TLG 2042 030 :: ORIGENES :: Commentarium in evangelium Matthaei (lib. 12–17) ORIGENES Theol., Origenes Adamantius Commentarium in evangelium Matthaei (lib. 12–17) Citation: Book — chapter — (line) | ||
12t | Τῶν εἰς τὸ κατὰ Ματθαῖον 〈εὐαγγέλιον〉 ἐξηγητικῶν Ὠριγένους τόμος ιβʹ. | |
12.1(1n) | Καὶ προσελθόντες Σαδδουκαῖοι καὶ Φαρισαῖοι, πειρά‐ | |
2n | ζοντες ἐπηρώτων αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι | |
---|---|---|
3n | αὐτοῖς (16, 1[—4]). | |
4 | Οἱ πρὸς ἀλλήλους διαφωνοῦντες περὶ τῶν ἀναγκαιοτάτων δογμάτων | |
5 | Σαδδουκαῖοι καὶ Φαρισαῖοι—πρεσβεύουσι γὰρ οἱ μὲν Φαρισαῖοι τὴν τῶν νεκρῶν ἀνάστασιν ἐλπίζοντες εἶναί τινα μέλλοντα αἰῶνα, οἱ δὲ Σαδδουκαῖοι οὐδὲν ἴσασι μετὰ τὸν βίον τοῦτον ἀνθρώπῳ ἀποκείμενον, | |
ἤτοι ὡς ἐπ’ ἀρετὴν προκόψαντι ἢ μηδὲ τὴν ἀρχὴν ἐπιτηδεύσαντι ἐξελ‐ θεῖν τῶν τῆς κακίας ὅρων—οὗτοι, ἵνα πειράσωσι τὸν Ἰησοῦν, ὁμονοοῦ‐ | ||
10 | σιν. ὅμοιον δέ 〈τι〉 τούτων γεγένηται, ὡς ὁ Λουκᾶς ἀνέγραψε, πρὸς Ἡρώδην καὶ Πιλᾶτον γενομένους ἀλλήλοις φίλους, ἵνα τὸν Ἰησοῦν ἀπο‐ κτείνωσι· τάχα γὰρ ἡ μὲν πρὸς ἀλλήλους αὐτῶν μάχη ἐποίησεν ἂν τὸν μὲν Ἡρώδην μὴ εἰς χάριν τοῦ λέγοντος λαοῦ «σταύρου σταύρου αὐτὸν» ἀξιοῦν αὐτὸν ἀναιρεθῆναι, τὸν δὲ Πιλᾶτον ῥοπήν τινα ἔχοντα τὴν ὑπὲρ | |
15 | τοῦ 〈ἀπολῦσαι τὸν Ἰησοῦν〉 μὴ ἂν αὐτὸν καταδεδικάσθαι, συμβαλλο‐ μένης τῆς πρὸς Ἡρώδην ἔχθρας τῇ πρὸς τὸ ἀπολῦσαι τὸν Ἰησοῦν προ‐ ϋπαρχούσῃ ῥοπῇ. ἡ δὲ νομιζομένη φιλία τὸν Ἡρώδην ἰσχυρότερον πρὸς τὴν κατὰ τοῦ Ἰησοῦ ἀξίωσιν πεποίηκε παρὰ Πιλᾶτον, βουλόμενον τάχα καὶ διὰ τὴν νεαρὰν φιλίαν κεχαρισμένον τι τῷ Ἡρώδῃ καὶ παντὶ τῷ Ἰου‐ | |
20 | δαίων ἔθνει ποιῆσαι. πολλάκις δὲ καὶ νῦν ὁρᾶν ἔστιν ἐν τῷ βίῳ καὶ τοὺς διαφωνότατα δόγματα εἴτε ἐν τῇ Ἑλλήνων φιλοσοφίᾳ εἴτε καὶ ἐν ἄλλοις λόγοις ἔχοντας ὁμονοεῖν δοκοῦντας, ἵνα χλευάζωσι καὶ προσπολεμῶσι τῷ ἐν τοῖς μαθηταῖς Ἰησοῦ Χριστῷ. ἀπὸ τούτων δ’ (οἶμαι) ἔστι διαβῆναι τῷ λόγῳ ἐπὶ τὸ ἰδεῖν, ὅτι μήποτε καὶ τῶν ἀντικειμένων ἐνεργειῶν διαφω‐ | |
25 | νίαν πρὸς ἀλλήλας ἐχουσῶν, ὡς Φαραὼ πρὸς Ναβουχοδονόσορ καὶ Θα‐ ραθὰ βασιλέως Αἰθιόπων πρὸς Σεναχηρεὶμ βασιλέα Ἀσσυρίων, γίνεταί ποτε συμφωνία κατὰ τοῦ Ἰησοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, οὕτως τάχα καὶ «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό», οὐδαμῶς πρότερον ἀλλήλοις ὁμονοοῦντες, ἵνα σκοπήσαντες «κατὰ τοῦ κυρίου καὶ | |
30 | κατὰ τοῦ χριστοῦ αὐτοῦ» «τὸν κύριον τῆς δόξης» ἀποκτείνωσιν. | |
12.2 | Ἐπὶ ταῦτα δὲ τῷ λόγῳ ἐληλύθαμεν διὰ τοὺς ἅμα προσελθόντας τῷ Ἰησοῦ Φαρισαίους καὶ Σαδδουκαίους, τοὺς ἐν τοῖς περὶ ἀναστάσεως διαφωνοῦντας, καὶ οἱονεὶ συμφωνήσαντας διὰ τὸ πειράσαι τὸν σωτῆρα ἡμῶν καὶ ἐπερωτῆσαι αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι | |
5 | αὐτοῖς. οὐ γὰρ ἀρκούμενοι τοῖς ἐν ταῖς ἰάσεσι πάσης νόσου καὶ πάσης μαλακίας «ἐν τῷ λαῷ» τεραστίοις καὶ τοῖς ἄλλοις παραδόξοις, ἃ ἐν γνώσει πολλῶν πεποιήκει ὁ σωτὴρ ἡμῶν, ἠβούλοντο αὐτὸν ἐπιδεῖξαι αὐτοῖς | |
καὶ ἐξ οὐρανοῦ σημεῖον. καὶ στοχάζομαι ὅτι ὑπενόουν μὲν τὰ ἐπὶ γῆς σημεῖα, ὡς δυνάμενα καὶ μὴ ἐκ θεοῦ εἶναι (οὐκ ὤκνησαν γοῦν λέγειν | ||
10 | ὅτι «ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια» ὁ Ἰη‐ σοῦς), ἐδόκει δ’ αὐτοῖς μὴ δύνασθαι ἐξ οὐρανοῦ σημεῖον ἀπὸ Βεελζε‐ βοὺλ ἤ τινος πονηρᾶς γίνεσθαι δυνάμεως. ἡμάρτανον δὲ περὶ ἀμφοτέρων, τῶν τε ἐπὶ γῆς καὶ τῶν ἐξ οὐρανοῦ σημείων, μὴ δόκιμοι τραπεζῖται μηδὲ ἐπιστάμενοι διακρίνειν πνεύματα ἐνεργοῦντα, ποῖα μὲν ἀπὸ τοῦ θεοῦ | |
15 | ἐστι ποῖα δὲ ἀφεστηκότα αὐτοῦ. καὶ ἐχρῆν αὐτοὺς εἰδέναι ὅτι καὶ τὰ πολλὰ τῶν ἐπὶ Μωσέως κατὰ τῆς Αἰγύπτου τεραστίων, οὐκ ὄντα ἐξ οὐρανοῦ, σαφῶς ἦν τοῦ θεοῦ, καὶ τὸ πεσὸν «πῦρ ἐξ οὐρανοῦ» ἐπὶ τὰ πρόβατα τοῦ Ἰὼβ οὐκ ἦν ἀπὸ τοῦ θεοῦ· τοῦ αὐτοῦ γὰρ ἐκεῖνο τὸ πῦρ ἦν, οὗ ἦσαν καὶ «οἱ αἰχμαλωτεύσαντες» καὶ οἱ ποιήσαντες «τρεῖς ἀρχὰς» ἱππέων κατὰ τῶν | |
20 | κτηνῶν τοῦ Ἰώβ. οἶμαι δ’ ὅτι καὶ ἐν τῷ Ἡσαΐᾳ, ὡς δυναμένων σημείων δειχθῆναι καὶ ἀπὸ γῆς καὶ ἀπὸ οὐρανοῦ (ἀληθῶν μὲν ἐκ θεοῦ, «ἐν πάσῃ» δὲ «δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους» ἀπὸ τοῦ πονηροῦ) λέλεκται τῷ Ἀχάζ· «αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος»· εἰ γὰρ μὴ ἦν σημεῖα καὶ οὐ «παρὰ κυρίου τοῦ θεοῦ» τινα τῶν | |
25 | εἰς βάθος καὶ τῶν εἰς ὕψος, οὐκ ἂν ἐλέλεκτο τὸ «αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος». εὖ οἶδα δὲ ὅτι δόξει τινὶ βίαιον εἶναι τὸ τοιοῦτον τῆς περὶ τοῦ «αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου» ἐκδοχῆς· ἀλλὰ ἐπίστησον τῷ εἰρημένῳ παρὰ τῷ ἀποστόλῳ περὶ τοῦ ἀνθρώπου «τῆς ἁμαρτίας», τοῦ υἱοῦ «τῆς ἀπωλείας», ὅτι «ἐν πάσῃ | |
30 | δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις» ἐκεῖνος ἐπιφανεῖται, μιμούμενος πάντα τέρατα τὰ τῆς ἀλη‐ θείας. καὶ ὥσπερ οἱ τῶν Αἰγυπτίων ἐπαοιδοὶ καὶ φαρμακοί, ὡς ἐλάττους τοῦ ἀνθρώπου «τῆς ἁμαρτίας» καὶ τοῦ υἱοῦ «τῆς ἀπωλείας», δυνάμεις τινὰς ἐμιμήσαντο καὶ σημεῖα καὶ τέρατα τῆς ἀληθείας, ποιοῦντες τὰ τοῦ ψεύδους | |
35 | εἰς τὸ μὴ πιστεύεσθαι τὰ ἀληθῆ, οὕτως οἶμαι τὸν ἄνθρωπον τῆς ἁμαρτίας τὰ *** σημεῖα μιμήσασθαι καὶ τὰς δυνάμεις. Τάχα δὲ καὶ ταῦτα ὑφορώμενοι διὰ τὰς περὶ αὐτοῦ προφητείας οἱ Φαρισαῖοι (ζητῶ δ’ εἰ καὶ Σαδδουκαῖοι) πειράζοντες ἐπηρώτων σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς τὸν Ἰησοῦν. εἰ δὲ μὴ | |
40 | τοῦτο λέγοιμεν αὐτοὺς ὑπονενοηκέναι, τί φήσομεν αὐτοὺς πεπονθέναι πρὸς τὰ ὑπὸ τοῦ Ἰησοῦ γινόμενα τεράστια ἀτέγκτους μένοντας καὶ μὴ δυσω‐ πουμένους τῶν γινομένων τὰ παράδοξα; ἐὰν δέ τις ὑπολαμβάνῃ ἀπολογίας ἡμᾶς ἀφορμὰς δεδωκέναι τοῖς Φαρισαίοις καὶ Σαδδουκαίοις, ὅπου μὲν «ἐν Βεελζεβοὺλ» φάσκουσιν ἐκβεβλῆσθαι ὑπὸ Ἰησοῦ τὰ δαιμόνια, ὅπου δὲ | |
45 | ἐπερωτῶσι μετὰ τοῦ πειράζειν τὸν Ἰησοῦν περὶ σημείου οὐρανίου, ἴστω ὅτι ὑπὸ μὲν πιθανότητός φαμεν αὐτοὺς περιεσπᾶσθαι πρὸς τὸ μὴ πιστεῦσαι τοῖς τοῦ Ἰησοῦ παραδόξοις, οὐ μὴν ὥστε καὶ συγγνωστοὺς εἶναι μὴ ἐνορῶν‐ τας τοῖς τῶν προφητῶν λόγοις πληρουμένοις ἐν ταῖς πράξεσι τοῦ Ἰησοῦ, ἃς οὐδαμῶς πονηρὰ δύναμις μιμήσασθαι οἵα τε ἦν. ψυχὴν γὰρ ἐξελθοῦ‐ | |
12.2(50) | σαν ἐπιστρέψαι, ὥστε ἤδη ὄζοντα καὶ τετάρτην ἡμέραν ἄγοντα ἀπὸ τῶν μνημείων ἐξελθεῖν, οὐδενὸς ἦν ἢ τοῦ ἀκούσαντος ἀπὸ τοῦ πατρός· «ποιή‐ σωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν». ἀλλὰ καὶ ἀνέμοις κελεῦσαι καὶ ὁρμὴν θαλάσσης λόγῳ παῦσαι, οὐδενὸς ἄλλου ἦν ἢ ἐκείνου, «δι’ οὗ τὰ πάντα» καὶ αὐτὴ ἡ θάλασσα καὶ οἱ ἄνεμοι γεγόνασιν. ἔτι δὲ | |
55 | καὶ ἡ διδασκαλία ἐπὶ τὴν ἀγάπην τοῦ κτίσαντος προ[σ]καλουμένη συνᾳ‐ δόντως νόμῳ καὶ προφήταις καὶ τὰς ὁρμὰς καταστέλλουσα καὶ τὰ ἤθη κατ’ εὐσέβειαν μορφοῦσα, τί ἄλλο ἐδήλου τοῖς ὁρᾶν δυναμένοις ἢ ὅτι «ἀλη‐ θῶς θεοῦ υἱὸς» ἦν ὁ τὰ τοσαῦτα ἐργαζόμενος; ἐφ’ οἷς εἶπε καὶ τοῖς μαθη‐ ταῖς τοῦ Ἰωάννου· «πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ὅσα εἴδετε καὶ | |
60 | ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι» καὶ τὰ ἑξῆς. | |
12.3 | Μετὰ ταῦτα κατανοήσωμεν τίνα τρόπον, ἐπερωτηθεὶς περὶ σημείου ἑνός, ἵν’ ἐκ τοῦ οὐρανοῦ ἐπιδείξῃ τοῖς ἐπερωτήσασι Φαρισαίοις καὶ Σαδδουκαίοις, ἀποκρίνεται καὶ λέγει· γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ | |
5 | τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, ὅτε καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθε. τὸ σημεῖον δὲ ἄρα τοῦ Ἰωνᾶ κατὰ τὴν ἐρώτησιν αὐτῶν οὐχ ἁπλῶς σημεῖον ἦν, ἀλλὰ καὶ ἐξ οὐρανοῦ· ὥστε αὐτὸν καὶ τοῖς πει‐ ράζουσι καὶ ἐπιζητοῦσι σημεῖον ἐξ οὐρανοῦ οὐδὲν ἧττον κατὰ τὴν πολλὴν αὐτοῦ ἀγαθότητα δεδωκέναι τὸ σημεῖον. εἰ γὰρ ὡς Ἰωνᾶς | |
10 | ἐποίησεν «ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς» καὶ μετὰ τοῦτο ἀνέστη ἀπ’ αὐτῆς, πόθεν ἂν λέγοιμεν τὸ τῆς ἀναστάσεως τοῦ Ἰησοῦ γεγονέναι ση‐ | |
μεῖον ἢ ἀπὸ τοῦ οὐρανοῦ; καὶ μάλιστα ἐπεὶ παρὰ τὸν καιρὸν τοῦ πάθους γέγονεν ἅμα τῷ εὐεργετουμένῳ λῃστῇ εἰς τὸν παράδεισον τοῦ θεοῦ, | ||
15 | μετὰ τοῦτο (οἶμαι) καταβαίνων εἰς ᾅδου πρὸς τοὺς νεκροὺς ὡς «ἐν νεκροῖς ἐλεύθερος». καὶ δοκεῖ μοι συνάπτειν τὸ ἀφ’ ἑαυτοῦ σημεῖον ὁ σωτὴρ τῷ λόγῳ τοῦ κατὰ τὸν Ἰωνᾶν σημείου, λέγων οὐχ ὅμοιον ἐκείνῳ μόνον δίδοσθαι σημεῖον ὑπ’ αὐτοῦ, ἀλλὰ καὶ αὐτὸ ἐκεῖνο. πρόσχες γὰρ τῷ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ | |
20 | τοῦ προφήτου. οὐκοῦν ἐκεῖνο τοῦτο ἦν τῷ ἐκεῖνο τούτου δηλωτικὸν γεγονέναι, ἵνα ἡ ἐκείνου λύσις τοῦ σημείου ἀσάφειαν αὐτόθεν ἔχοντος τὸ παθεῖν ᾖ τὸν σωτῆρα καὶ «ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας» πεποιηκέναι. ἅμα δὲ καὶ καθολικόν τι μανθάνομεν ὅτι, εἴπερ τὸ σημεῖον σημαίνει τι, ἕκαστον τῶν ἀναγεγραμμένων σημείων (εἴτε ὡς | |
25 | ἐν γενομένῃ ἱστορίᾳ εἴτε ὡς 〈ἐν〉 ἐντολῇ) δηλωτικόν τινός ἐστιν ὕστερον πληρουμένου· οἷον τὸ σημεῖον Ἰωνᾶ, ἐξιόντος μετὰ τρεῖς ἡμέρας ἀπὸ τῆς κοιλίας «τοῦ κήτους», τῆς τοῦ σωτῆρος ἡμῶν ἦν ἀναστάσεως μετὰ «τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας» ἀνισταμένου ἀπὸ τῶν νεκρῶν, καὶ ἡ περι‐ τομὴ λεγομένη «σημεῖον» τῆς παρὰ τῷ Παύλῳ δηλουμένης ἐν τῷ· «ἡμεῖς | |
30 | γάρ ἐσμεν ἡ περιτομή». ζήτει δὲ καὶ σὺ πᾶν τὸ ἐν τοῖς παλαιοῖς γράμμασι σημεῖον τίνος ἐν τῇ καινῇ γρα〈φῇ τύπος πράγ〉ματός ἐστι, καὶ τὸ ἐν τῇ καινῇ διαθήκῃ ὀνομασθὲν σημεῖον τίνος ἐστὶν ἢ ἐν τῷ μέλλοντι αἰῶνι δη‐ λωτικὸν ἢ καὶ ἐν ταῖς ὕστερον γενεαῖς μετὰ τὸ γεγονέναι τὸ σημεῖον. | |
12.4 | Καὶ πονηρὰν μὲν εἶπεν αὐτοὺς γενεὰν διὰ τὴν ἀπὸ τοῦ πονηροῦ ποιότητα εἰς αὐτοὺς ἐγγενομένην (ἔστι δὲ ἡ πονηρία ἑκούσιος κακοποιία), μοιχαλίδα δὲ διὰ τοῦτο, ἐπεὶ τὸν τροπικῶς λεγόμενον ἄνδρα, τῆς ἀληθείας λόγον ἢ νόμον, καταλιπόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι ἐμοι‐ | |
5 | χεύθησαν ὑπὸ τοῦ ψεύδους καὶ τοῦ νόμου «τῆς ἁμαρτίας». εἰ γὰρ δύο εἰσὶ νόμοι, ὅ τε «ἐν τοῖς μέλεσιν» ἡμῶν ἀντιστρατευόμενος «τῷ νόμῳ τοῦ νοὸς» καὶ ὁ «τοῦ νοός», λεκτέον ὅτι ὁ μὲν «τοῦ νοὸς» (τουτέστιν ὁ «πνευμα‐ τικὸς») ἀνήρ ἐστι, πρὸς ὃν ἡρμόσθη ἀπὸ θεοῦ γυνὴ (ἡ ψυχὴ) ἀνδρὶ («τῷ νόμῳ») κατὰ τὸ γεγραμμένον «παρὰ δὲ θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή», ὁ δὲ | |
10 | ἄλλος μοιχός ἐστι τῆς ὑποτασσομένης αὐτῷ ψυχῆς καὶ δι’ αὐτὸν μοιχα‐ λίδος χρηματιζούσης. ὅτι δὲ ὁ νόμος ἀνὴρ τῆς ψυχῆς ἐστι, σαφῶς ἐν τῇ πρὸς Ῥωμαίους ὁ Παῦλος παριστᾷ λέγων ὅτι «ὁ νόμος κυριεύει τοῦ ἀν‐ θρώπου ἐφ’ ὅσον χρόνον ζῇ· ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ» καὶ τὰ ἑξῆς. πρόσχες γὰρ ἐν τούτοις ὅτι «ὁ νόμος κυριεύει | |
15 | τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ (ὁ νόμος ὡς ἀνὴρ γυναικός)· ἡ γὰρ ὕπανδρος γυνὴ (ἡ ὑπὸ τὸν νόμον ψυχὴ) τῷ ζῶντι ἀνδρὶ δέδεται (ὄντι) νό‐ μῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ (ὁ νόμος) κατήργηται ἀπὸ τοῦ νόμου (ὅς ἐστιν ἀνήρ)». ἀποθνῄσκει δὲ ὁ νόμος τῷ ἀναβάντι ἐπὶ τὴν μακαριότητα καὶ μηκέτι ὑπὸ νόμον πολιτευομένῳ, ἀλλ’ ὡς ὁ Χριστὸς πράττοντι, ὃς | |
20 | εἰ καὶ γέγονεν «ὑπὸ νόμον» διὰ τοὺς ὑπὸ νόμον, «ἵνα τοὺς ὑπὸ νόμον κερ‐ δήσῃ», οὔτε ἔμεινεν ὑπὸ νόμον οὔτε ἀφῆκεν ὑπὸ νόμον τοὺς ὑπ’ αὐτοῦ ἐλευθερωθέντας· ἀνήγαγε γὰρ αὐτοὺς ἅμα ἑαυτῷ ἐπὶ τὴν ὑπὲρ τὸν νό‐ μον θείαν πολιτείαν, τὸν περιέχοντα (ὡς πρὸς τοὺς ἀτελεστέρους καὶ ἔτι ἁμαρτάνοντας) θυσίας περὶ ἀφέσεως ἁμαρτημάτων. ὁ οὖν ἀναμάρτητος | |
25 | καὶ μηκέτι δεόμενος τῶν νομικῶν θυσιῶν ὑπερβέβηκε τελειωθεὶς τάχα καὶ τὸν πνευματικὸν νόμον, καὶ γέγονεν ἐν τῷ ὑπὲρ αὐτὸν λόγῳ, ὅστις τοῖς μὲν ἐν σαρκὶ ζῶσι «σὰρξ» ἐγεγόνει, τοῖς δὲ μηδαμῶς ἔτι «κατὰ σάρκα» στρατευομένοις, ὡς ἦν «ἐν ἀρχῇ πρὸς τὸν θεόν», θεὸς λόγος ὤν, θεωρεῖται καὶ ἀποκαλύπτει τὸν πατέρα. τρία τοίνυν κατὰ τὸν τόπον νοητέον, γυναῖκα | |
30 | ὕπανδρον ὑπὸ ἄνδρα τὸν νόμον, καὶ γυναῖκα μοιχαλίδα «ζῶντος τοῦ ἀνδρὸς» νόμου «γινομένην ἀνδρὶ ἑτέρῳ», τῷ νόμῳ τῆς σαρκός, τὴν ψυχήν, καὶ γυ‐ ναῖκα τῷ ἀδελφῷ τοῦ τεθνηκότος ἀνδρὸς γαμουμένην, τῷ ζῶντι καὶ μὴ ἀποθνῄσκοντι λόγῳ, ὃς «ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος» γὰρ «αὐτοῦ οὐκέτι κυριεύει». | |
35 | Καὶ ταῦτα διὰ τὸ «ἐὰν ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρὸς» καὶ διὰ τὸ «ἄρ’ οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ» καὶ διὰ τὸ «ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ». αὐτὸ δὲ τὸ «ἄρ’ οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει» παρειλήφαμεν βουλόμενοι | |
40 | σαφῶς παραστῆσαι, διὰ τί τοῖς πειράζουσι Φαρισαίοις καὶ Σαδδουκαίοις | |
καὶ ἐπιζητοῦσι σημεῖον ἐξ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς ὁ Ἰησοῦς εἶπεν οὐ μόνον τὸ γενεὰ πονηρά, ἀλλὰ καὶ μοιχαλίς. γενικῶς μὲν οὖν ὁ ἐν τοῖς μέλεσι νόμος ὁ ἀντιστρατευόμενος «τῷ νόμῳ τοῦ νοὸς» ὡς μοιχὸς ἀνὴρ μοιχός ἐστι τῆς ψυχῆς· ἤδη δὲ καὶ πᾶσα δύναμις ἀντικειμένη, | ||
45 | ἐπικρατοῦσα τῆς ἀνθρωπίνης ψυχῆς καὶ ἀναμιγνυμένη αὐτῇ, μοιχός ἐστιν αὐτῆς, νυμφίον ἐχούσης ὑπὸ τοῦ θεοῦ αὐτῇ δοθέντα τὸν λόγον. μετὰ ταῦτα γέγραπται ὅτι καταλιπὼν αὐτοὺς ἀπῆλθεν· πῶς γὰρ οὐκ ἔμελλεν ὁ νυμφίος λόγος καταλιπεῖν τὴν μοιχαλίδα γενεὰν καὶ ἀπιέναι ἀπ’ αὐτῆς; εἴποις δ’ ἂν ὅτι τὴν Ἰουδαίων συναγωγὴν ὡς μοιχαλίδα καταλιπὼν ὁ | |
12.4(50) | τοῦ θεοῦ λόγος ἀπελήλυθεν ἀπ’ αὐτῆς, καὶ ἔλαβε «γυναῖκα πορνείας» τοὺς ἀπὸ τῶν ἐθνῶν· ἐπεὶ ἐκεῖνοι μὲν ὄντες «πόλις πιστὴ Σιὼν» γεγόνασι πόρνοι, οὗτοι δὲ ὡς ἡ Ῥαὰβ ἡ πόρνη τοὺς τοῦ Ἰησοῦ κατασκόπους ὑποδεξαμένη διεσώθη πανοικί, μετὰ τοῦτο μηκέτι πορνεύουσα, ἀλλὰ ἐλθοῦσα παρὰ τοὺς τοῦ Ἰησοῦ πόδας καὶ βρέχουσα αὐτοὺς τοῖς τῆς μετανοίας δάκρυσι καὶ | |
55 | ἀλείφουσα τῇ τῆς ἁγίας πολιτείας τῶν μύρων εὐωδίᾳ, δι’ ἣν Σίμωνι τῷ λεπρῷ (τῷ προτέρῳ λαῷ) ὀνειδίζων ἔλεγεν ὅσα γέγραπται. | |
12.5(1n) | Καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ πέραν ἐπελά‐ | |
2n | θοντο ἄρτους λαβεῖν (16, 5[—12]). | |
3 | Ἐπεὶ μὴ χρήσιμοι ἦσαν οἱ ἄρτοι οἱ πρὸ τοῦ πέραν τοῖς ἐλθοῦσι μα‐ θηταῖς εἰς τὸ πέραν (ἄλλων γὰρ ἔχρῃζον πρὸ τοῦ πέραν καὶ ἄλλων | |
5 | ἐδέοντο εἰς τὸ πέραν), διὰ τοῦτο ἀμελήσαντες τοῦ ἐπάγεσθαι ἀπιόν‐ τες εἰς τὸ πέραν ἄρτους, ἐπελάθοντο αὐτοὺς σὺν ἑαυτοῖς λαβεῖν. εἰς τὸ πέραν δὲ γεγόνασι μαθηταὶ τοῦ Ἰησοῦ οἱ διαβάντες ἀπὸ τῶν σωματικῶν ἐπὶ τὰ πνευματικὰ καὶ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά. καὶ τάχα ἵνα ἀποστρέφηται τοὺς (διὰ τοῦ ἐφθακέναι εἰς τὸ πέραν) ἀρξαμένους | |
10 | πνεύματι τοῦ παλινδρομεῖν ἐπὶ τὰ σάρκινα, εἶπε τοῖς εἰς τὸ πέραν ὁ Ἰησοῦς· ὁρᾶτε καὶ προσέχετε. ἦν γάρ τι φύραμα διδασκαλίας καὶ ζύμης ἀληθῶς παλαιᾶς, τῆς κατὰ τὸ ψιλὸν γράμμα καὶ διὰ τοῦτο οὐκ ἀπηλλαγμένης τῶν ἀπὸ κακίας, ὅπερ παρεῖχον Φαρισαῖοι καὶ Σαδδουκαῖοι ἀφ’ ἧς οὐ βούλεται Ἰησοῦς ἐσθίειν ἔτι τοὺς ἰδίους μαθητὰς ποιήσας | |
15 | αὐτοῖς «νέον» καὶ πνευματικὸν «φύραμα», ἑαυτὸν παρασχὼν (τοῖς ἀπο‐ στᾶσι τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ προσ‐ εληλυθόσιν αὐτῷ) ἄρτον ζῶντα ἐξ οὐρανοῦ καταβεβηκότα καὶ ζωὴν | |
διδόντα «τῷ κόσμῳ». ἐπεὶ δὲ ὁδός ἐστι τῷ μηκέτι χρησομένῳ ζύμῃ καὶ φυράματι καὶ διδασκαλίᾳ Φαρισαίων καὶ Σαδδουκαίων πρότε‐ | ||
20 | ρον μὲν τὸ θεωρεῖν δεύτερον δὲ τὸ προσέχειν, ἵνα μήποτε ἐκ τοῦ μὴ βλέπειν καὶ ἐξ ἀπροσεξίας μεταλάβῃ τις τῆς ἀπηγορευμένης ζύμης ἐκείνων, διὰ τοῦτο πρῶτον τὸ ὁρᾶτε λέγει τοῖς μαθηταῖς καὶ δεύτερον τὸ προσέ‐ χετε. διορατικῶν οὖν ἐστι καὶ προσεκτικῶν χωρίζειν τὴν ζύμην τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ πᾶσαν οὐκ ἀζύμων «εἰλικρινείας | |
25 | καὶ ἀληθείας» τροφὴν ἀπὸ τοῦ ζῶντος ἄρτου καὶ ἐξ οὐρανοῦ καταβεβη‐ κότος, ἵνα τὰ μὲν τῶν Φαρισαίων καὶ Σαδδουκαίων μὴ προσίηται τὸν δὲ ζῶντα καὶ ἀληθινὸν ἄρτον ἐσθίων τις ῥωσθῇ τὴν ψυχήν. Καὶ τὸ ῥητὸν δὲ εὐκαίρως ἂν προσφέροιμεν τοῖς μετὰ τοῦ Χριστια‐ νίζειν αἱρουμένοις τὸ σωματικῶς Ἰουδαΐζειν· οὗτοι γὰρ οὐχ ὁρῶσιν οὐδὲ | |
30 | προσέχουσιν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἀλλὰ παρὰ τὸ βούλημα τοῦ ἀπαγορεύσαντος αὐτὴν Ἰησοῦ τὸν Φαρισαίων ἄρτον ἐσθίουσι. καὶ πάντες δ’ (οἶμαι) ὅσοι οὐ βούλονται φρονεῖν ὅτι «ὁ νόμος πνευματικός ἐστιν» καὶ «σκιὰν» ἔχει «τῶν μελλόντων ἀγαθῶν» καὶ «σκιά ἐστι τῶν μελλόντων», οὐδὲ ζητοῦσι τίνος μέλλοντος ἀγαθοῦ ἐστι | |
35 | σκιὰ ἕκαστος τῶν νόμων, οὐχ ὁρῶσιν οὐδὲ προσέχουσιν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, οἱ δὲ καὶ τὴν τῶν νεκρῶν ἀθετοῦντες ἀνάστασιν οὐ φυλάττονται ἀπὸ τῆς ζύμης τῶν Σαδδουκαίων, καὶ πολλοί γε ἐν τοῖς ἑτεροδόξοις διὰ τὴν περὶ ἀναστάσεως νεκρῶν ἀπιστίαν εἰσὶν οἱ ἐμ‐ φυρόμενοι τῇ τῶν Σαδδουκαίων ζύμῃ. ταῦτα δὴ λέγοντος τοῦ Ἰησοῦ | |
40 | διελογίζοντο ἐν ἑαυτοῖς οὐ γεγωνὸς λέγοντες οἱ μαθηταί, ἀλλ’ ἐν ταῖς καρδίαις ἑαυτῶν· ὅτι ἄρτους οὐκ ἐλάβομεν. καὶ οἱονεὶ τοι‐ αῦτα ἦν ἃ ἔλεγον· εἰ μὲν εἴχομεν ἄρτους, οὐκ ἂν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων εἰλήφειμεν· ἐπεὶ δὲ ἀπορίᾳ ἄρτων κινδυνεύομεν ἀπὸ τῆς ἐκείνων ζύμης λαβεῖν, οὐ βούλεται δ’ ἡμᾶς ὁ | |
45 | σωτὴρ παλινδρομεῖν ἐπὶ τὴν ἐκείνων διδασκαλίαν, διὰ τοῦτο ἡμῖν εἶπε τὸ ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. καὶ ταῦτα μὲν ἐκεῖνοι διελογίζοντο· ὁ δὲ βλέπων Ἰησοῦς τὰ ἐν ταῖς καρδίαις αὐτῶν καὶ ἀκούων τῶν ἐν αὐταῖς λόγων, ὡς τῶν καρδιῶν ἐπίσκοπος ἀληθής, ἐπιπλήσσει αὐτοῖς ὡς οὐ νοοῦσιν οὐδὲ | |
12.5(50) | μεμνημένοις ἄρτων, ὧν παρ’ αὐτοῦ εἰλήφασι, δι’ οὓς καὶ ἐν ἀπορίᾳ δοκοῦν‐ τες εἶναι ἄρτων οὐκ ἔχρῃζον τῆς τῶν Φαρισαίων καὶ Σαδδουκαί‐ | |
ων ζύμης. | ||
12.6 | Εἶτα σαφηνίζων καὶ γυμνότερον παριστὰς (τοῖς περιελκομένοις διὰ τὴν ὁμωνυμίαν ἄρτου καὶ ζύμης) ὅτι μὴ περὶ αἰσθητοῦ ἔλεγεν αὐτοῖς ἄρτου, ἀλλὰ περὶ τῆς ἐν τῇ διδασκαλίᾳ ζύμης, ἐπιφέρει τὸ πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ἄρτου εἶπον ὑμῖν; προσέχετε δὲ ἀπὸ τῆς ζύμης | |
5 | τῶν Φαρισαίων καὶ Σαδδουκαίων. καίτοι μηδὲ γυμνώσαντος αὐτοῦ τὴν ἑρμηνείαν ἀλλ’ ἔτι ἐπιμένοντος τῇ τροπολογίᾳ, συνῆκαν οἱ μαθηταὶ ὅτι ὁ λόγος τῷ σωτῆρι ἦν περὶ διδασκαλίας, τροπικῶς ζύμης εἰρημένης, ἣν ἐδίδασκον Φαρισαῖοι καὶ Σαδδουκαῖοι. ὅσον μὲν οὖν ἔχομεν σὺν ἡμῖν τὸν Ἰησοῦν ποιοῦντα τὴν φάσκουσαν ἐπαγγελίαν· «ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν | |
10 | εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», οὐ δυνάμεθα «νη‐ στεύειν» οὐδὲ ἀπορεῖν τροφῆς, ὡς διὰ τὴν ἀπορίαν αὐτῆς ζητεῖν κἂν παρὰ Φαρισαίων καὶ Σαδδουκαίων τῆς ἀπηγορευμένης ζύμης λαμβάνειν καὶ ἐσθίειν. γένοιτο δ’ ἄν ποτε καιρός, συνόντος αὐτοῦ, τοῦ ἡμᾶς ἀτρο‐ φεῖν, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται ἐν τῷ «ἤδη ἡμέρας τρεῖς παραμένουσί | |
15 | μοι καὶ οὐκ ἔχουσι τί φάγωσιν». ἀλλὰ κἂν τοῦτο συμβῇ, μὴ βουλόμενος ἡμᾶς «νήστεις ἀπολῦσαι, μήποτε ἐκλυθῶμεν ἐν τῇ ὁδῷ», εὐχαριστεῖ ἐπὶ τοῖς παρὰ τοῖς μαθηταῖς ἄρτοις καὶ ποιεῖ ἡμῖν περισσεῦσαι ἀπὸ τῶν ἑπτὰ (ὡς ἀποδεδώκαμεν) ἄρτων τὰς ἑπτὰ σπυρίδας. ἔτι δὲ καὶ τοῦτο τηρη‐ τέον (διὰ τοὺς οἰομένους μὴ πάνυ τι τὴν θεότητα παρίστασθαι τοῦ σωτῆ‐ | |
20 | ρος ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου), ὅτι [τὸ] διαλογιζομένων ἐν ἑαυτοῖς τῶν μαθητῶν καὶ λεγόντων ἄρτους μὴ ἔχειν 〈τὸ〉 γνῶναι τοὺς διαλογισμοὺς τὸν Ἰησοῦν καὶ εἰπεῖν· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε, οὐκ ἀνθρώπινον ἦν· «μονώτατος» γὰρ γινώ‐ σκει τὰς καρδίας τῶν ἀνθρώπων (ὡς ὁ Σολομῶν ἐν τῇ τρίτῃ τῶν Βασι‐ | |
25 | λειῶν φησιν) ὁ κύριος. ἐπεὶ δὲ τοῦ Ἰησοῦ εἰπόντος· προσέχετε ἀπὸ τῆς ζύμης, συνῆκαν οἱ μαθηταὶ ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῶν ἄρτων, ἀλλ’ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδ‐ δουκαίων, ἐπιστήσεις εἰ, ὅπου ποτ’ ἂν ζύμη ὀνομασθῇ, εἰς διδαχὴν τρο‐ πολογεῖται, εἴτε ἐν νόμῳ εἴτε καὶ ἐν ταῖς μετὰ τὸν νόμον γραφαῖς. οὕτω | |
30 | δὲ μήποτε ζύμη οὐ προσφέρεται ἐπὶ τὸ θυσιαστήριον· οὐ γὰρ δεῖ τὰς εὐχὰς τρόπον ἔχειν διδασκαλίας, ἀλλ’ εἶναι αὐτὸ μόνον αἰτήσεις ἀγαθῶν | |
ἀπὸ τοῦ θεοῦ. ζητήσαι δ’ ἄν τις διὰ τὰ ἀποδεδομένα περὶ τῶν μαθητῶν ἐλθόντων εἰς τὸ πέραν, εἰ δύναταί τις ἐλθὼν εἰς τὸ πέραν ὀνειδί‐ ζεσθαι ὡς ὀλιγόπιστος καὶ ὡς οὐδέπω νοῶν οὐδὲ μνημονεύων τῶν ὑπὸ | ||
35 | τοῦ Ἰησοῦ γεγενημένων. οὐ χαλεπὸν δ’ (οἶμαι) πρὸς τοῦτο εἰπεῖν ὅτι, ὡς πρὸς «τὸ τέλειον», ὅπερ «ὅταν ἔλθῃ, τὸ ἐκ μέρους καταργηθήσεται», πᾶσα ἡ ἐνταῦθα πίστις ἡμῶν ὀλιγοπιστία ἐστί, καὶ ὡς πρὸς ἐκεῖνο οὐδέπω νοοῦμεν οἱ «ἐκ μέρους» γινώσκοντες οὐδὲ μνημονεύομεν· οὐ γὰρ διαρκῆ καὶ συμπαρεκτεινομένην μνήμην ἀναλαβεῖν δυνάμεθα τῷ πλήθει τῆς | |
40 | φύσεως τῶν θεωρημάτων. | |
12.7 | Ἔτι δὲ ἔστι καὶ ἐντεῦθεν μαθεῖν ὅτι καὶ ἐπὶ μόνοις διαλογισμοῖς οὓς ἐν ἑαυτοῖς διαλογιζόμεθα, ἔσθ’ ὅτε ἐγκαλούμεθα καὶ ὡς ὀλιγό‐ πιστοι ὀνειδιζόμεθα. ἐγὼ δ’ οἶμαι ὅτι, ὥσπερ μοιχεύει τις «ἐν τῇ καρ‐ δίᾳ» μόνῃ οὐ πάντως φθάνων καὶ ἐπὶ τὴν πρᾶξιν, οὕτω καὶ τὰ λοιπὰ τῶν | |
5 | ἀπηγορευμένων ἐν μόνῃ τῇ καρδίᾳ τις πράττει. ὡς οὖν ὁ μοιχεύσας «ἐν τῇ καρδίᾳ» ἀνάλογον τῇ τοιαύτῃ μοιχείᾳ κολασθήσεται, οὕτως καὶ ὁ τῶν ἀπηγορευμένων τι ποιήσας ἐν τῇ καρδίᾳ, φέρ’ εἰπεῖν κλέψας ἐν μόνῃ καρ‐ δίᾳ ἢ ψευδομαρτυρήσας ἐν μόνῃ καρδίᾳ, οὐχ ὡς ὁ καὶ ἔργῳ μὲν κλέψας ἢ καὶ τὴν πρᾶξιν τῆς ψευδομαρτυρίας ἐπιτελέσας, ὡς δὲ μόνον ἐν τῇ καρδίᾳ | |
10 | τὰ τοιαῦτα ποιήσας κολασθήσεται, καὶ τοῦτο, εἰ παρ’ αὑτὸν μὴ ἦλθε καὶ ἐπὶ τὴν μοχθηρὰν πρᾶξιν· εἰ γὰρ πρὸς τῷ βεβουλῆσθαι ἐνεχείρησε μὲν οὐ τέτευχε δέ, κολασθήσεται οὐχ ὡς τῇ καρδίᾳ μόνῃ, ἀλλὰ καὶ τῇ πράξει ἡμαρτηκώς. ζητήσαι δ’ ἄν τις πρὸς τὰ τοιαῦτα, εἰ μοιχεύει μέν τις «ἐν τῇ καρδίᾳ» μόνῃ κἂν μὴ τὸ ἔργον τῆς μοιχείας ποιήσῃ, οὐ σωφρονεῖ δὲ ἐν | |
15 | μόνῃ τῇ καρδίᾳ· τὸ παραπλήσιον δὲ καὶ περὶ τῶν λοιπῶν ποιήσεις ἐπαι‐ νετῶν. ἔχει δέ τι πιθανῶς ἡμᾶς παραλογίσασθαι δυνάμενον ὁ τόπος, ὅπερ τοῦτον (οἶμαι) καθαρτέον τὸν τρόπον· μοιχεία μὲν γενομένη «ἐν τῇ καρδίᾳ» ἔλαττόν ἐστιν ἁμάρτημα ἢ εἰ προσθείη τις καὶ τὴν πρᾶξιν· ἀμήχανον δὲ σωφροσύνην εἶναι ἐν καρδίᾳ ἐμποδίζουσαν τῇ σωφρονικῇ | |
20 | πράξει, εἰ μὴ ἄρα τις καὶ ἐπὶ τούτου τὴν ἐν ἐρημίᾳ βιασθεῖσαν παραλάβοι (κατὰ τὸν νόμον) εἰς παράδειγμα παρθένον. ἔστω γὰρ τὴν καρδίαν τινὸς εἶναι καθαρωτάτην, τὴν δὲ βίαν πεποιηκέναι, 〈τὴν〉 ἐν τῷ ἀκολάστῳ, τὴν φθορὰν τοῦ σώματος τῆς σώφρονος—αὕτη δὴ δοκεῖ μοι σώφρων μὲν πάντως εἶναι ἐν τῷ κρυπτῷ, τῷ δὲ σώματι οὐκέτι εἶναι καθαρὰ ὁποία πρὸ τῆς βίας | |
25 | ἦν· ἀλλ’ οὐχί, ἐπεὶ οὐ καθαρά, ἤδη καὶ ἀκόλαστος. Ταῦτα καὶ διὰ τὸ ἐλογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους | |
οὐκ ἐλάβομεν ᾧ ἐπιφέρεται τὸ γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν· ὀλι‐ γόπιστοι, τί διαλογίζεσθε ἐν ἑαυτοῖς καὶ τὰ ἑξῆς· ἔδει γὰρ τὸν περὶ τῶν ἐν τῷ κρυπτῷ ψόγον ἐξετασθῆναι καὶ παρανακειμένως αὐτῷ | ||
30 | τὸν ἐν τῷ κρυπτῷ ἔπαινον. | |
12.8 | θαυμάζω δὲ εἰ οἱ μαθηταὶ ᾤοντο, πρὶν σαφη‐ νισθῆναι αὐτοῖς ὑπὸ τοῦ Ἰησοῦ τὸν λόγον, ὅτι ἀπαγορεύει αὐτοῖς ὁ διδά‐ σκαλος καὶ ὁ κύριος αἰσθητὴν *** ζύμην Φαρισαίων ἢ Σαδδουκαίων φυλάξασθαι ὡς οὐ καθαρὰν καὶ διὰ τοῦτο ἀπαγορευομένην, ἵνα μηδ’ ὅτε | |
5 | ἄρτους οὐκ εἰλήφεισαν, τῇ ἐκείνων ζύμῃ χρήσωνται. τὸ δ’ ὅμοιον καὶ ἐπ’ ἄλλων μὲν ζητήσαιμεν, ἀρκεῖ δὲ παραδείγματος χάριν τὸ περὶ τῆς Σαμαρείτιδος ἐν τῷ «πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα». καὶ γὰρ ἐκεῖ (ὅσον ἐπὶ τῇ λέξει) ἡ Σαμαρεῖτις δόξει οἴεσθαι περὶ ὕδατος | |
10 | αἰσθητοῦ ἐπαγγέλλεσθαι τὸν σωτῆρα λέγοντα· «ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδα‐ τος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα». κἀκεῖνα οὖν τροπο‐ λογητέον καὶ συνεξεταστέον ὕδωρ πηγῆς «τοῦ Ἰακώβ», ἀφ’ ἧς ἤντλει ἡ Σαμαρεῖτις, ὕδατι τοῦ Ἰησοῦ, καὶ ἐνταῦθα τὸ ὅμοιον ποιητέον· τάχα γὰρ οὐδὲ ἄρτοι ἦσαν πεφθέντες, ἀλλά τις ζύμη αὐτὸ μόνον ὠμὴ ἡ διδαχὴ τῶν | |
15 | Φαρισαίων καὶ Σαδδουκαίων. | |
12.9(1n) | Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς | |
2n | τὰ μέρη Καισαρείας τῆς Φι‐ | |
3n | λίππου ἠρώτα τοὺς μαθητὰς | |
4n | αὐτοῦ (16, 13[—19]). | |
5 | Πυνθάνεται τῶν μαθητῶν ὁ Ἰησοῦς, τίνα λέγουσιν αὐτὸν οἱ ἄνθρωποι εἶναι, ἵν’ ἡμεῖς μάθωμεν ἀπὸ τῆς ἀποκρίσεως τῶν ἀποστόλων τὰς διαφόρους περὶ τοῦ | |
10 | σωτῆρος ἡμῶν ἐν Ἰουδαίοις γενο‐ μένας ὑπολήψεις τότε. τάχα δὲ καὶ ἵνα οἱ μιμηταὶ τοῦ Ἰησοῦ διδά‐ σκωνται ἀεὶ περιεργάζεσθαι περὶ τῶν λεγομένων ὑπὸ τῶν ἀνθρώ‐ | |
15 | πων περὶ αὐτῶν· ὅπερ πράττουσι〈ν ἡμῖν〉 συμβαλεῖται πρὸς τό, εἴ τι | |
μὲν φαῦλον λέγεται, τούτου τὰς ἀφορμὰς παντὶ τρόπῳ περιαιρεῖν, εἴ τι δὲ ἀστεῖον, τούτου τὰς προ‐ | ||
20 | φάσεις συναύξειν. πλὴν ὅρα διὰ τὰ διάφορα ἐν Ἰου‐ δαίοις περὶ τοῦ Ἰησοῦ κινήματα, τίνα τρόπον ἀπό τινων οὐχ ὑγιῶν δογμάτων ἔλεγόν τινες μὲν ὅτι | |
25 | Ἰωάννης ἦν ὁ βαπτιστὴς (ὁμοίως Ἡρώδῃ τῷ τετράρχῃ τῷ εἰπόντι τοῖς παισὶν αὐτοῦ· «οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρ‐ θη ἐκ νεκρῶν καὶ διὰ τοῦτο αἱ | |
30 | δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ»), ἄλλοι δὲ ὅτι Ἠλίας ἐστὶν ὁ νῦν καλούμενος Ἰησοῦς, ἤτοι γένεσιν ὑπομείνας δευτέραν, ἢ ἔκτοτε ἐν σαρκὶ ζῶν καὶ κατὰ τὸν παρόντα | |
35 | ἐπιφανεὶς χρόνον. καὶ οἱ φάσκοντες δὲ ὅτι Ἱερεμίας εἴη ὁ Ἰησοῦς, καὶ οὐχὶ τύπος τοῦ Χριστοῦ ὁ Ἱερε‐ μίας, τάχα ἐκ τῶν εἰρημένων ἐν ταῖς ἀρχαῖς τοῦ Ἱερεμίου περὶ | |
40 | Χριστοῦ ἐκινήθησαν, οὐ πληρω‐ θέντων μὲν ἐν τῷ προφήτῃ τότε ἀρξαμένων δὲ πληροῦσθαι ἐν τῷ Ἰησοῦ, ὃν ἔθετο ὁ θεὸς εἰς «ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατα‐ | |
45 | σκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοι‐ κοδομεῖν καὶ καταφυτεύειν», προ‐ φήτην αὐτὸν εἰς ἔθνη γενέσθαι ποιήσας οἷς ἐκήρυξε τὸν λόγον. ἀλλὰ καὶ οἱ λέγοντες ὅτι εἷς τις | |
12.9(50) | ἦν τῶν προφητῶν, τοιαῦτα περὶ αὐτοῦ ὑπελάμβανον διὰ τὰ ἐν τοῖς προφήταις ὡς πρὸς αὐτοὺς μὲν ῥηθέντα οὐ πεπληρωμένα δὲ ἐπ’ αὐτοῖς. | |
55 | Ἀλλ’ οἱ μὲν Ἰουδαῖοι, ὡς ἄξιοι τοῦ ἐπὶ τῇ καρδίᾳ αὐτῶν καλύμματος, ἐψευδοδόξουν περὶ τοῦ Ἰησοῦ· Πέτρος δέ, ὡς οὐ σαρ‐ κὸς καὶ αἵματος μαθητὴς ἀλλὰ καὶ | |
60 | χωρήσας ἀποκάλυψιν τοῦ ἐν οὐ‐ ρανοῖς πατρός, *** ὡμολόγησεν αὐτὸν τὸν Χριστὸν τυγχάνειν. ἦν μὲν οὖν καὶ τὸ ὑπὸ τοῦ Πέτρου λεγόμενον τῷ σω‐ | |
65 | τῆρι, τὸ σὺ εἶ ὁ Χριστός, μὴ γινωσκόμενον ὑπὸ τῶν Ἰου‐ δαίων ὅτι Χριστὸς εἴη, μέγα· μεῖζον δὲ ὅτι ἠπίστατο αὐτὸν οὐ μόνον Χριστὸν εἶναι, ἀλλὰ καὶ υἱὸν τοῦ | |
70 | θεοῦ τοῦ ζῶντος καὶ διὰ τῶν προφητῶν εἰρηκότος «ζῶ ἐγώ», *** καὶ *** «ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος». καὶ ζωὴ δὲ ὡς ἀπὸ πηγῆς | |
75 | ζωῆς τοῦ πατρὸς ὁ εἰπών· «ἐγώ εἰμι ἡ ζωή». καὶ πρόσχες ἐπιμελῶς εἰ μή, ὥσπερ οὐ ταὐτόν ἐστι πηγὴ ποταμοῦ καὶ ποταμός, οὕτως πηγὴ ζωῆς καὶ ζωή. | |
80 | καὶ ταῦτα δὲ προσεθήκαμεν διὰ τὸ προσκεῖσθαι τῷ σὺ εἶ ὁ Χρι‐ στὸς ὁ υἱὸς τοῦ θεοῦ τὸ τοῦ ζῶντος· ἐξαίρετον γάρ τι ἐχρῆν παραστῆσαι ἐν τῷ λεγο‐ | |
85 | μένῳ περὶ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων, ὡς ζῶντος παρά τε τὴν αὐτοζωὴν καὶ τὰ μετέχοντα αὐτῆς. ἐπεὶ δὲ εἴπομεν μὴ ἀπό τινων ὑγιῶν δογμάτων εἰρηκέναι | |
90 | τοὺς ἀποφηναμένους εἶναι τὸν Ἰη‐ σοῦν Ἰωάννην τὸν βαπτιστὴν ἤ τινα τῶν ἐπιφερομένων, κατα‐ σκευάσωμεν καὶ τοῦτο λέγοντες ὅτι, εἰ παρατετεύχεισαν ἐπὶ τὸ βάπτισμα | |
