TLG 2042 032 :: ORIGENES :: Fragmenta in evangelium Matthaei

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Fragmenta in evangelium Matthaei

Source: Klostermann, E., Benz, E. (eds.), Zur Überlieferung der Matthäuserklärung des Origenes [Texte und Untersuchungen 47.2] Leipzig: Hinrichs, 1931: 4–8.

Citation: Page — (line)

4

(4)

Ἐν τούτοις Ἠλίας οὐχ ἡ ψυχὴ
5δοκεῖ μοι λέγεσθαι, ἵνα μὴ ἐμ‐ πίπτω εἰς τὸ ἀλλότριον τῆς ἐκ‐ κλησίας τοῦ θεοῦ περὶ τῆς μετ‐ ενσωματώσεως δόγμα, οὔτε πα‐ ραδιδόμενον ὑπὸ τῶν ἀποστόλων
10οὔτε ἐμφαινόμενόν που τῶν γρα‐
13φῶν· καὶ γὰρ ἐναντίον ἐστὶ τῷ ‘τὰ βλεπόμενα πρόσκαιρα‘ εἶναι
15καὶ συντέλειαν πείσεσθαι τὸν αἰ‐ ῶνα τοῦτον, ἀλλὰ καὶ τῷ πληρω‐ θῆναι 〈τὸ〉 ‘ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται‘ καὶ τὸ ‘παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τού‐
20του‘ καὶ τὸ ‘οἱ οὐρανοὶ ἀπολοῦν‐ ται‘ μετὰ τῶν ἑξῆς αὐτῷ. Εἰ γὰρ (καθ’ ὑπόθεσιν) δὶς
δύναται γενέσθαι ἐν τῇ ἀπ’4

5

ἀρχῆς μέχρι συντελείας τοῦ κόσ‐ μου καταστάσει ἡ αὐτὴ ψυχὴ ἐν τῷ σώματι, δι’ αἰτίαν ἣν ἂν γέ‐ νοιτο ἐν αὐτῷ, ἡ (ἢ edd.) δι’ ἁμαρ‐
5τίαν γενομένη δὶς ἐν σώματι διὰ τί οὐχὶ καὶ τρὶς καὶ πλεονάκις ἔσται ἐν αὐτῷ, τῶν διὰ τὸν βίον τοῦ‐ τον καὶ τὰ ἡμαρτημένα ἐν αὐτῷ κολάσεων τούτῳ ἀποδοθησομέ‐
10νων μόνῳ τῷ τρόπῳ (κατὰ τὴν μετενσωμάτωσιν); ὅπερ ἐὰν ἐξ ἀκολουθίας δοθῇ, οὐκ ἔσται τάχα ὅτε ψυχὴ οὐ μετενσωματωθήσε‐ ται. ἀεὶ γὰρ διὰ τὰ πρότερα ἁμαρ‐
15τήματα ἐπιδημήσει τῷ σώματι καὶ οὕτως οὐχ ἕξει χώραν ἡ τοῦ κόσμου φ〈θ〉ορά, καθ’ ἣν ‘ὁ οὐ‐ ρανὸς καὶ ἡ γῆ παρελεύσονται‘.
21
Ἵνα δὲ (κατὰ τὴν ὑπόθεσιν ταύτην) δι‐ δῶται τὸν πάντη ἀναμάρτητον μηκέτι ἥξειν εἰς τὸ διὰ γενέσεως
25σῶμα, διὰ πόσων χρόνων οἴει5

6

μίαν εὑρήσεσθαι πάντη καθα‐ ρεύσασαν ψυχὴν καὶ μὴ δεομένην μετενσωματώσεως;
7Ὅμως δὲ καὶ οὕτως μιᾶς τινος ἀεὶ ἐκ τοῦ ὡρισμένου τῶν ψυχῶν ἀριθμοῦ μεθισταμένης. καὶ μη‐
10κέτι εἰς σῶμα ἐρχομένης, ἐπι‐ λείψει ποτὲ ὡς διά τινων ὡσπερεὶ ἀπείρων χρόνων ἡ γένεσις, καταν‐ τήσαντος τοῦ κόσμου ἐπί τινα ἕνα ἢ δεύτερον ἢ ὀλίγῳ πλείους,
15μεθ’ οὓς καὶ αὐτοὺς τηλειω‐ θέντας ὁ κόσμος φθαρήσεται ἐπιλειπόντων τῶν εἰς σῶμα ἐρ‐ χομένων. ὅπερ οὐκ ἀρέσκει τῇ γραφῇ· πλῆθος γὰρ οἶδεν ἁμαρ‐
20τωλῶν ἐν τῷ χρόνῳ τῆς τοῦ κόσμου φθορᾶς. ὅπερ ἐστὶ δῆλον συνεξεταζομένου τοῦ ‘πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου 〈ἆρα〉 εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;‘
25ὡς εὕρομεν παρὰ τῷ Ματθαίῳ6

7

οὕτως εἰρημένον ‘ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώ‐ που· ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις
5τοῦ κατακλυσμοῦ‘ καὶ τὰ ἑξῆς.
7 Ἔσται δὲ τοῖς τότε ἡ τῶν ἁμαρ‐ τημάτων εἴσπραξις οὐκ ἐν μετεν‐ σωματώσει· εἰ γὰρ ἔτι ἁμαρ‐
10τάνοντες παραλαμβάνονται, ἤτοι ἄλλῳ τρόπῳ κολάσεως μετὰ τοῦ‐ το κολασθήσονται (καὶ κατὰ τοῦτο ἤτοι δύο τρόποι κολάσεων ἔσονται γενικοί· ὁ μὲν ἐν μετεν‐
15σωματώσει, ὁ δὲ ἔξω τοῦ τοιού‐ του σώματος. καὶ λεγέτωσαν τὰς τούτων αἰτίας καὶ διαφοράς), ἢ οὐ κολασθήσονται ὡς ἀθρόως ἀποβαλόντες τὰ ἁμαρτήματα οἱ
20ἐπὶ συντελείᾳ καταλειφθέντες, ἢ (ὅπερ βέλτιον) εἷς ἐστι τρόπος κολάσεως τοῖς ἡμαρτηκόσιν ἐν σώματι τὸ ἔξω αὐτοῦ τῆς κατα‐ στάσεως τοῦ βίου τούτου τὸ
25κατ’ ἀξίαν τῶν ἡμαρτημένων7

8

παθεῖν. ἕκαστον δὲ τούτων τῷ ἐνορᾶν δυναμένῳ τοῖς πράγμα‐ σιν ἀνατρεπτικόν ἐστι τῆς μετ‐ ενσωματώσεως. εἰ δὲ ἀναγκαίως
5οἱ τὴν μετενσωμάτωσιν εἰσάγοντες Ἕλληνες (ὡς ἀκόλουθα αὐτοῖς τιθέντες) οὐδὲ φθείρεσθαι βού‐ λονται τὸν κόσμον, ὥρα καὶ τού‐ τους, ἀντιβλέψαντας ταῖς ἐκ‐
10φαινούσαις γραφαῖς φθαρήσεσθαι τὸν κόσμον, ἢ ἀπιστῆσαι αὐταῖς ἢ εὑρεσιλογεῖν περὶ διηγήσεως τῶν κατὰ τὴν συντέλειαν· ὅπερ κἂν βούλωνται ποιῆσαι οὐ δυνή‐
15σονται.8