TLG 2042 031 :: ORIGENES :: Fragmenta ex commentariis in evangelium Matthaei ORIGENES Theol., Origenes Adamantius Fragmenta ex commentariis in evangelium Matthaei Citation: Fragment — (line) | ||
1(t1) | ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ | |
t2 | ΤΟΜΟΣ Αʹ | |
---|---|---|
t3 | Matth. Inscr. | |
t4 | Euseb. h. e. VI, 25, 4—6 | |
1 | Ὡς ἐν παραδόσει μαθὼν περὶ τῶν τεσσάρων εὐαγγελίων, ἃ καὶ μόνα ἀναντίρρητά ἐστιν ἐν τῇ ὑπὸ τὸν οὐρανὸν ἐκκλησίᾳ τοῦ θεοῦ, | |
5 | ὅτι πρῶτον μὲν γέγραπται τὸ κατὰ τόν ποτε τελώνην ὕστερον δὲ ἀπό‐ στολον Ἰησοῦ Χριστοῦ Ματθαῖον, ἐκδεδωκότα αὐτὸ τοῖς ἀπὸ Ἰου‐ δαϊσμοῦ πιστεύσασιν, γράμμασιν | |
10 | Ἑβραϊκοῖς συντεταγμένον· δεύτε‐ ρον δὲ τὸ κατὰ Μᾶρκον, ὡς Πέτρος ὑφηγήσατο αὐτῷ, ποιήσαντα, ὃν καὶ υἱὸν ἐν τῇ καθολικῇ ἐπιστολῇ διὰ τούτων ὡμολόγησεν φάσκων· «ἀσπά‐ | |
15 | ζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου»· καὶ τρίτον τὸ κατὰ Λουκᾶν, τὸ ὑπὸ Παύλου ἐπαινούμενον εὐαγγέλιον τοῖς ἀπὸ τῶν ἐθνῶν πεποιηκότα· ἐπὶ πᾶσιν | |
20 | τὸ κατὰ Ἰωάννην. | 3 |
3(t1) | ΕΚ ΤΟΥ Βʹ ΤΟΜΟΥ ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, | |
t2 | ΕΙΣ ΤΟ· ΜΑΚΑΡΙΟΙ ΟΙ ΕΙΡΗΝΟΠΟΙΟΙ. | |
t3 | Ὠριγένους Φιλοκαλία ϛʹ | |
t4 | Matth. 5, 9 | |
1 | Τούτῳ δὲ τῷ ἑκατέρως εἰρηνοποιῷ «οὐδὲν» ἐν τοῖς θείοις λογίοις ἔτι | |
ἐστὶ «σκολιὸν οὐδὲ στραγγαλιῶδες, πάντα» γὰρ «ἐνώπια τοῖς νοοῦσι»· καὶ ἐπεὶ μηδέν ἐστι τοιούτῳ «σκολιὸν μηδὲ στραγγαλιῶδες», διὰ τοῦτο «πλῆθος εἰρήνης» βλέπει ἐν ὅλαις ταῖς γραφαῖς, καὶ ταῖς δοκούσαις περιέχειν | 4 | |
5 | μάχην καὶ ἐναντιώματα πρὸς ἀλλήλας. Γίνεται δὲ καὶ τρίτος εἰρηνοποιὸς ὁ τὴν ἄλλοις φαινομένην μάχην τῶν γρα‐ φῶν ἀποδεικνὺς εἶναι οὐ μάχην, καὶ παριστὰς τὴν συμφωνίαν καὶ τὴν εἰρήνην τούτων, ἤτοι παλαιῶν πρὸς καινὰς ἢ νομικῶν πρὸς προφητικὰς ἢ εὐαγγελικῶν πρὸς εὐαγγελικὰς ἢ εὐαγγελικῶν πρὸς ἀποστολικὰς ἢ ἀποστολικῶν πρὸς ἀπο‐ | |