95 | ἀπεληλυθότι τῷ Ἰησοῦ πρὸς τὸν Ἰωάννην καὶ βαπτίζοντι τῷ Ἰωάν‐ νῃ τὸν Ἰησοῦν, ἢ ἀκηκόεισαν παρά τινος, οὐκ ἂν ἔλεγον Ἰησοῦν εἶναι τὸν Ἰωάννην. ἀλλὰ καὶ εἰ νενοή‐ | |
12.9(100) | κεισαν τὸ δόγμα ἀφ’ οὗ εἶπεν ὁ Ἰησοῦς· «εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι», καὶ ὡς ἔχοντες «ὦτα» ἀκηκόεισαν τοῦ λελεγμένου, οὐκ ἂν εἶπόν τινες | |
105 | αὐτὸν εἶναι Ἠλίαν. καὶ οἱ εἰπόντες αὐτὸν εἶναι Ἱερεμίαν, εἰ ἑώρων ὅτι οἱ πλεῖστοι τῶν προφητῶν συμβολικά τινα αὐτοῦ ἀνειλήφασιν, οὐκ ἂν ἔλεγον αὐτὸν εἶναι Ἱερε‐ | |
110 | μίαν· ὁμοίως δὲ οὐδὲ ἄλλοι ἕνα τινὰ τῶν προφητῶν. | |
12.10 | Τάχα δὲ ὅπερ ἀποκριθεὶς Σίμων Πέτρος εἶπεν ἐν τῷ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἐὰν ὡς | |
5 | ὁ Πέτρος λέγωμεν, οὐ σαρκὸς καὶ αἵματος ἡμῖν ἀποκαλύψαντος ἀλλὰ φωτὸς ἡμῶν τῇ καρδίᾳ ἐλλάμ‐ ψαντος ἀπὸ τοῦ ἐν οὐρανοῖς πατρός, καὶ αὐτοὶ γινόμεθα ὅπερ | |
10 | καὶ ὁ Πέτρος, ὁμοίως αὐτῷ μακαρι‐ | |
ζόμενοι διὰ τὸ τὰ αἴτια τοῦ μακα‐ ρισμοῦ ἐκείνῳ καὶ ἐφ’ ἡμᾶς ἐφθα‐ κέναι, τῷ σάρκα καὶ αἷμα μὴ ἀποκεκαλυφέναι ἡμῖν περὶ τοῦ τὸν | ||
15 | Ἰησοῦν εἶναι Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, ἀλλὰ τὸν ἐν οὐρανοῖς πατέρα ἀπ’ αὐτῶν τῶν οὐρανῶν, ἵνα «ἐν οὐρανοῖς» πολι‐ τευσώμεθα, ἀποκαλύψαντα ἡμῖν ἀπο‐ | |
20 | κάλυψιν ἀνάγουσαν εἰς τοὺς οὐρα‐ νοὺς τοὺς περιαιροῦντας μὲν πᾶν «κάλυμμα» ἀπὸ τῆς καρδίας, ἀναλα‐ βόντας δὲ τὸ πνεῦμα τῆς «σοφίας» τοῦ θεοῦ καὶ τῆς «ἀποκαλύψεως». | |
25 | εἰ δὲ φήσαντες καὶ ἡμεῖς ὡς ὁ Πέτρος· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος (οὐχ ὡς σαρκὸς καὶ αἵματος ἡμῖν ἀποκαλυψάντων, ἀλλὰ φωτὸς ἡμῶν | |
30 | τῇ καρδίᾳ ἐλλάμψαντος ἀπὸ τοῦ ἐν οὐρανοῖς πατρός), γινόμεθα Πέ‐ τρος, καὶ ἡμῖν ἂν λέγοιτο ἀπὸ τοῦ | |
〈θεοῦ〉 λόγου τὸ σὺ εἶ Πέτρος καὶ τὰ ἑξῆς. πέτρα γὰρ πᾶς ὁ Χριστοῦ | ||
35 | μιμητής, ἀφ’ οὗ ἔπινον οἳ «〈ἔπινον〉 ἐκ πνευματικῆς ἀκολουθούσης πέ‐ τρας». καὶ ἐπὶ πᾶσαν τὴν τοιαύτην πέτραν οἰκοδομεῖται ὁ ἐκκλησιαστι‐ κὸς πᾶς λόγος καὶ ἡ κατ’ αὐτὸν | |
40 | πολιτεία. ἐν ἑκάστῳ γὰρ τῶν τε‐ λείων, ἐχόντων τὸ ἄθροισμα τῶν συμπληρούντων τὴν μακαριότητα λόγων καὶ ἔργων καὶ νοημάτων 〈πάντων〉, ἐστὶν ἡ ὑπὸ τοῦ θεοῦ | |
45 | οἰκοδομουμένη ἐκκλησία. | |
12.11 | Εἰ δὲ ἐπὶ τὸν ἕνα ἐκεῖνον Πέτρον νομίζεις ὑπὸ τοῦ θεοῦ οἰκοδομεῖσθαι τὴν πᾶσαν ἐκκλη‐ σίαν μόνον, τί ἂν φήσαις περὶ | |
5 | Ἰωάννου τοῦ «τῆς βροντῆς» υἱοῦ ἢ ἑκάστου τῶν ἀποστόλων; ἀληθῶς γε ἄρα τολμήσωμεν λέγειν ὅτι Πέτρου μὲν ἰδίως πύλαι ᾅδου οὐ κατισχύσουσι, τῶν δὲ λοι‐ | |
10 | πῶν ἀποστόλων καὶ τῶν τελείων *** κατισχύσουσιν; οὐχὶ δὲ καὶ ἐπὶ πάντων καὶ ἐφ’ ἑκάστου αὐτῶν τὸ προειρημένον τὸ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς γίνεται | |
15 | καὶ τὸ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλη‐ | |
σίαν; ἆρα δὲ τῷ Πέτρῳ μόνῳ δίδονται ὑπὸ τοῦ Χριστοῦ αἱ κλεῖδες τῆς | ||
20 | τῶν οὐρανῶν βασιλείας, καὶ οὐδεὶς ἕτερος τῶν μακαρίων αὐτὰς λήψεται; εἰ δὲ κοινόν ἐστι καὶ πρὸς ἑτέρους τὸ δώσω σοι τὰς κλεῖ‐ δας τῆς βασιλείας τῶν οὐρα‐ | |
25 | νῶν, πῶς οὐχὶ καὶ πάντα τά τε προειρημένα καὶ τὰ ἐπιφερόμενα ὡς πρὸς Πέτρον λελεγμένα ***; καὶ γὰρ ἐνταῦθα μὲν ὡς πρὸς Πέτρον εἰρῆσθαι δοκεῖ τὸ ὅσα ἂν | |
30 | δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἑξῆς· ἐν δὲ τῷ κατὰ Ἰωάννην δοὺς πνεῦμα ἅγιον ὁ σωτὴρ τοῖς μαθη‐ | |
35 | ταῖς διὰ τοῦ ἐμφυσήματός φησι· «λάβετε πνεῦμα ἅγιον» καὶ τὰ ἑξῆς. πολλοὶ τοίνυν φήσουσι πρὸς τὸν σωτῆρα· σὺ εἶ ὁ Χριστὸς ὁ | |
40 | υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀλλ’ οὐ πάντες οἱ τοῦτο φάσκοντες ἐροῦσιν αὐτῷ οὐδαμῶς μὲν ἀπὸ σαρκὸς καὶ αἵματος ἀποκαλυψάντων τοῦτο μεμαθηκότες, αὐτοῦ δὲ τοῦ | |
45 | ἐν τοῖς οὐρανοῖς πατρὸς ἀφε‐ λόντος τὸ ἐπικείμενον τῇ καρδίᾳ αὐτῶν «κάλυμμα», ἵνα μετὰ τοῦτο «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν | |
δόξαν τοῦ κυρίου κατοπτριζόμενοι» | ||
12.11(50) | «ἐν πνεύματι θεοῦ» λαλῶσι, λέ‐ γοντες περὶ αὐτοῦ τὸ «Κύριος Ἰη‐ σοῦς» καὶ πρὸς αὐτὸν τὸ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. | |
55 | Καὶ εἴ τις λέγει τοῦτο πρὸς αὐτόν, οὐ σαρκὸς καὶ αἵματος ἀπο‐ καλυψάντων αὐτῷ ἀλλὰ τοῦ ἐν τοῖς οὐρανοῖς πατρός, τεύξεται τῶν εἰρημένων, ὡς μὲν τὸ γράμμα | |
60 | τοῦ εὐαγγελίου λέγει πρὸς ἐκεῖνον τὸν Πέτρον, ὡς δὲ τὸ πνεῦμα αὐτοῦ διδάσκει πρὸς πάντα τὸν γενόμενον, ὁποῖος ὁ Πέτρος ἐκεῖνος. παρώνυμοι γὰρ πέ‐ | |
65 | τρας πάντες οἱ μιμηταὶ Χριστοῦ, τῆς «πνευματικῆς ἀκολουθούσης πέτρας» τοῖς σωζομένοις, ἵνα ἐξ αὐτῆς πίνωσι τὸ «πνευματικὸν πόμα». οὗτοι δὲ παρ‐ ώνυμοί εἰσι τῆς πέτρας, ὡς Χρι‐ | |
70 | στός· ἀλλὰ καὶ «Χριστοῦ μέλη» ὄν‐ τες παρώνυμοι ἐχρημάτισαν Χριστοί, πέτρας δὲ Πέτροι. ἀπὸ δὲ τούτων ἀφορμὴν λαβὼν φήσεις τοὺς δικαίους παρωνύμους εἶναι Χρι‐ | |
75 | στοῦ τῆς δικαιοσύνης καὶ τοὺς σο‐ φοὺς Χριστοῦ τῆς σοφίας· καὶ οὕ‐ τως ποιήσεις ἐπὶ τῶν λοιπῶν αὐτοῦ ὀνομάτων παρώνυμα ἐπὶ τοὺς ἁγίους, καὶ πρὸς πάντας τοὺς τοιούτους ἂν | |
80 | λέγοιτο ἀπὸ τοῦ σωτῆρος τὸ λέγον· σὺ εἶ Πέτρος καὶ τὰ ἑξῆς ἕως τοῦ οὐ κατισχύσουσιν αὐτῆς. τίνος δὲ αὐτῆς; ἆρα γὰρ τῆς πέτρας, ἐφ’ ἣν Χριστὸς οἰκοδομεῖ τὴν ἐκ‐ | |
85 | κλησίαν, ἢ τῆς ἐκκλησίας (ἀμφί‐ βολος γὰρ ἡ φράσις), ἢ ὡς ἑνὸς καὶ τοῦ αὐτοῦ τῆς πέτρας καὶ τῆς ἐκκλησίας; τοῦτο δ’ οἶμαι ἀληθὲς τυγχάνειν· | |
90 | οὔτε γὰρ τῆς πέτρας, ἐφ’ ἧς ὁ Χρι‐ στὸς οἰκοδομεῖ τὴν ἐκκλησίαν, οὔτε τῆς ἐκκλησίας πύλαι ᾅδου κατισχύσουσιν, ὡς οὐδὲ «ὁδὸς ὄφεως ἐπὶ πέτρας» (κατὰ τὸ ἐν Παρ‐ | |
95 | οιμίαις γεγραμμένον) εὑρεθείη ἄν. εἰ δέ τινος πύλαι ᾅδου κατισχύ‐ σουσιν, οὔτε πέτρα ὁ τοιοῦτος ἂν εἴη, ἐφ’ ἣν οἰκοδομεῖ Χριστὸς τὴν ἐκκλησίαν, οὔτε ἡ ὑπὸ Χριστοῦ | |
12.11(100) | οἰκοδομουμένη ἐπὶ τὴν πέτραν ἐκ‐ κλησία· ἥ τε γὰρ πέτρα ἄβατός ἐστιν ὄφει καὶ ἰσχυροτέρα τῶν ἀντιπαλαι‐ ουσῶν αὐτῇ πυλῶν ᾅδου, ὡς διὰ τὴν ἰσχὺν αὐτῆς μὴ κατισχύειν αὐτῆς | |
105 | τὰς πύλας τοῦ ᾅδου· ἥ τε ἐκκλησία, ὡς Χριστοῦ οἰκοδομὴ τοῦ οἰκοδομή‐ σαντος ἑαυτοῦ «τὴν οἰκίαν» φρονί‐ μως «ἐπὶ τὴν πέτραν», ἀνεπίδεκτός ἐστι πυλῶν ᾅδου, | |
110 | κατισχυουσῶν μὲν παντὸς ἀνθρώπου τοῦ ἔξω τῆς πέτρας καὶ τῆς ἐκκλη‐ | |
σίας, οὐδὲν δὲ δυναμένων πρὸς αὐτήν. | ||
12.12 | Νοήσαντες δὲ ὡς ἑκάστη τῶν ἁμαρτιῶν, δι’ ὧν ἔστιν ἐν ᾅδου γενέσθαι, πύλη ἐστὶν ᾅδου, κατα‐ ληψόμεθα ὅτι ἡ ἔχουσα «σπῖλον ἢ | |
5 | ῥυτίδα ἤ τι τῶν τοιούτων» καὶ διὰ τὴν κακίαν μηδὲ «ἁγία» μηδὲ «ἄμω‐ μος» τυγχάνουσα ψυχὴ οὔτε πέτρα ἐστίν, ἐφ’ ἣν ὁ Χριστὸς οἰκοδομεῖ, οὔτε ἐκκλησία οὔτε ἐκκλησίας μέρος, | |
10 | ἣν ἐπὶ τὴν πέτραν ὁ Χριστὸς οἰκο‐ δομεῖ. ἐὰν δέ τις πρὸς ταῦτα δυσω‐ πεῖν ἡμᾶς βούληται διὰ τὰ πλήθη τῶν πιστεύειν νομιζομένων ἐκκλη‐ σιαστικῶν, λεκτέον αὐτῷ οὐ μόνον | |
15 | τὸ «πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλε‐ κτοί», ἀλλὰ καὶ τὸ ὑπὸ τοῦ σωτῆρος πρὸς τοὺς προσιόντας αὐτῷ λελεγμέ‐ νον (ὡς ἐν τῷ κατὰ Λουκᾶν εἴρηται) οὕτως ἔχον· «ἀγωνίζεσθε εἰσελθεῖν | |
20 | διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν (διὰ τῆς στενῆς) καὶ οὐκ ἰσχύσουσι», καὶ τὸ ἐν τῷ κατὰ Ματθαῖον δὲ γεγραμ‐ μένον τοῦτον τὸν τρόπον ῥητέον· | |
25 | «ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ | |
ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν». προσέχων δὲ τῷ «ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ | ||
30 | ἰσχύσουσι» συνήσεις ὅτι τοῦτο ἐπὶ τοὺς αὐχοῦντας μὲν εἶναι ἀπὸ τῆς ἐκκλησίας, ἀσθενῶς δὲ καὶ παρὰ τὸν λόγον βιοῦντας ἀναφέρεται. οἱ μὲν οὖν μὴ ἰσχύοντες εἰσελθεῖν τῶν ζη‐ | |
35 | τούντων εἰσελθεῖν, τῷ πύλας ᾅδου κατισχύειν αὐτῶν οὐκ ἂν ἰσχύοιεν· ὧν δὲ πύλαι ᾅδου οὐ κατισχύου‐ σιν, οὗτοι ζητοῦντες εἰσελθεῖν ἰσχύ‐ σουσι, «πάντα» ἰσχύοντες «ἐν τῷ ἐν‐ | |
40 | δυναμοῦντι» αὐτοὺς «Χριστῷ Ἰη‐ σοῦ». καὶ τοῦτο δὲ χρὴ εἰδέναι ὅτι, ὥσπερ αἱ πόλεων πύλαι ὀνόματα ἔχουσιν ἑκάστη οἰκεῖα, τὸν αὐτὸν τρόπον αἱ | |
45 | τοῦ ᾅδου πύλαι ὀνομασθεῖεν ἂν κατὰ τὰ εἴδη τῶν ἁμαρτημάτων· ὡς μίαν μὲν ὀνομάζεσθαι πύλην ᾅδου πορνείαν, δι’ ἧς ὁδεύουσιν οἱ πορ‐ νεύοντες, ἑτέραν δὲ ἄρνησιν, δι’ ἧς | |
12.12(50) | ἀρνησίθεοι εἰς ᾅδου καταβαίνου‐ σιν *** ἤδη δὲ καὶ ἕκαστος τῶν ἑτεροδόξων | |
καὶ γεννησάντων ψευδώνυμόν τινα γνῶσιν ᾠκοδόμησεν ᾅδου πύλην, | ||
55 | ἄλλην μὲν Μαρκίων καὶ Βασιλίδης ἄλλην καὶ Οὐαλεντῖνος ἄλλην. καὶ οὕτως ἕκαστος μὲν τῶν πατέρων μοχθηρᾶς γνώμης ἀρχιτέκτων γέ‐ γονε πύλης τινὸς ᾅδου· οἱ δὲ συνερ‐ | |
60 | γοὶ τῇ τοῦ ἀρχιτέκτονος τῶν τοιού‐ των διδασκαλίᾳ, ὑπουργοί τινες καὶ οἰκονόμοι δουλεύοντες μοχθηρῷ ἀρ‐ χιτεκτονικῷ ἀσεβείας λόγῳ. πολλῶν δὲ καὶ δυσαριθμήτων οὐσῶν τῶν | |
65 | ᾅδου πυλῶν, οὐδεμία πύλη ᾅδου κατισχύσει τῆς πέτρας ἢ ἐκκλησίας, ἣν ἐπ’ αὐτῇ Χριστὸς οἰκοδομεῖ, πλὴν ἔχουσί τινα ἰσχὺν αὗται αἱ πύλαι, ἀφ’ ἧς τινῶν μὲν κρατοῦσι τῶν μὴ | |
70 | ἀντιτεινόντων καὶ ἀνταγωνιζομένων πρὸς αὐτάς, ὑφ’ ἑτέρων δὲ νικῶνται τῶν διὰ τὸ μὴ ἀφίστασθαι τοῦ εἰπόν‐ τος· «ἐγώ εἰμι ἡ θύρα» πάσας τὰς ᾅδου πύλας καθελόντων ἀπὸ τῆς | |
75 | ἑαυτῶν ψυχῆς. | |
12.13 | Ἐνταῦθα μὲν οὖν πύλαι ᾅδου εἴρηνται, ἐν δὲ τοῖς Ψαλμοῖς ὁ προφήτης εὐχαριστεῖ λέγων· «ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, | |
5 | ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέ‐ | |
σεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών». καὶ ἐκ τούτου δὲ μανθάνομεν ὅτι μήποτε οὐχ οἷόν τέ ἐστιν πάσας δυνηθῆναι ἐξαγγεῖλαι «τὰς αἰνέσεις» | ||
10 | τινὰ τοῦ θεοῦ, μὴ ὑψωθέντα «ἐκ τῶν πυλῶν τοῦ θανάτου» καὶ γενόμενον παρὰ «ταῖς πύλαις» «Σιών». πύλαι δὲ «Σιὼν» ἐναντίαι 〈ἂν〉 νοηθεῖεν ταῖς πύλαις «τοῦ θανάτου», ὡς εἶναι πύλην | |
15 | μὲν θανάτου τὴν ἀκολασίαν πύλην δὲ Σιὼν τὴν σωφροσύνην, καὶ οὕτω θανάτου μὲν τὴν ἀδικίαν Σιὼν δὲ τὴν δικαιοσύνην (ἥντινα δεικνὺς ὁ προφήτης φησίν· | |
20 | «αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ») καὶ πάλιν τὴν μὲν δειλίαν θανάτου πύλην τὴν δὲ ἀνδρείαν Σιών, καὶ ἀφροσύνην μὲν θανάτου τὴν δὲ ἐναν‐ | |
25 | τίαν αὐτῇ φρόνησιν τῆς Σιών. πάσαις δὲ ταῖς πύλαις τῆς «ψευδωνύμου γνώ‐ σεως» μία ἐναντία ἐστὶ πύλη ἡ τῆς ἀψευδοῦς γνώσεως ***. Ἐπίστησον δὲ εἰ δύνασαι (διὰ τὸ | |
30 | «οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα | |
καὶ σάρκα», καὶ τὰ λοιπὰ) λέγειν ἑκάστην ἐξουσίαν καὶ κοσμο‐ κράτορα «τοῦ σκότους τούτου» καὶ πνευματικὸν «τῆς πονηρίας ἐν τοῖς | ||
35 | ἐπουρανίοις» πύλην εἶναι ᾅδου καὶ πύλην θανάτου. πύλαι οὖν ᾅδου λέγοιντο καὶ αἱ ἀρχαὶ καὶ ἐξουσίαι, πρὸς ἃς «ἡμῖν ἡ πάλη» πύλαι δὲ δικαιοσύνης «τὰ λειτουργικὰ | |
40 | πνεύματα». ὥσπερ δὲ ἐπὶ τῶν κρειττόνων πολλαὶ προλέγονται πύλαι καὶ μετὰ τὰς πολ‐ λὰς μία ἐν τῷ «ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξο‐ | |
45 | μολογήσομαι τῷ κυρίῳ» καὶ «αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσον‐ ται ἐν αὐτῇ», οὕτω καὶ ἐπὶ τῶν ἐναντίων πολλαὶ μὲν πύλαι ᾅδου καὶ θανάτου, | |
12.13(50) | ἑκάστη ἐξουσία〈, πρὸς ἃς ἡμῖν ἡ πάλη〉, ὑπὲρ πάσας δὲ ταύτας αὐτὸς ὁ πονη‐ ρὸς 〈πύλη ἐστὶ θανάτου καὶ ᾅδου〉. καὶ προσέχωμέν γε ἐφ’ ἑκάστης ἁμαρ‐ | |
55 | τίας ὡς εἰς πύλην ᾅδου τινὰ κατα‐ βαίνοντες, εἰ ἁμαρτάνομεν· ἀλλὰ ὑψούμενοι «ἐκ τῶν πυλῶν τοῦ θανά‐ του» ἐξαγγείλωμεν «πάσας τὰς αἰνέ‐ σεις» τοῦ κυρίου «ἐν ταῖς πύλαις τῆς | |
60 | θυγατρὸς Σιών». οἷον ἐν μιᾷ πύλῃ τῆς θυγατρὸς Σιών, τῇ καλουμένῃ σωφροσύνῃ, ἐξαγγελοῦμεν ἀπὸ σωφροσύνης τὰς αἰνέσεις τοῦ θεοῦ, καὶ ἐν ἄλλῃ, | |
65 | τῇ 〈καλουμένῃ〉 δικαιοσύνῃ, ἀπὸ δι‐ καιοσύνης τὰς αἰνέσεις τοῦ θεοῦ. καὶ ἁπαξαπλῶς ἐν πᾶσιν οἷς γινόμεθα ἐπαινετοῖς, ἐν τούτοις γινόμεθα ἔν τινι πύλῃ τῆς θυγατρὸς Σιών, κατ’ | |
70 | ἐκείνην ἐξαγγέλλοντες αἴνεσίν τινα τοῦ θεοῦ. ἐξεταστέον δὲ πῶς ἔν τινι τῶν δώ‐ δεκα λέλεκται· «ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδε‐ | |
75 | λύξαντο». μήποτε οὖν ὁ «ἐν πύλαις» ἐλέγχων ἐστὶν ἀπὸ πυλῶν θυγατρὸς Σιὼν τοὺς ἐν τοῖς ἐναντίοις τῆς πύλης ταύτης γενομένους ἁμαρτήμασι καὶ πυλῶν | |
80 | ᾅδου ἢ θανάτου. εἰ δὲ μὴ οὕτως ἀκούοις τοῦ «ἐμί‐ | |
σησαν ἐν πύλαις ἐλέγχοντα», ἤτοι παρελκόντως ἔσται εἰρημένον τὸ «ἐν πύλαις», | ||
85 | ἢ ζήτει πῶς ἂν ἄξιον προφητικοῦ πνεύματος εἴη τὸ λελεγμένον. | |
12.14 | Μετὰ ταῦτα ἴδωμεν πῶς λέλεκται τῷ Πέτρῳ καὶ παντὶ *** Πέτρῳ τὸ δώσω σοι τὰς κλεῖ‐ δας τῆς βασιλείας τῶν οὐ‐ | |
5 | ρανῶν. καὶ πρῶτόν γε νομίζω ἀκο‐ λούθως λελέχθαι τῷ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς τὸ δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν. | |
10 | ἄξιος γὰρ ἀπὸ τοῦ αὐτοῦ λόγου λαβεῖν ἐστι τὰς κλεῖδας τῆς τῶν οὐρα‐ νῶν βασιλείας ὁ φραξάμενος [πρὸς] τὰς τοῦ ᾅδου πύλας, ἵνα μὴ κατισχύ‐ σωσιν αὐτοῦ· οἱονεὶ ἆθλα λαμβάνων | |
15 | τοῦ μηδὲν δεδυνῆσθαι κατ’ αὐτοῦ τὰς τοῦ ᾅδου πύλας τὰς κλεῖδας τῆς τῶν οὐρανῶν βασιλείας, ἵν’ ἑαυτῷ ἀνοίγῃ τὰς κεκλεισμένας πύ‐ λας τοῖς νικωμένοις ὑπὸ τῶν τοῦ | |
20 | ᾅδου πυλῶν. καὶ εἰσέρχεται, ὡς μὲν σώφρων, διά τινος ἀνοιγομένης σω‐ φροσύνης πύλης ὑπὸ κλειδὸς ἀνοι‐ γούσης σωφροσύνης, καὶ δι’ ἑτέρας, ὡς δίκαιος, δικαιοσύνης πύλης ἀνοι‐ | |
25 | γομένης ὑπὸ κλειδὸς δικαιοσύνης· καὶ οὕτως ἐπὶ τῶν λοιπῶν ἀρετῶν. οἶμαι γάρ, ὅτι ὑπὲρ ἑκάστης ἀρετῆς τῆς γνώσεώς τινα σοφίας μυστήρια | |
κατάλληλα τῷ εἴδει τῆς ἀρετῆς | ||
30 | ἀνοίγεται τῷ κατ’ ἀρετὴν βιώσαντι διδόντος τοῦ σωτῆρος τοῖς μὴ κρατη‐ θεῖσιν ὑπὸ τῶν τοῦ ᾅδου πυλῶν τοσαύτας κλεῖδας ὅσαι εἰσὶν αἱ ἀρεταί, | |
35 | ἀνοιγούσας ἰσαρίθμους πύλας, κατ‐ αλλήλους κατὰ τὴν ἀποκάλυψιν τῶν μυστηρίων ἑκάστῃ ἀρετῇ. τάχα δὲ καὶ ἑκάστη ἀρετὴ οὐρανοῦ ἐστι βασιλεία, καὶ πᾶσαι ἅμα βασι‐ | |
40 | λεία τῶν οὐρανῶν· ὡς κατὰ τοῦτο ἤδη ἐν βασιλείᾳ εἶναι οὐρανῶν τὸν κατὰ τὰς ἀρετὰς βιοῦντα, ὡς κατὰ τοῦτο τὸ «μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν» οὐκ ἐπὶ χρό‐ | |
45 | νον ἀναφέρεσθαι, ἀλλὰ ἐπὶ τὰς πρά‐ ξεις καὶ τὴν διάθεσιν· ὁ Χριστὸς γάρ, ἡ πᾶσα ἀρετή, ἐπιδεδήμηκε καὶ λαλεῖ, καὶ διὰ τοῦτο «ἐντός ἐστι» τῶν αὐτοῦ | |
12.14(50) | μαθητῶν «ἡ βασιλεία τοῦ θεοῦ», καὶ | |
οὐχὶ «ὧδε καὶ ὧδε». Ὅρα δὲ ὅσην ἔχει ἐξουσίαν ἡ πέτρα, ἐφ’ ἣν ὑπὸ Χριστοῦ οἰκοδο‐ μεῖται ἡ ἐκκλησία, καὶ πᾶς ὁ λέγων· | ||
55 | σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὥστε τὰς κρί‐ σεις μένειν βεβαίας τούτου, ὡς κρί‐ νοντος ἐν αὐτῷ τοῦ θεοῦ, ἵνα ἐν αὐ‐ τῷ τῷ κρίνειν μὴ κατισχύσωσιν αὐ‐ | |
60 | τοῦ πύλαι ᾅδου. τοῦ μὲν οὖν ἀδίκως κρίνοντος καὶ μὴ κατὰ λό‐ γον θεοῦ δεσμεύοντος ἐπὶ γῆς μηδὲ κατὰ βούλησιν αὐτοῦ λύοντος ἐπὶ γῆς, πύλαι ᾅδου κατισχύουσιν. | |
65 | οὗ δὲ πύλαι ᾅδου οὐ κατισχύου‐ σιν, οὗτος δικαίως κρίνει· διὸ ἔχει τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, ἀνοίγων τοῖς λελυμένοις ἐπὶ γῆς, ἵνα καὶ ἐν οὐρανοῖς | |
70 | ὦσι λελυμένοι καὶ ἐλεύθεροι, καὶ κλείων τοῖς κρίσει δικαίᾳ αὐτοῦ δε‐ δεμένοις ἐπὶ γῆς, ἵνα καὶ ἐν οὐ‐ ρανοῖς ὦσι δεδεμένοι καὶ κεκριμέ‐ νοι. ἐπεὶ δὲ οἱ τὸν τόπον τῆς ἐπι‐ | |
75 | σκοπῆς ἐκδικοῦντες χρῶνται τῷ ῥητῷ ὡς Πέτρος, καὶ τὰς κλεῖδας | |
τῆς τῶν οὐρανῶν βασιλείας ἀπὸ τοῦ σωτῆρος εἰληφότες διδά‐ σκουσί τε τὰ ὑπ’ αὐτῶν δεδεμένα | ||
80 | τουτέστι καταδεδικασμένα καὶ ἐν οὐρανοῖς δεδέσθαι καὶ τὰ ὑπ’ αὐ‐ τῶν 〈λελυμένα τουτέστιν〉 ἄφεσιν εἰληφότα καὶ ἐν οὐρανοῖς λε‐ λύσθαι, λεκτέον ὅτι ὑγιῶς λέγουσιν, | |
85 | εἰ ἔχουσιν ἔργον δι’ ὃ εἴρηται ἐκείνῳ τῷ Πέτρῳ· σὺ εἶ Πέτρος, καὶ εἰ τηλικοῦτοί εἰσιν, ὡς ἐπ’ αὐτοῖς ὑπὸ Χριστοῦ οἰκοδομεῖσθαι τὴν ἐκ‐ κλησίαν, καὶ ἐπ’ αὐτοὺς εὐλόγως | |
90 | τοῦτο ἀναφέροιτ’ ἄν. πύλαι δὲ ᾅδου οὐκ ὀφείλουσι κατισχύειν τοῦ θέ‐ λοντος δεσμεῖν καὶ λύειν. εἰ δὲ «σει‐ ραῖς τῶν ἁμαρτημάτων αὐτοῦ ἔσφιγ‐ κται» ***, μάτην καὶ δεσμεῖ καὶ λύει. | |
95 | καὶ τάχα δύνασαι εἰπεῖν· ἐν τοῖς ἐν τῷ σοφῷ οὐρανοῖς (ταῖς ἀρεταῖς) δέ‐ δεται ὁ φαῦλος, καὶ πάλιν δὲ λέλυται ἐν αὐταῖς ὁ σπουδαῖος καὶ ἀμνηστίαν λαβὼν τῶν πρὸ τῆς ἀρετῆς αὐτῷ | |
12.14(100) | ἡμαρτημένων. ὥσπερ δὲ τὸν μὴ ἔχοντα σειρὰς ἁμαρτιῶν μηδὲ ἁμαρ‐ τίας παραβαλλομένας «σχοινίῳ μα‐ κρῷ» ἢ «ζυγοῦ ἱμάντι δαμάλεως» οὐδὲ ὁ θεὸς ἂν δήσαιτο, οὕτως οὐδ’ | |
105 | ὅστις ἂν ᾖ Πέτρος. εἰ δέ τις μὴ ὢν Πέτρος καὶ μὴ ἔχων τὰ εἰρημένα ἐνταῦθα, ὥσπερ Πέτρος οἴεται δήσειν ἐπὶ γῆς ὡς τὰ δεδε‐ μένα δεδέσθαι ἐν οὐρανοῖς, καὶ | |
110 | λύσειν ἐπὶ γῆς ὡς τὰ λελυμένα λελύσθαι ἐν οὐρανοῖς, οὗτος «τε‐ τύφωται» μὴ ἐπιστάμενος τὸ βού‐ λημα τῶν γραφῶν, καὶ «τυφωθεὶς» ἐμ‐ πέπτωκεν «εἰς τὸ τοῦ διαβόλου κρίμα». | |
12.15(1n) | Τότε διεστείλατο τοῖς | |
2n | μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ | |
3n | εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ | |
4n | Χριστός (16, 20[—23]). | |
5 | Ἀνωτέρω μὲν γέγραπται ὅτι «τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς λέγων αὐτοῖς· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε» καὶ ὅσα ἑξῆς ἀναγέγραπται εἰρη‐ | |
10 | κέναι αὐτοῖς, πέμπων αὐτοὺς ἐπὶ τὴν ἀποστολήν. ἆρα οὖν τὸ τῶν ἀποστόλων ἤδη ποιοῦντας ἔργον αὐτοὺς ἐβούλετο 〈καὶ〉 κηρύσσειν ὅτι αὐτὸς εἴη ὁ Χριστός; εἴτε γὰρ | |
15 | ἐβούλετο, ἄξιον ζητῆσαι τί δήποτε νῦν διαστέλλεται τοῖς μαθηταῖς ἵνα μὴ εἴπωσιν ὅτι αὐτὸς εἴη ὁ Χριστός; εἴτε μὴ ἐβούλετο, πῶς | |
δύναται σώζεσθαι τὰ τῆς ἀποστολῆς; | ||
20 | καὶ ταῦτα δ’ ἄν τις ζητήσαι κατὰ τὸν τόπον· ἆρα ἀποστέλλων τοὺς δώ‐ δεκα οὐκ ἀπέστελλεν αὐτοὺς φρο‐ νοῦντας ὅτι αὐτὸς εἴη ὁ Χριστός; εἰ δὲ τοῦτο ἐφρόνουν οἱ δώδεκα, δη‐ | |
25 | λονότι καὶ ὁ Πέτρος· πῶς οὖν μακαρίζεται νῦν; ἐμφαίνει γὰρ ἡ λέξις διὰ τούτων ὅτι νῦν πρῶτον αὐτὸν ὡμολόγησεν ὁ Πέτρος Χριστὸν υἱὸν «τοῦ θεοῦ τοῦ | |
30 | ζῶντος». ὁ μὲν οὖν Ματθαῖος πεποίηκε κατά τινα τῶν ἀντιγράφων τὸ τότε διε‐ στείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός | |
35 | ἐστιν ὁ Χριστός, ὁ δὲ Μᾶρκος «ἐπετίμησεν αὐτοῖς» φησιν «ἵνα μη‐ δενὶ λέγωσι περὶ αὐτοῦ», ὁ δὲ Λου‐ κᾶς «ἐπιτιμήσας» φησὶν «αὐτοῖς παρ‐ ήγγειλε μηδενὶ λέγειν τοῦτο»—τί δὲ | |
40 | «τοῦτο» ἢ ὅτι καὶ κατ’ αὐτὸν ἀπο‐ κριθεὶς ὁ Πέτρος εἶπε (πρὸς τὸ «τίνα με λέγετε εἶναι»;)· «τὸν Χριστὸν τοῦ θεοῦ». ἰστέον μέντοι ὅτι τινὰ τῶν ἀντιγράφων τοῦ κατὰ Ματθαῖον | |
45 | ἔχει τὸ ἐπετίμησεν. ἡ μὲν οὖν ἐπαπόρησις δοκεῖ μοι εἶναι γενναιο‐ τάτη· λύσις δὲ αὐτῆς ἀναντίρρητος ζητηθήτω, ἣν ὁ εὑρίσκων, ἐὰν ᾖ πιστικωτέρα τῶν ὑφ’ ἡμῶν λεχθη‐ | |
12.15(50) | σομένων ὡς ὑπὸ μετρίων, εἰς μέσον φερέτω. Πρόσχες οὖν εἰ δύνασαι λέγειν ὅτι τὸ πιστεύεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν ἔλαττόν ἐστι τοῦ γινώσκε‐ | |
55 | σθαι τὸ πεπιστευμένον· τάχα δὲ καὶ τοῦ γινώσκεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν διαφορά ἐστιν, οὐ παντὸς τοῦ γινώσκοντος ὁμοίως αὐτὸν γι‐ νώσκοντος. ὅτι μὲν οὖν τὸ πιστεύε‐ | |
60 | σθαι χωρὶς γνώσεως ἔλαττόν ἐστι τοῦ γινώσκεσθαι, δῆλον ἐκ τοῦ κατὰ Ἰωάννην· «*** ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, | |
καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς». | ||
65 | ὅτι δὲ καὶ τοῦ γινώσκεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν διαφορά ἐστιν, οὐκ ἐπίσης τῶν γινωσκόντων γινωσκόν‐ των αὐτόν, καὶ αὐτὴ μὲν ἡ ἐνάργεια τῷ κἂν ἐπὶ ποσὸν ἐπιστήσαντι παρί‐ | |
70 | στησι τὸ πρᾶγμα· τίς γὰρ οὐκ ἂν ὁμολογήσαι ὅτι (φέρ’ εἰπεῖν) Τιμόθεος γινώσκων Ἰη‐ σοῦν εἶναι τὸν Χριστὸν οὐκ ἐπὶ τοσοῦτον πεφώτιστο εἰς τὴν περὶ | |
75 | αὐτοῦ γνῶσιν, ὅσον ὁ ἀπόστολος Παῦλος πεφώτιστο; καὶ τοῦτο δ’ αὖ τίς οὐκ ἂν παραδέξαιτο ὅτι, κἂν πλείονες ἀληθεύοντες λέγωσι περὶ θεοῦ ὅτι «αὐτός μοι δέδωκε τῶν ὄν‐ | |
80 | των γνῶσιν ἀψευδῆ», οὐχ ὁμοίως τρα‐ νοῦντες καὶ καταλαμβάνοντες τὰ γι‐ νωσκόμενα οὐδὲ τῷ ἀριθμῷ τοσαῦτα γινώσκοντες τοῦτο ἐροῦσιν; οὐ μόνον δὲ κατὰ τὴν διαφορὰν τοῦ | |
85 | γινώσκειν ἔστι τοὺς γινώσκοντας μὴ ὁμοίως γινώσκειν, ἀλλὰ καὶ κατὰ τὸ παραστῆσαν τὴν γνῶσιν, ὡς κατὰ τοῦτο τὸν ἀποκαλύψαντος τοῦ πα‐ τρὸς τὸν υἱὸν ἐγνωκότα (ὡς Πέτρος | |
90 | μεμαρτύρηται ἐγνωκέναι) ἔχειν τὸν ἀνωτάτω μακαρισμόν. εἰ δὲ ὑγιῶς ἡμῖν ταῦτα εἴρηται, ἐπιστήσεις εἰ οἱ δώδεκα πρότερον μὲν ἐπίστευον οὐκ ἐγίνωσκον δέ, ἑξῆς δὲ τῷ πιστεύειν | |
95 | καὶ ἀρχὰς εἶχον τοῦ γινώσκειν καὶ ὀλι‐ γώτερα περὶ αὐτοῦ ἐγίνωσκον, ὕστε‐ ρον δὲ προὔκοπτον ἐν τῷ γινώσκειν, ὡς δύνασθαι χωρῆσαι τὴν ἀπὸ τοῦ | |
12.15(100) | πατρὸς γνῶσιν ἀποκαλύπτοντος τὸν υἱὸν—ἐν ὁποίᾳ καταστάσει ὁ Πέ‐ τρος ἦν ἡνίκα ἐμακαρίσθη· καὶ γὰρ μακαρίζεται οὐκ ἐπὶ τῷ εἰρη‐ κέναι· «σὺ εἶ ὁ Χριστὸς» μόνον, ἀλλὰ | |
105 | μετὰ τῆς προσθήκης τῆς «ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος». οἱ γοῦν ἀναγράψαν‐ τες Μᾶρκος καὶ Λουκᾶς ἀποκριθέντα τὸν Πέτρον εἰρηκέναι· «σὺ εἶ ὁ Χριστὸς» καὶ μὴ προσθέντες τὸ παρὰ | |
110 | τῷ Ματθαίῳ κείμενον 〈«ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος», διὰ τοῦτο〉 οὐκ ἀνέγραψαν τὸν ἐπὶ τῷ εἰρημένῳ μακαρισμὸν καὶ τὴν μετὰ τὸν μακα‐ ρισμὸν εὐλογίαν λέγουσαν τὸ «σὺ εἶ | |
115 | Πέτρος» καὶ τὰ ἑξῆς. | |
12.16 | Ἤδη δὲ καὶ τὸ πρῶτον ἐξεταστέον ὅτι τὰ μὲν ἄλλα περὶ αὐ‐ τοῦ κατήγγελλον ὡς μεγάλου καὶ θαυμαστοῦ, τὸ δὲ Χριστὸν 〈αὐτὸν〉 | |
5 | εἶναι οὐδέπω ἐκήρυσσον, ἵνα μὴ δοκοίη ὁ σωτὴρ ἀφαιρεῖν αὐ‐ τῶν τὴν ἐξουσίαν τὴν περὶ τοῦ καταγ‐ γέλλειν αὐτὸν Χριστόν, ἣν πρότερον ἐδωρήσατο. καὶ τάχα τις τῷ τοιού‐ | |
10 | τῳ λόγῳ παραστήσεται φάσκων ὡς ἐν εἰσαγωγῇ δεδιδάχθαι ὑπὸ τῶν ἀποστόλων τοὺς Ἰουδαίους τὰ περὶ τοῦ Ἰησοῦ ἔνδοξα, ἵνα τούτοις ἐν καιρῷ ἐποικοδομηθῇ καὶ τὰ περὶ | |
15 | τοῦ Χριστὸν αὐτὸν εἶναι. τάχα δὲ πολλὰ τῶν πρὸς αὐτοὺς λελεγμένων πρὸς πάντας εἰρῆσθαι τοὺς πιστεύον‐ τας δυνάμει· οὐ γὰρ μόνοις τοῖς ἀπο‐ στόλοις ἐφήρμοζε τὸ «ἐπὶ ἡγεμόνας | |
20 | δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι», τάχα δὲ οὐδ’ ὅλως τοῖς ἀπο‐ στόλοις, ἀλλ’ ἅπασι τοῖς πιστεύειν μέλλουσι τὸ «παραδώσει δὲ ἀδελφὸς | |
25 | ἀδελφὸν εἰς θάνατον» καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ τὸ «πᾶς οὖν ὅστις ὁμολογή‐ σει ἐν ἐμοὶ» καὶ τὰ ἑξῆς οὐκ ἰδίως τοῖς ἀποστόλοις, ἀλλὰ καὶ πᾶσι τοῖς πιστεύουσιν εἴρηται. κατὰ τοῦτο οὖν | |
30 | προϋποτύπωσίς ἐστι διδασκαλίας διὰ τῶν πρὸς τοὺς ἀποστόλους λελεγμέ‐ νων, ὕστερον κἀκείνοις καὶ παντὶ τῷ διδάσκοντι εἰς χρῆσιν ἐλευσομένης. | |
12.17 | Ὁ δὲ βουλόμενος καὶ τὸ Χριστὸν αὐτὸν εἶναι κεκηρύχθαι πρό‐ τερον ὑπὸ τῶν ἀκουσάντων ἀποστό‐ λων τὸ «ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, | |
5 | εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων» ἐρεῖ ὅτι οἱονεὶ κατηχῆσαι ἠθέ‐ λησε πρότερον 〈ἀμαυρότερον〉 τοὺς 〈παρὰ〉 τῶν ἀποστόλων ἀκουσομέ‐ | |
10 | νους τὸ Χριστοῦ ὄνομα, εἶτ’ ἐᾶσαι τοῦτο οἱονεὶ πεφθῆναι ἐν ταῖς δια‐ νοίαις τῶν ἀκουσάντων, ἵνα σιωπῆς γενομένης τοῦ τὸ τοιοῦτον περὶ αὐ‐ τοῦ κηρύσσεσθαι, εὐκαιρότερον ἐποι‐ | |
15 | κοδομηθῇ τοῖς προκατηχηθεῖσι Χρι‐ στὸς Ἰησοῦς ἐσταυρωμένος καὶ ἐκ | |
νεκρῶν ἐγηγερμένος. ὅπερ ἐν ταῖς ἀρχαῖς οὐδὲ αὐτοὶ οἱ ἀπόστολοι ᾔδει‐ σαν· γέγραπται γὰρ ἐν τοῖς νῦν ἐξε‐ | ||
20 | ταζομένοις ὅτι ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μα‐ θηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ τάδε καὶ τάδε παθεῖν. εἰ δὲ ταῦτα | |
25 | νῦν οἱ ἀπόστολοι μανθάνουσι παρὰ τοῦ Ἰησοῦ ἀπαντησόμενα αὐτῷ, τὴν ἀπὸ τῶν πρεσβυτέρων ἐπιβου‐ λὴν καὶ ὡς ἀναιρεθήσεται καὶ ὡς μετὰ ταῦτα τῇ τρίτῃ ἡμέρᾳ ἐκ | |
30 | νεκρῶν «ἀναστήσεται», τί χρὴ νομί‐ ζειν ἐγνωκέναι πρότερον τοὺς μαθη‐ τευομένους παρὰ τοῖς ἀποστόλοις περὶ τοῦ Ἰησοῦ ἢ ὅτι, εἰ καὶ κατηγγέλλετο αὐτοῖς | |
35 | Χριστός, ὡς ἐν εἰσαγωγῇ κατηγγέλ‐ λετο οὐ τρανούσῃ τὰ κατ’ αὐτόν; καὶ γὰρ ὁ σωτὴρ ἡμῶν ἐβούλετο, δια‐ στελλόμενος τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν | |
40 | ὁ Χριστός, τηρῆσαι τὴν τελειοτέραν περὶ αὐτοῦ διδασκαλίαν ἐπιτηδειοτέ‐ ρῳ καιρῷ, ὅτε ἠδύναντο μαρτυρῆσαι τοῖς ἑωρακόσιν αὐτὸν σταυρούμενον τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ οἱ | |
45 | ἑωρακότες αὐτὸν σταυρούμενον καὶ ἀναστάντα μαθηταί. εἰ γὰρ οἱ ἀεὶ αὐτῷ συνόντες ἀπό‐ στολοι καὶ πάντα ἑωρακότες «ἃ | |
ἐποίει θαυμάσια» καὶ μαρτυροῦντες | ||
12.17(50) | αὐτοῦ τοῖς λόγοις ὅτι «ῥήματα ζωῆς αἰωνίου» ἦσαν, ἐσκανδαλίσθησαν περὶ τὴν νύκτα τοῦ προδεδόσθαι αὐ‐ τόν, τί οἴει 〈ἂν〉 παθεῖν τοὺς πρότε‐ ρον 〈μανθάνοντασ〉 μαθόντας, ὅτι | |
55 | αὐτὸς εἴη ὁ Χριστός; ὧν (οἶμαι) φειδόμενος ταῦτα διεστείλατο. | |
12.18 | Ὁ δὲ βουλόμενος τὰ εἰρη‐ μένα πρὸς τοὺς δώδεκα εἰς τοὺς μετὰ ταῦτα ἀναφέρεσθαι χρόνους, καὶ μη‐ δέπω κατηγγελκέναι τοὺς ἀποστό‐ | |
5 | λους τοῖς ἀκούουσιν αὐτῶν ὅτι αὐ‐ τὸς εἴη ὁ Χριστός, φήσει ὅτι ἐβού‐ λετο τηρηθῆναι τὴν τοῦ Χριστοῦ ἔννοιαν ἐπιπεπλεγμένην τῷ Ἰησοῦ ὀνόματι τῇ τελειοτέρᾳ καὶ σωτηρίῳ | |
10 | κηρύξει, ὁποίαν ἐπιστάμενος ὁ Παῦ‐ λος ἔλεγε Κορινθίοις τὸ «ἐγὼ δὲ ἔκρινα μηδὲν εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυ‐ | |
ρωμένον». διὸ πρότερον μὲν Ἰησοῦν, | ||
15 | τάδε τινὰ ποιοῦντα καὶ τοιάδε τινὰ αὐτὸν διδάσκοντα εἶναι ἐκήρυσσον. νῦν δ’ ὅτε Πέτρος Χριστὸν αὐτὸν εἶναι ὁμολογεῖ υἱὸν «τοῦ θεοῦ τοῦ ζῶντος», ὡς μὴ βουλόμενος κηρύσ‐ | |
20 | σεσθαι αὐτὸν ἤδη Χριστόν, ἵν’ εὐ‐ καιρότερον κηρυχθῇ καὶ ἐσταυρω‐ μένος, διαστέλλεται τοῖς μαθη‐ ταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. παρί‐ | |
25 | σταται δέ πως τοῦτ’ εἶναι τὸ βού‐ λημα αὐτοῦ κωλύοντος κηρύσσεσθαι αὐτὸν εἶναι Χριστὸν ἐκ τοῦ ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύ‐ ειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι | |
30 | δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἐπιφερομένων. οἱονεὶ γὰρ τότε κατὰ τὸν καιρὸν ἐγνωκόσι τοῖς μαθηταῖς | |
35 | Ἰησοῦν εἶναι Χριστὸν υἱὸν «τοῦ θεοῦ τοῦ ζῶντος», ἀποκαλύψαντος αὐτοῖς τοῦ πατρός, κηρύσσει (ἀντὶ τοῦ πιστεύειν αὐτοὺς εἰς Ἰησοῦν Χριστὸν «ἐσταυρωμένον») πιστεύειν | |
40 | εἰς Ἰησοῦν Χριστὸν σταυρωθησό‐ μενον, ἀλλὰ καὶ (ἀντὶ τοῦ πιστεύειν εἰς Ἰησοῦν Χριστὸν καὶ τοῦτον «ἐγηγερμένον ἐκ νεκρῶν») διδάσκει αὐτοὺς πιστεύειν εἰς Ἰησοῦν Χριστὸν | |
45 | καὶ τοῦτον ἐγερθησόμενον ἐκ νεκρῶν. ἐπεὶ δὲ «ἀπεκδυσάμενος τὰς ἀρχὰς | |
καὶ τὰς ἐξουσίας ἐδειγμάτισε θριαμβεύσας ἐν παρρησίᾳ ἐν τῷ ξύλῳ», | ||
12.18(50) | εἴ τις ἐπαισχύνεται τὸν Χριστοῦ σταυρόν, ἐπαισχύνεται τὴν οἰκονο‐ μίαν δι’ ἣν ἐθριαμβεύθησαν ἐκεῖναι, δέον καὶ «καυχᾶσθαι ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» | |
55 | τὸν καὶ πιστεύοντα καὶ ἐγνωκότα ταῦτα· «δι’ οὗ» Χριστοῦ σταυρου‐ μένου τοῦ κόσμου τῷ πιστεύοντι ἐδειγματίσθησαν καὶ ἐθριαμβεύθη‐ σαν αἱ ἀρχαί, ἐν αἷς (οἶμαι) ἦν καὶ | |
60 | ὁ ἄρχων τοῦ αἰῶνος τούτου. διόπερ ἐγγὺς γενόμενος τοῦ παθεῖν εἶπε τὸ «νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται» καὶ «νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· | |
65 | καὶ ἐὰν ὑψωθῶ (φησὶν) ἐκ τῆς γῆς, πάντας· ἑλκύσω πρὸς ἐμαυτόν», οὐ‐ κέτι τοσοῦτον ὅσον 〈πρότερον〉 δυ‐ ναμένου τοῦ 〈ἄρχοντος τοῦ〉 κω‐ λύοντος ἔρχεσθαι πρὸς τὸν Ἰησοῦν | |
70 | τοὺς ἑλκομένους ὑπ’ αὐτοῦ. | |
12.19 | Ἀναγκαῖον μὲν οὖν τῷ κη‐ ρύσσεσθαι Ἰησοῦν Χριστὸν «ἐσταυ‐ ρωμένον» κηρύσσεσθαι αὐτόν· 〈ἐλ‐ λιπὲς δέ ἐστιν αὐτὸν μὲν κηρύσσειν, | |
5 | τὸν δὲ σταυρὸν αὐτοῦ σιωπᾶν〉. καὶ | |
