TLG 2042 035 :: ORIGENES :: Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis)

Source: Gregg, J.A.F. (ed.), “Documents: The commentary of Origen upon the epistle to the Ephesians” [Journal of Theological Studies 3] 1902: 234–244, 398–420, 554–576.

Citation: Section — (line)

1

(n1)

Eph. i 1 [Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ.]
1
[ἀκούσωμεν τί καὶ Ὠριγένης φησὶ περὶ τούτου] εἰ ἡ διὰ πρόθεσις τὸ ὑπηρετικὸν ἐμφαίνει (ὥσπερ ἐπὶ πλεῖον ἐξητάσαμεν διηγούμενοι τὸ πάντα δι’ αὐτοῦ ἐγένετο, τιθέντες καὶ τὰς φαινομένας ἡμῖν εἰς τοῦτο ἀνθυποφοράς), ζητητέον πῶς ἀπόστολός ἐστι Παῦλος Χριστοῦ Ἰησοῦ
5οὐκ ἐκ θελήματος Θεοῦ ἀλλὰ διὰ θελήματος Θεοῦ. ὁ μὲν οὖν τις ἐρεῖ, μὴ πάνυ ἀκριβοῦν πανταχοῦ τὸν Παῦλον τὰ τῶν προθέσεων ἰδιώματα, ὅπερ αὐτὸν ποιεῖν καὶ ἐπ’ ἄλλων σημαινομένων. ἄλλος δέ, διαφορὰν εἰδὼς τοῦ ‘διὰ Θεοῦ‘ καὶ τοῦ διὰ θελήματος Θεοῦ, ἐρεῖ ὅτι ἄτοπον ἂν ἦν εἰ ἐγέγραπτο Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ Θεοῦ·234
10εἰ δὲ τὸ θέλημα τοῦ Θεοῦ ὑπηρετικόν ἐστιν, ἡγουμένου ὄντος αὐτοῦ τοῦ χρωμένου αὐτῷ, οὐκ ἂν εἴη τοῦτο ἄλογον. ἐπιστήσεις δὲ καὶ περὶ τοῦ θελήματος τοῦ Θεοῦ εἰ δύναται τάσσεσθαι ἐπὶ Χριστοῦ· ἵν’ ὥσπερ ἐστὶ Θεοῦ δύναμιc καὶ Θεοῦ cοφία, οὕτως ᾖ καὶ θέλημα αὐτοῦ, Θεοῦ ὑπόστασιν ἔχον αὐτόν· ἐὰν δέ τινι ἀπεμφαῖνον φαίνηται οὐσιῶσθαι
15λέγειν τὸ τοῦ Θεοῦ θέλημα, ἐπιστησάτω εἰ μὴ ἡ δοκοῦσα ἀπέμφασις παραπλήσιός ἐστι καὶ ἐπὶ δυνάμεωc Θεοῦ καὶ cοφίαc Θεοῦ καὶ λόγου Θεοῦ, καὶ ἀληθείαc καὶ ἀναcτάcεωc καὶ ὁδοῦ· παραπλήσιος γάρ μοι δοκεῖ τυγχάνειν περὶ πάντων τούτων, ὡς οὐσιωμένων ἐν τῷ μονογενεῖ Λόγῳ.

2

(n1)

Eph. i 1b [τοῖς ἁγίοις τοῖς οὖσιν καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.]
1
[Ὠριγένης δέ φησι] ἐπὶ μόνων Ἐφεσίων εὕρομεν κείμενον τὸ τοῖς ἁγίοις τοῖς οὖσι· καὶ ζητοῦ‐ μεν, εἰ μὴ παρέλκει προσκείμενον τ〈ῷ〉 τοῖς ἁγίοις 〈τὸ〉 τοῖς οὖσι, τί δύναται σημαίνειν. ὅρα οὖν εἰ μὴ ὥσπερ ἐν τῇ Ἐξόδῳ ὄνομά φησιν ἑαυτοῦ ὁ
5χρηματίζων Μωσεῖ τὸ 〈ὁ〉 ὤν, οὕτως οἱ μετέχοντες τοῦ ὄντος γίνονται ὄντες, καλούμενοι οἱονεὶ ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι· ἐξελέξατο γὰρ ὁ Θεὸc τὰ μὴ ὄντα, φησὶν ὁ αὐτὸς Παῦλος, ἵνα τὰ ὄντα καταργήcῃ. καὶ ζητήσει τις, πῶς τὰ ὄντα καταργεῖ· ἀλλὰ ἀκού〈ω〉μεν ἐπιφέροντος αὐτοῦ τὸ ὅπωc μὴ καυχήcηται πᾶcα cὰρξ ἐνώπιον τοῦ Θεοῦ. ἐὰν γάρ τις μετεσχηκὼς τοῦ εἶναι, ἐπιλαθόμενος
10τῆς μετοχῆς, ἑαυτῷ καταχαρίσηται τὴν τοῦ εἶναι αἰτίαν, καὶ μὴ τὴν πᾶσαν εὐχαριστίαν ἀναφέρῃ ἐπὶ τὸν ἐκ τοῦ μὴ εἶναι τὸ εἶναι αὐτῷ ὅμοιον καὶ κατ’ εἰκόνα χαρισάμενον, τότε καταργεῖται τὸ ὄν. [i 3] εὐλόγητος ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.
15 ὁ μέν τις ἐρεῖ, διὰ τὰς ἐν Λευιτικῷ καὶ Δευτερονομίῳ εὐλογίας καὶ εἴ που ἄλλοθι τῆς γραφῆς τοιαῦται εἰσὶν ἀναγεγραμμέναι, πρὸς ἀντιδιαστολὴν ἐκείνων δέ, λέγεσθαι τὴν πνευματικὴν εὐλογίαν· ὡς τοῦ Θεοῦ καὶ Πατρὸς Ἰησοῦ Χριστοῦ ἡμᾶς εὐλογοῦντος οὐκ ἐν σωματικῇ ὁμοίως ἐκείνοις εὐλογίᾳ, ἀλλὰ πνευματικῇ. καὶ οὕτω γε ἐκδέξονται οἱ ἑτερόδοξοι, νομίσαντες ἂν235
20καὶ ἀφορμὴν τοῦ διακόπτειν τὴν θεότητα ἐκ τοιαύτης ἐκδοχῆς λήψεσθαι. ἡμεῖς δὲ παραστήσαντες ὅτι οὐδὲ ἐπὶ τῶν κατὰ νόμον δέδονται αἱ εὐλογίαι, εἰ σωματικῶς νοηθεῖεν, τοῖς πεπιστευμένοις κατὰ τὸν νόμον καὶ ὑγιῶς βεβιωκέναι, ἐλέγξομεν τοὺς οὕτως ὑπειληφότας ἤτοι ψεύδεσθαι τὸν τὰς εὐλογίας δεδωκότα, ἢ τὸ μὴ ἀπὸ τῆς προχείρου ἐκδοχῆς νοούμενον ἐπηγγέλθαι
25τοῖς βιώσασι καθὼς προσέταξεν. ἀκόλουθον γάρ ἐστι τῷ ὁ νόμοc πνευματικόc ἐcτι καὶ τὰς ἐν αὐτῷ εὐλογίας εἶναι πνευματικάς. οὐ τετεύχασι δὲ σωματικῶς τῶν εὐλογιῶν, φέρ’ εἰπεῖν, οἱ προφῆται· οὐ γὰρ ἐδάνειcαν ἔθνεcι πολλοῖc ἄνθρωποι περιελθόντεc ἐν μηλωταῖc, ἐν αἰγίοιc δέρμαcιν, ὑcτερούμενοι, θλιβόμενοι, κακο〈υ〉χούμενοι, ἐν ἐρημίαιc πλανώμενοι καὶ ὄρεcι καὶ cπηλαίοιc καὶ ταῖc ὀπαῖc
30τῆc γῆc, οὐδὲ εὐλόγηνται ἐν πόλει ἢ ἐν ἀγρῷ· ἀλλ’ οὐδὲ αἱ ἀποθῆκαι αὐτῶν εὐλόγηνται, ἃς οὐδὲ ἐκτήσαντο τὴν ἀρχήν. καὶ ὅρα εἰ μὴ ἐκ τούτων ἀναγκάσομεν τοὺς ἄλλως νοοῦντας μεταθέσθαι (εἰ τηροῖεν τὸ ἀξίωμα τοῦ τὰς εὐλογίας δεδωκότος Θεοῦ) πρὸς τὸ πνευματικῶς αὐτὸν δεδωκέναι αὐτὰς τοῖς μακαρίοις ἑαυτοῦ.
35 οὐ μόνον δὲ πᾶσα εὐλογία πνευματική ἐστιν ἣν εὐλόγηνται Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, καὶ οὐδεμία αὐτῶν σωματική, ἀλλὰ καὶ ἐν τοῖς ἐπουρανίοις. ἔπρεπε γὰρ τούτοις ὧν τὸ πολίτευμα ἐν οὐρανοῖc ὑπάρχει, θηcαυρίζουcιν ἐν οὐρανῷ καὶ τὴν καρδίαν ἔχουσιν ὅπου ἐcτὶν αὐτῶν ὁ θηcαυρόc, καὶ ἐν τοῖς ἐπουρανίοις τῶν πνευματικῶν τυγχάνειν εὐλογιῶν. πῶς δὲ ἤδη ἐστὶν εὐλογήσας
40ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ καὶ ἐν τοῖς ἐπουρανίοις, ἄξιον ἐπισκέψασθαι· οὐ γὰρ εἴρηται ‘ὁ εὐλογήσων‘ ἡμᾶς. καὶ ὅρα εἰ δύναται τὸ ἐν τοῖς ἐπουρανίοις εἶναι ἀντὶ τοῦ ‘ἐν τοῖς νοητοῖς καὶ ἔξω αἰσθήσεων·‘ οὕτω γὰρ καὶ θηcαυρίζει τις ἐν οὐρανοῖc, καὶ τὴν καρδίαν οὐκέτι ἔχει ἐπὶ γῆc, τουτέστιν ἐν τοῖς ὑλικοῖς καὶ σωματικοῖς, ἀλλ’
45ἐν οὐρανῷ, τῇ νοητῇ φύσει ἀεὶ αὐτῇ ὁμιλῶν. ὑπὲρ δὲ τοῦ ἀκριβέστερον θεωρῆσαι ἡμᾶς, ἀμφότερα εἴρηται περὶ τῆς εὐλογίας, καὶ ὅτι ἐστὶ πνευματικὴ καὶ ὅτι ἐν τοῖς ἐπουρανίοις· καὶ πρὸς τούτοις ὅτι ἐν Χριστῷ, οἱονεὶ ἐν τῷ Λόγῳ καὶ τῇ Σοφίᾳ καὶ τῇ Ἀληθείᾳ καὶ τῇ Δυνάμει.

3

(n1)

Eph. i 4b [εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.]236
1
[Ὠριγένης φησί] ζητήσαι δ’ ἄν τις πρὸς τὸ εἶναί τινας ἁγίους καὶ ἀμώμους κατενώπιον τοῦ Θεοῦ εἰ μὴ τὸ προφητικὸν ἐναντιοῦται τούτῳ λέγον οὐ δικαιωθήcεται ἐνώπιόν cου πᾶc ζῶν· εἰ δὲ κατενώπιον τοῦ Θεοῦ πᾶc ζῶν οὐ δικαιωθήcεται,
5πῶς κατενώπιον αὐτοῦ ἔσονται ἅγιοι; εἰ γὰρ ἅγιοι καὶ ἄμωμοι ἔσονται, καὶ δικαιωθήσονται. ἐπὶ τὴν ἀμφιβολίαν τις καταφυγὼν τοῦ προφητικοῦ ἐρεῖ, τὸ μὴ δικ〈αι〉οῦσθαι κατενώπιον τοῦ Θεοῦ πάντα ζῶντα τοιοῦτό τι σημαίνειν οἱονεὶ ὅλος καὶ ἐξ ὅλου τοῦ ἑαυτοῦ χρόνου οὐ δικαιωθήcεται κατενώπιον τοῦ Θεοῦ τῷ πάντως
10ἡμαρτηκέναι ποτέ, ὅπερ ἐὰν οὕτως ἔχῃ οὐ κωλύει τὸ εἶναί τινας ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐκ διορθώσεως τοιούτους γεγενημένους· ἢ καὶ τό, 〈εἰ〉 μὴ πᾶc ζῶν, ἀλλ’ οὖν γέ τινας δικ〈αι〉οῦσθαι. [i 5] ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. ἤτοι τὸ ἐν ἀγάπῃ τῷ προορίσας συναπτέον, ἢ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ
15ἐν ἀγάπῃ πρὸ καταβολῆς κόσμου προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ 〈διὰ〉 Ἰησοῦ Χριστοῦ εἰς αὐτόν ὥστε ἡμᾶς εἶναι ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. δηλοῖ δὲ τὸ ὄνομα τῆς ‘υἱοθεσίασ‘ τὸ μὴ φύσει εἶναι υἱοὺς τοῦ Θεοῦ τοὺς προορισθέντας ὑπ’ αὐτοῦ· οὐκ ἂν γοῦν ταχθείη τὸ ὄνομα τῆς υἱοθεσίας ἐπὶ τοῦ Σωτῆρος, ἀλλ’ ἐπὶ τούτων οἳ λαβόντεc τὸ 〈π〉ν〈εῦ〉μα τῆς δουλείαc εἰc φόβον
20ἀποδόντεc τὸν φόβον ἄξιοι γίνονται ἐλευθερίας καὶ τοῦ ἀκοῦσαι οὐκέτι ὑμᾶc λέγω δούλουc, οἳ καὶ διὰ τοῦτο λαμβάνουσι τὸ πνεῦμα τῆς υἱοθεcίαc. ὅτε δέ τις τὸν Υἱὸν λαμβάνει οὐ πρότερον ἐσχηκὼς αὐτόν, τότε καὶ τὸ πνεῦμα κεχώρηκε τῆς υἱοθεcίαc· οὕτως γὰρ διὰ Χριστοῦ ἡ υἱοθεσία ἡμῖν ἐπεισέρχεται. ἐπὶ τῷ μέντοιγε εἰς αὐτὸν καταντῆσαι ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ κατα‐
25βολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ διὰ Χριστοῦ· τούτοις γὰρ ἐπιφέρεται τὸ εἰς αὐτόν. [i 5b] κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ. τὸ τῆς ‘εὐδοκίασ‘ ὄνομα οὐ πάνυ τι τετριμμένον ἐν τῇ τῶν Ἑλλήνων
30συνηθείᾳ νομίζω ὄν, ὠνοματοποιῆσθαι δὲ ὑπὸ τῶν ἑρμηνευσάντων· ἐχρήσαντο γὰρ τῇ λέξει ἐπὶ τῶν προφητικῶν, ὡς ἐν τῷ πδʹ ψαλμῷ, εὐδόκηcαc Κύριε τὴν γῆν cου, καὶ ἐν ρεʹ, μνήcθητι ἡμῶν Κύριε ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ cου· καὶ ἐν τῷ Ἀμβακούμ, καὶ ἐὰν ὑποcτείληται οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. πλὴν ἡ εὐδοκία ἐμφαίνει τὸ ‘εὖ‘ καὶ τὸ ‘δοκεῖν·‘ ὥστε μὴ ἂν λεχθῆναι ἐπὶ τῶν
35δοκούντων ἡμῖν οὐ καλῶς, ἀλλ’ ἐπὶ μόνων τῶν ἐπαινετῶς δοκούντων. ζητητέον οὖν πῶς ἐν ἀγάπῃ προορίσας εἰς υἱοθεσίαν οὓς προώρισεν ὁ Θεός, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ προώρισε· καὶ ἀπόδειξιν εὑρετέον τοῦ εὐδοκίαν εἶναι τοῦ θελήματος αὐτοῦ ἐπὶ τούτοις· καὶ γὰρ ἐπὶ τῷ ἐπαινεῖσθαι τῆς εἰς τοὺς σωζομένους χάριτος αὐτοῦ τὴν δόξαν εὐδόκησεν αὐτοῦ τὸ θέλημα.237

4

(n1)

Eph. i 6 [ἐν τῷ ἠγαπημένῳ.]
1
[Ὠριγένης φησίν] ‘ἠγαπημένοσ‘ ἁπλῶς λέγεται ὁ Σωτήρ· ἐπεὶ κἂν πλανῶνται οἱ ἄνθρωποι περὶ τὴν τῆς δικαιοcύνηc κατάληψιν καὶ τῆς ἀληθείαc καὶ τῆς cοφίαc, πλὴν πάντες ἂν ὁμολογήσαιεν ‘ἀγαπᾶν‘ cοφίαν καὶ ἀλήθειαν καὶ δικαιοcύνην. διὰ
5τοῦτο ‘ἠγαπημένοσ‘ λέγεται ὁ Μονογενὴς τοῦ Θεοῦ, πάντων ἀγαπώντων τὰ ἐπινοούμενα αὐτῷ, ἤτοι δὲ σφαλλομένων τοῦ σκοποῦ ἢ ἐπιτυγχανόντων· ὥσπερ πάντες τεθήπασι τὸν Θεόν, σφάλλονται δὲ οἱ ἀποπίπτοντες τῆς ὑγιοῦς ἐννοίας περὶ τοῦ Θεοῦ. [i 7] ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν
10παραπτωμάτων. ἀπολύτρωσις 〈ἢ〉 λύτρωσις γίνεται τῶν αἰχμαλώτων καὶ γενομένων ὑπὸ τοῖς πολεμίοις· γεγόναμεν δὲ ὑπὸ τοῖς πολεμίοις τῷ ἄρχοντι τοῦ αἰῶνοc τούτου καὶ ταῖς ὑπ’ αὐτὸν πονηραῖς δυνάμεσι, καὶ διὰ τοῦτο ἐδεήθημεν ἀπολυτρώσεως καὶ τοῦ ἐξαγοράζοντος ἡμᾶς ἵνα ἡμᾶς ἀπαλλοτριωθέντας αὐτοῦ ἀπολάβῃ·
15ἔδωκεν οὖν ὁ Σωτὴρ τὸ ὑπὲρ ἡμῶν λύτρον τὸ ἑαυτοῦ αἷμα· διόπερ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων. τῇ ἀπολυτρώσει ἕπεται ἡ ἄφεσις τῶν παραπτωμάτων, πρὶν ἀπολυτρωθῆναί τινα οὐκ ἐνδεχομένης αὐτῷ γενέσθαι ἀφέσεως παραπτωμάτων. πρῶτον οὖν ἀπολυτρωθῆναι ἡμᾶς δεῖ καὶ μηκέτι εἶναι ὑπὸ τῷ αἰχμαλωτεύσαντι καὶ
20κεκρατηκότι, ἵνα ἐλευθερωθέντες καὶ ἔξω γενόμενοι τῶν (ἵν’ οὕτως εἴπω) χειρῶν αὐτοῦ, ἐπ’ ὠφελείᾳ δυνηθῶμεν λαβεῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων καὶ θεραπευθέντες ἀπὸ τῶν τραυμάτων τῆς ἁμαρτίας ἐνεργῆσαι κατ’ εὐσέβειαν καὶ τὰς λοιπὰς ἀρετάς. [i 8] κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς.
25 ὁ νοήσας τί ἐστὶ χάριτί ἐcτε cεcωcμένοι καὶ οὐκ ἐξ ἔργων, καὶ cυγκρίνων παραπτώματα παραπτώμασι, βλέποι ἂν κατὰ τὴν λέγουσαν παραβολὴν περὶ τῶν πεντακοcίων καὶ πεντήκοντα δηναρίων τίς ὀφείλει πλείονας χάριτας ὁμολογεῖν τῷ συγχωρήσαντι τὸ χρέος οἰκοδεσπότῃ. ἔτι δὲ θεωρῶν πῶς οὐκ ἄξια τὰ παθή‐ ματα τοῦ νῦν καιροῦ πρὸc τὴν μέλλουcαν δόξαν ἀνακαλυφθῆναι εἰc ἡμᾶc, τὸν238
30πλοῦτον τῆς τοῦ Θεοῦ χάριτος συνίδοι ἄν, καὶ ὡς ἐπερίσσευσεν οὕτως ἐπὶ τοὺς κλητοὺς καὶ ἐκλεκτούς, μάλιστα τοὺς ἀλλοτρίουc τῶν διαθηκῶν τοῦ Θεοῦ καὶ ξένουc τῶν ἐπαγγελιῶν αὐτοῦ, τῷ παραπτώματι τοῦ Ἰσραὴλ ἑλκυσθέντας ἀπὸ τῆς πατρικῆς χρηστότητος ἐπὶ τὴν σωτηρίαν· ἔτι δὲ μᾶλλον τὸν πλοῦτον τῆς χ〈άρι〉τος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς τοὺς μακαρίους μείζον’ 〈ἄν〉 τις κατανοήσαι
35θεωρῶν τὸ οὐκ οἴδατε ὅτι ἀγγέλουc κρινοῦμεν; καὶ τὸ εἰc ἃ ἐπιθυμοῦcιν ἄγγελοι παρακύψαι, καὶ τὸ περὶ τοῦ ἐπὶ πᾶσι λεγομένου ἔσεσθαι δὸc ἵνα ὡc ἐγὼ καὶ cὺ ἓν ἐcμέν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦcιν. οὗτος δὲ ὁ πᾶς πλοῦτος τῆς χάριτος τοῦ Θεοῦ, ἧς ἐπερίσσευσεν εἰς τοὺς ἁγίους, ἀπό τινος ἀρχῆς ἐπιχορηγούμενοc καὶ αὔξων καὶ πληθυνόμενος, ἤτοι ἀντιφιλοτιμούμενον καὶ συμπαρεκτεινόμενον
40κατὰ τὸ δυνατὸν ἔχει τὸν τυγχάνοντα τῶν προειρημένων, ἢ ἀπολειπόμενον κατὰ τὸ ἐνδεχόμενον ποιεῖν πάντα τὰ ἐπιβάλλοντα. εἰ μὲν οὖν ἀπολείποιτό τις, οἱονεὶ κενὴ γένοιτ’ ἂν πρὸς τὸν τοιοῦτον ἡ χάρις· εἰ δὲ τὰ παρ’ αὐτοῦ ἀνελλιπῶς ποιήσαι, λέγοι ἂν τὸ ἀποστολικὸν ἡ χάριc αὐτοῦ ἡ εἰc ἐμὲ οὐ κενὴ ἐγενήθη.

5

(n1)

Eph. i. 9 [ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ
n2θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν
n3τοῦ πληρώματος τῶν καιρῶν.]
1
[Ὠριγένης φησί] τί τὸ πάσῃ σοφίᾳ καὶ μετὰ τοῦτο τί τὸ φρονήσει; κέχρηται τῇ λέξει καὶ Ἰησοῦς ἐν τῇ Σοφίᾳ, ἀρξάμενος ἀπὸ τοῦ πᾶcα cοφία παρὰ Κυρίου καὶ μετ’ αὐτοῦ ἐcτιν εἰc τὸν αἰῶνα. εἴ τις οὖν κατενόησε τὰ βλεπόμενα καὶ τίνα τὰ ἐν
5αὐτοῖς ἢ καὶ ἔξω αὐτῶν μὴ βλεπόμενα, καὶ κατακερματίσας τῷ λόγῳ ἰδίᾳ τὰ ἀόρατα καὶ ἰδίᾳ τὰ ὁρατὰ ἐξετάζοι τὴν σοφίαν ᾗ τὰ πάντα πεποίηκεν ὁ Θεὸς (πάντα γὰρ ἐν cοφίᾳ φησὶν ὁ Δαβὶδ ἐποίηcαc), οὗτος τὴν παρὰ Κυρίου πᾶcαν
〈ἂν〉 ἐπιβλέποι cοφίαν. ἀλλ’ εἰκός τινα ἀπογνόντα τὸ ἤδη δύνασθαι ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει239
10γενέσθαι τὸν ἔτι τὸ σῶμα τοῦτο περικείμενον, κατακούοντα δὲ καὶ τοῦ ἐκ μέρουc γινώcκομεν καὶ ἐκ μέρουc προφητεύομεν, προσκόψειν τῷ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, ὡς κατακεχαρισμένως μᾶλλον ἢ ἀληθῶς εἰρημένῳ· ἵνα γὰρ καὶ ἐν σοφίᾳ γνωρισθῇ Παύλῳ καὶ τοῖς παραπλησίοις αὐτῷ τὸ μυστήριον τοῦ Θεοῦ, ἀλλ’ οὐκ ἐν πάσῃ
15σοφίᾳ γνωρίζεται πάντα αὐτῷ ἐκ μέρουc γινώσκοντι καὶ ἐκ μέρουc προφητεύοντι. ὅρα οὖν εἰ μὴ πρὸς τὴν ζήτησιν ταύτην ἄλλη διαστολὴ τῆς ἀναγνώσεως ἁρμόζει τῶν κατὰ τὸν τόπον οὕτως ἔχουσα· εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον
20τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει· ἐνθάδε καταπαύσας τὴν τούτου τοῦ τόπου διαστολήν, ἀπ’ ἄλλης ἀρχῆς οὕτως ἀναγνώσεται τὸ γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ὥστε τὸ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει μὴ ἐφαρμόζειν τῷ γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἀλλὰ τοῖς ἀνωτέρω.
25ἐχαρίτωσε γὰρ ἡμᾶς ἐν τῷ ἠγαπημένῳ ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ καὶ τῇ αὐτοῦ φρονήσει ὁ Θεός· ἀλλὰ καὶ ἐν τῷ ἠγαπημένῳ ἔχοντες τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει τοῦ Θεοῦ ἐλάβομεν ταῦτα· καὶ ἐν πάσῃ σοφίᾳ αὐτοῦ καὶ φρονήσει τετυχήκαμεν τῆς ἀφέσεως τῶν παραπτωμάτων, περισσεύοντος αὐτοῦ εἰς ἡμᾶς τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ
30ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει· ἅπερ πάντα πεποίηκε, γνωρίσας ἡμῖν τὸ μυστή‐ ριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ. ἐὰν δὲ ᾖ καὶ ἡ προτέρα ἀνάγνωσις, τοιοῦτος ἀποδοθήσεται λόγος, μὴ ἐναντιού‐ μενος τῇ ἐνεργείᾳ τοῦ ἐκ μέρουc γινώcκειν καὶ τοῦ δ〈ιώ〉κοντ〈α〉c καταλαμβάνειν· ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ καὶ φρονήσει ὁ Θεὸς ἡμᾶς ᾠκονόμησε, γνωρίσας τὸ
35μυστήριον τοῦ θελήματος αὐτοῦ. ἵνα γὰρ δυνηθῶμεν γνωρίσαι τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ καὶ τοῦτο χωρῆσαι ἐξισχύσωμεν, cῶμα ταπεινώcεωc περικείμενοι, πάσης σοφίας Θεοῦ οἰκονομούσης ἡμᾶς χρῄζομεν. καὶ εἴπερ τὸ τῶν μυστηρίων ὄνομα ἐπὶ τῶν θείων καὶ ἀπορρήτων καὶ μὴ ἐπιτηδείων φθάνειν εἰς πολλοὺς παραλαμβάνεται, δηλονότι καὶ περὶ τῶν σωθησομένων
40θελήματι τοῦ Θεοῦ μυστηρίου ἔχεται· τὸ γὰρ πολὺ πλῆθος τῆς χρηστότητος τοῦ Θεοῦ κέκρυπται τοῖς φοβουμένοις αὐτόν, καθὼς φησὶν ὁ Δαβίδ, ὡc πολὺ τὸ πλῆθοc τῆc χρηcτότητόc cου, Κύριε, ἧc ἔκρυψαc τοῖc φοβουμένοιc cε. ἐπίστησον δὲ εἰ διαφέρει ‘προορισμὸσ‘ καὶ ‘πρόθεσις,‘ ὡς μετὰ τὸν
προορισμὸν τὴν πρόθεσιν γίνεσθαι· ὥστε οἷον κατὰ μὲν τὰ ἐννοήματα τοῦ240
45Θεοῦ γίνεσθαι τὸν προορισμόν, κατὰ δὲ ταὐτὰ ἤδη τὴν περὶ ὧν προώρισε πρόθεσιν οὐσιωμένων πως ἐπακολουθεῖν καὶ εἰς ἔργον ἐρχομένων τοῦ προορισμοῦ· ὅθεν καὶ πρότερον μὲν γέγραπται τὸ ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν, δεύτερον δὲ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ. ἐξεταστέον δέ τί ἐστι τὸ πλήρωμα τῶν καιρῶν· τούτῳ δὲ παράκειται τὸ

5

(50)

πλήρωμα τοῦ χρόνου παρὰ τῷ αὐτῷ λεγόμενον Παύλῳ, ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέcτειλεν ὁ Θεὸc τὸν υἱὸν αὐτοῦ. ὥσπερ δὲ ὁ καιρὸς τοῦ παραλαβεῖν τὴν πατρῴαν κτῆσιν τὸν κληρονόμον γενόμενον ἐν ἡλικίᾳ ἀνδρὸς πλήρωμα ἄν πως ὀνομάζοιτο τοῦ χρόνου αὐτοῦ ἢ τοῦ καιροῦ αὐτοῦ, οὕτως ἐν πληρώματι τῶν καιρῶν γένοιτ’ ἂν ὁ διὰ τῶν φερουσῶν ἐπὶ τὴν τελειότητα
55ὁδῶν καὶ προκοπῶν καταντήσας ἐπὶ τὸ δύνασθαι τὰ προωρισμένα καὶ προτεθει‐ μένα ὑπὸ τοῦ Θεοῦ τοῖς ἁγίοις λαβεῖν.

