὐτὸν τὸν Παῦλον ἡ δύναμιc τῆc ἁμαρτίαc ὁ νόμοc ἐcτίν, καὶ νόμοc παρειcῆλθεν ἵνα πλεονάcῃ τὸ παράπτωμα ἀλλ’ ὅπου ἐπλεόναcεν ἡ ἁμαρτία ἐκεῖ ὑπερεπερίccευcεν ἡ χάριc· νῦν δὲ ἐσμὲν ὑπὸ τὴν περιccεύουcαν χάριν, διότι οὐκέτι ἐσμὲν ὑπὸ νόμον ἀλλ’ | |
55 | ὑπὸ χάριν. δικαίῳ γὰρ νόμοc οὐ κεῖται, οὐ γὰρ δέεται τῆς ἀπὸ τοῦ γράμματος νομικῆς διδασκαλίας εἰς τὸ τηρεῖν τὰς ἐντολὰς τοῦ θεοῦ θεοδίδακτος ὤν, ὡς Παῦλος διδάσκει λέγων περὶ δὲ τῆc ἀγάπηc οὐ χρείαν ἔχετε ὑμῖν γράφεcθαι, ὑμεῖc γὰρ θεοδίδακτοί ἐcτε εἰc τὸ ἀγαπᾶν ἀλλήλουc. εἴ τινι οὖν συμπέφυκεν ὁ τοῦ θεοῦ νόμος, ὡς μὴ ἕτερον μὲν βούλεσθαι τὸν νόμον ἕτερον δὲ εἶναι τὸ | |
60 | θέλημα τοῦ ἀνθρώπου, ὁ τοιοῦτος οὐκ ἐστὶν ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν· οὕτω νοητέον ἀλλ’ ἦν ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ. | |
32(n1) | vi 19, 20 ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ | |
n2 | τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ | |
n3 | δικαιοσύνῃ εἰς ἁγιασμόν· ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ | |
n4 | δικαιοσύνῃ. | |
1 | ἐπειδή, ὡς πολλαχοῦ (φησίν) ἐτηρήσαμεν, τὸ τῆς δικαιοσύνης ὄνομα ἀντὶ τῆς ἀρετῆς ἔσθ’ ὅτε παραλαμβάνεται, λεκτέον ὅτι καὶ νῦν τοιοῦτόν ἐστι τὸ λεγόμενον ὅτε δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐλεύθεροι ἦτε τῇ ἀρετῇ. καὶ παρ‐ ακολουθεῖ τῷ γενικῷ τῆς ἁμαρτίας ὀνόματι τὸ γενικὸν τῆς ἀρετῆς δικαιοσύνην | |
5 | ἐν τούτοις ὀνομάζεσθαι. δόξει δὲ εἰδικῶς τὸ εἰς ἁγιασμὸν λέγειν, προτρεπόμενος εἰς ἁγνείαν καὶ καθαρότητα βίου τὸν δυνάμενον χωρῆcαι. | |
33(n1) | vi 21, 22 τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ | |
n2 | τέλος ἐκείνων θάνατος· νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες | |
n3 | δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. | |
1 | ἐξευτελίζων τὸν καρπὸν τῶν δούλων τῆς ἁμαρτίας ὡς οὐδενὸς ἄξιον λόγου τοῦτό φησιν· ἐφ’ οἷς γάρ τις πρότερον ἐν ἁμαρτίᾳ καὶ ἀγνοίᾳ πεπραγμένοις ὕστερον εἰς συναίσθησιν ἐλθὼν τῶν ἡμαρτημένων αἰσχύνεται, ταῦτα καρπὸc ἂν εἴη ἄχρηcτοc, ἄωροc εἰc βρῶcιν καὶ εἰc οὐθὲν ἐπιτηδεῖοc· καὶ γὰρ τέλος τῶν | |
5 | τοιούτων ἔργων οὐκ ἄλλο ἢ θάνατός ἐστιν, ὁ ἐχθρὸς Χριστῷ τῷ εἰπόντι ἐγώ εἰμι ἡ ζωή, κυριεύ〈ω〉ν τῶν τοιούτους καρποὺς ἐνηνοχότων. ἐν ᾧ θανάτῳ οὐκ ἐcτὶν ὁ μνημονεύων θεοῦ· καὶ γὰρ πᾶς ὁ ἐν αὐτῷ τέθνηκεν τῷ θεῷ καὶ ζῇ τῷ θανάτῳ, ὅπερ ταὐτόν ἐστιν τ〈ῷ〉 ζῇν τῇ ἁμαρτίᾳ. ἡμέτερος καρπὸς εἰς ἁγιασμόν· οὐχ ἡμέτερος δέ, οὐδὲ κατὰ τὴν ἡμετέραν | 367 in vol. 13 |
10 | φύσιν, ὁ φέρων τῷ ἤδη συνησθημένῳ αὐτοῦ αἰσχύνην. ὅτι δὲ ἡμέτερον μὲν τὸ κρεῖττον, οὐ τοιοῦτον δὲ τὸ χεῖρον, δηλοῖ καὶ ὁ σωτὴρ λέγων εἰ τὸ ἀλλότριον ἐπιcτεύθητε καὶ οὐκ ἐγένεcθε ἄξιοι, τὸ ὑμέτερον τίc ὑμῖν δώcει; κἂν γὰρ μὴ γενώμεθα ἄξιοι τοῦ κρείττονος, ὡς ἡμέτερον αὐτὸ τῇ φύσει οὐ λαμβάνομεν διὰ τὴν ἁμαρτίαν. ἐρεῖ δέ τις ἐνταῦθα τὸν εἰς ἁγιασμὸν καρπὸν εἶναι τῶν δεδου‐ | |
15 | λωμένων τῷ θεῷ τὴν παντελῆ ἀπὸ τῶν ἀφροδισίων καθάρευσιν· καί φησιν ὁ τοιοῦτος τοῖς μὲν ἐν γάμῳ ἁρμόζειν τὸ ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ, τοῖς δὲ ἐν ἁγνείᾳ ὡς μεῖζον τὸ νυνὶ δὲ ἐλευθερω‐ θέντες ἀπὸ τῆς ἁμαρτίας καὶ τὰ ἑξῆς· ὥστε τὸν μὲν ἔσχατον καρπὸν αὐτοῦ εἰς ἁγιασμὸν διὰ τὸ δεδουλῶσθαι τῷ θεῷ δεδουλῶσθαι πολὺ πρότερον τῇ δικαιο‐ | |
20 | σύνῃ μὴ πάντως ἔχειν τὸν καρπὸν αὐτοῦ εἰς ἁγιασμὸν διὰ τὸν κατὰ cυγγνώμην λόγον. | |
34(n1) | vi 23 τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ | |
n2 | αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. | |
1 | καλὴ ἡ διαφορά, ὀψωνίου μὲν ἐπὶ τῆς ἁμαρτίας τεταγμένου, χαρίσματος δὲ ἐπὶ τοῦ θεοῦ· οὔτε γὰρ ὀψώνια ὡς ὀφειλόμενα δίδωσιν ὁ θεὸς ἀλλὰ χάρισμα, οὐδὲ χάρισμα ἡ ἁμαρτία ἀλλ’ ὀφειλόμενα ὀψώνια. τὸ δὲ χάρισμα τοῦ θεοῦ οὐκ ἔταξεν ἁπλῶς ζωὴ αἰώνιος, ἀτελὴς γὰρ αὕτη νοεῖται ὅτε μὴ ἐν Χριστῷ | |
5 | Ἰησοῦ ἐστιν τῷ κυρίῳ ἡμῶν. δηλοῦται δὲ ὅτι ἡ ἁμαρτία τῷ βασιλευομένῳ ὑπ’ αὐτῆς δίδωσι τὸν θάνατον, καὶ οὐχ ὁ θεὸς ἐπιφέρει τὸν ἐχθρὸν τοῦ Χριστοῦ θάνατον, ὁ γὰρ θεὸc θάνατον οὐκ ἐποίηcεν καὶ τὰ ἑξῆς. ἐὰν δέ τις πρὸς τοῦτο ἀνθυποίσῃ καὶ τὸ ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήcω καὶ κύριοc θανατοῖ καὶ ζωογονεῖ, ἐροῦμεν ὅτι ἀποκτέννει ὁ θεὸς τῇ ἁμαρτίᾳ ἵνα μετὰ τοῦτο ζωοποιήσῃ τὸν | |