οὐχ οὕτως ἐλλιπὲς εἶναί μοι φαίνεται τὸ Ἰησοῦν εἰπεῖν τὸν Χριστὸν σιω‐ πωμένου τινὸς τῶν ἄλλων τεραστίων αὐτοῦ, | ||
10 | ὡς σιωπωμένου τοῦ εἶναι αὐτὸν ἐσταυρωμένον. διόπερ τηρῶν τὸ τελειοτέρως κη‐ ρυχθῆναι ὑπὸ τῶν ἀποστόλων τὰ περὶ αὐτοῦ, διεστείλατο τοῖς | |
15 | μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς καὶ ηὐτρέπιζεν αὐτοὺς λέ‐ γειν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς ὁ ἐσταυρωμένος καὶ ἐκ νεκρῶν ἀνα‐ | |
20 | στάς, ἡνίκα ἤρξατο οὐ μόνον λέγειν οὐδὲ ἕως τοῦ διδάσκειν προκόπτειν, ἀλλὰ καὶ δεικνύναι τοῖς μαθη‐ ταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ τὰ | |
25 | ἑξῆς· πρόσεχε γὰρ τῇ δεικνύειν λέξει ὅτι, ὥσπερ τὰ αἰσθητὰ δεί‐ κνυσθαι λέγεται, οὕτως δείκνυσθαι εἴρηται ὑπὸ τοῦ Ἰησοῦ τὰ ὑπ’ αὐ‐ τοῦ λεγόμενα τοῖς μαθηταῖς αὐ‐ | |
30 | τοῦ. καὶ οὐχ οὕτως οἶμαι δεδεῖχθαι τοῖς ἑωρακόσι σωματικῶς πολλὰ | |
πάσχοντα αὐτὸν ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἕκαστον τῶν ὁρωμένων, ὡς τοῖς | ||
35 | μαθηταῖς τὴν λογικὴν δεῖξιν περὶ τούτου. | |
12.20 | 〈Καὶ〉 τότε μὲν ἤρξατο δεικνύειν, εἰκὸς δ’ ὅτι μετὰ τοῦτο τοῖς χωρητικοῖς γινομένοις τρανό‐ τερον ἐδείκνυεν, οὐκέτι ὡς εἰσαγο‐ | |
5 | μένοις ἀρχόμενος δεικνύναι, ἀλλ’ ἤδη καὶ προκόπτων ἐν τῷ δεικνύναι. καὶ εἴπερ ἐστὶν εὔλογον νοεῖν ὅτι πάν‐ τως οὗπερ ὁ Ἰησοῦς ἤρξατο τοῦ‐ το ἐτέλεσε, πάντως ποτὲ ἐτέλεσεν ὃ | |
10 | ἤρξατο δεικνύειν τοῖς μαθη‐ ταῖς περὶ τοῦ δεῖν αὐτὸν τὰ γε‐ γραμμένα παθεῖν. ὅτε γὰρ τὴν ἀπὸ τοῦ λόγου περὶ τούτων 〈τῶν μυστηρίων〉 τελείαν γνῶσιν κατα‐ | |
15 | λαμβάνει τις, τότε λεκτέον ἀπὸ λογι‐ κῆς δείξεως ὁρῶντος τοῦ νοῦ τὰ δεικνύμενα, τετελειῶσθαι τὴν δεῖ‐ ξιν τῷ ταῦτα θεωρεῖν καὶ βουλομένῳ καὶ δυναμένῳ καὶ θεωροῦντι. ἐπεὶ | |
20 | δὲ οὐκ ἐνεδέχετο «προφήτην ἀπο‐ λέσθαι ἔξω Ἱερουσαλὴμ» ἀπώλειαν ἀναλογίαν ἔχουσαν πρὸς τὸ «ὁ ἀπο‐ λέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, | |
εὑρήσει αὐτήν», διὰ τοῦτο ἔδει αὐ‐ | ||
25 | τὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, ἵνα πολλὰ παθὼν ἐν 〈Ἱεροσολύμοις καὶ ἀποκτανθεὶς ἐν〉 ἐκείνοις τὴν ἀπαρχὴν τῆς ἐκ νεκρῶν ἀναστάσεως ποιήσῃ ἐν τοῖς «ἄνω» Ἱεροσολύμοις, | |
30 | 〈καταλείπων καὶ〉 καταργῶν καὶ καταλύων τὴν ἐπὶ τῆς γῆς 〈Ἱερουσα‐ λὴμ〉 μετὰ πάσης τῆς ἐν αὐτῇ λατρεί‐ ας. ὅσον μὲν γὰρ «Χριστὸς» οὐκ «ἐγή‐ γερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κε‐ | |
35 | κοιμημένων», οὐδὲ συνηγέρθησαν αὐ‐ τῷ οἱ γινόμενοι σύμμορφοι τῷ θα‐ νάτῳ καὶ τῇ ἀναστάσει αὐτοῦ, κάτω ἐζητεῖτο ἡ τοῦ θεοῦ πόλις καὶ ὁ ναός, οἱ καθαρισμοὶ καὶ τὰ λοιπά· | |
40 | ὅτε δὲ τοῦτο γέγονεν, οὐκέτι, ἀλλὰ τὰ ἄνω, ἅτινα ἵνα ἐνστῇ, ἔδει αὐτὸν εἰς τὰ κάτω Ἱεροσόλυμα ἀπελ‐ | |
45 | θεῖν καὶ πολλὰ ἐκεῖ παθεῖν ἀπὸ τῶν ἐν αὐτῇ πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμμα‐ τέων τοῦ λαοῦ, ἵνα δοξασθῇ 〈μὲν〉 ὑπὸ τῶν χωρούντων τὰς εὐεργεσίας | |
12.20(50) | αὐτοῦ οὐρανίων πρεσβυτέρων καὶ θειοτέρων ἀρχιερέων ὑπὸ ἀρχιερεῖ τῷ ἑνὶ τεταγμένων, δοξασθῇ δὲ ὑπὸ τῶν γραμματέων τοῦ λαοῦ ἀσχολουμένων περὶ γράμματα, οὐ τὰ | |
55 | γραφόμενα «μέλανι ἀλλὰ» τετρανω‐ μένα «πνεύματι θεοῦ ζῶντος», καὶ ἀποκτανθῇ μὲν ἐν τοῖς κάτω Ἱερο‐ σολύμοις, βασιλεύσῃ δὲ ἀναστὰς ἐν «Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος | |
60 | Ἱερουσαλὴμ ἐπουρανίῳ». τῇ τρίτῃ δὲ ἡμέρᾳ ἐκ νεκρῶν ἀνέ‐ στη, ἵνα ῥυσάμενος «ἀπὸ τοῦ πονη‐ ροῦ» καὶ τοῦ υἱοῦ αὐτοῦ, ἐν ᾧ τὸ ψεῦδος ἦν καὶ ἡ ἀδικία καὶ ὁ πόλε‐ | |
65 | μος καὶ πάντα τὰ ἐναντία οἷς ἐστιν ὁ Χριστός, ἔτι δὲ τοῦ μετασχηματι‐ ζομένου εἰς ἅγιον πνεῦμα βεβήλου πνεύματος, περιποιήσῃ τοῖς ῥυσθεῖσι βαπτίσασθαι τὸ πνεῦμα καὶ τὴν | |
70 | ψυχὴν καὶ τὸ σῶμα «εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», ἅπερ τρεῖς ἡμέραι εἰσὶν ἅμα ἐνεστηκυῖαι αἰωνίως τοῖς δι’ αὐτὰς 〈γενομένοισ〉 υἱοῖς τοῦ φω‐ | |
75 | τός. | |
12.21 | Ἐπεὶ δὲ ἀνάξια τὰ πάθη ἐνόμιζεν εἶναι Χριστοῦ τοῦ υἱοῦ «τοῦ θεοῦ τοῦ ζῶντος», ἥττονα δὲ καὶ τοῦ ἀπο‐ | |
5 | καλύψαντος αὐτῷ πατρὸς τὰ τηλι‐ καῦτα περὶ αὐτοῦ (οὐ γὰρ ἀποκεκά‐ λυπτο αὐτῷ τὰ περὶ τοῦ πείσεσθαι) διὰ τοῦτο προσλαβόμενος αὐτὸν καὶ ὥσπερ ἐπιλαθόμενος τῆς ἀξίας | |
10 | τοῦ Χριστοῦ, καὶ ὅτι «ὁ υἱὸς τοῦ ζῶντος θεοῦ» οὐδὲν ἐπιτιμήσεως λέ‐ γει ἢ πράττει ἄξιον, ἤρξατο ἐπι‐ τιμᾶν αὐτῷ καὶ ὡς δεομένῳ ἱλα‐ σμοῦ (οὐ γὰρ ᾔδει πω ὅτι τοῦτον | |
15 | «προέθετο ὁ θεὸς ἱλαστήριον διὰ | |
πίστεως ἐν τῷ αὐτοῦ αἵματι») εἶπεν· ἵλεώς σοι, κύριε. οὗ τὴν μὲν πρόθεσιν ἀποδεξάμενος τῇ δὲ ἀγνοίᾳ ἐπιτιμῶν, διὰ μὲν τὴν πρόθεσιν οὖ‐ | ||
20 | σαν δεξιὰν λέγει αὐτῷ· ὕπαγε ὀπίσω μου, οἱονεὶ καταλιπόντι [τὰ] δι’ ὧν ἠγνόει καὶ οὐκ ὀρθῶς ἔλεγεν 〈τὸ〉 ἀκολουθεῖν τῷ Ἰησοῦ. διὰ δὲ τὴν ἄγνοιαν, ὡς ἀντικείμενόν | |
25 | τι ἔχοντι τοῖς τοῦ θεοῦ, εἶπε· σα‐ τανᾶ, ὅπερ ἐστὶν Ἑβραϊκῶς ΑΝΤΙ‐ ΚΕΙΜΕΝΟΣ. εἰ δὲ μήτε ἀπὸ ἀγνοίας εἰρήκει μήτε ἐπιτετιμήκει τῷ υἱῷ «τοῦ ζῶντος θεοῦ», λέγων | |
30 | αὐτῷ τὸ ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο, οὔτ’ ἂν εἶπεν αὐτῷ τὸ ὕπαγε ὀπίσω μου, ὡς καταλιπόντι τὸ εἶναι αὐτοῦ ὀπί‐ σω καὶ ἕπεσθαι αὐτῷ, οὔτ’ ἂν ὡς | |
35 | ἀντικείμενα εἰρηκότι τοῖς ὑπ’ αὐτοῦ λελεγμένοις ἔλεξεν ἂν τὸ σατανᾶ. νυνὶ δὲ ἴσχυσεν αὐτὸν ὁ σατανᾶς, ἀκολουθήσαντα τῷ Ἰησοῦ καὶ ὀπίσω αὐτοῦ βαίνοντα, ἀποστῆσαι τοῦ ἀκο‐ | |
40 | λουθεῖν αὐτῷ καὶ τοῦ ὀπίσω τυγ‐ χάνειν τοῦ υἱοῦ τοῦ θεοῦ καὶ ποιῆσαι αὐτόν, δι’ ὧν εἶπεν ἀπὸ ἀγνοίας, ἄξιον τοῦ ἀκοῦσαι σατανᾶν καὶ σκάνδαλον τοῦ υἱοῦ τοῦ θεοῦ καὶ | |
45 | οὐ φρονοῦντα τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. ὅτι δὲ ὀπίσω | |
πρότερον ἦν (πρὶν τοῦτο ἁμαρτεῖν) τοῦ υἱοῦ τοῦ θεοῦ ὁ Πέτρος, δῆλον ἐκ τοῦ «δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς | ||
12.21(50) | ἁλιεῖς ἀνθρώπων». | |
12.22 | Ἅμα δὲ συγκρινεῖς ὅτι πρὸς μὲν τὸν Πέτρον εἶπεν· ὕπαγε ὀπί‐ σω μου, σατανᾶ, πρὸς δὲ τὸν διάβολον (εἰπόντα αὐτῷ· «πάντα σοι | |
5 | ταῦτα δώσω, ἐὰν πεσὼν προσκυνή‐ σῃς μοι») «ὕπαγε, σατανᾶ» χωρὶς τῆς ὀπίσω μου προσθήκης. τὸ γὰρ ὀπίσω τοῦ Ἰησοῦ εἶναι ἀγαθόν ἐστι· διὸ | |
10 | εἴρηται τὸ «δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων». τοιοῦτον δέ ἐστι καὶ τὸ «ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ | |
15 | ἔστι μου ἄξιος». καὶ ἁπαξαπλῶς τήρει τὴν ὀπίσω λέξιν ὅτι ἀγα‐ θὸν μέν ἐστι πρᾶγμα, ὅτε «ὀπίσω κυρίου» τοῦ θεοῦ τις πορεύεται καὶ ὀπίσω τοῦ Χριστοῦ γίνεται· ἐναν‐ | |
20 | τίον δέ, ὅτε ῥίπτει τις τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω ἢ ὅτε παρα‐ βαίνει τὴν λέγουσαν ἐντολήν· «ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου». καὶ | |
ὁ Ἠλίας δὲ ἐν τῇ τρίτῃ τῶν Βασι‐ | ||
25 | λειῶν πρὸς τὸν λαόν φησιν· «ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ’ ἀμφοτέ‐ ραις ταῖς ἰγνύαις; εἰ ἔστι κύριος ὁ θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δέ ἐστι κύριος ὁ Βάαλ, πορεύεσθε ὀπί‐ | |
30 | σω αὐτοῦ». καὶ λέγει τοῦτο τῷ Πέτρῳ ὁ Ἰη‐ σοῦς στραφείς, καὶ τοῦτο 〈γὰρ〉 εὐεργετῶν ποιεῖ. καὶ σὺ μὲν οὖν πλείονα συναγαγὼν | |
35 | παραδείγματα τοῦ στραφεὶς (καὶ μάλιστα ἐπὶ τοῦ Ἰησοῦ τεταγμένα) καὶ συνεξετάσας αὐτὰ ἀλλήλοις, εὕροις ἂν οὐ παρελκόντως τὴν λέξιν κειμένην. ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος | |
40 | παραθέσθαι ἀπὸ τοῦ κατὰ Ἰωάννην· «στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεα‐ σάμενος αὐτοὺς (δηλονότι Πέτρον καὶ Ἀνδρέαν) ἀκολουθοῦντας λέγει | |
45 | αὐτοῖς· τί ζητεῖτε;» ὅρα γὰρ ὅτι καὶ ἐν τούτοις τὸ «στρα‐ φεὶς» ἐπ’ εὐεργεσίᾳ γίνεται τῶν πρὸς οὓς ἐστράφη. | |
12.23 | Μετὰ ταῦτα ζητητέον πῶς εἴρηκε τῷ Πέτρῳ τὸ σκάνδαλόν μου εἶ, μάλιστα ἐπεί φησιν ὁ Δα‐ υΐδ· «εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν | |
5 | νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάν‐ δαλον». φήσει γάρ τις· εἰ διὰ τὸ βέ‐ βαιον τῶν τὴν *** ἀγάπην ἐχόντων καὶ ἀνεπιδέκτων ὄντων τοῦ σκανδαλί‐ ζεσθαι (ἡ ἀγάπη γὰρ «πάντα στέγει, | |
10 | πάντα πιστεύει, πάντα ἐλπίζει, πάν‐ τα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκ‐ πίπτει») εἴρηται τοῦτο ἐν τῷ προφή‐ τῃ, πῶς αὐτὸς ὁ κύριος, ὑποστηρί‐ ζων «πάντας τοὺς καταπίπτοντας» | |
15 | καὶ ἀνορθῶν «πάντας τοὺς κατερ‐ ραγμένους», εἶπε τῷ Πέτρῳ· σκάνδαλόν μου εἶ; λεκτέον δὲ ὅτι ἀνεπίδεκτος μέν ἐστι τοῦ σκαν‐ δαλίζεσθαι οὐ μόνον ὁ σωτὴρ ἀλλὰ καὶ | |
20 | 〈πᾶσ〉 ὁ ἐν ἀγάπῃ τετελειωμένος, τὸ ὅσον δὲ ἐφ’ ἑαυτῷ ὁ τὰ τοιαῦτα λέγων ἢ πράττων, σκάνδαλόν ἐστι καὶ τοῦ μὴ σκανδαλισθησομένου· εἰ μὴ ἄρα πάντα τὸν μαθητὴν Ἰησοῦς ἁμαρτά‐ | |
25 | νοντα σκάνδαλον καὶ ἑαυτοῦ ἀποκα‐ λεῖ, ὡς πολλῷ μᾶλλον παρὰ Παῦλον διὰ τὴν ἀγάπην λέξων ἄν· «τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» | |
30 | παρ’ ὃ δυνατὸν ποιῆσαι· τίς σκανδα‐ λίζεται, καὶ οὐκ ἐγὼ σκανδαλίζομαι; εἰ δὲ Πέτρος τότε (διὰ τὸ ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο) σκάνδαλον εἴρηται ὑπὸ | |
35 | τοῦ Ἰησοῦ, ὡς οὐ τὰ τοῦ θεοῦ ἐν οἷς εἶπε φρονῶν, ἀλλὰ τὰ τῶν ἀνθρώπων, τί λεκτέον περὶ πάν‐ των τῶν ἐπαγγελλομένων μαθητεύ‐ εσθαι τῷ Ἰησοῦ, μὴ φρονούντων δὲ | |
40 | τὰ τοῦ θεοῦ καὶ μὴ σκοπούντων τὰ μὴ βλεπόμενα καὶ αἰώνια, φρο‐ νούντων δὲ τὰ τῶν ἀνθρώπων καὶ σκοπούντων τὰ βλεπόμενα καὶ πρόσκαιρα, ἢ ὅτι οἱ τοιοῦτοι ἔτι | |
45 | μᾶλλον ἂν ὑπὸ τοῦ Ἰησοῦ ἀποκα‐ λοῖντο σκάνδαλον αὐτοῦ καὶ διὰ τὸ σκάνδαλα αὐτοῦ εἶναι καὶ τῶν ἀδελφῶν; ἐφ’ οἷς ὡς λέγει τὸ «ἐπεί‐ νων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν» καὶ | |
12.23(50) | τὰ ἑξῆς, οὕτως εἴποι ἂν καὶ τὸ τρέχοντα ἐσκανδαλίσατέ με. μὴ νομίσωμεν τοίνυν τὸ τυχὸν εἶναι ἁμάρτημα τὸ φρονεῖν τὰ τῶν ἀν‐ | |
55 | θρώπων, δέον ἐν πᾶσι φρονεῖν τὰ τοῦ θεοῦ. ἁρμόσει δὲ λέγειν τοῦτο καὶ παντὶ τῷ ἀποπεπτωκότι μὲν δογ‐ μάτων θεοῦ καὶ λόγων ἐκκλησιαστι‐ κῶν καὶ φρονήματος ἀληθοῦς, φρο‐ | |
60 | νοῦντι δ’ ὡς ἀληθῆ (φέρε εἰπεῖν) τὰ Βασιλίδου ἢ Οὐαλεντίνου ἢ Μαρ‐ κίωνος ἤ τινος τῶν διδασκόντων τὰ ἀνθρώπινα ὡς θεῖα. | |
12.24(1n) | Τότε ὁ Ἰησοῦς εἶπε | |
2n | τοῖς μαθηταῖς αὐτοῦ· εἴ τις | |
3n | θέλει ὀπίσω μου ἀκολουθεῖν | |
4n | καὶ τὰ ἑξῆς (16, 24—27). | |
5 | Διὰ τούτων δείκνυται, ὅτι τὸ θέλειν ὀπίσω τοῦ Ἰησοῦ ἐλθεῖν καὶ ἀκολουθεῖν αὐτῷ οὐκ ἀπὸ τοῦ τυχόντος ἀνδραγαθήματος γίνε‐ ται, καὶ οὐδεὶς μὴ ἀρνησάμενος | |
10 | ἑαυτὸν ἥκοι ἂν ὀπίσω τοῦ Ἰη‐ σοῦ. ἀρνεῖται δὲ ἑαυτὸν ὁ τὸν ἑαυ‐ τοῦ πρότερον κατὰ κακίαν βίον γεγε‐ νημένον τῇ ἀξιολόγῳ μεταβολῇ ἀπα‐ λείφων, οἷον (ὡς ἐπὶ παραδείγματος) | |
15 | ὁ πάλαι ἀκόλαστος ἀρνεῖται αὑτὸν ἀκόλαστον σωφρονήσας | |
καὶ καθεξῆς. ἀλλ’ εἰκὸς ἀντιπίπτειν τινά, εἰ ὥσπερ ἑαυτὸν ἠρνήσατο, οὕτως καὶ αὑτὸν | ||
20 | ὁμολογεῖ, ἀρνησάμενος μὲν ἑαυτὸν τὸν ἄδικον, ὁμολογῶν δὲ ἑαυτὸν τὸν δίκαιον. ἀλλ’ εἴπερ Χριστός ἐστιν ἡ δικαιοσύνη, ὁ τὴν δικαιοσύνην ἀνειληφὼς οὐχ ἑαυτὸν ἀλλὰ Χριστὸν | |
25 | ὁμολογεῖ. οὕτως καὶ ὁ τὴν σοφίαν εὑρὼν δι’ αὐτοῦ τοῦ ἔχειν σοφίαν Χριστὸν ὁμολογεῖ. καὶ ὁ τοιοῦτός γε, «καρδίᾳ» πιστεύων «εἰς δικαιοσύνην», καὶ «στόματι» ὁμολογῶν «εἰς σωτη‐ | |
30 | ρίαν» καὶ τοῖς ἔργοις Χριστῷ μαρ‐ τυρῶν ***, ὡς ὁμολογήσας διὰ πάντων τούτων τὸν Χριστὸν «ἔμπροσθεν τῶν ἀνθρώπων», ὁμολογηθήσεται ὑπ’ αὐ‐ τοῦ «ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς | |
35 | πατρός». οὕτω δὲ καὶ ὁ μὴ ἀρνησά‐ μενος ἑαυτὸν 〈ὁμολογεῖ μὲν ἑαυτόν, ἀρνεῖται δὲ τὸν Χριστὸν καὶ ὡσ〉 ἀρνη‐ σάμενος τὸν Χριστὸν πείσεται τὸ «κἀγὼ αὐτὸν ἀρνήσομαι». διὰ τοῦτο | |
40 | πᾶς διαλογισμὸς ἡμῶν καὶ νόημα καὶ πᾶς λόγος καὶ πᾶσα πρᾶξις πνεέσθω τῆς ἡμῶν περὶ ἑαυτῶν μὲν ἀρνήσεως, περὶ δὲ Χριστοῦ καὶ ἐν Χριστῷ μαρτυ‐ ρίας 〈καὶ ὁμολογίασ〉. πείθομαι γὰρ | |
45 | πᾶσαν τὴν τοῦ τελείου πρᾶξιν μαρ‐ τύριον εἶναι Χριστοῦ Ἰησοῦ, καὶ τὴν πάσης ἁμαρτίας ἀποχὴν ἄρνησιν | |
εἶναι ἑαυτοῦ φέρουσαν ὀπίσω τοῦ Ἰησοῦ. ὁ δὲ τοιοῦτος Χριστῷ συνε‐ | ||
12.24(50) | σταύρωται, καὶ ἄρας τὸν σταυρὸν ἑαυτοῦ ἀκολουθεῖ τῷ δι’ ἡμᾶς βα‐ στάζοντι τὸν ἑαυτοῦ σταυρὸν κατὰ τὸ εἰρημένον οὕτω παρὰ τῷ Ἰωάννῃ «παραλαβόντες οὖν αὐτὸν ἐπέθηκαν | |
55 | αὐτῷ» καὶ τὰ ἑξῆς ἕως τοῦ «ὅπου αὐτὸν ἐσταύρω‐ σαν». ἀλλ’ ὁ μὲν (ἵν’ οὕτως ὀνο‐ μάσω) κατὰ τὸν Ἰωάννην Ἰησοῦς | |
60 | «ἑαυτῷ» βαστάζει «τὸν σταυρὸν» καὶ «βαστάζων αὐτὸν ἐξῆλθεν», ὁ δὲ κα‐ τὰ τὸν Ματθαῖον καὶ Μᾶρκον καὶ Λουκᾶν οὐχ ἑαυτῷ αὐτὸν αἴρει· Σίμων γὰρ ὁ Κυρηναῖος αὐτὸν βα‐ | |
65 | στάζει. καὶ τάχα οὗτος μὲν εἰς ἡμᾶς ἀναφέρεται, τοὺς διὰ τὸν Ἰησοῦν τὸν Ἰησοῦ σταυρὸν αἴροντας, αὐτὸς δὲ ὁ Ἰησοῦς εἰς ἑαυτόν· οἷον γὰρ δύο ἐπίνοιαι τοῦ σταυροῦ εἰσιν, | |
70 | ἑνὸς μὲν ὃν ὁ Σίμων ὁ Κυρηναῖος βαστάζει, ἑτέρου δὲ ὃν αὐτὸς «ἑαυ‐ τῷ» ὁ Ἰησοῦς. | |
12.25 | Ἔτι δὲ εἰς τὸ ἀρνησάσθω ἑαυτὸν δοκεῖ μοι χρήσιμον εἶναι τὸ ὑπὸ τοῦ Παύλου ἀρνουμένου ἑαυτὸν | |
εἰρημένον, οὕτως ἔχον· «ζῶ δὲ οὐκ‐ | ||
5 | έτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός»· τὸ γὰρ «ζῶ οὐκέτι ἐγὼ» φωνὴ ἦν ἑαυτὸν ἀρνουμένου, ὡς ἀποθεμένου μὲν τὴν ἑαυτοῦ ζωήν, ἀνειληφότος δὲ εἰς ἑαυτὸν τὸν Χριστόν, ἵνα αὐτὸς ἐν | |
10 | αὐτῷ ζήσῃ ὡς «δικαιοσύνη» καὶ ὡς «σοφία» καὶ ὡς «ἁγιασμὸς» καὶ ὡς «εἰρήνη ἡμῶν» καὶ ὡς «δύναμις θεοῦ», πάντα ἐν αὐτῷ ἐνεργῶν. ἔτι δὲ καὶ τούτῳ πρόσχες ὅτι, πολλῶν ὄντων | |
15 | τῶν τρόπων τοῦ ἀποθνῄσκειν, «ἐπὶ ξύλου» κρεμασθεὶς ἐσταυρώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα πάντες οἱ ἀποθνῄσκον‐ τες «τῇ ἁμαρτίᾳ» μὴ ἄλλῳ τρόπῳ ἀποθάνωσιν αὐτῇ ἢ τῷ κατὰ τὸν | |
20 | σταυρόν· διὸ ἐροῦσι τὸ «Χριστῷ συνεσταύρωμαι» καὶ τὸ «ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου 〈ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ〉, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται | |
25 | κἀγὼ τῷ κόσμῳ». τάχα γὰρ καὶ ἕκαστος τῶν συσταυ‐ | |
ρουμένων Χριστῷ ἀπεκδύεται «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» καὶ δειγ‐ ματίζει αὐτὰς καὶ θριαμβεύει ἐν τῷ | ||
30 | ξύλῳ, μᾶλλον δὲ Χριστὸς ἐν αὐτοῖς ταῦτα ποιεῖ. | |
12.26 | Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν. Ἀμφίβολος ἡ πρώτη λέξις· ἔστι γὰρ | |
5 | ἀπ’ αὐτῆς καθ’ ἕνα μὲν τρόπον ταῦτα νοῆσαι· εἴ τις ὡς φιλόζωος καὶ οἰό‐ μενος τὴν ἐνεστηκυῖαν εἶναι ζωὴν ἀγαθόν, περιέπει τὴν ἑαυτοῦ ψυχὴν πρὸς τὸ ἐν σαρκὶ ζῆν, φοβούμενος | |
10 | ἀποθανεῖν ὡς διὰ 〈τούτου〉 τοῦ θανά‐ του ἀπολέσων αὐτήν, οὗτος ἐν αὐτῷ τῷ θέλειν τὸν τρόπον τοῦτον σώζειν τὴν ψυχὴν ἑαυτοῦ ἀπολέσει αὐ‐ τήν, ἔξω ποιῶν αὐτὴν τῶν ὅρων τῆς | |
15 | μακαριότητος. εἰ δέ τις καταφρονῶν τοῦ ἐνεστηκότος ζῆν διὰ τὸν ἐμὸν λόγον πείσαντα περὶ αἰωνίου ζωῆς μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ ἀληθείας, ἀπόλλυσι τὴν ἑαυτοῦ | |
20 | ψυχὴν *** παραδιδοὺς αὐτὴν ὑπὲρ εὐσεβείας τῷ κοινότερον ὀνομαζο‐ μένῳ θανάτῳ, οὗτος, ὡς δι’ ἐμὲ ἀπο‐ λέσας τὴν ψυχήν, σώσει αὐτὴν μᾶλλον καὶ περιποιήσεται ***. καὶ | |
25 | καθ’ ἕτερον δὲ τρόπον οὕτως ἂν ἐκδε‐ χοίμεθα τὸ ῥητόν· εἴ τις νοήσας, ὅ τί ποτέ ἐστιν ἡ σωτηρία, βούλεται κο‐ μίσασθαι τὴν σωτηρίαν τῆς ἑαυτοῦ ψυχῆς, οὗτος ἀποταξάμενος τούτῳ | |
30 | τῷ βίῳ καὶ ἀρνησάμενος αὑτὸν καὶ ἄρας τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθῶν μοι ἀπολλύτω τῷ κό‐ σμῳ τὴν ψυχὴν ἑαυτοῦ· ἐμοῦ γὰρ ἕνεκεν καὶ πάσης μου τῆς δι‐ | |
35 | δασκαλίας ἀπολλὺς αὐτήν, τέλος τῆς τοιαύτης ἀπωλείας *** κομίσεται τὴν | |
σωτηρίαν. | ||
12.27 | Ἅμα δὲ καὶ τήρει ὅτι ἐν μὲν τῇ ἀρχῇ τὸ ὃς ἂν θέλῃ εἴρηται, ἑξῆς δὲ τὸ ὃς ἂν ἀπολέσῃ | |
5 | αὐτήν. θέλοντες οὖν αὐτὴν σώζεσθαι ἀπο‐ λέσωμεν αὐτὴν τῷ κόσμῳ, ὡς Χριστῷ συσταυρούμενοι καὶ ὡς ἔχοντες καύχημα τὸ «ἐν τῷ σταυρῷ | |
10 | τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ὁ κόσμος» ἡμῖν σταυρωθήσεται καὶ ἡμεῖς «τῷ κόσμῳ», ἵνα κομι‐ σώμεθα «τὸ τέλος τὴν σωτηρίαν τῶν ψυχῶν» ἡμῶν, ἀρχομένην ἀπὸ | |
15 | τοῦ ἀπολλύναι ἡμᾶς αὐτὴν ἕνεκεν τοῦ λόγου. ἀλλ’ εἴπερ νοοῦμεν τὸ σώζεσθαι τὴν ψυχὴν μακάριον εἶναι, ἀναφερό‐ μενον ἐπὶ τὴν ἐν θεῷ σωτηρίαν | |
20 | καὶ τοὺς παρ’ αὐτῷ μακαρισμούς, ὀφείλει τις εἶναι καὶ ἀπώλεια ψυχῆς ἀγαθὴ καὶ ἕνεκεν Χριστοῦ, προοί‐ μιον ἐσομένη τῆς μακαρίας σω‐ τηρίας. | |
25 | δοκεῖ μοι οὖν, ἀνάλογον τῷ ἀρ‐ | |
νεῖσθαι ἑαυτὸν κατὰ τὰ ἀποδεδο‐ μένα, ἀπολλύναι δεῖν ἕκαστον τὴν ἑαυτοῦ ψυχήν. ἀπολλύτω οὖν ἕκαστος τὴν ἑαυτοῦ ἁμαρτά‐ | ||
30 | νουσαν ψυχήν, ἵνα ἀπολέσας τὴν ἁμαρτάνουσαν ἀναλάβῃ τὴν ἐν τῷ κατορθοῦν σωζομένην. οὐδὲν δὲ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ. | |
35 | κερδαίνει δ’ (οἶμαι) τὸν κόσμον, ᾧ ὁ κόσμος οὐ σταυροῦται. ᾧ δὲ κόσμος οὐ σταυροῦται, ἐκείνῳ ἔσται ζημία τῆς ψυχῆς ἑαυτοῦ. δύο δὲ προκειμένων, ἤτοι διὰ τὸ | |
40 | κερδαίνειν τὴν ψυχὴν ζημιοῦσθαι τὸν κόσμον, ἢ διὰ τὸ κερδαίνειν τὸν κόσμον ζημιοῦσθαι τὴν ψυ‐ χήν, πολλῷ μᾶλλόν ἐστιν αἱρετώ‐ τερον ζημιωθῆναι μὲν ἡμᾶς τὸν | |
45 | κόσμον, κερδῆσαι δὲ τὴν ψυχὴν | |
ἐκ τοῦ διὰ Χριστὸν αὐτὴν ἀπολέσαι. | ||
12.28 | Τὸ δὲ ἢ τί δώσει ἄνθρω‐ πος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; δόξει μὲν ἐπαπορητικῶς εἰρη‐ μένον δύνασθαι δηλοῦν καὶ τὸ δοῦναι | |
5 | ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ μετὰ τὰς ἁμαρτίας ὅλην ἀπο‐ δεδομένον τὴν οὐσίαν, ἵνα ψω‐ μίσῃ πένητας τὰ ὑπάρχοντα αὐτοῦ, ὡς διὰ τούτου σωθησόμενος. καὶ | |
10 | ἀποφαντικῶς δ’ οἶμαι δηλοῦν ὅτι οὐκ ἔστι τι τῷ ἀνθρώπῳ, ὅπερ δοὺς ὡς ἀντάλλαγμα τῆς ψυχῆς ἑαυτοῦ κεκρατημένης ὑπὸ τοῦ θα‐ νάτου, λυτρώσεται αὐτὴν ἐκ χειρὸς | |
15 | αὐτοῦ. ἄνθρωπος μὲν οὖν οὐκ ἂν δῴη τι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, θεὸς δὲ τῆς πάν‐ των ἡμῶν ψυχῆς ἀντάλλαγμα ἔδωκε τὸ τίμιον αἷμα τοῦ Ἰησοῦ | |
20 | καθὸ «τιμῆς» ἠγοράσθημεν, «οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ» ἀπο‐ λυτρωθέντες, «ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ», καὶ ἐν Ἡσαΐᾳ λέλεκται τῷ Ἰσραήλ· | |
25 | «ἔδωκά σου ἀντάλλαγμα Αἰθιο‐ πίαν καὶ Αἴγυπτον καὶ Σοήνην ὑπὲρ σοῦ, ἀφ’ οὗ σὺ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσθης»· ἄλλαγμα γὰρ (φέρ’ εἰπεῖν) ὑπὲρ τῶν πρωτο‐ | |
30 | τόκων τοῦ Ἰσραὴλ τὰ πρωτότοκα γέγονεν Αἰγυπτίων, καὶ ὑπὲρ τοῦ Ἰσραὴλ οἱ ἀποθανόντες Αἰγύπτιοι ἐν ταῖς λοιπαῖς μάστιξι ταῖς ἐπελη‐ λυθυίαις ἐπ’ Αἴγυπτον καὶ ἐν τῷ | |
35 | μετὰ τὰς μάστιγας καταποντισμῷ. ἀπὸ τούτων δὲ ὁ δυνάμενος ἐξετα‐ ζέτω εἰ τοῦ ἀληθινοῦ Ἰσραὴλ ἄλλα‐ γμα δίδοται ὑπὸ τοῦ θεοῦ «ῥυο‐ μένου τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν | |
40 | ἀνομιῶν αὐτοῦ» ἡ ἀληθινὴ Αἰθιο‐ πία καὶ (ἵν’ οὕτως ὀνομάσω) πνευ‐ ματικὴ Αἴγυπτος, καὶ τῆς Αἰγύ‐ πτου ἡ Σοήνη. ἵνα δὲ τολμηρότερον ζητήσω, τάχα Σοήνη μὲν ὑπὲρ τῆς | |
45 | Ἱερουσαλήμ, Αἴγυπτος δὲ ὑπὲρ τῆς Ἰουδαίας, Αἰθιοπία δὲ ὑπὲρ τῶν φοβουμένων, ἑτέρων ὄντων παρὰ τὸν Ἰσραὴλ καὶ τὸν οἶκον Λευῒ καὶ τὸν οἶκον Ἀαρών. | |
12.29 | Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. | |
5 | Νῦν μὲν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλήλυθεν 〈ἀλλ’〉 οὐκ ἐν τῇ δόξῃ αὐτοῦ· «εἴδομεν» γὰρ «αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον | |
10 | παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη». καὶ | |
15 | ἔδει αὐτὸν τοιοῦτον ἐληλυθέναι, ἵνα «τὰς ἁμαρτίας ἡμῶν φέρῃ καὶ περὶ ἡμῶν» ὀδυνηθῇ· οὐδὲ γὰρ ἔπρεπε τὸν ἐν δόξῃ φέρειν «τὰς | |
ἁμαρτίας ἡμῶν καὶ» ὀδυνηθῆναι | ||
20 | «περὶ ἡμῶν». ἀλλὰ καὶ ἔρχεται ἐν δόξῃ προευτρεπίσας τοὺς μαθητὰς διὰ τῆς μὴ ἐχούσης «εἶδος μηδὲ κάλλος» ἐπιφανείας αὐτοῦ. καὶ γενόμενος ὡς αὐτοὶ πρὸς τὸ | |
25 | γενέσθαι αὐτοὺς ὡς αὐτός, «συμ‐ μόρφους τῆς εἰκόνος» τῆς δόξης αὐτοῦ, ἐπεὶ πρότερον αὐτὸς γέγονε σύμμορφος «τῷ σώματι τῆς τα‐ πεινώσεως ἡμῶν», ἡνίκα «ἐκένωσεν | |
30 | ἑαυτὸν μορφὴν δούλου λαβὼν» ἀπο‐ καθίσταταί τε ἐπὶ τὴν τοῦ θεοῦ μορφὴν καὶ ποιεῖ αὐτοὺς «συμμόρφους» αὐτῇ. | |
12.30 | Ἐὰν δὲ 〈τροπικῶσ〉 δυνη‐ θῇς κατανοῆσαι τὰς τοῦ λόγου διαφοράς, ἐν μωρίᾳ «κηρύγματος» καταγγελλομένου τοῖς πιστεύουσι | |
5 | καὶ ἐν σοφίᾳ λαλουμένου «τοῖς τελείοις», ὄψει τίνα τρόπον ὁ λόγος τοῖς μὲν εἰσαγομένοις ἔχει «δούλου μορφήν», ὥστ’ ἂν εἰπεῖν αὐτούς· «εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος | |
10 | οὐδὲ κάλλος», τοῖς δὲ τελείοις ἔρ‐ χεται «ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ», λέξουσιν ἂν τὸ «καὶ ἐθεα‐ σάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης | |
15 | χάριτος καὶ ἀληθείας». καὶ γὰρ τοῖς τελείοις φαίνεται ἡ δόξα τοῦ λόγου | |
καὶ τὸ μονογενὲς αὐτοῦ τῷ πατρὶ θεῷ καὶ τὸ τῆς «χάριτος πλῆρες» ὁμοίως δὲ καὶ τῆς «ἀληθείας»· | ||
20 | ὅπερ οὐ δύναται χωρῆσαι ὁ δεό‐ μενος πρὸς τὸ πιστεύειν τῆς μωρίας «τοῦ κηρύγματος». μέλλει δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ | |
25 | οὐ μόνος, ἀλλὰ μετὰ τῶν ἀγ‐ γέλων αὐτοῦ. καὶ εἰ δύνασαι νοῆσαι πάντας τοὺς συνεργοὺς τῆς δόξης τοῦ λόγου καὶ τῆς ἀποκαλύψεως τῆς σοφίας (ἅπερ ἐστὶν ὁ Χριστὸς) | |
30 | συνεπιδημοῦντας αὐτῷ, ὄψει τίνα τρόπον ἔρχεται ὁ υἱὸς τοῦ ἀν‐ θρώπου ἐν τῇ δόξῃ τοῦ πα‐ τρὸς αὐτοῦ μετὰ τῶν ἀγ‐ γέλων αὐτοῦ. | |
35 | καὶ πρόσχες, εἰ δύνασαι ἐν τούτοις τοὺς πρότερον παθόντας προφήτας ἀναλογίαν φάσκειν ἐσχηκέναι πρὸς τὸν μὴ ἐσχηκότα «εἶδος μηδὲ κάλλος» λόγον, τῷ μὴ ἔχειν τι «εἶδος μηδὲ | |
40 | κάλλος» λόγων. ὥσπερ δὲ ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, οὕτως ἄγγελοι γινόμενοι οἱ ἐν τοῖς προφή‐ ταις λόγοι μετ’ αὐτοῦ παρα‐ | |
45 | γίνονται, τὴν ἀναλογίαν σώζοντες | |
τῆς ἑαυτῶν δόξης. ἐπὰν δὲ τοιοῦτος μετὰ τῶν ἀγγέ‐ λων αὐτοῦ ἐπιδημήσῃ 〈τῷ τοῦ πιστεύοντος νῷ〉 ὁ λόγος, μετα‐ | ||
12.30(50) | δώσει ἑκάστῳ τῆς δόξης ἑαυτοῦ καὶ τῆς λαμπρότητος τῶν ἀγγέλων ἑαυτοῦ κατὰ τὴν ἑκάστου πρᾶξιν. ταῦτα δὲ λέγομεν οὐκ ἀθετοῦντες καὶ τὴν ἁπλούστερον νοουμένην δευ‐ | |
55 | τέραν ἐπιδημίαν τοῦ υἱοῦ τοῦ θεοῦ. πότε δὲ ταῦτα ἀπαντήσεται ἢ ὅτε τὸ ἀποστολικὸν ἐκεῖνο πληροῦται λόγιον τὸ λέγον· «τοὺς γὰρ πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ | |
60 | βήματος τοῦ Χριστοῦ, ἵνα κομίση‐ ται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον»; εἰ δὲ ἑκάστῳ κατὰ τὴν πρᾶξιν ἀποδώσει, οὐ τὴν ἀστείαν | |
65 | μόνην 〈χωρὶς τῆς φαύλησ〉 ἀλλ’ οὐδὲ τὴν φαύλην χωρὶς τῆς ἀστείας, δῆλον ὅτι ἑκάστῳ ἀποδώσει κατὰ πᾶσαν φαύλην καὶ κατὰ πᾶσαν ἀστείαν πρᾶξιν. ὑπολαμ‐ | |
70 | βάνω δὲ (ἐν τούτοις πειθόμενος καὶ τῷ ἀποστόλῳ, συμβάλλων δὲ καὶ | |
τὰ τοῦ Ἰεζεκιήλ, ἐν οἷς τοῦ τελείως ἐπιστρέψαντος ἀπαλείφεται τὰ ἁμαρτήματα καὶ | ||
75 | τοῦ πάντη ἐκπεσόντος οὐ λογίζεται τὰ πρότερον κατορθώματα) ὅτι τοῦ μὲν τελειωθέντος καὶ πάντη τὴν κακίαν ἀποθεμένου ἀπαλείφεται τὰ ἁμαρτήματα, τοῦ δὲ πάντη | |
80 | ἀποστατήσαντος τῆς θεοσεβείας οὐ λογίζεται εἴ τι πρότερον χρηστὸν αὐτῷ πέπρακται, ἡμῖν δὲ τοῖς με‐ ταξὺ τοῦ τελείου καὶ τοῦ ἀπο‐ στάτου παραστᾶσιν «ἔμπροσθεν τοῦ | |
85 | βήματος τοῦ Χριστοῦ» δίδοται ἃ ἐπράξαμεν, «εἴτε ἀγαθὸν εἴτε φαῦ‐ λον»· οὔτε γὰρ τοσοῦτον ἐκαθα‐ ρεύσαμεν, ἵνα ἡμῖν μηδόλως ἐπιλο‐ γισθῇ τὰ φαῦλα, οὔτε ἐπὶ τοσοῦτον | |
90 | ἐκπεπτώκαμεν, ὥστε ἐπιλησθῆναι ἡμῶν τὰ κρείττονα. | |
12.31(1n) | Ἀμὴν λέγω ὑμῖν, 〈ὅτι〉 | |
2n | εἰσί τινες τῶν ὧδε ἑστηκό‐ | |
3n | των, οἵτινες οὐ μὴ γεύσων‐ | |
4n | ται θανάτου (16, 28). | |
5 | Ταῦτα ἀναφέρουσί τινες ἐπὶ | |
τὴν «μεθ’ ἡμέρας ἓξ» ἢ (ὡς ὁ Λουκᾶς φησιν) ὀκτὼ ἀνάβασιν τῶν τριῶν ἀποστόλων εἰς τὸ «ὑψηλὸν» μετὰ τοῦ Ἰησοῦ «κατ’ ἰδίαν ὄρος». | ||
10 | καί φασιν οἱ οὕτω διηγούμενοι ὅτι οὐκ ἐγεύσαντο θανάτου Πέτρος καὶ οἱ λοιποὶ δύο πρὸ τοῦ ἰδεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐν | |
15 | τῇ δόξῃ αὐτοῦ. ἰδόντες γὰρ «ἔμπροσθεν αὐτῶν» μεταμορφωθέν‐ τα τὸν Ἰησοῦν, ὡς λάμψαι «τὸ πρόσωπον αὐτοῦ» καὶ τὰ ἑξῆς, ἑωράκασι «τὴν βασιλείαν τοῦ θεοῦ | |
20 | ἐληλυθυῖαν ἐν δυνάμει». καὶ γὰρ ὡς περιεστήκασι βασιλέα δορυφόροι τινές, οὕτως «Μωσῆς καὶ Ἠλίας ὤφθησαν» τοῖς ἀναβεβηκόσιν εἰς τὸ ὄρος μετὰ τοῦ Ἰησοῦ λαλοῦντες. | |
25 | ἄξιον δὲ ἐπιστῆσαι, εἰ ἐπὶ τούτους ἀναφέρεται τὸ καθίσαι «ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων» τοῦ σωτῆρος «ἐν τῇ βασιλείᾳ» αὐτοῦ, ὡς τὸ «ἀλλ’ οἷς ἡτοίμασται» διὰ τούτους λελέχθαι. | |
30 | αὕτη δὲ ἡ διήγησις περὶ τοῦ μὴ γεύσασθαι θανάτου τοὺς τρεῖς ἀποστόλους, ἕως ἂν ἴδωσι τὸν Ἰησοῦν μεταμορφούμενον, ἁρμόζει τοῖς (ὡς ὁ Πέτρος ὠνόμασε) γενο‐ | |
35 | μένοις «ὡς ἀρτιγέννητα βρέφη», τὰ ἐπιποθοῦντα «τὸ λογικὸν ἄδολον γάλα». πρὸς οὓς ὁ Παῦλος λέγει· «γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα» καὶ τὰ ἑξῆς. | |
40 | καὶ πᾶσα δ’ (οἶμαι) ἡ πρὸς τὸ ῥητὸν οἰκοδομεῖν δυναμένη τοὺς μὴ χωροῦν‐ τας μείζονα διήγησις γάλα ἂν εὐλό‐ γως ὀνομάζοιτο, τὸ ῥέον ἀπὸ τῆς ἁγίας τῶν γραφῶν γῆς, τῆς ῥεούσης | |
45 | «μέλι καὶ γάλα». ἀλλ’ ὁ ὡς ὁ Ἰσαὰκ ἀπογαλακτισθείς, ἄξιος εὐφροσύνης καὶ δοχῆς, ἣν ἐποίησεν ἐπὶ τῷ ἀπο‐ γαλακτισμῷ τοῦ υἱοῦ ὁ Ἀβραάμ, ζητήσειεν ἂν τὴν ἐν τούτοις καὶ | |
12.31(50) | πάσῃ γραφῇ 〈στερεωτέραν τροφήν〉, ἑτέραν (οἶμαι) οὖσαν τοῦ βρώ‐ ματος μὲν οὐ στερεᾶς δὲ τροφῆς καὶ τῶν ὀνομαζομένων τροπικῶς λα‐ χάνων, ἅτινα τῷ ἀπογαλακτισθέντι | |
55 | μὲν οὐκ ἰσχυρῷ δέ, ἀλλ’ ἀσθενοῦντί ἐστι τροφὴ κατὰ τὸ «ὁ ἀσθενῶν λάχανα ἐσθίει». ὁμοίως καὶ ὁ ὡς ὁ Σαμουὴλ ἀπογαλακτισθεὶς καὶ 〈προσαγόμενος ἀπὸ τῆς μητρὸς | |
60 | ἐνώπιον τοῦ θεοῦ καὶ〉 ἀνατιθέμενος ἀπὸ τῆς μητρὸς τῷ θεῷ (αὕτη δὲ Ἄννα ἦν, ἥτις ἑρμηνεύεται ΧΑΡΙΣ)· καὶ εἴη ἂν τῆς χάριτος υἱὸς ὁ ζητῶν, ὡς ἐν | |
65 | ναῷ τρεφόμενος θεοῦ, κρέατα, ἁγίαν | |
τροφὴν τελείων ἅμα καὶ ἱερέων. | ||
12.32 | Τὰ οὖν εἰς τὸν προκείμενον τόπον βλεπόμενα ἐπὶ τοῦ παρόντος ἡμῖν τοιαῦτά ἐστιν. ἦσάν τινες ἑστῶτες ὅπου ὁ Ἰησοῦς καὶ ἐρηρει‐ | |
5 | σμένας ἔχοντες τὰς τῆς ψυχῆς βάσεις παρὰ τῷ Ἰησοῦ, καὶ ἦν αὐτῶν ἡ τῶν ποδῶν στάσις συγγενὴς τῇ περὶ ἧς εἶπε Μωσῆς στάσει ἐν τῷ «κἀγὼ ἔστην ἐν τῷ | |
10 | ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσ‐ σαράκοντα νύκτας», ἀξιωθεὶς καὶ τοῦ «σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ», λεγομένου πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ ἀξιοῦντος αὐτὸν στῆναι παρ’ | |
15 | αὐτῷ. οὗτοι δὴ οἱ ἑστῶτες παρὰ τῷ Ἰησοῦ, τουτέστι παρὰ τῷ λόγῳ τοῦ θεοῦ, οὐ πάντες ἐπίσης ἑστήκασιν. ἔστι γὰρ καὶ ἐν τοῖς ἑστηκόσι παρὰ | |
20 | τῷ Ἰησοῦ πρὸς ἀλλήλους διαφορά· διὸ οὐ πάντες οἱ ἑστῶτες παρὰ τῷ σωτῆρι, ἀλλὰ τινὲς αὐτῶν ὡς βέλτιον ἑστηκότες οὐ γευ〈σόμενοι λέγ〉ονται θανάτου, ἕως ἂν ἴδωσι τὸν | |
25 | ἀνθρώποις ἐπιδημήσαντα λόγον καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου χρη‐ ματίζοντα, ἐρχόμενον ἐν τῇ βα‐ σιλείᾳ ἑαυτοῦ· οὐ γὰρ ἀεί, ὅτε | |
ἔρχεται ὁ λόγος, ἐν τῇ βασι‐ | ||
30 | λείᾳ αὐτοῦ ἔρχεται· ἐπεὶ τοῖς εἰσαγομένοις τοιοῦτός ἐστιν, ὥστε εἰπεῖν ἂν αὐτοὺς βλέποντας αὐ‐ τόν, οὐκ ἔνδοξον οὐδὲ μέγαν, ἀλλ’ ὑποδεέστερον πολλῶν ἐν ἀνθρώποις | |
35 | λόγων· «εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων». καὶ ταῦτα ἐροῦσιν οἱ ἰδόντες αὐτοῦ | |
40 | τὴν δόξαν περὶ τῶν προτέρων ἑαυ‐ τῶν χρόνων, ὅτε κατὰ τὰς ἀρχὰς «οὐκ εἶχεν» αὐτοῖς «εἶδος οὐδὲ κάλλος» ὁ ἐν εἰσαγωγῇ νοούμενος λόγος. ἔστιν οὖν | |
45 | τι βασιλικὸν ἐμφαινόμενον ἀξίωμα τοῦ τὴν ἐπὶ πᾶσιν λόγοις ἀρχὴν φανε‐ ρώτατα ἀνειληφότος λόγου, βλε‐ πόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἐπὰν δυνηθῶσιν | |