6

(n1)

Eph. i 10 ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν Χριστῷ τὰ ἐπὶ τοῖς οὐρανοῖς
n2καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ.
1
[Ὠριγένης φησί] τὸ ὄνομα τῆς ‘ἀνακεφαλαιώσεωσ‘ εἴρηται ἐπὶ τῶν τραπεζ〈ι〉τικῶν καὶ τῶν παραπλησίων συμψηφιζομένων λόγων καὶ εἰς ἓν κεφάλαιον συναγομένων δόσεων καὶ ἀναλωμάτων ἢ λήψεων, ὅθεν οἴομαι καὶ τὸν ἀπόστολον ἐνταῦθα
5κεχρῆσθαι τῇ λέξει. πολλῶν γὰρ ὄντων λόγων τῆς οἰκονομίας τῶν ἐν οὐρανοῖς καὶ διοικήσεως τῶν ἐπὶ γῆς, πάντων, ἅτε ἑνὸς τοῦ σύμπαντος κόσμου μερῶν τυγχανόντων, συμπνεόντων καὶ συννευόντων εἰς ἓν ἀποτέλεσμα, ‘ἀνακεφα‐ λαίωσίσ‘ ἐστιν ἐν τῷ Χριστῷ. οὐ μόνον γὰρ οἱ κατακερματισμοὶ τῶν οἰκονο‐ μουμένων καὶ οἱ καθ’ ἕνα λόγοι τῶν διοικουμένων εἰσὶν ἐν τῷ τοῦ Θεοῦ Λόγῳ
10καὶ τῇ Σοφίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἡ ἀνακεφαλαίωσις καὶ (ὡσὰν εἴποι τις) συγκεφα‐ λαίωσις πάντων. ‘κεφάλαιον‘ λέγεται πολλάκις καὶ τὸ περιληπτικὸν νόημα· κεφάλαιον γοῦν, φησίν, ἐπὶ τοῖc λεγομένοιc, καὶ κεφαλαίωcον ἐν ὀλίγοιc πολλά. κεφάλαιον δὲ λέγεται, ὡς οἶμαι, ἀπὸ τοῦ καὶ τὴν κεφαλὴν ἡμῶν ἅπαντα ἔχειν ἐν αὐτῇ καὶ
15τὰ ὅλα ἡμῶν τῆς ζωῆς αἰσθητήρια ὡς ἐν κεφαλαίῳ.

7

(n1)

Eph. i 11 [τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ.]
1
[Ὠριγένης φησίν] ὅσα ἐνεργεῖ ὁ Θεὸς καὶ πράττει καὶ ἐπιτελεῖ, ταῦτα πάντα κατὰ τὴν ἰδίαν βουλὴν τοῦ θελήματος αὐτοῦ ἐνεργεῖ· οὐδὲν γάρ ἐστιν ὃ δύναται αὐτὸν ποιῆσαι
πρᾶξαί τι παρὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ· πάντων γὰρ κρατεῖ καὶ241
5ἄρχει τῶν ὅλων. ἵνα δὲ τὸ περιεσκεμμένον ὁ Παῦλος παραστήσῃ τῶν ἐνεργειῶν τοῦ Θεοῦ κατὰ τὸ θέλημα αὐτοῦ γινομένων, προέταξε τοῦ θελήματος τὴν βουλήν. πάντων γὰρ μᾶλλον ὁ Θεὸς μετὰ βουλῆς πάντα ποιεῖ. διόπερ πάντα ἐνεργεῖ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ.

8

(n1)

Eph. i 13 ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες [τὸν λόγον τῆς ἀληθείας, τὸ
n2εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ
n3πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ.]
1
[Ὠριγένης φησίν] ἐν ᾧ (δηλονότι Χριστῷ) πρὸς ἑτέροις ἀκούσασι καὶ ὑμεῖς ἀκούσαντες τὸν τῆς ἀληθείας λόγον, ὅσπερ ἀληθείας λόγος τὸ εὐαγγέλιόν ἐστι τῆς σωτηρίας ὑμῶν, 〈ἐν ᾧ〉 καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ
5ἁγίῳ. δόξει δέ, ὡς πρὸς τὴν φράσιν, τὸ δεύτερον ἐν ᾧ παρέλκειν, ὅπερ καὶ αἴτιον γεγένηται τοῦ δοκεῖν ὅτι, κρεμαμένου τοῦ διανοήματος, ἡ ὑποτακτικὴ φράσις οὐκ ἐπενήνεκται. οὐχ οὕτω δὲ ἔχει· ἔλεγε δή τις τῶν πρὸ ἡμῶν, ἀπὸ τῆς πολλῆς περὶ τὸν Ἰησοῦν ἀγάπης τὸν Παῦλον συνεχέστατα αὐτοῦ μεμνῆσθαι καὶ ὡσπερεὶ παρελκόντως, ὥσπερ καὶ ἐπὶ τοῦ ἐν ᾧ καὶ πιστεύσαντες
10ἔστιν ἰδεῖν κατὰ τὸ ἐν ᾧ. πάνυ δὲ κατὰ τοὺς Ἐφεσίους ἐστί, κεκοινωνηκότας ἀπορρήτων λόγων ὑφηγουμένου τοῦ Παύλου, τὸ ἀκούειν ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας. οὐκ οἶμαι γὰρ τοὺς τοῦ κηρύγματος μόνου ἀκηκοότας, καὶ τοὺς λόγους τῶν πραγμάτων μὴ παρειληφότας ἐν διηγήσει καὶ τραν〈εῖ〉 ἀναπτύξει,
15ἀκούειν τὸν λόγον τῆς ἀληθείας. διαφέρει γὰρ ὁ λόγος καὶ τὸ κήρυγμα, ὡς καὶ ἐν ἄλλοις ὁ Παῦλος διδάσκει λέγων, καὶ ὁ λόγοc μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖc cοφίαc λόγοιc ἀλλ’ ἐν ἀποδείξει πνεύματοc καὶ δυνάμεωc· κἀκεῖ γὰρ παρατηρητέον ὅτι ἕτερον λέγει εἶναι τὸν λόγον ἑαυτοῦ τοῦ κηρύγματος ἑαυτοῦ. ἐξεταστέον δὲ καὶ 〈εἰ〉 ἐν ἄλλῃ ἐπιστολῇ κ〈εῖ〉τα〈ι〉 τὸ ἀκηκοέναι τινὰς τὸν
20λόγον τῆc ἀληθείαc, ἵνα τὸ παρατήρημα ἀκριβέστερον κατὰ τὸ βούλημα τοῦ Παύλου φανῇ. ἀλλὰ 〈π〉οῦ τὸ μὲν ‘εὐαγγέλιον‘ ὀνομάζεται παρατηρητέον, 〈παρατηρητέον〉 δὲ καὶ τὰς προστιθεμένας αὐτῷ λέξεις, οἷον κατὰ τὸ εὐαγγέλιόν μου, ἢ ἀρχὴ
τοῦ εὐαγγελίου Ἰηcοῦ Χριcτοῦ, ἢ εὐαγγέλιον αἰώνιον, ἢ εὐαγγέλιον τῆς σωτηρίας242
25τῶν Ἐφεσίων· ἢ ἁπλῶς ‘εὐαγγέλιον,‘ ὥσπερ ὅταν λέγῃ περὶ τοῦ Λουκᾶ ὁ Παῦλος, οὗ ὁ ἔπαινοc ἐν τῷ εὐαγγελίῳ διὰ παcῶν τῶν ἐκκληcιῶν. σφραγίζεται δὲ τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ πᾶς ὁ ἀκούσας τὸν τῆς ἀληθείας λόγον, ὄντα εὐαγγέλιον τῆς σωτηρίας τοῦ ἀκούοντος καὶ πιστεύοντος· ὡς εἰ ἀκούσαι μέν, μὴ πιστεύσαι δέ, οὐκ ἂν σφραγισθείη. ἄλλος δέ τις ἐρεῖ
30ὅτι εἰ καὶ πιστεύσαι μέν, μὴ ἐπὶ τοσοῦτον δὲ προκόπτοι ὡς ἀκούειν τὸν λόγον τῆς ἀληθείας, οὐδ’ οὕτως ἂν χωρήσαι τὴν τοῦ πνεύματος ἐπαγγελίας τοῦ ἁγίου σφραγῖδα, 〈ἥ〉τις ἐστὶν ἀληθῶς ἐκτύπωσις καὶ τράνωσις τούτων ἃ πρέπει ἐκτυποῦσθαι καὶ τρανοῦσθαι ὑπὸ τοῦ τῆς ἐπαγγελίας ἁγίου πνεύματος.
35 ζητητέον δὲ καὶ εἴ που εἴρηται πνεῦμα ἐπαγγελίας ἅγιον, καὶ τί ἐκδεκτέον εἰς τὸ πνεῦμα τῆς ἐπαγγελίας τὸ ἅγιον. οἶμαι τοίνυν ὅτι ὥσπερ τὸ πνεῦμα τὸ ἅγιον, γενόμενον ἐπί τινι, ἅγιον ποιεῖ, καὶ τὸ πνεῦμα τῆς cοφίαc σοφόν, καὶ τὸ πνεῦμα τῆς cυνέcεωc συνετόν, οὕτω καὶ τὸ πνεῦμα τῆς ἐπαγγελίας εἶναι πως ἤδη ἐν τῇ ἐπαγγελίᾳ.
40 [i 14] ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. ζητήσεις εἰ πᾶς ὁ μετέχων ἁγίου πνεύματος μετέχει τοῦ πνεύματος τῆς ἐπαγγελίας, ἢ μόνος ὁ ἀκούσας λόγου ἀληθείας, ὄντος εὐαγγελίου σωτηρίας, καὶ πιστεύσας, οὗτος λαμβάνει τὸ τῆς ἐπαγγελίας πνεῦμα ἅγιον· ἔτι δὲ
45καὶ τούτοις ἐπιστήσωμεν, εἰ πᾶς ὁ μετέχων ὁπώσποτε πνεύματος ἁγίου ἔχει τὸν ἀρραβῶνα τῆς κληρονομίας. βέλτιον δὲ νοεῖν ὅτι, ὥσπερ ἐπὶ τῶν συνωνουμένων τι καὶ διδόντων ἀρραβῶνα κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τοῦ ὅλου ἀργυρίου δίδοται ἀρραβών, οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου προεγνωσμένων ἁγίου μελλόντων ἀγαθῶν δίδοται ἀρραβὼν τῆς κληρονομίας,

8

(50)

ὡς ἀπὸ τοῦ ἀρραβῶνος τὸν δυνάμενον κατανοεῖν διαφορὰς τῆς δυνάμεως τοῦ ἀρραβῶνος καὶ ἀρραβῶνος ἤδ〈η〉 ἂν ἀποφήνασθαι περὶ πλείονος καὶ ἐλάττονος κληρονομίας τῆς ἀποκειμένηc τοῖς Χριστοῦ συγκληρονόμοις. ὥσπερ δὲ ὁ ἀρραβὼν τῆς κληρονομίας οὐχὶ ἔξω τι ἡμῶν ἐστιν (ἐν γὰρ ἑκάστῳ τὸ πνεῦμα τῆς ἐπαγγελίας ἐστὶ τὸ ἅγιον,ἀρραβὼν τῆς ἐπαγγελίας),
55οὕτως ἡ κληρονομία οὐκ ἔξωθέν ἐστι τοῦ κληρονομοῦντος, ἀλλ’ ἐν τῷ νῷ τοῦ κληρονομοῦντος καὶ τῇ ψυχῇ αὐτοῦ· οὐδὲν γὰρ τῶν ἔξωθεν συγκρίνεσθαι δύναται τελειότητι νοῦ θεωροῦντος κάλλη Σοφίας καὶ Λόγου Θεοῦ καὶ Ἀληθείας. τοῦτο μέντοιγε τὸ πνεῦμα τῆς ἐπαγγελίας τὸ ἅγιον, ὅπερ ἐστὶν ἀρραβὼν τῆς
60κληρονομίας ἡμῶν, ἐπὶ τοῦ παρόντος δίδοται τοῖς ἁγίοις, ἵνα ἀπολυτρωθῶσι καὶ περιποιηθῶσι τῷ Θεῷ, καταρτιζόμενοι εἰς ἔπαινον τῆς δόξης τοῦ Θεοῦ. τὸ δὲ εἰς ἔπαινον τῆς δόξης αὐτοῦ πρὸς τῷ ἀποδεδομένῳ δύναται καὶ τοιοῦτο δηλοῦν, ‘ἐπὶ τῷ ἐπαινεῖν τὴν δόξαν τοῦ Θεοῦ ἕκαστος, νῦν μὲν τὸ243
65πνεῦμα τῆς ἐπαγγελίας λαμβάνων ἀρραβῶνα τῆς κληρονομίας, ὕστερον δὲ αὐτὴν τὴν κληρονομίαν·‘ οὐ μέντοι (ὡς ἄν τις ὑπονοήσαι σημαίνεσθαι ἐκ τῆς λέξεως) ὡς χρῄζοντος τοῦ Θεοῦ τῶν ἐπαινούντων τὴν δόξαν αὐτοῦ, ἀλλ’ ὡς μεγίστων ἀγαθῶν περιγινομένων τοῖς τεθεωρηκόσι τὸ ἐπαινετὸν τῆς δόξης τοῦ Θεοῦ καὶ μὴ δυναμέν〈οισ〉 σιωπᾶν αὐτό, ἀλλ’ ἀεὶ πρὸς τ〈ῷ〉 εὐφραίνεσθαι
70ἐν τῷ ὑμνεῖν αὐτὸ γινομένοις.244

9

(n1)

Eph. i 15—17 [Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ
n2Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν
n3ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
n4ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει
n5αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας.]
1
[Ὠριγένης φησί] δόξει σόλοικον εἶναι τὸ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας εἰ μὴ ὡς ὑπερβατὸν αὐτὸ ἀποδῶμεν· διόπερ τὸ ἑξῆς τῆς συμφράσεως οὕτως ἔχειν οἰόμεθα διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ’ ὑμᾶς
5πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως ὑμῶν καὶ τὰ
10ἑξῆς. εἰ ὁ πατὴρ ὑποκειμένου καὶ οὐσιώδους ἐστὶ πατήρ, λέγεται δὲ καὶ τῆς δόξης πατήρ, δηλονότι ἡ δόξα ὑποκείμενόν τί ἐστι καὶ οὐσιωμένον· καὶ μήποτε ὁ σωτὴρ ἡμῶν, ὥσπερ ἐστὶ Λόγοc καὶ Σοφία καὶ Ἀλήθεια καὶ Εἰρήνη καὶ Δικαιοcύνη, οὕτω καὶ Δόξα· καὶ εἴ ποτε ὦφθαι ἀναγέγραπται Δόξα Θεοῦ, οὐκ
15ἄλλο τι νοητέον ὦφθαι ἢ τὸν υἱὸν τοῦ Θεοῦ. τὸ μὲν οὖν πνεῦμα τῆς σοφίας σοφὸν ποιεῖ, τὸ δὲ πνεῦμα τῆς ἀποκαλύψεως περιαιρεῖ ἀπὸ τῆς καρδίας τὸ κάλυμμα, ἵνα ἀνακεκαλυμμένῳ τις προcώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοc τὴν αὐτὴν εἰκόνα μεταμορφ〈ῶ〉ται ἀπὸ δόξηc εἰc δόξαν. οὐδεὶς οὖν μὴ σοφὸς ἔχει πνεῦμα σοφίας, καὶ οὐδεὶς τ〈ῶν〉 ἡνίκα398
20ἀναγινώcκηται Μωcῆc κάλυμμα ἔτι ἐχόντων ἐπὶ τὴν καρδίαν ἤδη εἴληφε τὸ τῆς ἀποκαλύψεως πνεῦμα· εἰ μὴ 〈ἄ〉ρα τὸ πνεῦμα τῆς σοφίας προσότητι τῶν θεωρημάτων τῆς σοφίας διαφόρως σοφοὺς ποιεῖ, καὶ ποσότητι τῆς περιαιρέσεως τῶν ἐπὶ τοῖς γράμμασι καλυμμάτων οὐχ ὁμοίως διακονεῖ τὴν ἀποκάλυψιν ὧν περιαιρεῖται τὸ κάλυμμα.
25 πρὸς τούτοις ἀκουστέον τὸ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας· εἰ γὰρ μὴ ταὐτόν ἐστι γνῶσις Θεοῦ καὶ ἐπίγνωσις Θεοῦ ἀλλ’ ὁ ἐπιγινώσκων οἱονεὶ ἀναγνωρίζει ὃ πάλαι εἰδὼς ἐπελέληστο, ὅσοι ἐν ἐπιγνώσει γίνονται Θεοῦ πάλαι ᾔδεσαν αὐτόν· διόπερ μνηcθήcονται καὶ ἐπιcτραφήcονται πρὸc Κύριον πάντα τὰ πέρατα τῆc γῆc. ἐμφαίνει δὲ τὴν ἀσώματον φύσιν
30καὶ νοητὴν τοῦ ἡγεμονικοῦ ἡμῶν καὶ τοῦ ἀληθινοῦ φωτὸc τὸ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας. [i 18—20] εἰς τὸ εἰδέναι 〈ὑ〉μᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερ‐ βάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν
35ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν.
[Ὠριγένους] ἡ κλῆσις τοῦ Θεοῦ ἐλπίδα ἔχει, ἣν χρὴ γνῶναι ἀπὸ πολλῆς προσοχῆς βίου καὶ ἐντρεχείας νοῦ· καὶ ἡ κληρονομία αὐτοῦ πλοῦτον ἔχει δόξης πολλῆς ἐν τοῖς
40ἁγίοις ἄνω τόποις. ᾧ κατὰ τὴν εὐχὴν τοῦ Παύλου δίδοται τὸ πνεῦμα τῆς σοφίας καὶ τῆς ἀποκαλύψεως, αὐτὸς εἴσεται τὰ ἀποκείμενα τοῖς καλουμένοις καὶ θεωρήσει τὰ ἐλπιζόμενα, ὄντα πλοῦτον δόξης τῆς κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν δίδωσι τοῖς ἐπὶ τὴν ἁγίαν ταύτην καλουμένοις κληρονομίαν.
45 ζητήσεις δὲ εἰ ἔστι καὶ αὐτὸς ὁ Θεὸς τῶν ἁγίων κληρονομία, ὡς καὶ οὕτως νοεῖσθαι τοὺς κληρονόμους τοῦ Θεοῦ, ἵνα, ὥσπερ λέγομεν κληρονόμους χωρίων καὶ κληρονόμους οἰκιῶν τὴν κληρονομίαν τάσσοντες ἐπὶ τῶν κτημάτων, οὕτως νοήσωμεν καὶ τοὺς κληρονόμους τοῦ Θεοῦ. καὶ ἔχεταί γε τοιαύτης διανοίας ὁ λέγων νόμος τοῖc δὲ υἱοῖc Λευῒ οὐ δώcειc κλῆρον ἐν μέcῳ τῶν ἀδελφῶν αὐτῶν,

9

(50)

ὅτι ἐγὼ μερὶc αὐτῶν, λέγει Κύριοc, καὶ ἀλλαχοῦ Κύριοc κληρονομία αὐτῶν. γίνεται τοίνυν ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας τοῦ Θεοῦ ἐν τῷ νῷ τῶν ἁγίων τὰ τοσαῦτα τῆς τοῦ Θεοῦ θεωρίας καὶ τοῦ Λόγου αὐτοῦ χωρησόντων ὑπερβάλλοντι μεγέθει δυνάμεως Θεοῦ τῷ εἰς τοὺς ἁγίους καὶ πιστεύοντας. οὐ γὰρ τῆς τυχούσης δυνάμεως ἀπὸ Θεοῦ ἡμῖν χρεία ἐστὶν εἰς τὸ εἰδέναι τί399
55ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἀλλὰ μεγέθους δυνάμεως αὐτοῦ ἐγγινομένου εἰς ἡμᾶς τοὺς πιστεύοντας ἀπ’ αὐτοῦ, καὶ ἐγγινομένου κατὰ τὴν ἐνέργειαν τῆς πάντων κρατούσης ἰσχύος αὐτοῦ, ἥτις κράτος ἰσχύος αὐτοῦ παρὰ τῷ Παύλῳ νῦν ὠνό‐ μασται· ταύτῃ δὲ τῇ ἐνεργείᾳ τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ χρησάμενος
60ἐνήργησεν ἃ ἐνήργησεν ἐν τῷ Χριστῷ ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. [i 20—23] καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομα‐ ζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ
65ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. σωματικῷ χαρακτῆρι ἡγητέον ταῦτα εἰρῆσθαι, οὐχ ὡς καθεδρῶν τινων ἢ θρόνων αἰσθητῶν κειμένων ἐν οὐρανοῖς ἐφ’ ὧν καθέζεται ὁ πατὴρ καὶ ὁ υἱὸς ἐκ δεξιῶν τοῦ πατρός· οὕτω γὰρ νοοῦντες οὐκ ἂν τῆς θείας φύσεως ἀξίως ταῦτα
70λέγοιμεν. οὐδὲ γὰρ αὐτῷ Θεῷ σωματικῶς ὑπόκειται ἡ γῆ καθεζομένῳ ἐν οὐ‐ ρανῷ, ὡς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. πῶς γὰρ ὁ οὐρανὸc θρόνοc εἶναι δύνα‐ ται, τῇ σπιθαμῇ αὐτοῦ μεμετρημένος; καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, καὶ αὐτὴ τῇ δρακὶ αὐτοῦ ἐμπεριειλημμένη; φησὶ γὰρ ὁ Ἠσαίας τίc ἐμέτρηcε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν cπιθαμῇ καὶ πᾶcαν τὴν γῆν δρακί; ἡγοῦμαι
75οὖν καὶ τὸ πλησίον εἶναι Θεοῦ καὶ τὸ πόρρω αὐτοῦ νοητά, πάντων μὲν τῶν ἁγίων καὶ κατὰ βούλημα τοῦ πατρὸς τῶν ὅλων βιούντων καὶ ἐγγιζόντων Θεῷ, τῶν δὲ ἀσεβῶν πόρρω αὐτοῦ τυγχανόντων, περὶ ὧν φησὶν ὁ προφήτης ἰδοὺ οἱ μακρύνοντεc ἑαυτοὺc ἀπὸ cοῦ ἀπολοῦνται. ὥσπερ οὖν νενόηται τίς ὁ πλησίον Θεοῦ καὶ τίς ὁ πόρρω αὐτοῦ, οὕτως ἡγητέον τοὺς μὲν ἁγίους ἐν τοῖς
80δεξιοῖς εἶναι αὐτοῦ λέγεσθαι τοὺς δὲ ἀσεβεῖς οἱονεὶ ἐν τοῖς ἀριστεροῖς, ὥσπερ καὶ ὁ σωτήρ φησι cτήcει τὰ πρόβατα ἐκ δεξιῶν τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. ἀλλὰ καὶ τὸ καθίσας ἐν δεξιᾷ τοιοῦτόν ἐστιν ‘ἱδρύσας καὶ βασιλείαν αὐτῷ καὶ ἀρχὴν δωρησάμενος,‘ καθ’ ἣν ἐπιστατεῖ καὶ ἄρχει τῶν ἁγίων, ὠφελῶν αὐτοὺς καὶ μεταδιδοὺς ἑαυτοῦ, ὁ ὑπεράνω πάντων γενόμενος Ἰησοῦς διὰ τὴν φιλάν‐
85θρωπον εἰς πάντα οἰκονομίαν.
πολλὰ μὲν οὖν τὰ ἄρχοντα καὶ ἡγούμενα τῶν δεομένων τῆς παρ’ αὐτοῦ ἐπιστασίας καὶ πολλὰ τὰ ἐξουσιάζοντα καὶ πολλὰ τὰ κυριεύοντα, πολλὰ δὲ καὶ τὰ τῆς ἰδίας δυνάμεως μεταδιδόντα, τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, τινὰ δὲ καὶ ἐν τῷ μέλλοντι ἐνεργήσοντα· οὐδὲν δὲ τούτων ἄρχει ἀρχὴν ἡλίκην ὁ υἱός.400
90δεῖται γὰρ πάντα τὰ ἄρχοντα αὐτοῦ ἄρχοντος αὐτῶν· ἀλλὰ καὶ ἐξουσίαι βέλτιον ἐξουσιάσουσιν ὑπὸ τὴν ἐξουσίαν ὄντες τοῦ Χριστοῦ, ὑπερεχούσης τῆς τοῦ Θεοῦ δυνάμεως παρὰ πᾶσαν τὴν λοιπὴν δύναμιν· ἀλλὰ κἂν ἄγηταί τινα ἐπὶ συμφέρουσαν δουλείαν ὑπὸ τῶν καλῶς κυριευόντων, ἀνάγκη ταῦτα τὰ κυριεύοντα λαμβάνοντα τὴν ἐπιστήμην τοῦ κυριεύειν ἀπὸ τοῦ κυρίου τῶν
95κυριευόντων κυριεύειν ὧν κυριεύει. ὅθεν ὁ ἐγείρας ἐκ νεκρῶν τὸν Χριστὸν ἐκάθισεν αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· εἰκὸς γὰρ εἶναί τινα καὶ ἄρρητα καὶ ἀνεκδιήγητα κατὰ τὴν διάταξιν τῶν ὅλων ἡμῖν οὐ ληπτὰ ὀνόματα

9

(100)