10 | ἀποθανόντα τῇ ἁμαρτίᾳ. | 368 in vol. 13 |
35(n1) | vii 1—3 ἢ ἀγνοεῖτε, ἀδελφοί, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος | |
n2 | κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ; ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι | |
n3 | ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ | |
n4 | ἀνδρός. ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ | |
n5 | ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι | |
n6 | αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ. | |
1 | τὸ γινώσκειν τὸν νόμον πάντως οἶδεν τὴν διαφορὰν τῆς ἐν αὐτῷ παλαιότητοc τοῦ γράμματοc καὶ τῆς ἐνυπαρχούσης τοῖς νοήμασιν αὐτοῦ καινότητοc τοῦ πνεύματοc· τοῦτο γάρ ἐστι τὸ τελείως γινώσκειν τὸν νόμον. ἐπιφέρει δὲ καὶ παράδειγμα, σφόδρα τῷ προκειμένῳ κατάλληλον· ἡ γὰρ ὕπανδρος γυνὴ τῷ | |
5 | ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός· ὁ νόμος ἐστὶν ὁ ἀνήρ· δῆλον δὲ ὅτι ὁ κατὰ τὸ γράμμα· οὗτος γὰρ καὶ τὸ ἀποθνήσκειν ἐπεδέξατο διὰ τὸ εἶναι παλαιότηc γράμματοc· τὸ δὲ παλαιού‐ μενον καὶ γηράcκον ἐγγὺc ἀφανιcμοῦ. λέγεται δὲ καὶ ἀποθνήσκειν καὶ ἐπεὶ μηδὲ παρὰ τοῖς βουλομένοις αὐτὸν φυλάσσειν καὶ οὕτω προαιρουμένοις, ἵν’ | |
10 | οὕτως εἴπω, ζῇ. | |
36(n1) | vii 6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, | |
n2 | ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. | |
1 | τὸ ἅγιον πνεῦμα ἀεί ἐστιν ἐν καινότητι, οὔτε παλαιούμενον οὔτε γηράcκον ἀλλὰ μᾶλλον τοῦ ἔcω ἡμῶν ἀνθρώπου ἀνακαινουμένου ἡμέρᾳ καὶ ἡμέρᾳ· καὶ ἡ παλαιότης δὲ τοῦ γράμματος οὐκ ἔστιν ὅτε καινὴ ἦν, οὐδὲ ὁ παλαιὸc ἡμῶν ἄνθρωποc καινός ποτε ἦν, ὅστις ἅμα τῷ ὑποστῆναι πεπαλαίωται, οὐ χρόνῳ | |
5 | ἀλλὰ τῶν τοιῶνδε νοημάτων καὶ ἔργων παλαιωσάντων αὐτόν. | 10 in vol. 14 |
36a(n1) | vii 7 〈τί οὖν; ὁ νόμος ἁμαρτία; | |
1 | οὐχ ὥσπερ ὄνομα ἕν ἐστι νόμος, οὕτω καὶ εἷς ὁ περὶ νόμου πανταχοῦ τῆς γραφῆς λόγος. διὸ καθ’ ἕκαστον χρὴ τόπον αὐτῆς ἐπιμελῶς ἐπιστήσαντα θεωρῆσαι, νῦν μὲν τί σημαίνεται ἐκ τῆς νόμος φωνῆς, νῦν δὲ τί χρὴ τὸ τοιοῦτον ἐννοεῖν. ἀλλὰ καὶ περὶ ἄλλων πλειόνων· ὁμώνυμοι γὰρ καὶ ἐπὶ ἄλλων εἰσὶ | |
5 | κατὰ τὴν γραφὴν φωναί, αἵτινες συγχέουσι τοὺς νομίζοντας ὅτι ὡς ὄνομα ἕν ἐστιν οὕτω καὶ τὸ σημαινόμενον ἕν, ὅπου ἂν τοῦτο ὀνομασθῇ. ὅτι δὲ ἡ νόμος φωνὴ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλ’ ἐπὶ πλειόνων τέτακται, τὰ πολλὰ παραλιπόντες καὶ δεόμενα κατασκευῆς, ἔχοντα ἀνθυποφορὰν λύσεως δεομένην, ἐκθησόμεθα τὰ πάνθ’ ὁντινοῦν δυσωπῆσαι δυνάμενα, ὡς τῆς νόμος φωνῆς κειμένης ἐπὶ | |
10 | πλειόνων. οἷον ἐπὰν ἐν τῇ πρὸς Γαλάτας λέγηται ὅcοι γὰρ ἐξ ἔργων νόμου εἰcὶν ὑπὸ κατάραν εἰcί, γέγραπται γάρ· ἐπικατάρατοc πᾶc ὃc οὐκ ἐμμένει πᾶcι τοῖc γεγραμ‐ μένοιc ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆcαι αὐτά, σαφὲς ὅτι νόμος ὁ κατὰ τὸ γράμμα δηλοῦται Μωσέως, τὸ προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν | |
15 | δὲ ὧν οὐ ποιητέον τοῖς αὐτῷ ὑποκειμένοις. τὸ δ’ αὐτὸ δηλοῦται ἐν τῇ αὐτῇ ἐπιστολῇ καὶ ἐν τῷ ὁ νόμοc γὰρ τῶν παραβάcεων χάριν ἐτέθη, ἄχρι οὗ ἔλθῃ τὸ cπέρμα ᾧ ἐπήγγελται, διαταγεὶc δι’ ἀγγέλων ἐν χειρὶ μεcίτου· καὶ ἐν τῷ ὥcτε ὁ νόμοc παιδαγωγὸc ἡμῶν γέγονεν εἰc Χριcτόν, ἵνα ἐκ πίcτεωc δικαιωθῶμεν· ἐλθούcηc δὲ τῆc πίcτεωc οὐκέτι ὑπὸ παιδαγωγόν ἐcμεν. πάντεc γὰρ υἱοὶ θεοῦ ἐcτὲ | |
20 | διὰ τῆc πίcτεωc ἐν Χριcτῷ Ἰηcοῦ. σημαίνεται καὶ ἡ παρὰ Μωσεῖ ἀναγεγραμμένη ἱστορία ἀπὸ τῆς νόμος φωνῆς, ὡς ἀπὸ τῆς αὐτῆς ἐπιστολῆς ἔστι λαβεῖν ἐκ τοῦ λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντεc εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺc ἔcχεν, ἕνα ἐκ τῆc παιδίcκηc καὶ ἕνα ἐκ τῆc ἐλευθέραc. ἀλλ’ ὁ μὲν ἐκ τῆc παιδίcκηc | |
25 | κατὰ cάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆc ἐλευθέραc διὰ τῆc ἐπαγγελίαc. οἶδα καὶ τοὺς ψαλμοὺς ὀνομαζομένους νόμον, ὡς δῆλον ἐκ τοῦ ἵνα πληρωθῇ ὁ λόγοc ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένοc ὅτι ἐμίcηcάν με δωρεάν. ἀλλὰ καὶ ἡ τοῦ Ἠσαίου προφητεία νόμος παρὰ τῷ ἀποστόλῳ λέγεται, φάσκοντι ἐν τῷ νόμῳ γέγραπται· ἐν ἑτερογλώccοιc καὶ ἐν χείλεcιν ἑτέροιc λαλήcω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτωc | |
30 | εἰcακούcονταί μου, λέγει κύριοc· εὗρον γὰρ τὰ ἰσοδυναμοῦντα τῇ λέξει ταύτῃ ἐν τῇ τοῦ Ἀκύλου ἑρμηνείᾳ κείμενα. λέγεται νόμος καὶ ἡ μυστικωτέρα καὶ θειοτέρα τοῦ νόμου ἐκδοχή, ὡς ἐν τῷ οἴδαμεν γὰρ ὅτι ὁ νόμοc πνευματικόc ἐcτι. παρὰ δὲ πάντα ταῦτα λέγεται νόμος ὁ κατὰ τὰς κοινὰς ἐννοίας ἐνεσπαρμένος | |
35 | τῇ ψυχῇ καί, ὡς ὀνομάζει ἡ γραφή, ἐγγεγραμμένος τῇ καρδίᾳ λόγος, προσ‐ τακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. καὶ τοῦτο δὲ | |
δηλοῦται ἐν τῷ ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύcει τὰ τοῦ νόμου ποιοῦcιν, οὗτοι νόμον μὴ ἔχοντεc ἑαυτοῖc εἰcὶ νόμοc· οἵτινεc ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖc καρδίαιc αὐτῶν, cυμμαρτυρούcηc αὐτῶν τῆc cυνειδήcεωc. | 11 in vol. 14 | |
40 | ὁ γὰρ γραπτὸc ἐν ταῖς καρδίαις νόμος καὶ ἐν ἐθνικοῖς φύcει τὰ τοῦ νόμου ποιοῦcιν οὐκ ἄλλος ἐστὶ τοῦ κατὰ τὰς κοινὰς ἐννοίας φύσει ἐγγεγραμμένου τῷ ἡγεμονικῷ ἡμῶν, καὶ τρανωτέρου μετὰ τῆς συμπληρώσεως τοῦ λόγου ὁσημέραι γινομένου. τοῦτο τὸ σημαινόμενον ἦν τοῦ νόμου καὶ ἐν τῷ ἁμαρτία οὐκ ἐλλο‐ γεῖται μὴ ὄντοc νόμου· καὶ ἐν τῷ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. πρὸ | |
45 | γὰρ τοῦ κατὰ Μωσέα νόμου ἐλλελόγηται ἁμαρτία καὶ τῷ Κάϊν καὶ τοῖς κατὰ τὸν κατακλυσμὸν παθοῦσιν, ἔτι δὲ καὶ Σοδομίταις καὶ ἄλλοις μυρίοις· πολλοί τε ἔγνωσαν τὴν ἁμαρτίαν καὶ πρὸ τοῦ Μωσέως νόμου. καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις | |
36a(50) | γραφαῖς, οἷον οὐχ ὑμεῖc λέγετε ὅτι τετράμηνόc ἐcτι καὶ ὁ θεριcμὸc ἔρχεται; ἐπάρατε τοὺc ὀφθαλμοὺc ὑμῶν καὶ θεάcαcθε τὰc χώραc ὅτι λευκαί εἰcι πρὸc θεριcμὸν ἤδη. δὶς γὰρ ὁ θερισμὸς ὀνομασθεὶς κατὰ μὲν τὸ πρότερον ἐπὶ τὸν σωματικὸν ἀναφέρεται, κατὰ δὲ τὸ δεύτερον ἐπὶ τὸν πνευματικόν. τὸ δὲ ὅμοιον εὑρήσεις καὶ ἐπὶ τοῦ ἀπὸ γενετῆς τυφλοῦ θεραπευθέντος· ᾧ ἐπιφέρει | |
55 | σωματικῶς γενομένῳ τὸ εἰc κρίμα ἐγὼ εἰc τὸν κόcμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντεc βλέπωcι καὶ οἱ βλέποντεc τυφλοὶ γένωνται. οὕτω τοίνυν καὶ νῦν χωρὶc μὲν νόμου τοῦ τῆς φύσεως δικαιοcύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη δὲ ὑπὸ νόμου Μωσέως καὶ τῶν προφητῶν. εἴποιμεν δ’ ἂν πρὸς τοὺς ἔτι ὀκνοῦντας παραδέξασθαι τὸ διττὸν σημαινόμενον τοῦ νόμου, ὅτι εἴπερ ὁ αὐτὸς νόμος | |
60 | παρείληπται ἔν τε τῷ νυνὶ δὲ χωρὶc νόμου δικαιοcύνη θεοῦ πεφανέρωται, καὶ ἐν τῷ μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· εἰ μὲν χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται· εἰ δὲ ὑπὸ τοῦ νόμου μαρτυρεῖται, οὐ χωρὶς νόμου πεφανέρωται. τῇ τοίνυν δικαιοσύνῃ τοῦ θεοῦ φανερουμένῃ ὑπὸ Ἰησοῦ Χριστοῦ μαρτυρεῖ οὐδαμῶς μὲν ὁ τῆς φύσεως νόμος· μικρότερος | |
65 | γάρ ἐστιν αὐτῆς· ὁ δὲ Μωσέως νόμος, οὐ τὸ γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι τοῦ νόμου προφῆται, καὶ ὁ ἐν αὐτοῖς πνευματικὸς λόγος. διὸ χρὴ ἐπιμελῶς τὸν ἀναγινώσκοντα τὴν θείαν γραφὴν τηρεῖν ὅτι οὐ πάντως ταῖς αὐταῖς λέξεσιν ἐπὶ τῶν αὐτῶν πραγμάτων χρῶνται αἱ γραφαί· | |
70 | τοῦτο δὲ ποιοῦσιν, ὁτὲ μὲν παρὰ τὴν ὁμωνυμίαν, ὁτὲ δὲ παρὰ τὴν τροπολογίαν, καὶ ἔσθ’ ὅτε παρὰ τὴν σύμφρασιν ἀπαιτοῦσαν ἄλλως τῇ λέξει χρήσασθαι ἐν τοῖσδέ τισιν ἢ ὡς κεῖται ἐν ἑτέροις. καὶ τοῦτο ἐὰν ἐπιμελῶς παραφυλατ‐ τώμεθα, πολλῶν σφαλμάτων ἀπαλλαττόμεθα καὶ παρεκδοχῶν. χρὴ οὖν εἰδέναι ὅτι τὸ ἑώρακεν οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀεὶ κεῖται, ἀλλ’ ὁτὲ μὲν ἐπὶ τοῦ | 12 in vol. 14 |
75 | σωματικοῦ ὁρᾷν, ὁτὲ δὲ ἀντὶ τοῦ νοεῖν. καθόλου γὰρ τοῦτο ἰστέον, ὅτι προκειμένου κρύψαι καὶ μὴ φανερῶς ἐκθέσθαι τὰ νοήματα τῆς ἀληθείας τῷ ἐν τοῖς προφήταις πνεύματι καὶ ἐν τοῖς ἀποστόλοις Χριστοῦ λόγῳ, πολλαχοῦ καὶ ὑπὸ τῆς φράσεως συγχεῖται καὶ οὐχ ὡς ὑπὸ μίαν λέγεται ἀκολουθίαν· ἵνα μὴ καὶ ἀνάξιοι εἰς κρίμα τῆς ἑαυτῶν ψυχῆς εὕρωσι τὰ συμφερόντως αὐτοῖς | |