12.32(50) | αὐτῷ ἀκολουθῆσαι προάγοντι αὐτοὺς καὶ ἀναβαίνοντι εἰς τὸ ὑψηλὸν τῆς ἑαυτοῦ φανερώσεως ὄρος. οὗ τινες τῶν ἑστώτων παρὰ τῷ Ἰησοῦ ἀξιοῦνται, ἐὰν ὦσιν ἤτοι | |
55 | Πέτρος, οὗ «πύλαι ᾅδου οὐ κατι‐ σχύουσιν», ἢ τῆς «βροντῆς υἱοὶ» καὶ γεννώμενοι ἀπὸ τῆς μεγαλοφωνίας | |
τοῦ θεοῦ βροντῶντος καὶ μεγάλα οὐρανόθεν βοῶντος τοῖς ἔχουσιν | ||
60 | «ὦτα» καὶ σοφοῖς. οἱ τοιοῦτοι γοῦν οὐ γεύονται θανάτου. Εἰ δὲ παρὰ τὰ εἰρημένα σαφέστερον ἐκθέσθαι δεῖ, τί δηλοῦται ἐν τῷ ἰδεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχό‐ | |
65 | μενον ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τί σημαίνεται ἐν τῷ ἰδεῖν «τὴν βασι‐ λείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυ‐ νάμει», τὰ εἴτε ἐλλαμπόμενα ἐν | |
70 | ταῖς καρδίαις ἡμῶν εἴτε ζητοῦσιν εὑρισκόμενα εἴτε ὑπεισιόντα τοὺς λογισμοὺς ἡμῶν (ἕκαστος δὲ ὡς βούλεται κρινέτω) ἐκθησόμεθα. ὁ δὲ ὁρῶν καὶ καταλαμβάνων τὴν τοῦ | |
75 | λόγου ὑπεροχήν, λύοντος καὶ διε‐ λέγχοντος πάσας τὰς ὑπὸ τῶν ψευδῶν μὲν ἐπαγγελλομένων δὲ ἀλήθειαν πιθανότητας, βλέπει τὸν υἱὸν τοῦ ἀνθρώπου (κατὰ τὸν | |
80 | Ἰωάννου λόγον τὸν λόγον τοῦ θεοῦ) ἐρχόμενον ἐν τῇ ἰδίᾳ βασι‐ λείᾳ. εἰ δὲ βλέποι ὁ τοιοῦτος τὸν | |
λόγον οὐ μόνον λύοντα *** πᾶσαν τὴν τῶν ἐναντίων πιθανότητα, ἀλλὰ καὶ | ||
85 | τὰ ἴδια τρανότατα παριστάντα, βλέ‐ ποι ἂν αὐτοῦ πρὸς τῇ βασιλείᾳ καὶ τὴν δόξαν. καὶ ὁ τοιοῦτός γε ἐν αὑτῷ βλέποι ἂν «τὴν τοῦ θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυνάμει»· | |
90 | καὶ τοῦτο βλέποι ἂν *** ὡς οὐδαμῶς ἔτι ὑπὸ ἁμαρτίας βασιλευόμενος, βασιλευούσης ἐν τῷ θνητῷ σώ‐ ματι τῶν ἁμαρτανόντων, ἀλλ’ ἀεὶ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν | |
95 | ὅλων θεῷ, οὗ ἡ βασιλεία δυνάμει μὲν «ἐντὸς ἡμῶν» ἐστιν, ἐνεργείᾳ δὲ καὶ (ὡς ὠνόμασεν ὁ Μᾶρκος) ἐν δυνάμει καὶ οὐδαμῶς ἐν ἀσθενείᾳ, «ἐντὸς» | |
12.32(100) | τῶν τελείων μόνων. ταῦτα μὲν οὖν ἑστῶσι τοῖς μαθηταῖς ὁ Ἰησοῦς οὐ περὶ πάντων αὐτῶν, ἀλλὰ περί | |
τινων προφητεύων ἐπηγγείλατο. | ||
12.33 | Τί δὲ τὸ γεύεσθαι θανά‐ του κατανοητέον. καὶ ἔστιν ἡ μὲν ζωὴ ὁ εἰπὼν «ἐγώ εἰμι ἡ ζωή». | |
5 | καὶ αὕτη γε «ἡ ζωὴ» «κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ», καὶ «ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε σὺν αὐτῷ» φανερωθήσονται οἱ ἄξιοι τοῦ «σὺν αὐτῷ» φανε‐ | |
10 | ρωθῆναι «ἐν τῇ δόξῃ». ὁ δὲ ἐχθρὸς ταύτης τῆς ζωῆς, ὃς καὶ «ἔσχατος ἐχθρὸς καταργεῖται» πάντων τῶν ἐχθρῶν αὐτοῦ, «θάνα‐ τός» ἐστιν, ὃν ψυχὴ ἡ ἁμαρτάνουσα | |
15 | ἀποθνῄσκει, ἐναντίως διατιθεμένη τῷ γινομένῳ περὶ τὴν κατορθοῦσαν ψυχὴν καὶ ἐκ | |
τοῦ κατορθοῦν ζῶσαν. καὶ ἐπὰν λέγηται ἐν τῷ νόμῳ· | ||
20 | «δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον», «ἔκλεξαι τὴν ζωήν», περὶ τοῦ εἰπόντος «ἐγώ εἰμι ἡ ζωὴ» ταῦτά φησιν ἡ γραφὴ καὶ | |
25 | περὶ τοῦ ἐχθροῦ αὐτοῦ θανάτου, ὧν τὸ ἕτερον ἕκαστος ἡμῶν δι’ ὧν πράττει ἀεὶ ἐκλέγεται. καὶ ἐπὰν «πρὸ προσώπου» ἡμῶν οὔσης τῆς ζωῆς ἁμαρτάνωμεν, πλη‐ | |
30 | ροῦται ἐφ’ ἡμᾶς ἡ λέγουσα ἀρά· «καὶ ἔσται ἡ ζωή σου κρεμαμένη σοι ἀπέναντι» καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλ‐ μῶν σου ἃ ὄψει». | |
35 | ὥσπερ οὖν ἡ ζωὴ καὶ ὁ ζῶν ἄρτος ἐστὶν «ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν δοὺς τῷ κόσμῳ», οὕτως ὁ ἐχθρὸς αὐτῷ θάνατος ἄρτος ἐστὶ νεκρός. πᾶσα δὲ λογικὴ ψυχὴ ἤτοι | |
40 | ζῶντι τρέφεται ἄρτῳ ἢ νεκρῷ, δι’ ὧν παραδέχεται 〈ἔργων ἢ〉 δογμά‐ των ἀστείων ἢ φαύλων. εἶθ’ ὥσπερ ἔστιν ἐπὶ τῶν κοινοτέρων τροφῶν ποτὲ μὲν αὐτῶν γεύσασθαι μόνον, | |
45 | ποτὲ δὲ ἐπὶ πλεῖον αὐτῶν ἐσθίειν, οὕτω καὶ ἐπὶ τούτων τῶν ἄρτων ὁ | |
μέν τις ἐνδεεστέρως ἐσθίει γευό‐ μενος αὐτῶν, ὁ δὲ καὶ ἐμφορεῖται, ἀγαθὸς μὲν ὢν ἢ ὁδεύων ἐπὶ τὸ | ||
12.33(50) | ἀγαθὸς εἶναι τοῦ ζῶντος ἄρτου καὶ ἐξ οὐρανοῦ καταβεβηκότος, μοχθη‐ ρὸς δὲ τοῦ νεκροῦ ἄρτου, ὅς ἐστιν ὁ θάνατος. καὶ τάχα οἱ μὲν σπανίως καὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύ‐ | |
55 | ονται θανάτου· οἱ δὲ 〈τελειότερον πνευματικὴν〉 ἀρετὴν ἀνειληφότες οὐδὲ γεύονται αὐτοῦ, ἀλλ’ ἀεὶ ἄρτῳ τρέφονται ζῶντι. ἀκόλουθον οὖν ἦν τῷ Πέτρῳ, οὗ «πύλαι ᾅδου οὐ | |
60 | κατισχύσουσι», τὸ μηδὲ γεύσασθαι θανάτου, ἐπεὶ τότε γεύεταί τις θανάτου καὶ ἐσθίει θανάτου, ὅτε «πύλαι ᾅδου» κατισχύουσιν αὐτοῦ, καὶ ἀνάλογον ἐσθίει ἢ γεύεται | |
65 | θανάτου τῷ κατισχύειν αὐτοῦ ἐπὶ πλεῖον ἢ ἔλαττον καὶ πλείονας ἢ ἐλάττονας ᾅδου πύλας. ἀλλὰ καὶ τοῖς τῆς «βροντῆς» υἱοῖς γεν‐ νηθεῖσιν ἀπὸ 〈μεγαλοφωνίας τουτέ‐ | |
70 | στιν ἀπὸ〉 βροντῆς, οὐρανίου χρήμα‐ τος, ἀδύνατον ἦν γεύσασθαι θανά‐ του, τοῦ σφόδρα πόρρω τῆς μητρὸς αὐτῶν βροντῆς. | |
75 | ταῦτα δὲ προφητεύει ὁ λόγος τοῖς τελειωθησομένοις καὶ ἐκ τοῦ ἑστη‐ κέναι παρὰ τῷ λόγῳ ἐπὶ τοσοῦτον προκόψασιν, ὥστε αὐτοὺς μηδὲ γεύ‐ σασθαι θανάτου, ἕως ἂν ἴδωσι | |
80 | τὴν ἐπιφάνειαν καὶ τὴν δόξαν καὶ τὴν βασιλείαν καὶ τὴν ὑπεροχὴν τοῦ λόγου τοῦ θεοῦ, καθ’ ἣν ὑπερέχει παντὸς τοῦ ἀντιπερισπῶντος καὶ περιέλκοντος λόγου φαντασίᾳ ἀλη‐ | |
85 | θείας τοὺς μὴ δυναμένους διαρ‐ ρῆξαι τοὺς τοῦ περισπασμοῦ δεσμοὺς καὶ ἀνελθεῖν ἐπὶ τὸ ὕψος τῆς ὑπεροχῆς τοῦ τῆς ἀληθείας λόγου. | |
12.34 | Ἀλλ’ ἐπεὶ δόξαι ἄν τις τὴν τοῦ σωτῆρος ἐπαγγελίαν περιο‐ ρίζειν χρόνῳ τὸ μὴ γεύσασθαι θανάτου, ὅτι οὐ γεύσονται μὲν | |
5 | θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, μετὰ δὲ τοῦτο γεύσονται αὐτοῦ, παραστή‐ σωμεν κατά τινα συνήθειαν τῆς | |
10 | γραφῆς τὸ ἕως δηλοῦν τὸν κατ‐ επείγοντα περὶ τοῦ δηλουμένου χρό‐ νον, οὐ περιοριζόμενον, ὥστε πάν‐ τως μετὰ τὸ ἕως γενέσθαι τὸ ἐναντίον τῷ δηλουμένῳ. φησὶ δὲ ὁ | |
15 | σωτὴρ τοῖς ἕνδεκα μαθηταῖς, ἡνίκα ἀνέστη ἀπὸ τῶν νεκρῶν πρὸς ἑτέ‐ ροις καὶ τὸ «ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». ἆρα γὰρ | |
20 | εἰπὼν τοῦτο, «ἕως» μὲν «τῆς συντε‐ λείας τοῦ αἰῶνος» ἔμελλεν αὐτοῖς συνέσεσθαι, μετὰ δὲ τὴν συντέλειαν τοῦ αἰῶνος, ἐνισταμένου τοῦ ἑτέρου (τοῦ καλουμένου μέλλοντος) οὐκέτι | |
25 | συνέσεσθαι αὐτοῖς ἐπηγγέλλετο, ὡς κατὰ τοῦτο κρεῖττον εἶναι ἂν τοῖς μαθηταῖς τὸ «ἕως τῆς συντελείας τοῦ αἰῶνος» περὶ αὐτοῖς κατάστημα τοῦ μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος; | |
30 | ἀλλ’ οὐκ ἂν οἶμαί τινα τολμῆσαι λέγειν ὅτι μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος οὐκέτι συνέσται τοῖς μαθηταῖς ὁ υἱὸς τοῦ θεοῦ, ἐπεὶ ἡ λέξις ἐπὶ τοσοῦτον ἔσεσθαι αὐτὸν | |
35 | μετ’ αὐτῶν φησιν, ἕως ἡ συντέλεια τοῦ αἰῶνος ἐνστῇ· σαφὲς γὰρ ὅτι τὸ ζητούμενον ἦν, εἰ πρὸ τοῦ μέλ‐ λοντος αἰῶνος καὶ τῶν ἐλπιζο‐ μένων ἀμοιβαίων ἐπαγγελιῶν τοῦ | |
40 | θεοῦ ἤδη συνέσεσθαι τοῖς μαθηταῖς ἔμελλεν ὁ υἱὸς τοῦ θεοῦ. ζητού‐ μενον δ’ ἂν ἦν, διδομένου τοῦ συνέσεσθαι τοῖς ***, μήποτε ὁτὲ μὲν συνῆν αὐτοῖς ὁτὲ δὲ οὐ συνῆν. | |
45 | διόπερ ἀπολύων ἡμᾶς τῆς περὶ τοῦ διστάζειν ὑπονοίας, ἀπεφήνατο ὅτι ἤδη καὶ ἐπὶ «πάσας τὰς ἡμέρας» συνεῖναι τοῖς μαθηταῖς ἤμελλεν, οὐ καταλείψων τοὺς μαθητευθέντας | |
12.34(50) | αὐτῷ «ἕως τῆς συντελείας τοῦ αἰῶνος»· οὐ μὴν κατὰ τὰς νύκτας (εἴ τινι ἔδυνεν ὁ ἥλιος) συνῆν | |
αὐτοῖς. εἰ δὲ τοιοῦτόν ἐστι τὸ «ἕως τῆς | ||
55 | συντελείας τοῦ αἰῶνος», δῆλον ὅτι οὐκ ἀναγκασθησόμεθα πα‐ ραδέξασθαι γεύσασθαι θανάτου τοὺς ἰδόντας τὸν υἱὸν τοῦ ἀν‐ θρώπου ἐρχόμενον ἐν τῇ βα‐ | |
60 | σιλείᾳ αὐτοῦ μετὰ τὸ καταξιω‐ θῆναι τοῦ τοιοῦτον αὐτὸν ἰδεῖν. ἀλλ’ ὥσπερ ἐφ’ οὗ παρεθέμεθα ῥητοῦ τὸ κατεπεῖγον ἦν ἡμᾶς μαθεῖν, ὅτι «ἕως τῆς συντελείας τοῦ αἰῶνος» | |
65 | οὐ καταλείψει ἡμᾶς, ἀλλ’ ἔσται μεθ’ ἡμῶν «πάσας τὰς ἡμέρας», οὕτως καὶ ἐπὶ τούτου σαφὲς μὲν οἶμαι τοῖς βλέπειν εἰδό‐ σιν ἀκολουθίαν πραγμάτων εἶναι, | |
70 | τὸν ἅπαξ ἰδόντα τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἰδόντα αὐτὸν ἐν τῇ δόξῃ αὐτοῦ καὶ ἰδόντα «τὴν βασιλείαν τοῦ θεοῦ | |
75 | ἐληλυθυῖαν ἐν δυνάμει», οὐκ ἂν μετὰ τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν θανάτου γεύσασθαι. [τὸ] χωρὶς δὲ τοῦ λόγου τῆς ἐπαγγελίας τοῦ Ἰησοῦ οὐκ ἀλόγως ἂν ὑπενοή‐ | |
80 | σαμεν γεύσασθαι θανάτου, ὅσον οὐδέπω κατηξιώθημεν ἰδεῖν «τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν | |
δυνάμει» καὶ τὸν υἱὸν τοῦ ἀν‐ θρώπου ἐρχόμενον ἐν τῇ δόξῃ | ||
85 | αὐτοῦ καὶ ἐν τῇ βασιλείᾳ. | |
12.35 | Ἐπεὶ δὲ ἐνταῦθα μὲν γέγραπται παρὰ τοῖς τρισὶν εὐαγγε‐ λισταῖς τὸ οὐ μὴ γεύσωνται θανάτου, ἐν δὲ ἄλλοις διάφορα | |
5 | περὶ θανάτου, οὐκ ἄτοπον κἀκεῖνα παραθέμενον συνεξετάσαι τῷ γεύ‐ σασθαι. ἐν μὲν οὖν Ψαλμοῖς λέ‐ λεκται· «τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;» | |
10 | καὶ πάλιν ἐν ἄλλῳ τόπῳ· «ἐλθέτω δὴ θάνατος ἐπ’ αὐτούς, καὶ κα‐ ταβήτωσαν εἰς ᾅδου ζῶντες», ἐν δέ τινι τῶν προφητῶν· «κατέπιεν ὁ θάνατος ἰσχύσας», ἐν δὲ τῇ Ἀπο‐ | |
15 | καλύψει «ὁ θάνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ» τισιν. ἐν τούτοις δὲ δοκεῖ μοι ἕτερον μὲν εἶναι τὸ γεύσασθαι θανάτου, ἕτερον δὲ τὸ ἰδεῖν αὐτὸν καὶ ἄλλο τὸ ἐλθεῖν | |
20 | αὐτὸν ἐπί τινας καὶ τέταρτον σημαίνεσθαι παρὰ τὰ προειρημένα ἐκ τοῦ «κατέπιεν ὁ θάνατος ἰσχύσας», καὶ πέμπτον τι παρὰ ταῦτα ἐκ τοῦ «ὁ θάνατος καὶ | |
25 | ὁ ᾅδης ἀκολουθεῖ αὐτοῖς». καὶ σὺ δ’ ἀναλεξάμενος τάχ’ ἂν εὕροις καὶ ἑτέρας παρὰ ταύτας (ὧν ὑπεμνή‐ σθημεν) διαφοράς, ἅστινας παρατι‐ θεὶς ἀλλήλαις καὶ ὀρθῶς ζητῶν | |
30 | εὕροις ἂν τὰ καθ’ ἕκαστον τόπον σημαινόμενα πράγματα. ζητῶ δὲ ἐν τούτοις, μήποτε ἔλαττον | |
μὲν κακόν ἐστι τὸ ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι | ||
35 | αὐτοῦ, τούτου δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπ’ αὐτὸν καὶ καταλαβεῖν ἐκεῖνον ᾧ πρότερον ἠκολούθει. τὸ | |
40 | δὲ καταποθῆναι ὑπ’ αὐτοῦ πάντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. ἐπιστήσας δὲ τοῖς εἰρη‐ μένοις καὶ τῇ διαφορᾷ τῶν ἁμαρτα‐ νομένων οὐκ ὀκνήσεις (οἶμαι) παρα‐ | |
45 | δέξασθαι τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ θεοῦ πνεύματι. | |
12.36(1n) | Μετὰ δὲ ἡμέρας ἓξ | |
2n | (κατὰ τὸν Ματθαῖον καὶ τὸν Μᾶρ‐ | |
3n | κον) παραλαμβάνει τὸν Πέ‐ | |
4n | τρον καὶ Ἰάκωβον καὶ Ἰωάν‐ | |
5n | νην τὸν ἀδελφὸν αὐτοῦ, καὶ | |
6n | ἀνάγει αὐτοὺς εἰς ὄρος ὑψη‐ | |
7n | λὸν κατ’ ἰδίαν. καὶ μετεμορ‐ | |
8n | φώθη ἔμπροσθεν αὐτῶν (17, | |
9n | 1. 2[—9]). | |
10 | Τοῦτο δὲ καὶ πρὸ〈ς τοῖσ〉 τῆς κατὰ ταῦτα φαινομένης ἡμῖν διηγή‐ σεως γεγονέτω πάλαι καὶ ὡς πρὸς τὴν λέξιν. δοκεῖ δέ μοι τοὺς ἀναγομένους ὑπὸ | |
15 | τοῦ Ἰησοῦ εἰς τὸ ὑψηλὸν ὄρος καὶ ἀξιουμένους τοῦ κατ’ ἰδίαν αὐτοῦ τὴν μεταμόρφωσιν θεωρῆσαι, μὴ μάτην μεθ’ ἓξ ἡμέρας ἀνά‐ | |
γεσθαι τῶν προειρημένων λόγων. | ||
20 | ἐπεὶ γὰρ ἐν ἓξ ἡμέραις, τελείῳ ἀριθμῷ, ὁ σύμπας γεγένηται κόσμος, τὸ τέλειον τοῦτο δημιούργημα, διὰ τοῦτ’ οἶμαι τὸν ὑπερβαίνοντα πάντα τὰ τοῦ κόσμου πράγματα ἐν τῷ | |
25 | ἐσκοπηκέναι, οὐκέτι μὲν «τὰ βλε‐ πόμενα» («πρόσκαιρα» γὰρ ταῦτα) ἤδη δὲ «τὰ μὴ βλεπόμενα» καὶ μόνα «τὰ μὴ βλεπόμενα» (διὰ τὸ εἶναι αὐτὰ «αἰώνια»), δηλοῦ‐ | |
30 | σθαι ἐν τῷ μεθ’ ἡμέρας ἓξ παρα‐ λαμβάνει ὁ Ἰησοῦς τούσδε τινάς. εἴ τις οὖν ἡμῶν βούλεται τοῦ Ἰησοῦ παραλαμβάνοντος αὐτὸν ὑπ’ αὐτοῦ ἀναχθῆναι εἰς τὸ ὑψηλὸν | |
35 | ὄρος καὶ ἀξιωθῆναι τοῦ κατ’ ἰδίαν θεωρῆσαι τὴν μεταμόρφωσιν αὐτοῦ, ὑπεραναβαινέτω τὰς ἓξ ἡμέρας, διὰ τὸ μὴ σκοπεῖν ἔτι «τὰ βλεπό‐ μενα» μηδὲ ἀγαπᾶν ἔτι «τὸν κόσμον | |
40 | μηδὲ τὰ ἐν κόσμῳ», μηδέ τινα κοσμικὴν ἐπιθυμίαν ἐπιθυμεῖν, ἥτις ἐστὶν ἐπιθυμία σωμάτων καὶ τοῦ ἐν σώματι πλούτου καὶ τῆς κατὰ σάρκα δόξης, καὶ ὅσα πέφυκε τὴν ψυχὴν | |
45 | περισπᾶν καὶ περιέλκειν ἀπὸ τῶν κρειττόνων καὶ θειοτέρων καὶ κατα‐ βιβάζειν | |
καὶ ἐρείδειν τῇ ἀπάτῃ τοῦ αἰῶνος τούτου ἐν πλούτῳ καὶ δόξῃ καὶ | ||
12.36(50) | ταῖς λοιπαῖς ἐχθραῖς ἀληθείᾳ ἐπι‐ θυμίαις. ἐπειδὰν γὰρ διέλθῃ τὰς ἓξ (ὡς εἰρήκαμεν) 〈ἡμέρασ〉, καινὸν σαβ‐ βατιεῖ σάββατον, εὐφραινόμενος ἐν | |
55 | τῷ ὑψηλῷ ὄρει ἐκ τοῦ βλέπειν μεταμορφωθέντα τὸν Ἰησοῦν ἔμ‐ προσθεν *** αὐτοῦ· διαφόρους γὰρ ἔχει ὁ λόγος *** μορφάς, φαινόμενος ἑκάστῳ ὡς συμφέρει τῷ βλέποντι, | |
60 | καὶ μηδενὶ ὑπὲρ ὃ χωρεῖ ὁ βλέπων φανερούμενος. | |
12.37 | Ζητήσεις δὲ εἰ, ὅτε μετε‐ μορφώθη ἔμπροσθεν τῶν ὑπ’ αὐτοῦ ἀναχθέντων εἰς τὸ ὑψηλὸν ὄρος, ὤφθη αὐτοῖς «ἐν μορφῇ | |
5 | θεοῦ» ᾗ ὑπῆρχε πάλαι, ὡς τοῖς μὲν κάτω ἔχων τὴν «δούλου μορφὴν» τοῖς δὲ ἀκολουθήσασιν αὐτῷ μετὰ ἓξ ἡμέρας εἰς τὸ ὑψηλὸν ὄρος οὐκ ἐκείνην, ἀλλὰ τὴν τοῦ θεοῦ. | |
10 | ἀλλ’ ἄκουε τούτων (εἰ δύνασαι) πνευματικῶς, προσέχων ἅμα ὅτι οὐκ εἴρηται μὲν ἁπαξαπλῶς μετε‐ μορφώθη, μετὰ δέ τινος ἀναγ‐ καίας προσθήκης, ἣν ἀνέγραψε Ματ‐ | |
15 | θαῖος καὶ Μᾶρκος· κατὰ γὰρ ἀμφο‐ | |
τέρους μετεμορφώθη ἔμπροσ‐ θεν αὐτῶν. καὶ κατὰ τοῦτό γε ἐρεῖς δυνατὸν εἶναι τὸν Ἰησοῦν ἔμπροσθεν μέν τινων μεταμορ‐ | ||
20 | φωθῆναι ταύτην τὴν μεταμόρφω‐ σιν, ἔμπροσθεν δὲ ἑτέρων κατὰ τὸ αὐτὸ καιροῦ μὴ μεταμορφωθῆναι. εἰ δὲ θέλεις τὴν μεταμόρφωσιν τοῦ Ἰησοῦ ἰδεῖν ἔμπροσθεν τῶν | |
25 | ἀναβάντων εἰς τὸ ὑψηλὸν ὄρος κατ’ ἰδίαν σὺν αὐτῷ, ἴδε μοι τὸν ἐν τοῖς εὐαγγελίοις Ἰησοῦν ἁπλού‐ στερον μὲν νοούμενον καὶ (ὡς ἂν ὀνομάσαι τις) «κατὰ σάρκα» γινω‐ | |
30 | σκόμενον τοῖς μὴ ἀναβαίνουσι διὰ τῶν ἐπαναβεβηκότων ἔργων καὶ λόγων ἐπὶ τὸ ὑψηλὸν τῆς σοφίας ὄρος, «οὐκέτι» δὲ 〈τοῖς ἀναβαί‐ νουσιν〉 «κατὰ σάρκα» γινωσκό‐ | |
35 | μενον ἀλλὰ θεολογούμενον δι’ ὅλων τῶν εὐαγγελίων καὶ ἐν τῇ τοῦ «θεοῦ μορφῇ» κατὰ τὴν γνῶσιν αὐτῶν θεωρούμενον· τούτων γὰρ ἔμ‐ προσθεν μεταμορφοῦται ὁ Ἰησοῦς, | |
40 | καὶ ἐν οὐδενὶ τῶν κάτω ***. ἐπὰν δὲ μεταμορφωθῇ, καὶ τὸ πρόσωπον αὐτοῦ λάμψει ὡς ὁ ἥλιος, ἵνα φανερωθῇ τοῖς τέκνοις «τοῦ φωτὸς» | |
ἐκδυσαμένοις «τὰ ἔργα τοῦ σκότους» | ||
45 | καὶ ἐνδυσαμένοις «τὰ ὅπλα τοῦ φωτὸς» καὶ μηκέτι οὖσι τέκνοις «σκότους ἢ νυκτός», ἀλλὰ γενο‐ μένοις υἱοῖς «ἡμέρας» καὶ «ὡς ἐν ἡμέρᾳ εὐσχημόνως» περιπατοῦσι, | |
12.37(50) | καὶ φανερωθεὶς λάμψει αὐτοῖς, οὐχ ἁπλῶς ὡς ὁ ἥλιος, ἀλλ’ ἐπιδεικνύ‐ μενος αὐτοῖς τὸ εἶναι «δικαιοσύνης ἥλιος». | |
12.38 | Καὶ οὐ μόνον αὐτὸς μετα‐ μορφοῦται ἔμπροσθεν τῶν τοιού‐ των μαθητῶν οὐδὲ προστίθησι μόνον τῇ μετα‐ | |
5 | μορφώσει τὸ λάμψαι τὸ πρόσω‐ πον αὐτοῦ ὡς ὁ ἥλιος, ἀλλὰ γὰρ καὶ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπ’ αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος κατ’ ἰδίαν φαίνε‐ | |
10 | ται λευκὰ ὡς τὸ φῶς. ἱμάτια δὲ τοῦ Ἰησοῦ αἱ λέξεις καὶ ἃ ἐνεδύσατο τῶν εὐαγγελίων γράμματα. οἶμαι δ’ ὅτι καὶ τὰ παρὰ τοῖς ἀποστόλοις δηλούμενα περὶ αὐτοῦ ἱμάτιά ἐστιν | |
15 | Ἰησοῦ, γινόμενα τοῖς ἀναβαίνουσιν εἰς τὸ ὑψηλὸν ὄρος μετὰ τοῦ Ἰησοῦ λευκά. ἀλλ’ ἐπεὶ καὶ λευ‐ κῶν εἰσι διαφοραί, τὰ ἱμάτια αὐ‐ τοῦ γίνονται *** λευκὰ ὡς τὸ | |
20 | πάντων λευκὸν λαμπρότατον καὶ καθαρώτατον· τοῦτο δέ ἐστι τὸ φῶς. ἐπὰν οὖν ἴδῃς τινὰ οὐ μόνον τὴν περὶ Ἰησοῦ θεολογίαν ἀκρι‐ βοῦντα, ἀλλὰ καὶ τὴν λέξιν τῶν | |
25 | εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. ἐπὰν δὲ οὕτω νοηθῇ καὶ θεωρηθῇ μεταμορφωθεὶς ὁ υἱὸς τοῦ | |
30 | θεοῦ, ὡς τὸ πρόσωπον αὐτοῦ εἶναι 〈ὡς τὸν〉 ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς, εὐθέως ὀφθεῖεν ἂν τῷ τοιοῦτον ἰδόντι τὸν Ἰησοῦν Μωσῆς ὁ νόμος, καὶ | |
35 | Ἠλίας, συνεκδοχικῶς οὐχ εἷς μό‐ νος ἀλλὰ πάντες οἱ προφῆται, κοι‐ νολογούμενοι πρὸς τὸν Ἰησοῦν· τοιοῦτον γάρ τί ἐστι τὸ δηλούμενον ἀπὸ τοῦ μετ’ αὐτοῦ συλλαλοῦν‐ | |
40 | τες, κατὰ δὲ τὸν Λουκᾶν· «Μωσῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ» καὶ τὰ ἑξῆς ἕως τοῦ «ἐν Ἱερουσαλήμ». εἴ τις δὲ εἶδε Μωσέως τὴν δόξαν, νοήσας τὸν πνευματικὸν νόμον ὡς | |
45 | ἕνα πρὸς τὸν Ἰησοῦ λόγον, καὶ τὴν ἐν τοῖς προφήταις «ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν», εἶδε Μω‐ σῆν καὶ Ἠλίαν «ἐν δόξῃ», ὅτε εἶδεν αὐτοὺς μετὰ τοῦ Ἰησοῦ. | |
12.39 | Εἶτ’, ἐπεὶ κατὰ τὸν Μᾶρ‐ | |
κον δεήσει διηγήσασθαι τὸ «καὶ ἐν τῷ προσεύχεσθαι αὐτὸν μετεμορ‐ φώθη ἔμπροσθεν αὐτῶν», λεκτέον | ||
5 | ὅτι μήποτε μάλιστα ἔστιν ἰδεῖν τὸν λόγον ἔμπροσθεν ἡμῶν μεταμορ‐ φούμενον, ἐὰν τὰ προειρημένα ποιή‐ σωμεν καὶ ἀναβῶμεν εἰς τὸ ὄρος καὶ ἴδωμεν τὸν αὐτόλογον κοινο‐ | |
10 | λογούμενον πρὸς τὸν πατέρα καὶ εὐχόμενον αὐτῷ, ὑπὲρ ὧν εὔξαιτ’ ἂν ἀληθινὸς ἀρχιερεὺς ἀληθινῷ μόνῳ θεῷ. ἵνα δὲ οὕτω θεῷ ὁμιλῇ καὶ προσεύξηται τῷ πατρί, ἀναβαίνει | |
15 | εἰς τὸ ὄρος· τότε δὲ κατὰ τὸν Μᾶρκον γίνονται «τὰ ἱμάτια αὐτοῦ λευκὰ καὶ στίλβοντα ὡς τὸ φῶς, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύνα‐ ται οὕτως λευκᾶναι». | |
20 | καὶ τάχα οἱ μὲν «ἐπὶ τῆς γῆς» γναφεῖς οἱ ἐπιμελούμενοί εἰσι σοφοὶ «τοῦ αἰῶνος τούτου» λέξεως, ἧς νομίζουσι λαμπρᾶς καὶ καθαρᾶς, | |
25 | ὡς κοσμεῖσθαι δοκεῖν καὶ τὰ αἰσχρὰ νοήματα καὶ τὰ ψευδῆ δόγματα ὑπὸ τῆς (ἵν’ οὕτως ὀνομάσω) γναφι‐ κῆς αὐτῶν. ὁ δὲ «στίλβοντα» τοῖς ἐπαναβεβηκόσιν ἐπιδεικνὺς «τὰ ἱμά‐ | |
30 | τια αὐτοῦ» καὶ λαμπρότερα, ὧν δύναται ποιεῖν ἡ ἐκείνων γναφική, ὁ λόγος ἐστίν, παριστὰς ἐν ταῖς ὑπὸ πολλῶν καταφρονουμέναις λέξεσι τῶν γραφῶν τὴν τῶν νοημάτων | |
35 | στίλψιν, ὅτε «ὁ ἱματισμὸς» τοῦ Ἰησοῦ κατὰ τὸν Λουκᾶν «λευκὸς» καὶ «ἐξαστράπτων» γίνεται. | |
12.40 | Ἴδωμεν οὖν μετὰ ταῦτα, τί νοήσας ὁ Πέτρος ἀποκριθεὶς εἶπε τῷ Ἰησοῦ· κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· ποιή‐ | |
5 | σωμεν τρεῖς σκηνὰς καὶ τὰ ἑξῆς. διὰ τοῦτο δὲ μάλιστα ταῦτα ζητητέον, ἐπεὶ ὁ μὲν Μᾶρκος ἐπή‐ γαγεν αὐτοῖς ὡς ἐκ τοῦ ἰδίου προσώπου τὸ «οὐ γὰρ ᾔδει τί ἀπε‐ | |
10 | κρίθη», ὁ δὲ Λουκᾶς «μὴ εἰδὼς» φησὶν «ὃ λέγει». ἐπιστήσεις οὖν εἰ κατ’ ἔκστασιν ταῦτα ἐλάλει, πεπλη‐ ρωμένος του κινοῦντος αὐτὸν πνεύ‐ ματος πρὸς τὸ εἰπεῖν ταῦτα, ὅπερ | |
15 | ἅγιον μὲν εἶναι οὐ δύναται· ἐδίδαξε γὰρ ἐν τῷ εὐαγγελίῳ ὁ Ἰωάννης πρὸ τῆς ἀναστάσεως τοῦ σωτῆρος μηδένα πνεῦμα ἅγιον ἐσχηκέναι εἰπών· «οὔπω γὰρ ἦν πνεῦμα, ὅτι | |
20 | Ἰησοῦς οὐδέπω ἐδοξάσθη». εἰ δὲ «οὔπω ἦν πνεῦμα», καὶ ὁ «μὴ εἰδὼς» τί ἐλάλει ὑπό τινος κινού‐ μενος πνεύματος ἐλάλει, ἕν τι τῶν πνευμάτων ἦν τὸ ταῦτα λέγεσθαι | |
25 | ἐνεργοῦν, ὃ μηδέπω τεθριάμβευτο | |
«ἐν τῷ ξύλῳ» μηδὲ δεδειγμάτιστο μετ’ ἐκείνων περὶ ὧν γέγραπται τὸ «ἀπεκδυ‐ σάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας | ||
30 | ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμ‐ βεύσας ἐν τῷ ξύλῳ». τοῦτο δὲ ἦν τάχα τὸ κληθὲν σκάν‐ δαλον ὑπὸ τοῦ Ἰησοῦ καὶ ὁ εἰρη‐ μένος σατανᾶς ἐν τῷ «ὕπαγε ὀπίσω | |
35 | μου, σατανᾶ· σκάνδαλόν μου εἶ». εὖ οἶδα δ’ ὅτι τὰ τοιαῦτα πολλοῖς προσκόψει τῶν ἐντυγχανόντων, οἰο‐ μένοις οὐ κατὰ τὸ εὔλογον δυσφη‐ μεῖσθαι τὸν πρὸ μικροῦ μακα‐ | |
40 | ρισθέντα ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τῷ 〈οὐ σάρκα καὶ αἷμα, ἀλλὰ〉 τὸν «ἐν τοῖς οὐρανοῖς» πατέρα ἀποκεκαλυ‐ φέναι αὐτῷ τὰ περὶ τοῦ σωτῆρος, ὡς ἄρα ὁ Ἰησοῦς εἴη καὶ «ὁ Χριστὸς» | |
45 | καὶ «ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος». ἀλλ’ ὁ τοιοῦτος ἐπιστησάτω τῇ τοῦ Πέτρου καὶ τῶν λοιπῶν ἀποστό‐ λων ἀκριβείᾳ, καὶ αὐτῶν δεηθέν‐ των (ὡς ἀλλοτρίων ἔτι) τοῦ ἐξα‐ | |
12.40(50) | γοράσοντος αὐτοὺς ἀπὸ τοῦ ἐχθροῦ καὶ ὠνησομένου αὐτοὺς τῷ «τιμίῳ» αὐτοῦ «αἵματι». ἢ λεγέτωσαν ἡμῖν οἱ θέλοντες καὶ πρὸ τοῦ πάθους Ἰησοῦ τελείους γεγονέναι | |
55 | τοὺς ἀποστόλους, πόθεν «ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ» κατὰ τὸν καιρὸν τῆς Ἰησοῦ μεταμορ‐ | |
φώσεως «ἦσαν βεβαρημένοι ὕπνῳ». Ἵνα δὲ προλαβών τι καὶ τῶν ἑξῆς | ||
60 | εἰς τὸ προκείμενον παραλάβω, ἐπα‐ πορήσαιμ’ ἂν τοιαῦτα· ἆρα ἔστι τινὰ σκανδαλισθῆναι ἐν τῷ Ἰησοῦ χωρὶς τῆς τοῦ σκανδαλίζοντος δια‐ βόλου ἐνεργείας; ἔστι δὲ ἀρνή‐ | |
65 | σασθαι τὸν Ἰησοῦν, καὶ ταῦτα ἐπὶ παιδισκαρίου καὶ θυρωροῦ καὶ ἀνθρώπων εὐτελεστάτων, μὴ συν‐ όντος τῷ ἀρνουμένῳ πνεύματος ἐχ‐ θροῦ τῷ διδομένῳ πνεύματι καὶ | |
70 | σοφίᾳ τοῖς πρὸς τὸ ὁμολογεῖν κατά τινα ἀξίαν αὐτῶν ὑπὸ θεοῦ βοη‐ θουμένοις; ἀλλ’ οὐ φήσει ὅ γε τὰς ῥίζας τῶν ἁμαρτημάτων ἀναφέρειν μεμαθη‐ | |
75 | κὼς ἐπὶ τὸν πατέρα τῆς ἁμαρτίας διάβολον, χωρὶς ἐκείνου ἢ τοὺς ἀποστόλους ἐσκανδαλίσθαι ἢ τὸν Πέτρον ἠρνῆσθαι πρὸ τῆς ἀλεκ‐ τοροφωνίας ἐκείνης τρίς. | |
80 | εἰ δὲ τοῦθ’ οὕτως ἔχει, μήποτε ὁ ὑπὲρ τοῦ σκανδαλίσαι (τὸ ὅσον ἐφ’ ἑαυτῷ) τὸν Ἰησοῦν καὶ τοῦ ἀποστῆσαι τῆς κατὰ τὸ πάθος σωτηρίου ἀνθρώ‐ ποις μετὰ πολλῆς προθυμίας οἰκο‐ | |
85 | νομίας, τὰ εἰς ταῦτα φέρειν δοκοῦντα ἐνεργῶν αὐτὸς καὶ ἐνταῦθα οἱονεὶ ἀπατηλῶς περισπάσαι βούλεται τὸν Ἰησοῦν, ὡς ἐπὶ καλὸν τὸ μηκέτι συγκαταβαίνειν τοῖς ἀνθρώποις καὶ | |
90 | ἥκειν πρὸς αὐτοὺς καὶ τὸν ὑπὲρ αὐτῶν ἀναδέξασθαι θάνατον, ἀπο‐ μεῖναι δὲ ἐν τῷ ὑψηλῷ ὄρει μετὰ Μωσέως καὶ Ἠλίου. ἐπηγγέλλετο δὲ καὶ ποιῆσαι τρεῖς σκηνάς, | |
95 | μίαν μὲν ἰδίαν τῷ Ἰησοῦ, ἑτέραν δὲ τῷ Μωσεῖ καὶ ἄλλην τῷ Ἠλίᾳ, ὡς μὴ χωρούσης (εἰ καὶ ἐν σκηναῖς αὐτοὺς ἔδει εἶναι καὶ ἐν τῷ ὑψηλῷ ὄρει) μιᾶς σκηνῆς τοὺς | |
12.40(100) | τρεῖς. τάχα δὲ καὶ ἐν τούτῳ ἐκα‐ κούργει ὁ τὸν μὴ εἰδότα «τί λέγει» ἐνεργῶν, βουλόμενος μὴ ἅμα εἶναι Ἰησοῦν καὶ Μωσέα καὶ Ἠλίαν, ἀλλὰ χωρίσαι αὐτοὺς ἀπ’ ἀλλή‐ | |
105 | λων, προφάσει τῶν τριῶν σκηνῶν ψεῦδος δὲ ἦν καὶ τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. εἰ γὰρ ἦν καλόν, κἂν ἔμειναν ἐκεῖ· | |
110 | εἰ δὲ ψεῦδος, ζητήσεις τίς ἐνήργησε λαληθῆναι τὸ ψεῦδος, καὶ μάλιστα ἐπεὶ κατὰ τὸν Ἰωάννην «ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, | |
115 | ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ», καὶ ὥσπερ οὐκ ἔστιν ἀλή‐ θεια χωρὶς ἐνεργείας τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ἀλήθεια», οὕτως οὐδὲ τὸ ψεῦδος χωρὶς τοῦ ἐχθροῦ τῇ | |
120 | ἀληθείᾳ. Τὰ ἐναντία τοίνυν ἔτι ἐν τῷ Πέτρῳ ἦν, ἀλήθεια καὶ ψεῦδος. καὶ ἀπὸ ἀληθείας μὲν ἔλεγε τὸ «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ», | |
125 | ἀπὸ δὲ τοῦ ψεύδους τὸ «ἵλεώς σοι, | |
κύριε, οὐ μὴ ἔσται σοι τοῦτο», ἀλλὰ καὶ τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. ὁ δὲ μὴ θέλων ἀπό τινος ἐνεργείας 〈πνεύματοσ〉 χείρονος τὸν | ||
130 | Πέτρον εἰρηκέναι ταῦτα, ἀλλὰ ψιλῆς εἶναι τῆς προαιρέσεως αὐτοῦ τοὺς λό‐ γους, ἀπαιτούμενος πῶς ἂν παραστή‐ σαι τὸ «μὴ εἰδὼς ὃ ἐλάλει» καὶ τὸ «οὐ γὰρ ᾔδει τί ἀπεκρίθη», φήσει | |
135 | ὅτι κἀκεῖ ὡς δύσφημον ἐνόμισε καὶ ἀνάξιον τοῦ Ἰησοῦ τὸ παραδέξα‐ σθαι ἀποκτανθῆναι τὸν υἱὸν «τοῦ θεοῦ τοῦ ζῶντος», τὸν Χριστὸν ὃν ἤδη ἀποκαλύψας ἦν αὐτῷ ὁ πατήρ· | |
140 | καὶ ἐνταῦθα ὡς τὰς δύο μορφὰς τοῦ Ἰησοῦ ἰδών, καὶ πολὺ διαφέρουσαν τὴν κατὰ τὴν μεταμόρφωσιν, ταύτῃ εὐαρεστούμενος καλὸν εἶπεν εἶναι τὰς διατριβὰς ἐν τῷ ὄρει | |
145 | ἐκείνῳ ποιήσασθαι, ἵνα αὐτός τε καὶ οἱ σὺν αὐτῷ εὐφραίνωνται θεωροῦντες τὴν μεταμόρφωσιν τοῦ Ἰησοῦ καὶ τὸ λάμπον πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος καὶ τὰ | |
12.40(150) | λευκὰ ὡς τὸ φῶς ἱμάτια αὐτοῦ καὶ πρὸς τούτοις τοὺς ἅπαξ ὀφθέντας «ἐν δόξῃ» ἀεὶ θεωρῶσιν ἐν δόξῃ Μωσῆν καὶ Ἠλίαν, εὐφραί‐ νωνται δὲ ἐφ’ οἷς ἂν ἀκούσωσιν | |
155 | αὐτῶν συλλαλούντων ἀλλήλοις καὶ κοινολογουμένων, Μωσέως μὲν καὶ Ἠλίου πρὸς τὸν Ἰησοῦν τοῦ δὲ Ἰησοῦ πρὸς αὐτούς. | |
12.41 | Ἐπεὶ δὲ μηδέπω περιερ‐ γασάμενοι τροπολογεῖν τὰ κατὰ τὸν τόπον ὡς πρὸς τὸ ῥητὸν βασα‐ νίζοντες ταῦτα εἴπομεν, τούτοις | |
5 | ἀκολούθως ἴδωμεν, μήποτε ἀνα‐ βιβασθέντες εἰς τὸ ὕψος τῶν τῆς ἀληθείας δογμάτων καὶ τὴν μετα‐ μόρφωσιν ἰδόντες τοῦ Ἰησοῦ καὶ τῶν ὀφθέντων «ἐν δόξῃ» μετ’ αὐτοῦ | |
10 | Μωσέως καὶ Ἠλίου ὁ ἀποδεδο‐ μένος Πέτρος καὶ οἱ τῆς «βροντῆς υἱοὶ» βούλοιντ’ ἂν ἐν αὑτοῖς σκηνὰς ποιῆσαι τῷ τοῦ θεοῦ λόγῳ κατοι‐ κήσοντι ἐν αὐτοῖς καὶ τῷ νόμῳ | |
15 | αὐτοῦ μετὰ δόξης τεθεωρημένῳ καὶ τῇ προφητείᾳ «τὴν ἔξοδον» λαλούσῃ τοῦ Ἰησοῦ «ἣν ἔμελλε πληροῦν», καὶ ὡς τὸν θεωρητικόν γε ἀγαπήσας ὁ Πέτρος βίον καὶ | |
20 | τὸ ἐν αὐτῷ τερπωλὸν προκρίνας τοῦ ἐν πολλοῖς εἶναι μετά τινος ὀχλή‐ σεως ἐπὶ προθέσει τοῦ ὠφελεῖν τοὺς βουλομένους, εἶπε τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. | |
25 | ἀλλ’ ἐπεὶ ἡ ἀγάπη «οὐ ζητεῖ τὰ ἑαυτῆς», τὸ νομιζόμενον τῷ Πέτρῳ | |
καλὸν οὐ πεποίηκεν ὁ Ἰησοῦς· διὸ καταβέβηκεν ἀπὸ «τοῦ ὄρους» πρὸς τοὺς μὴ δυναμένους ἀναβῆναι ἐπ’ | ||
30 | αὐτὸ καὶ ἰδεῖν αὐτοῦ τὴν μετα‐ μόρφωσιν, ἵνα κἂν ὁποῖον χωροῦσιν αὐτὸν ἰδεῖν θεωρήσωσι. δικαίου τοίνυν ἐστὶ καὶ τὴν μὴ «τὰ ἑαυτῆς» ζητοῦσαν ἀγάπην ἔχοντος «ἐλεύθερον» | |
35 | μὲν εἶναι «ἐκ πάντων, πᾶσι» δὲ αὑτὸν δουλῶσαι τοῖς κάτω, «ἵνα τοὺς πλείονας» αὐτῶν κερδήσῃ. εἴποι δ’ ἄν τις πρὸς τὰ ἀποδεδο‐ μένα περὶ ἐκστάσεως καὶ ἐνεργείας | |
40 | πνεύματος χείρονος εἰς τὸν Πέτρον περὶ τοῦ «μὴ εἰδὼς ὃ λέγει», μὴ προσιέμενος ἐκείνην τὴν διήγησιν, ὅτι παρὰ τῷ Παύλῳ τινὲς «θέλοντες εἶναι νομοδιδάσκαλοι» οὐκ οἴδασι | |
45 | περὶ ὧν λέγουσιν, ἀλλ’ ὅτι μὴ τρανοῦντες τὴν φύσιν τῶν λεγομένων, μηδὲ «νοοῦντες» αὐτῶν τὸ βούλημα «διαβεβαιοῦνται» περὶ ὧν οὐκ ἴσασι. τοιοῦτόν τι ἐπεπόνθει καὶ ὁ Πέ‐ | |
12.41(50) | τρος· μὴ καταλαβὼν γὰρ τί τὸ καλὸν περὶ τῆς κατὰ τὸν Ἰησοῦν οἰκονομίας καὶ τῶν ὀφθέντων ἐν τῷ ὄρει Μωσέως καὶ Ἠλίου, λέγει τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι | |
55 | καὶ τὰ ἑξῆς, «μὴ εἰδὼς ὃ λέγει»· «οὐ γὰρ ᾔδει τί ἐλάλει». καὶ γὰρ εἴπερ σοφὸς «νοήσει τὰ ἀπὸ τοῦ ἰδίου | |
στόματος, ἐπὶ δὲ χείλεσι φορεῖ τὴν ἐπιγνωμοσύνην», ὁ μὴ οὕτως ἔχων | ||
60 | οὐ νοεῖ «τὰ ἀπὸ τοῦ ἰδίου στόματος» οὐδὲ συνίησι τῆς φύσεως τῶν ὑπ’ αὐτοῦ λεγομένων. | |
12.42 | Ἑξῆς τούτοις ἐστὶ τὸ ἔτι λαλοῦντος αὐτοῦ, καὶ ἰδοὺ νεφέλη φωτεινὴ ἐπε‐ σκίασεν αὐτοὺς καὶ τὰ ἑξῆς. | |
5 | οἶμαι δὲ ὅτι τὸν Πέτρον ὁ θεὸς ἀποτρέπων τοῦ ποιῆσαι τρεῖς σκη‐ νὰς ὑφ’ ἃς ἔμελλον ὅσον ἐπὶ τῷ βουλήματι 〈αὐτοῦ〉 σκηνοῦν, δείκνυσι 〈μίαν καὶ〉 κρείττονα (ἵν’ | |
10 | οὕτως ὀνομάσω) καὶ πολλῷ δια‐ φέρουσαν σκηνὴν τὴν νεφέλην. εἰ γὰρ ἔργον ἐστὶ σκηνῆς τὸ ἐπι‐ σκιάσαι τὸν ἐν αὐτῇ καὶ σκεπάσαι, ἡ δὲ φωτεινὴ νεφέλη ἐπε‐ | |
15 | σκίασεν αὐτούς, οἱονεὶ σκηνὴν θειοτέραν ἅτε καὶ φωτεινὴν τυγχά‐ νουσαν πεποίηκεν αὐτοῖς εἰς παρά‐ δειγμα μελλούσης ἀναπαύσεως ὁ θεός· φωτεινὴ γὰρ νεφέλη ἐπι‐ | |
20 | σκιάζει τοὺς δικαίους σκεπαζομένους ἅμα καὶ φωτιζομένους καὶ ἐλλαμ‐ πομένους ὑπ’ αὐτῆς. τίς δ’ ἂν εἴη ἡ φωτεινὴ νεφέλη ἐπι‐ σκιάζουσα τοὺς δικαίους ἢ τάχα μὲν | |
25 | πατρικὴ δύναμις, ἀφ’ ἧς ἔρχεται ἡ τοῦ πατρὸς φωνή, μαρτυροῦσα τῷ | |
υἱῷ ὡς ἀγαπητῷ καὶ εὐδοκητῷ καὶ προτρέπουσα τοὺς σκιαζομένους ὑπ’ αὐτῆς τούτου καὶ μὴ ἄλλου τινὸς | ||
30 | ἀκούειν; λέγει δ’ οὗτος, ὡς πάλαι οὕτως καὶ ἀεί, δι’ ὧν βούλεται. τάχα δὲ καὶ τὸ ἅγιον πνεῦμα ἡ φωτεινή ἐστι νεφέλη, ἐπισκιά‐ | |
35 | ζουσα τοὺς δικαίους καὶ προφητεύ‐ ουσα, [τὰ] τοῦ θεοῦ ἐνεργοῦντος ἐν αὐτῇ καὶ λέγοντος· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. τολμήσας δ’ ἂν εἴποιμι | |
40 | καὶ τὸν σωτῆρα ἡμῶν εἶναι φωτεινὴν νεφέλην. Πέτρος μὲν οὖν λέγων· ποιήσωμεν ὧδε τρεῖς σκηνάς, ἀφ’ ἑαυτοῦ μίαν καὶ ἀπὸ τοῦ υἱοῦ μίαν καὶ | |
45 | ἀπὸ τοῦ ἁγίου πνεύματος μίαν ***· φωτεινὴ γὰρ πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος νεφέλη ἐπισκιάζει 〈ἀεὶ〉 τοὺς Ἰησοῦ γνησίους μαθητάς· ἢ τὸ εὐαγγέλιον καὶ τὸν νόμον καὶ τοὺς | |
12.42(50) | προφήτας νεφέλη ἐπισκιάζει φω‐ τεινὴ τῷ δυναμένῳ ἐνορᾶν τῷ φωτὶ αὐτῆς κατὰ τὸ εὐαγγέλιον καὶ τὸν νόμον καὶ τοὺς προφήτας. ἡ δὲ ἐκ τῆς νεφέλης φωνὴ τάχα | |
55 | μὲν Μωσεῖ καὶ Ἠλίᾳ λέγει· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· ἀκούετε αὐ‐ τοῦ, ἐπιθυμοῦσιν ἰδεῖν τὸν υἱὸν | |