ὀνομαζόμενα, τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ 〈τινὰ〉 ἐν τῷ μέλλοντι. πόθεν δὲ τῷ ἀποστόλῳ τὰ ὀνόματα ταῦτα ἢ ἀπὸ τοῦ ἀποκαλύψαντος αὐτῷ ἁγίου πνεύματος; πῶς δὲ εἴρηται καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ἐξεταστέον, φανεροῦ ὄντος ὅτι μυρίοι ὅσοι εἰσὶν οἱ ἔτι ἀνυποτακτοῦντες τῷ Λόγῳ τοῦ Θεοῦ.
105οὔπω γὰρ ἔτι ὁρῶμεν τὰ πάντα ὑποτεταγμένα· καὶ τὸ δεῖ δὲ αὐτὸν βαcιλεύειν ἄχριc οὗ ἂν θῇ πάνταc τοὺc ἐχθροὺc ὑπὸ τοὺc πόδαc αὐτοῦ δηλοῖ τὸ μηδέπω πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ εἶναι. ὁ μὲν οὖν τις ἐρεῖ ὅτι κατὰ πρόγνωσιν εἴρηται καὶ τοῦτο. ἕτερος δέ, τὴν κατάταξιν τοῦ Θεοῦ ᾗ κατατάσσει ἕκαστον εἴς τι τάγμα παριστάς, ἐρεῖ τόδε· πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας
110αὐτοῦ ὅσα τῆς τάξεώς ἐστι τῶν ὑποτασσομένων. καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ, 〈τὸ πλήρωμα〉 τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. σῶμα Χριστοῦ εὑρίσκοντες λεγομένην τὴν ἐκκλησίαν, ζητοῦμεν πότερόν ποτε, ὡς παρὰ τὴν κεφαλὴν τὸ λοιπὸν σῶμα, ὄργανον τῆς κεφαλῆς δεῖ αὐτὴν
115νοεῖν, ἢ ὥσπερ τοῦ ἀνθρώπου σῶμα, οὗ σώματος μέρος ἐστὶν ἡ κεφαλή, οὕτως Χριστοῦ σῶμά ἐστι ψυχούμενον ὑπὸ τῆς θειότητος αὐτοῦ καὶ πληρούμενον ὑπὸ τοῦ πνεύματος αὐτοῦ ἡ πᾶσα ἐκκλησία Χριστοῦ, ἢ ἄλλως πως δεῖ ταῦτα ἐκλαμβάνειν. ἐὰν μέντοιγε τὸ δεύτερον ᾖ, ἔσται τὸ μὲν ἀνθρωπικώτερον αὐτοῦ καὶ αὐτὸ μέρος τυγχάνον τοῦ ὅλου σώματος, τὸ δὲ θεῖον καὶ ζωοποιο〈ῦ〉ν
120πᾶσαν τὴν ἐκκλησίαν ἡ ὡσπερεὶ ψυχοῦσα αὐτὴν δύναμις θεία. πῶς δὲ ἡ ἐκκλησία οὖσα σῶμα Χριστοῦ πλήρωμά ἐστι τοῦ τὰ πάντα ἐν
πᾶσι πληρουμένου θέλομεν γνῶναι, καὶ διατί οὐ λέγεται τοῦ τὰ πάντα ἐν πᾶσι πληροῦντος ἀλλὰ τοῦ πληρουμένου. δόξει γὰρ ἀκολουθότερον ἂν εἰρῆσθαι τὸ τὸν Χριστὸν εἶναι τὸν πληροῦντα, οὐχὶ δὲ τὸν πληρούμενον· αὐτὸς γὰρ οὐ401
125μόνον νόμου ἐστὶ πλήρωμα, ἀλλὰ καὶ πάντων τῶν πληρωμάτων ἐστὶ πλήρωμα, οὐκ ἂν χωρὶς αὐτοῦ τινὸς πλήρους γινομένου. ὅρα δὲ εἰ δύναται πρὸς ταῦτα οὕτως ἀπαντῆσαι ὁ λέγων ὅτι, καθάπερ διὰ τὴν πολλὴν σχέσιν καὶ κοινωνίαν τοῦ υἱοῦ πρὸς τὰ λογικὰ ὥσπερ πλήρωμά ἐστι πάντων τῶν λογικῶν ὁ υἱὸς τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ὡσπερεὶ πλήρωμα εἰς ἑαυτὸν ἀναλαμβάνει, πληρέστατος
130ἀποδεικνύμενος καθ’ ἕκαστον τῶν μακαρίων. καὶ ἵνα γε σαφέστερον γένηται τὸ λεγόμενον, ἐννόει βασιλέα μὲν πληρούμενον τῆς βασιλείας καθ’ ἕκαστον τῶν αὐξόντων τὴν βασιλείαν, κενούμενον δὲ ταύτης ἐν τοῖς ἀφισταμένοις· τούτου τοῦ βασιλέως οὐδὲν δὲ ὅ〈λ〉ως ἁρμοδιώτερον τῇ Χριστοῦ φιλανθρώπῳ ἐστὶ βασιλείᾳ, ἑκάστου τῶν συμπληρούντων αὐτὴν εὐεργετουμένων ὑπ’ αὐτοῦ
135λογικῶ〈σ〉 καὶ τελειουμένων, οἵτινες προσφεύγοντες αὐτῷ συμπληροῦσιν αὐτοῦ τὸ σῶμα, κενόν πως ὂν ὅτε λείπει τῶν εὐεργετουμένων. διὸ πληροῦται ἐν πᾶσι τοῖς προσιοῦσιν ὁ Χριστός, λείπων τούτοις πρὶν προσέλθωσιν. [ii 1—5] Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν
140ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ 〈ἡ〉μεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπι‐ θυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν δια‐ νοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει διὰ πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς
145τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ. τὸ ἑξῆς ἐστι· καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρ‐ τίαις ὑμῶν συνεζωοποίησε τῷ Χριστῷ ὁ Θεός, πλούσιος ὢν ἐν ἐλέει διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς· καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παρα‐ πτώμασιν, ἐν οἷς ποτε περιεπατήσαμεν κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου,

9

(150)

κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν
διανοιῶν, καὶ ἦμεν φύσει τέκνα ὀργῆς, συνεζωοποίησε τῷ Χριστῷ. τὸν δὲ σύνδεσμον το〈ῦ τ〉όπου ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει ἡγούμεθα ἤτοι παρεμ‐402
155βεβλῆσθαι μάτην ἐν τοῖς ἀντιγράφοις ἢ ὡς ὑπ’ ἰδιώτου τῷ λόγῳ Παύλου μὴ τεθεωρῆσθαι παρέλκοντα. σαφῶς δὲ θάνατος τῆς ψυχῆς εἶναι λέγεται τὰ ἁμαρτήματα, ἐκ τοῦ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ἐπεὶ ἴδιόν ἐστι τῆς γραφῆς ὄνομα τὸ ‘παράπτωμα,‘ ἐξεταστέον εἰ διαφέρει
160τῆς ‘ἁμαρτίας,‘ καὶ μάλιστα ἐπειδὴ ἐνθάδε συμπεπλεγμένως εἴρηται τὸ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ζητοῦμεν εἰ τὰ κακῶς ἡμῖν ἤδη τετελεσμένα ‘ἁμαρτίαι‘ ἡμῶν λέγονται, αἱ δὲ ἀρχαὶ τούτων, οἱονεὶ μηδέπω πτώματα οὖσαι ἀλλ’ ὁδεύουσαι ἐπὶ τὸ καὶ πεσεῖν ἡμᾶς, ‘παραπτώματα.‘ καὶ τάχα διὰ τοῦτο ἐν τῷ ὀκτωκαι‐
165δεκάτῳ λέγεται ψαλμῷ παραπτώματα τίc cυνήcει; τῷ τὸν συνιέντα τὰς ῥίζας καὶ τὰς ἀρχὰς ἁμαρτημάτων οὔσας ‘παραπτώματα‘ δύνασθαι ἂν καὶ φυλάττεσθαι πρὸς τὸ μὴ ὑποπεσεῖν καὶ ταῖς ‘ἁμαρτίαις.‘ τί ἐστι κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου περιπατεῖν, καὶ οὐχὶ κατὰ τὸν αἰῶνα τοῦ κρείττονος κόσμου ἐφ’ ὃν οἱ ἅγιοι σπεύδουσιν; ὁ μὲν οὖν τις
170ἁπλούστερον αἰῶνα τοῦ κόσμου τούτου ἡγήσεται τὸν συμπαρεκτεινόμενον χρόνον τῇ τούτου τοῦ κόσμου ἀπ’ ἀρχῆς μεχρὶ τέλους κατασκευῇ. ἄλλος δὲ ἐκ τοῦ ἑξῆς ὑπονοήσει μὴ ἄρα ὁ αὐτός ἐστιν ὁ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας καὶ ὁ αἰὼν τοῦ κόσμου τούτου, ἐπείπερ ὡς καθ’ ἑνὸς τέτακται ταῦτα πάντα, λέγοντος Παύλου
175ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος· καὶ ἐν τῇ πρὸς Γαλάτας δὲ τὸ ὅπωc ἐξέληται ἡμᾶc ἐκ τοῦ αἰῶνοc τοῦ ἐνεcτῶτοc πονηροῦ νομίσει δηλοῦν ὅτι ζῷον πονηρόν ἐστιν ὁ ἐνεcτὼc αἰών, ὁ αὐτὸς ὢν τῷ ἄρχοντι τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος (πλὴν ἔχει ἀντεπιχείρησιν τὸ ἐκ τῆς πρὸς Γαλάτας
180ἐπιστολῆς ῥητόν, ἐπεὶ καὶ περὶ ἡμερῶν λέγεται, τῶν ὁμολογουμένων ὡς οὐκ οὐσῶν ἐμψύχων, τοιοῦτό τι ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰcι, καὶ μικραὶ καὶ πονηραί εἰσιν αἱ ἡμέραι ἃc παρῴκηκα ἐπὶ τῆς γῆς φησὶν ὁ Ἰακώβ). καὶ τὸ δι’ οὗ ἐποίηcε τοὺc αἰῶναc κείμενον δόξει κτίσμα λέγειν τοὺς αἰῶνας, ὧν δύναται εἷς ἀποστατικῶς πονηρὸc γεγονέναι καὶ λέγεσθαι αἰὼν
185τοῦ κόσμου τούτου καὶ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε. καὶ παρατηρητέον γε ὅτι οὐκ εἶπε κατὰ τὸν ἄρχοντα τοῦ ἀέρος ἀλλὰ τῆς ἐξουσίας τοῦ ἀέρος· οὐκοῦν ζητητέον τὴν τοῦ ἀέρος ἐξουσίαν, ἵνα οὕτως ἴδωμεν
190τὸν ἄρχοντα ταύτης. δύναται δὲ ἡ λέξις καὶ τοιοῦτό τι δηλοῦν κατὰ τὸν
ἄρχοντα τῆς ἐξουσίας τοῦ πνεύματος, ὅπερ πνεῦμα ἀέρος ἐστὶ τὸ πνεῦμα, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. ἐπεὶ οὖν ὁ ἄρχων τινός ἐστιν ἄρχων, ἐπιστήσεις μήποτε πάσης ἐξουσίας ἄρχων ἐστὶ τῆς περὶ τὸν ἀέρα ὁ νῦν λεγόμενος, ἥτις ἐνεργεῖ διατρίβουσα περὶ τὸν ἀέρα εἰς τοὺς τῆς ἀπειθείας403
195υἱούς (καὶ πᾶς δὲ ὁ καταγγελλομένων θείων δογμάτων ἀπειθῶν αὐτοῖς δι’ αὐτοῦ τοῦ ἀπειθεῖν υἱὸς ἀπειθείας ἀναφαίνεται)· καὶ μήποτε πρὸc ταύτας ἡμῖν τὰc ἐξουcίαc ἡ πάλη, ἀνθισταμένοις ταῖς ἐνεργείαις αἷς βούλονται ἐμποιεῖν καὶ εἰς ἡμᾶς, θέλουσαι ἡμᾶς ποιῆσαι υἱοὺς ἀπειθείας. οὐ θαυμαστὸν δὲ ταύτας τὰc ἐξουcίαc ἐν τοῖc ἐπουρανίοιc εἶναι λέγεσθαι (ὥσπερ τὰc ἀρχὰc καὶ τὰc

9

(200)

ἐξουcίαc καὶ τοὺc κοcμοκράτοραc ἐν τοῖc ἐπουρανίοιc), τοῦ περὶ ἡμᾶς ἀέρος κατά τινα συνήθειαν τῆς γραφῆς ‘οὐρανοῦ‘ ὀνομαζομένου· λέγεται γὰρ πετεινὰ οὐρανοῦ, σαφὲς δὲ ὅτι ταῦτα κατὰ τὸν ἀέρα λέγεται. τὸ δὲ καὶ ἐν οἷς ἡμεῖς πάντες ἀνεστράφημέν ποτε, τίσιν ἢ τοῖς παραπτώ‐ μασι; καὶ γὰρ οὐκ ἀπέδωκέ τι πρὸς τὰ παραπτώματα ἀλλὰ πρὸς μόνας τὰς
205ἁμαρτίας· εἰπὼν γοῦν καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐπιφέρει τὸ ἐν 〈α〉ἷς ποτε περιεπατήσατε· νῦν δὲ ἀποδίδωσι πρὸς τὸ τοῖς παραπτώμασιν ὑμῶν τὸ καὶ ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε, ἵνα μὴ δόξῃ, εἰπὼν τὸ ἐν 〈α〉ἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου ἑαυτὸν δὲ ἀποσιωπῶν, οἷον ἀλαζονεύεσθαι δοκεῖν. οἶδε δέ τινα
210αὐτὸς ὁ Παῦλος ἐπιθυμίαν τῆς σαρκός, καὶ ἑτέραν ἐπιθυμίαν τοῦ πνεύματος, λέγων ἡ cὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματοc τὸ δὲ πνεῦμα κατὰ τῆc cαρκόc. ἀναστραφέντες δὲ ἐν τοῖς παραπτώμασιν, ἐπεὶ ἤμεθα ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ἐποιοῦμεν οὐχ ἕν τι ἀλλὰ πλείονα θελήματα, καὶ οὐ μόνον τῆς σαρκὸς ἀλλὰ καὶ τῶν διανοιῶν· ζητοῦμεν δὲ τίνα τὰ θελήματα τῶν
215διανοιῶν ἕτερα ὄντα τῶν θελημάτων τῆς σαρκός· καὶ στοχαζόμεθά γε 〈ὅτι〉 τῷ μὲν ποιεῖν τὰ ἔργα τῆς σαρκὸς καὶ φιληδονεῖν ποιεῖ τις τὰ θελήματα τῆς σαρκός, τῷ δὲ ἀποπεπτωκέναι τῆς ὑγιοῦς δόξης καὶ τῆς ὀρθῆς διανοίας ποιοῦ‐ μεν τὰ θελήματα τῶν διανοιῶν. εἰς δὲ τὸ ἤμεθα φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποί, οὐκ οἴδαμεν ὅ τι ποτὲ
220ἐροῦσιν οἱ τὰς πνευματικὰς ἀρχῆθεν φύσεις εἰσάγοντες· πῶς γὰρ ὁ φύσει υἱὸς Θεοῦ φύσει εἶναι λέγεται υἱὸς ὀργῆς, ἀποκρινέσθωσαν. ἡμεῖς δὲ οἰόμεθα διὰ τὸ cῶμα τῆc ταπεινώcεωc γεγονέναι τέκνα φύσει ὀργῆς, ὅτε ἐνέκειτο ἡμῶν ἡ διάνοια ἐπὶ τὰ πονηρὰ ἐκ νεότητοc· κατὰ γὰρ τὸν Σολομῶντα οὔκ ἐcτι
δίκαιοc ἐπὶ τῆc γῆc ὃc ποιήcει ἀγαθὸν καὶ οὐχ ἁμαρτήcεται.404

10

(n1)

Eph. ii 6 [καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις.]
1
[Ὠριγένης δέ φησι] τὸ συνήγειρε καὶ συνεκάθισεν ὁ μὲν ἁπλούστερον ἐκλαμβάνων κατὰ πρό‐ γνωσιν καὶ προορισμὸν Θεοῦ φήσει εἰρῆσθαι, ὡς ἤδη γενόμενον τὸ ἐσόμενον· ὁ δὲ νοητὴν θεωρῶν τὴν Χριστοῦ βασιλείαν οὐκ ὀκνήσει λέγειν τὸν ἤδη ἅγιον,
5ὥσπερ οὐκ εἶναι ἐν σαρκὶ κἂν ὑπὸ τῶν ἁπλουστέρων λέγηται εἶναι ἐν σαρκί, οὕτως οὐκ εἶναι ἐπὶ γῆς κἂν κατὰ τὸ αἰσθητὸν βλέπηται ἐπὶ γῆς τυγχάνων. ὁ γὰρ ἐν πνεύματι οὐκ ἐστὶν ἐπὶ γῆς, καὶ οὐδεὶς τῶν ἐν τοῖς ἐπουρανίοις ἐστὶν ἐν cαρκὶ ἀλλ’ ἤδη ἐν πνεύματι. αἱ γοῦν τοιαίδε διαθέσεις καὶ ἡ τῶν τηλίκων 〈τ〉ε καὶ τοιῶνδε κατάληψις οὐκ ἐστὶν ἐπίγειος ἀλλ’ ἐπουράνιος, πάντων τῶν ἤδη
10τὸ πολίτευμα ἐν οὐρανοῖc ἐχόντων συγκαθισάντων τῷ Χριστῷ ἐν τοῖς ἐπουρα‐ νίοις, εἴπερ καὶ ἡ βαcιλεία τοῦ Θεοῦ ἐντὸc ἡμῶν ἐcτιν, ἵν’ οὕτως ὦμεν κεκαθικότες ἐν τοῖς ἐπουρανίοις συγκαθήμενοι τῷ Χριστῷ καὶ συνιδρυμένοι τῇ Σοφίᾳ καὶ τῷ Λόγῳ τοῦ Θεοῦ.

11

(n1)

Eph. ii 12 [ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι
n2τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα
n3μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.]
1
[Ὠριγένης φησί] πρὸς τοὺς νομίζοντας μὴ τὴν τοῦ Ἰσραὴλ πολιτείαν πολιτεύεσθαι τοὺς εἰς Χριστὸν πεπιστευκότας ἀλλὰ ἄλλην τινὰ καινὴν καὶ οὐδὲν πρὸς ἐκείνην κοινὸν ἔχουσαν, καλὸν παρατήρημα ἐντεῦθεν ἔστι λαβεῖν. ἦτε γάρ, φησίν, ἐν τῷ καιρῷ
5ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, ὡς νῦν οὐκέτι αὐτῶν ὄντων χωρὶς Χριστοῦ ἀλλ’ οὐδὲ ἀπηλλοτριωμένων τῆς πολι‐ τείας τοῦ Ἰσραήλ· τοῖς γὰρ νοοῦσι τὸν πνευματικὸν νόμον καὶ κατ’ αὐτὸν βιοῦσι πᾶσιν ὑπάρχει τὸ 〈ᾠ〉κειῶσθαι τῇ πολιτείᾳ τοῦ Ἰσραὴλ καὶ μᾶλλον τῶν σωμα‐ τικῶν Ἰουδαίων· ἀκόλουθον δέ ἐστι τὸν χωρὶς Χριστοῦ καὶ ἀπηλλοτριωμένον τῆς
10πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένον νομίζειν εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. ζητήσεις δὲ μήποτε διὰ τοῦτο εἴρηται ἄθεοι ἐν τῷ κόσμῳ τούτ〈ῳ〉· ἐπεὶ ὅσον ἐπὶ τῇ προγνώσει τοῦ Θεοῦ οὐκ ἦσαν ἄθεοι οἷς γράφεται ἡ ἐπιστολή. [ii 13] νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς
ἐν τῷ αἵματι τοῦ Χριστοῦ.405
15 τὸ μακρὰν καὶ τὸ ἐγγὺς ὠνομάσθη ἀπὸ τῶν τοπικῶς μακρὰν ἢ ἐγγύς, εἰς παράστασιν τῆς πόρρω τοῦ Θεοῦ προαιρέσεως καὶ τῆς ἐγγιζούσης τῷ θελήματι αὐτοῦ· γινόμεθα δὲ ἐγγὺς καθαρθέντες τῷ αἵματι τοῦ Χριστοῦ καὶ ταύτης τῆς τιμῆc ἀγοραcθέντεc. [ii 14a] αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.
20 τηρητέον ὅτι, ὥσπερ ἐστὶ λόγοc ὁ Χριστὸς καὶ cοφία καὶ δύναμιc καὶ ζωή, οὕτως καὶ εἰρήνη· καὶ συνακτέον γε πάντα ἀπὸ πάσης γραφῆς ἃ ὀνομάζεται, ἵνα αὐτὸν ἀκριβέστερον νοήσωμεν. ὥσπερ οὖν ὁ ἔχων αὐτὸν ἔχει λόγον, ὅτε αὐτὸν ζητήcαc εὗρεν ὡς λόγον (τὸ δὲ ἀνάλογον καὶ ἐπὶ cοφίαc καὶ δικαιοcύνηc ἔχει), οὕτως ζητήσωμεν αὐτὸν καὶ ὡς εἰρήνην, ἵνα αὐτὸν ἔχωμεν καθώς ἐστιν Εἰρήνη
25καὶ εἰρήνη πάντων τῶν λογικῶν· ὁ δὲ μὴ ἔχων τὴν εἰρήνην οὐκ ἔχει τὸν Χριστόν.

12

(n1)

Eph. ii 14b, 15, 17 [ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ
n2φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν
n3δόγμασιν καταλύσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον ... καὶ
n4ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς.]
1
[Ὠριγένης δέ φησι] ταῦτα λέγεσθαι περὶ τῶν θειοτέρων δυνάμεων καὶ τῶν ἀπὸ ἀνθρώπων σωζομένων, τῶν μὲν θειοτέρων δυνάμεων οὐσῶν καὶ πρότερον ἐγγὺς τῶν δὲ ἀνθρώπων μακράν (ἐφαρμόσει δὲ τούτοις ὁ ταῦτα λέγων τὸ εἰρηνο‐
5ποιήcαc διὰ τοῦ αἵματοc τοῦ cταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆc γῆc εἴτε τὰ ἐν τοῖc οὐρανοῖc, καὶ ὅλα τὰ κατὰ τὸν τόπον οὕτω διηγήσεται), τῶν μὲν κρειττό‐ νων δυνάμεων ὅτι ἐν φιλίᾳ ἦν πρὸς τὸν θεόν, τῶν δὲ ἐν κόσμῳ ἀνθρώπων ὅτι ἐν ἔχθρᾳ ἦν πρὸς αὐτόν· καὶ αὕτη ἡ ἔχθρα τὸ μεσότοιχον ἦν τοῦ φραγμοῦ κωλῦον τοῦ ἑνοῦσθαι τὴν ἀνθρώπων φύσιν τῇ μακαριότητι τῶν κρειττόνων.
10τοῦτο οὖν τὸ μεσότοιχον τοῦ φραγμοῦ, ἔχθρα τυγχάνον, ἐλύθη διὰ τοῦ ἐνην‐ θρωπηκέναι τὸν σωτῆρα ἡμῶν, καὶ διὰ τοῦτο λέγεται λελύσθαι ἐν τῇ σαρκὶ αὐτοῦ. καὶ πρόσχες γε τῷ ἑξῆς, εἰ δύναται πληκτικώτερον λέγεσθαι ὑπὸ τοῦ οὕτως ἑρμηνεύοντος· κατά γε τὸν ἀληθῆ νόμον, οὗ cκιὰ καὶ ὑπόδειγμα τὸ γράμμα Μωσέως ἦν, ἐλάτρευόν τινες ἐν τοῖc ἐπουρανίοιc· καὶ ἐκεῖνος ὁ νόμος δόγματά
15ἐστι μᾶλλον ἢ νόμος ἐντολῶν, ἅπερ δόγματα ὁ ἀξιωθεὶς νοῆσαι, τ〈ῷ〉 καταλελύ‐
σθαι τὸ διατειχῖζον αὐτὸν ἀπὸ τῶν κρειττόνων μεσότοιχον τοῦ φραγμοῦ, οὐκέτι τῷ νόμῳ τῶν ἐντολῶν ζῇ· τὸν γὰρ νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργεῖ Χριστός, ἵνα, νοηθέντων τῶν δηλουμένων ἀπὸ τοῦ νόμου τῶν ἐντολῶν δογμάτων, καταφρονηθῇ ὡς ἀποκτέννον τὸ γράμμα τοῦ νόμου τῶν ἐντολῶν.406
20 καταργηθεὶς τοίνυν ἀπὸ τοῦ σωτῆρος ὁ νόμος τῶν ἐντολῶν διὰ τῆς τῶν ἐν αὐτοῖς δογμάτων φανερώσεως συνήγαγεν ἀμφοτέρους, λέγω δὴ τὰς θειοτέρας δυνάμεις καὶ τοὺς ἐξ ἀνθρώπων πιστεύοντας, εἰς ἕνα καινὸν ἄνθρωπον. ὁ δὲ καινὸς ἄνθρωποc ἐκ τοῦ ὁcημέραι ἀνακαινοῦcθαι νοεῖται, καὶ κατοικισθήσεται ἐν καινῷ κόσμῳ, ὅτι ἔcται ὁ οὐρανὸc καινὸc καὶ ἡ γῆ καινή.
25 δόξει δὲ τὸ εἰς ἕνα καινὸν ἄνθρωπον ἐναντιοῦσθαι τῇ ἑρμηνείᾳ. [ii 19—22] ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε
30εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. πρὸς τὸ προειρημένον ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας νῦν λέγεται ἄρα οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, καὶ πρὸς τὸ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ νῦν τὸ ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ. τὰ δὲ ῥήματα ταῦτα προσακτέον τοῖς εἰσάγουσι τὰς φύσεις· πῶς γὰρ ξένοι
35οἱ φύσει πολῖται τῶν ἁγίων καὶ πῶς οἱ φύσει ξένοι οἰκεῖοι τοῦ Θεοῦ; τὰ δὲ ἀπὸ τοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν δόξει συνᾴδειν τῇ ἑρμηνείᾳ τῇ περὶ τοῦ ἐγγὺς μὲν εἶναι τὸν Ἰσραήλ, πόρρω δὲ τὰ ἔθνη. δεήσει δὲ τούτοις τοῖς ῥητοῖς χρήσασθαι κατὰ τῶν διακοπτόντων τὴν θεότητα
40καὶ οἰομένων ἑτέρου εἶναι Θεοῦ τοὺς προφήτας καὶ ἄλλου τοὺς ἀποστόλους. εἰ γὰρ οἱ μηκέτι ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ ἐποικοδομοῦνται ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, 〈ἐν ᾧ καὶ οἱ Ἐφέσιοι συνοικοδομοῦνται εἰς
45κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι, εἷς ἐστιν Θεὸς μιᾶς οἰκοδομῆς καὶ ναοῦ
τοῦ ἐποικοδομηθέντος ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. εἰ δὲ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,〉 φιλοτιμητέον ἁρμονίους ἡμᾶς γενέσθαι ζῶνταc λίθουc τῇ πάσῃ οἰκοδομῇ, ἵνα συνοικοδομη‐ θέντες κατοικητήριον γενώμεθα τῷ Θεῷ χωροῦντες εἰς αὐτοὺς πᾶσαν τὴν407

12

(50)

θεολογίαν αὐτοῦ.

13

(n1)

Eph. iii 1—3 [τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν
n2τῶν ἐθνῶν—εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης
n3μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέ‐
n4γραψα ἐν ὀλίγῳ.]
1
[Ὠριγένης δέ φησιν] ὡς πρὸς τὴν φράσιν, κα〈τὰ〉 τὸ δυνατὸν ζητήσαντες ἀποκαταστῆσαι αὐτὴν φα‐ μὲν ὅτι οὐκ ἀνταποδέδωκε πρὸς τὸ τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος, τὸ τί τούτου γὰρ χάριν πεποίηκα ἢ τί μοι γεγένηται οὐ πάνυ τι παρέστησεν· εἰ μὴ ἄρα
5τοῦ μὲν ὡς πρὸς τὴν φράσιν ἀκολούθου ὡς ἰδιώτηc τῷ λόγῳ ἀποπέπτωκε τὸν δὲ ὀφειλόμενον νοῦν οὐκ εὐφραδῶς ἀποδέδωκεν, οὕτως λέξοντα ἂν τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ δέσμιος ὑπὲρ ὑμῶν τῶν ἐθνῶν ἐγνώρισα τὸ μυστήριον ὑπὲρ τοῦ καὶ ὑμῖν μεταδοῦναι, ὡς καὶ αὐτὸς ἐν τοῖς πρὸ τούτων δι’ ὀλίγων ἔγραψα, ὀφείλετε δὲ ἀκηκοέναι τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς
10δοθείσης μοι εἰς ὑμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν, ὑπὲρ ὧν δέσμιος γέγονα Ἰησοῦ Χριστοῦ. σολοικισμὸν δὲ νομίζω γεγονέναι ἐν τῷ τόπῳ· δέον γὰρ αὐτὸν εἰρηκέναι τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ ἐγνώρισα τὸ μυστήριον, ὁ δέ φησι τούτου χάριν ἐγὼ Παῦλος δέσμιος, κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον. εἰ δέ τις δύναται παραστῆσαι πρὸς τῇ διανοίᾳ καὶ τὴν φράσιν
15αὐτῷ ἐπιτετευγμένην, ἐκείνου μάλιστα ἀκουστέον. ἐν ὀλίγοις τοῖς πρὸ τούτων ἔστιν ἀληθῶς εὑρεῖν τὸν ἐπιμελῶς ἐντυγχάνοντα ἀποκάλυψιν ἐγνωριcμένην μυcτηρίου ἁγίου τῷ Παύλῳ.