80 | ἀποκεκρυμμένα. καὶ τοῦτο πολλαχοῦ αἴτιόν ἐστι τοῦ δοκεῖν μὴ ἔχειν σύνταξιν μηδὲ ἀκολουθίαν τὴν ὅλην γραφήν· καὶ μάλιστα, ὡς προείπομεν, τὴν προφη‐ τικὴν καὶ τὴν ἀποστολικήν· καὶ μάλιστα τῆς ἀποστολικῆς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν, ἐν ᾗ τὰ περὶ νόμου διαφόρως ὀνομάζεται, καὶ ἐπὶ διαφόρων πραγμάτων κείμενα· ὥστε δοκεῖν ὅτι οὐκ ἔχεται ὁ Παῦλος ἐν τῇ γραφῇ τῆς | |
85 | ἐπιστολῆς τοῦ προκειμένου αὐτῷ σκοποῦ.〉 | |
37(n1) | vii 7 τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν | |
n2 | οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος | |
n3 | ἔλεγεν Οὐκ ἐπιθυμήσεις. | |
1 | νόμον ὧδε νοοῦμεν οὐ μόνον τὸν Μωσέως τὸν κωλύοντα τὴν ἐπιθυμίαν, ἀλλὰ καὶ τὸν φυσικόν· ἐνέσπαρται γὰρ ἡμῖν φυσικῶς ἡ ἐπιθυμία ὡς πάθος, καὶ ὁ περὶ ταύτην νόμος, καὶ ἔλαβεν ἀφορμὴν ἡ ἁμαρτία οὐ διὰ τῆc γραπτῆς μόνης ἐντολῆc, ἀλλὰ καὶ διὰ τῆς φυσικῆς. καὶ ὁ Ἀδὰμ δὲ ᾔδει τοῦτο καὶ πρὸ τοῦ | |
5 | Μωσέως νόμου. | |
38(n1) | vii 8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν | |
n2 | ἐμοὶ πᾶσαν ἐπιθυμίαν. | |
1 | οὐκ ἐν Παύλῳ μόνῳ ἀλλ’ ἐν πάσῃ ψυχῇ, ὅτε ἡ ἁμαρτία ὑπέστη, πᾶσα ἐπιθυμία κατεπολέμει τὸ γένος· ἀμήχανον γὰρ ἀνθρωπίνην ψυχὴν μὴ ὑπο‐ πεσεῖν πάθεσι, κἂν ἐξ ἐπιμελείας ὕστερον οἱονεὶ ἐν ἀπαθείᾳ γένηται. ὧδε δὲ ὁ Παῦλος πᾶσαν ἐπιθυμίαν λέγει παθητικὴν καὶ ἁμαρτωλόν (ἣν ὁ νόμος | |
5 | ἀπαγορεύει διδάσκων τὸ Οὐκ ἐπιθυμήσεις), ἥτις ἐστὶν ὄρεξις ἄλογος γινομένη | |
κατὰ ὁρμὴν πλεονάζουσαν παρὰ λόγον, καθ’ ἣν φιλοζωοῦμεν, ὡς ἀγαθοῦ ὀρεγόμενοι τῆς μέσης καὶ ἀδιαφόρου ζωῆς, προσκείμενοι πλούτῳ καὶ δόξῃ καὶ γυναιξὶ καὶ ταῖς λοιπαῖς ἐπιθυμίαις, κατὰ τὸ τῆς ἁμαρτίας βούλημα ποιούσης ἡμᾶς ἐκτείνεσθαι ὡς ἐπὶ ἀγαθὸν 〈ἐπὶ〉 πᾶν τὸ ὑφ’ ἡμῶν ἐπιθυ‐ | 13 in vol. 14 | |
10 | μούμενον. φαντασία γὰρ ἀγαθοῦ ἡ ἐπιθυμία γίνεται. | |
39(n1) | vii 8—11 χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· | |
n2 | ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη | |
n3 | μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον· ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα | |
n4 | διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι’ αὐτῆς ἀπέκτεινεν. | |
1 | τότε γὰρ καὶ λέγοιτ’ ἂν περὶ τοῦ τοιούτου ὅτι οὗτος ζῇ χωρὶς νόμου· ἐπὶ ταύτην γὰρ τὴν κατάστασιν ἀναφέρων ὁ Παῦλος καὶ πᾶς ἄνθρωπος ἐρεῖ, ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ, ἐπεὶ ποτὲ ἦν χωρὶς νόμου ὅπου, καθὼς αὐτός φησι, περιτομῇ ὀκταήμεροc, ἐκ γένουc Ἰcραήλ, Ἑβραῖοc ἐξ Ἑβραίων· οὐ γὰρ δύναται | |
5 | τὸ ἔτι ἄλογον ἔχον κατάστασιν παιδίον ζῇν ὑπὸ νόμον. πᾶς γὰρ ἄνθρωπος ἔζη χωρὶς νόμου ποτέ, ὅτε παιδίον ἦν· 〈ὅτε οὐκ ἦν ἐπιτίμησις· ἄγνοια γὰρ κολάσει οὐχ ὑπόκειται·〉 καὶ παντὶ ἀνθρώπῳ ἦλθέν ποτε ἡ ἐντολή· πότε δὲ ἢ ὅτε συνεπλήρωσε τὸν λόγον, καὶ νενόηκε τὴν ἐντολὴν προ〈σ〉τάττουσαν μὲν τὰ τοιάδε, ἀπαγορεύουσαν δὲ τὰ τοιάδε; ἅμα δὲ τ〈ῷ〉 ἐλθεῖν τὴν ἐντολὴν κατὰ τὸν | |
10 | πρῶτον αὐτῆς καιρὸν ὑφίσταται ἡ κακία, ἤ, ὡς ὁ Παῦλος ὠνόμασεν, ἀναζῇ ἡ ἁμαρτία τέως οὖσα νεκρά· ἐπεὶ δ〈ὲ〉 μὴ πέφυκεν ἅ〈μ〉α ζῇν ἁμαρτία καὶ ὁ ἔcω ἄνθρωποc, διὰ τοῦτο ἐλθούσης τῆς ἐντολῆς ἡ μὲν ἁμαρτία ἀναζῇ ἡ δὲ ψυχὴ ἀποθνήσκει, κατὰ τὸ ψυχὴ ἡ ἁμαρτάνουcα αὐτὴ ἀποθανεῖται. τὸ γὰρ ἐγὼ ἐπὶ τὴν ψυχὴν καὶ ἐπὶ τὸν ἔcω ἄνθρωπον ἀναφέρεται. 〈περιίσταται τοίνυν | |
15 | τὸ ζωοποιὸν ἀγαθόν, ἡ τοῦ νόμου πρόσταξις, εἰς θανάτου πρόφασιν· ἧς γὰρ ἄνευ τὴν ἁμαρτίαν οὐχ οἷόν τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον, διὰ ταύτης δή που καὶ τὸ τῆς πονηρίας ἔγκλημα καὶ τὸ τῆς κολάσεως ἐπιτίμιον συνίσταται〉. μὴ νομίσῃς δὲ παραπλήσιόν τι ἔχειν τὸν θάνατον τὸν πρῶτον τῆς ἁμαρτίας | |
20 | τῷ δευτέρῳ ταύτης θανάτῳ· ὡς γὰρ πολλὴ διαφορὰ ὅτε νεκρὰ ἡ ἁμαρτία χωρὶς | |
νόμου καὶ ὅτε νεκρὰ ἡ ἁμαρτία νεκρωθέντων τῶν μελῶν τῶν ἐπὶ γῆc 〈ὑ〉πὸ τοῦ λόγου, οὕτως καὶ τῆ〈σ〉 καθ’ ἑκατέρα〈ν〉 νεκρότητα τῆς ἁμαρτίας ζωῆς πολλή τις ἂν εἴη καὶ οὐ συγκριτικὴ ἡ ἑτέρα τῇ ἑτέρᾳ διαφορὰ τοῦ ζῇν· δῆλον γὰρ ὅτι ἡ νεκρὰ ἁμαρτία ζῇ ὅτε μήπω νεκροῦται τὰ μέλη τὰ ἐπὶ τῆc γῆc ὑπὸ τοῦ | 14 in vol. 14 | |