τοῦ θεοῦ καὶ ἀκοῦσαι αὐτοῦ | ||
60 | καὶ θεωρῆσαι αὐτὸν καθὼς ἦν «ἐν δόξῃ». τάχα δὲ τοὺς μαθητὰς διδάσκει, ὅτι ὁ κυρίως υἱὸς τοῦ θεοῦ καὶ ἀγαπητὸς αὐτοῦ, ἐν ᾧ ηὐδόκησεν, | |
65 | οὗ μάλιστα ἀκούειν δεῖ, ὁ τότε θεωρούμενος ἦν καὶ μεταμορφωθεὶς καὶ λάμψας τῷ προσώπῳ ὡς ὁ ἥλιος καὶ ἐνδεδυμένος τὰ ὡς φῶς λευκὰ ἱμάτια. | |
12.43 | Μετὰ δὲ ταῦτα γέγραπται, ὅτι ἀκούσαντες τῆς φωνῆς 〈ἐκ〉 τῆς νεφέλης τῆς μαρτυρούσης τῷ υἱῷ οἱ τρεῖς ἀπόστολοι, μὴ φέροντες | |
5 | τὴν τῆς φωνῆς δόξαν καὶ τὴν ἐπ’ αὐτῆς δύναμιν, ἱκέτευσαν πεσόντες ἐπὶ πρόσωπον τὸν θεόν· σφόδρα γὰρ ἐφοβήθησαν τὸ παράδοξον τοῦ θεάματος καὶ τῶν ἀπὸ τοῦ θεά‐ | |
10 | ματος λελεγμένων. πρόσχες δέ, εἰ δύνασαι καὶ ταῦτα εἰπεῖν περὶ τῶν κατὰ τὸν τόπον ὅτι, νοήσαντες οἱ μαθηταὶ τὸν υἱὸν τοῦ θεοῦ κεχρηματικέναι Μωσεῖ καὶ | |
15 | αὐτὸν εἶναι τὸν εἰρηκότα· «οὐ γὰρ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται», καὶ 〈ἰδόντες γενό‐ μενον τὸ πρόσωπον τοῦ υἱοῦ τοῦ θεοῦ ὡς ὁ ἥλιος καὶ〉 τὴν περὶ | |
20 | αὐτοῦ μαρτυρίαν τοῦ θεοῦ προσλα‐ | |
βόντες, ὡς μὴ φέροντες τὰς τοῦ λό‐ γου αὐγὰς ἐταπεινώθησαν «ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ». *** ἀλλὰ μετὰ τὴν ἁφὴν τοῦ λόγου | ||
25 | τοὺς ὀφθαλμοὺς ἐπάραντες εἶδον Ἰησοῦν μόνον, καὶ οὐ‐ δένα ἄλλον. ἓν γὰρ μόνον γέγονε Μωσῆς ὁ νόμος καὶ Ἠλίας ἡ προ‐ φητεία Ἰησοῦ τῷ εὐαγγελίῳ, καὶ | |
30 | οὐχ ὥσπερ ἦσαν πρότερον τρεῖς, οὕτω μεμενήκασιν, ἀλλὰ γεγόνασιν οἱ τρεῖς εἰς τὸ ἕν. ταῦτα δέ μοι νόει ὡς πρὸς τὰ μυστικὰ πράγματα. πρὸς γὰρ τὸ ψιλὸν τοῦ γράμματος | |
35 | βούλημα Μωσῆς καὶ Ἠλίας «ὀφ‐ θέντες ἐν δόξῃ» καὶ συλλαλήσαν‐ τες τῷ Ἰησοῦ ἀπεληλύθασιν, ὅθεν ἐληλύθεισαν, τάχα τῶν λόγων μετα‐ δώσοντες, ὧν ἐλάλησε μετ’ αὐτῶν | |
40 | ὁ Ἰησοῦς, τοῖς ὅσον οὐδέπω 〈εὐερ‐ | |
γετηθεῖσιν ὑπ’ αὐτοῦ〉, εὐεργετη‐ θησομένοις ὑπ’ αὐτοῦ κατὰ τὸν και‐ ρὸν τοῦ πάθους, ὅτε ἔμελλε «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων», | ||
45 | ἀνοιχθέντων αὐτῶν τῶν μνημείων, ἀπιέναι «εἰς τὴν» ἀληθῶς «ἁγίαν πόλιν», τὴν μὴ κλαιομένην ὑπὸ τοῦ Ἰησοῦ Ἱερουσαλήμ, καὶ ἐκεῖ ἐμφα‐ νίζεσθαι «πολλοῖς». | |
12.43(50) | Μετὰ δὲ τὴν ἐν τῷ ὄρει οἰκονο‐ μίαν καταβαινόντων ἐκ τοῦ ὄρους τῶν μαθητῶν, ἵνα ἐλθόντες «πρὸς τὸν ὄχλον» ὑπηρε‐ τήσωσι τῷ υἱῷ τοῦ θεοῦ περὶ τῆς | |
55 | ἐκείνων σωτηρίας, ἐνετείλατο ὁ Ἰησοῦς τοῖς μα‐ θηταῖς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. | |
60 | τὸ δὲ μηδενὶ εἴπητε τὸ ὅραμα παραπλήσιον τῷ ἐν τοῖς ἀνωτέρω ἐξετασθέντι, ὅτε «διεστείλατο τοῖς | |
μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν ὁ Χριστός». διὸ τὰ εἰς | ||
65 | ἐκεῖνον εἰρημένα τὸν τόπον δύναται ἡμῖν εἶναι χρήσιμα καὶ πρὸς τὸ προ‐ κείμενον, ἐπεὶ καὶ κατὰ ταῦτα βού‐ λεται ὁ Ἰησοῦς μὴ λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος | |
70 | δόξης αὐτοῦ· ἐβλάβησαν γὰρ ἂν οἱ ἀκούοντες, καὶ μάλιστα ὄχλοι, τὸν οὕτω δεδοξασμέ‐ νον ὁρῶντες σταυρούμενον. διόπερ ἐπεὶ συγγενὲς ἦν τῇ μεταμορφώσει | |
75 | αὐτοῦ καὶ τῷ ὀφθέντι αὐτοῦ προσώ‐ πῳ ὡς ὁ ἥλιος τὸ δοξασθῆναι αὐ‐ τὸν τῇ ἀναστάσει, διὰ τοῦτο βού‐ λεται τότε ταῦτα ὑπὸ τῶν ἀποστό‐ λων λαληθῆναι, ἡνίκα ἐκ νεκρῶν | |
80 | ἀναστῇ. | |
13t | 〈Ὠριγένους τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν〉 τόμος ιγʹ. | |
13.1(1n) | 〈Καὶ〉 ἐπηρώτησαν αὐ‐ | |
2n | τὸν οἱ μαθηταὶ λέγοντες· τί | |
3n | οὖν οἱ γραμματεῖς λέγουσιν | |
4n | ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶ‐ | |
5n | τον; (17, 10[11—13]) | |
6 | οἱ μὲν συναναβάντες τῷ Ἰησοῦ μαθηταὶ τῶν ὑπὸ τῶν γραμματέων περὶ Ἠλίου παραδιδομένων ἐμέμ‐ νηντο, ὅτι πρὸ τῆς τοῦ Χριστοῦ ἐπι‐ | |
10 | δημίας ἐλθὼν Ἠλίας εὐτρεπίσει αὐτῷ τὰς ψυχὰς τῶν παραδεξομένων αὐτόν. ἡ δὲ ἐν τῷ ὄρει ὀπτασία, καθ’ ἣν 〈καὶ〉 ὁ Ἠλίας ἐφάνη, ἐδόκει μὴ συνᾴδειν | |
15 | τοῖς εἰρημένοις, ἐπεὶ οὐ πρὸ τοῦ Ἰησοῦ ἔδοξεν αὐτοῖς ἐληλυθέναι ὁ Ἠλίας, ἀλλὰ μετ’ αὐτοῦ. διὸ ταῦτά φασιν, οἰόμενοι ψεύδεσθαι τοὺς γραμ‐ | |
ματεῖς *** | ||
20 | πρὸς δὲ τοῦτο ὁ σωτὴρ ἀποκρίνεται, οὐκ ἀθετῶν τὰ περὶ τοῦ Ἠλίου πα‐ ραδιδόμενα, ἀλλὰ ἄλλην τοῦ Ἠλίου πρὸ τῆς Χριστοῦ ἐπιδημίαν ἀγνοη‐ θεῖσαν ὑπὸ τῶν γραμματέων εἶναι | |
25 | φάσκων, καθ’ ἣν ἀγνοήσαντες αὐτόν, ὡς συναίτιοι γενόμενοι τῷ αὐτὸν εἰς φυλακὴν βληθῆναι ὑπὸ Ἡρώδου καὶ τῷ αὐτὸν ἀναιρεθῆναι ὑπ’ αὐτοῦ, πεποιήκασιν ἐν αὐτῷ ὅσα ἠθέ‐ | |
30 | λησαν. εἶτα ἀνάλογον οἷς πεποιή‐ κασιν εἰς τὸν Ἠλίαν φησὶν ὑπὸ τῶν αὐτῶν πείσεσθαι. καὶ ταῦτα μὲν ὡς περὶ Ἠλίου οἵ τε μαθηταὶ ἐπηρώτων | |
35 | καὶ ὁ σωτὴρ ἀπεκρίνατο· οἱ δὲ ἀκού‐ σαντες συνῆκαν τὸ Ἠλίας ἤδη ἦλθε καὶ τὸ ἑξῆς αὐτῷ εἰρημένον ὑπὸ τοῦ σωτῆρος τὴν ἀναφορὰν ἐσχηκέναι ἐπὶ τὸν βαπτιστὴν Ἰωάν‐ | |
40 | νην. καὶ ταῦτα μὲν εἰρήσθω σαφηνείας ἕνεκεν τοῦ ἐκκειμένου ῥητοῦ· ἤδη δὲ κατὰ δύναμιν καὶ τῶν ἐναποκειμέ‐ νων αὐτῷ πραγμάτων τὴν ἐξέτασιν | |
45 | ποιησώμεθα. Ἐν τούτοις Ἠλίας οὐχ ἡ ψυχὴ | |
〈Ἠλίου〉 δοκεῖ μοι λέγεσθαι, ἵνα μὴ ἐμπίπτω εἰς τὸ ἀλλότριον τῆς ἐκ‐ κλησίας τοῦ θεοῦ περὶ τῆς μετενσω‐ | ||
13.1(50) | ματώσεως δόγμα, οὔτε παραδιδόμενον ὑπὸ τῶν ἀπο‐ στόλων οὔτε ἐμφαινόμενόν που τῶν γραφῶν· καὶ γὰρ ἐναντίον ἐστὶ τῷ «τὰ βλεπό‐ | |
55 | μενα πρόσκαιρα» εἶναι καὶ συντέλειαν πείσεσθαι τὸν αἰῶνα τοῦτον, ἀλλὰ καὶ τῷ πληρωθῆναι 〈τὸ〉 «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται» καὶ τὸ «παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου» | |
60 | καὶ τὸ «οἱ οὐρανοὶ ἀπολοῦνται» μετὰ καὶ τῶν ἑξῆς αὐτῷ. εἰ γὰρ (καθ’ ὑπό‐ θεσιν) δὶς δύναται γενέσθαι ἐν τῇ ἀπ’ ἀρχῆς μέχρι συντελείας τοῦ κόσμου καταστάσει ἡ αὐτὴ ψυχὴ ἐν | |
65 | τῷ σώματι (δι’ αἰτίαν 〈δι’〉 ἣν ἂν γένοιτο ἐν αὐτῷ), ἡ δι’ ἁμαρτίαν γενομένη δὶς ἐν σώματι διὰ τί οὐχὶ καὶ τρὶς καὶ πλεονάκις ἔσται ἐν αὐτῷ, τῶν διὰ τὸν βίον τοῦτον καὶ | |
70 | τὰ ἡμαρτημένα ἐν αὐτῷ κολάσεων τούτῳ ἀποδοθησομένων μόνῳ τῷ τρόπῳ κατὰ τὴν μετενσωμάτωσιν; ὅπερ ἐὰν ἐξ ἀκολουθίας δοθῇ, οὐκ ἔσται τάχα ὅτε ψυχὴ οὐ μετενσω‐ | |
75 | ματωθήσεται· ἀεὶ γὰρ διὰ τὰ πρό‐ | |
τερα ἁμαρτήματα ἐπιδημήσει τῷ σώ‐ ματι, καὶ οὕτως οὐχ ἕξει χώραν ἡ τοῦ κόσμου φθορά, | ||
80 | καθ’ ἣν «ὁ οὐρανὸς καὶ ἡ γῆ παρε‐ λεύσονται». ἵνα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην διδῶται τὴν πάντη ἀναμάρτητον μη‐ κέτι ἥξειν εἰς τὸ διὰ γενέσεως σῶμα, | |
85 | διὰ πόσων χρόνων οἴει μίαν εὑρή‐ σεσθαι πάντη καθαρεύσασαν ψυχὴν καὶ μὴ δεομένην μετενσωματώσεως; ὅμως δὲ καὶ οὕτως μιᾶς τινος ἀεὶ ἐκ τοῦ ὡρισμένου τῶν ψυχῶν ἀριθμοῦ | |
90 | μεθισταμένης καὶ μηκέτι εἰς σῶμα ἐρχομένης, ἐπιλείψει ποτὲ ὡς διά τινων ὡσπερεὶ ἀπείρων χρόνων ἡ γένεσις, καταντήσαντος τοῦ κόσμου ἐπί τινα ἕνα ἢ δεύτερον ἢ ὀλίγῳ | |
95 | πλείους, μεθ’ οὓς καὶ αὐτοὺς τελειω‐ θέντας ὁ κόσμος φθαρήσεται, ἐπιλειπόντων τῶν εἰς σῶμα ἐρχομένων. Ὅπερ οὐκ ἀρέσκει τῇ γραφῇ· | |
13.1(100) | πλῆθος γὰρ οἶδεν ἁμαρτωλῶν ἐν τῷ χρόνῳ τῆς τοῦ κόσμου φθορᾶς. ὅπερ | |
ἐστὶ δῆλον συνεξεταζομένου τοῦ «πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου 〈ἆρα〉 εὑρήσει τὴν πίστιν ἐπὶ τῆς | ||
105 | γῆς;» ᾧ εὕρομεν παρὰ τῷ Ματθαίῳ οὕ‐ τως εἰρημένῳ· «ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀν‐ | |
110 | θρώπου. ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέ‐ ραις 〈ταῖς πρὸ〉 τοῦ κατακλυσμοῦ» καὶ τὰ ἑξῆς. ἔσται δὲ τοῖς τότε ἡ τῶν ἁμαρτη‐ μάτων εἴσπραξις οὐκ ἐν μετενσωμα‐ | |
115 | τώσει. εἰ γὰρ ἔτι ἁμαρτάνοντες παραλαμ‐ βάνονται, ἤτοι ἄλλῳ τρόπῳ κολά‐ σεως μετὰ τοῦτο κολασθήσονται, καὶ κατὰ τοῦτο ἤτοι δύο τρόποι κο‐ | |
120 | λάσεων ἔσονται γενικοί (ὁ μὲν ἐν μετενσωματώσει, ὁ δὲ ἔξω τοῦ τοι‐ ούτου σώματος· καὶ λεγέτωσαν τὰς τούτων αἰτίας καὶ διαφοράς), ἢ οὐ κολασθήσονται, ὡς ἀθρόως ἀπο‐ | |
125 | βαλόντες τὰ ἁμαρτήματα οἱ ἐπὶ συντελείᾳ καταλειφθέντες, ἢ (ὅπερ βέλτιον) εἷς ἐστι τρόπος κολάσεως τοῖς ἡμαρτηκόσιν ἐν σώματι τὸ ἔξω αὐτοῦ 〈καὶ〉 τῆς καταστάσεως τοῦ | |
130 | βίου τούτου τὸ κατ’ ἀξίαν τῶν ἡμαρ‐ τημένων παθεῖν. ἕκαστον δὲ τούτων τῷ ἐνορᾶν δυναμένῳ τοῖς πράγμα‐ σιν ἀνατρεπτικόν ἐστι τῆς μετενσω‐ ματώσεως. | |
135 | εἰ δὲ ἀναγκαίως οἱ τὴν μετενσωμά‐ τωσιν εἰσάγοντες Ἕλληνες, ὡς ἀκό‐ λουθα αὐτοῖς τιθέντες, οὐδὲ φθείρε‐ σθαι βούλονται τὸν κόσμον, ὥρα καὶ τούτους, ἀντιβλέψαντας ταῖς | |
140 | ἐκφαινούσαις γραφαῖς φθαρήσεσθαι τὸν κόσμον, ἢ ἀπιστῆσαι αὐταῖς ἢ εὑ‐ ρεσιλογεῖν περὶ διηγήσεως τῶν κατὰ τὴν συντέλειαν, ὅπερ (κἂν βούλων‐ ται) ποιῆσαι οὐ δυνήσονται. ἔτι δὲ | |
145 | καὶ τοῦτο τοῖς τολμήσασιν ἂν λέ‐ γειν μὴ φθαρήσεσθαι τὸν κόσμον φήσομεν ὅτι, εἰ μὴ φθείρεται ὁ κόσμος ἀλλ’ ἐπ’ ἄπειρον ἔσται, οὐκ ἔσται ὁ θεὸς «εἰδὼς τὰ πάντα πρὶν | |
13.1(150) | γενέσεως αὐτῶν». ἀλλ’ (εἰ ἄρα) ἀνὰ μέρος ἤτοι ἕκαστον εἴσεται «πρὶν γε‐ νέσεως» αὐτοῦ ἤ τινα, καὶ μετὰ ταῦτα πάλιν ἕτερα· ἄπειρα γὰρ τῇ φύσει οὐχ οἷόν τε περιλαμβάνεσθαι | |
155 | τῇ περατοῦν πεφυκυίᾳ τὰ γινωσκό‐ μενα γνώσει. τούτῳ δὲ ἀκολουθεῖ μηδὲ προφητείας δύνασθαι γενέσθαι περὶ πάντων ὡν‐ τινωνοῦν, ἅτε ἀπείρων ὄντων τῶν | |
160 | πάντων. | |
13.2 | Ἀναγκαίως δ’ οἶμαι ἐνδια‐ τετριφέναι τῇ ἐξετάσει τοῦ περὶ μετ‐ | |
ενσωματώσεως λόγου, διὰ τήν τινων ὑπόνοιαν οἰηθέντων | ||
5 | ψυχὴν εἶναι (περὶ ἧς ὁ λόγος) τὴν αὐτὴν Ἠλίου καὶ Ἰωάννου, πρότε‐ ρον μὲν κληθεῖσαν Ἠλίαν δεύτερον δὲ Ἰωάννην, καὶ οὐκ ἀθεεί γε κεκλῆσθαι Ἰωάν‐ | |
10 | νην αὐτόν, ὡς δῆλον ἐκ τοῦ τὸν ὀφθέντα ἄγγελον τῷ Ζα‐ χαρίᾳ εἰρηκέναι αὐτῷ· «μὴ φοβοῦ, Ζαχαρία, διότι εἰση‐ κούσθη ἡ δέησίς σου, | |
15 | καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐ‐ τοῦ Ἰωάννην» καὶ ἐκ τοῦ ἀπειληφέναι τὸν Ζαχα‐ ρίαν τὴν φωνὴν (μετὰ τὴν ἐν τῇ | |
20 | πινακίδι γραφὴν) περὶ τοῦ Ἰωάν‐ νην καλεῖσθαι τὸν γεγεννημένον. εἴπερ δὲ ἡ ψυχὴ Ἠλίας ἦν, ἐχρῆν καὶ δεύτερον αὐτὸν γεννώμενον κλη‐ θῆναι Ἠλίαν ἢ αἰτίαν τινὰ φανῆ‐ | |
25 | ναι τῆς μετωνυμίας, ὡς ἐπὶ τοῦ Ἀβρὰμ καὶ τοῦ Ἀβραὰμ καὶ τῆς Σάρας καὶ τῆς Σάρρας καὶ τοῦ Ἰα‐ κὼβ καὶ Ἰσραὴλ καὶ τοῦ Σίμωνος καὶ Πέτρου. καίτοι γε οὐδ’ οὕτως ὁ | |
30 | λόγος ἐν αὐτοῖς ἐσώζετο· ἐν μιᾷ γὰρ καὶ τῇ αὐτῇ ζωῇ τοῖς προειρημένοις γεγόνασιν αἱ μετωνυμίαι. ζητήσαι δ’ ἄν τις, εἰ μὴ ἡ ψυχὴ Ἠλίας ἐστὶ πρότερον ἐν τῷ Θεσβίτῃ καὶ δεύ‐ | |
35 | τερον ἐν τῷ Ἰωάννῃ, τί ἂν εἴη τὸ | |
κληθὲν ὑπὸ τοῦ σωτῆρος ἐν ἀμ‐ φοτέροις Ἠλίας; καί φημι τὸν Γαβριὴλ ἐν τοῖς πρὸς Ζαχαρίαν λόγοις ὑποβεβληκέναι τίς ἡ αὐτὴ | ||
40 | οὐσία ἐν Ἠλίᾳ καὶ Ἰωάννῃ· φησὶ γάρ· «πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπι‐ στρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον | |
45 | αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου». πρόσχες γάρ, οὐκ εἶπεν «ἐν» ψυχῇ «Ἠλίου», ἵν’ ἔχοι τόπον ἡ μετενσωμάτωσις, | |
13.2(50) | ἀλλ’ «ἐν πνεύματι καὶ δυνάμει Ἠλίου». σαφῶς δὲ οἶδεν ἡ γραφὴ διαφορὰν πνεύματος πρὸς ψυχήν, ὡς τὸ «ὁ δὲ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ | |
55 | ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη ἀμέμ‐ πτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» καὶ τὸ «εὐλο‐ γεῖτε, πνεύματα καὶ δικαίων ψυχαί», | |
60 | ἐν τῷ κατὰ τοὺς Ἑβδομήκοντα Δανιὴλ φερόμενον, παρίστησι τὴν διαφορὰν πνεύματος καὶ ψυχῆς. Ἠλίας οὖν ὁ Ἰωάννης οὐ διὰ τὴν | |
65 | ψυχὴν λέλεκται, ἀλλὰ διὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν, ἅτινα οὐδὲν λυπεῖ τὸν ἐκκλησιαστικὸν λόγον, εἰ πρό‐ τερον μὲν ἦν ἐν Ἠλίᾳ, ὕστερον δὲ γέγονεν ἐν Ἰωάννῃ· | |
70 | «καὶ πνεύματα» δὲ «προφητῶν προ‐ φήταις ὑποτάσσεται», οὐχὶ δὲ ψυχαὶ προφητῶν προφήταις ὑποτάσσονται· | |
καὶ τὸ «πνεῦμα Ἠλίου ἀναπέπαυται ἐπὶ | ||
75 | Ἐλισσαιέ». Ζητητέον δὲ πότερον ταὐτόν ἐστι τὸ πνεῦμα τοῦ Ἠλίου τῷ ἐν Ἠλίᾳ πνεύματι θεοῦ, ἢ ἕτερα ταῦτ’ ἐστὶν ἀλλήλων, καὶ εἰ παρά‐ | |
80 | δοξόν τι τὸ πνεῦμα ἦν Ἠλίου τὸ ἐν αὐτῷ παρὰ τὸ πνεῦμα τοῦ ἀνθρώπου ἑκάστου τὸ ἐν αὐτῷ. καὶ γὰρ σαφῶς ὁ ἀπόστολος παρ‐ έστησεν ἕτερον εἶναι τὸ τοῦ θεοῦ | |
85 | πνεῦμα, κἂν ἐν ἡμῖν ᾖ, παρὰ τὸ πνεῦμα ἑκάστου ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπου μὲν λέγων· «αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ», ὅπου | |
90 | δέ· «οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ». μὴ θαύμαζε δὲ τὸ περὶ | |
95 | τοῦ Ἠλίου, εἰ ὥσπερ ξένον τι ἀπήντησεν αὐτῷ παρὰ τοὺς ἀνα‐ γεγραμμένους πάντας ἁγίους διὰ τὸ ἀναληφθῆναι «ἐν συσσεισμῷ εἰς τὸν οὐρανόν», οὕτως ἐξαίρετόν τι | |
13.2(100) | εἶχε τὸ πνεῦμα αὐτοῦ, ὡς οὐ | |
μόνον ἐπαναπαύσασθαι τῷ Ἐλισ‐ σαίῳ, ἀλλὰ καὶ τῷ Ἰωάννῃ συγ‐ καταβῆναι εἰς τὴν γένεσιν, καὶ τὸν Ἰωάννην ἰδίᾳ μὲν «πνεύματος ἁγίου» | ||
105 | πεπληρῶσθαι «ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ», ἰδίᾳ δὲ προεληλυθέναι ἐνώ‐ πιον τοῦ Χριστοῦ «ἐν πνεύματι καὶ δυνάμει Ἠλίου». καὶ γὰρ δυνατὸν πλείονα πνεύματα εἶναι ἐν τῷ αὐτῷ, | |
110 | οὐ μόνον χείρονα ἀλλὰ καὶ κρείτ‐ τονα· αἰτεῖ γοῦν ὁ Δαυῒδ στηρι‐ χθῆναι μὲν «πνεύματι ἡγεμονικῷ», ἐγκαινισθῆναι δὲ ἐν τοῖς ἐγκάτοις αὐτοῦ «πνεῦμα εὐθές». εἰ δέ, ἵνα | |
115 | μεταδῷ ἡμῖν ὁ σωτὴρ πνεύματος «σοφίας καὶ συνέσεως», πνεύματος «βουλῆς καὶ ἰσχύος», πνεύματος «γνώσεως καὶ εὐσεβείας», καὶ ἐνε‐ πλήσθη πνεύματος «φόβου θεοῦ», | |
120 | δυνατὸν καὶ ταῦτα νοεῖσθαι πλείονα ἐν τῷ αὐτῷ εἶναι κρείττονα πνεύ‐ ματα. Καὶ τοῦτο δὲ παρεθέμεθα διὰ τὸ «ἐν πνεύματι καὶ δυνάμει Ἠλίου» | |
125 | προεληλυθέναι ἐνώπιον Χριστοῦ τὸν Ἰωάννην, ἵνα τὸ Ἠλίας ἤδη ἦλθεν ἐπὶ τὸ ἐν τῷ Ἰωάννῃ ἀναφέρηται πνεῦμα τοῦ Ἠλίου, | |
130 | ὡς καὶ συνῆκαν οἱ συναναβάντες τρεῖς μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βα‐ | |
πτιστοῦ εἶπεν αὐτοῖς. ἐπὶ μὲν οὖν τὸν Ἐλισσαῖον μόνον | ||
135 | «ἀναπέπαυται τὸ Ἠλίου πνεῦμα», ὁ δὲ Ἰωάννης προελήλυθεν 〈ἐνώ‐ πιον τοῦ Χριστοῦ〉 οὐκ ἐν μόνῳ τῷ «πνεύματι», ἀλλὰ καὶ ἐν «δυνάμει Ἠλίου», διὸ καὶ Ἐλισσαῖος μὲν οὐκ | |
140 | ἂν Ἠλίας εἴρητο, Ἰωάννης δὲ αὐτὸς ἦν Ἠλίας. εἰ δὲ δεῖ παραθέσθαι τὴν γραφήν, ὅθεν ἔλεγον οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον, | |
145 | ἄκουε τοῦ Μαλαχίου λέγοντος· «καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην» καὶ τὰ ἑξῆς ἕως τοῦ «μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην». καὶ ἔοικέ γε διὰ τούτων | |
13.2(150) | δηλοῦσθαι ὅτι προευτρεπίζει ὁ Ἠλίας τῇ ἐνδόξῳ Χριστοῦ ἐπιδη‐ μίᾳ διά τινων ἱερῶν λόγων καὶ καταστάσεων ἐν ταῖς ψυχαῖς τοὺς εἰς τοῦτο ἐπιτηδείους γεγενημένους, | |
155 | ἣν οὐκ ἂν ἤνεγκαν οἱ ἐπὶ γῆς διὰ τὸ ὑπερβάλλον τῆς δόξης, εἰ μὴ ὑπὸ τοῦ Ἠλίου ἦσαν προευτρεπισθέντες. Ἠλίαν δὲ καὶ ἐν τούτοις οὐ τὴν ψυχὴν λαμβάνω τοῦ προφήτου ἐκεί‐ | |
160 | νου, ἀλλὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν αὐτοῦ· ταῦτα γάρ ἐστιν οἷς τὰ πάντα ἀποκαταστήσεται, ἵνα ἀπο‐ καταστᾶσι καὶ ἐκ τῆς ἀποκατα‐ στάσεως γενομένοις χωρητικοῖς τῆς | |
165 | δόξης τοῦ Χριστοῦ ἐπιδημήσῃ ὁ | |
ἐν δόξῃ ὀφθησόμενος υἱὸς τοῦ θεοῦ. εἰ δὲ καὶ λόγος τίς ἐστιν ὁ Ἠλίας, ὑποδεέστερος λόγου τοῦ «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεοῦ λόγου, καὶ | ||
170 | οὗτος ἂν δύναιτο ὡσπερεὶ προγύ‐ μνασμα ἐπιδημεῖν τῷ ἑτοιμαζομένῳ λαῷ ὑπ’ αὐτοῦ, ἵνα γένηται κατε‐ σκευασμένος πρὸς ὑποδοχὴν τοῦ τε‐ λείου λόγου. | |
175 | Ἀπορήσειε δ’ ἄν τις εἰ τὸ πνεῦμα καὶ ἡ δύναμις Ἠλίου τὰ ἐν Ἰωάννῃ πέπονθε κατὰ τὸ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. καὶ πρὸς τοῦτο λελέξεται ἁπλούστερον | |
180 | μὲν ὅτι οὐδὲν ἄτοπον, διὰ τὴν ἀγάπην συμπάσχειν τὰ βοηθοῦντα τοῖς βοηθουμένοις (καὶ Ἰησοῦς γοῦν φησι διὰ τοὺς ἀσθενοῦντας «ἠσθέ‐ νουν» καὶ διὰ τοὺς πεινῶντας «ἐπεί‐ | |
185 | νων» καὶ διὰ τοὺς διψῶντας «ἐδίψων»), βαθύτερον δὲ ὅτι οὐκ εἴρηται· ἀλλ’ ἐποίησαν αὐτῷ ὅσα ἠθέλη‐ σαν 〈ἀλλ’ ὅσα ἠθέλησαν〉 ἐν αὐτῷ· ἦν γὰρ ἐπερηρεισμένα τῷ | |
190 | «πνεύματι καὶ» τῇ «δυνάμει Ἠλίου» τὰ πεπονθότα, ἡ ψυχὴ Ἰωάννου (οὐδαμῶς οὖσα Ἠλίας) τάχα δὲ | |
καὶ τὸ σῶμα. κατ’ ἄλλον γὰρ τρό‐ πον ἐν σώματι ψυχὴ καὶ πνεῦμα | ||
195 | καὶ δύναμις, κατ’ ἄλλον δὲ τὸ σῶμα τοῦ δικαίου ἐν τοῖς κρείττοσιν, ὥσπερ ἐρηρεισμένον αὐτοῖς καὶ αὐ‐ τῶν ἠρτημένον. «οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. | |
13.2(200) | ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν»· ἡ γὰρ ψυχὴ τοῦ μὲν ἁμαρτωλοῦ ἐν σαρκί ἐστι, τοῦ δὲ δικαίου ἐν πνεύματι. | |
205 | ἔτι δὲ καὶ τοῦτ’ ἂν ζητηθείη, τὸ ἀλλ’ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν ἐπὶ τίνα ἀναφέρεται; ἆρα γὰρ ἐπὶ τοὺς γραμματεῖς, περὶ ὧν πυνθανόμενοι οἱ μαθηταὶ | |
210 | ἔλεγον· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλ‐ θεῖν πρῶτον; ἀλλ’ οὐ πάνυ γε φαίνεται ὑπὸ τῶν γραμματέων πε‐ πονθέναι τι Ἰωάννης, εἰ μὴ ὅτι ἄρα | |
215 | οὐκ ἐπίστευσαν αὐτῷ, ἢ ὅτι (ὡς καὶ ἀνωτέρω εἴπομεν) συναίτιοι γεγόνασι τοῖς τετολμημένοις κατ’ αὐτοῦ ὑπὸ Ἡρώδου. ἄλλος δ’ ἂν εἴποι ὅτι τὸ ἀλλ’ ἐποίησαν ἐν | |
220 | αὐτῷ ὅσα ἠθέλησαν οὐκ ἐπὶ τοὺς γραμματεῖς, ἀλλ’ ἐπὶ τὴν Ἡρωδιάδα καὶ τὴν θυγατέρα αὐτῆς | |
καὶ τὸν Ἡρώδην ἀναφέρεται, ποιή‐ σαντας ἐν αὐτῷ ὅσα ἠθέλησαν. | ||
225 | καὶ τὸ ἑξῆς δὲ διὰ τὸ οὕτως ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν ἀναφέροιτ’ ἄν, εἰ μὲν τὸ πρότερον ἐπὶ τοὺς γραμμα‐ τεῖς, 〈καὶ τοῦτο ἐπὶ τοὺς γραμμα‐ | |
230 | τεῖσ〉, εἰ δὲ τὸ πρότερον ἐπὶ τὸν Ἡρώδην καὶ τὴν Ἡρωδιάδα καὶ τὴν θυγατέρα αὐτῆς, καὶ τὸ δεύτε‐ ρον· καὶ γὰρ ἔοικε σύμψηφος γεγο‐ νέναι ὁ Ἡρώδης τῷ τὸν Ἰησοῦν | |
235 | ἀποθανεῖν, τάχα κοινωνούσης αὐτῷ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς καὶ τῆς γυναικός. | |
13.3(1n) | Καὶ ἐλθόντων αὐτῶν | |
2n | πρὸς τὸν ὄχλον προσῆλθεν | |
3n | αὐτῷ ἄνθρωπος γονυπετῶν | |
4n | αὐτῷ καὶ λέγων· κύριε, ἐλέη‐ | |
5n | σόν μου τὸν υἱόν (17, 14[—20]). | |
6 | Οἱ πάσχοντες ἢ οἱ τῶν πασχόν‐ των οἰκεῖοι μετὰ τῶν ὄχλων εἰσί· διόπερ, ἐπὰν τὰ ὑπὲρ τοὺς ὄχλους | |
ὁ Ἰησοῦς οἰκονομήσηται, | ||
10 | καταβαίνει πρὸς αὐτούς, ἵν’ οἱ μὴ δυνάμενοι ἀναβαίνειν διὰ τὰς κατεχούσας τὴν ψυχὴν νόσους ὠφε‐ ληθῶσι, καταβάντος πρὸς αὐτοὺς ἀπὸ τῶν | |
15 | ὑψηλοτέρων τοῦ λόγου. ἐξεταστέον δὲ ἐπὶ τίνων μὲν νοση‐ μάτων οἱ πάσχοντες πιστεύουσι καὶ ἀξιοῦσι περὶ τῆς ἰδίας θεραπείας 〈ἢ αὐτοῦ ἢ «τοῦ κρασπέδου τοῦ | |
20 | ἱματίου» ἁψάμενοι〉 ***, ἐπὶ τίνων δὲ *** περὶ αὐτῶν ἕτεροι τοῦτο ποιοῦσιν, οἷον ὁ ἑκατόνταρχος περὶ παιδὸς | |
καὶ ὁ βασιλικὸς περὶ υἱοῦ καὶ ὁ ἀρχισυνάγωγος περὶ θυγατρὸς καὶ | ||
25 | ἡ Χαναναία περὶ δαιμονῶντος τέ‐ κνου θήλεος, καὶ νῦν ὁ γονυ‐ πετῶν αὐτῷ ἄνθρωπος περὶ υἱοῦ σεληνιαζομένου. τούτοις δὲ συνεξετάσεις, πότε ἀφ’ ἑαυτοῦ ὁ | |
30 | σωτὴρ καὶ ὑπὸ μηδενὸς ἀξιωθεὶς ἰᾶται, ὡς τὸν παραλυτικὸν 〈τὸν ἐπὶ τῇ προβατικῇ〉. αὗται γὰρ ἐπὶ τὸ αὐτὸ συγκριθεῖσαι ἀλλήλαις αἱ θεραπεῖαι καὶ συνεξετασθεῖσαι πολλὰ | |
35 | τῷ ἀκούειν δυναμένῳ τῆς «ἐν μυ‐ στηρίῳ» ἀποκεκρυμμένης σοφίας θεοῦ παραστήσουσι δόγματα περί τε τῶν διαφόρων περὶ τὰς ψυχὰς συμπτωμάτων καὶ περὶ τοῦ τρόπου | |
40 | τῆς θεραπείας αὐτῶν. | |
13.4 | Ἐπεὶ δὲ νῦν οὐ περὶ πάν‐ των, ἀλλὰ τοῦ ἐκκειμένου ῥητοῦ πρόκειται ἐξετάζειν, ἴδωμεν τρο‐ πολογοῦντες τίνα δυνάμεθα εἰπεῖν | |
5 | τὸν σεληνιαζόμενον εἶναι καὶ τὸν ἀξιοῦντα περὶ αὐτοῦ πατέρα αὐτοῦ, καὶ τί τὸ πίπτειν τὸν πάσχοντα οὐκ ἀεὶ ἀλλὰ πολλάκις, ὁτὲ μὲν εἰς πῦρ ἐνίοτε δὲ εἰς ὕδωρ, καὶ τί | |
10 | τὸ μὴ δεδυνῆσθαι αὐτὸν ὑπὸ τῶν μαθητῶν θεραπευθῆναι ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ Ἰησοῦ. καὶ γὰρ εὔλογον· εἴπερ πᾶσα νόσος καὶ πᾶσα μαλα‐ | |
κία, ἃς ἐθεράπευσεν ὁ σωτὴρ ἡμῶν | ||
15 | τότε «ἐν τῷ λαῷ», ἀναφέρεται ἐπὶ τὰ ἐν ψυχαῖς διάφορα συμπτώ‐ ματα, ὡς τοὺς μὲν παρετοὺς τὴν ψυχὴν καὶ κειμένην αὐτὴν ἔχοντας ἐπὶ τοῦ σώματος παραλελυμένην | |
20 | δηλοῦσθαι διὰ τῶν παραλυτικῶν, τοὺς δὲ τυφλώττοντας περὶ τὰ τῇ ψυχῇ μόνῃ θεατὰ δηλοῦσθαι διὰ τῶν τυφλῶν καὶ εἶναι τυφλούς, τοὺς δὲ κεκωφωμένους πρὸς παραδοχὴν | |
25 | σωτηρίου λόγου σημαίνεσθαι διὰ τῶν κωφῶν, ἀνάλογον ἐκείνοις ἐξε‐ τασθῆναι δεήσει τὰ περὶ τοῦ σελη‐ νιαζομένου. ἔστι δὲ τὸ πάθος τοῦτο ἐκ διαλειμμάτων ἀξιολόγων ἐπι‐ | |
30 | τιθέμενον τοῖς πάσχουσιν, ἐν οἷς οὐδὲν διαφέρειν δοκεῖ ὑγιαίνοντος ὁ πεπονθὼς αὐτὸ παρὰ τὸν καιρὸν τοῦ μὴ ἐνεργεῖν 〈εἰσ〉 αὐτὸν τὴν ἐπίληψιν. τοιαῦτα δέ τινα εὕροις | |
35 | ἂν περί τινας ψυχὰς συμπτώματα, πολλάκις νομιζομένας ὑγιαίνειν ἐν σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς, | |
εἶτ’ ἔσθ’ ὅτε ὡσπερεὶ ἐπιληψίᾳ | ||
40 | τινὶ τῇ ἀπὸ τῶν παθῶν λαμβανο‐ μένας καὶ καταπιπτούσας ἀπὸ τοῦ ἑστηκέναι δοκεῖν καὶ σπωμένας περὶ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ τὰς λοιπὰς ἐπιθυμίας. τάχα οὖν | |
45 | οὐκ ἂν ἁμάρτοις λέγων τοὺς τοιού‐ τους (ἵν’ οὕτως εἴπω) πνευματικῶς σεληνιάζεσθαι, καταβαλλομένους ὑπὸ τῶν «ἐν τοῖς ἐπουρανίοις» πνευ‐ ματικῶν «τῆς πονηρίας», καὶ κα‐ | |
13.4(50) | κῶς ἔχειν πολλάκις παρὰ τὸν καιρὸν τῶν ἐπιλαμβανομένων τῆς ψυχῆς αὐτῶν παθῶν· πίπτοντας ποτὲ μὲν εἰς τὸ πῦρ τῶν πυρώ‐ σεων, ὅτε γίνονται (κατὰ τὰ λε‐ | |
55 | γόμενα ἐν τῷ Ὠσηὲ) «οἱ μοι‐ χεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός», ποτὲ δὲ εἰς 〈τὸ〉 ὕδωρ, ὅτε «ὁ | |
60 | βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι» δράκων καταβάλλει αὐτοὺς ἀπὸ τοῦ ἐλεύθερον δοκεῖν ἀναπνεῖν ἐπὶ τὸ εἰς 〈τὰ〉 βάθη τῶν κυμάτων τῆς θαλάσσης | |
65 | ἥκειν τοῦ τῶν ἀνθρώπων βίου. συμβαλεῖται δὲ ἡμῖν τῇ τοιαύτῃ περὶ τοῦ σεληνιαζομένου διηγήσει ὁ λέ‐ γων ἐν τῇ Σοφίᾳ περὶ μὲν τῆς τοῦ δικαίου ὁμαλότητος· «διήγησις εὐσε‐ | |
70 | βοῦς διὰ παντὸς σοφία», περὶ δὲ τῶν ἀποδεδομένων· «ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται». καὶ ἔστι καὶ ἐν τοῖς τοιούτοις ἰδεῖν ὁρμὰς *** συναρπάσαι δυναμένας | |
75 | πρὸς ἔπαινον τοὺς μὴ ἐπιστάντας αὐτῶν τῷ ἀνερματίστῳ, ὥστε εἰπεῖν ἂν οἱονεὶ πανσέληνον εἶναι ἐν αὐτοῖς ἢ παρ’ ὀλίγον παν‐ σέληνον. | |
80 | ἴδοις δ’ ἂν πάλιν μειούμενον τὸ δόξαν εἶναι ἐν αὐτοῖς φῶς, οὐχὶ φῶς ἡμερι‐ νὸν τυγχάνον ἀλλὰ καὶ φῶς νυκτε‐ ρινὸν 〈καὶ σεληνιακὸν〉 καὶ ἐπὶ το‐ σοῦτον λῆγον, ἕως μηδὲ 〈τὸ〉 δοκοῦν | |
85 | φῶς εἶναι ἐπιβλεπόμενον ἐν αὐτοῖς γένηται. εἰ δὲ οἱ πρῶτοι θέμενοι τὰ ὀνόματα τοῖς πράγμασι διὰ τοιοῦτόν τι ὠνό‐ μασαν τὸ τῆς ἐπιληψίας πάθος σελη‐ | |
90 | νιασμὸν ἢ μή, καὶ αὐτὸς ἐπιστήσεις. | |
13.5 | Πατὴρ δὲ τοῦ σεληνιαζο‐ | |
μένου τάχα ὁ λαχὼν αὐτὸν ἄγγελος (εἴγε πᾶσαν λεκτέον ἀνθρωπίνην ψυ‐ χὴν ὑπό τινι τετάχθαι ἀγγέλῳ | ||
5 | 〈ὡς ὑπό τινι πατρί〉), ἀξιῶν ὡς περὶ υἱοῦ τὸν ἰατρὸν τῶν ψυχῶν, ἵνα αὐτὸν ῥύσηται μὴ δυνηθέντα ἀπὸ τοῦ ὑποδεεστέρου λόγου τοῦ ἐν τοῖς μαθηταῖς θεραπευθῆναι ἀπὸ τοῦ | |
10 | πάθους. πνεῦμα δὲ «ἄλαλον καὶ κωφόν»〈, εἰ〉 τροπολογητέον, 〈λεκ‐ τέον〉 τὰς ἀλόγους καὶ πρὸς τὸ δο‐ κοῦν καλὸν ὁρμάς, ὑπὸ τοῦ λόγου ἐκβαλλόμενον, | |
15 | ἵνα ἃ τέως τις ἐποίει ἀλόγῳ φορᾷ νομιζόμενα ὑπὸ τῶν βλεπόντων καλά, μηκέτι μὲν πράττῃ ἀλόγως κατὰ 〈τὸ λοιπόν, κατὰ〉 δὲ τὸν λόγον τῆς τοῦ Ἰησοῦ διδασκαλίας. | |
20 | 〈δυσίατον δὲ τοῦτο τὸ πάθος καὶ ἰσχυρόν, δοκοῦν καλῶς πεπρᾶχθαι τὰ μὴ καλῶς, καὶ ἔστιν οὕτως ἐν τοῖς | |
τοιούτοις μεγάλη ἡ τοιαύτη ἐνέργεια, ὥστε ταύτην ὄρει παραβάλλεσθαι, | ||
25 | δεομένη ἵνα μετατεθῇ ἀπὸ τοῦ πά‐ σχοντος διὰ πάσης πίστεως τοῦ θε‐ ραπεύοντος. ἔστι δὲ ἡ πᾶσα πίστις παραβαλλο‐ μένη κόκκῳ σινάπεως.〉 | |
30 | ἐκ τούτου καὶ ὁ Παῦλος ὡρμηνένος εἶπεν· «ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν». οὐ γὰρ ἓν μόνον ὄρος, ἀλλὰ καὶ τὰ ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν | |
35 | ὁ ἔχων πᾶσαν τὴν πίστιν· ἥτις ἐστὶν ὡς κόκκος σινάπεως. ἐπεὶ ἐξουθενεῖται μὲν ἡ πίστις ὑπὸ τῶν ἀνθρώπων καὶ βραχύτατόν τι καὶ εὐτελὲς εἶναι φαίνεται, τυχοῦσα | |
40 | δὲ γῆς ἀγαθῆς (τουτέστι ψυχῆς τὸ τοιοῦτον σπέρμα παραδέξασθαι κα‐ λῶς δυναμένης) «γίνεται δένδρον μέγα, ὥστε» οὐδὲν μὲν τῶν ἀπτέ‐ ρων, τὰ δὲ ἐπτερωμένα πνευματι‐ | |
45 | κῶς «πετεινὰ τοῦ οὐρανοῦ» κατασκη‐ νοῦν δύνασθαι «ἐν τοῖς κλάδοις» τῆς | |
τοιαύτης πίστεως. | ||
13.6 | Ἤδη οὖν παραστῶμεν καὶ τῇ λέξει καὶ ζητήσωμεν πρότερον, πῶς σεληνιάζεσθαι λέγεται ὁ ὑπό τινος πνεύματος ἀκαθάρτου καὶ | |
5 | κωφοῦ καὶ ἀλάλου σκοτούμενος καὶ καταβαλλόμενος, καὶ διὰ τί παρώνυμόν ἐστι τὸ σεληνιάζεσθαι ἀπὸ τοῦ μεγάλου ἐν οὐρανῷ καὶ δευτέρου μετὰ τὸν ἥλιον φωστῆρος, | |
10 | ὃν ἔταξεν «ὁ θεὸς» «εἰς ἀρχὰς τῆς νυκτός». ἰατροὶ μὲν οὖν φυσιολογείτωσαν, ἅτε μηδὲ ἀκάθαρτον πνεῦμα εἶναι νομίζοντες κατὰ τὸν τόπον ἀλλὰ | |
15 | σωματικόν 〈τι〉 σύμπτωμα, καὶ φυ‐ σιολογοῦντες τὰ ὑγρὰ λεγέτωσαν κι‐ νεῖσθαι τὰ ἐν τῇ κεφαλῇ κατά τινα συμπάθειαν τὴν πρὸς τὸ σεληνιακὸν φῶς, ὑγρὰν ἔχον φύσιν. ἡμεῖς δὲ οἱ | |
20 | καὶ τῷ εὐαγγελίῳ πιστεύοντες ὅτι τὸ νόσημα τοῦτο ἀπὸ πνεύματος ἀκαθάρτου, ἀλάλου καὶ κωφοῦ ἐν τοῖς πάσχουσιν αὐτὸ θεωρεῖται | |
25 | ἐνεργούμενον, ὁρῶντες δὲ ὅτι καὶ οἱ εἰθισμένοι παραπλησίως τοῖς ἐπαοιδοῖς τῶν Αἰ‐ γυπτίων ἐπαγγέλλεσθαι τὴν κατὰ τοὺς τοιούτους θεραπείαν δοκοῦσί | |
30 | ποτε ἐπιτυγχάνειν ἐν αὐτοῖς, φήσο‐ μεν ὅτι μήποτε ὑπὲρ τοῦ διαβάλλειν τὰ κτίσματα τοῦ θεοῦ, ἵνα καὶ ἀδικία «εἰς τὸ ὕψος» λαληθῇ καὶ θῶνται «εἰς | |
οὐρανὸν τὸ στόμα αὐτῶν», | ||
35 | τὸ ἀκάθαρτον τοῦτο πνεῦμα ἐπι‐ τηρεῖ τινας σχηματισμοὺς τῆς σελή‐ νης καὶ οὕτως ἐνεργεῖ, ἵν’ ἐκ τῆς τηρήσεως τοῦ κατὰ τὸν τοιόνδε τῆς σελήνης σχηματισμὸν πάσχειν τοὺς | |
40 | ἀνθρώπους τὴν αἰτίαν δόξῃ τοῦ τηλικούτου κακοῦ μὴ «τὸ ἄλαλον καὶ κωφὸν» λαμβάνειν δαι‐ μόνιον, ἀλλὰ ὁ μέγας ἐν οὐρανῷ φωστήρ, ὁ τεταγμένος «εἰς ἀρχὰς τῆς | |
45 | νυκτὸς» καὶ μηδεμίαν ἔχων ἀρχὴν τῆς τοιαύτης ἐν ἀνθρώποις νόσου. καὶ «ἀδικίαν γε εἰς τὸ ὕψος» λαλοῦσι πάντες ὅσοι παρὰ τὴν τῶν ἄστρων σχέσιν φασὶν εἶναι τὴν αἰτίαν πάν‐ | |
13.6(50) | των τῶν ἐπὶ γῆς (εἴτε καθολικῶν εἴτε καὶ τῶν καθ’ ἕκαστον) συμπτω‐ μάτων· καὶ οἱ τοιοῦτοί γε ἀληθῶς «ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐ‐ τῶν», κακοποιούς τινας λέγοντες εἶναι | |
55 | τῶν ἀστέρων καὶ ἄλλους ἀγαθοποι‐ ούς, οὐδενὸς ἄστρου γενομένου ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ἵνα κακοποιῇ, κατά γε τὸν Ἱερεμίαν ὡς ἐν Θρήνοις γέγραπται· «ἐκ στόματος κυρίου | |
60 | 〈οὐκ〉 ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν». Εἰκὸς δὲ ὅτι, ὥσπερ τοῦτο τὸ ἐνεργοῦν τὸν καλούμενον σεληνια‐ | |
σμὸν πνεῦμα ἀκάθαρτον ἐπιτηρεῖ τοὺς | ||
65 | τῆς σελήνης σχηματισμούς, ἵνα ἐνερ‐ γήσῃ εἰς τὸν διά τινας αἰτίας παρα‐ διδόμενον αὐτῷ καὶ μὴ ποιήσαντα ἑαυτὸν ἄξιον φρουρᾶς ἀγγελικῆς, οὕ‐ τως καὶ ἄλλα πνεύματα καὶ δαιμόνια | |
70 | πρός τινας σχηματισμοὺς τῶν ἄλ‐ λων ἀστέρων, ἵνα μὴ μόνον σελήνη ἀλλὰ καὶ οἱ λοιποὶ λοιδορηθῶσιν ἀστέρες ὑπὸ τῶν «ἀδικίαν εἰς τὸ ὕψος» λαλούντων. | |
75 | ἔστι γοῦν ἀκοῦσαι τῶν γενεθλιαλό‐ γων, τὴν αἰτίαν πάσης μανίας καὶ παντὸς δαιμονιασμοῦ ἀναφερόντων ἐπὶ τοὺς τῆς σελήνης σχηματισμούς. ὅτι μὲν οὖν οἱ τὸν καλούμενον σελη‐ | |
80 | νιασμὸν πάσχοντες ἐνίοτε εἰς τὸ ὕδωρ πίπτουσι, δῆλόν ἐστιν· ὅτι δὲ καὶ εἰς τὸ πῦρ, σπανιώτερον μὲν πλὴν καὶ αὐτὸ συμβαῖνόν ἐστι. καὶ οὕτω δυσίατόν ἐστι τὸ νόσημα τοῦτο, | |
85 | ὡς καὶ τοὺς ἔχοντας χάριν θεραπεύειν δαιμονῶντας ὁτὲ μὲν ἀπαυδᾶν πρὸς τοῦτο, ὁτὲ δὲ μετὰ νηστειῶν καὶ προ‐ σευχῶν καὶ πλειόνων καμάτων ἐπι‐ τυγχάνειν. ζητήσεις δὲ εἰ, ὥσπερ ἐν | |