14

(n1)

Eph. iii 12 [ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει
n2διὰ τῆς πίστεως αὐτοῦ.]408
1
[Ὠριγένης δέ φησιν] ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώcκῃ, παρρηcίαν ἔχομεν πρὸc τὸν Θεόν. μέγα δέ ἐστιν οὐχ ἁπλῶς ἔχειν παρρηcίαν, ἀλλ’ ἐν πεποιθήσει παρρησίαν· καὶ προσαγωγὴν διὰ τὸ βέβαιον πάλιν ἐν παρρησίᾳ. ἀρχὴ δὲ τῆς ἐν πεποιθήσει
5παρρησίας ἐστὶ καὶ προσαγωγῆςπίστις ἡ εἰς τὸν Χριστόν. πολλάκις δὲ εἴπομεν ὅτι ὁ πάντα λόγῳ ποιῶν πεπίστευκεν εἰς τὸν Χριστὸν Λόγον, καὶ ὁ τὴν σοφίαν καταλαμβάνων πεπίστευκεν εἰς τὸν Χριστὸν τὴν Σοφίαν, καὶ ὁ τὴν ἀλήθειαν τρανῶν πεπίστευκεν εἰς Χριστὸν τὴν Ἀλήθειαν, καὶ ὁ κατὰ δικαιοσύνην βιοὺς πεπίστευκεν εἰς Χριστὸν τὴν Δικαιοσύνην.
10 [iii 13] διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ 〈ὑ〉μ〈ῶν〉, ἥτις ἐστὶν δόξα ὑμῶν. ἀγωνιζόμενοc ὑπὲρ τῶν Χριστῷ μαθητευομένων πολλὰ εἶχε τὰ θλίβοντα· διὸ αἰτοῦμαι φησὶ μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν· αἰσθανομένου γὰρ ἑαυτοῦ ἐστιν οἷον κινδυνεύοντος ἐκκακεῖν τ〈ὸ〉 ταῦτα λέγειν.
15 μετὰ ταῦτα ζητοῦμεν τίνι ἐφαρμόσομεν τὸ ἥτις ἐστὶ δόξα ὑμῶν. ὁ μὲν οὖν τις ἐρεῖ ὅτι πρὸς τὰς θλίψεις ἀποδέδωκε τὸ ἥτις ἐστὶ δόξα ὑμῶν, ὡσεὶ ἔλεγεν ‘αἵτινές εἰσι δόξα ὑμῶν,‘ διὰ δὲ τὸ ἑνικὸν τῆς δόξης, ὡς ἰδιώτηc τῷ λόγῳ, ἀποδέδωκεν ἀντὶ τοῦ ‘αἵτινεσ‘ τὸ ἥτις. ἄλλος δὲ τὸ ἥτις ἐστὶ δόξα ὑμῶν ἤτοι πρὸς τὴν παρρησίαν ἢ τὴν προσαγωγὴν ἢ τὴν πίστιν ἀποδώσει· καὶ γὰρ
20ἡ παρρησία δόξα τοῦ ἔχοντός ἐστι, καὶ ἡ προσαγωγὴ δόξα τοῦ προσαγομένου Θεῷ, καὶ ἡ πίστις δόξα τοῦ πιστεύοντος ἂν εἶναι λέγοιτο. δύναται δὲ τὸ διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν τοιοῦτο εἶναι, ‘διὸ αἰτοῦμαι ὑπὲρ ὑμῶν, τὸ μὴ ἐκκακεῖν ὑμᾶς ἐν ταῖς θλίψεσί μου, αἵτινές εἰσιν ὑμετέρα δόξα.‘ καὶ δόξει γε τὰ ἑξῆς ταύτῃ μᾶλλον τῇ ἐκδοχῇ
25συνᾴδειν· τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι· χρεία γὰρ δυνάμει κραταιωθῆναι τὸν μὴ ἐκκακήσοντα ἐπὶ θλίψεσιν. ἐρεῖ δέ τις πρὸς τὸ δεύτερον, λόγον μὲν εἶχεν θλιβομένων τῶν Ἐφεσίων αἰτεῖν τὸν Παῦλον περὶ αὐτ〈ῶ〉ν μὴ ἐκκακεῖν, γελοῖον δὲ εἶναι δόξει τὸ Παύλου
30θλιβομένου εὐχῆς δεῖσθαι τοὺς Ἐφεσίους ἵνα μὴ ἐκκακῶσιν ἐν ταῖς ἐκείνου
θλίψεσιν. ἀλλὰ πρὸς τοῦτο παραθετέον τὸν πειραcμὸν ὑμῶν τὸν ἐν τῇ cαρκί μου οὐκ ἐξουθενήcατε οὔτε ἐξεπτύcατε· ἐμφαίνεται γὰρ διὰ τούτων ὅτι ἐν τῇ cαρκὶ Παύλου πειραcμὸc ἑτέροις ἐγίνετο. ἄλλως δὲ καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ μάλιστα το〈ὺσ〉 πολλοὺς ταράττον ἐν τοῖς περὶ προνοίας λόγοις ἔστιν, ὅτε409
35τοῖς μὲν ἁγιωτάτοις καὶ δικαιοτάτοις ὁρῶσιν θλίψεις μυρίας καὶ περιστάσεις συμβαινούσας τοῖς δὲ ἀνομωτάτοις τὰ νομιζόμενα καλὰ γινόμενα. ὅτι δὲ ἐν τῇ Ἐφέσῳ καὶ περὶ τὴν Ἀσίαν πολλὰ πέπονθεν ὁ Παῦλος, γέγραπται μὲν καὶ ἐν ταῖς τῶν ἀποστόλων πράξεσιν, ἔξεστι δὲ καὶ ἀπ’ αὐτοῦ μαθεῖν λέγοντος εἰ κατὰ ἄνθρωπον ἐθηριομάχηcα ἐν Ἐφέcῳ, τί μοι τὸ ὄφελοc εἰ
40νεκροὶ οὐκ ἐγείρονται; καὶ ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κορινθίους, οὐ θέλω γὰρ ὑμᾶc ἀγνοεῖν, ἀδελφοί, περὶ τῆc θλίψεωc ἡμῶν τῆc γενομένηc ἐν τῇ Ἀcίᾳ, ὅτι καθ’ ὑπερβολὴν κατὰ δύναμιν ἐβαρήθημεν, ὥcτε ἐξαπορηθῆναι ἡμᾶc καὶ τοῦ ζῆν· ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖc τὸ ἀπόκριμα τοῦ θανάτου ἐcχήκαμεν, ἵνα μὴ πεποιθότεc ὦμεν ἐφ’ ἑαυτοῖc ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺc νεκρούc, ὃc ἐκ τηλικούτων θανάτων
45ἐρρύcατο ἡμᾶc καὶ ῥύεται, ἠλπίκαμεν γὰρ ὅτι καὶ ῥύcεται. ὅρα γὰρ ὅσα ἦν τὰ τῶν θλίψεων αὐτοῦ, ὡς λέγειν ὃc ἐκ τηλικούτων θανάτων ἐρρύcατο ἡμᾶc καὶ ῥύεται.

15

(n1)

Eph. iii 14 [τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα.]
1
[Ὠριγένης φησί] τὸ κάμπτειν τὰ γόνατα σύμβολόν ἐστιν ἄλλης γονυκλισίας τῆς γινομένης ἐν τῷ ὑποτάσσεσθαι τῷ Θεῷ καὶ ὑποπεπτωκέναι αὐτῷ. τούτῳ γὰρ τῷ λόγῳ καὶ ὁ ἀπόστολός φησιν ἵνα ἐν τῷ ὀνόματι Ἰηcοῦ πᾶν γόνυ κάμπτῃ ἐπουρανίων καὶ
5ἐπιγείων καὶ καταχθονίων, καὶ λέγομεν μὴ πάντως τὰ ἐπουράνια ἔχειν σώματα γεγονατωμένα, ἔτι δὲ καὶ τὰ καταχθόνια ὁμοίως, πρὸς τούτοις οὐδὲ τὰς ἀπηλ‐ λαγμένας τούτου τοῦ σώματος ψυχάς. Eph. iii 15 πατριά [Marginal note]. ὁ Χρυσόστομος, πατριαί οἱονεὶ φυλαί. Ὠριγένης ὁμοίως.
10 πατριὰς δὲ καὶ αὐτὸς [scilicet Ὠριγένης] ἐξέδωκεν, οὐ φατρίας κατὰ Θεόδωρον. [iii 16, 17a] ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι 〈τὸν〉 Χριστὸν διὰ τῆς πίστεως, ἐν ταῖς καρδίαις ὑμῶν.
15 ἔοικεν ἡ θειότης αὐτοῦ ἰδίως κατὰ τὴν γραφὴν ‘δόξα‘ αὐτοῦ ὀνομάζεσθαι. πλουτεῖ δὲ θε〈ι〉ότητι πολλῇ καὶ δυσκαταλήπτῳ οὔσῃ τῇ γεννητῇ φύσει ὁ Θεός· ἀπὸ τοῦ πλούτου δὴ τούτου τῆς θειότητος καὶ τῆς δόξης αὐτοῦ μεταδιδούς, οἷς κρίνει μεταδιδόναι δεῖν, δυνάμεως καὶ κραταιότητος, δυνάμει κραταιοῖ διὰ τοῦ πνεύματος αὐτοῦ· κραταιοῖ δὲ κατοικίζων εἰς τὸν χωροῦντα ἔσω ἄνθρωπον410
20τὸν Χριστόν. καὶ τὸ παραδοξότατον, ὅλος ὢν ὁ Χριστὸς καὶ καθ’ ἑαυτὸν ζῶν κατοικεῖ καὶ ἐν τοῖς μετέχουσιν αὐτοῦ, κατοικεῖ δὲ διὰ τῆς πίστεως εἰς τὸν ἔσω ἄνθρωπον, τουτέστι τῷ ἡγεμονικῷ· ἐπάγει γὰρ ἐν ταῖς καρδίαις ὑμῶν.
23n1Eph. iii 17b—19 [ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε
23n2καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ
23n3ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως τὴν ἀγάπην τοῦ Χριστοῦ.]
23
[Ὠριγένης φησί] δοκεῖ μοι σαφῶς τὰ ἑξῆς ἐν σολοικίᾳ εἰρῆσθαι ὡς πρὸς τὴν φράσιν. πρὸς
25γὰρ τὸ δῴη ὑμῖν ἀκόλουθον ἦν εἰπεῖν ‘ἐρριζωμένοις καὶ τεθεμελιωμένοις,‘ ὥστε εἶναι τὸ ἑξῆς ἵνα δῷ ὑμῖν ἐν ἀγάπῃ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, ὥστε εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως· εἰς τὸν ἔσω ἄνθρωπον, λέγω κατὰ τὰς καρδίας ὑμῶν, τουτέστιν τὰ ἡγεμονικά.
30 ὁ δὲ θέλων ἀποκαταστῆσαι τὰ κατὰ τὸν τόπον χωρὶς σολοικίας, σκέψαι εἰ μὴ βιάσεται οὕτως τὴν φράσιν ἀποκαταστάς· τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως,
35ἐν ταῖς καρδίαις ὑμῶν, ἵνα ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλα‐ βέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ τὰ ἑξῆς. ὥστε κατὰ ταύτην τὴν ἐκδοχὴν μεταθετέον τὸ ἵνα ἀπὸ τοῦ ἵνα ἐξισχύσητε ἐπὶ τὸ ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι. ἐν ἀγάπῃ δὲ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις τῇ πρὸς Θεόν, δηλονότι ἐξ ὅληc
40ψυχῆc καὶ ἐξ ὅληc καρδίαc καὶ ἐξ ὅληc ἰcχύοc καὶ ἐξ ὅληc διανοίαc, καὶ τῇ πρὸς τὸν πληcίον κατοικίζεται Χριστός. καὶ ὡς φυτὰ μὲν ἐρρίζωνται ἐν ἀγάπῃ οἱ ἐρριζωμένοι ἐν αὐτῇ, ὡς δὲ οἰκοδομὴ τεθεμελίωνται ἐν ἀγάπῃ· ἔφη δὲ ὁ αὐτὸς Παῦλος Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐcτε. ἔργον δὲ ἰδεῖν ἐπὶ τίνος νῦν εἴρηται τὸ πλάτος, καὶ ἐπὶ τίνος τὸ μῆκος, καὶ
45ἐπὶ τίνος τὸ βάθος, καὶ ἐπὶ τίνος τὸ ὕψος. ἔχει δὲ ταῦτα πάντα ὁ σταυρὸς τοῦ
Χριστοῦ, δι’ οὗ ἀναβὰc εἰc ὕψοc ᾐχμαλώτευcεν αἰχμαλωcίαν, καὶ κατέβη εἰc τὰ κατώτατα τῆc γῆc, εἶχεν γὰρ καὶ ὕψος καὶ βάθος· καὶ εἰc πᾶcαν τὴν γῆν αὐτὸς διέδραμεν, ἐπὶ τὸ πλάτος καὶ μῆκος αὐτῆς φθάσας. καὶ ὁ Χριcτῷ γε cυνεcταυρωμένοc καὶ συνεκτεινόμενος αὐτῷ καταλαμβάνει τὸ πλάτος καὶ μῆκος411

15

(50)

καὶ βάθος καὶ ὕψος. ἔργον δὲ τοῦ ἁγίου καὶ τὸ γνῶναι τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. οὐδεὶς δὲ ὑπερβάλλουσαν ἀγάπην ἔχων γνώσεως δύναταί τι ἀγαπῆσαι τῶν περισπώντων καὶ περιελκόντων ἀπὸ τῆς καταλήψεως τῆς περὶ τῆς ὑπερβαλ〈λ〉όντως ἀγαπωμένης γνώσεως.

16

(n1)

Eph. iv 3 [ἐν ἀγάπῃ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ
n2συνδέσμῳ τῆς εἰρήνης.]
1
[Ὠριγένης φησί] τηρεῖ τὴν ἑνότητα τοῦ πνεύματος ὁ κατηρτιcμένοc τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ τῆς Ἀληθείας καὶ τοῦ Λόγου καὶ τῆς Σοφίας πρὸς τὸν πλησίον. ὅταν δὲ μὴ τὸ αὐτὸ λέγωμεν πάντεc, καὶ διὰ τοῦτο μὴ ᾖ ἐν ἡμῖν cχίcματα, οὐ σπουδά‐
5ζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος διακόπτομεν αὐτὴν εἰς πλείονα. εἰ μέντοιγε ὁ Θεὸς δίδωσι διαιρέcειc χαριcμάτων, ἀλλὰ τηρεῖ τὸ αὐτὸ πνεῦμα· καὶ εἰ χαρίζεται διαιρέcειc διακονιῶν, ἀλλὰ φυλάττει τὸν αὐτὸν κύριον· καὶ εἰ δωρεῖται διαιρέcειc ἐνεργημάτων, ἀλλ’ ὁ αὐτὸc μένει Θεὸc ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶcιν.
10 Ἐφεσίοις μὲν οὖν τοῖς ἤδη ἐσχηκόσι τὴν ἑνότητα τοῦ πνεύματος καὶ δεομένοις τηρεῖν ταύτην λέγεται ἐν ἀγάπῃ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος· τοῖς δὲ μηδέπω ἔχουσι τὴν ἑνότητα τοῦ πνεύματος λέγοιτο 〈ἂν〉 ‘σπουδάζοντες καταντᾶν ἐπὶ τὴν ἑνότητα τοῦ πνεύματοσ‘ ἢ ‘ποιεῖν τὰ τῆς ἑνότητος τοῦ πνεύ‐ ματος.‘ τηρεῖται δὲ ἡ ἑνότης τοῦ πνεύματος, τῆς ἀγάπης συνδεούσης
15τοὺς κατὰ τὸ πνεῦμα ἑνουμένους καὶ εἰς ἓν σῶμα αὐτοὺς συναγούσης τοῦ Χριστοῦ.

17

(n1)

Eph. iv 5, 6 [εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς θεὸς καὶ πατὴρ
n2πάντων, καὶ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν. ἑνὶ δὲ ἑκάστῳ
n3ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.]
1[Ὠριγένης δέ φησι]
διὰ τοὺς συγχέοντας πατέρα καὶ υἱὸν τὸ μὲν κύριος τέτακται ἐπὶ τοῦ υἱοῦ τὸ δὲ εἷς θεὸς ἐπὶ τοῦ πατρός· καὶ πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου δὲ δύο διδόντας βαπτίσματα χρηστέον τῷ ῥητῷ ἓν βάπτισμα.412
5 πάντων δέ ἐστιν ὁ Θεὸς καὶ πατήρ, τ〈ῷ〉 τινῶν μὲν εἶναι Θεὸς καὶ μὴ πατήρ, τινῶν δὲ Θεὸς καὶ πατήρ, ὡς εἴ τις δείξας δέκα τινὰς τὸν ἀριθμὸν ἀνθρώπους, ὧν οἱ μὲν πέντε τοῦδέ τινος υἱοί εἰσιν, οἱ δὲ πέντε δοῦλοι, ἔλεγεν ‘οὗτος τῶν δέκα κύριός ἐστι καὶ πατήρ.‘ πρὸς τούτοις ἐξεταστέον τὴν διαφορὰν τῶν προθέσεων, τῆς ἐπὶ καὶ τῆς
10διὰ καὶ τῆς ἐν. καὶ σωματικῇ γε εἰκόνι χρηστέον τοιαύτῃ· τόπ〈ῳ〉 ὁ ἥλιος ἐπὶ πάντων ἐστι φέρ’ εἰπεῖν τῶν ἐπὶ γῆς, ταῖς δὲ αὐγαῖς λέγοιτο ἂν εἶναι διὰ πάντων, εἰ δὲ καὶ εἰς τὸ βάθος ἑκάστου ἔφθανεν ἡ δύναμις τοῦ φωτὸς αὐτοῦ ἐλέγετο ἂν εἶναι καὶ ἐν πᾶσιν· οὕτως τοίνυν καὶ κατὰ τὰ νοητὰ τὴν μὲν ὑπεροχὴν οἰόμεθα δηλοῦσθαι διὰ το〈ῦ〉 ἐπὶ πάντων, τὸ δὲ διαρκὲς πρὸς ἕκαστον
15ἐν τῷ διὰ πάντων, τὸ δὲ καὶ φθάνειν ἐν πᾶσι τῆς δυνάμεώς ἐστι τοῦ Θεοῦ, ὥστε μηδένα εἶναι κενὸν πάντῃ αὐτοῦ διὰ τοῦ ἐν πᾶσιν. καὶ τ〈ὸ〉 ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ οὕτω νενοῆσθαι νομίζομεν. οὐκ ἐκ μέτρου μὲν δίδωcι τὸ πνεῦμα καὶ τὴν χάριν ὁ Θεός, οὗ τῆc μεγαλωcύνηc αὐτοῦ οὐκ ἔcτι πέραc· μέτρον δὲ
20δίδωσι φειδόμενος τῶν λαμβανόντων, μὴ χωροῦντος ἑκάστου πλέον οὗ συμφερόντως λαμβάνει. πλὴν ἐπεὶ χάρις ἐστὶν ἡ διδομένη—καὶ οὐκ ἐξ ἔργων ἐστίν, ἐπεὶ ἡ χάριc οὐκέτι γίνεται χάριc—δίδοται ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ· εἰ καὶ μὴ ἐξ ἔργων δέ, ἀλλ’ ἐπί τινός γε τῶν ἐφ’ ἡμῖν. ἐκ πίcτεωc γὰρ δίδοται ἡ χάρις, ἐπὶ τῷ συνεργούσης αὐτῆς τὴν πίστιν
25κατακοσμηθῆναι καὶ τοῖς ἔργοις, ὡς εἰπεῖν τὸν λαμβάνοντα τὴν χάριν καὶ ἡ χάριc αὐτοῦ ἡ εἰc ἐμὲ οὐκ εἰς κενὸν ἐγενήθη ἀλλὰ τοσόνδε ἐκοπίαcα.
27n1[iv 11, 12] καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας,
27n2τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν
27n3καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ
27n4Χριστοῦ.
27 ἐχομένως τῶν προκειμένων καὶ ταῦτα ἐπιφέρει. εἰ γὰρ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσίν ἐστιν ὁ Χριστός, ἀλλ’ ἑκάστῳ τῶν ἁγίων ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ, ὥστε τοὺς μέν τινας εἶναι ἀποστόλους
30τοὺς δὲ προφήτας καὶ ἄλλους εὐαγγελιστὰς καὶ μετὰ τούτους ποιμένας καὶ
ἐπὶ πᾶσι διδασκάλους. εἴπερ οὖν διδάσκαλον εἶναι χάρισμά ἐστι διδόμενον κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ, δηλονότι καὶ ποιμένα ποιμαίνοντα μετ’ ἐπιστήμης χρὴ χάρισμα ἔχοντα ποιμαίνειν· πῶς δὲ καὶ εὐαγγελιστής τις ἔσται, οὗ μὴ εἰσὶν413
35ὡραῖοι, ἵν’ οὕτως εἴπω, οἱ πόδεc τῆς ψυχῆς; ἵνα δὲ γένωνται, Θεὸν δεῖ ὡραιότητα αὐτοῖς παρασχεῖν· ἀλλὰ καὶ προφήτην ἀπίcτουc ἐλέγχοντα καὶ ἀνακρίνοντα (τοιοῦτος γάρ ἐστιν ὁ τῆς καινῆς διαθήκης προφήτης), ὃν ἀπὸ Θεοῦ καθίστασθαι τῇ ἐκκληcίᾳ νομιστέον. εἰ δὲ ταῦτα δυνατὸν ἀεὶ εἶναι ἐν τῇ ἐκκλησίᾳ, μήποτε καὶ ἀποστόλους, οἷς δίδοται τὰ cημεῖα τοῦ ἀποcτόλου
40κατεργάζεcθαι, δυνατὸν εὑρεθῆναι καὶ νῦν. χρεία δὲ ἀποστόλων καὶ προφητῶν καὶ τῶν ἑξῆς εἰς τὸν καταρτισμὸν τῶν ἁγίων, ἵνα καταρτίζωνται κατὰ τὸ ἔργον τῆς Χριστοῦ διακονίας, ὅπως οἰκοδο‐ μῆται 〈καὶ〉 ἐνεργῇται τὸ σῶμα τοῦ Χριστοῦ ἐκ τῶν ζώντων λίθων. [iv 13—15] μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως
45καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός.

17

(50)

τίνες πάντες καταντήσομεν εἰς τὴν ἑνότητα τῆς πίστεως ζητητέον, πότερον πάντες ἁπαξαπλῶς ἄνθρωποι, ἢ ἡμεῖς οἱ κληρωθέντες ἐν Χριστῷ. δόξει δὲ πρὸς τὸ πρότερον ἀποδεδόσθαι, διὰ τὸ πολλοὺς ἀνέμους εἶναι τῆς διδασκαλίας τοὺς κλυδωνίζοντας καὶ περιφέροντας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, σχεδὸν τοὺς πάντας ἢ τοὺς πλείστους.
55 πλὴν φιλοτιμητέον ἐπὶ τὴν ἑνότητα τῆς πίστεως καταντῆσαι· καὶ πρὸς τῇ ἑνότητι τῆς πίστεως, γενέσθαι καὶ ἐν τῇ ἑνότητι τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ. ὧν ἐ〈γ〉γενομένων, πᾶσαν νηπιότητα ἀποθέμενοι ἄνδρες χρηματίσ〈ο〉‐ μεν τέλειοι, τὸ μέτρον τῆς ἐν κρυπτῷ ἡλικίας ἄκρως ἀπειληφότες· ὅπερ μέτρον ἡλικίας πληρώματος μέτρον ἐστὶ τοῦ Χριστοῦ, πάντων τῶν ἐπὶ τὸ μέτρον τῆς
60προειρημένης ἡλικίας ἐφθακότων τὸ πλήρωμα τοῦ Χριστοῦ κεχωρηκότων, ὅτε οὐκέτι ἔσονται νήπιοι, οὐδὲ διὰ τὸ περὶ τῶν δογμάτων ἀνερμάτιστον καὶ ἀμφί‐ βολον περὶ αὐτῶν ἐν νηπίων ἕξει περιπατοῦσιν, ὥσπερ ὑπὸ κλύδωνος τῶν
ὑπὲρ ἑκάστου ψεύδους πιθανῶν περιφερόμενοι καὶ παντὶ ἀνέμῳ διδασκαλίας ἐπιδιδόντες ἑαυτούς· τινῶν μὲν ἀνθρώπων οὐ 〈πρὸς τὸ ψεύδεσθαι〉 διακειμένων414
65ἀλλὰ κυβευτικῶς διδασκόντων, ἄλλων δὲ μετὰ πάσης πανουργίας καὶ ἐντρεχείας ἀπατώντων, τ〈ῷ〉 τὴν πλάνην μεθόδοις χρῆσθαι μυρίαις καθ’ ἡμῶν. καὶ ὅταν γε καταντήσωσιν οἱ ἅγιοι εἰς τὸν προειρημένον τέλειον ἄνδρα, τότε τῷ νενοηκέναι τὴν ἀγάπην ἀληθεύοντες ἐν αὐτῇ αὐξήσ〈ουσιν〉 εἰς τὸν Χρίστον πάντα τὰ δοθέντα αὐτοῖς τῆς ἀληθείας σπέρματα, χρώμενοι ὡς σῶμα κεφαλῇ τῷ
70Χριστῷ. ἐπειδὴ δέ φησιν ἵνα μηκέτι ὦμεν νήπιοι, ζητοῦμεν πότερον ταῦτα κατὰ μετριότητα εἶπε, συμπεριλαμβάνων ἑαυτὸν οὐκ ὄντα νήπιον, ἢ ὁρῶν ὅσον ἀπολείπεται ὁ ἐκ μέρουc γινώcκων καὶ ἐκ μέρουc προφητεύων τῆς τελειότητος ἀληθῶς φησιν εἶναι νήπιος. πλὴν ὁ λέγων αὐτὸν κατὰ 〈μετρ〉ιότητα ταῦτα
75εἰρηκέναι, χρήσεται τ〈ῷ〉 ὅτε ἤμην ὡς νήπιοc, ἐλάλουν ὡc νήπιοc, ἐφρόνουν ὡc νήπιοc· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. ὁ δὲ ἕτερος πρὸς τοῦτο ἀποκρινε〈ῖ〉ται, ὅτι συγκρίσει μὲν τῶν πολλῶν ἐγεγόνει μὲν ὁ Παῦλος ἀνήρ, πρὸς δὲ τὰ ἀποκείμενα τοῖς ἁγίοις τέλη ἔτι νήπιος ἦν· καὶ πάντας γὰρ ὁ προφητικὸς λόγος παιδία ὀνομάζει λέγων ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν
80ὁ Θεόc. μετὰ ταῦτα ἐπιστήσεις εἰ μὴ κατὰ μετριότητα ὁ Παῦλος οὐ μόνον νήπιος εἶναί φησιν, ἀλλὰ καὶ κλυδωνιζόμενος καὶ περιφερόμενος παντὶ ἀνέμῳ διδα‐ σκαλίας καὶ τὰ ἑξῆς. ὁ μέντοιγε καὶ τοῦτο λέγων μὴ ἀπὸ μετριότητος αὐτ〈ῷ〉 εἰρῆσθαι, φήσει ὅτι ἄνθρωπος ἦν ὀξὺς καὶ εὐεπήβολος καὶ ἑώρα τοὺς ἐπὶ
85ἑκάτερα ἐπιχειρουμένους λόγους ἱκανοὺς ὄντας περισπάσαι καὶ ἐν κλύδωνι ποιῆσαι γενέσθαι τὸν θεωροῦντα τὰς πιθανότητας· διὰ τοῦτο δὲ καὶ ὡς ἄνθρωπος περιεφέρετο παντὶ ἀνέμῳ διδασκαλίας, οὐ κατασπώμενος μὲν οὐδὲ ναυαγῶν, ὥσπερ δὲ ναῦς παλαίων ποικίλοις πνεύμασιν· ἑώρα δὲ καὶ τοὺς τῶν ἀντικει‐ μένων λόγους οἱονεὶ ἐν κυβείᾳ διδασκόντ〈ων〉 οὐκ ὄντας εὐκαταφρονήτους ἀλλὰ
90πανουργότατα λεγομένους, ὥστε ἱκανοὺς εἶναι πλανῆσαι· καὶ ἤλπιζε τεύξεσθαί ποτε τῆς ἀπὸ τοῦ Θεοῦ βοηθείας πρὸς τὸ ἀποθέcθαι πάντα περισπασμὸν καὶ ἀληθεῦσαι ἀπεριcπάcτωc καὶ ἐν ἀγάπῃ αὐξῆσαι εἰς τὸν Χριστόν, ὃν ᾔδει αὐτοῦ
ὄντα κεφαλὴν καὶ παντὸς τοῦ τῆς ἐκκλησίας σώματος.415