25 | λόγου, πρὸ δὲ τοῦ νόμου καὶ τοῦ ἐλθεῖν τὴν ἐντολὴν ἔζη νεκρὰ οὖσα. 〈κἀνταῦθα δέ τις νόμον τὸν φυσικὸν ἀπέδωκεν οὕτω λέγων, ὡς εἰ καὶ ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησε καὶ διὰ τοῦτο ἀπέκτεινεν, οὐδὲν ἧττον τὴν ἀλήθειαν ὁμολογητέον, καὶ τὸν ἐγγεγραμμένον τῇ καρδίᾳ ὑπὸ τοῦ θεοῦ νόμον ὡς ἅγιον ἀποδεκτέον, καὶ τὴν ἐντολὴν ὡς ἀγαθὴν καὶ ἐξ ἀγαθοῦ | |
30 | θεοῦ ἐπαινετέον.〉 | |
40(n1) | vii 13 τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, | |
n2 | ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον· ἵνα γένηται | |
n3 | καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. | |
1 | εἴ τις πρὸς τὰ εἰρημένα ἀνθυποφέρει λέγων Μή ποτε ὁ ἅγιος νόμος γέγονεν εἰς θάνατον τῷ ἀνθρώπῳ, ἐλθούcηc γὰρ τῆc ἐντολῆc ἀνέζηcεν ἡ ἁμαρτία ὁ δὲ ἄνθρωπος ἀπέθανεν; ἀκούσεται ὅτι οὐ τὸ ἀγαθὸν γέγονε θάνατος, ἀλλ’ ἔδει τὴν ἁμαρτίαν φανῆναι ἡλίκον ἐστὶ κακόν· ὅτε γὰρ ἐπιδημεῖ τὸ ἀγαθὸν τῇ | |
5 | ψυχῇ, φανεροῦται τὸ κακόν· καὶ ἐάν τις μετὰ τοῦτο ἁμαρτῇ, εὑρίσκεται τὸν θάνατον ποιοῦσα ἡ ἐντολὴ ἡ ὑποδείξασα τὸ κακὸν καὶ ἡ ὑποδείξασα τὸ φευκτέον ἐντολὴ θανάτου πρόξενος, καὶ ἡ ἁμαρτία, οὐχ ἁπλῶς ἁμαρτία ἀλλὰ καθ’ ὑπερβολὴν ἁμαρτωλός, αὕτη διὰ τῆς ἁγίας ἐντολῆς παρεισδύνουσα καὶ τὸν θάνατον ἡμῖν κατεργαζομένη. | |
41(n1) | vii 14 οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, | |
n2 | πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. | |
1 | ζήτημα ἀνακύπτει ἀπὸ πάσης τῆς προκειμένης περικοπῆς πῶς ταῦτα λέγων ὁ Παῦλος οὐ δοκεῖ ἐναντιοῦσθαι τοῖς ἰδίοις λόγοις ὁ λέγων τιμῆc ἠγοράcθητε καὶ Χριcτὸc ἡμᾶc ἐξηγόραcεν καὶ ζῶ δὲ οὐκέτι ἐγὼ ζῇ δὲ ἐν ἐμοὶ Χριcτόc· εἰ μή που εἴπωμεν ὅτι προσωποποιίας ἔχει διαφόρους ὁ λόγος, καὶ συσχηματί‐ | |
5 | ζονται αἱ περικοπαὶ πρὸς διαφόρους ποιότητας προσώπων, ἔνθα οἱ φαῦλοι | |
ἄλλα πράττουσι παρὰ τὴν προηγουμένην ἑαυτῶν πρόθεσιν. ὁ δὲ παρὼν λόγος ἁρμόζει λέγεσθαι ὑπὸ τῶν μεμαθηκότων τὰ περὶ τοῦ νόμου ὅτι θεῖός ἐστι, καὶ βλεπόντων αὐτοῦ τὰ προστάγματα ὅτι εἰσὶ καλά, οὐδὲν δὲ ἧττον ὡς πεπρα‐ μένοι ὑπὸ τὴν ἁμαρτίαν καὶ σαρκικοὶ ὄντες, οὐ γινώσκουσι πῶς, ἐμπίπτουσιν | 15 in vol. 14 | |
10 | ὑπὸ τὴν ἁμαρτίαν. | |
42(n1) | vii 15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, | |
n2 | ἀλλ’ ὃ μισῶ τοῦτο ποιῶ. | |
1 | ἁρμόζει τὰ ῥήματα ταῦτα λέγειν τοῖς παλαίσασι πρὸς τὰς ἐπιθυμίας διὰ δὲ ἀσθένειαν λογισμοῦ πεσοῦσι, καὶ τοῖς ὑπὸ θυμοῦ ἔσθ’ ὅτε νικωμένοις καὶ ὑπὸ φόβου καὶ πράττουσιν ἃ μὴ θέλουσι καὶ ἃ μισοῦσιν· ὅταν δὲ καὶ ἀπὸ λόγου ἐπάρσεως ἡττηθέντες νικηθῶμεν ἐκ τοῦ δοκοῦντος εἶναι ἀγαθοῦ οὐ μὴν | |
5 | ἀληθοῦς, cύμφαμεν τῷ νόμῳ ὅτι καλὸc ποιοῦμεν δὲ τὸ καθ’ ἡδονήν. | |
43(n1) | vii 22, 23 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· | |
n2 | βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ | |
n3 | νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς | |
n4 | μέλεσί μου. | |
1 | ἐν τοῖς μηδέπω κρατύνασι τὴν ἕξιν ἐπὶ τὰ βέλτιστα διαγράφει ὁ Παῦλος τὸν παρόντα λόγον· ὥσπερ τοίνυν στρατιώτης κρατήσας πολεμίων αἰχμαλώτους ἄγει, οὕτως ἐν τοῖς προειρημένοις προσώποις ἐστὶν ὁ ἐν τοῖς μέλεσιν αὐτῶν νόμος ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς αὐτῶν καὶ αἰχμαλωτίζων τὴν | |
5 | ταλαίπωρον ψυχὴν καὶ ἄγων ἐπὶ τὸν τῆς ἁμαρτίας νόμον ἐν τοῖς σωματικοῖς μέλεσιν. | |
44(n1) | vii 24, 25 ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ | |
n2 | θανάτου τούτου; εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. | |
1 | ὡς κακίζων τὴν ἀνθρωπίνην ἀσθένειαν τὴν περιέλκουσαν καὶ περισπῶσαν τὸν λογισμὸν καὶ προκαλουμένην ἐπὶ τὰ ἐναντία λέγει τὸ ταλαίπωρος ἐγὼ ἄνθρωπος· καὶ ὡς διὰ ἐπικουρίας θείας ῥυσθεὶς τοῦ σώματος τοῦ ὀνομασθέντος σώματος θανάτου διὰ τὰς προειρημένας αἰτίας, ἐπάγει τὸ εὐχαριστῶ τῷ θεῷ | |
5 | διὰ Ἰησοῦ Χριστοῦ. | 16 in vol. 14 |
45(n1) | viii 3, 4 τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς | |
n2 | τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας | |
n3 | κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν | |
n4 | ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα. | |