10 | στολικάς. καὶ γὰρ πᾶσαί εἰσι κατὰ τὸν Ἐκκλησιαστὴν αἱ γραφαὶ «λόγοι σο‐ φῶν ὡς τὰ βούκεντρα, καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός» καὶ οὐδὲν «περισσὸν ἐξ αὐτῶν». εἷς δὲ ποιμὴν τῶν λογικῶν ὁ λόγος, δόξαν μὲν ἐχόντων διαφωνίας τοῖς μὴ ἔχουσιν ὦτα εἰς τὸ ἀκούειν, τὸ δὲ ἀληθὲς συμφωνότητα. ὡς γὰρ αἱ διάφοροι τοῦ | |
15 | ψαλτηρίου ἢ τῆς κιθάρας χορδαὶ (ὧν ἑκάστη ἴδιόν τινα φθόγγον καὶ δοκοῦντα μὴ ὅμοιον εἶναι τῷ τῆς ἑτέρας ἀποτελεῖ) νομίζονται τῷ ἀμούσῳ καὶ μὴ ἐπισταμένῳ λόγον μουσικῆς συμφωνίας διὰ τὴν ἀνομοιότητα τῶν φθόγγων ἀσύμφωνοι τυγχάνειν, οὕτως οἱ μὴ ἐπιστάμενοι ἀκούειν τῆς τοῦ θεοῦ ἐν ταῖς ἱεραῖς γραφαῖς ἁρμονίας οἴονται ἀνάρμοστον εἶναι τῇ καινῇ τὴν παλαιὰν | |
20 | ἢ τῷ νόμῳ τοὺς προφήτας ἢ τὰ εὐαγγέλια ἀλλήλοις ἢ τὸν ἀπόστολον τῷ εὐαγγελίῳ ἢ ἑαυτῷ ἢ τοῖς ἀποστόλοις. ἀλλ’ ἐλθὼν ὁ πεπαιδευμένος τὴν τοῦ θεοῦ μουσικήν, σοφός τις «ἐν ἔργοις καὶ λόγοις» τυγχάνων καὶ διὰ τοῦτο χρηματίζων ἂν Δαυείδ, ὃς ἑρμηνεύεται ΙΚΑΝΟΣ ΧΕΙΡΙ, ἀποτελέσει φθόγγον μουσικῆς θεοῦ, ἀπὸ ταύτης μαθὼν ἐν καιρῷ κρούειν χορδὰς νῦν | |
25 | μὲν νομικὰς νῦν δὲ συμφώνως αὐταῖς εὐαγγελικάς, καὶ νυνὶ μὲν προφητικάς, ὅτε δὲ τὸ εὔλογον ἀπαιτεῖ, τὰς ὁμοτονούσας ἀποστολικὰς αὐταῖς, οὕτω δὲ καὶ ἀποστολικὰς εὐαγγελικαῖς. ἓν γὰρ οἶδεν τὸ τέλειον καὶ ἡρμοσμένον ὄργανον τοῦ θεοῦ εἶναι πᾶσαν τὴν γραφήν, μίαν ἀποτελοῦν ἐκ διαφόρων φθόγγων σωτήριον τοῖς μανθάνειν ἐθέλουσι φωνήν, καταπαύουσαν καὶ | |
30 | κωλύουσαν ἐνέργειαν πᾶσαν πονηροῦ πνεύματος, ὡς κατέπαυσεν ἡ Δαυεὶδ μουσικὴ τὸ ἐν τῷ Σαοὺλ πονηρὸν πνεῦμα καὶ πνῖγον αὐτόν. ὁρᾷς οὖν καὶ τρίτως εἰρηνοποιὸν τὸν ἑπομένως τῇ γραφῇ καὶ βλέποντα τὴν εἰρήνην πάσης αὐτῆς καὶ ἐμποιοῦντα ταύτην τοῖς ὀρθῶς ζητοῦσι καὶ γνησίως | |
φιλομαθοῦσιν. | 5 |