18

(n1)

Eph. iv 17—19 τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς
n2περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν,
n3ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν
n4ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν π〈ώ〉ρωσιν τῆς καρδίας αὐτῶν, οἵτινες
n5ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης
n6ἐν πλεονεξίᾳ.
1
[Ὠριγένης φησίν] ὅτε μὲν ὁ νοῦς ἤτοι πρὸς τοῖς βιωτικοῖς ἐστι, τῇ δυνάμει ἑαυτοῦ πρὸς ταῦτα καταχρώμενος, ἢ πρός τισι δόγμασιν ἀναπεπλασμένοις ὡς ἀληθέσιν, οὐκ οὖσιν ἀληθέσιν, ἐν ματαιότητί ἐστιν· ματαία γὰρ καὶ πᾶσα φροντὶς βιωτικὴ καὶ
5πάντες οἱ προσποιούμενοι εἶναι ἀλήθεια ψευδεῖς λόγοι· ὅτε δὲ ἡ διάνοια, ἥτις ἐστὶν διέξοδος λογική, ὑποσυγκέχυται, οὔτε τὴν φύσιν τῶν λεγομένων θεωροῦσα οὔτε ἐφέπεσθαι τοῖς ποικίλοις τῶν λεγομένων δυναμένη, τότε ἐσκοτῶσθαι εὐλόγως ἂν λέγοιτο. οὔτε οὖν ἐν ματαιότητι τοῦ νοὸς εἶναι δεῖ οὔτε ἐσκοτισμένους τῇ διανοίᾳ, ἵνα μὴ ἀπηλλοτριωμένοι τυγχάνωμεν τῆς ζωῆς τοῦ
10Θεοῦ, ἀγνοίας ἐνυπαρχούσης ἡμῖν καὶ π〈ω〉ρώσεως καρδίας. ταῦτα δὲ ἐὰν ἐπίπλεον νεμηθῇ τὴν ψυχὴν ἡμῶν—λέγω δὲ ματαιότης νοὸς καὶ σκότωσις διανοίας, τὰ ἀλλοτριοῦντα τῆς ζωῆς τοῦ Θεοῦ καὶ παρείσδυσιν διδόντα ἀγνοίᾳ π〈ώ〉ρωσίν τε τῆς καρδίας ἐπιτρέποντα—τότε εἰς ἀναισθησίαν ἐμπεσούμεθα, συνωθοῦντες ἡμῶν τὸ συνειδὸς ἐπὶ τοῖς ἁμαρτανομένοις, καὶ
15παραδώσομεν ἑαυτούς, οὐδὲ κατά ποσον ἀνθιστάμενοι ταῖc cαρκικαῖc ἐπιθυμίαιc, τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας ἁπάσης, μετὰ τοῦ πλεονεκτεῖν ἐκείνους δέ, ὧν τοὺς γάμους νοθεύομεν. εἰ δὲ θέλομεν νοῆσαι τὸ οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, συγκρίν〈ω〉μεν τοὺς δυσσυνειδητοῦντας καὶ βασανιζομένους ἐπὶ τῷ συνεγνωκέναι
20τι ἑαυτοῖς φαῦλον τοῖς μετὰ πάσης ἀδείας πολλαπλασίονα πταίουσιν. οἱ μὲν
γὰρ οὐδέπω ἀπηλγήκασιν, ἀλλ’ ἔτι ἀλγοῦσιν· διόπερ δυνατόν ἐστιν τυχόντας αὐτοὺς βοηθείας λογικῆς θεραπευθῆναι, ὥστε τὸν ἑξῆς βιῶσαι ἀνεπιλήπτως χρόνον. οἱ δὲ οὐκέτι ἀλγοῦσιν ἁμαρτάνοντες· διόπερ μηδὲ ἐπί ποσον ἀντιτείνοντες μηδὲ ἐγκρατευόμενοι ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἔργον ἀκαθαρσίας416
25πάσης ἐν πλεονεξίᾳ. πλὴν εἰς ταῦτα πάντα κίνδυνος ἐμπεσεῖν παντὶ τῷ ἐν ματαιότητι τοῦ νοὸς τυγχάνοντι καὶ ἐσκοτισμένῳ τῇ διανοίᾳ· ὅθεν τοῦ νοῦ καὶ τῆς διανοίας ἡμῖν ἐπιμελητέον, ἵνα ἡ μὲν διάνοια ᾖ πεφωτισμένη, λυομένου τοῦ σκότους ὑπὸ τοῦ ἀληθινοῦ φωτόc, ὅπερ ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος, ὁ δὲ νοῦς ἀπὸ τῆς περὶ τὰ μάταια προσπαθείας ἀνατρεπόμενος προάγοιτο τῷ Θεῷ διὰ τοῦ
30λόγου τῆς cοφίαc. εἰ μέντοιγε διὰ τὴν ἄγνοιαν καὶ π〈ώ〉ρωσιν τῆς καρδίας ἀπαλλοτριοῦνται τῆς ζωῆς τοῦ Θεοῦ οἱ ἀπηλλοτριωμένοι αὐτῆς, τῷ ἐν ματαιότητι γεγονέναι αὐτῶν τὸν νοῦν καὶ ἐν σκοτισμῷ τὴν διάνοιαν, οὐκ ἐκ φύσεως ἀλλ’ ἐξ αἰτιῶν τῶν παρ’ ἡμῶν γινομένων ἐκ τοῦ ἐφ’ ἡμῖν ἀλλοτριοῦνται τῆς ζωῆς ἐκεῖνοι οἱ ἀλλοτριού‐
35μενοι αὐτῆς. ἀκαθαρσίαν δὲ ἐν πλεονεξίᾳ τὴν μοιχείαν οἴομαι εἶναι· ἀλλαχοῦ γὰρ τοῦτό φησιν ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ, ἐν ᾗ ταῦτα· τοῦτο γάρ ἐcτι τὸ θέλημα τοῦ Θεοῦ, ἀπέχεcθαι ὑμᾶc ἀπὸ τῆc πορνείαc· εἰδέναι ἕκαcτον ὑμῶν τὸ ἑαυτοῦ cκεῦοc κτᾶcθαι ἐν ἁγιαcμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίαc καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα
40τὸν Θεόν, τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικοc ὁ Κύριοc περὶ πάντων τούτων, καθὼc προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα· οὐ γὰρ ἐκάλεcεν ἡμᾶc ὁ Θεὸc ἐπὶ ἀκαθαρcίᾳ ἀλλ’ ἐν ἁγιαcμῷ καὶ τιμῇ. τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰc ὑμᾶc. παρατήρει δὲ ὅτι προτρεπόμενος ἐπὶ τὴν ἁγνείαν ἡμᾶς πλεονεκτεῖν ἐν
45τῷ πράγματι τὸν ἀδελφόν φησιν εἴ τις τὴν ἀδελφοῦ λαμβάνοι γυναῖκα· πλὴν ἔκδικοc Κύριοc περὶ πάντων τούτων τῶν πεπλεονεκτημένων, εἴτε ἀδελφῶν εἴτε καὶ ἀπίστων.

19

(n1)

Eph. iv 20—22 [ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, εἴγε αὐτὸν ἠκούσατε
n2καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ
n3τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς
n4ἐπιθυμίας τῆς ἀπάτης.]
1
[Ὠριγένης φησίν] τὸ μαθεῖν τὸν Χριστὸν ταὐτόν ἐστι τ〈ῷ〉 μαθεῖν τὴν ἀρετήν, καὶ τὸ ἀκοῦσαι αὐτὸν οὐ διαφέρει τοῦ συν〈ιέ〉ναι τὸν λόγον τῶν ἀναγεγραμμένων ἐπινοιῶν τοῦ υἱοῦ τοῦ Θεοῦ. εἴ τις οὖν ἔμαθε τὸν Χριστὸν καὶ ἤκουσεν αὐτόν, ἐπεὶ ἔμαθεν
5αὐτὸν ὄντα Σοφίαν καὶ ἤκουσεν αὐτὸν ὡς Θεοῦ Λόγον, παραδεξάμενος ἃ μεμάθηκε καὶ ἤκουσεν, οὐ περιπατήσει ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτοῦ, οὐδ’ ἔσται τῇ διανοίᾳ ἐσκοτισμένος, οὐδὲ τῆς ζωῆς τοῦ Θεοῦ ἀπηλλοτριωμένος. μάθωμεν τοίνυν τὸν Χριστὸν καὶ ἀκούσωμεν αὐτόν· οὐκ ἀπογνωστέον μέντοιγε καὶ τὸ διδαχθῆναι θείᾳ δυνάμει ὑποβαλλούσῃ τῷ νῷ ἡμῶν κεκαθαρμέν〈ῳ〉 λόγον τὸν417
10περὶ Χριστοῦ τέλειον καὶ ἀληθινόν, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. ἐδίδαξε τί τὸ μαθεῖν τὸν Χριστὸν καὶ ἀκοῦσαι καὶ διδαχθῆναι, εἰπὼν καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· ἡ γὰρ τῆς ἀληθείας πρωτότυπος οὐσία ἐν τῷ Ἰησοῦ μόνῳ λέγοντι ἐγώ εἰμι ἡ ἀλήθεια.
15 τὸ δὲ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, ἀσυνάρτητον ὄν, ὅρα εἰ δυνάμεθα οὕτως ἀποκαταστῆσαι· ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· ἵνα ὁ νοῦς
20ᾖ, ὅτι ὥς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, οὕτως ἔσται καὶ ἐν ὑμῖν μαθοῦσι τὸν Χριστὸν καὶ αὐτὸν ἀκούσασι καὶ ἐν αὐτῷ διδαχθεῖσιν, ἀποθεμένοις τε κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. παλαιὸν δὲ ἄνθρωπον ὃν δεῖ ἤδη ἀποθέσθαι τὸν πεπαλαιωμένον ὑπὸ τῆς
25ἁμαρτίας λέγεσθαι νομιστέον· οὗτος γὰρ κατὰ τὴν προτέραν ἀναστροφὴν καὶ τὰς ἐπιθυμίας τῆς ἀπάτης, διὰ τοῦ ἁμαρτάνειν καὶ μηδέποτε ἀφθαρσίας τι ποιεῖν ἀλλ’ ὅλα τὰ τῆς φθορᾶς ἐργάζεσθαι, ἀεὶ φθείρεται. αἱ μὲν οὖν ἐπιθυμίαι τῆς ἀπάτης καὶ ἡ προτέρα ἀναστροφὴ ἐνεργοῦσι τὸ φθείρεσθαι αὐτόν, καὶ οὐδέπω πάντῃ ἔφθαρται ὅσον ταῦτα ποιεῖ, ἀλλὰ φθείρεται· ὁ δὲ λόγος τοῦ
30Θεοῦ οὐ φθείρει ἀλλὰ ἀποκτένει τὸν παλαιὸν ἄνθρωπον ἐπὶ τῷ ζωοποιῆσαι, ἐγὼ γάρ, φησίν, ἀποκτένω καὶ ζῇν ποιήcω, καὶ ὅταν ἀπέκτενεν αὐτοὺc τότε ἐξεζήτουν αὐτόν. ἔτι ζητήσεις πῶς ὁ κατὰ τὴν κακίαν πεπαλαιωμένος παλαιὸς ἄνθρωπος λέγεται. καὶ μήποτε ὥσπερ ἀνακαινοῖ καὶ ἀνακτίζει ἡ ἀρετή, οὕτως ἡ
35ἐναντία αὐτῇ κακία παλαιοῖ, ὡς καὶ τῆς παλαιότητος σημεῖα γίνεσθαι περὶ τὴν ψυχὴν οἱονεὶ τὰς ῥυτίδας, ὥσπερ γίνεται ἐπὶ τῶν γηρασκόντων σωμάτων.
διὰ τοῦτο ἔνδοξον αὐτῷ παρίcτηcι τὴν ἐκκληcίαν Χριστός, μὴ ἔχουcαν cπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων· ὅσον μὲν γὰρ ἔχει σημεῖα τῆς παλαιότητος, ἔχει καὶ τὴν ῥυτίδα· ὅταν δὲ ἀπόθηται τὸν παλαιὸν ἄνθρωπον, ἅπαντα ἀκμάζει καὶ πᾶσα418
40ῥυτὶς ἐξαφανίζεται. ἀπάτης δέ ἐστιν ἐπιθυμία ἡ μοχθηρὰ ἐπιθυμία καὶ ἡ φαύλη. [iv 23] ἀνανεοῦσθε δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν. εἰ χρὴ ἀνανεοῦσθαι κατὰ τὴν λέξιν ταύτην οὔτε ἁπλῶς ἐν τῷ πνεύματι οὔτε ἐν τῷ νοΐ, ἀλλ’ ἐν τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, ζητητέον ἰδίᾳ τίς ὁ νοῦς ἡμῶν
45καὶ τί τὸ πνεῦμα αὐτοῦ. πρόσχες δὲ καὶ τῷ ψαλῶ τῷ πνεύματι ψαλῶ δὲ καὶ τῷ νοΐ, προcεύξομαι τῷ πνεύματι προcεύξομαι καὶ τῷ νοΐ. ἐπιστήσεις οὖν εἰ, ὥσπερ ἔστι πολλὰ πνεύματα καὶ ἕκαστόν τινι ᾠκείωται, οὕτως ἔστιν τι πνεῦμα ᾠκειωμένον ἡμῶν τῷ νοΐ, ὅπερ τοῦ νοὸς ἡμῶν ἀποκαθαιρομένου καὶ πᾶσαν ἀποβαλόντος ἀχλὺν ᾠκειωμένον αὐτῷ ἀνανεοῖ ἡμᾶς.
50n1[iv 24a. καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα.]

19

(50)

εἰ θέλομεν ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα, νοήσωμεν τὸ μιμηταί μου γίνεcθε καθὼc κἀγὼ Χριcτοῦ καὶ τὸ ζῶ δὲ οὐκέτι ἐγὼ ζῇ δὲ ἐν ἐμοὶ Χριcτόc· καὶ ἁπαξαπλῶς μορφωθέντα τὸν Χριcτὸν ἐν ἡμῖν ὅλον καὶ κατὰ πᾶσαν πρᾶξιν δείξομεν. [iv 25a] διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ
55πλησίον αὐτοῦ. οἱ μὲν ἁπλούστεροι πλέον τοῦ ἠθικοῦ οὐδὲν οἰήσονται λέγεσθαι ἐκ τοῦ λεγομένου· ἡμεῖς δέ, ἐναντίον εἶναι πειθόμενοι τῇ ἀληθείᾳ τὸ ψεῦδος, τὸ ἐναντίον τῇ καθηκόντως λαλουμένῃ ἀληθείᾳ πρὸς μόνον τὸν πλησίον ζητοῦμεν ψεῦδος ἀποθέσθαι ὅπερ ἐστὶν ἡ ψευδοδοξία (ἔργον δὲ οὐ τὸ τυχόν ἐστι πρὸς
60τ〈ῷ〉 ἀποθέσθαι ἐκεῖνο τὸ ψεῦδος καὶ τὸ οὕτως ψεῦδος ἀποθέσθαι, καὶ γὰρ δόκιμον δεῖ εἶναι τραπεζίτην καὶ πάντα δοκιμάζειν ἱκανόν, ἵνα μόνον κατέχωμεν τὸ καλὸν ἀπὸ δὲ παντὸc εἴδουc πονηροῦ ἀπεχώμεθα)· ἐναντίον δὲ τῷ κατὰ τὰς ψευδοδοξίας ψεύδει ἐστὶν ἡ σωτήριος ἀλήθεια. τὸ δὲ λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ εἴληπται ἀπὸ τοῦ
65Ζαχαρίου. [iv 26a] ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε.
ὅτι ἀπὸ τοῦ τετάρτου ψαλμοῦ τοῦτο εἴληπται δῆλόν ἐστιν. δύο δὲ σημαίνεται ἐκ τῆς ὀργίζεσθαι φωνῆς· ἢ τὸ ἀπροαίρετον, ὅπερ τινὲς ἐκάλεσαν προ〈σ〉πάθειαν, ἥτις συμβήσεται καὶ τοῖς τελείοις ἀπροαίρετόν τι419
70πάσχουσι κατὰ τὰ τοιάδε εἰς ὀργὴν προκαλούμενα συμπτώματα· ἕτερον δέ, ὅταν ἤδη ἡ συγκατάθεσις παραδέχηται τὸ καθήκειν τιμωρεῖσθαι τὸν ἠδικη‐ 〈κ〉έν〈αι〉 νομιζόμενον, ὅπερ ὡς ἐφ’ ἡμῖν τυγχάνον κελεύει ἀποθέσθαι ὁ ἀπό‐ στολος ἡμᾶς. τὸ πρότερον οὖν τῶν σημαινομένων δηλοῦται ἐν τῷ ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ἀντὶ τοῦ ‘εἰ καὶ παρεδέξασθέ ποτε τὴν ὀργήν, ἀλλὰ
75ἄπρακτον καταλείψατε.‘ [iv 26b] ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. ἐὰν τὸν αἰσθητὸν ἥλιον ἀκούσωμεν λέγεσθαι, ἁμαρτησόμεθα ὅτε ὀργιζόμεθα καὶ τηροῦμεν τὴν ὀργὴν τοῦ ἡλίου δύνοντος, ὅπερ ἄτοπον εἶναι νομίζω. μήποτ’ οὖν ὁ ἀληθινὸς ἥλιος, ὥσπερ δύσεται ἐπὶ τοὺς πονηροὺς προφήτας κατὰ
80τὸ εἰρημένον δύcεται ὁ ἥλιοc ἐπὶ τοὺc προφήταc ὑμῶν μεcημβρίαc, οὕτως καὶ δύει ἐπὶ πάντας τοὺς ἁμαρτάνοντας, οὐ χαριζόμενος αὐτοῖς ἔτι ἁμαρτάνουσι τὴν ἰδίαν ἀνατολήν. ἐντέλλεται οὖν ἡμῖν ὁ Παῦλος μὴ ποιῆσαι τοιαῦτα κατὰ τὴν ὀργὴν ὡς ἐπιδῦναι ἡμῖν τὸν ἥλιον καὶ γενέσθαι ἐν ταῖς ψυχαῖς ἡμῶν
νύκτα.420

20

(n1)

Eph. iv 27 [μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.]
1
[Ὠριγένης δέ φησιν] ὅμοιον τοῦτό ἐστι τῷ ἐν τῷ Ἐκκλησιαστῇ εἰρημένῳ, ἐὰν πνεῦμα τοῦ ἐξουcιά‐ ζοντοc ἀναβῇ ἐπί cε τόπον cου μὴ ἀφῇc, ὅτι ἴαμα καταπαύcει ἁμαρτίαc μεγάλαc. τόπον δὲ δίδομεν τῷ διαβόλῳ ἢ τῷ ἐξουcιάζοντι πνεύματι ἀναβάντι ἐφ’
5ἡμᾶς, ὅτε οὐ πεπλήρωται ἡμῶν τὸ ἡγεμονικὸν ἁγίων μαθημάτων ἢ τῆς σωτηρίου πίστεως καὶ λογισμῶν διαφερόντων καὶ συμβουλευόντων ἡμῖν τὰ ἄριστα· κατὰ γὰρ τὸν πατέρα Ἰωάννου Ζαχαρίαν ἐπὶ τὰ κλίματα τῆc ψυχῆc ἐπιcκηνοῖ ὁ Σατανᾶc, καὶ αἱ τοιαίδε συγκαταθέσεις τοῖς χείροσι 〈κ〉αὶ ῥοπαὶ ἐπὶ τὰς συγκαταθέσεις προκαλοῦνται τὸν διάβολον εἰσελθεῖν ἡμῶν εἰς τὰς
10ψυχάς. καὶ ἐπὶ τοῦ Ἰούδα γοῦν γέγραπται τοῦ προδότου, πρότερον μὲν τοῦ
διαβόλου ἤδη βεβληκότοc εἰc τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδα〈c〉 Σίμωνοc Ἰcκαριώτηc, μετὰ δὲ ταῦτα ὅτι μετὰ τὸ ψωμίον εἰcῆλθεν εἰc ἐκεῖνον ὁ Σατανᾶc· ὡς εἰ, βεβληκότοc τοῦ διαβόλου εἰc τὴν καρδίαν Ἰούδα ἵνα παραδῷ τὸν Κύριον, πρὸς τὸ βληθὲν στὰς ὁ Ἰούδας ἦν, οὐκ ἂν ὕστερον εὑρήκει τόπον εἰς αὐτὸν554
15εἰcελθεῖν ὁ Σατανᾶc. [iv 28] ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ καὶ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. ἐπείπερ ἐν ταῖς τοῦ βίου πραγματείαις ἀναστρεφόμενοι προφάσει τοῦ πορισμοῦ τῶν ἐπιτηδείων καὶ πολλοὶ τῶν πεπιστευκέναι νομιζομένων, κἂν
20δοκῶσι καθαρεύειν ἀπὸ εἰδωλολατρείας καὶ πάσης πορνείας, οὐκ εὐκόλως ἀφίστανται τοῦ κλέπτειν ἐν τῷ ὠνεῖσθαι καὶ πιπράσκειν καὶ συμπραγμα‐ τεύεσθαί τισι, διὰ τοῦτο οὐκ ὤκνησεν, ὡς ἔτι κλεπτόντων (καὶ ταῦτα ἐν Ἐφέσῳ) τινῶν, οἱονεὶ ἐλέγξαι ὡς εἰδὼς τοὺς τοιούτους· τὸν δὲ δίκαιον πορισμὸν δηλοῖ αὐτ〈ὸ〉 τὸ ἐργαζόμενος τὸ ἀγαθόν, τῶν μὲν ἀδίκως ποριζόντων οὐ τὸ
25ἀγαθὸν ἀλλὰ τὸ πονηρὸν ἐργαζομένων, τῶν δὲ μετ’ εὐλαβείας περιποιούντων αὐτοῖς τὰ ἀναγκαῖα καὶ ἐν τούτῳ τὸ ἀγαθὸν ἐργαζομένων.

21

(n1)

Eph. iv 29 [πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω ἀλλ’
n2εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.]
1
[Ὠριγένης φησίν] ἀγαθὸς λόγος ἐστὶ πρὸς οἰκοδομὴν τῆς χρείας διδοὺς χάριν τοῖς ἀκούουσιν ὁ διδασκαλικὸς καὶ ἐπ’ ἀρετὴν μὲν προτρεπτικὸς κακίας δὲ ἀποστερητικός· σαπρὸς δέ, ὁ συναύξων τὴν κακίαν καὶ ἐρεθίζων ἐπὶ τὰ χείρονα.
5 [iv 30] καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. εἴπερ ἡ λύπη πάθος ἐστί, καὶ καλῶς ἀποδίδοται περὶ αὐτῆς ὅτι ἐστὶ ‘δόξα πρόσφατος κακοῦ παρουσίας ἐφ’ ᾧ καθήκει συστέλλεσθαι,‘ οὔτε δὲ δοξάζει τὸ ἅγιον πνεῦμα οὔτε (ἵνα δοθῇ δοξάζειν) δοξάζει τὸ κακὸν αὐτῷ παρεῖναι, οὐ
10λυπήσεται τὸ ἅγιον πνεῦμα. μήποτ’ οὖν, τὸ ὅσον ἐφ’ ἡμῖν, τάδε πράττοντες λυποῦμεν τὸ ἅγιον πνεῦμα τοῦ Θεοῦ; καὶ ὁ Κύριος δέ φησιν ἐν τῷ Ἰεζεκιήλ
καὶ ἐν πᾶcι τούτοιc ἐλύπ〈ει〉c ἐμέ. τὰ δὲ πολλάκις ἡμῖν εἰρημένα περὶ ὀργῆς καὶ θυμοῦ ὕπνου τε καὶ τῶν ἀνθρωποπαθῶν φωνῶν χρήσιμα καὶ εἰς τὸν λόγον τὸν περὶ τοῦ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ.555
15 ἐσφραγίσθημεν δὲ τῷ ἁγίῳ πνεύματι, ἵνα τὸν τύπον τοῦ ἁγίου πνεύματος δεξάμενοι, ἀμερίστου μείναντος τοῦ σφραγίσαντος, τοὺς τύπους λαβόντες τοῦ ἁγίου πνεύματος ἅγιοι γενώμεθα, καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου καθ’ ἕκαστον ἡμῶν τὸ ἐν ἡμῖν ἅγιον γένηται, οἶμαι δὲ ὅτι καὶ ἡ ψυχή. τῷ πνεύματι μὲν οὖν τῷ ἁγίῳ ὁ σφραγιζόμενος σφραγίζεται, ὁ δὲ Θεός
20ἐστιν ὁ σφραγίζων. σφραγίζεται δὲ ὑπὸ τοῦ πατρὸς τῷ ἁγίῳ πνεύματι πᾶς ὁ ἐκ τοῦ πιστεύειν τῷ Θεῷ cφραγίcαc ὅτι ἀληθήc ἐcτιν ὁ Θεόc· καὶ σφραγίζεται ἵνα τηρήσας τὴν σφραγῖδα καὶ δείξας αὐτὴν ἐν ἡμέρᾳ ἀπολυτρώσεως ἄθραυστον τοῖς ἀπολυτρουμένοις συναριθμηθῇ.