1 | μᾶλλον τὸ ἀδύνατον τοῦ νόμου τοῦ τῆc ἁμαρτίαc καὶ τοῦ θανάτου ὧδε λέγει· ὥσπερ γὰρ ἡ ἀρετὴ ἰδίᾳ φύσει ἰσχυρά, οὕτω καὶ ἡ κακία καὶ τὰ ἀπ’ αὐτῆς ἀσθενῆ καὶ ἀδύνατα· κρατεῖ γὰρ οὐ τῶν ἰσχυρῶν ἀλλὰ τῶν ἐκλύτων, οὐ διὰ τὴν ἰδίαν ἰσχὺν ἀλλὰ διὰ τὴν ἐκείνων ἀδράνειαν· τοῦ τοιούτου νόμου ἡ φύσις | |
5 | ἀδύνατός ἐστιν· διὸ καὶ ἐνήργει ἐν τῇ ἀσθενεῖ σαρκί. ὃν νόμον κατέκρινεν ὁ θεὸς πέμψας τὸν ἑαυτοῦ υἱὸν οὐκ ἐν σαρκὶ ἁμαρτίας τοιαύτης ᾗ ὁ δουλεύων κατὰ νόμον ἁμαρτίας δουλεύει, ἀλλ’ ἐν ὁμοιώματι τοιαύτης σαρκός. διὰ δὲ τοῦτο οὐκ ἦν ἁμαρτία ἡ σὰρξ τοῦ υἱοῦ τοῦ θεοῦ ἀλλ’ ὁμοίωμα, ἐπείπερ οὐκ ἦν ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς ὕπνῳ συνελθούσης. οὐκοῦν ὁ θεὸς κατε‐ | |
10 | δίκασεν τὴν ἁμαρτίαν γενομένην καθ’ ὑπερβολὴν ἁμαρτωλόν, καὶ διὰ τῆς σαρκὸς ἐπληρώθη τὸ τοῦ θείου νόμου δικαίωμα ἐν ἡμῖν, ὅτε μὴ κατὰ σάρκα περι‐ πατοῦμεν, ἐν ᾗ σαρκὶ ἐνεργεῖ τὸ ἀδύνατον τοῦ νόμου καὶ ἀσθενές, ὅ ἐστιν ἡ κακία· ἀλλ’ ἑπόμενοι θεῷ κατὰ τὸ πνεῦμα αὐτοῦ πράττομεν πάντα, εἰς ἑαυτοὺς παραδεχόμενοι τὸν υἱὸν τοῦ θεοῦ. | |
46(n1) | viii 7 διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, τῷ γὰρ νόμῳ τοῦ θεοῦ | |
n2 | οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ | |
n3 | δύνανται. | |
1 | ἀφ’ ὧν διδάσκει ὁ Παῦλος μανθάνομεν τίνες εἰσὶ κατὰ σάρκα, οἱ τὰ τῆς σαρκὸς φρονοῦντες, καὶ τίνες οἱ κατὰ πνεῦμα, οἱ τὰ τοῦ πνεύματος φρονοῦντες. τὰ δὲ φρονήματα τῆς σαρκός εἰσι πορνεία, ἀcέλγεια, εἰδωλολατρεία, καὶ τὰ ὅμοια, ὅπερ αὐτὸ τοῦτο θάνατός ἐστι· τὰ δὲ τοῦ πνεύματος ἀγάπη, χαρά, εἰρήνη, | |
5 | μακροθυμία, καὶ τὰ τούτοις ἀκόλουθα, ἅπερ ἐστὶ ζωή. καὶ ἤδη ἐν τῇ ζωῇ εἰσὶν οἱ τοιοῦτοι, καὶ ἐν εἰρήνῃ εὐφραίνονται· ἀκόλουθον οὖν τοὺc μὲν εἰc τὴν cάρκα cπείρονταc θερίζειν φθοράν, τοὺς δὲ πνεύματι ζῶνταc cπείρειν εἰc τὸ πνεῦμα, ἀφ’ οὗ ἐστὶ θερίcαι ζωὴν αἰώνιον· πρὸς δὲ τούτοις καὶ ἐχθροί εἰσι τοῦ θεοῦ οἱ τοῦ φρονήματος τῆς σαρκός. φρονοῦσι δὲ τὰ τῆς σαρκὸς καὶ ὅσοι | |
10 | βούλονται πλουτεῖν ἢ ἐπιθυμοῦσι δόξης. καὶ οἱ κατὰ τὸ γράμμα ζῶντες Ἰουδαῖοι καὶ τὴν ἐν φανερῷ περιτομὴν ἐν cαρκὶ ἀσκοῦντες, οὗτοι τὰ τῆς σαρκὸς τοῦ νόμου φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, | |
οἱ ἐν κρυπτῷ Ἰουδαῖοι, οἱ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν ποιοῦντες, 〈οὗ〉τοι φρονοῦσι τὰ τοῦ πνεύματος. καὶ ἐν μὲν τῷ φρονήματι τῆς σαρκὸς τοῦ | 17 in vol. 14 | |
15 | νόμου θάνατόν τις εὑρήσει καὶ ἔχθραν τὴν εἰς θεόν, ἐν δὲ τῷ φρονήματι τοῦ νόμου τοῦ πνεύματος ζωὴν καὶ εἰρήνην. οἱ δὲ ἐν τῇ σαρκὶ τοῦ νόμου ὄντες θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλ’ οἱ ἐν τῷ πνεύματι τοῦ νόμου ὄντες· ἀμφότεροι γὰρ ἐπαγγελλόμεθα τὸν Μωσέως νόμον, ἀλλ’ ἐκεῖνοι μὲν κατὰ σάρκα, ἡμεῖς δὲ κατὰ πνεῦμα· διὸ ἐκεῖνοι σαρκικὰς ἡγοῦνται τὰς ἐπαγγελίας, ἀκολούθως τῷ | |
20 | σαρκικῷ νόμῳ, ἡμεῖς δὲ πνευματικάς, ἐν πάcῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖc ἐπουρανίοιc. | |
47(n1) | viii 24, 25 ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ | |
n2 | ἐλπίζει; εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα. | |
1 | ἀνθ’ οὗ ἐν ἄλλοις εὕρομεν ἀντὶ τοῦ ὃ γὰρ βλέπει τίς ὑπομένει, οἷον εἰ πρόθυμος γίνεται ὑπομένειν ὃ βλέπει· μέγα δὲ ποιεῖ ὁ ἐλπίζων εἰς μὴ βλεπόμενον, καὶ δι’ ἐκεῖνο τῷ τετάσθαι τὸν νοῦν αὐτοῦ πρὸς αὐτὸ πᾶν ὁτιποτ‐ οῦν ὑπομένων. | |
48(n1) | viii 26 ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν, | |
n2 | τὸ γὰρ τί προσευξόμεθα καθ’ ὃ δεῖ οὐκ οἴδαμεν, ἀλλ’ αὐτὸ τὸ πνεῦμα ὑπερεν‐ | |
n3 | τυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. | |
1 | τοῦτ’ ἔστιν ἂν πληροῖ τὰ τῆς ἡμετέρας ἀσθενείας ἀντιλαμβανόμενον αὐτῆς, ἅμα δὲ μανθάνομεν ὅτι πᾶσιν ἀνθρωπίνη φύσις διὰ τούτων δεδήλωται. (τοῦ αὐτοῦ) ἐν δυσεξαριθμήτοις τὸ πνεῦμα ἀντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν, οὐκ | |
5 | ἔλαττον δὲ καὶ ἐν τῷ προσεύχεσθαι ἡμᾶς, ἐπὰν διαβαίνωμεν ὥστε προcεύχεcθαι πνεύματι. τότε γὰρ τί προσευξόμεθα καθ’ ὃ δεῖ οὐκ εἰδότες, ἀντιλαμβανο‐ μένου τοῦ πνεύματος τῆς ἐν ἡμῖν ἀσθενείας, διὰ τὴν ἀπὸ τούτου βοήθειαν προcευχόμεθα πνεύματι· εἶτ’ ἐφεπομένου αὐτῷ βοηθοῦντι τοῦ νοῦ προcευχόμεθα καὶ τῷ νοΐ. ἐλλιπὴς δὲ ἡ εὐχὴ τοῦ μὴ προσευχομένου ἀμφοτέροις, ὡς δῆλον | |