90 | τοῖς ἀνθρώποις, οὕτω καὶ ἐν τοῖς πνεύμασι τοιαῦτά 〈ἐστι〉 συμπτώ‐ ματα, ὡς τινὰ μὲν αὐτῶν λαλεῖν τινὰ | |
δὲ ἄλαλα εἶναι, καὶ τινὰ μὲν ἀκούειν ἕτερα δὲ κεκωφῶσθαι. εὑρεθήσεται | ||
95 | γὰρ ὥσπερ ἐν αὐτοῖς ἡ αἰτία τοῦ εἶναι ἀκάθαρτα, οὕτως καὶ διὰ τὸ αὐτεξούσιον αὐτῶν καταδεδικάσθαι αὐτὰ τὸ εἶναι ἄλαλα καὶ κωφά. καὶ γὰρ ἀνθρώπων τινὲς τὴν τοιαύτην | |
13.6(100) | καταδίκην πείσονται, εἴ γε ἡ τοῦ προφήτου εὐχὴ ὡς πνεύματι ἁγίῳ εἰρημένη ἐπακουσθήσεται, ἐν ᾗ λέ‐ λεκται ἐπί τινων ἁμαρτωλῶν· «ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια». οὕτω | |
105 | δὲ τάχα καὶ οἱ κακῶς χρησάμενοι ταῖς ἀκοαῖς καὶ παραδεξάμενοι ἀκοὴν ματαίαν κωφωθήσονται ὑπὸ τοῦ εἰ‐ πόντος· «τίς ἐποίησε δύσκωφον καὶ κωφόν;» ἵνα μὴ πλεῖον παραδέχων‐ | |
110 | ται ἀκοὴν ματαίαν. | |
13.7 | Ἐπεὶ δὲ εἶπεν ὁ σωτήρ· ὦ γε‐ νεὰ ἄπιστε καὶ διεστραμμένη, ἐμφαίνει ὅτι ἐκ διαστροφῆς ἡ κακία παρεισελήλυθε, παρὰ φύσιν γενο‐ | |
5 | μένη καὶ διαστρόφους ἡμᾶς πεποιηκυῖα. | |
ὅλον δὲ (οἶμαι) τὸ τῶν ἐπὶ γῆς ἀν‐ θρώπων γένος διὰ τὴν κακίαν βαρού‐ μενος καὶ τὴν μετ’ αὐτῶν διατριβὴν | ||
10 | ὁ σωτὴρ εἶπε τὸ ἕως πότε μεθ’ ὑμῶν ἔσομαι; προείπομεν οὖν ἀπὸ μέρους εἰς τὸ ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τού‐ | |
15 | τῳ καὶ τὰ ἑξῆς. οὐδὲν δ’ ἧττον κατὰ τὸ φαινόμενον ἡμῖν τρανότερον καὶ ταῦτα εἰς τὸν τόπον λελέξεται. ὄρη ἐν τούτοις οἶμαι λέγεσθαι τὰς ἐν κακίᾳ κεχυμένῃ καὶ μεγάλῃ γεγενη‐ | |
20 | μένας ἀντικειμένας δυνάμεις, αἵτινες ὡσπερεὶ ἐρηρεισμέναι εἰσὶν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς. ἐπὰν οὖν ἔχῃ τις «τὴν πᾶσαν πίστιν», ὥστε μηκέτι περί τινων ἐν τοῖς ἱεροῖς γράμμασι | |
25 | κειμένων ἀπιστεῖν, καὶ τοιαύτην αὐτὴν ἔχῃ, ὁποία ἦν ἡ πίστις τοῦ Ἀβραὰμ πιστεύοντος τῷ θεῷ ἐπὶ τοσοῦτον, ὥστε λογισθῆναι τὴν πίστιν αὐτοῦ «εἰς δικαιοσύνην», ἔχει «τὴν | |
30 | πᾶσαν πίστιν» ὡς κόκκον σινάπεως. εἶθ’ ὁ τοιοῦτος ἐρεῖ τῷ ὄρει τούτῳ (δείκνυμι δὲ «τὸ ἄλαλον καὶ κωφὸν» | |
ἐν τῷ λεγομένῳ σεληνιάζεσθαι πνεῦ‐ μα)· μετάβα ἔνθεν (δηλονότι ἀπὸ | ||
35 | τοῦ πάσχοντος ἀνθρώπου) 〈ἐκεῖ〉 (ἐπὶ τάχα τὴν ἄβυσσον) καὶ μετα‐ βήσεται. ὁ δὲ ἀπόστολος ἐντεῦ‐ θεν (οἶμαι) τὴν ἀφορμὴν λαβὼν μετὰ ἀποστολικῆς εἶπεν ἐξουσίας τὸ «καὶ | |
40 | ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν»· οὐ γὰρ ἓν μόνον ὄρος ἀλλὰ καὶ τὰ ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ὁ ἔχων «πᾶσαν τὴν πί‐ στιν», ἥτις ἐστὶν ὡς κόκκος σινά‐ | |
45 | πεως· καὶ οὐδέν γε τούτῳ τῷ ἐπὶ τοσοῦτον πιστεύοντι ἔσται ἀδύνατον. πρόσχωμεν δὲ καὶ τῷ τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ, ἵν’ | |
13.7(50) | εἴ ποτε δέοι περὶ θεραπείαν ἀσχο‐ λεῖσθαι ἡμᾶς τοιοῦτόν τι πεπονθότος τινός, μὴ ὁρκίζωμεν μηδὲ ἐπερω‐ τῶμεν μηδὲ λαλῶμεν ὡς ἀκούοντι τῷ ἀκαθάρτῳ πνεύματι, ἀλλὰ «σχο‐ | |
55 | λάζοντες προσευχῇ καὶ νηστείᾳ» ἐπι‐ τύχωμεν προσευχόμενοι περὶ τοῦ πεπονθότος 〈σωτηρίας τῆς ἀπὸ θεοῦ〉 καὶ τῇ ἑαυτῶν νηστείᾳ ἀπώσωμεν ἀπ’ αὐτοῦ τὸ ἀκάθαρτον | |
60 | πνεῦμα. | |
13.8(1n) | Σ〈υσ〉τρεφομένων δὲ | |
2n | αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν | |
3n | αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς | |
4n | τοῦ ἀνθρώπου παραδίδοσθαι | |
5n | εἰς χεῖρας ἀνθρώπων (17, 22 | |
6n | [23]). | |
7 | Καὶ δόξει γε ἐκείνοις ταῦτα ἰσοδυναμεῖν ὅτι «ἤρξατο δεικνύειν τοῖς μαθηταῖς ὅτι δεῖ αὐτὸν εἰς Ἱερο‐ | |
10 | σόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιε‐ ρέων». τὸ δὲ οὐχ οὕτως ἔχει. οὐ γὰρ ταὐτόν ἐστι τὸ ὑποδείκνυσθαι «τοῖς μαθη‐ | |
15 | ταῖς ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων» καὶ μετὰ τὸ πα‐ θεῖν «ἀποκτανθῆναι καὶ» μετὰ τὸ | |
20 | ἀποκτανθῆναι «τῇ τρίτῃ ἡμέρᾳ ἐγερ‐ θῆναι», τῷ λελέχθαι αὐτοῖς οὖσιν ἐν τῇ Γαλιλαίᾳ (ὅπερ ἀνωτέρω οὐ μεμα‐ θήκαμεν), ὡς ἄρα μέλλοι ὁ υἱὸς τοῦ | |
25 | ἀνθρώπου παραδίδοσθαι· τὸ γὰρ παραδίδοσθαι ἀνωτέρω μὲν οὐκ εἴρηται, νῦν δὲ καὶ ὅτι εἰς χεῖ‐ ρας ἀνθρώπων. ἐφ’ ᾧ ζητήσωμεν ὑπὸ τίνος μέλλει παραδίδοσθαι | |
30 | εἰς χεῖρας ἀνθρώπων ἢ τίνων. ἐκεῖ μὲν γὰρ ὑφ’ ὧν πείσεται διδα‐ | |
σκόμεθα καὶ ἐν ᾧ τόπῳ πείσεται, ἐνταῦθα δὲ ἐπ’ ἐκείνοις μανθάνομεν ὅτι τὸ «πολλὰ παθεῖν» αὐτὸν ὑπὸ τῶν | ||
35 | προειρημένων συμβαίνει, οὐκ ἐκεί‐ νων πρώτων αἰτίων γινομένων τοῦ «πολλὰ» αὐτὸν παθεῖν, ἀλλ’ ἢ τοῦ πα‐ ραδιδόντος ἢ τῶν παραδιδόντων αὐ‐ τὸν εἰς χεῖρας ἀνθρώπων. ὁ μὲν | |
40 | οὖν φήσει ὅτι τοῦτο διηγούμενος ὁ ἀπόστολός φησι περὶ τοῦ θεοῦ· «ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν», | |
45 | ἔδωκε δὲ καὶ ὁ υἱὸς «ὑπὲρ ἡμῶν ἑαυ‐ τὸν» εἰς θάνατον, ὥστε οὐ μόνον ὑπὸ τοῦ πατρός, ἀλλὰ καὶ ὑφ’ ἑαυτοῦ παρεδόθη. ἕτερος δὲ οὐ μόνον ἐκεῖνο ἀλλὰ καὶ | |
13.8(50) | τὰ ἐκκείμενα ἐπὶ τὸ αὐτὸ συναγα‐ γὼν φήσει παραδεδόσθαι πρῶτον ὑπὸ τοῦ θεοῦ τὸν υἱὸν εἶτα πειρασθησόμενον, εἶτα ἀγω‐ νιούμενον, εἶτα ὑπὲρ ἀνθρώπων | |
55 | πεισόμενον ἢ καὶ «ὅλου τοῦ κόσμου», ἵνα αὐτοῦ ἄρῃ «τὴν ἁμαρτίαν», τῷ ἄρχοντι «τοῦ αἰῶνος τούτου» καὶ τοῖς ἄλλοις ἄρχουσιν αὐτοῦ, εἶτα ὑπὸ τούτων εἰς χεῖρας ἀνθρώ‐ | |
60 | πων αὐτὸν παραδίδοσθαι τῶν ἀποκτενούντων αὐτόν. παράδειγμα | |
δὲ παραληφθήσεται τὰ τοῦ Ἰώβ. «ἰδοὺ πάντα ὅσα ἐστὶν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου· | ||
65 | ἀλλὰ αὐτοῦ μὴ ἅψῃ», εἶτα ὡσπερεὶ παραδοθέντος ὑπὸ τοῦ διαβόλου τοῖς ἄρχουσιν αὐτοῦ τοῖς αἰχμαλωτεύου‐ σι, τοῖς ἱππεῦσι, τῷ καταβαίνοντι ὡς ἐξ οὐρανοῦ πυρί, | |
70 | τῷ ἐκ τῆς ἐρημίας ἐλθόντι μεγάλῳ πνεύματι καὶ τὴν οἰκίαν χαλάσαντι. ἐπιστήσεις δὲ εἰ, ὥσπερ τοῖς αἰχμα‐ λωτεύουσι παραδέδωκε τὰ τοῦ Ἰὼβ καὶ τοῖς ἱππεῦσιν, *** οὕτως καί τινι | |
75 | ἐνεργείᾳ 〈τῶν〉 ὑπὸ «τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύ‐ ματος τοῦ ἐνεργοῦντος νῦν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας», ἵνα τὸ ἐκεῖθεν καταβαῖνον πῦρ ἐπὶ τὰ | |
80 | πρόβατα τοῦ Ἰὼβ ἐξ οὐρανοῦ ὀφθῇ καταβαῖνον τῷ ἀπαγγέλλοντι τῷ Ἰὼβ ὅτι «πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα αὐτοῦ, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοί‐ | |
85 | ως». παραπλησίως δὲ τούτοις ζητή‐ σεις, εἰ καὶ τὸ «ἐξαίφνης μέγα πνεῦ‐ μα ἀπὸ τῆς ἐρήμου» ἐλθὸν καὶ ἁψά‐ μενον «τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας» ἕν τι τῶν ὑπὸ τὸν διάβολον | |
90 | ἦν, ᾧ παρέδωκεν ὁ διάβολος τὸ «τῶν υἱῶν» «καὶ τῶν θυγατέρων» τοῦ Ἰὼβ συμπόσιον, ἵνα συμπέσῃ «ἡ οἰκία ἐπὶ τὰ παιδία» τοῦ δικαίου καὶ τε‐ | |
λευτήσωσιν. | ||
95 | Ἔστω οὖν (ὡς ἐπὶ τοῦ Ἰὼβ) πρῶτον παραδιδοὺς ὁ πατὴρ τὸν υἱὸν ταῖς ἀντικειμέναις ἐνεργείαις, εἶθ’ αὗται παραδιδότωσαν αὐτὸν εἰς χεῖρας | |
13.8(100) | ἀνθρώπων, ἐν οἷς ἀνθρώποις καὶ Ἰούδας ἦν, εἰς ὃν «μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ σατανᾶς», ἀρχικώτερον τοῦ Ἰούδα παραδιδοὺς αὐτόν. | |
105 | ἀλλ’ ὅρα, μήποτε τὸ παραδίδοσθαι ταῖς ἀντικειμέναις ἐνεργείαις ὑπὸ τοῦ πατρὸς τὸν υἱὸν συνεξετάζων τῷ παραδίδοσθαι ὑπ’ ἐκείνων εἰς χεῖρας ἀνθρώπων | |
110 | τὸν σωτῆρα, νομίσῃς ἴσον εἶναι τὸ ἐπ’ ἀμφοτέρων λεγόμενον παρα‐ δίδοσθαι. κατανόει γὰρ ὅτι ὁ μὲν πατὴρ 〈οὐχ ἁπλῶς, ἀλλ’〉 | |
115 | «ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐ‐ τὸν» ἀπὸ φιλανθρωπίας· αἱ δὲ ἀντι‐ κείμεναι δυνάμεις παραδοῦσαι τὸν σωτῆρα εἰς χεῖρας ἀνθρώπων οὐκ ἐσκόπουν τὸ ὑπέρ τινων σωτη‐ | |
120 | ρίας παραδιδόναι αὐτόν, ἀλλὰ (τὸ ὅσον ἐπ’ αὐταῖς, ἐπεὶ οὐδεὶς αὐτῶν ἐγίνωσκε τὴν τοῦ «θεοῦ σοφίαν τὴν ἐν μυστηρίῳ ἀποκεκρυμμένην») παρε‐ δίδουν αὐτὸν ἀποθανούμενον, ἵνα ὁ | |
125 | «ἐχθρὸς» αὐτοῦ «θάνατος» ὑποχείριον αὐτὸν λάβῃ ὁμοίως τοῖς «ἐν τῷ | |
Ἀδὰμ» ἀποθνῄσκουσι. καὶ οἱ ἀπο‐ κτείναντες δὲ αὐτὸν ἄνθρωποι 〈οὐχὶ θελήματι τοῦ θεοῦ ἤδη καθεστη‐ | ||
130 | κότι, ἀλλὰ δυνάμεων〉 θελήματι τυ‐ πούμενοι τῶν βουλομένων τὸν Ἰη‐ σοῦν ὑποχείριον γενέσθαι θανάτῳ τοῦτο ἐποίουν. οἶμαι δὲ ἀναγκαίως ἐξητάσθαι καὶ | |
135 | ταῦτα διὰ τὸ τὸν παραδιδόμενον εἰς χεῖρας ἀνθρώπων Ἰησοῦν μὴ ὑπὸ ἀνθρώπων εἰς χεῖρας ἀν‐ θρώπων παραδίδοσθαι, ἀλλ’ ὑπὸ δυνάμεων αἷς «ὑπὲρ ἡμῶν πάντων | |
140 | παρέδωκεν» ὁ πατὴρ τὸν υἱόν, ἐν αὐτῷ τῷ παραδεδόσθαι καὶ γίνεσθαι ὑπὸ τοὺς οἷς παρεδόθη καταλύοντα «τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου»· «διὰ» γὰρ «τοῦ θανάτου» κατήργησε | |
145 | «τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου (τουτέστι τὸν διάβολον) καὶ» ἀπήλ‐ λαξε «τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δου‐ λείας». | |
13.9 | «Κράτος» δὲ «θανάτου» νο‐ μιστέον ἔχειν τὸν διάβολον οὐ τοῦ μέσου καὶ 〈ἀ〉διαφόρου, καθ’ ὃν ἀπο‐ θνῄσκουσιν οἱ σύνθετοι ἐκ ψυχῆς καὶ | |
5 | σώματος χωριζομένης αὐτῶν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ τοῦ ἐναντίου καὶ ἐχθροῦ τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ζωή», καθ’ ὃν «ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται». | |
10 | ἐμφαίνει δὲ ὅτι οὐχ ὁ θεὸς εἰς χεῖρας ἀνθρώπων παρέδωκεν | |
αὐτόν, ὁ σωτὴρ λέγων· «εἰ ἦν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα | ||
15 | μὴ παραδοθῶ τοῖς Ἰουδαίοις». παρα‐ διδόμενος γὰρ Ἰουδαίοις εἰς χεῖρας ἀνθρώπων παρεδόθη, οὐχ ὑπὸ τῶν ἰδίων ὑπηρετῶν, ἀλλ’ ὑπὸ τοῦ ἄρχοντος «τοῦ αἰῶνος | |
20 | τούτου» εἰπόντος περὶ τῶν ἐν ἀοράτοις δυνά‐ μεσι κατὰ ἀνθρώπων ἱσταμένων βα‐ σιλειῶν· «ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι». διὸ καὶ | |
25 | περὶ ἐκείνων λελέχθαι νομιστέον τὸ «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χρι‐ στοῦ αὐτοῦ». κἀκεῖνοι μὲν «οἱ βασι‐ | |
30 | λεῖς» καὶ «οἱ ἄρχοντες» «παρέστησαν» καὶ «συνήχθησαν κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ»· ἡμεῖς δὲ ἐκ τοῦ παραδεδόσθαι αὐτὸν ὑπ’ ἐκείνων εἰς χεῖρας ἀνθρώ‐ | |
35 | πων καὶ ἀπεκτάνθαι ὠφεληθέντες, φαμὲν τὸ «διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν | |
τὸν ζυγὸν αὐτῶν» ***. ὅτε γὰρ «σύμμορφοι» γινόμεθα τῷ | ||
40 | θανάτῳ τοῦ Χριστοῦ, οὐκέτι ἐσμὲν ὑπὸ τοὺς δεσμοὺς τῶν (ὡς ἀποδε‐ δώκαμεν) βασιλέων «τῆς γῆς», οὐδ’ ὑπὸ τὸν ζυγὸν τῶν κατὰ τοῦ κυρίου συναχθέντων ἀρχόντων «τοῦ αἰῶνος | |
45 | τούτου»· καὶ διὰ τοῦτο ὁ πατὴρ «τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν», ἵν’ οἱ 〈ἄρχοντες οἱ〉 παραλαβόντες αὐ‐ τὸν καὶ παραδόντες αὐτὸν εἰς χεῖ‐ | |
13.9(50) | ρας ἀνθρώπων, ὑπὸ τοῦ κατοι‐ κήσαντος «ἐν τοῖς οὐρανοῖς» ἐγγε‐ λασθῶσιν καὶ ὑπὸ τοῦ κυρίου ἐκ‐ μυκτηρισθῶσιν, εἰς κατάλυσιν τῆς ἰδίας βασιλείας καὶ ἀρχῆς παρὰ προσ‐ | |
55 | δοκίαν παραλαβόντες ἀπὸ τοῦ πα‐ τρὸς τὸν υἱόν, ὅστις τῇ τρίτῃ ἡμέ‐ ρᾳ ἠγέρθη τῷ τὸν ἐχθρὸν αὐτοῦ θάνατον κατηργηκέναι καὶ ἡμᾶς πε‐ ποιηκέναι «συμμόρφους», οὐ μόνον | |
60 | «τοῦ θανάτου αὐτοῦ» ἀλλὰ καὶ «τῆς ἀναστάσεως», δι’ ὃν «ἐν καινότητι ζωῆς» περιπα‐ τοῦμεν, οὐκέτι καθεζόμενοι «ἐν χώρᾳ καὶ σκιᾷ θανάτου», διὰ τὸ ἀνατεῖλαν | |
65 | ἐφ’ ἡμᾶς «φῶς» τοῦ θεοῦ. εἰπόντος δὲ τοῦ σωτῆρος τὸ μέλλει | |
ὁ υἱὸς τοῦ ἀνθρώπου παρα‐ δίδοσθαι εἰς χεῖρας ἀνθρώ‐ πων, καὶ ἀποκτενοῦσιν αὐ‐ | ||
70 | τόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνα‐ στήσεται, οἱ μαθηταὶ σφόδρα ἐλυπήθησαν, τῷ μὲν παραδίδοσθαι μέλλειν αὐτὸν εἰς χεῖρας ἀνθρώ‐ πων καὶ τῷ ἀποκτίννυσθαι αὐτόν, | |
75 | ὡς σκυθρωποῖς καὶ ἀξίοις λύπης ἐπιστήσαντες, μὴ προσχόντες δὲ τῷ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεσθαι αὐτὸν δεηθέντα οὐδὲ χρόνου πλείο‐ νος, «ἵνα διὰ τοῦ θανάτου καταργήσῃ | |
80 | τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου». | |
13.10(1n) | Ἐλθόντων δὲ εἰς Κα‐ | |
2n | περναοὺμ προσῆλθον οἱ τὰ | |
3n | δίδραχμα λαμβάνοντες τῷ Πέ‐ | |
4n | τρῳ (17, 24[—27]). | |
5 | Εἰσί τινες βασιλεῖς τῆς γῆς | |
καὶ τούτων υἱοί, μὴ διδόντες τέλη ἢ κήνσους, καὶ ἕτεροι παρὰ τοὺς υἱοὺς αὐτῶν ἀλλότριοι τῶν βασιλέων τῆς γῆς, ἀφ’ ὧν λαμβάνουσιν οἱ | ||
10 | βασιλεῖς τῆς γῆς τέλη ἢ κῆν‐ σον. καί εἰσιν οἱ μὲν υἱοὶ αὐτῶν ἐλεύθεροι παρὰ τοῖς βασιλεῦσι τῆς γῆς ὡς παρὰ πατράσιν 〈υἱοί〉· οἱ δὲ ἀλλότριοι αὐτῶν ὡς μὲν πρὸς | |
15 | τὰ ἔξω γῆς ἐλεύθεροι, ὡς δὲ κατὰ τοὺς δυναστεύοντας αὐτῶν καὶ κα‐ ταδουλουμένους (ὡς «κατεδυνάστευ‐ ον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραήλ, καὶ κατωδύνων αὐτῶν τὴν ζωήν», καὶ | |
20 | «κατεδουλοῦντο αὐτοὺς μετὰ βίας») δοῦλοι. δι’ οὓς δουλεύοντας ἀνάλο‐ γον τῇ δουλείᾳ τῶν Ἑβραίων μόνον «μορφὴν» τοῦ «δούλου» ἀνείληφεν ὁ υἱὸς τοῦ θεοῦ, οὐδὲν ἔργον ποιῶν | |
25 | πήλινον καὶ δοῦλον. ὡς οὖν ἔχων τὴν τοῦ «δούλου» ἐκείνου «μορφήν», τέλος καὶ κῆνσον δίδωσιν οὐχ ἕτερον παρὰ τὸν διδόμενον ὑπὸ τοῦ μαθητοῦ αὐ‐ τοῦ· ὁ γὰρ αὐτὸς ἤρκει στατὴρ καὶ | |
30 | τὸ ἓν νόμισμα διδόμενον ὑπὲρ τοῦ Ἰησοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ. τοῦτο δὲ τὸ νόμισμα ἐν μὲν τῇ οἰκίᾳ τοῦ Ἰησοῦ οὐκ ἦν, ἐν δὲ τῇ θαλάσσῃ ἐτύγχανεν, καὶ ἦν ἐν τῷ στόματι τοῦ | |
35 | θαλασσίου ἰχθύος, ὃν καὶ αὐτὸν οἶμαι εὐεργετούμενον ἀναβεβηκέναι ἐν τῷ Πέτρου ἀγκίστρῳ συνειλημ‐ μένον, γενομένου ἁλιέως «ἀνθρώ‐ | |
πων», ἐν οἷς ἦν ὁ τροπικῶς λεγόμε‐ | ||
40 | νος ἰχθύς, ἵνα καὶ ἀπαρθῇ ἀπ’ αὐ‐ τοῦ 〈τὸ〉 ἔχον τὴν εἰκόνα «Καίσαρος» νόμισμα, καὶ γένηται ἐν οἷς οἱ ἁλιευόμενοι ὑπὸ τῶν μεμαθηκότων ἀνθρώπους | |
45 | ἁλιεύειν. ὁ μὲν οὖν ἔχων «τὰ Καίσαρος» ἀπο‐ διδότω αὐτὰ τῷ «Καίσαρι», ἵνα μετὰ τοῦτο ἀποδιδόναι δυνηθῇ «τὰ τοῦ θεοῦ τῷ θεῷ». ἐπεὶ δὲ Ἰησοῦς, | |
13.10(50) | εἰκὼν ὢν «τοῦ θεοῦ τοῦ ἀοράτου», οὐκ εἶχε τὴν εἰκόνα τοῦ «Καίσαρος» (ὁ γὰρ «ἄρχων τοῦ αἰῶνος τούτου οὐ‐ δὲν» εἶχεν ἐν αὐτῷ), διὰ τοῦτο 〈οὐκ ἀπὸ ἰδίου, ἀλλ’〉 ἀπὸ οἰκείου τόπου | |
55 | τῆς θαλάσσης τὴν εἰκόνα «Καίσα‐ ρος» λαμβάνει, ἵνα δῷ τοῖς τῆς γῆς βασιλεῦσιν ἀντὶ αὐτοῦ καὶ τοῦ μα‐ θητοῦ αὐτοῦ, ἵνα μηδὲ ὑπολαμβά‐ νωσιν οἱ τὰ δίδραχμα λαμβά‐ | |
60 | νοντες ὀφειλέτην αὐτῶν εἶναι καὶ τῶν βασιλέων τῆς γῆς τὸν Ἰησοῦν· ἀπέδωκε γὰρ τὴν ὀφειλήν, οὐκ ἀνα‐ λαβὼν αὐτὴν οὐδὲ κεκτημένος οὐδὲ πορίσας οὐδὲ ἴδιόν ποτε ποιήσας | |
65 | αὐτὴν κτῆμα, ἵνα μηδέποτε ἡ «Καί‐ σαρος» εἰκὼν ᾖ παρὰ τῇ εἰκόνι «τοῦ | |
θεοῦ τοῦ ἀοράτου». | ||
13.11 | Καὶ κατ’ ἄλλον δὲ τρόπον λεχθείη 〈ἄν〉· εἰσὶ τινὲς τῶν βασιλέων τῆς γῆς υἱοὶ καὶ 〈τινὲσ〉 οὐχ υἱοὶ αὐτῶν, πλὴν | |
5 | υἱοὶ καὶ ἀπολελυμένως υἱοί, ἕτεροι δὲ διὰ τὸ εἶναι ἀλλότριοι τῶν υἱῶν τῶν βασιλέων τῆς γῆς, οὐδε‐ νὸς μὲν τῶν ἐπὶ γῆς υἱοί, αὐτὸ δὲ τοῦτο υἱοί, ἤτοι δὲ τοῦ θεοῦ ἢ τοῦ | |
10 | υἱοῦ αὐτοῦ ἤ τινος τῶν τοῦ θεοῦ. ἐὰν οὖν ὁ σωτὴρ πυνθάνηται τοῦ Πέ‐ τρου λέγων· οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν ἰδίων υἱῶν | |
15 | ἢ ἀπὸ τῶν ἀλλοτρίων αὐτῶν; εἰπόντος δὲ τοῦ Πέτρου ὅτι οὐκ ἀπὸ τῶν ἰδίων υἱῶν, ἀλλ’ ἀπὸ τῶν ἀλλοτρίων αὐτῶν, φησὶν ὁ Ἰη‐ σοῦς περὶ τούτων, οἵτινες ἀλλό‐ | |
20 | τριοί εἰσιν τῶν βασιλέων τῆς γῆς καὶ διὰ τὸ εἶναι ἐλεύθεροι υἱοὶ τυγ‐ χάνουσι, τὸ ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί, | |
25 | οὐκ ἐλεύθεροι γὰρ οἱ υἱοὶ τῶν βασιλέων τῆς γῆς, ἐπεὶ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος τῆς ἁμαρ‐ τίας ἐστίν», ἐλεύθεροι δὲ οἱ μείναν‐ τες 〈ἐν〉 τῇ ἀληθείᾳ τοῦ λόγου τοῦ | |
30 | θεοῦ καὶ διὰ τοῦτο γνόντες τὴν ἀλή‐ θειαν, ἵνα καὶ ἐλευθερωθῶσιν ἀπ’ αὐτῆς. εἴ τις οὖν ἐστιν υἱὸς ἁπλῶς καὶ μὴ τοῦτο ὅλον υἱὸς τῶν βασιλέων τῆς | |
35 | γῆς, ἐκεῖνός ἐστιν ἐλεύθερος. καὶ ὅμως, ὢν ἐλεύθερος, πεφρόντικε τοῦ μὴ σκανδαλίζειν καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τοὺς τὰ δίδραχμα λαμβάνοντας· | |
40 | διό φησι· μὴ σκανδαλίσωμεν αὐτούς, ἀλλὰ πορευθεὶς βάλε τὸ ἄγκιστρόν σου, καὶ τὸν ἀνα‐ βάντα πρῶτον ἰχθὺν ἆρον καὶ τὰ ἑξῆς. πυθοίμην δ’ ἂν τῶν | |
45 | χαιρόντων τῇ περὶ φύσεων μυθο‐ ποιίᾳ, ποίας φύσεως ἦσαν εἴτε οἱ τῆς γῆς βασιλεῖς εἴτε οἱ υἱοὶ αὐτῶν εἴτε οἱ τὰ δίδραχμα λαμ‐ βάνοντες, οὓς μὴ βούλεται σκαν‐ | |
13.11(50) | δαλίζειν ὁ σωτήρ. φαίνεται δὴ (ὡς κατὰ τὴν ὑπόθεσιν) ὅτι οὐκ ἐπαινετῆς εἰσι φύσεως, καὶ ὅμως πεφρόντικε τοῦ μὴ σκανδα‐ λισθῆναι αὐτούς, καὶ ὅμως κωλύει | |
55 | σκάνδαλόν τι αὐτοῖς γενέσθαι, ἵν’ ἤτοι μὴ χεῖρον ἁμαρτάνοιεν, ἢ πρὸς τὸ (εἰ βούλονται) σωθῆ‐ ναι ἥκοιεν ἐκ τοῦ ἀποδέξασθαι τὸν φεισάμενον αὐτῶν ἵνα μὴ σκανδα‐ | |
60 | λισθῶσι. καὶ ὡς ἐν ΧΩΡΙΩΙ γε ΠΑΡΑΚΛΗΣΕΩΣ (οὕτω γὰρ ἑρμη‐ νεύεται ἡ Καφαρναούμ) παρακαλῶν 〈ἕκασ〉τον μαθητὴν καὶ ἐλεύθερον αὐτὸν εἶναι καὶ υἱὸν 〈ἀπαγγέλλων〉, | |
65 | δίδωσιν αὐτῷ δύναμιν τοῦ ἁλιεῦσαι ἰχθὺν πρῶτον, ἵνα ἀναβάντος αὐτοῦ παρακληθῇ ὁ Πέτρος ἐπὶ τῷ ἀναβάντι καὶ ἁλιευθέντι, καὶ ἀπὸ τοῦ 〈ἐξ ἀνοιχθέντος αὐτοῦ τοῦ〉 | |
70 | στόματος εἰλῆφθαι τὸν στατῆρα ἀποδοθησόμενον τοῖς οἰκείοις τοῦ στατῆρος καὶ ἀπαιτοῦσιν ὡς ἴδιον τὸ τοιοῦτον νόμισμα. | |
13.12 | Χαριέντως δ’ ἄν ποτε χρή‐ σαιο τῷ ῥητῷ ἐπὶ φιλαργύρῳ, μηδὲν ἀνὰ στόμα ἔχοντι ἢ τὰ περὶ τοῦ ἀρ‐ γυρίου, ἐπὰν ἴδῃς αὐτὸν ὑπό τινος | |
5 | Πέτρου τεθεραπευμένον, ἀφελόντος αὐτοῦ οὐ μόνον ἐκ τοῦ στόματος καὶ τῶν λόγων, ἀλλὰ καὶ ἀπὸ ὅλης δια‐ θέσεως τὸν στατῆρα, σύμβολον ὄντα πάσης αὐτοῦ φιλαργυρίας. ἐρεῖς | |
10 | γὰρ τὸν τοιοῦτον ἐν θαλάσσῃ μὲν γε‐ γονέναι καὶ τοῖς ἁλμυροῖς τοῦ βίου πράγμασι καὶ τοῖς κύμασι τῶν τῆς φιλαργυρίας φροντίδων καὶ μερι‐ μνῶν, ἔχοντα ἐν τῷ στόματι τὸν | |
15 | στατῆρα ὅτε ἄπιστος ἦν καὶ φι‐ | |
λάργυρος, ἀναβεβηκέναι δὲ ἀπὸ τῆς θαλάσσης ἐν τῷ λογικῷ ἀγκίστρῳ συνειλημμένον καὶ εὐεργετούμενον (ὑπό τινος αὐτὸν διδάξαντος Πέτρου | ||
20 | τὴν ἀλήθειαν) μηκέτι ἔχειν ἐν τῷ στόματι τὸν στατῆρα ἀλλὰ ἀντ’ ἐκείνου τὰ ἔχοντα τὴν εἰκόνα λόγια τοῦ θεοῦ. | |
13.13 | Ἔτι εἰς τὸ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ παραθήσῃ ἀπὸ τῶν Ἀριθμῶν ὅτι | |
5 | ὑπὲρ μὲν τῶν ἁγίων κατὰ τὸν τοῦ θεοῦ νόμον οὐχ ἁπλῶς δίδραχμον δί‐ δοται, ἀλλὰ δίδραχμον ἅγιον. γέ‐ γραπται γάρ· «καὶ λήψῃ πέντε σί‐ κλους κατὰ κεφαλήν, κατὰ τὸ δίδρα‐ | |
10 | χμον τὸ ἅγιον». ἀλλὰ καὶ ὑπὲρ «πάν‐ των τῶν υἱῶν Ἰσραὴλ» κατὰ κεφα‐ λὴν δίδοται δίδραχμον ἅγιον. ἐπεὶ οὖν οὐχ οἷόν τε μετὰ τῶν ἁγίων δι‐ δράχμων ἔχειν καὶ δίδραχμα (ἵν’ οὕ‐ | |
15 | τως ὀνομάσω) βέβηλα τὸν ἅγιον τοῦ θεοῦ, διὰ τοῦτο τοῖς λαμβάνουσι τὰ οὐχ ἅγια δίδραχμα καὶ ἐρωτήσασι τὸν Πέτρον καὶ εἰποῦσιν· ὁ διδά‐ σκαλος ὑμῶν οὐ τελεῖ τὰ δί‐ | |
20 | δραχμα; προστάσσει δοθῆναι στα‐ τῆρα (ἐν ᾧ ἦν 〈δύο〉 δίδραχμα) ὁ σωτὴρ εὑρισκόμενον ἐν τῷ στόματι τοῦ πρώτου ἀναβάντος ἰχθύος, ἵνα δοθῇ ἀντὶ τοῦ διδασκάλου καὶ | |
25 | τοῦ μαθητοῦ. | |
13.14(1n) | Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ | |
2n | προσῆλθον οἱ μαθηταὶ τῷ | |
3n | Ἰησοῦ λέγοντες· τίς ἄρα μεί‐ | |
4n | ζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν | |
5n | οὐρανῶν (18, 1[—6]); | |
6 | Δυνάμενος ὁ Ματθαῖος ὑπὲρ τοῦ διδαχθῆναι ἡμᾶς, τί τε προσελ‐ θόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ ἠξίουν παρ’ αὐτοῦ μαθεῖν πῶς τε | |
10 | ἀπεκρίνατο πρὸς τὸ πύσμα αὐτῶν, αὐτὸ τοῦτο μόνον διηγήσασθαι, ὁ δὲ προσέθηκε κατὰ μέν τινα τῶν ἀντι‐ γράφων· ἐν ἐκείνῃ τῇ ὥρᾳ προ‐ σῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, | |
15 | κατὰ δὲ ἄλλα· ἐν ἐκείνῃ τῇ ἡμέ‐ ρᾳ. καὶ ἀναγκαῖον μὴ ἀνεξέταστον ἐᾶσαι τὸ βούλημα τοῦ εὐαγγελιστοῦ. διόπερ ἐπιστήσαντες τοῖς πρὸ τοῦ | |
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἢ ὥρᾳ, | ||
20 | σκοπήσωμεν εἰ οἷόν τέ ἐστιν ἀπ’ ἐκείνων ὁδὸν λαβεῖν πρὸς τὸ θεω‐ ρῆσαι ὡς ἀναγκαίαν τὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἢ ὥρᾳ προσθήκην. ἐληλύθεισαν τοίνυν εἰς τὴν «Καφαρ‐ | |
25 | ναοὺμ» ὁ Ἰησοῦς ἅμα τοῖς μαθηταῖς ἔνθα «οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ προσῆλθον καὶ» ἐρωτῶν‐ τες «εἶπον» τὸ «ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;» εἶτα ἀποκρι‐ | |
30 | ναμένου πρὸς αὐτοὺς τοῦ Πέτρου καὶ εἰπόντος «ναί», ὁ «Ἰησοῦς» προαπο‐ λογησάμενος περὶ τῆς δόσεως τῶν διδράχμων πέμπει τὸν Πέτρον τῷ ἀγκίστρῳ ἀνασπάσοντα «ἰχθύν», οὗ | |
35 | ἐν τῷ στόματι ἔφασκεν εὑρεθήσεσθαι «στατῆρα» τὸν δοθησόμενον ὑπὲρ ἑαυτοῦ καὶ Πέτρου. δοκεῖ οὖν μοι ὅτι μεγίστην νομίσαντες ταύτην εἶναι ὑπὸ τοῦ Ἰησοῦ πρὸς τὸν Πέτρον τι‐ | |
40 | μὴν *(** κρίναντος αὐτὸν μείζονα τῶν λοιπῶν γνωρίμων) ἐβούλοντο, ὅπερ ὑπενόουν, ἀκριβῶσαι διὰ τοῦ πυθόμενοι τοῦ Ἰησοῦ ἀκοῦ‐ σαι παρ’ αὐτοῦ εἰ (ὡς ὑπελάμβανον) | |
45 | μείζονα κέκρικε τὸν Πέτρον αὐτῶν. ἅμα δὲ ἤλπιζον καὶ τὴν αἰτίαν εἴ‐ σεσθαι τοῦ προκεκρίσθαι τὸν Πέ‐ τρον τῶν λοιπῶν μαθητῶν. ταῦτ’ οὖν (οἶμαι) δηλῶσαι ὁ Ματθαῖος | |
13.14(50) | βουλόμενος ἐπήγαγε τῷ «ἐκεῖνον λα‐ βὼν (δηλονότι τὸν «στατῆρα») δὸς αὐ‐ τοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ» τὸ ἐν ἐκεί‐ νῃ τῇ ἡμέρᾳ 〈ἢ ὥρᾳ〉 προσῆλ‐ θον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέ‐ | |
55 | γοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; τάχα δὲ καὶ ἀμφέβαλλον διὰ τὸ τρεῖς προκεκρίσθαι κατὰ τὴν μεταμόρφω‐ σιν, ἀμφέβαλλον δὲ περὶ τοῦ τίς τῶν | |
60 | τριῶν μείζων εἶναι κέκριται παρὰ τῷ κυρίῳ. ὁ μὲν γὰρ Ἰωάννης ἀνέπεσεν «ἐπὶ τὸ στῆθος» αὐτοῦ δι’ ἀγάπην, καὶ ἀκό‐ λουθον πρὸ τοῦ δείπνου τιμῆς ἐξαι‐ | |
65 | ρέτου σύμβολα πολλὰ αὐτοὺς ἑωρα‐ κέναι πρὸς τὸν Ἰωάννην ἀπὸ τοῦ Ἰησοῦ. ὁ δὲ Πέτρος ἐν τῇ ὁμολογίᾳ ἤκουσε μακάριος διὰ τὸ «σὺ εἶ ὁ Χριστὸς ὁ | |
70 | υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος»· πάλιν δὲ διὰ τὸ «ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάν‐ δαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ | |
75 | θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων» περι‐ εσπῶντο μήποτε οὐχ οὗτος εἴη ὁ μείζων, ἅτερος δὲ τῶν Ζεβεδαίου υἱῶν. τοσαῦτα μὲν διὰ τὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἢ ὥρᾳ, ἐν ᾗ γεγόνει τὰ | |
80 | περὶ τὸν «στατῆρα». | |
13.15 | Ἑξῆς δὲ κατανοητέον τὸ προσῆλθον αὐτῷ οἱ μαθηταί, ὡς μαθηταὶ διδασκάλῳ προβλήματα προτείνοντες καὶ ἐξετάζοντες, τίς | |
5 | ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ μιμητέον γε ἐν τούτοις τοὺς τοῦ Ἰησοῦ μαθητάς· εἴ ποτε ζητούμε‐ νόν τι ἐν ἡμῖν μὴ εὑρίσκοιτο, μετὰ | |
10 | πάσης ὁμονοίας περὶ τοῦ ζητουμένου προσέλθωμεν τῷ Ἰησοῦ, παρόντι ὅπου «δύο ἢ τρεῖς συνηγμένοι» ἐν τῷ ὀνόματι αὐτοῦ, καὶ ἑτοίμῳ ἐν τῇ κα‐ τὰ δύναμιν παρουσίᾳ φωτίζειν τὰς | |
15 | καρδίας τῶν γνησίως αὐτῷ μαθη‐ τεύεσθαι θελόντων πρὸς κατάληψιν τῶν ζητουμένων. οὐκ ἄτοπον δὲ καί τινι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμέ‐ | |
20 | νων ἐν τῇ ἐκκλησίᾳ διδασκάλων προ‐ σελθόντας ἡμᾶς προτείνειν ἀνάλογόν τι πρόβλημα τῷ τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. | |
25 | τί μὲν οὖν ἤδη ἔγνωστο τοῖς μαθη‐ ταῖς τῶν κατὰ τὸ πύσμα τοῦτο; τί δὲ ἐζητεῖτο; ὅτι μὲν γὰρ οὐκ ἔστιν ἰσότης τῶν ἀξιουμένων τῆς βασιλείας τῶν οὐρανῶν, κατειλήφεισαν, καὶ | |
30 | ὅτι (μὴ οὔσης ἰσότητος) ἔστι τις ὁ μείζων καὶ οὕτω καθεξῆς μέχρι τοῦ ἐλαχίστου. ὁποδαπὸς δὲ ὁ μεί‐ ζων, καὶ ὅπως βιώσας ὁ ἐλάχιστος καὶ τίνες οἱ μεταξύ, ἔτι ἐζήτουν. εἰ | |
35 | μὴ ἄρα ἀκριβέστερον ἔστιν εἰπεῖν ὅτι, τίς μὲν ὁ ἐλάχιστος ᾔδεισαν ἐκ τοῦ «ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τού‐ των τῶν ἐλαχίστων καὶ διδάξῃ οὕ‐ τως τοὺς ἀνθρώπους, ἐλάχιστος κλη‐ | |
40 | θήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρα‐ νῶν», τίς δὲ ὁ πάντων μείζων οὐκ ἐγίνω‐ σκον, εἰ καὶ κατελάμβανον τὸ «ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέ‐ | |
45 | γας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν»· μεγάλων γὰρ ὄντων πλειό‐ | |
νων, τίς ὁ τῶν μεγάλων μείζων (ὡς ἐν ἀνθρώποις) οὐκ ἦν αὐτοῖς σαφές. καὶ ὅτι μεγάλοι μὲν πλείους, οὐκ | ||
13.15(50) | ἐπίσης δὲ μεγάλοι οἱ μεγάλοι, δη‐ λώσει τὸ μέγας ὄνομα κείμενον ἐπὶ τοῦ Ἰσαάκ, «ὃς προβαίνων μείζων ἐγίνετο 〈ἕως οὗ μέγας ἐγένετο〉 σφό‐ δρα σφόδρα», εἰρημένον δὲ καὶ ἐπὶ | |
55 | Μωσέως καὶ ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου καὶ ἐπὶ τοῦ σωτῆρος. καὶ πᾶς γε ὁμολογήσει ὅτι 〈εἰ〉 καὶ πάν‐ τες οὗτοι μεγάλοι ἦσαν κατὰ τὴν γραφήν, ἀλλὰ μείζων αὐτῶν ἦν ὁ | |
60 | σωτήρ. εἰ δὲ καὶ Ἰωάννης τοῦ Ἰσαὰκ καὶ τοῦ Μωσέως μείζων ἦν, οὗ «μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν» ἦν, ἢ οὐ μείζων μὲν ἴσος δὲ ἀμφοτέροις | |
65 | ἤ τινι αὐτῶν, οὐκ ἀκίνδυνον ἀπο‐ φήνασθαι. καὶ ἐκ τοῦ Ἰσαὰκ δὲ «προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγέ‐ νετο», οὐχ ἁπλῶς ἀλλὰ μετὰ προ‐ | |
70 | σθήκης τῆς «σφόδρα» δὶς κατειλεγμέ‐ νης, ἔστι μαθεῖν ὅτι διαφορά ἐστι μεγάλων, τινὸς μὲν ὄντος μεγάλου, ἑτέρου δὲ σφόδρα μεγάλου καὶ ἄλλου σφόδρα σφόδρα μεγάλου. ἐζήτουν | |
75 | τοίνυν οἱ μαθηταὶ προσελθόντες τῷ Ἰησοῦ μαθεῖν, τίς ἄρα μεί‐ | |
ζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐ‐ ρανῶν. καὶ τάχα ἐκεῖνοι μὲν ἐβού‐ | ||
80 | λοντο μαθεῖν ἀκούσαντες ἀπ’ αὐτοῦ τὸ τοιοῦτον· ὁ δεῖνα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὁ δὲ ἐπὶ τὸ καθολικώτερον ἀνάγει τὸν λόγον, δεικνὺς ὁποδαπὸς τῇ | |
85 | ποιότητι μείζων ἐστὶν ἐν τῇ βα‐ σιλείᾳ τῶν οὐρανῶν, ὅντινα κα‐ τὰ δύναμιν ἐκ τῶν γεγραμμένων κα‐ τανοήσωμεν. | |
1316* | Προσκαλεσάμενος γὰρ ὁ Ἰησοῦς παιδίον καὶ τὰ ἑξῆς. | |
1 | Ἔστι δὲ πρότερον ἁπλῶς διηγήσασθαι. εἴποι δ’ ἂν ὁ κατὰ τὸ ἁπλοῦν διη‐ γούμενος τὸν τοῦ σωτῆρος ἐν τού‐ | |
5 | τοις λόγον ὅτι, ἐὰν ἀνήρ τις ὢν ἐπὶ τοσοῦτον νεκρώσῃ τὰς ἀνδρικὰς ἐπιθυμίας, «πνεύματι τὰς πράξεις τοῦ σώματος» θανατῶν καὶ «πάντοτε τὴν νέκρω‐ | |
10 | σιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι» περι‐ φέρων, ὥστε παιδίου ἀγεύστου ἀφρο‐ | |
δισίων καὶ ἀνεννοήτου ἀνδρικῶν κι‐ νημάτων ἔχειν κατάστασιν, ὁ τοιοῦ‐ τος ἐστράφη καὶ γέγονεν ὡς τὰ | ||
15 | παιδία. καὶ ὅσον γε προσέθηκε τῇ τῶν παιδίων περὶ τῶν τοιούτων κινη‐ μάτων καταστάσει, τοσούτῳ μᾶλλον 〈ἄλλων〉 τῶν ἀσκούντων καὶ ἐπὶ το‐ σοῦτον 〈οὐκ〉 ἐληλακότων σωφρο‐ | |
20 | σύνης [τὸ] μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ὅπερ δὲ ἐπὶ τῶν κατὰ τὰ ἀφροδίσια λέλεκται περὶ τῶν παιδίων, τοῦτ’ ἂν λεχθείη καὶ περὶ τῶν λοιπῶν παθῶν | |
25 | καὶ ἀρρωστημάτων καὶ νοσημάτων τῆς ψυχῆς, εἰς ἃ μὴ πέφυκε παιδία ἐμπίπτειν, ὅσα τὸν λόγον μηδέπω συμπεπλήρωκεν· οἷον ἵνα στραφῇ τις καὶ ὁποῖόν ἐστι τὸ βραχὺ παιδίον | |
30 | πρὸς ὀργὴν τοιοῦτος γένηται ὢν ἀνήρ, καὶ ὁποῖόν ἐστι τὸ παιδίον πρὸς λύπην (ἔσθ’ ὅτε παρὰ τὸν και‐ ρὸν τοῦ τεθνηκότος πατρὸς ἢ μητρὸς ἤ τινος φίλου, ὡς γελᾶν καὶ παίζειν | |
35 | κατ’ ἐκεῖνον τὸν χρόνον), τοιοῦτος ἂν γένοιτο ὁ στραφεὶς ὡς παιδία καὶ ἕξιν ἀναλαβὼν ἐκ λόγου τῆς λύ‐ πης ἀπαράδεκτον, ὥστε ὁποῖόν ἐστι πρὸς λύπην τὸ βραχὺ παιδίον | |
40 | αὐτὸν γενέσθαι. τὸ δ’ ὅμοιον φή‐ σεις περὶ τῆς καλουμένης ἡδονῆς, καθ’ ἣν ἀλόγως ἐπαίρονται οἱ φαῦλοι, ἣν οὐ πάσχει τὰ παιδία οὐδ’ οἱ στραφέντες καὶ γενόμενοι | |
45 | ὡς τὰ παιδία. Ὡς μὲν οὖν πρὸς τὸ ἀκριβές, ἀποδέδεικται καὶ ἄλλοις ὅτι οὐδὲν τῶν παθῶν πίπτει εἰς τὰ μηδέ‐ πω συμπεπληρωκότα τὸν λόγον παι‐ | |
1316*(50) | δία· εἰ δ’ οὐδέν, δηλονότι οὐδὲ φό‐ βος, ἀλλ’ εἰ ἄρα ἀνάλογόν τι τοῖς 〈ἄλλοισ〉 πάθεσι, καὶ ταῦτα ἀμυδρὰ καὶ τάχιστα ἀνασκευαζόμενα καὶ θεραπευόμενα γίνεται ἐν τοῖς | |
55 | παιδίοις, ὡς ἀγαπητὸν εἶναι ἐπὶ τοῦ‐ το φθάσαι τὸν στραφέντα ὡς τὰ παιδία ὅσον ἔχει τῆς οἱονεὶ ὑποβο‐ λῆς τῶν παθῶν ὡς τὰ παιδία. καὶ περὶ φόβου τοίνυν τὰ ὅμοια τοῖς ἀπο‐ | |