22

(n1)

Eph. iv 31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία
n2ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ.
1
[Ὠριγένης φησίν] γενικὸν μέν τινες πάθος ᾠήθησαν εἶναι τὴν ὀργήν, καὶ αὐτὴν τάξαντες ὑπὸ γένος τὴν ἐπιθυμίαν· καὶ ὅρον γε ἀποδεδώκασι τῆς ὀργῆς τοιοῦτον ‘ὀργή ἐστιν ἐπιθυμία 〈τιμω〉ρίας τοῦ δοκοῦντ〈ο〉ς οὐ προσηκόντως ἠδικηκέναι.‘ εἴδη δὲ
5πολλὰ τῆς ὀργῆς ἀναγράψαντες, συγκατατάττουσιν αὐτοῖς τὴν πικρίαν μὲν εἶναι ὀργὴν δυσπαράδεκτον ἢ παραχρῆμα ἐκρηγνυμένην (εἰλῆφθαι δέ φασι τὸ δυσπαράδεκτον κατὰ τὸ μὴ ῥᾴδιον αὐτὴν εἶναι τοῖς ἐκτὸς προσδέχεσθαι), θυμὸν δὲ ὀργὴν ἐναρχομένην. ἔοικε δὲ ἡ γραφὴ σφόδρα πολλαχοῦ διαφορὰν εἰδέναι θυμοῦ καὶ ὀργῆς, ὥσπερ
10καὶ ἐν τῷ Κύριε μὴ τῷ θυμῷ cου ἐλέγξῃc με μηδὲ τῇ ὀργῇ cου παιδεύcῃc με. οὐχ ὁμοίως δὲ ὁριούμεθα τὸν ἐλέγχοντα θυμὸν Θεοῦ καὶ τὸν θυμὸν 〈ὃν〉 δ〈ε〉ῖ ἀρθῆναι ἀφ’ 〈ἡ〉μῶν, οὐδὲ τὴν παιδεύουcαν ὀργὴν Κυρίου καὶ τὴν ἡμετέραν. 〈τὰ μὲν γὰρ περὶ Θεοῦ〉 τροπικώτερον εἴρηται, τὰ δὲ περὶ ἡμῶν ὀνομαζόμενα ὁμολογουμένως πάθη ἐστὶ καὶ ἁμαρτήματα.
15κεῖται δὲ τὸ ὄνομα τῆς πικρίας καὶ ἐν τῷ Ἱερεμίᾳ· καὶ ἡ πικρία γάρ cου, φησίν,
ἀνέβη πρὸc μέ. οἶμαι οὖν πικρίαν μὲν νῦν λέγεσθαι παρὰ τῷ ἀποστόλῳ καθὸ λέγομεν τινὰς πικροὺς ἐναντίους τοῖς γλυκέσι, καὶ ἡ συνήθεια γὰρ γλυκεῖς ἀνθρώπους οἶδε καὶ πικρούς· θυμὸν δὲ τὴν ἐναρχομένην ἐπί τινι γενέσθαι ὀργὴν ἐν τῇ ψυχῇ·556
20ὀργὴν δὲ τάχα οὐ τὸ γένος τούτων καὶ ἑτέρων παραπλησίων, ἀλλὰ τὴν ἤδη ἑτοίμην καὶ ἐνεργητικὴν πρὸς τὴν ‘τιμωρίαν τοῦ ἠδικηκέναι νομιζομένου.‘ καὶ ὡς ἐπίπαν παρακολουθεῖ τοῖς πάθεσι τούτοις καὶ ἡ κραυγή, κεκραγότων τῶν πικραινομένων καὶ θυμουμένων καὶ ὀργιζομένων, καὶ θορυβωδέστερον λαλούν‐ των καὶ προφερομένων λόγους καὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς. διὸ πρὸς τοῖς
25προτέροις κ〈αὶ〉 κραυγὴν ἀσκητέον ἀρθῆναι ἀφ’ ἡμῶν. οἶμαι δὲ ἐνθάδε βλασφημίαν ἣν κελεύει ἀρθῆναι ἀφ’ ἡμῶν ἣν προφέρονται ἀπὸ παθῶν ὀργιζόμενοι πολλάκις οἱ καὶ κατὰ τοῦ θείου τολμῶντες ἐν τῷ καιρῷ τῆς ὀργῆς λαλεῖν, ὅταν πᾶσα ἡ κατηγορία περὶ οὑτινοσοῦν λαμβάνηται αὖθις ἐν τῇ βλασφημίᾳ· βλασφημεῖν γὰρ λέγονται οἱ κακῶς λέγοντες ἐκείνους
30οὓς λέγουσι κακῶς. 〈διὸ〉 ἀκολούθως τοῖς περὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς καὶ κραυγῆς λέγεται δεῖν ἀποτίθεσθαι καὶ τὴν βλασφημίαν. εἰ μέντοιγε καὶ τὴν βλασφημίαν τάσσοιμεν ἐπὶ πάσης φωνῆς τῆς κακῶς τὸ θεῖον λεγούσης, οὐ μόνον ἐκ λύπης καὶ ὀργῆς κατὰ τοὺς καιροὺς τῆς δυσαρεστή‐ σεως δυσφημούντων τῶν ἀνθρώπων ἀλλὰ πολλάκις καὶ κατὰ ἄγνοιαν τοῦ περὶ
35ἀληθείας λόγου, ὡς δῆλον ἐκ τῶν παρὰ τοῖς ἑτεροδόξοις δογμάτων, βλασφημεῖ δ〈ὴ〉 καὶ ὁ τὸν ἀληθῆ λόγον ψευδῆ ἀποφαινόμενος εἶναι ἢ τὸν ψευδῆ ἀληθῆ, καὶ μάλιστα περὶ Θεοῦ καὶ τῶν τοῦ Θεοῦ πραγμάτων. τίς οὖν οὕτως δόκιμοc τραπεζίτηc ὡς εἰδέναι πάντα δοκιμάζειν καὶ τὸ μὲν καλὸν κατέχειν ἀπὸ δὲ παντὸc εἴδουc πονηροῦ ἀπέχεcθαι;
40 ἐπεὶ δέ τινες οἴονται εὐλόγως ποτὲ γίνεσθαι ὀργήν, μὴ καλῶς προστιθέντες τῷ εὐαγγελίῳ τὸ ‘εἰκῇ‘ κατὰ τὸ ῥητόν ὃc ἂν ὀργιcθῇ τῷ ἀδελφῷ αὐτοῦ ἔνοχοc ἔcται τῇ κρίcει—ἀνέγνωσαν γάρ τινες ὃc ἐὰν ὀργιcθῇ τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ— δυσωπήσωμεν αὐτοὺς ἐκ τοῦ προκειμένου ῥητοῦ λέγοντ〈ο〉ς πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν. σαφῶς γὰρ
45ἐνθάδε ἡ πᾶσα φωνὴ κατὰ κοινοῦ ἐπὶ πάντων εἴρηται, ὡς μηδεμιᾶς πικρίας συγχωρουμένης μηδὲ θυμοῦ τινος ἐπιτρεπομένου μηδὲ ὀργῆς τινος εὐλόγως συνερχομένης. καὶ ἐν τριακοστῷ ἕκτῳ ψαλμῷ, ὡς πάσης ὀργῆς ἁμαρτίας οὔσης (ὁμοίως δὲ καὶ θυμοῦ), λέγεται παῦcαι ἀπὸ ὀργῆc καὶ ἐγκατάλειπε θυμόν. οὐκοῦν οὐκ ἔστιν ποτὲ εὐλόγως ὀργισθῆναί τινι.

22

(50)

καὶ οὐ μόνον γε πᾶσαν 〈πι〉κ〈ρ〉ίαν καὶ πάντα θυμὸν καὶ πᾶσαν ὀργὴν καὶ πᾶσαν βλασφημίαν φιλοπονητέον ἀρθῆναι ἀφ’ ἡμῶν, ἀλλὰ ταῦτα σὺν πάσῃ κακίᾳ· κακίαν δὲ ἐκλαμβάνομεν ἤτοι τὴν ἐναντίαν ἕξιν τῇ ἀρετῇ ἢ τὴν πονηρίαν.557

23

(n1)

Eph. iv 32 γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι
n2ἑαυτοῖς καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν.
1
[Ὠριγένης φησί] ἡμεῖς μὲν τὸ ἐναντίον τῷ πικρῷ γλυκὺ ὠνομάσαμεν· ἔοικεν δὲ ὁ Παῦλος τὴν ἐναντίαν τάξιν τῇ πικρίᾳ χρηστότητα νῦν λέγειν, μεταφορικῶς ἀπὸ τῶν βρωμάτων· οὕτως οὖν δυνάμεθα νοεῖν τὸ γίνεσθε εἰς ἀλλήλους χρηστοὶ ἀντὶ τοῦ
5‘εὐπρόσιτοί τινες καὶ κατὰ τὸ ἦθος γλυκεῖς τε καὶ προσηνεῖς.‘ τοῦτο δὲ γίνεται, εἰ τὸ ὠμὸν καὶ ἀνηλεὲς καὶ ἀσυμπαθὲς πρὸς τὸν πλησίον ἀποθέμενοι εὔσπλαγχνοι πρὸς πάντας γινόμεθα, διὰ τούτων οὐ μόνον τοῖς πέλας ἀλλὰ καὶ ἑαυτοῖς τὰ μέγιστα χαριζόμενοι· 〈‘χαριζόμενοι〉 ἑαυτοῖσ‘ ἑτέρου ὄντος παρὰ τὸ ‘χαριζόμενοι ἀλλήλοις,‘ ἐπείπερ ὅσα ἂν ἐν τῷ εὐεργετεῖν ποιῶμεν
10ἑτέρους καλῶς, ταῦτα καὶ διὰ τὸ τέλος καὶ διὰ τὸ cυccώμουc ἡμᾶς εἶναι μᾶλλον εἰς ἡμᾶς ἀναφέρεται ἤπερ εἰς οὓς δοκοῦμεν εὖ πεποιηκέναι. ταῦτα δὲ ἑαυτοῖς χαριζόμεθα ὅσα καὶ ὁ Θεὸς ἡμῖν ἐν Χριστῷ ἐχαρίσατο, οἱονεὶ παρα‐ δεχόμενοι αὐτὰ καὶ τηροῦντες καὶ μιμούμενοι τὸν χαρισάμενον καὶ τὸν τρόπον τοῦ χαρίζεσθαι αὐτόν.
15 ἄλλος δέ τις μηδὲν ἡγούμενος διαφέρειν τὸ χαριζόμενοι ἑαυτοῖς τοῦ ‘χαριζό‐ μενοι ἀλλήλοις,‘ ἰσοδυναμοῦν οἰήσεται λέγεσθαι τ〈ῷ〉 χαριζόμενοι ἀλλήλοις μάλιστα διὰ τὸ καθὼς ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν, καὶ ἐνέγ〈ξ〉ει ταῦτα ἐπὶ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, λέγων δεῖν ἡμᾶς ἀφιέναι τοῖc εἰc ἡμᾶc ἁμαρτά‐ νουcιν, ὡc καὶ ἡμῖν ἀφῆκε τὰ ἁμαρτήματα ὁ Θεός. πῶς δὲ ὁ Θεὸς ἐν Χριστῷ
20ἐχαρίσατο ἡμῖν τὰ ἁμαρτήματα; ἢ ὅτι ἐν Χριστῷ ὢν ὁ πατὴρ ἀφῆκεν ἡμῖν τὰ παραπτώματα; ἐν Χριστῷ δὲ ἐχαρίσατο ἡμῖν καὶ τὰ ἀγαθά, εἴ γε ἐν Χριστῷ σοφία ἐστὶν ἣν ἐχαρίσατο ἡμῖν καὶ ἀλήθεια καὶ δικαιοσύνη.

24

(n1)

Eph. v 3, 4 [πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω
n2ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ
n3οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.]558
1
[Ὠριγένης δέ φησιν] ἡ μὲν πρὸς πόρνην κοινωνία κατὰ τὸ ἔθος τῆς γραφῆς πορνεία ὀνομάζεται· πᾶσα δὲ ἡ κατὰ τὸν τόπον τῶν σαρκικῶν γαργαλισμῶν ἁμαρτία, οὐ μόνον κατὰ τὰς μοιχείας καὶ παιδοφθορίας ἀλλὰ καὶ κατὰ τὰ ἄλλα ὅσα ἐπενόησεν ἡ
5ἀνθρωπίνη ἀκολασία ἐν διαφόροις καὶ παντοδαπαῖς παρατριβαῖς, ἀκαθαρσία γενικῶς ὠνόμασται. τὴν πλεονεξίαν δὲ ἤτοι ἁπλούστερον ἐκδεκτέον, ἤ, ὡς ἐν ἄλλοις παρεστήσαμεν, τὴν μοιχείαν, ὅτε καὶ ἐχρησάμεθα τῷ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἕκαcτον τὸν ἀδελφὸν αὐτοῦ. πᾶσαν δὲ τὴν ἀκαθαρσίαν δεῖ φυλάξασθαι, ἐπεὶ τοῦτο πρέπει ἁγίοις.
10 αἰσχρότης δέ τις ἔστι καθ’ ἕκαστον εἶδος ἀκολασίας· καὶ ὁμοίως γε αἰσχρότης ἐστὶ καὶ ἀκαθαρσία· ἐμφαίνει γὰρ καὶ τὸ ἀκάθαρτον καὶ τὸ αἰσχρὸν ἑκάστη πρᾶξις ἡ κατὰ τὸν τόπον τῆς εἰς τὸ ἀποκρίνειν ἐνεργείας· ταῦτα δὲ ἐπὶ τῶν παρὰ φύσιν λεκτέον, οὐκ ἐπὶ τοῦ γάμου. ἴδωμεν δὲ τίς καὶ ἡ μωρολογία, ἣν καὶ αὐτὴν οὐδὲ ὀνομάζεσθαι χρὴ ἐν τοῖς
15ἁγίοις. ὁ μὲν οὖν τις φήσει, ἁπλούστερον τὴν λέξιν ἐξειληφώς, μωρολογίαν εἶναι τὴν ἀσκουμένην ὑπὸ τῶν βωμολόχων καὶ γελωτοποιῶν. ὅρα δὲ εἰ μὴ μωρολο‐ γεῖν λεκτέον καὶ τοὺς ὁτιδήποτε σοφίας καὶ συνέσεως ἠλλοτριωμένους πάντας, καὶ μωρὸν ἐν τοῖς δογματιζομένοις ὑπ’ αὐτῶν. δόξει δὲ συνᾴδειν τῷ ἁπλούστερον ἐκδέξασθαι τὴν μωρολογίαν ἡ ἐπιφερομένη
20αὐτῇ εὐτραπελία, ἥντινα ἡ τῶν ἰδιωτῶν συνήθεια τάσσει 〈ἐ〉π〈ὶ〉 τῶν οὐ μόνον ἀπὸ μωρολογίας ἀλλὰ καὶ ἀφ’ οἱασδήποτε αἰτίας γέλωτα κινούντων. οὐκ ἀνῆκε δὲ τοῖς ἁγίοις οὐδὲ αὕτη, ἀλλὰ μᾶλλον ἡ ἐν πᾶσι πρὸς Θεὸν εὐχα‐ ριστία, ἤγουν εὐχαριστία καθ’ ἣν εὐχαρίτους καὶ χαρίεντάς τινάς φαμεν. μωρό‐ λογον μὲν οὖν καὶ εὐτράπελον οὐ δεῖ εἶναι, εὐχάριτον δὲ καὶ χαρίεντα· καὶ
25ἐπεὶ ἀσύνηθές ἐστι τὸ εἰπεῖν ‘ἀλλὰ μᾶλλον εὐχαριτία,‘ τάχα ἀντὶ τούτου ἐχρή‐ σατο τῇ ἐπ’ ἄλλου κειμένῃ λέξει καὶ εἶπεν, ἀλλὰ μᾶλλον εὐχαριστία. καὶ μήποτε ἔθος ἐστὶ τῷ ὀνόματι τῆς ‘εὐχαριστίασ‘ καὶ τοῦ ‘εὐχαρίστου‘ τοὺς ἀπὸ Ἑβραίων χρῆσθαι ἀντὶ τῆς ‘εὐχαριτίασ‘ καὶ ‘εὐχαρίτου‘· τοιοῦτο δὲ ἐνομίσαμεν εἶναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον γυνὴ εὐχάριcτοc ἐγείρει ἀνδρὶ δόξαν
30ἀντὶ τοῦ ‘εὐχάριτος γυνή‘· βιάζεσθαι δὲ ἂν ἐδόξαμεν τὸ γυνὴ εὐχάριcτοc ἀντὶ τοῦ ‘εὐχάριτοσ‘ ἐκλαμβάνοντες, εἰ μὴ αἱ λοιπαὶ ἐκδόσεις συνῇδον ταύτῃ τῇ ἐκδοχῇ. ὁ μὲν γὰρ Ἀκύλας οὕτως ἡρμήνευσεν γυνὴ χάριτοc ἀντέχεται δόξηc, Θεοδοτίων δὲ καὶ Σύμμαχος γυνὴ χάριτοc ἀνθέξεται δόξηc. [v 5] τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ559
35πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. παρατηρητέον ὅτι ἓξ ἀπαγορεύσας ἁμαρτήματα, πορνείαν καὶ ἀκαθαρσίαν καὶ πλεονεξίαν καὶ αἰσχρότητα καὶ μωρολογίαν καὶ εὐτραπελίαν, οὐ κατὰ τὰ ἓξ ἐπιφέρει ὥστε τὸν ἐνεχόμενόν τινι αὐτῶν μὴ ἔχειν κληρονομίαν ἐν τῇ βασιλείᾳ
40τοῦ Χριστοῦ καὶ Θεοῦ, ἀλλὰ τρία, λέγω δὲ πορνείαν καὶ ἀκαθαρσίαν πᾶσαν καὶ πλεονεξίαν. εἰ γὰρ μὴ εἶχον κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ ὁ μωρολογίᾳ καὶ εὐτραπελίᾳ ἔνοχος, ὠμότερον ἄν τινι ἐφαίνετο τὸ κατὰ τὴν κρίσιν ἐπὶ μηδενὶ συγγινώσκουσαν τῇ ἀσθενεῖ ἡμῶν φύσει. ἄλλως μὲν γὰρ οὐδὲ ταῦτα ἀνῆκεν, πλὴν οὐχ ὥστε πραττομένων αὐτῶν ἐκπίπτειν τινὰ
45τῆς κληρονομίας τοῦ Χριστοῦ καὶ Θεοῦ. λείπει καὶ περὶ τῆς αἰσχρότητος ἐπιστῆσαι. δόξαις ἄρ’ ἂν εὔλογον εἶναι τὸ λέγεσθαι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης ἢ αἰσχρὸς οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. ἀλλὰ μήποτε ἡ αἰσχρότης ἐστὶν ἐν τῷ κατὰ τὸ κρυπτὸν μόνον παθητικῶς μεμολυσμένῳ, ᾗ καὶ πυρωθείς

24

(50)

τις ἀνέστειλεν τὴν ἐπὶ τὴν πορνείαν ἢ τὴν ἐπὶ τὴν ἀκαθαρσίαν ὁρμήν. καὶ ἐν τοῖς ἀνωτέρω δὲ τὰ μὲν κωλύοντα κληρονομίαν ἔχειν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ κατ’ ἰδίαν ὀνομάσας φησὶ μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, εἶτα ἐν ἰδίᾳ χώρᾳ διῃρημένῃ ἀπὸ τῶν προτέρων ἐπήνεγκε τὴν αἰσχρότητα καὶ μωρολογίαν καὶ εὐτραπελίαν.
55 ἐπειδὴ δὲ ἐν τοῖς ἀνωτέρω ὑπενοήσαμεν τὴν πλεονεξίαν τετάχθαι ἐπὶ τῆς μοιχείας, ζητ〈ῶ〉μεν ἐκ τοῦ ἢ πλεονέκτης ὅ ἐστιν εἰδωλολάτρης, πότερον ἀνα‐ τρέπεται ἐκείνη ἡ ἐκδοχὴ ἢ ἔτι δύναται χώραν ἔχειν. εὕρομεν δὴ πολλαχοῦ τῶν προφητῶν τὴν εἰδωλολατρίαν πορνείαν ὠνομασμένην, ἐν τῷ ἐπόρνευον ὀπίcω τῶν εἰδώλων αὐτῶν. δύναται δέ τις καὶ τὴν πορνείαν τάξαι ἐπὶ τῆς
60εἰδωλολατρίας ἐκ τοῦ λέγειν πνεύματι πορνείαc ἐπλανήθηcαν. ἐὰν δὲ πλεονέκτης ᾖ ὁ ὅθεν μὴ δεῖ περιποιῶν ἑαυτῷ ἀργύριον, εἰδωλολατρία λέγεται ἡ πλεονεξία οἱονεὶ λατρευόντων τοῖς ἐγγεγραμμένοις εἰδώλοις ἐν τοῖς ἀργυρίοις τῶν ἀγαπών‐ των τὸ ἀργύριον, οἱονεὶ γὰρ οὗτοι συναγαπῶσι τοῖς ἀργυρίοις καὶ τὰ ἐν αὐτοῖς ἐντετυπωμένα εἴδωλα· οἶμαι δέ που καὶ τὴν φιλαργυρίαν εἰδωλολατρίαν ὠνομά‐
65σθαι παρὰ τῷ ἀποστόλῳ.560

25

(n1)

Eph. v 6 [μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ τοῦτο γὰρ ἔρχεται ἡ
n2ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.]
1
[Ὠριγένης φησί] κενοὺς ἔοικε φάσκειν λόγους τοὺς διά τινος πιθανότητος ἀνατρέπειν θέλοντας τὸν περὶ τῶν προσαγομένων τοῖς κακῶς βεβιωκόσι κολάσεων λόγον· ἀπάτης γ’ οὖν φησιν εἶναι τοὺς τοιούτους λόγους καὶ κενούς, τῷ πάντως ἔρχεσθαι τὴν
5λεγομένην ὀργὴν τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. ἀπειθείας δὲ υἱοὺς ὀνομάζει τοὺς ἀπειθεῖς, οἱονεὶ τῆς κατὰ τὴν ἀπείθειαν κακίας μητρὸς γινομένης καὶ γεννώσης αὐτοὺς ἔχοντας οἱονεὶ τὸν τῆς μητρὸς χαρακτῆρα· οὕτως καὶ υἱοὺς καὶ τέκνα πορνείαc καὶ υἱοὺc θανάτου καὶ υἱοὺc γεέννηc καὶ ἄλλα τούτοις παραπλήσιά ἐστι πολλαχοῦ τῶν γραφῶν εὑρεῖν.
10 [v 7] μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. τηρήσεις τὴν ‘μέτοχοσ‘ καὶ ‘συμμέτοχοσ‘ φωνήν· μήποτε ὁ μὲν μέτοχος ἐπὶ κρείττονος εἴρηται, ὁ δὲ συμμέτοχος ἐπὶ χείρονος, οἷον διὰ τοῦτο ἔχριcέ cε ὁ θεὸc ὁ θεόc cου ἔλαιον ἀγαλλιάcεωc παρὰ τοὺc μετόχουc cου, καὶ μέτοχοι γὰρ Χριcτοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆc ὑποcτάcεωc μέχρι τέλουc βεβαίαν κατάcχωμεν.
15οὐ μέμνημαι δὲ ἀλλαχοῦ παρὰ τὴν ἐνεστηκυῖαν λέξιν τὸν ‘συμμέτοχον‘ εἰρῆσθαι, πλὴν φανερὸν ἐνταῦθα ὅτι ἐπὶ χειρόνων ἐστὶν ὁ συμμέτοχος. [v 8] ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. εἰ δυνατὸν τὸ ποτὲ σκότος μεταβαλὸν γενέσθαι φῶς, οὐκ εἰσὶν ἀπολλύμεναι φύσεις.
20 ὥσπερ δὲ οἱ δίκαιοι φῶc εἰσι τοῦ κόcμου, οὕτως οἱ ἀσεβεῖς σκότος ἂν εἶναι λέγοιντο· καὶ οἱ μὲν δίκαιοι φῶς ὄντες ἐν φωτὶ ὄψονται φῶc, οἱ δὲ ἄδικοι σκότος τυγχάνοντες λαόc εἰσι καθήμενοc ἐν cκότει μηδὲν βλέποντες. ἀπὸ δὲ τῶν καρπῶν ἐπιγνωcόμεθα τοὺς ὄντας φῶς ἢ σκότος· πᾶc μὲν γὰρ ὁ φαῦλα πράccων μιcεῖ τὸ φῶc, καὶ μὴ ἐρχόμενοc πρὸc τὸ φῶc σκότος ἐστὶ καὶ υἱὸς
25σκότους καὶ νυκτός· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἐρχόμενοc πρὸc τὸ φῶc φῶς ἐστι καὶ υἱὸς φωτὸς καὶ ἡμέρας. πρὸς τούτοις ἐπιστήσεις εἰ μὴ ὡς ὄντων τινῶν φώτων ἀλλ’ οὐκ ἐν κυρίῳ λέγεται περὶ τῶν δικαίων τὸ νῦν δὲ φῶς ἐν κυρίῳ· καὶ μάλιστά γε τοῖς πεφω‐
τισμένοις ἐν φωτὶ γνώσεως Ἐφεσίοις ἔπρεπε λέγεσθαι τὸ νῦν δὲ φῶς ἐν κυρίῳ.561
30 [v 8] ὡς τέκνα φωτὸς περιπατεῖτε. εἴπερ ὁ Θεὸc φῶc ἐcτι καὶ cκοτία ἐν αὐτῷ οὐκ ἐcτὶν οὐδεμία, τὰ τέκνα τοῦ Θεοῦ τέκνα ἐστὶ φωτός. [v 9] ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ.
35 πρὸς τοὺς διαχωρίζοντας τὸν δίκαιον ἀπὸ τοῦ ἀγαθοῦ, καὶ οἰομένους τὸν μὲν δημιουργὸν εἶναι δίκαιον ὃν δὲ οἴονται ὑπὲρ αὐτὸν ἀγαθὸν Θεόν, χρήσιμα τὰ ῥητά· ἐπείπερ ὁ τοῦ φωτὸς καρπὸς καὶ ἐν ἀγαθωσύνῃ ἐστὶ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ἀληθείᾳ. ὅπου οὖν ἀγαθωσύνη ἐκεῖ δικαιοσύνη, καὶ ὅπου ἀλήθεια ἐκεῖ δικαιοσύνη. παρὰ δὲ τῷ ἀγαθῷ πατρὶ ἀγαθωσύνη καὶ ἀλήθεια· παρ’ αὐτῷ ἄρα
40καὶ οὐ παρ’ ἄλλῳ ἐστὶν ἡ δικαιοσύνη. ἐπιστήσεις δὲ αὐτοὺς καὶ ἐκ τοῦ τὸν Χριστὸν εἶναι δικαιοcύνην. ἐν μὲν οὖν τῷ εὐεργετικῷ ἐμφαίνεται ἡ ἀγαθωσύνη, ἐν δὲ τῷ κατ’ ἀξίαν ἀπονεμη‐ τικῷ ἡ δικαιοσύνη, ἐν δὲ τῷ ἐπιστημονικῷ τοῦ τῶν ὅλων λόγου ἡ ἀλήθεια. [v 10] δοκιμάζοντες τί ἐστὶν εὐάρεστον τῷ Κυρίῳ.
45 χρεία τοῦ μετὰ βουλῆς πάντα ποιεῖν, ἵνα περισκοποῦντες ἕκαστον τῶν πρακτέων ἀπὸ ἐξετάσεως τὰ μὲν δοκιμαστὰ καὶ εὐάρεστα τῷ Θεῷ παρα‐ δεξώμεθα ὡς δόκιμοι τραπεζῖται, τὰ δὲ ἀδόκιμα καὶ δυσάρεστα αὐτῷ ἀποσειώ‐ μεθα. ἐπεὶ δὲ ἀπήρτηται τὰ τῆς φράσεως, δοκεῖ μοι οὕτως ἂν ἀποκαταστῆναι,

25

(50)

μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν, δοκιμάζοντες τί ἐστὶν εὐάρεστον τῷ Κυρίῳ. εἰ καὶ ἦτέ ποτε σκότος, νῦν δὲ φῶς ὄντες ἐν Κυρίῳ ὡς τέκνα φωτὸς περιπατεῖτε, τοὺς καρποὺς ἐπιδεικνύμενοι τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ. [v 11a] καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους.
55 καὶ ἐν ἄλλοις τὸ μὲν τοῦ καρποῦ ὄνομα ἔταξεν ἐπὶ τοῦ πνεύματος τὸ δὲ τοῦ ἔργου ἐπὶ τῆς σαρκός, εἰπὼν φανερὰ δέ ἐcτι τὰ ἔργα τῆc cαρκόc, ἅτινά ἐcτι πορνεία καὶ τὰ ἑξῆς, ὁ δὲ καρπὸc τοῦ πνεύματόc ἐcτιν ἀγάπη χαρὰ εἰρήνη καὶ τὰ ἑξῆς. νῦν μέντοιγε τὰ τοῦ σκότους ἔργα ἄκαρπα εἶναί φησιν, οἷς κοινωνεῖ ὁ ποιῶν αὐτά.
60 [v 11b] μᾶλλον δὲ καὶ ἐλέγχετε. ἐν ταῖς ἐντολαῖς εἶναι νομιστέον καὶ τὸ ἐλέγχειν· ὅπερ ποιήσει ὁ μὴ ἀκουσόμενος ἄν, ὑποκριτὰ ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ cου τὴν δοκὸν καὶ τότε διαβλέψειc ἐκβαλεῖν τὸ κάρφοc ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ cου. διόπερ καὶ οἱ προφῆται, μηδαμῶς ἐλέγχοις ὑπεύθυνοι τυγχάνοντες, ἤλεγχον τοὺς
65ἁμαρτάνοντας. [v 12] τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. τίνων αὐτῶν; οὐ πάνυ σαφῶς προεῖπεν· εἰ μὴ ἄρα τις ἀναφέρῃ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας τὴν λέξιν, ὥστε οὕτως αὐτὴν ἔχειν τὰ γὰρ κρυφῆ γινόμενα ὑπὸ τῶν υἱῶν τῆς ἀπειθείας αἰσχρόν ἐστι καὶ λέγειν, ἅτινα ἦν πορνεία καὶ562
70ἀκαθαρσία.