10 | ἐκ τοῦ ἐὰν γλώccαιc λαλῶ τὸ πνεῦμά μου προcεύχεται, ὁ δὲ νοῦc μου ἄκαρποc ἐcτιν. ἵνα οὖν μὴ ἄκαρπος ᾖ ὁ νοῦς, προcεύξομαί φησι τῷ πνεύματι, προcεύ‐ | |
ξομαι δὲ καὶ τῷ νοΐ. | 18 in vol. 14 | |
49(n1) | viii 31, 32 τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ | |
n2 | ἡμῶν; ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν παρέδωκεν αὐτόν, | |
n3 | πῶς οὐχὶ καὶ σὺν αὐτῷ χαρίσεται ἡμῖν τὰ πάντα; | |
1 | ὥσπερ ἀνακ〈ε〉φαλαιούμενος τὰ προειρημένα καὶ ἐπ’ ἐκεῖνα ἀναφέρων ταῦτά φησιν, οὐ παρὰ τὸ ἐναργὲς λέγων. ἑώρα γὰρ κατὰ τὸ καὶ ἔcεcθε μ(ι)cούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου ὡς πολλοὶ καθ’ ἡμῶν, καὶ οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ τὰ πρὸς ἃ ἡ πάλη, ἀρχαὶ καὶ ἐξουcίαι καὶ κοcμοκράτορεc τοῦ cκότουc | |
5 | τούτου καὶ τὰ πνευματικὰ τῆc πονηρίαc ἐν τοῖc ἐπουρανίοιc καὶ αὐτὸς ὅλος ὁ πλεονεκτεῖν ἡμᾶς θέλων Σατανᾶc· μὴ παρὰ τὸ ἐναργὲς δὲ λέγων τὸ εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, εὐτελὴς καὶ οὐδενὸς λόγου ἄξιός ἐστιν καὶ οὐδὲν δυνάμενος ἕκαστος τῶν καθ’ ἡμῶν· μὴ οὖν εὐλαβεῖσθε μηδὲ ταράσσεσθε· εἰ μὲν γὰρ μόνοι ἦτε καὶ μὴ μετὰ θεοῦ πρὸς τοιούτους ἀνθιστάμενοι, κἂν εὔλογόν τι ἔχειν ἐδοκεῖτε | |
10 | φοβεῖσθαι ἡμᾶς· νυνὶ δὲ θεοῦ ὄντος ὑπὲρ ἡμῶν, εἰς τίνα μετρηθήσεται τὰ τοσαῦτα καθ’ ἡμῶν ἢ εἰς οὐδέν; | |
50(n1) | viii 33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; θεὸς ὁ δικαιῶν· τίς ὁ κατα‐ | |
n2 | κρίνων; | |
1 | δοκεῖ μοι τοῦτο ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον ὄντα κατήγορον καὶ τῶν ἐκλεκτῶν οἷς ἐγκαλέσει· οὐδεὶς γάρ ἐστιν οὗ ἐκεῖνος μὴ κατηγορήσει καὶ ᾧ οὐκ ἐγκαλέσει, εἰ μὴ μόνος Ἰησοῦς, ὃc ἁμαρτίαν οὐκ ἐποίηcεν, καὶ διὰ τοῦτο λέγων νῦν ἔρχεται ὁ ἄρχων τοῦ κόcμου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. | |
5 | διὰ τοῦτο οὖν ἐκεῖνος ἐξευτελίζεται ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν θεοῦ· τοῦ γὰρ θεοῦ δικαιοῦντος τίς κατακρίναι δύναται, κἂν ὁ κατήγορος φέρει εἰς μέσον τὰ ἀπηλιμμένα ἐφ’ οἷς κατεκρίθησαν εἰ μὴ ἀπήλιπτο; ἐδικαίωσεν δὲ αὐτοὺς ὡc νεφέλην ἀπαλείψαc τὰc ἀνομίαc αὐτῶν καὶ ὡc γνόφον τὰc ἁμαρτίαc αὐτῶν | |
καὶ λευκάναc τοὺς πρότερον ἡμαρτηκότας ὡc χιόνα. | 19 in vol. 14 | |
51(n1) | viii 37 ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. | |
1 | νικᾷ μὲν ὁ μετὰ ἀμφηρίστου ἀγῶνος τοὺς ἐν τοῖς ἀγωνιζομένοις περὶ νίκης περιγενόμενος τοῦ ἀνταγωνιστοῦ· ὑπερνικᾷ δὲ ὁ μηδὲ τὴν ἀρχὴν ἐπιτρέψας στῆναι πρὸς αὐτὸν τῷ ἐναντιουμένῳ. τοιοῦτος ὁ Παῦλος καὶ οἱ τὴν ὁμοίαν αὐτῷ παρασκευὴν πρὸς τοὺς πειρασμοὺς ἀνειληφότες, τὸ θλίβον καταπατοῦντες | |
5 | καὶ ἐντρυφῶντες τῷ cτενοχωροῦντι καὶ τὸ διῶκον τῇ ὑπομονῇ διώκοντες, καὶ τὸν λιμὸν διὰ τὴν οὐράνιον τροφὴν γελῶντες, καὶ τὴν γυμνότητα ἐν οὐδενὶ τιθέμενοι δι’ ὃν ἐνδέδυνται Χριστόν, καὶ τὸν κίνδυνον ὡς οὐ κινδυνεύοντες καταπατοῦντες, καὶ τὴν μάχαιραν διὰ τὸν ζῶντα τοῦ θεοῦ λόγον οὐδὲν χαλεπὸν ἐργάσασθαι αὐτοὺς πειθόμενοι. | |
52(n1) | viii 38, 39 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε | |
n2 | ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος | |
n3 | οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς | |
n4 | ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. | |
1 | ὅρα εἰ μὴ εὐλόγως τὸ μὲν πέπεισμαι ὅτι οὐ δύναται ἡμᾶς χωρίσαι τάδε τινὰ ἔταξεν ἐπὶ τῶν μειζόνων ἢ κατὰ ἄνθρωπον πειραcμῶν, τὸ δὲ τίc ἡμᾶc χωρίcει ἐξευτελίζων τοὺς ἀνθρωπίνουc ἐπὶ τῶν ἐλαττόνων γυμνασίων τῆς ἀνθρωπίνης ψυχῆς· καὶ ἐὰν ὑπερνικῶμεν δὲ τὰ πρότερα καὶ ἀνθρώπινα, οὐ χωρὶς συμπνοίας | |
5 | καὶ ἐνεργείας κρείττονος αὐτ〈ῶ〉ν περιεσόμεθα· διὸ καλῶς ὁ Παῦλος προσέθηκεν τὸ διὰ τοῦ ἀγαπήcαντοc ἡμᾶc. πρόσχες δὲ εἰ θάνατος μὲν παλαίει βουλόμενος χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ οὐχ ὁ κοινὸς περὶ οὗ ἀνωτέρω εἴρηται τὸ ἕνεκέν cου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἀλλ’ ὁ ἐχθρὸc Χριστοῦ καὶ ἔcχατοc | |