60 | δεδομένοις νοήσεις ὅτι τὰ παιδία τὸν μὲν φόβον τῶν φαύλων οὐ πάσχει, ἄλλο δέ τι ὃ οἱ μὴ ἀκριβοῦντες τὰ τῶν παθῶν καὶ τῶν ὀνομάτων ἐκεί‐ νων λέγουσιν εἶναι φόβον, οἷον | |
65 | δὴ καὶ τὸ τῶν παιδίων ἀμνησίκακον παρ’ αὐτοὺς τοὺς τῶν δακρύων και‐ ροὺς ἐν ἀκαρεῖ μεταβαλλομένων καὶ γελώντων καὶ συμπαιζόντων τοῖς νο‐ μιζομένοις λελυπηκέναι καὶ πεφο‐ | |
70 | βηκέναι, ἀλλ’ οὐ κατὰ 〈τὴν〉 ἀλή‐ | |
θειαν ταῦτα ἐνηργηκόσιν. οὕτω δὲ καὶ ταπεινώσει ἑαυτόν τις ὡς ὃ προσεκαλέσατο ὁ Ἰησοῦς παιδίον· οὐ γὰρ πίπτει ὑψηλοφρο‐ | ||
75 | σύνη καὶ οἴησις εὐγενείας ἢ πλούτου ἤ τινος τῶν νομιζομένων μὲν οὐκ ὄν‐ των δὲ ἀγαθῶν εἰς παιδίον. διόπερ ἔστιν ἰδεῖν τὰ κομιδῇ νήπια μέχρι τριῶν καὶ τεττάρων ἐτῶν ὅμοια τοῖς | |
80 | ἀγενέσι, κἂν εὐγενῆ εἶναι δοκῇ, καὶ μὴ μᾶλλον πάντως φιλεῖν δοκοῦντα τὰ πλούσια παιδία παρὰ τὰ πενιχρά. ἐὰν οὖν ὅπερ παρὰ τὴν ἡλικίαν πά‐ σχει τὰ παιδία πρὸς τὰ τοὺς ἀνοή‐ | |
85 | τους ἐπαίροντα τοιαῦτα πάθη, ἀπὸ λόγου ὁ τοῦ Ἰησοῦ μαθητὴς 〈ἀνα‐ λάβῃ〉, ἐταπείνωσεν ἑαυτὸν ὡς ὃ ἔδειξεν ὁ Ἰησοῦς παιδίον, οὐκ ἐπαιρόμενος ἐπὶ δοξαρίῳ οὐδὲ φυσιού‐ | |
90 | μενος ἐπὶ πλούτῳ οὐδ’ ἐπὶ περιβολῇ οὐδὲ ὀγκούμενος ἐπὶ εὐγενείᾳ. μάλιστα δὲ τοὺς 〈τοιούτουσ〉, οὓς ὁ λόγος ἀπέδειξε στραφέντας ὡς ὃ | |
95 | προσελάβετο ὁ Ἰησοῦς παιδίον, ἀποδεκτέον καὶ τιμητέον ἐπὶ τῷ Ἰησοῦ ὀνόματι, ἐπεὶ μάλιστα ἐν τούτοις ἐστὶν ὁ Χριστός. καὶ διὰ τοῦτο λέγει τὸ καὶ ὃς ἂν δέξη‐ | |
1316*(100) | ται ἓν παιδίον τοιοῦτο ἐπὶ | |
τῷ ὀνόματί μου, ἐμὲ δέχεται. | ||
13.17 | Τὸ δὲ ἑξῆς ἐργῶδες κατὰ ἀκολουθίαν τῶν προαποδεδομένων διηγήσασθαι. εἴποι γὰρ ἄν τις, πῶς ὁ στραφεὶς καὶ γενόμενος ὡς τὰ | |
5 | παιδία μικρός ἐστι τῶν πιστευόντων εἰς τὸν Ἰη‐ σοῦν καὶ ἐπιδεκτικὸς τοῦ σκανδαλισθῆ‐ | |
10 | ναι; πειρασώμεθα δὲ καὶ τοῦτο ἀκολού‐ θως σαφηνίσαι. πᾶς ὁ τῷ Ἰησοῦ ὡς υἱῷ συγκαταθέμενος θεοῦ κατὰ τὴν ἀληθῆ περὶ αὐτοῦ ἱστορίαν | |
15 | καὶ ὁδεύων διὰ τῶν κατὰ τὸ εὐαγ‐ γέλιον πράξεων εἰς τὸ βιῶσαι κατ’ ἀρετὴν ἐστράφη καὶ ὁδεύει πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, τοῦτον ἀμήχανον μὴ εἰσελθεῖν εἰς | |
20 | τὴν βασιλείαν τῶν οὐρανῶν. 〈ὁ δὲ μὴ στραφεὶς πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία τοῦτον ἀμήχανον | |
εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.〉 πολλοὶ οὖν οἱ τοιοῦτοι, | ||
25 | ἀλλ’ οὐ πάντες οἱ στραφέντες πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, ἐφθά‐ κασιν ὡς ἐπὶ τὸ ἐξομοιωθῆναι τοῖς παιδίοις· ἀλλ’ ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς τὰ παιδία | |
30 | ὁμοιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως. ἐν παντὶ οὖν τῷ πλή‐ θει τῶν πιστευόντων εἰσὶ καὶ οἱ ὡσπερεὶ ἄρτι στραφέντες περὶ τὸ | |
35 | γενέσθαι ὡς τὰ παιδία, οἵτινες κατ’ αὐτὸ τὸ ἐστράφθαι ἵνα γένων‐ ται ὡς τὰ παιδία μικροὶ χρηματίζουσι, καὶ τούτων οἱ στραφέντες μὲν ἵνα γένωνται ὡς τὰ | |
40 | παιδία, πολὺ δὲ ἀπολειπόμενοι τοῦ γενέσθαι ἀκριβῶς ὡς τὰ παιδία, 〈μικροί εἰσι καὶ〉 ἐπιδέχονται τὸ σκανδαλισθῆναι· ὧν ἕκαστος τοσοῦ‐ τον ἀπολείπεται τῆς πρὸς αὐτὰ ὁμοι‐ | |
45 | ώσεως, ὅσον ἀπολείπεται τῆς ἀπο‐ δεδομένης τῶν παιδίων πρὸς τὰ πά‐ θη ἕξεως. οἷς οὐ δέον ἀφορμὰς παρέχειν τοῦ σκανδαλισθῆναι· εἰ δὲ μή γε, ὁ σκαν‐ | |
13.17(50) | δαλίσας δεήσεται ὡς συμφέροντος αὐτῷ ἐπὶ θεραπείᾳ 〈ἁμαρτίασ〉 τοῦ κρεμασθῆ‐ ναι μύλον ὀνικὸν περὶ τὸν τράχη‐ λον αὐτοῦ καὶ καταποντισθῆναι | |
55 | ἐν τῷ πελάγει τῆς θαλάσσης. οὕτω γὰρ τίσας τὴν αὐτάρκη δίκην ἐν τῇ θαλάσσῃ (ὅπου ὁ «δράκων» ὃν «ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ») καὶ οὕτω τὸ συμφέρον πρὸς τὸ τέλος | |
60 | ὁ κολασθεὶς παθών, ἐν τοῖς ἑξῆς 〈ἔξω〉 ἔσται τῶν κατὰ τὸ πέλαγος τῆς θαλάσσης πόνων, οὓς ὑπέ‐ μεινε καθελκόμενος ὑπὸ τοῦ ὀνικοῦ μύλου. εἰσὶ γὰρ καὶ μύλων διαφοραὶ | |
65 | ὡς εἶναι τὸν μέν τινα αὐτῶν (ἵν’ οὕ‐ τως ὀνομάσω) ἀνθρωπικόν, ἄλλον δὲ ὀνικόν· καὶ ἀνθρωπικὸς μέν ἐστιν ἐκεῖνος, περὶ οὗ γέγραπται· «δύο» ἔσονται «ἀλήθουσαι ἐν» ἑνὶ «μύλῳ, | |
70 | μία παραλαμβάνεται καὶ μία ἀφίε‐ ται», ὀνικὸς δὲ ὁ περιτεθησόμενος τῷ σκανδαλίσαντι. εἴποι δ’ ἄν τις, οὐκ οἶδα πότερον ὑγιῶς ἢ ἐσφαλμένως λέγων, ὀνικὸν | |
75 | εἶναι τὸ βαρὺ τοῦ φαύλου σῶμα καὶ κατωφερές, ὅπερ ἀναλήψεται ἐν τῇ ἀναστάσει 〈πᾶς ἁμαρτωλόσ〉, ἵνα καταποντισθῇ ἐν τῇ ἀβύσσῳ λεγο‐ | |
μένῃ πελάγει θαλασσίῳ, | ||
80 | ὅπου ὁ «δράκων» ὃν «ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ». ἄλλος δὲ τὸ σκαν‐ δαλίζειν ἕνα τῶν μικρῶν ἀνοίσει ἐπὶ τὰς ἀοράτους ἀνθρώποις δυνά‐ μεις· πολλὰ γὰρ καὶ ἀπὸ τούτων | |
85 | σκάνδαλα εἰς τοὺς δεικνυμένους ὑπὸ τοῦ Ἰησοῦ μικροὺς γίνεται. ἐπὰν δὲ σκανδαλίσωσιν τῶν δεικνυμένων ὑπὸ τοῦ Ἰησοῦ μικρῶν ἕνα πι‐ στευόντεν εἰς αὐτόν, ὀνικὸν μύλον | |
90 | τὸ φθαρτὸν σῶμα τὸ βαρῦνον ψυχὴν ἀναλήψεται, κρεμάμενον ἐκ τοῦ καθ‐ ελκομένου αὐτὸν ἐπὶ τὰ τῇδε πρά‐ γματα τραχήλου, ἵνα διὰ τούτων καθαιρεθῇ αὐτῶν τὸ οἴημα καὶ τί‐ | |
95 | σαντες δίκην ἐν τῷ συμφέροντι αὐ‐ τοῖς διὰ τοῦ ὀνικοῦ μύλου γένωνται. | |
13.18 | Καὶ ἄλλη δὲ διήγησις παρὰ τὴν ἁπλούστερον λεγομένην λελέχθω, εἴτε ὡς δόγμα〈τοσ〉 εἴτε ὡς γυμνα‐ σίου ἕνεκεν. καὶ ζητήσωμεν ποῖον | |
5 | προσκαλεσάμενος παιδίον ὁ Ἰησοῦς ἔστησεν ἐν μέσῳ τῶν μαθητῶν. ὅρα δὲ εἰ δύνασαι τὸ τα‐ πεινῶσαν ἑαυτὸ πνεῦμα ἅγιον, ὑπὸ τοῦ σωτῆρος προσκληθὲν καὶ στα‐ | |
10 | θὲν ἐν μέσῳ τῷ ἡγεμονικῷ τῶν μαθητῶν Ἰησοῦ, εἰπεῖν εἶναι ὃ προσ‐ εκαλέσατο ὁ Ἰησοῦς παιδίον, εἴ‐ τε βούλεται ἡμᾶς πάντα τὰ ἄλλα ἀποστραφέντας στραφῆναι πρὸς τὰ | |
15 | παραδείγματα ὑπὸ τοῦ ἁγίου ὑποβαλ‐ λόμενα πνεύματος, ὥστε ἡμᾶς οὕτω γενέσθαι ὡς τὰ παιδία 〈τουτέστι τοὺς ἀποστόλουσ〉, τὰ καὶ αὐτὰ στραφέντα καὶ ὁμοιωθέντα τῷ ἁγίῳ | |
20 | πνεύματι· ἅτινα παιδία ἔδωκεν ὁ θεὸς τῷ σω‐ τῆρι κατὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον· «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδω‐ κεν ὁ θεός». καὶ οὐκ ἔστι γε εἰσελ‐ | |
25 | θεῖν εἰς τὴν τῶν οὐρανῶν βα‐ σιλείαν μὴ στραφέντα ἀπὸ τῶν κοσμικῶν πραγμάτων καὶ ἐξομοιω‐ θέντα τοῖς τὸ πνεῦμα τὸ ἅγιον πε‐ φορηκόσι παιδίοις· ὅπερ πνεῦμα | |
30 | ἅγιον προσκαλεσάμενος ὁ Ἰη‐ σοῦς, ἀπὸ τῆς ἰδίας τελειότητος κα‐ ταβεβηκὸς πρὸς ἀνθρώπους, ὡς παι‐ δίον ἔστησεν αὐτὸ ἐν μέσῳ τῶν μαθητῶν. | |
35 | δεῖ οὖν στραφέντα ἀπὸ τῶν κοσμι‐ κῶν ἐπιθυμιῶν ταπεινῶσαι ἑαυτόν, οὐχ ἁπλῶς ὡς τὸ παιδίον, ἀλλὰ κατὰ τὸ γεγραμ‐ μένον ὡς τὸ παιδίον τοῦτο. | |
40 | ἔστι δὲ τὸ ταπεινῶσαι ἑαυτὸν ὡς τὸ παιδίον ἐκεῖνο 〈τὸ ταπεινῶσαι ἑαυτὸν ὑπὲρ θεοῦ καὶ〉 τὸ μιμήσασθαι τὸ ὑπὲρ σωτηρίας ἀνθρώπων ταπει‐ νῶσαν ἑαυτὸ πνεῦμα ἅγιον. ὅτι δὲ ὁ | |
45 | σωτὴρ καὶ τὸ ἅγιον πνεῦμα ἐξαπε‐ στάλη ὑπὸ τοῦ πατρὸς ἐπὶ σωτηρίᾳ | |
τῶν ἀνθρώπων, δεδήλωται ἐν τῷ Ἡσαΐᾳ ἐκ προσώπου τοῦ σωτῆρος λέγοντι· «καὶ νῦν κύριος ἀπέστειλέ | ||
13.18(50) | με καὶ τὸ πνεῦμα αὐτοῦ». ἰστέον μέντοι ὅτι ἀμφίβολός ἐστιν ἡ λέξις· ἢ γὰρ ὁ θεὸς ἀπέστειλεν, ἀπέστειλε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸν σωτῆρα, ἢ (ὡς ἐξειλήφαμεν) ἀμ‐ | |
55 | φότερα ἀπέστειλεν ὁ πατήρ, τὸν σω‐ | |
τῆρα καὶ τὸ ἅγιον πνεῦμα. μείζων οὖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὁ ταπεινώσας ἑαυ‐ τὸν παρὰ πάντας τοὺς ταπεινοῦντας | ||
60 | ἑαυτοὺς μιμητικῶς ἐκείνου τοῦ παι‐ δίου. πολλοὶ μὲν γὰρ οἱ θέλοντες ἑαυτοὺς ταπεινῶσαι ὡς τὸ παι‐ δίον ἐκεῖνο, ὁ δὲ πάντη παραπλή‐ σιος γενόμενος τῷ ταπεινώσαντι | |
65 | ἑαυτὸν παιδίῳ, ἐκεῖνος ἂν εὑρεθείη ὁ χρηματίσων πάντων μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 〈δεῖ οὖν δέχεσθαι ἓν παιδίον τοι‐ οῦτο〉 ἐπὶ τῷ ὀνόματι τοῦ Ἰη‐ | |
70 | σοῦ, μάλιστα ἐν αὐτῷ ὄντος τοῦ Ἰη‐ σοῦ. ὥσπερ δὲ τὸν Ἰησοῦν δέχεται, ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι αὐτοῦ, οὕτως τὸν Ἰησοῦν ἀποδοκιμάζει καὶ | |
75 | ἐκβάλλει ὁ μὴ βουλόμενος δέξασθαι ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. εἰ δὲ καὶ τῶν τοῦ ἁγίου πνεύματος ἀξιουμένων ἐστὶ διαφορά, πλεῖον ἢ | |
80 | ἔλαττον λαμβανόντων τοῦ ἁγίου πνεύματος τῶν πιστευόντων, εἶεν ἄν τινες οἱ μικροὶ τῶν εἰς θεὸν πιστευόντων σκανδαλίζεσθαι δυ‐ νάμενοι, οὓς ἐκδικῶν σκανδαλισθέν‐ | |
85 | τας ὁ λόγος φησὶ περὶ τῶν σκανδα‐ λισάντων αὐτοὺς τὸ συμφέρει αὐ‐ τῷ ἵνα κρεμασθῇ μύλος ὀνι‐ κὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πε‐ | |
90 | λάγει τῆς θαλάσσης. ταῦτα λε‐ λέχθω κατὰ τὰ ἐκκείμενα τοῦ Ματ‐ θαίου ῥητά. | |
13.19 | Ἴδωμεν δὲ καὶ τὰ παρα‐ πλήσια ἀπὸ τῶν λοιπῶν. Μᾶρκος τοίνυν φησὶν ὅτι «διελέχθησαν ἐν τῇ ὁδῷ» οἱ δώ‐ | |
5 | δεκα, «τίς» αὐτῶν «μείζων» ἐστί· διὸ καὶ «καθίσας ἐφώνησεν» αὐτοὺς καὶ διδάσκει τίς ὁ μείζων, λέγων πρω‐ τείων ὡς μείζονα τεύξεσθαι τὸν γε‐ νόμενον «πάντων» διὰ τῆς μετριότη‐ | |
10 | τος καὶ τῆς ἐπιεικείας ἔσχατον, ὥστε τὸν μὲν τοῦ διακονουμένου μὴ ἀνα‐ δέξασθαι τόπον τὸν δὲ τοῦ διακο‐ νοῦντος, καὶ τοῦτον οὐ πρὸς τινὰς μὲν τινὰς δ’ οὔ, ἀλλὰ πρὸς πάντας | |
15 | ἁπαξαπλῶς. πρόσχες γὰρ τῷ «εἴ τις θέλει πρῶτος γενέσθαι, ἔσται πάν‐ των ἔσχατος καὶ πάντων διάκονος». καὶ ἑξῆς τούτοις φησὶν ὅτι «λαβὼν παιδίον (δηλονότι ὁ Ἰη‐ | |
20 | σοῦς) ἔστησεν ἐν μέσῳ» τῶν μαθη‐ τῶν αὐτοῦ, «καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὃς ἐὰν ἓν τῶν παιδίων τοιούτων δέξηται ἐπὶ τῷ | |
ἐμῷ ὀνόματι, | ||
25 | ἐμὲ δέχεται». ποῖον δὲ ἔλαβε παιδίον καὶ ἐνηγκαλίσατο ὁ Ἰησοῦς κατὰ τὸν βαθύτερον ἐν τοῖς τόποις λόγον ἢ τὸ ἅγιον πνεῦμα; καὶ τούτῳ γε τῷ παιδίῳ ἐξωμοιώθησάν τινες, περὶ | |
30 | ὧν εἶπε τὸ «ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται». κατὰ μέντοι τὸν Λου‐ κᾶν «διαλογισμὸς» εἰς τοὺς μαθητὰς οὐκ ἀναβέβηκεν ἀλλ’ «εἰσῆλθε» περὶ | |
35 | τοῦ «τίς αὐτῶν εἴη μείζων». καὶ «ἰδὼν ὁ Ἰησοῦς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν» (ἅτε ἔχων ὀφθαλ‐ μοὺς διαλογισμοὺς καρδιῶν βλέπον‐ τας «ἰδὼν τὸν διαλογισμὸν τῆς καρ‐ | |
40 | δίας αὐτῶν» οὐδὲ ἐρωτηθεὶς) κατὰ τὸν Λουκᾶν ἔλαβεν παιδίον καὶ «ἔστησεν», οὐ μόνον ἐν μέσῳ αὐ‐ τῶν, ὡς ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος εἰρήκασιν, ἀλλ’ ἤδη καὶ «παρ’ ἑαυ‐ | |
45 | τῷ καὶ εἶπε» τοῖς μαθηταῖς οὐ μόνον τὸ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἢ «ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται», ἀλλ’ ἤδη καὶ ἐπανα‐ | |
13.19(50) | βεβηκότως τὸ «ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ | |
δέχεται». χρὴ οὖν κατὰ τὸν Λουκᾶν ἐκεῖνο τὸ παιδίον, | ||
55 | οὗ λαβόμενος ὁ Ἰησοῦς «ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ», δέξασθαι «ἐπὶ τῷ ὀνόματι» τοῦ Ἰησοῦ. Καὶ οὐκ οἶδα εἰ δύναταί τις μὴ τροπολογῆσαι τὸ «ὃς ἐὰν δέξηται | |
60 | τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου». χρὴ γὰρ ἐκεῖνο τὸ παιδίον, ὃ τότε «ἔστησεν» ὁ Ἰησοῦς «παρ’ ἑαυ‐ τῷ λαβόμενος» αὐτοῦ, δέξασθαι ἕκα‐ στον ἡμῶν «ἐπὶ τῷ ὀνόματι» τοῦ | |
65 | Ἰησοῦ. ζῇ γὰρ ὡς ἀθάνατον, καὶ χρὴ αὐτὸ ἀπ’ αὐτοῦ τοῦ Ἰησοῦ 〈κατασταθὲν παρὰ τῷ Ἰησοῦ〉 δέξασθαι «ἐπὶ τῷ ὀνόματι» τοῦ Ἰησοῦ, οὗ μὴ χωριζό‐ | |
70 | μενος ὁ Ἰησοῦς γίνεται παρὰ τῷ δε‐ χομένῳ τὸ παιδίον, ὡς κατὰ τοῦτο λελέχθαι τὸ «ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνό‐ ματί μου, ἐμὲ δέχεται». | |
75 | εἶτ’ ἐπεὶ ἀχώριστός ἐστι τοῦ υἱοῦ ὁ πατήρ, 〈ὁμοῦ καὶ ὁ πατὴρ〉 γίνε‐ | |
ται παρὰ τῷ δεξαμένῳ τὸν υἱόν· διὸ λέλεκται· «καὶ ὃς ἐὰν ἐμὲ δέξη‐ ται, δέχεται τὸν ἀποστείλαντά με». | ||
80 | ὁ δὲ δεξάμενος τὸ παιδίον καὶ τὸν σωτῆρα καὶ τὸν ἀποστείλαντα αὐτόν, «μικρότερός» ἐστιν «ἐν πᾶσι» τοῖς Ἰησοῦ μαθηταῖς ἑαυτὸν σμικρύνων· ὅσον δὲ ἑαυτὸν σμικρύνει, τοσοῦτον | |
85 | γίνεται «μέγας» 〈ὑπ’〉 αὐτοῦ τοῦ ἐπιτέλλοντος σμικρύνειν αὑτὸν καὶ ποιοῦντος ἐπιδιδόναι εἰς μέγε‐ θος· πρόσχες γὰρ τῷ «ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι | |
90 | μέγας». ἀνέγνωμεν δὲ καὶ ἐν ἄλ‐ λοις «καὶ ἔσται μέγας». κατὰ δὲ τὸν Λουκᾶν ἐὰν μή τις «δέξηται τὴν τοῦ θεοῦ βασιλείαν ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν»· καὶ | |
95 | ἔστιν ἀμφίβολος ἡ λέξις, ἢ γὰρ ἵνα ὁ δεχόμενος τὴν τοῦ θεοῦ βασι‐ λείαν γένηται ὡς παιδίον, ἢ ἵνα τὴν τοῦ θεοῦ βασιλείαν παραδέξη‐ ται γενομένην αὐτῷ ὡς παιδίον. καὶ | |
13.19(100) | τάχα ἐνταῦθα μὲν οἱ δεχόμενοι τὴν τοῦ θεοῦ βασιλείαν δέχονται αὐτὴν οὖσαν ὡς παιδίον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι οὐκέτι ὡς παιδίον κατὰ τὸ μέ‐ γεθος τῆς τελειότητος ἐν τῇ (ἵν’ οὕ‐ | |
105 | τως ὀνομάσω) πνευματικῇ ἡλικίᾳ ἐπιδεικνυμένης πᾶσι τοῖς ἐπὶ τοῦ παρόντος παραδεξαμένοις αὐτὴν οὖσαν ἐνταῦθα ὡς παιδίον. | |
13.20(1n) | Οὐαὶ τῷ κόσμῳ ἀπὸ | |
2n | τῶν σκανδάλων (18, 7[—14]). | |
3 | Καθ’ αὑτὴν μὲν καὶ ἀπολελυμένως εἴρηται ἡ τοῦ κόσμος φωνὴ 〈ἐν τῷ〉 | |
5 | «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐ‐ τὸν οὐκ ἔγνω». κατὰ δὲ τὴν πρός τι σχέσιν, μετὰ τῆς πρὸς ἐκεῖνο ἐπι‐ πλοκῆς οὗ κόσμος ἐστίν, ὠνόμα‐ σται ἐν τῷ «μὴ ἀναβλέψας εἰς τὸν | |
10 | οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐ‐ τοῖς καὶ λατρεύσῃς αὐτοῖς». τὸ δ’ ὅμοιον φήσεις ἐν τῇ Ἐσθὴρ λελέ‐ | |
15 | χθαι περὶ αὐτῆς, ὅτε γέγραπται πε‐ ριελομένη «πάντα τὸν κόσμον αὐτῆς». οὐ γὰρ ταὐτόν ἐστιν ἁπλῶς ὁ κόσμος | |
καὶ ὁ κόσμος τοῦ οὐρανοῦ ἢ ὁ κό‐ σμος τῆς Ἐσθήρ. τὸ δὲ νῦν ἡμῖν | ||
20 | ζητούμενον ἄλλο. νομίζω οὖν ὅτι οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημά ἐστι κατὰ τὰ θεῖα γράμματα ὁ κόσμος, ἀλλ’ ὁ περίγειος μόνος τόπος, | |
25 | καὶ οὗτος οὐ καθ’ ὅλην νοούμενος τὴν γῆν, ἀλλ’ ὁ κατὰ τὴν ἡμετέραν οἰκουμένην· «ἐν τῷ κόσμῳ» γὰρ «ἦν τὸ ἀληθινὸν φῶς», τῷ περιγείῳ τόπῳ τῷ κατὰ | |
30 | τὴν ἡμετέραν 〈οἰκουμένην〉 νοουμένῳ, «καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω», οἱ ἐν τῷ περιγείῳ τόπῳ ἄνθρωποι, τάχα δὲ καὶ αἱ οἰκεῖαι τῷ χωρίῳ τού‐ τῳ δυνάμεις. | |
35 | ἄτοπον γὰρ λέγειν τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς σύστημα, ὥστ’ εἰπεῖν ἂν ὅτι ἥλιος καὶ σελήνη καὶ ὁ χορὸς τῶν ἀστέρων καὶ οἱ ἐν ὅλῳ τῷ κόσμῳ τούτῳ ἄγ‐ | |
40 | γελοι οὐκ ἔγνωσαν «τὸ ἀληθινὸν φῶς» καὶ ἀγνοοῦντες αὐτὸ ἐτήρησαν τὴν ἐπιτεταγμένην αὐτοῖς ἀπὸ θεοῦ τάξιν. ἀλλὰ καὶ ὅταν λέγηται ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα | |
45 | εὐχῇ· «καὶ νῦν δόξασόν με, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ | |
τοῦ τὸν κόσμον εἶναι παρὰ σοί», χρὴ ἀκούειν κόσμον λέγεσθαι τὴν καθ’ ἡμᾶς ἐπὶ γῆς οἰκουμένην· | ||
13.20(50) | ἀλλὰ καὶ ὁ σωτὴρ λέγων· «κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ», τὸν ἐπίγειον λέγει κόσμον· οὐ γὰρ νομιστέον τὰ ἀντικείμενα αὐτὸν λέγειν φά‐ | |
55 | σκοντα· «κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ κόσμῳ εἰμί». ἀλλὰ καὶ ἐν τῷ «καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ» | |
60 | τὸν περίγειον τόπον τοῦτον νομιστέον. ἀπὸ γὰρ τούτου τοῦ κόσμου ἔδωκε τῷ υἱῷ ὁ πατὴρ ἀνθρώπους, περὶ ὧν ὁ σωτὴρ ἐρωτᾷ τὸν πατέρα μόνων, | |
65 | καὶ «οὐ περὶ τοῦ κόσμου» ὅλου τῶν ἀνθρώπων. σαφῶς δὲ οὗτος σημαίνεται καὶ ἐκ | |
τοῦ «καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου»· | ||
70 | ἐμίσησε γὰρ ἡμᾶς (ἐξ οὗ μηκέτι σκοποῦμεν «τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα») διὰ τὴν Ἰησοῦ διδασκαλίαν οὐ κόσμος ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς συνε‐ | |
75 | στηκὼς πᾶς, ἀλλ’ οἱ ἐπὶ γῆς μεθ’ ἡμῶν ἄνθρωποι. τὸ «οὐκ εἰσὶν ἐκ τοῦ κόσμου» ἴσον ἐστὶ τῷ οὐκ εἰσὶν ἐκ τοῦ περιγείου τόπου· οὕτω δὲ καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ «ἐκ τοῦ κό‐ | |
80 | σμου οὐκ εἰσὶν» ὡς οὐδ’ αὐτὸς «ἐκ τοῦ κόσμου» ἦν. ἔτι δὲ καὶ τὸ «ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας» (δὶς εἰρημένον ἐν τῷ κατὰ Ἰωάννην) | |
85 | οὐκ ἀναφέρεται ἐπὶ τὰ κρείττονα τῶν ἀνθρώπων, ἀλλ’ ἐπὶ τοὺς χρῄζοντας πιστεύειν ἀνθρώπους ὅτι ὁ πατὴρ τὸν υἱὸν εἰς τὸν τῇδε κόσμον ἀπέ‐ στειλε. καὶ παρὰ τῷ ἀποστόλῳ δὲ «ἡ | |
90 | πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ». | |
13.21 | Εἰ δὲ οὐαὶ τοῖς πανταχοῦ τῆς γῆς ἀνθρώποις ἀπὸ τῶν σκαν‐ δάλων, ὧν καὶ τὰ σκάνδαλα ἅπτεται, | |
5 | οὐκ εἰσὶ δὲ οἱ μαθηταὶ «ἐκ τοῦ κόσμου» μὴ σκοποῦντες «τὰ βλεπόμενα» καθὼς οὐδὲ ὁ διδάσκαλος «ἐκ τοῦ κόσμου» ἐστίν, οὐδενὶ τῶν μαθητῶν | |
10 | τοῦ Ἰησοῦ ἐστιν ἀπὸ τῶν σκαν‐ δάλων οὐαί, ἐπείπερ «ἐστὶν εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδα‐ λον». εἰ δέ τις δοκεῖ μὲν χρηματίζειν | |
15 | μαθητής, ἔτι δέ ἐστιν «ἐκ τοῦ κό‐ σμου» διὰ τὸ ἀγαπᾶν «τὸν κόσμον» καὶ «τὰ ἐν αὐτῷ» (λέγω δὲ τὴν ἐν τῷ περιγείῳ τόπῳ ζωὴν καὶ τὰ ἐν αὐτῷ χρήματα ἢ κτήματα ἢ ὁποιανποτοῦν | |
20 | περιουσίαν), ὡς μὴ ἁρμόζειν αὐτῷ τὸ «ἐκ τοῦ κόσμου οὐκ εἰσίν», ἀλη‐ θῶς ὡς «ἐκ τοῦ κόσμου» ὄντι τούτῳ τὸ τῷ κόσμῳ συμβαῖνον οὐαὶ ἀπὸ τῶν σκανδάλων συμβήσεται αὐτῷ. | |
25 | ὁ δὲ θέλων ἐκκλῖναι τὸ οὐαὶ τοῦτο μὴ ἔστω φιλόζωος, ἀλλὰ λεγέτω κατὰ Παῦλον· «ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ | |
κόσμῳ»· | ||
30 | οἱ γὰρ «ὄντες ἐν τῷ σκήνει» ἅγιοι στενάζουσι «βαρούμενοι» ἀπὸ τοῦ τῆς ταπεινώσεως σώματος καὶ πάντα πράττουσιν, ἵνα ἄξιοι γένωνται εὑ‐ ρεθῆναι ἐν τῷ τῆς ἀναστάσεως μυ‐ | |
35 | στηρίῳ, ὅτε «μετασχηματίσει» ὁ θεὸς οὐ πάντων «τὸ σῶμα τῆς τα‐ πεινώσεως», ἀλλὰ τῶν Χριστῷ γνη‐ σίως μαθητευομένων, εἰς τὸ γενέ‐ σθαι αὐτὸ «σύμμορφον 〈τῷ σώματι〉 | |
40 | τῆς δόξης» τοῦ Χριστοῦ. ὥσπερ γὰρ οὐδὲν τῶν οὐαὶ συμβαίνει τινὶ τῶν Χριστοῦ μαθη‐ τῶν, οὕτως οὐδὲ τὸ οὐαὶ τῷ κόσμῳ | |
45 | ἀπὸ τῶν σκανδάλων. ἐὰν γὰρ καὶ μυρία σκάνδαλα γίνη‐ ται, ἀλλ’ οὐχ ἅψεται τῶν οὐκέτι «ἐκ τοῦ κόσμου». εἰ δὲ ἐπιδέχεταί τις τὸ σκανδαλίζεσθαι παρὰ τὸ ἀνερμά‐ | |
13.21(50) | τιστον τῆς πίστεως καὶ ἀβέβαιον τῆς πρὸς τὸν λόγον τοῦ θεοῦ συγκατα‐ βάσεως, ἴστω μηδέπω χρηματίζων παρὰ τῷ Ἰησοῦ μαθητὴς αὐτοῦ. τοσαῦτα δὲ ἔρχεσθαι νομιστέον | |
55 | σκάνδαλα, ὥστε τὸ οὐαὶ μὴ ἐπί τινα μόρια τῆς γῆς φθάνειν, ἀλλ’ ἐπὶ τὸν ὅλον ἐν | |
αὐτῇ κόσμον. | ||
13.22 | Καὶ ἀνάγκη ἐστὶν ἐλ‐ θεῖν τὰ σκάνδαλα, ἅπερ ἄλλα νομίζω εἶναι τῶν ἀνθρώπων δι’ ὧν ἔρχεται. τὰ οὖν ἐρχόμενα σκάν‐ | |
5 | δαλα στρατιά τις ἐστὶ τοῦ διαβόλου, ἄγγελοι αὐτοῦ καὶ μοχθηρὸς χορὸς πνευμάτων ἀκαθάρτων, ἅπερ ζη‐ τοῦντα ὄργανα δι’ ὧν ἐνεργήσει εὑ‐ ρίσκει πολλάκις μὲν τοὺς πάντη ξέ‐ | |
10 | νους τῆς εὐσεβείας, ἔσθ’ ὅτε δὲ καὶ τῶν νομιζομένων τινὰς πιστεύειν τῷ λόγῳ τοῦ θεοῦ, οἷς χεῖρόν ἐστι τὸ οὐαὶ | |
15 | παρὰ τὸ οὐαὶ τῷ σκανδαλιζομένῳ, ὥσπερ καὶ «Τύρῳ καὶ Σιδῶνι ἀνε‐ κτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως» ἤπερ τοῖς τόποις ἔνθα ἐποίησε μὲν σημεῖα ὁ Ἰησοῦς καὶ τέρατα, οὐκ | |
20 | ἐπιστεύθη δέ. δυνηθείη δ’ ἄν τις ὥσπερ πραγμα‐ τείαν ποιῆσαι ἀπὸ τῶν γραφῶν ἐκ τῆς τῶν μακαριζομένων καὶ ἐφ’ οἷς μακαρίζονται συναγωγῆς, οὕτω καὶ | |
25 | ἐκ τῶν γεγραμμένων οὐαὶ καὶ τῶν ἐφ’ οἷς λέλεκται τὸ οὐαί. ἔτι δὲ καὶ εἰς τὸ χεῖρον εἶναι τὸ ἀπὸ τοῦ σκανδαλίζοντος οὐαὶ | |
παρὰ τὸ τοῦ σκανδαλιζομένου | ||
30 | παραστήσεις τὸ «ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ» καὶ τὰ ἑξῆς· ἐκδικουμένου γὰρ τοῦ σκανδαλι‐ | |
35 | σθέντος μικροῦ ἀπὸ τοῦ σκανδαλί‐ σαντος αὐτὸν τοιοῦτον συμφέρει βαρὺ καὶ δυσυπομόνητον ὃ ἀναγέ‐ γραπται εἶναι περὶ τοῦ σκανδαλί‐ ζοντος. | |
40 | ταῦτα δὲ εἰ ἐπιμελέστερον ἐν〈ε〉νοοῦ‐ μεν, ἐφυλαξάμεθα ἂν ἁμαρτάνειν «εἰς τοὺς ἀδελφοὺς καὶ» τύπτειν «αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν», ἵνα μὴ «εἰς Χριστὸν» ἁμαρτάνωμεν, | |
45 | πολλάκις ἀπολλυμένων οὐ μόνον τῇ ἡμετέρᾳ «γνώσει» ἀλλὰ καὶ ἄλλοις τισὶ τῶν περὶ ἡμᾶς ἀδελφῶν, δι’ οὓς «Χριστὸς ἀπέθανεν» ἐφ’ οἷς «εἰς Χριστὸν» ἁμαρτάνοντες τίσομεν | |
13.22(50) | δίκας ἐκδικουμένης τῆς τῶν δι’ ἡμᾶς ἀπολλυμένων ψυχῆς ἐξ ἡμῶν. | |
13.23 | Μετὰ ταῦτα βασανιστέον | |
τὸ τῆς ἀνάγκης ὄνομα ἐν τῷ ἀνάγ‐ κη γάρ ἐστιν ἐλθεῖν τὰ σκάν‐ δαλα καὶ τὸ ἰσοδυναμοῦν αὐτῷ παρὰ | ||
5 | τῷ Λουκᾷ· «ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα» (ἀντὶ τοῦ ἀδύ‐ νατον). καὶ ὥσπερ ἀνάγκη τὸ θνη‐ τὸν ἀποθνῄσκειν καὶ ἀνένδεκτον αὐ‐ τὸ μὴ ἀποθανεῖν, καὶ ἀνάγκη τρέ‐ | |
10 | φεσθαι τὸν ἐν σώματι—ἀνένδεκτον γὰρ τὸν μὴ τρεφόμενον ζῆν—, οὕτως ἀνάγκη 〈ἐλθεῖν τὰ σκάν‐ δαλα〉 καὶ «ἀνένδεκτον μὴ ἐλθεῖν τὰ σκάνδαλα», | |
15 | ἐπεὶ ἀνάγκη καὶ προϋφεστάναι τὴν κακίαν τῆς ἀρετῆς ἐν οὐρανίοις, ἀφ’ ἧς κακίας τὰ σκάνδαλα. ἀνένδεκτον γάρ ἐστιν ἄνθρωπον εὑ‐ ρεθῆναι πάντη ἀναμάρτητον καὶ χω‐ | |
20 | ρὶς ἁμαρτίας ἀνειληφότα τὴν ἀρε‐ τήν. ἡ γὰρ ἐν ταῖς πονηραῖς δυνάμεσι κα‐ κία, ἀρχηγικὴ τυγχάνουσα τῆς ἐν ἀνθρώποις κακίας, πάντως ὁρμᾷ | |
25 | ἐπὶ τὸ διά τινων ὀργάνων ἐνεργῆσαι κατὰ τῶν τοῦ κόσμου ἀνθρώπων. τάχα δὲ καὶ πλεῖον αἱ πονηραὶ δυνά‐ μεις ἐξαγριοῦνται | |
30 | ἐκβαλλόμεναι τῷ λόγῳ τοῦ Ἰησοῦ καὶ 〈οἱ δαίμονες τρεφθέντες τῷ αἵματι τῶν θυσιῶν ἐξοργίζονται〉 μειουμένης τῆς λατρείας αὐτῶν τῶν ἐθίμων θυσιῶν αὐτοῖς οὐ προ‐ | |
35 | σφερομένων, καὶ ἀνάγκη ἐστὶ ταῦτα ἐλθεῖν, οὐκ ἀνάγκη δὲ διὰ τοῦδέ τινος. διό‐ περ ὡς τόπον δεδωκότι τῇ πονηρᾷ ἐνεργείᾳ σκανδαλίζειν προαιρουμένῃ | |
40 | τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδα‐ λον ἔρχεται, γίνεται τὸ οὐαί. μὴ νομίσῃς δὲ φύσει τινὰ καὶ ἐκ κατα‐ σκευῆς τὰ σκάνδαλα εἶναι ἀνθρώ‐ πους ζητοῦντα δι’ ὧν ἔλθῃ· ὡς γὰρ | |
45 | «ὁ θεὸς θάνατον οὐκ ἐποίησεν», οὕ‐ τως οὐδὲ σκάνδαλα ἔκτισεν, ἀλλὰ τὸ αὐτεξούσιον ἐγέννησεν ἔν τισι τὸ σκάνδαλον, μὴ βουληθεῖσιν ἀνα‐ | |
τλῆναι τοὺς ὑπὲρ ἀρετῆς πόνους. | ||
13.24 | Καὶ καλὸν μὲν οὖν εἰ ἐπαι‐ νετὸς εἴη ὁ ὀφθαλμὸς καὶ ἡ χείρ, ἵνα μὴ δύνηται εὐλόγως «εἰπεῖν ὁ ὀφθαλμὸς τῇ χειρί· χρείαν σου οὐκ | |
5 | ἔχω». εἰ δέ τις ἐν τῷ ὅλῳ σώματι τῶν συναγωγῶν τῆς ἐκκλησίας χεὶρ χρηματίσας διά τι πρακτικόν, με‐ ταβαλὼν γένοιτο σκανδαλίζουσα χείρ, λεγέτω τῇ τοιαύτῃ χειρὶ ὁ | |
10 | ὀφθαλμός· «χρείαν σου οὐκ ἔχω», καὶ εἰπὼν ἐκκοψάτω αὐτὴν καὶ βαλέτω ἀφ’ ἑαυτοῦ. οὕτω δὲ καλὸν μέν, εἰ καὶ κεφαλή τις εἴη μακαρία καὶ πό‐ δες ἄξιοι τῆς μακαρίας κεφαλῆς, ἵνα | |
15 | μὴ δύνηται τὰ πρέποντα ἑαυτῇ τη‐ ροῦσα «ἡ κεφαλὴ τοῖς ποσὶν» εἰπεῖν· «χρείαν ὑμῶν οὐκ ἔχω». εἰ μέντοι τις εὑρεθείη ποὺς σκάνδαλον τοῦ ὅλου γινόμενος σώματος, λεγέτω ἡ κεφα‐ | |
20 | λὴ τῷ τοιούτῳ ποδί· «χρείαν σου οὐκ ἔχω», καὶ ἐκκόψας αὐτὸν βαλέτω ἀπ’ αὐτοῦ. καὶ γὰρ πολλῷ βέλτιον εἰσελθεῖν εἰς τὴν ζωὴν τὸ λοιπὸν σῶμα | |
25 | (λεῖπον τῷ σκανδαλίσαντι ποδὶ ἢ τῇ σκανδαλισάσῃ χειρί), ἤπερ διαδοθέν‐ τος τοῦ σκανδάλου ἐπὶ 〈ὅλον τὸ σῶμα〉 ὅλον τὸ σῶμα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς μετὰ τῶν δύο | |
30 | ποδῶν ἢ τῶν δύο χειρῶν. οὕτω δὲ καλὸν μὲν τὸν δυνηθέντα γε‐ νέσθαι ὀφθαλμὸν τοῦ ὅλου σώματος ἄξιον εἶναι 〈τῆς κεφαλῆσ〉 Χριστοῦ καὶ τοῦ ὅλου σώματος. εἰ μέντοι | |
35 | μεταβάλοι ποτὲ ὁ τοιοῦτος ὀφθαλ‐ μὸς εἰς τὸ γενέσθαι αὐτὸν σκάνδαλον τοῦ ὅλου σώματος, καλὸν αὐτὸν ἐξε‐ λόντα ἔξω βαλεῖν τοῦ σώματος ὅλου καὶ χωρὶς ἐκείνου τοῦ ὀφθαλμοῦ σω‐ | |
40 | θῆναι τὸ λοιπὸν σῶμα, ἢ (μετ’ αὐτοῦ ὅλου βεβλαμμένου τοῦ σώματος) βληθῆναι ὅλον βεβλαμμένον τὸ | |
σῶμα εἰς τὴν γέενναν τοῦ πυρός. | ||
13.25 | Δυνατὸν δὲ τοῖς ῥητοῖς τού‐ τοις χρήσασθαι καὶ ἐπὶ τῶν οἰκειοτά‐ των καὶ ὡσπερεὶ μελῶν ἡμῶν, διὰ τὴν πολλὴν οἰκειότητα εἴτε συγγενικὴν | |
5 | εἴτε ἔκ τινος συνηθείας (ἵν’ οὕτως ὀνομάσω) φιλικῆς μελῶν ἡμῶν νενο‐ μισμένων, ὧν οὐ χρὴ φείσασθαι τὴν ψυχὴν ἡμῶν βλαπτόντων. ἐκκόψω‐ μεν γὰρ ἀφ’ ἑαυτῶν, ὡς χεῖρα ἢ | |
10 | πόδα ἢ ὀφθαλμόν, πατέρα ἢ μητέρα τὰ ἐναντία τῇ θεοσεβείᾳ ἡμᾶς πράττειν θέλοντας καὶ υἱὸν ἢ θυγα‐ τέρα (τὸ ὅσον ἐφ’ ἑαυτοῖς) ἀφιστάν‐ τας ἡμᾶς τῆς ἐκκλησίας τοῦ Χρι‐ | |
15 | στοῦ καὶ τῆς ἀγάπης αὐτοῦ. ἀλλὰ κἂν «γυνὴ ἡ ἐν κόλπῳ ἢ φίλος ὁ ἴσος τῆς ψυχῆς» σκάνδαλα ἡμῶν γίνων‐ ται, μὴ φεισώμεθα, | |
20 | ἀλλὰ ἐκκόψαντες αὐτοὺς ἀφ’ ἑαυ‐ τῶν βάλωμεν ἔξω τῆς ψυχῆς ἡμῶν | |
ὡς οὐκ οἰκείους, ἀλλὰ πολεμίους ἡμῶν τῇ σωτηρίᾳ. ὅστις γὰρ «οὐ μι‐ σεῖ τὸν πατέρα καὶ τὴν μητέρα» καὶ | ||
25 | τὰ ἐπιφερόμενα, ὅτε καιρός ἐστιν αὐτὰ μισεῖν ὡς πολέμια καὶ ἐπί‐ βουλα, ἵνα δυνηθῇ κερδῆσαι Χρι‐ στόν, οὗτος οὐκ ἔστιν ἄξιος τοῦ υἱοῦ τοῦ θεοῦ. καὶ ἐπὶ τούτων γε ἔστιν | |
30 | εἰπεῖν ὅτι ἐκ περιστάσεως οἱονεὶ χωλός τις σώζεται ἀπολέσας πόδα (φέρε εἰπεῖν τὸν ἀδελφὸν) καὶ μόνος κληρονομῶν τὴν βασιλείαν τοῦ θεοῦ, καὶ κυλλός 〈τισ〉 σώζεται (μὴ σωζο‐ | |
35 | μένου αὐτῷ τοῦ πατρὸς 〈ἢ τῆς μη‐ τρόσ〉, ἀλλ’ ἐκείνων μὲν ἀπολλυμένων αὐτοῦ δὲ χωριζομένου ἐκείνων), ἵνα μόνος τύχῃ τῶν μακαρισμῶν. οὕτω δὲ καὶ μονόμματός τις σώζεται | |
40 | (τὸν ὀφθαλμὸν τῆς ἑαυτοῦ οἰκίας ἐκκόψας, τὴν γαμετὴν πορνεύσασαν), ἵνα μὴ 〈μετὰ τοιούτου ὀφθαλμοῦ〉 δύο ὀφθαλμοὺς ἔχων ἀπέλθῃ εἰς τὴν γέενναν τοῦ πυρός. δύναται | |
45 | γὰρ καὶ τὸ ἁμαρτητικῶς μὲν (ἵν’ οὕτως ὀνομάσω) 〈πρακτικὸν καὶ〉 πορευτικὸν τῆς ψυχῆς, ἁμαρτητικῶς δὲ διορατικὸν ἡ σκανδαλίζουσα εἶναι χεὶρ καὶ ὁ σκανδαλίζων ποὺς καὶ ὁ | |
13.25(50) | σκανδαλίζων ὀφθαλμός· ἅτινα κρεῖττον ἀποβαλεῖν 〈κακὰ ὄντα〉 καὶ ἀποθέμενον αὐτὰ χωρὶς αὐτῶν εἰ‐ σελθεῖν εἰς τὴν ζωὴν *** οἱονεὶ | |
55 | χωλὸν ἢ κυλλὸν ἢ μονόμματον, ἢ μετ’ ἐκείνων τὴν ὅλην ἀπολέσαι ψυχήν. ὁμοίως καὶ ἐπὶ τῆς ψυχῆς καλὸν καὶ μακάριον ἐπὶ τοῖς βελτίστοις χρῆσθαι τῇ | |
60 | δυνάμει αὐτῆς· εἰ δὲ μέλλομεν διά τινα μίαν *** ἀπολέσθαι, αἱρετώτερον ἀποβαλεῖν τὴν χρῆσιν αὐτῆς 〈σκανδαλιζούσησ〉, | |
65 | ἵνα μετὰ τῶν ἄλλων δυνάμεων σω‐ θῶμεν. | |
13.26 | Ὁρᾶτε μὴ καταφρονή‐ | |
σητε ἑνὸς τῶν μικρῶν τούτων. δοκεῖ μοι ὅτι ὥσπερ ἐν τοῖς ἀνθρω‐ πίνοις σώμασίν ἐστι μεγέθη διάφορα, | ||
5 | ὡς τινὰς μὲν αὐτῶν εἶναι μικροὺς ἑτέρους δὲ μεγάλους καὶ ἄλλους 〈τοὺσ〉 μεταξύ, καὶ πάλιν εἶναι μικρῶν διαφορὰς ἐπὶ πλεῖον ἢ ἔλαττον ὄντων μικρῶν, | |
10 | ὁμοίως καὶ μεγάλων, καὶ τῶν μετα‐ ξύ, οὕτως καὶ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐστί τινα χαρακτηρίζοντα τὴν μικρότητα αὐτῶν καὶ ἄλλα τὴν | |
15 | (ἵν’ οὕτως εἴπω) μεγαλότητα καὶ ἁπαξαπλῶς 〈ἄλλα〉 ἀνάλογον τοῖς σωματικοῖς τὴν μεταξύτητα. ἀλλ’ ἐπὶ μὲν τῶν σωμάτων οὐ παρὰ τὴν αἰτίαν τοῦ ἀνθρώπου, ἀλλὰ παρὰ | |
20 | τοὺς σπερματικοὺς λόγους ὁ μέν τίς ἐστι βραχὺς καὶ μικρός, ὁ δὲ μέγας, ὁ δὲ μεταξύ. ἐπὶ δὲ τῶν ψυχῶν καὶ τὸ ἐφ’ ἡμῖν καὶ αἱ τοιαίδε πράξεις καὶ τὸ τοιοῦτον ἦθος τὴν αἰτίαν ἔχει | |
25 | τοῦ μέγαν τινὰ εἶναι ἢ μικρὸν ἢ ἐν τοῖς μεταξὺ τυγχάνειν· καὶ ἔστιν ἐκ | |
τοῦ ἐφ’ ἡμῖν ἤτοι προκόπτειν τῇ ἡλικίᾳ ἐπιδιδόντα εἰς μέγεθος ἢ μὴ προκόπτοντα εἶναι βραχύν. καὶ οὕτω | ||
30 | γε ἀκούω περὶ τοῦ σωτῆρος ἀναλα‐ βόντος καὶ ἀνθρωπίνην ψυχὴν τὸ «ὁ Ἰησοῦς προέκοπτεν». ὡς γὰρ ἐκ τοῦ ἐφ’ ἡμῖν τῆς ψυχῆς αὐτοῦ ἦν ἡ «ἐν σοφίᾳ» προκοπὴ «καὶ | |
35 | χάριτι», οὕτως καὶ ἐν «ἡλικίᾳ»· καὶ ὁ ἀπόστολος· «μέχρι καταντή‐ σωμεν πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ». καταντᾶν γὰρ εἰς ἄνδρα | |
40 | καὶ τοῦτο[ν] τέλειον, «κατὰ τὸν ἔσω ἄνθρωπον» νομιστέον, τὸν διαβάντα τὰ τοῦ νηπίου καὶ φθάσαντα ἐπὶ τὸν ἄνδρα καὶ καταργήσαντα «τὰ τοῦ νηπίου» | |
45 | καὶ ἁπαξαπλῶς τελειώσαντα τὰ τοῦ ἀνδρός. οὕτω δ’ ὑποληπτέον εἶναί τι καὶ μέ‐ τρον πνευματικῆς ἡλικίας, ἐφ’ ὃ ἡ τελειοτάτη δύναται φθάσαι | |
13.26(50) | ψυχὴ ἐκ τοῦ μεγαλύνειν τὸν κύριον καὶ μεγάλη γίνεσθαι. Οὕτως οὖν καὶ μεγάλοι μὲν περὶ ὧν τοῦτ’ ἀναγέγραπται γεγόνασιν, Ἰσαὰκ καὶ Μωσῆς καὶ Ἰωάννης | |