26

(n1)

Eph. v 13 [τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦνται· πᾶν γὰρ
n2τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν
n3νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ χριστός.]
1
[Ὠριγένης δέ φησιν] ἐπείπερ τὰ ἐλεγχόμενα ἔργα τοῦ σκότους ὑπὸ τοῦ φωτὸς φανεροῦται, μεταβαλλόντων τῶν ἐλεγχομένων εἰς φῶς, λέγεται τοῖς καθεύδουσι καὶ ἐν νεκρότητι τυγχάνουσιν ἐκ τοῦ τὰ ἄκαρπα ἔργα τοῦ σκότους πεποιηκέναι
5τὸ ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπι〈φ〉αύσει σοι ἁ χριστός. ζητήσαι δ’ ἄν τις, τίς λέγει κατὰ τὸ ἐνθάδε γεγραμμένον διὸ λέγει Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν. ὁ μὲν οὖν τις φήσει ἔν τινι τῶν προφητῶν ἀνεγνωκότα ταῦτα τὸν ἀπόστολον ἐνθάδε αὐτὸν ἀναγεγραφέναι.
10ἕτερος δὲ αὐτὸν τὸν ἀπόστολον προσωποποιεῖν τινα ἐκ τοῦ πνεύματος λεγόμενα εἰς προτροπὴν τὴν ἐπὶ μετάνοιαν. ἔτι δὲ ζητήσεις, πῶς τῷ αὐτῷ λέγεται ὡς μὲν ζῶντι καὶ καθεύδοντι ἔγειρε ὁ καθεύδων, ὡς δὲ τεθνηκότι τὸ ἀνάστα ἐκ τῶν νεκρῶν. μήποτ’ οὖν ἐπείπερ ἔστι καὶ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπερ ἐπὶ κρείττονος τετηρήκαμεν
15λέγεσθαι, ἔστι δέ τι καὶ δεύτερον ἡ ψυχὴ τὸ καὶ νόσου καὶ θανάτου ἐκ τῶν ἁμαρτημάτων δεκτικόν, τὸ μὲν ἔγειρε ὁ καθεύδων λέγεται διὰ τὸ πνεῦμα, τὸ δὲ ἀνάστα ἐκ τῶν νεκρῶν διὰ τὴν ψυχήν· ἐπείπερ ψυχὴ ἡ ἁμαρτάνουcα αὕτη ἀποθανεῖται, τοῦ δὲ πνεύματος οὐδαμοῦ εὕρομεν θάνατον. φῶc δὲ ὢν ἀληθινὸν ὁ χριστός ἐπιφαύσει τῷ ἐγειρομένῳ ἀπὸ ὕπνου καὶ
20ἀναστάντι ἐκ νεκρῶν.

27

(n1)

Eph. v 15—17 βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’
n2ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. διὰ τοῦτο
n3μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.563
1
[Ὠριγένης φησίν] δοκιμάζων καθ’ ἕκαστον ὧν λέγει καὶ πράττει καὶ ἐννοεῖ τὸ εὐάρεστον τῷ Κυρίῳ, δυνήσεται καὶ βλέπειν ἀκριβῶς ἐκ τῆς πολλῆς προσοχῆς πῶς περιπατήσει, ὁ δὲ βλέπων ἀκριβῶς πῶς περιπατήσει πάντως ἐστὶ σοφός. καὶ
5ἐπεὶ πρόθεσίν τινες ἔχουσι χρηστοτέραν, οὐ σοφοὶ δὲ τυγχάνοντες θέλουσι βλέπειν ἀκριβῶς πῶς περιπατοῦσι, προσέθηκε τὸ μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί· σοφίας δὲ ἔργον τὸ βλέπειν ἀκριβῶς καὶ τὰ ἠθικά. ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. οἱονεὶ ἑαυτοῖς τὸν καιρὸν ὠνούμενοι, ἔχοντα ὡς πρὸς τὸν ἀνθρώπινον βίον
10πονηρὰς ἡμέρας. ὅτε οὖν εἴς τι δέον τὸν καιρὸν καταναλίσκομεν, ὠνησάμεθα αὐτὸν καὶ ἀντηγοράσαμεν ἑαυτοῖς ὡσπερεὶ πεπραμένον τῇ τῶν ἀνθρώπων κακίᾳ· οὐδεὶς δὲ βιωτικώτερον ζῶν καὶ ἐν φροντίσιν ἢ μερίμναις τυγχάνων ἐώνηται ἑαυτῷ τὸν καιρόν, ἀλλ’ ὁ μόνος εἴς τι δέον καὶ τὴν κτῆσιν τοῦ μακαρίου βίου ἀναλίσκων αὐτόν.
15 ἐξαγοραζόμενοι δὲ τὸν καιρὸν ὄντα ἐν ἡμέραις πονηραῖς οἱονεὶ μεταποιοῦμεν τὰς πονηρὰς ἡμέρας εἰς ἀγαθάς, καὶ ὡσπερεὶ ἑαυτοῖς ποιοῦμεν αὐτὰς εἶναι οὐ τοῦ ἐνεcτῶτοc αἰῶνοc ἡμέρας πονηρὰc ἀλλὰ τοῦ μέλλοντοc αἰῶνοc ἡμέρας ἀγαθάς. [v. 17] διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ
20Κυρίου. διὰ ποῖον τοῦτο, ἢ τὸ βλέπειν ἀκριβῶς πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί, μὴ γίνεσθε ἄφρονες; εἰ γὰρ ἔσεσθε ἄφρονες, ἀκριβῶς οὐ περιπατή‐ σετε οὐδὲ ὡς σοφοί. προστάσσει δὲ αὐτοῖς τὸ τοῦ Κυρίου ἐξετάζειν θέλημα καὶ συνιέναι αὐτό, ἵν’
25ὅπου τι περὶ τοῦ πράττειν καταλάβοιεν, αὐτὸ πράττωσιν ὡς θέλημα Κυρίου, ὅπου δὲ πάσχ〈ω〉σι φέρ〈ω〉σιν αὐτὸ ὡς θελήματι γινόμενον Κυρίου.

28

(n1)

Eph. v 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν
n2πνεύματι.
1
[Ὠριγένης φησί] δύναται μὲν καὶ ἁπλούστερον ταῦτα νοεῖσθαι, ἀσωτίας οὔσης ἐν τῇ χρήσει
τοῦ μεθύειν ποιοῦντος οἴνου. δύναται δὲ καὶ οἶνος ἐν ᾧ ἐστὶν ἀσωτία νοεῖσθαι περὶ οὗ ἐν ᾠδῇ μεγάλῃ λέγεται θυμὸc δρακόντων ὁ οἶνοc αὐτῶν καὶ θυμὸc ἀcπίδων564
5ἀνίατοc, ὅντινα πάντες οἱ ἐξιστάμενοι καὶ μεθύοντες τὸν λογισμὸν πίνουσι πολλὴν ἔχοντα τὴν ἀσωτίαν. πρὸς ἀντιδιαστολὴν δὲ ἐκείνου τοῦ οἴνου τοῦ μεθύσκοντος ἐν ᾧ ἐστὶν ἀσωτία ἐναντίος νοεῖται ὁ πεπληρωμένος πνεύματι καὶ πᾶν ὃ χωρεῖ τοῦ θειοτέρου λαμβάνων. πολλάκις δὲ τετηρήκαμεν τ〈ὸ〉 ὄνομα τοῦ ‘πνεύματοσ‘ χωρὶς
10προσθήκης γεγραμμένον ὅτι ἐπὶ κρείττονος εἴρηται, ὅπερ καὶ ἐνθάδε σημαί‐ νεται.

29

(n1)

Eph. v 19 [λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς,
n2ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.]
1
[Ὠριγένης δέ φησιν] οἱ μὲν ὕμνοι δύναμιν καὶ θειότητα καταγγέλλουσι τοῦ Θεοῦ, καὶ εἴη ἂν ὁ ἐπιστήμων τοῦ θεολογεῖν ἐν ὕμνοις πνευματικοῖς· τάχα δὲ ὁ περὶ τῶν πρακτέων διαλαμβάνων καὶ τῶν οἷς δεῖ ἐνεργεῖν διὰ τοῦ ὡς ψαλτηρίου ὀργάνου
5σωματικοῦ ἡμῶν, οὗτος ἐν ψαλμοῖς ἐστι πνευματικοῖς· ὁ δὲ ἄλλως φυσιολογῶν περὶ τῆς τοῦ κόσμου τάξεως καὶ τῶν λοιπῶν δημιουργημάτων, οὗτος ἐν ᾠδαῖς πνευματικαῖς. καὶ χρή γε ᾄδειν κατὰ τὴν φυσιολογίαν καὶ ψάλλειν κατὰ τὴν περὶ τῶν ἠθῶν διέξοδον τῷ Κυρίῳ διακείμενον γνησίως πρὸς τὰ λεγόμενα· τοῦτο γάρ ἐστι τὸ ψάλλειν καὶ ᾄδειν τῇ καρδίᾳ τῷ
10Κυρίῳ. [v 20] εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί. καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ φησί πάντοτε χαίρετε ἀδιαλείπτωc προcεύχεcθε ἐν παντὶ εὐχαριcτεῖτε. ταύτην δὴ τηρήσει τὴν ἐντολὴν ὁ διειληφὼς
15περὶ τῆς προνοίας φθανούσης καὶ ἐπὶ τὰ βʹ ἀccαρίων πωλούμενα πέντε cτρουθία ὧν ἓν οὐ πίπτει εἰc παγίδα χωρὶc τοῦ ἐν οὐρανοῖc πατρόc. τὸ δὲ ἐν παντὶ εὐχαριστεῖν καὶ ὑπὲρ πάντων εὐχαριστεῖν ἐστιν· οὐκοῦν καὶ ἐπὶ ταῖς περιστάσεσιν εὐχαριστητέον, ἐπείπερ καὶ αὗται τῶν ἐφ’ οἷς δεῖ
εὐχαριστεῖν εἰσιν· καὶ ὥσπερ δεῖ εὐχαριστεῖν τὸν ἐν τῷ κόσμῳ ἐν τῷ μεταλαμ‐565
20βάνειν τοῦ κόσμου καὶ καταθεᾶσθαι τὸ κάλλος αὐτοῦ καὶ θεωρεῖν ὅσα καὶ οἷα γέγονε διὰ τὸ λογικόν, οὕτως καὶ ἐπὶ τοῖς ἐν μέρει εὐχαριστητέον. τὸν δὲ εὐχαριστοῦντα τῷ Θεῷ καὶ πατρὶ ἐν τῷ μεcίτῃ Θεοῦ καὶ ἀνθρώπων εὐχαριστεῖν χρή, ὥστε ἡμᾶς ποιῆσαι τὸ ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εὐχαριστεῖν τῷ Θεῷ καὶ πατρί.
25 [v 21] ὑποτασσόμενοι, φησίν, ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. πάνυ τοῦτο καθαιρετικόν ἐστι τοῦ φίλαρχον εἶναι καὶ φιλόπρωτον. πᾶσι γὰρ αὕτη δέδοται ἐντολή, ἐλεύθεροc γὰρ ὢν ἐκ πάντων πᾶcιν ἐμαυτὸν ἐδούλωcα ἵνα πάνταc κερδήcω. ἀλλὰ καὶ ἡ λέγουσα ἐντολὴ δουλεύετε ἀλλήλο〈ι〉c προσ‐ τάσσει τοῦτο. διόπερ διὰ τῆc ἀγάπηc ἐδούλευcαν ταῖς ἐκκλησίαις οἱ ἀπόστολοι,
30λειτουργοῦντες καὶ ὑπηρετοῦντες τῇ τῶν ἀνθρώπων σωτηρίᾳ. καὶ αὐτὸς δὲ ὁ σωτὴρ τὴν δούλου μορφὴν ἀνείληφεν οὐ τοσοῦτον δι’ ἄλλο τι ὅσον διὰ τὸ δεδουλευκέναι τοῖς μαθηταῖς, ὥστε καὶ βαλόντα ποτὲ αὐτὸν ὕδωρ εἰc τὸν νιπτῆρα πλύνειν τοὺc πόδαc τῶν μαθητῶν. ἀλλὰ καὶ τὸ ὁ θέλων ἐν ὑμῖν εἶναι μέγαc ἔcται πάντων δοῦλοc ὁ νοήσας ὑποτάσσεται κατὰ τὸ δουλεύειν οἷς δεῖ.
35 ἔξεστι μέντοιγε τὸν δουλεύοντα, ποιοῦντα ἐν τῷ δουλεύειν τὰ πρόσφορα τοῖς δουλευομένοις, δοκεῖν μὴ ὑποτάσσεσθαι, ὅτε παρὰ τὸ μὴ ἐπίστασθαι τὰ συμφέροντα οἱ δουλευόμενοι ἐπιτάσσουσι τοῖς δουλεύειν ἐθέλουσι ποιεῖν τὰ μὴ κατάλληλα αὐτοῖς. πλὴν καὶ τότε ὁ πρὸς τὸ συμφέρον ποιῶν καὶ δουλεύει καὶ ὑποτάσσεται τῇ χρείᾳ τοῦ ᾧ δουλεύει, διὰ τὸν κατὰ τὸν λόγον
40τοῦ Θεοῦ ἀπαθῆ καὶ μακαριοποιὸν φόβον. τοῦτο γὰρ νομίζω δηλοῦσθαι ἐκ τοῦ ἐν φόβῳ Χριστοῦ. [v 22, 23] αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ κυρίῳ· ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας. πᾶσαν συζυγίαν ἀνδρὸς καὶ γυναικὸς ὁ λόγος οὗτος σύμβολον εἶναι θέλει
45Χριστοῦ καὶ ἐκκλησίας· τοῦ μὲν ἀνδρός, εἰ τὰ τοῦ γάμου κατὰ λόγον οἰκονομεῖ, μιμουμένο〈υ〉 Χριστὸν τὸν τῆς ἐκκλησίας νυμφίον, τῆς δὲ γυναικός, ἐὰν δεόντως ἀνδρὶ συνοικῇ, ζηλούσης τὴν (ἵν’ οὕτως εἴπω) συμβίωσιν πρὸς τὸν Χριστὸν τῆς ἐκκλησίας. οὕτω γὰρ ὁ ἀνὴρ ἔσται κεφαλὴ τῆς γυναικὸς ὁμοίως τῷ καὶ τὸν Χριστὸν τῆς ἐκκλησίας. εἰ μέντοιγε μὴ οὕτως συναρμοσθεῖεν ἀλλήλοις

29

(50)

ἀνὴρ καὶ γυνή, οὐκ ἂν λεχθείη ἐπὶ τούτων ὅτι ὅδε τις κεφαλή ἐστι τῆς
γυναικὸς ὡς καὶ ὁ Χριστὸς τῆς ἐκκλησίας. φιλοτιμείσθω οὖν ἕκαστος ἀνὴρ εἶναι πρὸς τὴν γυναῖκα ὡς ὁ Χριστὸς πρὸς τὴν ἐκκλησίαν, καὶ ἑκάστη πρὸς τὸν ἄνδρα ὡς ἡ ἐκκλησία πρὸς τὸν Χριστόν· καὶ πάντα δὲ τὰ Χριστοῦ νοείτω καὶ ποιείτω ἀνήρ, καὶ τὰ τῆς ἐκκλησίας ἡ γυνή.566

30

(n1)

Eph. v 24 [ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ
n2γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.]
1
[Ὠριγένης φησίν] εἰ οὕτως δεῖ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως δεήσει βιούσας τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ
5Χριστῷ ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως βιοῦσα.
6n1v 27. [ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν
6n2σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.]
6 σπῖλοι δέ εἰσιν οἷον φακοὶ γινόμενοι ἐπὶ τοῦ σώματος καὶ μελανίαι καὶ ἀλφοὶ καὶ μυρμηκίαι· τούτων γὰρ περιαιρεθέντων ὡραιοτέρα γένοιτ’ ἂν γυνή· καὶ τὰ ἀνάλογον αὐτοῖς νοείσθω γινόμενα καὶ περὶ τὴν ψυχήν, ἅτινα οὐδενός ἐστιν ἢ τοῦ Λόγου περιελεῖν, ἵνα παραστήσῃ ἑαυτῷ, φησί, τὴν ἰδίαν νύμφην μὴ ἔχουσαν
10σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. ῥυτίδες δὲ σημεῖόν εἰσι γήρως· οὕτως εἴ τις ἴχνη τοῦ παλαιοῦ ἐπιμένοι ἔχων μὴ ἀεὶ ἀνακαινούμενοc, ῥερυτιδῶσθαι ἂν λέγοιτο κατὰ τὴν ψυχήν. [v 31] ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
15 παρατηρητέον, ὥσπερ καὶ ἐν ἄλλοις πεποιήκαμεν, ὅτι πολλάκις οὐκ αὐταῖς λέξεσιν ἐκτίθενται τὴν παλαιὰν γραφὴν οἱ τὴν καινὴν διαθήκην γράφοντες. καὶ περὶ μὲν τούτου ἐν μὲν τῇ Γενέσει οὕτω γέγραπται ἕνεκεν τούτου καταλείψει ἄνθρωποc τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προcκολληθήcεται πρὸc τὴν γυναῖκα αὐτοῦ καὶ ἔcονται οἱ δύο εἰc cάρκα μίαν, ἐνθάδε δὲ ἀντὶ τοῦ
20ἕνεκεν τούτου πεποίηκεν ὁ Παῦλος ἀντὶ τούτου, παραλέλοιπέν τε τὸ μετὰ τὸν πατέρα εἰρημένον αὐτοῦ καὶ τὸ μετὰ τὴν μητέρα δεύτερον εἰρημένον αὐτοῦ, ἀλλὰ καὶ τὸ προcκολληθήcεται πρὸc τὴν γυναῖκα αὐτοῦ.

31

(n1)

Eph. vi 1—3 τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ, τοῦτο γάρ
n2ἐστι δίκαιον· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν
n3ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.567
1
[Ὠριγένης φησίν] ἀμφίβολόν ἐστι τὸ ῥητόν· ἤτοι γὰρ τοῖς ἐν Κυρίῳ γονεῦσιν χρὴ ὑπακούειν τὰ τέκνα,ἐν Κυρίῳ δεῖ ὑπακούειν τὰ τέκνα τοῖς γονεῦσιν. καὶ οὐδετέραν γε τῶν ἐκδοχῶν ἀποδοκιμαστέον· τοῖς τε γὰρ ἐν Κυρίῳ γονεῦσιν, ὁποῖος ὁ Παῦλος ἦν
5Κορινθίων, ὑπακουστέον, 〈καὶ τοῖς κατὰ σάρκα γονεῦσιν ὑπακουστέον〉, ἀλλὰ ἐν Κυρίῳ, προστάττουσιν οὐκ ἐναντία τῷ τοῦ Κυρίου βουλήματι. δίκαιον δὲ τὸ ὑπακούειν καθ’ ἑ〈κά〉τερον. ἅμα δὲ καὶ σημειώσῃ πρὸς ἑτεροδόξους διαχωρίζοντας δίκαιον Θεὸν ἀπὸ ἀγαθοῦ, ὅτι τοῖς μαθηταῖς τοῦ ὥς φασιν ἀγαθοῦ προστάσσει τὸ (ὡς ἂν ἐκεῖνοι
10λέγοιεν) πρόσταγμα τοῦ ἑτέρου Θεοῦ· εἴγε ὁ ἕτερος δίκαιός ἐστιν, καὶ φησὶν ὁ Παῦλος δίκαιον εἶναι τὸ τὰ τέκνα ὑπακούειν τοῖς γονεῦσιν ἐν Κυρίῳ ἢ ἐν Κυρίῳ ὑπακούειν τοῖς γονεῦσιν. τὸ δὲ ῥητὸν εἴληπται ἀπὸ τῆς Ἐξόδου, οὕτως ἔχον τίμα τὸν πατέρα cου καὶ τὴν μητέρα cου ἵνα εὖ cοι γένηται καὶ ἵνα μακροχρόνιοc γένῃ ἐπὶ τῆc γῆc ἧc Κύριοc ὁ
15Θεόc cου δίδωcί cοι. καὶ ἐνθάδε δὲ ἐκτιθέμενος ὁ ἀπόστολος τὴν λέξιν παρα‐ λέλοιπεν τ〈ὸ〉 (μετὰ τὴν μητέρα) cου, καὶ πεποίηκεν ἀντὶ τοῦ καὶ ἵνα μακροχρόνιοc γένῃ καὶ ἔσῃ μακροχρόνιος, παραλέλοιπέν τε μετὰ τὸ ἐπὶ τῆς γῆς τὸ ἧc Κύριοc ὁ Θεόc cου δίδωcί cοι. ἔστι δὲ ἡ ἐντολὴ πέμπτη τῆς Δεκαλόγου· διὸ ζητητέον πῶς δεῖ ἐκλαβεῖν τὸ
20ἥτις ἐστὶν ἐντολὴ πρώτη, πρώτης εἰρημένης ἐντολῆς τὸ οὐκ ἔcονταί cοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. τινὲς μὲν οὖν οὕτως ἀνέγνωσαν ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ὡς τῶν πρὸ αὐτῆς ἐντολῶν οὐ περιεχουσῶν ἐπαγγελίαν· ἐπὶ γὰρ ταύτης οἴονται πρώτην ἐπαγγελίαν κεῖσθαι τὴν ἵνα εὖ cοι γένηται καὶ ἵνα μακρο‐ χρόνιοc γένῃ ἐπὶ τῆc γῆc ἧc Κύριοc ὁ Θεόc cου δίδωcί cοι.
25 ἐοίκασιν δὲ οὗτοι μὴ τετηρηκέναι ἐπαγγελίαν κειμένην καὶ ἐπὶ τῆς δευτέρας ἐντολῆς, οὐ ποιήcειc γάρ, φησί, cεαυτῷ εἴδωλον οὐδὲ παντὸc ὁμοίωμα, ὅcα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅcα ἐν τῇ γῇ κάτω καὶ ὅcα ἐν τοῖc ὕδαcιν ὑποκάτω τῆc γῆc· οὐ προcκυνήcειc αὐτοῖc οὐδ’ οὐ μὴ λατρεύcῃc αὐτοῖc. ἐγὼ γάρ εἰμι Κύριοc ὁ Θεόc cου, Θεὸc ζηλωτήc, ἀποδιδοὺc ἁμαρτίαc πατέρων ἐπὶ τέκνα ἕωc τρίτηc καὶ
30τετάρτηc γενεᾶc τοῖc μιcοῦcί με, καὶ ποιῶν ἔλεοc εἰc χιλιάδαc τοῖc ἀγαπῶcί με
καὶ τοῖc φυλάccουcι τὰ προcτάγματά μου· παρατήρει γὰρ ὅτι ἐπαγγελία ἐστὶ τὸ ποιῶν ἔλεοc εἰc χιλιάδαc τοῖc ἀγαπῶcί με καὶ τοῖc φυλάccουcι τὰ προcτάγματά μου. μήποτ’ οὖν, ἐπεὶ ἡ Δεκάλογος πρώτη τῷ λαῷ νομοθεσία μετὰ τὸ ἐξελθεῖν τὴν Αἴγυπτον εἴρηται, ἑκάστη τῶν δέκα ἐντολῶν πρώτη ἐστὶν ἐν πρώτοις τῶν568
35ἑξῆς εἰρημένη. ὁ μέντοιγε θέλων ἐπιμένειν τῇ ἀποδόσει τοῦ ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ ἐρεῖ ὅτι ἰδία μέν ἐστι τῆς τίμα τὸν πατέρα cου καὶ τὴν μητέρα cου ἐντολῆς ἡ ἐπαγγελία ἡ ἵνα μακροχρόνιοc γένῃ ἐπὶ τῆc γῆc ἧc Κύριοc ὁ Θεόc cου δίδωcί cοι, οὐκ ἰδία δὲ τῆς οὐ ποιήcειc cεαυτῷ εἴδωλον οὐδὲ παντὸc ὁμοίωμα ἡ
40ποιῶν ἔλεοc εἰc χιλιάδαc τοῖc ἀγαπῶcί με καὶ τοῖc φυλάccουcι τὰ προcτάγματά μου. πάλιν δὲ αὖ καὶ πρὸς τοῦτο ἐνστήσεται ὁ τὴν Δεκάλογον ὅλην περιέχειν πρώτας ἐντολὰς διηγούμενος· ἐρεῖ γὰρ τὸ μακροχρόνιον γενέσθαι ἐπὶ τῆc γῆc ἧc Κύριοc ὁ Θεὸc δίδωcι τοῖς ἁγίοις οὐ διὰ μόνην δίδοσθαι τὴν τίμα τὸν πατέρα cου καὶ τὴν μητέρα cου ἐντολὴν ἀλλὰ καὶ δι’ ἄλλας μυρίας· δεήσει τε τὸν τοιοῦτον
45συναγαγεῖν ἐντολὰς αἷς ἐπιφέρεται τὸ ἵνα μακροχρόνιοc γένῃ ἐπὶ τῆc γῆc, ἧc Κύριοc ὁ Θεόc cου δίδωcί cοι. μετὰ ταῦτα ζητητέον περὶ τῆς χαριζομένης ἐπαγγελίας τὸ μακροχρόνιον ἐπὶ τῆc γῆc ἧc Κύριοc ὁ Θεὸc δίδωcι τοῖς ἁγίοις. καὶ οὐκ ἀγνοητέον γε ὅτι κατὰ τὸ ῥητὸν ἡγοῦνται τοῦτο γίνεσθαι οἱ Ἰουδαῖοι· ἀλλ’ ὁρῶμεν οὐ πάντως τοῦτο

31

(50)

ἀληθές, φησὶ δὲ καὶ ὁ προφήτης οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη. ζητητέον οὖν τὴν ἀγαθὴν γῆν ἣν Κύριοc ὁ Θεὸc ἐν ἐπαγγελίᾳ δίδωcι τῷ καταλιπόντι τὴν πνευματικὴν Αἴγυπτον καὶ μετὰ πάσης μακροθυμίας καὶ ὑπομονῆς ὁδεύσαντι τὴν πνευματικὴν ἔρημον τὴν πολλὴν καὶ φοβεράν, καὶ νικήσαντι οὓς πατάccει Κύριος βαcιλεῖc μεγάλουc καὶ οὓς ἀνεῖλεν Κύριος βαcιλεῖc
55κραταιούc.