10 | καταργηθηcόμενοc· βουλήσεται μὲν γὰρ οὗτος χωρίσαι, φέρε εἰπεῖν, Παῦλον, οὐ δυνήσεται δὲ καταργούμενοc ὑπὸ τοῦ ἐν αὐτῷ Χριστοῦ· ζωὴ δὲ οὐχ 〈ἡ〉 τῷ θανάτῳ τούτῳ ἐναντία, τὰ γὰρ ἀλλήλοις ἐναντία οὐ πέφυκεν ἓν καὶ ταὐτὸν | |
βούλεσθαι, ἀλλὰ ἡ καθ’ ἣν ζῇ τις τῇ ἁμαρτίᾳ καὶ τοῖς εἴδεσιν αὐτῆς καὶ τῷ ψεύδει· εἰ δὲ καὶ καθ’ ἕκαστον εἶδος ἁμαρτία ἔστι τις φαύλῃ ζωῇ, ἐπιστήσεις | 20 in vol. 14 | |
15 | διὰ τὸ κρεῖττον τὸ ἔλεόc cου ὑπὲρ ζωάc· αὕτη γὰρ βουλήσεται μὲν χωρίσαι τὸν ἐν τῇ ἀγάπῃ τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ, οὐ δύναται δέ, καταργουμένη πῇ μὲν ὑπὸ τοῦ θανάτου καθ’ ὃν ἀποθνήcκει τις τῇ ἁμαρτίᾳ, πῇ δὲ ὑπὸ τῆς ζωῆς ἡμ〈ῶ〉ν ἥτις κέκρυπται cὺν τῷ Χριcτῷ ἐν τῷ θεῷ. καὶ ἄγγελοι δὲ βούλονται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, περὶ ὧν λέλεκται | |
20 | τοῖc ἐξ εὐωνύμων Ὑπάγετε εἰc τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμαcμένον τῷ διαβόλῳ καὶ τοῖc ἀγγέλοιc αὐτοῦ. τὸ δὲ οὔτε ἀρχαὶ ἐπὶ τὸ οὐκ ἐcτὶν ἡμῖν ἡ παλὴ πρὸc αἷμα καὶ cάρκα ἀλλὰ πρὸc τὰc ἀρχὰc καὶ τὰ ἑξῆς ἀναφέρεται, καὶ εἰς τὸ ὅταν καταργήcῃ πᾶcαν ἀρχὴν καὶ πᾶcαν ἐξουcίαν καὶ δύναμιν. ἑξῆς τούτ〈ῳ〉 ἐστὶ τὰ ἐνεστῶτα· ταῦτα δὲ ἐπίσκεψαι εἰ δύναται ἀναφέρεσθαι ἐπὶ τοὺc κοcμοκράτοραc | |
25 | τοῦ cκότουc τούτου, καὶ οὐχὶ ἐπί τινα ἐνεστῶτα ἀνθρώπινα· ἄλλος δ’ ἂν λέγοι τὰ ἐνεστῶτα ἀναφέρε〈σθ〉αι ἐπὶ τὰ βλεπόμενα καὶ πρόcκαιρα. μετὰ τοῦτο ἴδωμεν τίνα τὰ μέλλοντα καὶ ἤτοι 〈τὰ〉 πρὸς τὸν μέλλοντα χρόνον παλαίσοντα τῷ ἀποστόλῳ τῆς ἐν τῷ βίῳ τούτῳ παρεπιδημίας, ὡς πρὸς τὰς ἐνεστηκυίας αὐτῷ τῆς γραφῆς τῆς ἐπιστολῆς ἡμέρας, ἢ τὰ μετὰ τὸν ἐνεστηκότα αἰῶνα καὶ μετὰ | |
30 | τὴν ἔξοδον εὐθέως ἀπαντησόμενα, ὅτε ὁ ἄρχων τοῦ κόcμου τούτου καί τινες ὑπ’ αὐτῷ δυνάμεις βουλήσονται μὲν κρατεῖν τοῦ ἐκδημήσαντος, οὐ δυνήσονται δὲ ἐπὶ τῶν προανειληφότων τὴν ἀγάπην τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ἑξῆς δὲ αὐτῶ〈ν〉 ἐστὶν τὸ οὔτε δυνάμεις, ὅπερ ἔοικεν εἶναι εἴδους τινὸς τῶν ἔξω θνητοῦ σώματος λογικῶν, 〈οὔτε ὕψωμα οὔτε βάθος〉. μήποτε 〈οὖν〉 ἡ τοῦ ἀνθρώπου ψυχὴ | |
35 | ἐπιβουλεύεται ὑπὸ μὲν ὑψώματος κατὰ τὰ ἐν τοῖc ἐπουρανίοιc πνευματικὰ τῆc πονηρίαc, ὑπὸ δὲ βάθους κατὰ τὰ καταχθόνια· ὧν οὐδέτερον τὸν ἐν τῇ ἀγάπῃ | |
τοῦ θεοῦ ὁπλισάμενον χωρισθῆναι αὐτῆς ἐάσει. εἰ δὲ καὶ παρὰ τὴν βλεπομένην ὅλην ταύτην κτίσιν ἐστὶν ἑτέρα κτίσις τῇ φύσει μὲν βλεπομένη νῦν δὲ οὐδέπω ὁρωμένη, ζητήσεις εἰ δύναται ἐπ’ ἐκείνην ἀναφέρεσθαι τὸ οὔτε κτίσις ἑτέρα | 21 in vol. 14 | |
40 | δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ. | |
53(n1) | xii 20, 21 ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε | |
n2 | αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. | |
n3 | μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. | |
1 | ἐπειδὴ ἡ πρὸς τὴν ἀρετὴν καὶ θεωρίαν ὄρεξις δοκεῖ πείνη εἶναι καὶ δίψ〈α ὡσ〉 ὑγείας ἐμποιητικὰ ψυχικῆς, ἐὰν τοιαύτην ποτὲ πείνην ἢ δίψαν ὁ ἐχθρὸς διψήσῃ μετὰ τὸ μετανοῆσαι ἐφ’ οἷς ἥμαρτεν, δεῖ αὐτῷ τὸν ἅγιον ἄρτον πεινῶντι διδόναι, ἐὰν μὴ ἐστὶ κύων ἢ χοῖροc ἀνάξιος τῶν ἁγίων· πολλαχῶς δὲ ἔστι πεινῶντα | |
5 | θρέψαι τὸν ἐχθρὸν ποτὲ 〈μὲν〉 λόγῳ διδασκαλικῷ ποτὲ 〈δὲ〉 εὐχῇ τῇ περὶ αὐτοῦ. καὶ ἐπειδὴ παντὸc ἀνδρὸc κεφαλὴ ὁ Χριcτόc, οὐκοῦν τοῦ ἐχθροῦ, ὡς μὴ ὄντος ἀνδρὸς διὰ τὸ ἀσεβές, κεφαλὴ ὁ ἀντίχριστος, ὃν χρὴ ἐξαφαν〈ίζ〉εσθαι ὡς ἐναντίον τῷ θεῷ λόγῳ ἀπὸ τῶν ἀνθράκων τοῦ λογικοῦ πυρός, ὅταν ἀσεβὴς ὁ ἔχων κεφαλὴν τὸν ἀντίχριστον πεινή〈σας φάγ〉ῃ τὸν ἀπὸ τοῦ ἁγίου ἄρτον, καὶ | |
10 | 〈διψήσασ〉 ποτισθῇ τῷ ἀπὸ τῆς ἁγίας πηγῆς ὕδατι ζῶντι· διὸ καλόν ἐστιν ἔργον σωρεῦσαι ἄνθρακας ὅ ἐστι λόγους ἐκλεκτοὺς ἐπὶ τὴ〈ν〉 τοῦ ἐχθροῦ κεφαλή〈ν〉· ὃν ὁ κύριοc Ἰηcοῦc ἀναλοῖ τῷ πνεύματι τοῦ cτόματοc αὐτοῦ, τοῦτο γάρ ἐστι τὸ σωτήριον πῦρ, περὶ οὗ εἶπεν πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, ἀντὶ τοῦ ἀνα‐ λῶσαι καὶ ἐξαφανίσαι πάντα τὰ σωματικὰ καὶ ὑλικά. πολλῶν δὲ ἀνθράκων | |
15 | χρεία ἵνα ἡ τοῦ ἐχθροῦ κεφαλὴ ἐξαναλωθῇ· οἵτινές εἰσιν οἱ ἀληθεῖς λόγοι οἱ ἐξαφανίζοντες τὸ ψεῦδος· ὅταν οὖν ἀναλωθῇ ἢ χειρωθῇ ἡ κεφαλὴ ὑπὸ τῶν σωρευομένων ἀνθράκων, ἐκ τοῦ τρέφεσθαι πεινῶντα τὸν ἐχθρὸν γίνεται ὁ ποτὲ | |
ἐχθρὸς φίλος καὶ κέχρηται κεφαλῇ τῷ Χριστῷ. | 22 in vol. 14 |