32

(n1)

Eph. vi 9 καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς.
1
[Ὠριγένης δέ φησιν] τίνα τὰ αὐτὰ τῶν προειρημένων; οἶμαι οὖν ὅτι ἐν ἁπλότητι καρδίας καὶ τὸ ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ καὶ τὸ ἐκ ψυχῆς καὶ μετ’ εὐνοίας τῆς πρὸς τοὺς οἰκέτας.
5[vi 10] τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος
αὐτοῦ. τὸ δυναμοῦσθ〈αι〉 ἐν Κυρίῳ δυναμοῦσθαί ἐστιν ἐν λόγῳ καὶ ἐν σοφίᾳ καὶ τῇ τῆς ἀληθείας θεωρίᾳ καὶ πάσαις ταῖς Χριστοῦ ἐπινοίαις· οὗ μέγιστόν ἐστι τὸ τῆς ἰσχύος κράτος καὶ κραταιότερον ἀρετῆς καὶ τῶν εἰδῶν αὐτῆς, ἅτινα πάντα569
10εἰσὶ δυνάμεις, ὥσπερ αἱ κακίαι ἀδυναμία. ἔστι δέ τις τῶν ἀρετῶν (ὥς φασιν οἱ περὶ ταῦτα δεινοί) ἀθεώρητος ἡ καλουμένη ἰσχύς, ὠνομασμένη οὕτως τῷ ἀναλογίαν τινὰ ἔχειν πρὸς τὴν σωματικὴν ἰσχύν, καὶ ἄλλη θεωρητός, κάλλος ἀπὸ τοῦ σωματικοῦ ὠνομασμένη, καθ’ ὃ κάλλος λέγεται, περιζῶcαι τὴν ῥομφαίαν cου ἐπὶ τὸν μηρόν cου, δυνατέ,
15τῇ ὡραιότητί cου καὶ τῷ κάλλει cου· καὶ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων πρὸς τὴν νύμφην ὅλη καλὴ εἶ πληcίον μου, καὶ μῶμοc οὐκ ἐcτὶν ἐν cοί· καὶ πάλιν ἐν τεσσαρα‐ κοστῷ τετάρτῳ ψαλμῷ καὶ ἐπιθυμήcει ὁ βαcιλεὺc τοῦ κάλλουc cου.

33

(n1)

Eph. vi 11 [ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς
n2στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.]
1
[Ὠριγένης δέ φησιν] ἐκ τῶν ἑξῆς καὶ τῶν περὶ τοῦ σωτῆρος ἀναγεγραμμένων ἔστιν εἰπεῖν παν‐ οπλίαν εἶναι τοῦ Θεοῦ τὸν Χριστόν, ὥστε ταὐτὸν εἶναι τὸ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ τῷ ἐνδύcαcθε τὸν Κύριον Ἰηcοῦν Χριcτόν. 〈εἰ〉 γὰρ ζώνη
5μέν ἐστιν ἡ ἀλήθεια θώραξ δὲ ἡ δικαιοσύνη, ὁ σωτὴρ δέ ἐστιν ἡ ἀλήθεια καὶ ἡ δικαιοcύνη, δῆλον ὅτι ὁ σωτήρ ἐστιν ἡ ζώνη καὶ ὁ θώραξ. ἀνάλογον δὲ τούτοις αὐτὸς ἂν εἴη ἡ ἑτοιμασία τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ ὁ τῆς πίστεως θυρεὸς καὶ ἡ τοῦ σωτηρίου περικεφαλαία καὶ ἡ τοῦ πνεύματος μάχαιρα, ὅπερ ἐστὶ ῥῆμα Θεοῦ ὁ ζῶν λόγοc καὶ ἐνεργὴc καὶ τομώτεροc ὑπὲρ πᾶcαν μάχαιραν δίcτομον.
10ποίαν δὲ κἂν ἐπινοῆσαι ἄλλην ἔστιν λέγεσθαι πανοπλίαν Θεοῦ ἣν χρὴ ἐνδύσασθαι τὸν ἐνστησ〈ό〉μενον πρὸς τὰς μεθοδείας τοῦ διαβόλου ἢ τὴν ἀρετὴν ἥτις ἐστὶν ὁ Χριστός; τοῦτον γὰρ κατὰ πάσας τὰς ἐπινοίας αὐτοῦ ἐνδυσάμενος ἱκανὸς ἔσται στῆναι πρὸς πάσας τὰς μεθοδείας τῆς κακίας ἐνεργουμένας ὑπὸ τοῦ πατρὸc αὐτῆc διαβόλου.
15 καὶ καθὸ μὲν τὴν ἀλήθειαν ἔζωσταί τις, οὐκ ἐξελκυσθήσεται ἐπὶ τὸ συγ‐ καταθέσθαι τοῖς ὑπὲρ τοῦ ψεύδους πιθανοῖς καὶ σοφισματώδεσι λόγοις· καθὸ δὲ τὴν δικαιοσύνην ἠμφίεσται, ἄτρωτος ἔσται ἀπὸ τῶν βελῶν τῆς ἀδικίας, οὐδενὸς αὐτῶν καθικνουμένου καὶ ἄδικον ποιοῦντος τὸν ἐνδεδυμένον τὴν δικαιο‐ σύνην. καὶ ὁ ὑποδησάμενος δὲ καλὰ ὑποδήματα τῆς ἑτοιμασίας τοῦ εὐαγγελίου570
20τῆς εἰρήνης, ὡς ἕτοιμος καὶ ἑτοιμάcαc εἰc τὴν ἔξοδον τὰ ἔργα αὐτοῦ, καὶ διὰ τοῦτο εἰρήνης ἄνθρωπος γεγονώς, οὔτε πολεμικόν τι καὶ στασιῶδες ἐργάσεται οὔτε τοῖς ἀνετοίμοις συγκαταδικασθήσεται. χώραν τε οὐχ ἕξει ἡ ἐχθρὰ τῇ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους ἀπιστία, ἔνθα ὁ τῆς πίστεως ἐστὶ θυρεός· ἄθραυστός τε διαφυλαχθήσεται τὴν κεφαλὴν τῆς ψυχῆς, ἐν ᾗ ἐστι τὰ θεῖα καὶ
25νοητὰ αἰσθητήρια, ὁ τὴν περικεφαλαίαν τοῦ σωτηρίου περικείμενος. ἀλλὰ καὶ ὡς γενναῖος στρατιώτης πάντα τὰ πολέμια τῇ ἀληθείᾳ δόγματα κατακόψει καὶ ἀνελεῖ ὁ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα Κυρίου, κρατῶν. [vi 12] ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ
30πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. νομίζω πρὸς αἷμα καὶ σάρκα εἶναι 〈πάλην〉 τοὺς λεγομένους παρ’ αὐτῷ ἀνθρωπίνουc πειραcμούc, ὅτε ἡ cὰρξ ἐπιθυμοῦcα κατὰ τοῦ πνεύματοc προσ‐ καλεῖται ἡμᾶς ἐπὶ τὸ ποιῆσαι τὰ ἔργα αὐτῆc. οὐκέτι δὲ ἀνθρώπινοc πειραcμὸc οὐδὲ πρὸς αἷμα καὶ σάρκα ἡ πάλη, ὅτε ἤτοι ὁ Σατανᾶc μεταcχηματιζόμενοc
35εἰc ἄγγελον φωτὸc ἀγωνίζεται ἡμᾶς πεῖσαι προσέχειν αὐτῷ ὡς ἀγγέλῳ φωτός, ἤ τι τῶν παραπλησίων τούτοις, ἃ γίνεται ἐν πάcῃ δυνάμει καὶ cημείοιc καὶ τέραcι ψεύδουc καὶ ἐν πάcῃ ἀπάτῃ ἀδικίαc. καὶ εἰ πείσαι δέ τινα ὁ ἐχθρὸς παραδέξασθαι αὐτὸν ὡς Κύριον ἐροῦντα ἐν αὐτῷ τάδε λέγει Κύριοc, ὥστε καὶ ὑπολαβεῖν τινα ἑαυτὸν προφήτην γεγονέναι
40τοῦ τῶν ὅλων Θεοῦ, ταῦτ’ ἂν ποιήσαι οὐχ ὡς αἷμα καὶ σὰρξ ἢ ἀνθρώπινοc πειραcμὸc παλαίσας τῷ μέχρι τούτων ἑαυτὸν φρουρήσαντι· διόπερ οὐδαμῶς δοτέον 〈τόπον〉 τῷ διαβόλῳ. ἐρεῖ δέ τις τὸ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς πρὸς τὰς ἐξουσίας καὶ τὰ ἑξῆς λέγεσθαι ἵνα διδασκώμεθα μηδὲ
45τὰ νομιζόμενα ἀπὸ τοῦ φρονήματοc ἔρχεσθαι τῆc cαρκὸc ἡμῖν ἁμαρτήματα πρῶτον νομίζειν ἔρχεσθαι ἡμῖν ἀπὸ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ἀλλ’ ἀπό τινων δυνάμεων ταῦτα ἐνεργουσῶν· εἰσὶ γάρ τινες δαίμονες ἐνεργοῦντες τοὺς
ἔρωτας καὶ τὰ φίλτρα, ὡς δηλοῖ καὶ ὁ προφήτης λέγων πνεύματι πορνείαc ἐπλανήθηcαν. τὸ δ’ ὅμοιον εἰπεῖν καὶ περὶ ἄλλων δαιμόνων θυμὸν καὶ ὀργὴν571

33

(50)

ἐμποιούντων, οὓς ἀνακ〈αλοῦ〉ντες καὶ οἱ περίεργοι λέγονται θυμοκάτοχ〈όν〉 τινα ποιεῖν. τὸ μισεῖν δὲ οὐ χωρὶς τῶν ἐνεργούντων ποιοῦμεν ὅτε μισοῦμεν δαιμόνων· καὶ τοῦτο δέ τις ἐκ τῶν λεγομένων μισήτρων οὐκ ἀτόπως κατασκευάσει. ἐπεὶ οὖν βούλεται, φησίν, ἡμᾶς ὁ ἀπόστολος διδάξαι οὐκ ἀπὸ τῆς φύσεως τοῦ σώματος ἔρχεσθαι ἡμῖν τὸ ἁμαρτάνειν, διὰ τοῦτο λέγει οὐκ ἔστιν ἡμῖν ἡ πάλη
55πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας καὶ τὰ ἑξῆς. ζητοῦντες δὲ ἀπὸ ποίων παλαιῶν ὠφελημένος γραφῶν ὁ Παῦλος ταῦτά φησιν ἀποκαλυφθεισῶν αὐτῷ καὶ φανερωθεισῶν, στοχαζόμεθα ὅτι ἐκ τῶν ἀναγεγραμμένων περὶ πολέμων καὶ μονομαχιῶν, οἷον τοῦ Δαβὶδ πρὸς τὸν
60Γολιὰθ καὶ τῶν υἱῶν Ἰσραὴλ πρὸς τοὺς ἀλλοφύλους ἢ τὰ ἔθνη οἷς ἀνταγωνι‐ ζόμενοι νενικήκασιν· εἰκὸς γὰρ ἕκαστον ἐκείνων σύμβολον εἶναι πνευματικῶν ἀρχῶν ἡττωμένων ἢ περιγινομένων. ἡ πάλη οὖν ἐστιν ἡμῖν πρὸς ἐξουσίας οὐχ ὁρατάς τινας καὶ σαρκίνας, καὶ κοσμοκράτορας τοῦ περιέχοντος τὸ τῶν ἀνθρώπων γένος σκότους, καὶ πρὸς τὰ
65τῆς πονηρίας πνεύματα οἰκοῦντα τὸν ἐπουράνιον τόπον, τουτέστιν τὸν ἀέρα· καὶ ἐν ἄλλοις γοῦν εἶπεν ἐν οἷc περιεπατήcατέ ποτε κατὰ τὸν αἰῶνα τοῦ κόcμου τούτου, κατὰ τὸν ἄρχοντα τῆc ἐξουcίαc τοῦ ἀέροc, τοῦ πνεύματοc τοῦ νῦν ἐνεργοῦντοc ἐν τοῖc ἀπειθείαc. ἔοικεν γὰρ ὁ περικεχυμένος ἡμῖν ἀὴρ πεπληρῶσθαι δυνάμεων ἀντικειμένων.

34

(n1)

Eph. vi 13 ἵνα δυνηθῆτε ἀντιστῆναι, φησί, ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ.
1
[Ὠριγένης] ἀντιστῆναι ζητῶν ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ ὀφείλει ἔχειν τὴν πανοπλίαν τοῦ Θεοῦ ἣν ἐξέθετο ὁ ἀπόστολος, δι’ ἣν ὁ ἐξ ἐναντίαc ἐντραπήcεται οὐδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον ὁ διάβολος καὶ κατήγοροc τῶν ἀδελφῶν ἡμῶν
5καὶ ἀπατῶν ὡς ἰδίους καὶ τῆc μερίδοc αὐτοῦ γεγενημένους τοὺς ἁμαρτωλούς. ἄλλος δέ τις ἐρεῖ τὸν ἐνεστῶτα αἰῶνα εἶναι πονηρὰν ἡμέραν.
τρίτος δὲ παρὰ τὰς δύο ἐκδοχὰς ἔσται τις λόγος λέγων μὴ πέρας ἔχειν τὸν ἀγῶνα τῷ τὸν βίον τοῦτον ἐξεληλυθότι, ἀλλὰ καὶ τὸν ἐνταῦθα νενικηκότα καὶ ἐν ἄλλῃ πονηρᾷ ἡμέρᾳ μέλλειν ἀγωνίζεσθαι πρὸς τὰς ἀντικειμένας ἐνεργείας572
10ἐπιφαινομένας. [vi 14] στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. καὶ ἐν τῷ κατὰ Λουκᾶν γέγραπται ἔcτωcαν αἱ ὀcφύεc ὑμῶν περιεζωcμέναι. τίς δὲ ἡ ζώνη νῦν γινώσκομεν· ὁ τὰ τῆς γεννήσεως συστείλας πράγματα καὶ μηκέτι αὐτῇ ὑπηρετῶν ἀλλὰ σπεύδων ἐπὶ τὴν ἀθανασίαν, τὴν ὀσφὺν
15ζώννυται. [vi 14] καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης. ὥσπερ δυσπαθέστερός ἐστιν βαλλόμενος ὑπὸ τῶν ἐχθρῶν ὁ θώρακα ἐνδυσάμενος, καὶ μάλιστα κατὰ τὰ κ〈αι〉ριώτερα δυσπαθέστερος, οὕτως ὁ τὴν δικαιοσύνην ἠμφιεσμένος οὐκ ἂν τρωθείη οὔτε ὡc ἔλαφοc τοξεύματι πεπληγὼc
20εἰc τὸ ἧπαρ, οὔτε γὰρ εἰς θυμὸν οὔτε εἰς ἐπιθυμίαν ἐμπεσεῖται, ἀλλὰ καὶ καθαρὸc τὴν καρδίαν μενεῖ, τῷ ἐνδεδύσθαι τῆς δικαιοσύνης τὸν θώρακα κεχαλκευμένον αὐτῷ ἀπὸ τοῦ τεχνίτου τῶν ὅλων Θεοῦ, ὅστις ἑκάστῳ τῶν ἁ〈γ〉ίων κατασκευάσα〈σ〉 δίδωσι τὴν πανοπλίαν. [vi 15] καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς
25εἰρήνης. παρατήρει ὅτι δύναμίν τινα τῆς ψυχῆς πόδας ὠνόμασεν, οἷς οἱονεὶ ὁδεύομεν βαδίζοντες τὸν εἰπόντα ἐγώ εἰμι ἡ ὁδόc, οὕστινας ὑποδῆσαι δεῖ τῇ ἑτοιμότητι τοῦ τῆς εἰρήνης εὐαγγελίου. οἶμαι δὲ τούτων τῶν ὑποδημάτων σύμβολα εἶναι τὰ ἐν τῇ Ἐξόδῳ ἀναγεγραμμένα ὑποδήματα ἅπερ ἐχρῆν ἔχειν τοὺς
30ἐσθίοντας τὸ πάσχα καὶ ἑτοίμους ὄντας πρὸς τὴν ὁδοιπορίαν. οὕτω γάρ φησι, φάγεcθε αὐτό· αἱ ὀcφύεc ὑμῶν περιεζωcμέναι καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖc ποcὶν ὑμῶν καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖc χερcὶν ὑμῶν, καὶ ἔδεcθε αὐτὸ μετὰ cπουδῆc· πάcχα ἐcτὶ Κυρίου. ἑτοιμότητος γὰρ καὶ τὸ ἐσθίειν μετὰ cπουδῆc καὶ τὸ ὑποδεδεμένον ἐσθίειν, ἵνα ἰσχυροποιηθέντες ὑπὸ τῶν τροφῶν ὁδεῦσαι
35δυνηθῶσιν. ὁ μὲν οὖν ὁδεύων ὑποδεδέσθω, ὁ δὲ φθάσας ἐπὶ τὴν ἁγίαν γῆν ὑπολυέσθω· λῦcαι γάρ, φησί, τὸ ὑπόδημα ἐκ τῶν ποδῶν cου, ὁ γὰρ τόποc ἐν ᾧ ἕcτηκαc γῆ ἁγία ἐcτί.
διὰ τοῦτο ὁ μὲν μὴ ἀπόστολος ὑποδεδέσθω τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ573
40εὐαγγελίου τῆς εἰρήνης· ὁ δὲ ἀπόστολος μηκέτι ὑποδήματα αἰρέτω εἰc ὁδόν, ἤδη τελειωθεὶς καὶ ὢν ἐν τῷ τόπῳ ὅπου καὶ ἑcτηκὼc καὶ περιπατῶν ἐν γῇ ἁγίᾳ ἐστί, ζῶν ἐν Χριστῷ.

35

(n1)

Eph. vi 16 [ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε
n2πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.]
1
[Ὠριγένης φησί] βέλη τοῦ πονηροῦ οἱ πονηροί εἰσι διαλογισμοί· οὐδὲ τὴν ἀρχὴν οὖν βαλεῖν εἰς τὴν καρδίαν δυνήσεται, ἐπάν τις 〈ᾖ〉 σκεπόμενος τῷ τῆς πίστεως θυρεῷ, σβεννυμένων πάντων τῶν πεπυρωμένων τοῦ ἐχθροῦ βελῶν ἐν αὐτῷ· ἐρεῖ δὲ
5ὁ τὸν θυρεὸν τῆς πίστεως περικείμενος ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶc ἐρεῖτε τῇ ψυχῇ μου, μεταναcτεύου ἐπὶ τὰ ὄρη ὡc cτρουθίον; ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμαcαν βέλη εἰc φαρέτραν, τοῦ κατατοξεῦcαι ἐν cκοτομήνῃ τοὺc εὐθεῖc τῇ καρδίᾳ. πεποιθότοc γάρ μου, φησίν, ἐπὶ τῷ Κυρίῳ, πῶc μοι συμβουλεύετε μὴ ἵστασθαι πρὸς τὰ ὑπὸ τῶν ἁμαρτωλῶν ἐντεινόμενα κατ’ ἐμοῦ τόξα καὶ ἑτοιμαζόμενα ὑπ’
10αὐτῶν βέλη ἐν φαρέτραιc, θελόντων τρῶσαι τοὺc εὐθεῖc τῇ καρδίᾳ; ἰδοὺ γὰρ καὶ ἕστηκα καὶ οὐ μεταναστεύω, καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα ὅσον οὔπω σβεσθήσεται. [vi 17b, 18, 19a] καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι,
15καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων καὶ ὑπὲρ ἐμοῦ. ὁ ὑγιαίνων λόγοc ἀπὸ θε〈ί〉ου πνεύματος ῥεῖ, ὁ δὲ ἐναντίοc ἐκ τῆς γῆς λαλεῖ· ὁ γὰρ ὢν ἐκ τῆc γῆc ἐκ τῆc γῆc ἐcτι καὶ ἐκ τῆc γῆc λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχό‐ μενοc ἐπάνω πάντων ἐcτίν· καὶ ὃ ἑώρακεν καὶ ἤκουcεν τοῦτο μαρτυρεῖ. ὁ δὲ ἐκ
20τοῦ πνεύματος λόγος μάχαιρά ἐστιν, διόπερ ἐνταῦθά φησιν ὁ Παῦλος τὴν μάχαιραν τοῦ πνεύματος εἶναι ῥῆμα Θεοῦ· ζῶν γὰρ ὁ λόγοc τοῦ Θεοῦ καὶ ἐνεργὴc καὶ τομώτεροc ὑπὲρ πᾶcαν μάχαιραν δίcτομον καὶ διικνούμενοc ἄχρι μεριcμοῦ ψυχῆc καὶ πνεύματοc τέμνει τε καὶ διαιρεῖ, ἀνύων καὶ διὰ τῆς προσευχῆς καὶ δεησέως τοῖς ἐν παντὶ καιρῷ προσευχομένοις καὶ προσευχομένοις πνεύματι κατὰ τὸ
25προcεύξομαι πνεύματι· καὶ ἀνύει τοῖς ὑπὲρ τοῦ πλουτῆσαι ἐν ῥήματι Θεοῦ ἀγρυπνοῦσι, καὶ προσκαρτεροῦσι τῇ τούτου κτήσει, ἐπὶ τῷ καὶ ἄλλους ὠφελῆσαι καὶ τοῖς ὠφελοῦσι διὰ τῶν εὐχῶν ἐνεργῆσαι. παρατήρει δὲ καὶ τὸ τοῦ ἀποστόλου μέτριον, αἰτοῦντος ἀπὸ τῶν Ἐφεσίων
δεήσεις γενέσθαι ὑπὲρ αὐτοῦ.574

36

(n1)

Eph. vi 19b [ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ
n2γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου.]
1
[Ὠριγένης] ὅταν ἀνοιχθῇ τὸ στόμα δοθέντος λόγου, τότε παρρησίᾳ γνωρίζεται τὸ μυστήριον τοῦ εὐαγγελίου καὶ οὐκέτι ἐν παροιμίαις καὶ παραβολαῖς, ὡς καὶ ὁ σωτήρ φησιν ἔρχεται ὥρα ὅτε οὐκέτι ὑμῖν ἐν παροιμίαιc λαλήcω ἀλλὰ παρρηcίᾳ περὶ
5τοῦ πατρὸc ἀπαγγελῶ ὑμῖν. τὸν δὲ ἐν παρρησίᾳ λόγον μόνος καὶ πᾶς χωρῆσαι δύναται ὁ τὴν καρδίαν ἔχων μὴ καταγινώσκουσαν, ἐπεὶ ἐὰν ἡ καρδία μὴ καταγινώcκῃ, παρρηcίαν ἔχομεν πρὸc τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ’ αὐτοῦ. ὅθεν καὶ σπάνιος ὁ ἐν παρρησίᾳ γνωρίζων τὸ μυστήριον τῷ σπάνιον εἶναι τὸν παρρηcίαν ἔχοντα
10πρὸc Θεόν. τίc γὰρ καυχήcεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίc παρρηcιάcεται καθαρὸc εἶναι ἀπὸ ἁμαρτιῶν; [vi 21—22] ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας
15ὑμῶν. ἐπεὶ πᾶς ὁ τοῦ ἀποστόλου βίος καὶ πᾶσα πρᾶξις αὐτοῦ καὶ ἐνέργεια Λόγῳ Θεοῦ ἐγίνετο, ζῶντοc ἐν αὐτῷ τοῦ Χριcτοῦ, διὰ τοῦτο πέμπει τὸν Τύχικον, τὸν κανόνα τοῦ βίου καὶ τὴν τάξιν τῶν πράξεων αὐτοῦ ἀπαγγελοῦντα τοῖς Ἐφεσίοις· καὶ ἔπρεπέ γε τῷ ἀποστόλῳ, ὑπὲρ τοῦ ἔχειν παράδειγμα πολιτείας ἀγαθῆς τοὺς
20Ἐφεσίους, πέμψαι δι’ αὐτὸ τοῦτο τὸν Τύχικον. ἔμελλον δὲ καὶ παρακαλεῖσθαι, τὰ ἄριστα καὶ τὰ ἀποστόλῳ ἁρμόζοντα κατορθοῦσθαι μανθάνοντες τῷ Παύλῳ.

37

(n1)

Eph. vi 23 [εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ
n2πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.]
1
[Ὠριγένης φησίν] εἰ καί τι ἄλλο δῶρόν ἐστι διδόμενον ἀπὸ Θεοῦ πατρὸς καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰρήνη· ὅπερ ἓν τῶν τιμιωτάτων ἐστὶ δώρων, ἡ ὑπερέχουcα πάντα νοῦν, ἥτις φρουρήcει τὰc καρδίαc καὶ τὰ νοήματα τῶν ἁγίων, γαλήνη τις
5καὶ εὐδία οὖσα ψυχῆς, παντὸς χειμῶνος καὶ πάσης ἀκαταστασίας καὶ πάθους ἀλλοτρία. ὁμοίως δὲ τῇ εἰρήνῃ καὶ ἡ μετὰ πίστεως ἀγάπη δῶρόν ἐστι διδόμενον
ἀπὸ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἀγάπη δὲ πρὸς Θεὸν μὲν ὡς γέγραπται ἐξ ὅληc καρδίαc καὶ τῶν ἑξῆς, πρὸς τὸν πληcίον δὲ ὡς ἑαυτόν· ἀλλὰ καὶ πρὸς τοὺc ἐχθροὺc ὁ λαβὼν δῶρον τὴν ἀγάπην ἐπιφαίνει αὐτήν, οὐδένα μισῶν καὶ575
10ὑπὲρ τῶν ἐπηρεαζόντων εὐχόμενος. [vi 24] ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. διηγήσαντό τινες εἶναι τὸ ἀγαπᾶν αὐτὸν ἐν ἀφθαρσίᾳ, καθαρεύοντα ἀπὸ τῶν ἔργων τῆς φθορᾶς· ἔργα δὲ τῆς φθορᾶς ἐστι τὰ κατὰ τὴν συνουσίαν, ὅθεν καὶ ἡ
15συνήθεια ‘ἀφθόρουσ‘ ὀνομάζει τοὺς καθαροὺς ἀπὸ συνουσίας, καὶ ‘ἐφθαρμένουσ‘ τοὺς μίξεως γευσαμένους. ὑπερτείνοντες δέ τινες τὸ εἴ τιc τὸν ναὸν τοῦ Θεοῦ φθείρει φθερεῖ αὐτὸν ὁ Θεόc οὕτως ἐδέξαντο· οὐ δυνάμενοι τούτῳ ὁμοίως σῶσαι τὸ ἀλλὰ ἕκαcτοc ἴδιον ἔχει χάριcμα ἐκ Θεοῦ, ὁ μὲν οὕτωc, ὁ δὲ οὕτωc. ὅρα δὲ εἰ δύναται πᾶσα μὲν ἁμαρτία φθορὰ εἶναι ψυχῆς, ἡ δὲ παντελὴς αὐτῆς
20ἀποχὴ ἀφθαρσία· ὥστε τοὺς ἀγαπῶντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ εἶναι τοὺς πάσης ἁμαρτίας ἀπεχομένους· μεθ’ ὧν πάντων ἐστὶ τοῦ Θεοῦ χάρις. ὡς ὄντων μέντοιγέ τινων τῶν ἀγαπώντων μὲν τὸν Κύριον, οὐ μὴν ἐν ἀφθαρσίᾳ ἀγαπώντων αὐτόν, φησὶν ὁ Παῦλος ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν
25Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.576