55 | καὶ αὐτὸς ἐπὶ πᾶσιν ὁ σωτήρ· καὶ γὰρ περὶ αὐτοῦ ὁ Γαβριὴλ εἶπε τὸ «ἔσται μέγας». μικροὶ δὲ τὰ «ἀρτιγέννητα βρέφη» 〈ἐν Χριστῷ *** | |
60 | ὡς «ἀρτιγέννητα βρέφη»〉, «λογικὸν ἄδο‐ λον γάλα» ἐπιποθοῦντα, οἵτινες καὶ τῶν παρὰ τῷ Ἡσαΐᾳ λε‐ γομένων τιθηνῶν δέονται καὶ τρο‐ | |
65 | φῶν, λέγοντι περὶ τῆς ἀπὸ τῶν ἐθ‐ νῶν κλήσεως· «καὶ ἄξουσι τοὺς υἱοὺς ἐν κόλπῳ, τὰς δὲ θυγατέρας ἐπὶ τῶν ὤμων ἀροῦσι, καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν | |
70 | τροφοί σου». ἐπιστήσεις οὖν διὰ ταῦ‐ τα καὶ τῷ μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν, μήποτε οἱ ἄγ‐ γελοι αὐτῶν οἱ ἄγοντες αὐτούς εἰσιν «ἐν κόλπῳ», ἐπὰν ὦσιν υἱοί, | |
75 | ἀλλὰ καὶ ἐπὶ τῶν «ὤμων» αἴροντες τὰς λεγομένας «θυγατέρας», καὶ ἀπὸ τούτων εἰσὶ «τιθηνοὶ» μὲν οἱ λεγό‐ μενοι «βασιλεῖς», «τροφοὶ» δὲ αἱ ὀνο‐ μαζόμεναι «ἄρχουσαι». καὶ ἐπεὶ οἱ | |
80 | δεικνύμενοι ὑπὸ τοῦ σωτῆρος ἡμῶν μικροὶ ὡς ὑπὸ τροφῶν καὶ τιθηνῶν οἰκονομοῦνται, διὰ τοῦτ’ οἶμαι καὶ Μωσέα, πιστεύοντα ἐν τῇ τῶν μεγά‐ λων ἤδη τετάχθαι χώρᾳ, εἰρηκέναι | |
85 | πρὸς τὸ «ὁ ἄγγελός μου προπορεύ‐ σεται ὑμῶν» τὸ «εἰ μὴ αὐτὸς συμ‐ πορεύῃ μετ’ ἐμοῦ, μή με ἀναγάγῃς ἐντεῦθεν»· εἴπερ γὰρ ὁ μικρὸς μὲν καὶ «κληρο‐ | |
90 | νόμοσ»—ᾗ «νήπιος» δὲ ὡς μηδὲν δια‐ φέρων «δούλου» (ὅτε ἐστὶ νήπιος) καὶ ᾗ μικρός ἐστι—τὸ τῆς «δουλείας εἰς φόβον» ἔχει πνεῦμα, ὁ δὲ μηδαμῶς ἔτι τοιοῦτος, | |
95 | οὐκέτι μὲν τὸ τῆς «δουλείας», ἤδη δὲ τὸ τῆς «υἱοθεσίας», ὅτε «ἡ τε‐ λεία ἀγάπη ἔξω βάλλει τὸν φόβον», δῆλον ἔσται σοι, ὅτι κατὰ ταῦτα παρεμβάλλειν λέγεται ὁ «ἄγγελος κυ‐ | |
13.26(100) | ρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν» καὶ ῥύεσθαι «αὐτούς». ἐπιστήσεις δὲ κατὰ ταῦτα καὶ εἰ μικρῶν μέν εἰσιν ἄγγελοι 〈τῶν〉 πνεύματι «δουλείας [τῶν] εἰς φόβον» ἀγομένων (ἐπεὶ «παρ‐ | |
105 | εμβάλλει ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύεται αὐ‐ τούς»), μεγάλων δὲ ὁ τῶν ἀγγέλων μείζων κύριος (ὅστις λέγοι ἂν περὶ ἑνὸς ἑκάστου αὐτῶν τὸ «μετ’ αὐτοῦ | |
110 | εἰμι ἐν θλίψει»). καὶ ὅσον μέν ἐσμεν ἀτελεῖς καὶ δεόμενοι τοῦ βοηθοῦντος ἡμῖν πρὸς τὸ ῥυσθῆναι ἀπὸ κακῶν, ἀγγέλου δεόμεθα περὶ οὗ ἔλεγεν ὁ Ἰα‐ | |
κὼβ τὸ «ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ | ||
115 | πάντων τῶν κακῶν»· τελειωθέντες δὲ καὶ διελθόντες τὸ ὑπὸ «τιθηνοὺς» εἶναι καὶ «τροφοὺς» καὶ «οἰκονόμους» καὶ «ἐπιτρόπους», χωροῦμεν ἤδη ὑπ’ αὐτῷ οἰκονομεῖσθαι τῷ κυρίῳ. | |
13.27 | Εἶτα πάλιν ζητήσαι ἄν τις, πό‐ τε τῶν δεικνυμένων ὑπὸ τοῦ σωτῆρος μικρῶν οἱ λεγόμενοι αὐτῶν ἄγγε‐ λοι προΐστανται, πότερον ἀρξάμενοι | |
5 | τὴν οἰκονομίαν περὶ αὐτοὺς διοικεῖν, ἀφ’ οὗ «διὰ λουτροῦ παλιγγενεσίας» (ᾧ ἐγεννήθησαν) «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα» ἐπιπο‐ | |
10 | θοῦσι, καὶ μηκέτι ὑποκείμενοι πονηρᾷ τινι δυνάμει· ἢ ἀπὸ γενέσεως κατὰ τὴν τοῦ θεοῦ πρόγνωσιν καὶ τὸν προορισμὸν αὐτοῦ ἐπιταχθέντες | |
15 | τούτοις «οὓς καὶ προέγνω καὶ προώρι‐ σεν» ἐσομένους «συμμόρφους» «τῆς δόξης» τοῦ Χριστοῦ ὁ θεός. καὶ πρὸς μὲν τὸ ἀπὸ γενέσεως ἔχειν | |
ἀγγέλους εἴποι 〈ἄν〉 τις ταῦτα, | ||
20 | τὸ «〈ὁ〉 ἀφορίσας με ἐκ κοιλίας μητρός μου» καὶ τὸ «ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστὴς» καὶ «ἀντελάβου μου ἐκ κοιλίας μητρός μου» καὶ «ἐπὶ σὲ | |
25 | ἐπερρίφην ἐκ μήτρας» καὶ ἐν τῇ Ἰούδα ἐπιστολῇ «τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστοῦ τετηρημένοις κλητοῖς», πάν‐ τως ὑπὸ τῶν τηρούντων ἀγγέλων. | |
13.28 | Πρὸς δὲ τὸ ὅτε «διὰ λουτροῦ» γεγόνα〈σιν〉 «ἐν Χριστῷ» νήπιοι μὴ παρεῖναι ἅγιον ἄγγελον | |
5 | τοῖς ἔτι κακίᾳ *** 〈ἀλλὰ κατὰ μὲν〉 τὸν καιρὸν τῆς ἀπιστίας ὑπὸ τοῖς ἀγγέλοις εἶναι τοῦ σατανᾶ· μετὰ δὲ τὴν ἀναγέννησιν ὁ τοῦ | |
10 | ἰδίου αἵματος ἐξαγοράσας ἡμᾶς παραδίδωσιν ἁγίῳ ἀγγέλῳ καὶ διὰ τὴν καθαρότητα βλέποντι τὸ πρό‐ σωπον τοῦ θεοῦ. Καὶ τρίτος δ’ ἄν τις τοιοῦτος | |
15 | εἴη κατὰ τὸν τόπον λόγος φάσκων ὅτι δυνατόν, ὥσπερ μεταβαλεῖν ἄν‐ θρωπον ἀπὸ ἀπιστίας εἰς πίστιν καὶ ἀπὸ ἀκολασίας εἰς σωφροσύνην καὶ ἁπαξαπλῶς ἀπὸ κακίας εἰς | |
20 | ἀρετήν, οὕτω καὶ τὸν ἐγκεχειρισμέ‐ νον ἅμα γενέσει ψυχήν τινα κατὰ μὲν τὰς ἀρχὰς φαῦλον εἶναι δύνα‐ σθαι, ὕστερον δέ ποτε ἀνάλογον τῷ πιστεύοντι πιστεύειν καὶ ἐπὶ το‐ | |
25 | σοῦτον προκόπτειν, ὡς γενέσθαι αὐτὸν ἄγγελον ἕνα τῶν διὰ παντὸς βλεπόντων τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός. ἀρξάμενος ἀπὸ τοῦδε τοῦ χρόνου τῷ προγνω‐ | |
30 | σθέντι κατὰ τόνδε τὸν χρόνον πιστεύ‐ ειν καὶ προορισθέντι συζεύγνυται, τῶν ἀρρήτων κριμάτων τοῦ θεοῦ καὶ ἀνεξερευνήτων καὶ ἀβύσσοις ἐοικότων εἰκότως πᾶσαν τὴν τοιαύ‐ | |
35 | την ἁρμονίαν συναγαγόντων ἀγγέλων πρὸς ἀνθρώπους. δυνατὸν δὲ καὶ ὥσπερ ἀνδρὸς καὶ γυναικὸς ἀμφοτέ‐ ρων ἀπίστων, ὁτὲ μὲν ὁ ἀνὴρ πρότερον πιστεύσας τῷ χρόνῳ σώζει | |
40 | τὴν γυναῖκα, ὁτὲ δὲ ἡ γυνὴ ἀρξα‐ μένη ὕστερόν ποτε πείθει τὸν ἄνδρα, οὕτω γίνεσθαι καὶ ἐπὶ τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων. εἰ μὲν οὖν καὶ ἐπ’ ἄλλων γίνεται ἀγγέλων τὸ τοιοῦτον | |
45 | ἢ μή, καὶ αὐτὸς ἐξετάσεις. μήποτε δὲ οὐχ ἁρμόζει περὶ τοῦ ἑκάστου ἀγγέλου τὸ τοιοῦτο λέγειν, τοσοῦ‐ τον τετιμημένου κατὰ τὸν τοῦ | |
σωτῆρος ἡμῶν λόγον, ὥστε διὰ | ||
13.28(50) | παντὸς αὐτὸν βλέπειν λέγεσθαι τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς. ἐπεὶ δὲ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν τῶν μὲν μικρῶν εἶναι τοὺς ἀγγέλους, διεληλυθέναι δὲ | |
55 | τὴν τοιαύτην τάξιν τοὺς μεγάλους, ἀντερεῖ τις ἡμῖν ἐκ τῶν Πράξεων τῶν ἀποστόλων, ἔνθα γέγραπται ὅτι Ῥόδη παιδίσκη τις τοῦ Πέτρου «κρούσαντος τὴν θύραν» προσῆλθεν | |
60 | ὑπακοῦσαι, «καὶ ἐπιγνοῦσα τὴν φω‐ νὴν τοῦ Πέτρου», εἰσδραμοῦσα «ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος»· θαυμάσαντες δὲ οἱ ἐν τῷ οἴκῳ συνηθροισμένοι καὶ | |
65 | ὡσπερεὶ ἀδύνατον εἶναι νομίσαντες τὸν Πέτρον ἀληθῶς ἑστηκέναι «ἔλε‐ γον ὅτι ὁ ἄγγελος αὐτοῦ ἐστι». φήσει γὰρ ὅτι ἅπαξ μαθόντες ἐκεῖνοι ἕκαστον τῶν πιστευόντων ἔχειν | |
70 | ἄγγελον τόνδε τινά, ᾔδεισαν καὶ Πέτρου τινὰ εἶναι ἄγγελον. ὁ δὲ παριστάμενος οἷς προειρήκαμεν φή‐ σει ὅτι οὐκ ἀναγκαῖον εἶναι δόγμα τὸν τῆς Ῥόδης λόγον, τάχα δὲ καὶ | |
75 | οὐκ ἠκριβωκότων πότε μὲν ὑπ’ ἀγγέλων τῳ ὡς μικρός τις καὶ φο‐ βούμενος τὸν θεὸν οἰκονομεῖται, πότε δὲ ἤδη ὑπ’ αὐτῷ τῷ κυρίῳ. μετὰ ταῦτα εἰς κατασκευὴν τοῦ ὡς | |
80 | ἐξειλήφαμεν νοεῖσθαι τὸν μικρὸν | |
λεχθήσεται ὅτι οὐ δεόμεθα μὲν ἐντολῆς τῆς περὶ τοῦ μὴ καταφρονεῖν ἐπὶ τῶν μεγάλων ***, χρῄζομεν δὲ αὐτῆς ἐπὶ τῶν μικρῶν. διὸ | ||
85 | οὐχ ἁπλῶς εἴρηται· μὴ κατα‐ φρονήσητε ἑνὸς τούτων, δεικνυ‐ μένων πάντων τῶν μαθητῶν, ἀλλ’ ἑνὸς τούτων τῶν μικρῶν, 〈μι‐ κρῶν〉 δεικνυμένων ὑπὸ τοῦ βλέπον‐ | |
90 | τος μικρότητα καὶ μεγαλότητα ψυχῆς. | |
13.29 | Ἄλλος δ’ ἂν λέγοι μικρὸν ἐν τούτοις λέγεσθαι τὸν τέλειον συγ‐ χρώμενος τῷ «ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέ‐ | |
5 | γας», καὶ φήσει ὅτι ὁ ταπεινῶν ἑαυτὸν καὶ 〈γινόμενος μιμητὴς τοῦ ἑαυτὸν τα‐ πεινώσαντος ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ〉 γινόμενος νήπιος ἐν μέσῳ πάντων 〈τῶν〉 πιστευόντων | |
10 | (κἂν ἀπόστολος, κἂν ἐπίσκοπος ᾖ) καὶ γινόμενος τοιοῦτος «ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα», οὗτός ἐστιν ὁ δεικνύμενος ὑπὸ τοῦ Ἰησοῦ μικρός, | |
15 | καὶ ἄξιόν γε τοῦ τοιούτου ἄγγελον εἶναι βλέποντα τὸ πρόσωπον τοῦ θεοῦ. τὸ γὰρ μικροὺς λέγειν ἐνταῦθα τοὺς τελείους κατὰ τὸ «ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρ‐ | |
20 | χων, οὗτός ἐστι μέγας» καὶ ὡς ὁ Παῦλος εἶπεν τὸ «ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη» δόξει μὴ συνᾴδειν τῷ «ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν | |
25 | μικρῶν τούτων» καὶ τῷ οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. ὁ γὰρ ὡς ἀποδέδοται νῦν | |
30 | μικρὸς οὐ σκανδαλισθείη οὐδ’ ἀπόλοιτο ἄν· «εἰρήνη γὰρ πολλὴ τοῖς ἀγα‐ πῶσι τὸ ὄνομα τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον». | |
35 | καὶ οὐκ ἂν ἀπόλοιτο ὁ πάντων μικρότερος ἐν πᾶσι τοῖς μαθηταῖς Χριστοῦ ὑπάρχων καὶ διὰ τοῦτο γινόμενος μέγας· καὶ ἐπεὶ οὐκ ἂν ἀπόλοιτο, | |
40 | λέγοι ἂν τὸ «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης» καὶ τὰ ἑξῆς. ἀλλ’ ὁ βουλόμενος τὴν τελευταίαν ταύτην κρατεῖν διήγησιν φήσει, ὅτι μεταπτωτή ἐστι καὶ ἡ τοῦ δικαίου | |
45 | ψυχή, ὡς μαρτυρεῖ καὶ ὁ Ἰεζεκιὴλ λέγων τὸν δίκαιον ἀφίστασθαι δύνασθαι τῶν ἐντολῶν τοῦ θεοῦ, ὡς μὴ λογισθῆναι αὐτῷ τὴν προτέραν δικαιοσύνην. διὰ | |
13.29(50) | τοῦτο λέγεται· «ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων» καὶ τὸ οὐκ ἔστι θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν | |
55 | τούτων. τὰ δὲ περὶ τῶν ἑκατὸν προβάτων ἔχεις εἰς τὰς κατὰ Λουκᾶν ὁμιλίας. | |
13.30(1n) | Ἐὰν 〈δὲ〉 ἁμάρτῃ ὁ | |
2n | ἀδελφός σου, ὕπαγε ἔλεγξον | |
3n | αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ | |
4n | μόνου (18, 15[—18]). | |
5 | Ὁ μὲν ἐπερεισάμενος τῇ λέξει 〈καὶ τὴν〉 ὑπερβάλλουσαν τοῦ Ἰησοῦ φιλ‐ ανθρωπίαν παριστὰς φήσει ὅτι, τῶν ῥητῶν διαφορὰν ἁμαρτημάτων οὐχ ὑποβαλλόντων, περισσὸν ποιήσουσι | |
10 | καὶ παρὰ τὴν χρηστότητα τοῦ Ἰησοῦ οἱ προσυπακούοντες ἐπὶ τῶν ἐλατ‐ τόνων 〈μόνων〉 ἁμαρτημάτων ταῦτα χώραν ἔχειν λέγεσθαι. ἄλλος δέ τις καὶ τῇ λέξει ἐπερειδό‐ | |
15 | μενος καὶ μὴ ἔξωθεν προσυπα‐ κούειν θέλων ταῦτα μὴ περὶ παν‐ τὸς ἁμαρτήματος λέγεσθαι φήσει, ὅτι ὁ τὰ μεγάλα ἐκεῖνα ἁμαρτάνων οὐδὲ ἀδελφός ἐστιν, ἀλλ’ (εἰ ἄρα) | |
20 | ἀδελφὸς ὀνομαζόμενος, ὥς φησιν ὁ ἀπόστολος· «ἐὰν [δέ] τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης (καὶ τὰ ἑξῆς) τῷ τοιούτῳ μηδὲ συνε‐ | |
25 | σθίειν». οὐδεὶς γὰρ εἰδωλολάτρης ἀδελφὸς οὐδὲ πόρνος οὐδὲ πλεο‐ νέκτης· εἰ γὰρ ἔχει τι τούτων, δο‐ κῶν φορεῖν τὸ Χριστοῦ ὄνομα «ἀδελ‐ φὸς ὀνομαζόμενος» ἀλλ’ οὐκ ἀδελ‐ | |
30 | φὸς ἐνδίκως ἂν λέγοιτο. ὥσπερ οὖν φαντασίᾳ τῆς εἰς ὑπερβολὴν 〈χρηστό‐ τητοσ〉 Χριστοῦ ἐπιτριβῆς ἀφορμὰς | |
παρεῖχεν ὁ ἐπὶ παντὸς ἁμαρτήματος λέγων τὰ τοιαῦτα εἰρῆσθαι, | ||
35 | κἂν φόνος ᾖ τὸ ἁμάρτημα ἢ φαρμα‐ κία ἢ παιδοφθορία ἤ τι τῶν τηλι‐ κούτων, οὕτως ἐκ τοῦ ἐναντίου ὁ τὸν ἀδελφὸν διαστειλάμενος ἀπὸ τοῦ ὀνομαζο‐ | |
40 | μένου ἀδελφοῦ διδάξαι ἂν τὸν ἐπ’ ἐλάττοσι τῶν ἀνθρωπίνων ἁμαρτημάτων μὴ ἐπι‐ στρέφοντα μετὰ τὸν ἔλεγχον ὡς ἐθνικὸν καὶ τελώνην λογισθῆναι | |
45 | ἐπὶ ἁμαρτήμασι τοῖς «μὴ πρὸς θάνα‐ τον» ἢ (ὡς ὠνόμασεν ἐν Ἀριθμοῖς ὁ νόμος) τοῖς μὴ θανατηφόροις· ὅπερ δόξαι ἂν ὠμότερον τυγχάνειν. οὐ γὰρ οἶμαι ταχέως εὑρεθήσεσθαί τινα | |
13.30(50) | τὸν μὴ τρὶς ἐπὶ τῷ αὐτῷ εἴδει τῆς ἁμαρτίας ἐλεγχθέντα, φέρ’ εἰπεῖν λοιδορίᾳ (καθ’ ἣν οἱ λοιδοροῦντες δυσφημοῦσι τοὺς πέλας) ἤτοι φυ‐ σιώσει ἢ πολυποσίᾳ ἢ λόγῳ ψευδεῖ | |
55 | καὶ ἀργῷ, ἤ τινι τῶν ἐν τοῖς πολλοῖς. Ζητήσεις οὖν, μήποτε λανθά‐ | |
νει τις κατὰ τὸν τόπον τήρησις καὶ τοὺς φαντασίᾳ τῆς τοῦ λόγου χρη‐ | ||
60 | στότητος καὶ πρὸς τοὺς τὰ μέγιστα ἡμαρτηκότας τὸ συγγνωμονικὸν δι‐ δόντας, καὶ τοὺς ἐπὶ τοῖς ἐλαχίστοις διδάσκοντας λογίζεσθαι 〈καὶ διὰ τοῦ‐ το εὐθέωσ〉 ὡς ἐθνικὸν καὶ τελώνην | |
65 | τὸν μετὰ 〈τὸ ἐλεγχθῆναι δὶς ἢ〉 τρὶς τὰ βραχύτερα ἡμαρτηκότα ἀλλότριον ποιοῦντας τῆς ἐκκλησίας. τὸ δὲ λανθάνον ἑκατέρους τοιοῦτόν μοι φαίνεται· τὸ ἐκέρδησας τὸν | |
70 | ἀδελφόν σου ἐπὶ τοῦ μόνου ἀκού‐ σαντος τάξας ὁ λόγος, οὐκέτι αὐτὸ ἔθηκεν ἐπὶ τοῦ δεύτερον ἢ τρίτον πταίσαντος καὶ ἐλεγχθέντος, ἀλλ’ ὡσπερεὶ μετέωρον εἴασε τὸ ἀνά‐ | |
75 | λογον τῷ ἐκέρδησας τὸν ἀδελ‐ φόν σου λεχθησόμενον περὶ τοῦ δεύτερον ἢ τρίτον ἐλεγχθέντος. οὐ πάντως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται ἢ πληγὰς λήψεται. καὶ | |
80 | πρόσχες ἐπιμελῶς τῷ πρώτῳ μὲν λέγοντι· ἐάν σου ἀκούσῃ, ἐκέρ‐ δησας τὸν ἀδελφόν σου· τῷ δὲ δευτέρῳ κατὰ τὴν λέξιν τόπῳ φάσ‐ κοντι· ἐὰν δὲ μὴ ἀκούσῃ, πα‐ | |
85 | ράλαβε μετὰ σεαυτοῦ ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. τί οὖν μετὰ τὸ σταθῆναι πᾶν | |
90 | ῥῆμα ἐπὶ δύο ἢ τριῶν μαρτύ‐ ρων ἔσται τῷ τὸ δεύτερον νουθε‐ τηθέντι, ἡμῖν ἐννοεῖν καταλέλοιπε. | |
καὶ πάλιν ἐὰν παρακούσῃ αὐ‐ τῶν, δῆλον δ’ ὅτι τῶν παραληφθέν‐ | ||
95 | των μαρτύρων, εἰπὸν (φησὶ) τῇ ἐκκλησίᾳ· καὶ οὐκ εἶπε τί πείσε‐ ται, ἐὰν μὴ ἀκούσῃ τῆς ἐκκλησίας, ἀλλ’ ἐδίδαξεν ὅτι ἐὰν τῆς ἐκκλη‐ σίας παρακούσῃ, | |
13.30(100) | δεῖ αὐτὸν εἶναι τῷ τρὶς νουθετήσαντι καὶ μὴ ἀκουσθέντι πρὸς τὸ λοιπὸν ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην. οὐ πάν‐ τως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται, ἀλλ’ ὅ τί ποτε πείσεται | |
105 | ὁ τὸ πρότερον μὲν μὴ ἀκούσας μαρτύρων δὲ δεηθείς, ἢ καὶ ὁ τού‐ των παρακούσας ἐπὶ τὴν ἐκκλησίαν δὲ ἀχθείς, ὁ θεὸς ἂν εἰδείη. ἡμεῖς γὰρ οὐκ ἀποφαινόμεθα κατὰ τὸ | |
110 | «μὴ κρίνετε, ἵνα μὴ κριθῆτε» 〈καὶ τὸ «μὴ πρὸ καιροῦ τι κρίνετε〉, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν». | |
115 | Πρὸς δὲ τὸ δοκοῦν σκληρὸν πρὸς τοὺς τὰ ἐλάττονα ἡμαρτηκότας εἴποι τις ἂν ὅτι οὐκ ἔξεστι, δὶς ἑξῆς μὴ ἀκούσαντα τὸ τρίτον ἀκοῦσαι, ὡς διὰ τοῦτο μηκέτι εἶναι ὡς ἐθνικὸν | |
120 | καὶ τελώνην καὶ μηκέτι δεηθῆναι τοῦ ἐπὶ πάσης τῆς ἐκκλησίας ἐλέγχου; δεῖ γὰρ μεμνῆσθαι τοῦ «οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς ἵνα ἀπόλη‐ | |
125 | ται εἷς τῶν μικρῶν τούτων». καὶ γὰρ εἴπερ δεῖ «τοὺς πάντας ἡμᾶς» παραστῆναι «ἔμπροσθεν τοῦ βήμα‐ τος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς | |
130 | ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον», χρὴ ὅση δύναμις τὰ παρ’ αὑτὸν ποι‐ εῖν, ἵνα μὴ περὶ πλειόνων κομίσηται φαύλων διὰ τοῦ σώματος πεπραγμέ‐ νων, κἂν μέλλῃ περὶ πάντων ὧν | |
135 | ἐποίησε χειρόνων ἀπολαμβάνειν· φι‐ λοτιμητέον δὲ περὶ πλειόνων εὐποι‐ ιῶν μισθὸν κομίσασθαι, ἐπεὶ «ᾧ μέτρῳ» μετροῦμεν, «ἀντι‐ μετρηθήσεται» ἡμῖν καὶ | |
140 | «κατὰ τὰ ἔργα τῶν χειρῶν ἡμῶν συμβήσεται» ἡμῖν. καὶ οὐκ ἀπειρο‐ πλάσια μέν, ἤτοι δὲ διπλάσια ἢ ἑπτα‐ πλάσια λήψονται οἱ ἡμαρτηκότες ἐκ χειρὸς κυρίου τὰ ἁμαρτήματα. 〈ἔστι | |
145 | δὲ〉 ὅταν μὴ [καὶ] «κατὰ τὰ ἔργα τῶν χειρῶν» τινι ἀποδιδῶται, ἀλλὰ πλείονα ὧν πεποίηκεν· Ἱερουσαλὴμ μὲν γάρ, ὡς ὁ Ἡσαΐας ἐδίδαξεν, «ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα | |
13.30(150) | αὐτῆς», οἱ δὲ γείτονες τοῦ Ἰσραὴλ (οἵτινές ποτ’ ἂν ὦσιν) ἑπταπλάσια λήψονται κατὰ τὸ ἐν Ψαλμοῖς οὕτως εἰρημένον· «ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον | |
155 | αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδισάν σε, κύριε». καὶ ἄλλοι ἂν εὑρεθεῖεν τρόποι τῆς ἀνταποδόσεως, οὓς ἐὰν νοῶμεν, εἰ‐ | |
160 | σόμεθα ὅτι λυσιτελεῖ μεθ’ ὁποσαοῦν ἁμαρτήματα μετα‐ νοεῖν, ἵνα πρὸς τῷ μὴ περὶ πλειό‐ νων κολάζεσθαι ἡμᾶς καὶ περὶ ἀγα‐ θῶν ἐλπίς τις ἡμῖν ὕστερόν ποτε | |
165 | τῶν πεπραγμένων ἀπολειφθῇ, κἂν πρὸ αὐτῶν μυρία ὅσα ἐπταισμένα τινὶ ᾖ· ἄτοπον γὰρ τὰ μὲν χείρονα λογι‐ σθῆναί τινι τὰ δὲ μετὰ τὰ χείρονα κρείττονα μηδὲν ὠφελεῖν, ἅπερ καὶ | |
170 | ἀπὸ τοῦ Ἰεζεκιὴλ τοῖς ἐπιμελῶς τη‐ ροῦσι τὰ περὶ τῶν τοιούτων ῥητὰ ἔστι μαθεῖν. | |
13.31 | Καλῶς δέ μοι δοκεῖ συνῆ‐ φθαι τῷ μετὰ τὸ τρὶς νενουθετῆσθαι κριθέντι εἶναι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης τὸ | |
5 | ἀμὴν λέγω ὑμῖν (δηλονότι τοῖς κρίνασιν εἶναί τινα ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης), ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς | |
καὶ τὰ ἑξῆς. | ||
10 | δικαίως γὰρ ἔδησεν ὁ τρὶς νουθετή‐ σας καὶ μὴ ἀκουσθεὶς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώνην. διό‐ περ ὁ τοιοῦτος δεδεμένος καὶ δεδι‐ κασμένος ὑπὸ τοῦ τοιουδὶ μένει δε‐ | |
15 | δεμένος, οὐδενὸς τῶν ἐν οὐρανῷ ἀναλύοντος τοῦ δεδεκότος αὐτὸν τὴν ψῆφον. οὕτω δὲ καὶ ὁ ἅπαξ νουθετηθεὶς ἄξια ποιήσας τοῦ κερδηθῆναι, | |
20 | λυθεὶς διὰ τῆς νουθεσίας 〈τοῦ〉 κερ‐ δήσαντος αὐτὸν καὶ μηκέτι «σειραῖς τῶν ἁμαρτιῶν» ἑαυτοῦ περὶ ὧν ἐνουθετήθη δεδε‐ μένος, λελυμένος κριθήσεται 〈δικαίως | |
25 | καὶ〉 ὑπὸ τῶν ἐν οὐρανοῖς. πλὴν τὰ ἐν τοῖς ἀνωτέρω μόνῳ τῷ Πέτρῳ δεδο‐ μένα ἔοικε δηλοῦσθαι δεδωκέναι πᾶσι τοῖς τὰς τρεῖς νουθεσίας προσαγαγοῦ‐ σι πᾶσι τοῖς ἡμαρτηκόσιν, ἵν’, ἐὰν μὴ | |
30 | ἀκουσθῶσιν, δήσωσιν ἐπὶ γῆς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώ‐ νην ὡς δεδεμένου τοῦ τοιούτου ἐν τῷ οὐρανῷ. | |
35 | ἀλλ’ ἐπεὶ ἐχρῆν, εἰ καὶ κοινόν τι ἐπὶ τοῦ Πέτρου καὶ τῶν νουθετησάντων τρὶς τοὺς ἀδελ‐ φοὺς λέλεκται, ἐξαίρετόν 〈τι〉 ἔχειν τὸν Πέτρον | |
40 | παρὰ τοὺς τρὶς νουθετήσαντας, ἰδίᾳ τοῦτο προτέτακται ἐπὶ τοῦ Πέτρου τὸ «δώσω σοι τὰς κλεῖς τῆς βασι‐ λείας τῶν οὐρανῶν〈, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς | |
45 | οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖσ»〉 τοῦ καὶ ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. καίτοιγε εἰ ἐπιμελῶς προσέχομεν τοῖς εὐαγγε‐ | |
13.31(50) | λικοῖς γράμμασι, καὶ ἐν τούτοις εὕ‐ ροιμεν ἂν καὶ κατὰ ταῦτα, τὰ δο‐ κοῦντα εἶναι κοινὰ πρὸς τὸν Πέτρον καὶ τοὺς τρὶς νουθετήσαντας τοὺς ἀδελφούς, πολλὴν διαφορὰν καὶ | |
55 | ὑπεροχὴν ἐκ τῶν πρὸς τὸν Πέτρον εἰρημένων παρὰ τοὺς δευτέρους. οὐ γὰρ ὀλίγη διαφορὰ τὸν Πέτρον εἰληφέναι τὰς «κλεῖδας» οὐχ ἑνὸς οὐ‐ ρανοῦ ἀλλὰ πλειόνων, [καὶ] ἵνα, ὅσα | |
60 | ἐὰν δήσῃ «ἐπὶ τῆς γῆς», ᾖ δεδεμένα οὐκ ἐν ἑνὶ 〈μόνον〉 οὐρανῷ ἀλλ’ ἐν πᾶσιν οὐρανοῖς, πρὸς τοὺς πολλοὺς 〈δὲ ὄντασ〉 δέον‐ τας ἐπὶ τῆς γῆς καὶ λύοντας ἐπὶ | |
65 | τῆς γῆς 〈οὕτω λέγεσθαι〉, ὥστε ταῦτα δεδέσθαι καὶ λελύσθαι οὐκ ἐν | |
«οὐρανοῖς», ὡς ἐπὶ Πέτρου, ἀλλ’ ἐν οὐρανῷ ἑνί· οὐ γὰρ διαβαίνουσι τῇ δυνάμει, ὡς Πέτρος, ἵνα δήσωσιν ἢ | ||
70 | λύσωσιν ἐν πᾶσιν «οὐρανοῖς». ὅσῳ οὖν βελτίων ὁ δεσμεύων, 〈τοσοῦτον ὁ δεδεμένος πλεῖον ἢ ἐν ἑνὶ οὐρανῷ δέδεται, καὶ ὅσῳ βελτίων ὁ λύων〉 τοσοῦτον μακαριώτερος ὁ λελυμένος, | |
75 | ὡς πανταχοῦ τῶν οὐρανῶν εἶναι αὐ‐ τοῦ τὸ λελύσθαι. | |
14t | 〈Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν〉 τόμος ιδʹ. | |
14.1(1n) | Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν | |
2n | δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ | |
3n | τῆς γῆς, περὶ παντὸς πράγμα‐ | |
4n | τος οὗ ἐὰν αἰτήσωνται, γενη‐ | |
5n | [θή]σεται αὐτοῖς (18, 19[20]). | |
6 | Κυρίως τὸ τῆς συμφωνίας ὄνομα τάσσεται ἐπὶ τῶν κατὰ μουσικὴν ἐν φωναῖς ἁρμονιῶν· καὶ εἰσί γε παρὰ τοῖς μουσικοῖς φθόγγοι φθόγγοις | |
10 | σύμφωνοι καὶ ἄλλοι διάφωνοι. οἶδε δὲ καὶ ἡ εὐαγγελικὴ γραφὴ τὸ ὄνομα ἐπὶ τῶν κατὰ μουσικὴν τεταγμένον | |
ἐν τῷ «ἤκουσε συμφωνίας καὶ χο‐ ρῶν». ἔπρεπε γὰρ ἐπὶ τῇ ἐκ μετα‐ | ||
15 | νοίας συμφωνίᾳ πρὸς τὸν πατέρα τοῦ ἀπὸ ἀπωλείας εὑρεθέντος υἱοῦ ἀκουσθῆναι συμφωνίαν ἐπὶ τῇ εὐ‐ φροσύνῃ τῆς οἰκίας. τὸ δὲ τῆς συμ‐ φωνίας ὄνομα ὁ φαῦλος οὐκ οἶδε Λά‐ | |
20 | βαν, ἐν οἷς φησι πρὸς τὸν Ἰακώβ· «καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ’ εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθά‐ ρας». ἀδελφὸν δὲ τῆς τοιαύτης συμ‐ | |
25 | φωνίας τὸ ἐν τῇ δευτέρᾳ τῶν Βασι‐ λειῶν γεγραμμένον, ἡνίκα «οἱ ἀδελ‐ φοὶ» τοῦ Ἀμιναδὰβ «ἐπορεύοντο ἔμ‐ προσθεν τῆς κιβωτοῦ, καὶ Δαυῒδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον κυ‐ | |
30 | ρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ καὶ ᾠδαῖς»· τὰ γὰρ ἡρμοσμένα ὄργανα «ἐν ἰσχύϊ καὶ ᾠδαῖς» εἶχεν ἐν ἑαυτοῖς τὴν μουσικὴν συμφωνίαν, ἥτις τοσοῦτον δύναται, ὡς δύο μό‐ | |
35 | νων μετὰ τῆς πρὸς τὴν θείαν μουσι‐ κὴν καὶ πνευματικὴν συμφωνίας αἴ‐ τησιν προσαγόντων τῷ ἐν τοῖς οὐρα‐ νοῖς πατρὶ περὶ οὑτινοσοῦν, τὸν πα‐ τέρα διδόναι τὰ αἰτήματα τοῖς μετὰ | |
40 | τοῦ συμφωνεῖν ἐπὶ γῆς (ὅπερ ἐστὶ παραδοξότατον) αἰτήσασιν, ἅπερ αἰ‐ τήσαιεν ἂν οἱ τὴν εἰρημένην συμ‐ φωνίαν συμφωνήσαντες. οὕτως ἐγὼ ἀκούω καὶ τοῦ ἀποστολικοῦ ῥητοῦ· | |
45 | «μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ». ἐπεὶ γὰρ τὸ τῆς ἁρμονίας ὄνομα ἐπὶ τῶν κατὰ θεὸν γαμούντων τέτακται ἐν τῷ οὕ‐ | |
14.1(50) | τως ἐκ Παροιμιῶν τεταγμένῳ ῥητῷ· «οἶκον καὶ ὕπαρξιν μεριοῦνται πατέ‐ ρες παισί, παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί», ἀκόλουθόν ἐστι τῇ ἀπὸ θεοῦ ἁρμονίᾳ τὸ ὄνομα καὶ τὸ ἔργον | |
55 | ἀπολαύειν τῆς συμφωνίας εἰς εὐχήν, ὅπερ δηλοῦται ἐν τῷ «εἰ μή τι ἂν ἐκ συμφώνου». Εἶτ’ ἐπιδιηγούμενος ὁ λόγος τὸ συμφωνεῖν ἐπὶ τῆς γῆς δύο, ὅτι | |
60 | ταὐτόν ἐστι τοῦτο τῷ συμφωνεῖν τῷ Χριστῷ, ἐπιφέρει τὸ οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα. οὐκοῦν οἱ συνηγ‐ μένοι εἰς τὸ τοῦ Χριστοῦ ὄνομα | |
65 | δύο ἢ τρεῖς, οἱ συμφωνοῦντές εἰσιν ἐπὶ γῆς οὐ μόνον δύο, ἀλλ’ ἔσθ’ ὅτε καὶ τρεῖς. ἐπιστήσει δὲ ὁ δυνάμενος εἰ ἡ συμ‐ φωνία αὕτη καὶ ἡ τοιαύτη συναγωγή, | |
70 | ἧς ὁ Χριστὸς ἐν μέσῳ ἐστί, δύναται εὑρεθῆναι ἐν πλείοσιν, ἐπεὶ «στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν». τάχα δὲ καὶ τὴν 〈τοιαύτην〉 | |
75 | συμφωνίαν οὐδὲ ὀλίγοι, ἀλλὰ δύο ἢ | |
τρεῖς συμφωνοῦσιν, ὡς Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἷς 〈ὡσ〉 συμφωνοῦσιν ἔδειξεν αὑτοῦ τὴν δόξαν ὁ λόγος τοῦ θεοῦ. | ||
80 | συνεφώνησαν δὲ δύο μὲν Παῦλος καὶ Σωσθένης, γράφοντες τὴν πρώτην Κορινθίοις ἐπιστολήν, μετὰ τοῦτο δὲ Παῦλος καὶ Τιμόθεος, ἐπιστέλ‐ λοντες τὴν δευτέραν τοῖς αὐτοῖς· καὶ | |
85 | τρεῖς δὲ συνεφώνησαν, ὅτε «Παῦλος καὶ Σιλουανὸς καὶ Τι‐ μόθεος» ἐπαίδευον δι’ ἐπιστολῆς Θεσσαλονικεῖς. εἰ δὲ καὶ ἀπὸ τῶν παλαιῶν γραμμάτων δεήσει παρα‐ | |
90 | στῆσαι τοὺς συμφωνήσαντας ἐπὶ γῆς τρεῖς, ὡς εἶναι τὸν λόγον ἐν μέσῳ αὐτῶν ἑνοῦντα αὐτούς, ἐπί‐ στησον τῇ ἐπιγραφῇ τῶν Ψαλμῶν, ὡς τῇ τοῦ τεσσαρακοστοῦ πρώτου | |
95 | οὕτως ἐχούσῃ· «εἰς τὸ τέλος· εἰς σύ‐ νεσιν τοῖς υἱοῖς Κόρε». τριῶν γὰρ ὄν‐ των υἱῶν Κόρε, ὧν τὰ ὀνόματα ἐν τῇ Ἐξόδῳ εὕρομεν, τοῦ Ἀσήρ, ὃς ἑρμηνεύεται ΠΑΙΔΕΙΑ, καὶ τοῦ | |
14.1(100) | δευτέρου τοῦ Ἑλκανά, ὃς μεταλαμ‐ βάνεται εἰς τὸ ΘΕΟΥ ΚΤΗΣΙΣ, καὶ τρίτου τοῦ Ἀβιασάφ, ὃς Ἑλλάδι φωνῇ λέγοιτ’ ἂν ΠΑΤΡΟΣ ΣΥΝΑ‐ ΓΩΓΗ, αἱ προφητεῖαι οὐ διῃρέθη‐ | |
105 | σαν, ἀλλ’ ὡς ὑπὸ ἑνὸς πνεύματος καὶ μιᾶς φωνῆς ἐν μιᾷ ψυχῇ ἀληθῶς συμφώνως ἐνεργοῦντος καὶ εἴρηνται καὶ ἐγράφησαν, καὶ λαλοῦ〈σι λέ‐ γο〉ντες οἱ τρεῖς ὡς εἷς· «ὃν τρόπον | |
110 | ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός». φασὶ δὲ καὶ πλη‐ θυντικῶς ἐν τῷ τεσσαρακοστῷ τρί‐ τῳ· «ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκού‐ | |
115 | σαμεν». Εἰ δὲ θέλεις ἔτι μᾶλλον ἰδεῖν τοὺς συμφωνοῦντας ἐπὶ τῆς γῆς, ἴδε τοὺς ἀκούσαντας· «ἵνα ἦτε κατ‐ ηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν | |
120 | τῇ αὐτῇ γνώμῃ», καὶ ζηλώσαντας τὸ «ἦν ἡ ψυχὴ καὶ ἡ καρδία (πάντων τῶν πιστευόντων) μία» γενομένων 〈ἓν〉 εἴ γε δυνατὸν *** ἐν πλείοσι τοιοῦ‐ τον εὑρεθῆναι, | |
125 | ὥστε μηδὲ τὴν τυχοῦσαν διαφωνίαν | |
εἶναι ἐν αὐτοῖς, ὡς οὐκ ἔστι διαφωνία τῶν τοῦ δεκαχόρ‐ δου ψαλτηρίου χορδῶν πρὸς ἀλλήλας. οὐ συνεφώνουν δὲ ἐπὶ τῆς γῆς οἱ | ||
130 | λέγοντες· «ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ», ἀλλὰ ἦν ἐν αὐτοῖς «σχί‐ σματα», ὧν καταλυομένων συνήγοντο μετὰ τοῦ ἐν Παύλῳ πνεύματος «σὺν | |
135 | τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ Χρι‐ στοῦ», ἵνα μηκέτι ἀλλήλους δάκνωσι καὶ κατεσθίωσιν, ὡς «ὑπὸ ἀλλήλων» αὐτοὺς ἀναλίσκεσθαι· ἀναλίσκει γὰρ ἡ διαφωνία, ὥσπερ συνάγει ἡ συμ‐ | |
140 | φωνία, καὶ χωρ〈ίζ〉ει τὸν ἐν μέσῳ τῶν συμφωνούντων μόνων γινόμενον υἱὸν τοῦ θεοῦ. καὶ κυρίως γε ἐν δύο γενικοῖς γίνεται ἡ συμφωνία, τῷ (ὡς ὠνόμασεν ὁ ἀπόστολος) καταρ‐ | |
145 | τισμῷ τοῦ αὐτοῦ νοὸς κατὰ τὸ ταὐτὰ δόγματα ἔχειν νενοημένα, καὶ τῷ τῆς αὐτῆς γνώμης κατὰ τὸ ὁμοίως βιοῦν. ἴδε 〈τὸ〉 ἐὰν δύο ὑμῶν συμφωνή‐ σωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς | |
14.1(150) | πράγματος οὗ ἐὰν αἰτήσωνται, γενή〈σε〉ται αὐτοῖς παρὰ τοῦ πατρὸς Ἰησοῦ τοῦ ἐν τοῖς οὐρανοῖς. καὶ δῆλον ὅτι ὅπου οὐ γίνεται παρὰ | |
155 | τοῦ ἐν οὐρανοῖς πατρὸς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰ‐ τήσωνται, ἐκεῖ οὐδὲ δύο συνε‐ φώνησαν ἐπὶ τῆς γῆς. καὶ τοῦτο αἴτιον ἡμῖν ἐστι τοῦ μὴ ἐπακούεσθαι | |
160 | εὐχομένους τὸ μὴ συμφωνεῖν ἡμᾶς ἀλλήλοις ἐπὶ τῆς γῆς μήτε δόγ‐ μασι μήτε βίῳ. ἔτι δὲ καὶ εἴπερ σῶμά ἐσμεν Χριστοῦ, καὶ «ἔθετο ὁ θεὸς τὰ μέλη, ἕκαστον αὐτῶν ἐν | |
165 | τῷ σώματι», ἵνα «τὸ αὐτὸ μεριμνῶ‐ σιν ὑπὲρ ἀλλήλων τὰ μέλη» καὶ συμ‐ φωνῶσιν ἀλλήλοις, καὶ πάσχοντος μὲν ἑνὸς μέλους συμπάσχῃ πάντα δοξαζομένου δὲ συγχαίρῃ, ὀφείλομεν | |
170 | ἀσκεῖν τὴν ἀπὸ τῆς θείας μουσικῆς συμφωνίαν, ἵνα συναγομένων ἡμῶν εἰς τὸ ὄνο‐ μα τοῦ Χριστοῦ Χριστὸς ᾖ ἐν μέσῳ ἡμῶν, ὁ τοῦ θεοῦ λόγος καὶ ἡ τοῦ | |
175 | θεοῦ σοφία καὶ ἡ δύναμις αὐτοῦ. | |
14.2 | Ταῦτα μὲν οὖν ὡς τῶν δύο καὶ τριῶν, οὓς προκαλεῖται συμφω‐ νεῖν ὁ λόγος, κοινότερον νοουμένων. | |
ἤδη δὲ καὶ ἄλλης διηγήσεως ἁψώμε‐ | ||
5 | θα, ἣν ἔλεγέ τις τῶν πρὸ ἡμῶν, προ‐ τρέπων ἐπὶ ἁγνείαν καὶ καθαρότητα τοὺς γεγαμηκότας. δύο γάρ, οὓς βούλεται (φησὶν) ὁ λόγος συμφω‐ νεῖν ἐπὶ τῆς γῆς, ἄνδρα καὶ γυ‐ | |
10 | ναῖκα νοητέον, ἐκ συμφωνίας ἀπο‐ στεροῦντας ἀλλήλους σωματικῆς ὁμι‐ λίας, ἵνα σχολάσωσι «τῇ προσευχῇ», ὅτε προσευχόμενοι περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσων‐ | |
15 | ται λήψονται, γιγνομένου αὐτοῖς τοῦ ἀπὸ τοιαύτης συμφωνίας αἰτήματος παρὰ τοῦ ἐν οὐρανοῖς πατρὸς Ἰησοῦ Χριστοῦ. καὶ ἔοικεν ἡμῖν ἡ διήγησις αὕτη οὐ | |
20 | διάλυσιν ποιεῖν γάμου, ἀλλ’ ἐπὶ συμ‐ φωνίαν προτροπήν· ὡς εἰ ὁ ἕτερος μὲν βούλοιτο καθαρεύειν, ὁ δὲ ἕτερος μὴ θέλοι 〈ἢ μὴ δύναιτο〉 καὶ διὰ τοῦτο συγκαταβαίνοι τῷ ἢ μὴ θέ‐ | |
25 | λοντι ἢ μὴ δυναμένῳ ὁ καὶ βουλό‐ μενος καὶ δυνάμενος τὸ κρεῖττον, οὐκ ἂν ἔχοιεν ἀμφότεροι τὸ περὶ παν‐ τὸς πράγματος οὗ ἐὰν αἰτή‐ σωνται, γίνεσθαι αὐτοῖς | |
30 | παρὰ τοῦ ἐν τοῖς οὐρανοῖς πα‐ τρὸς Ἰησοῦ Χριστοῦ. | |
14.3 | Οἶδα δὲ καὶ ἄλλην διήγησιν μετὰ τοὺς γεγαμηκότας περὶ τῆς τῶν δύο συμφωνίας τοιαύτην. ἐν μὲν τοῖς φαύλοις βασιλεύει «ἡ | |
5 | ἁμαρτία» τῆς ψυχῆς, ἱδρυμένη ὡς ἐν οἰκείῳ θρόνῳ «τῷ θνητῷ» τούτῳ «σώματι εἰς τὸ ὑπακούειν» τὴν ψυχὴν «ταῖς ἐπιθυμίαις αὐτοῦ». ἐν δὲ τοῖς ἐγεί‐ | |
10 | ρασιν ὡς ἀπὸ θρόνου τοῦ σώματος τὴν προβασιλεύσασαν ἁμαρτίαν καὶ ἀγωνιζομένοις πρὸς αὐτήν, «ἡ μὲν σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός». ἐν | |
15 | δὲ τοῖς ἤδη τελειωθεῖσι κεκράτηκε τὸ πνεῦμα καὶ «τὰς πράξεις» ἐθανά‐ τωσε «τοῦ σώματος» καὶ μεταδίδωσι τῆς ἑαυτοῦ ζωῆς τῷ σώματι, ὡς ἤδη γίνεσθαι καὶ τὸ «ζωοποιήσει καὶ τὰ | |
20 | θνητὰ ἡμῶν σώματα διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν», καὶ γίνεται συμφωνία τῶν δύο (σώματος καὶ πνεύματος) ἐπὶ τῆς γῆς, ἧστινος κατορθωθείσης σύμφωνος καὶ ἡ | |
25 | εὐχὴ ἀναπέμπεται τοῦ «καρδίᾳ μὲν» πιστεύοντος «εἰς δικαιοσύνην, στό‐ ματι δὲ» ὁμολογοῦντος «εἰς σωτη‐ ρίαν», ὥστε μηκέτι τὴν καρδίαν πόρ‐ ρω εἶναι τοῦ θεοῦ, καὶ μετὰ ταύτης | |
30 | ἐγγίζειν αὐτοῦ καὶ τοῖς χείλεσι καὶ τῷ στόματι τὸν δίκαιον τῷ θεῷ ***. ἔτι δὲ μακαριώτερον εἰ οἱ τρεῖς συν‐ αχθεῖεν ἐπὶ τὸ αὐτὸ εἰς τὸ ὄνομα | |
35 | τοῦ Ἰησοῦ, ἵνα πληρωθῇ τὸ «ὁ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκλη‐ ρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | |
40 | τηρηθείη». ζητήσει δέ τις διὰ τὴν εἰρημένην συμφωνίαν πνεύματος καὶ σώματος, εἰ δυνατὸν ταῦτα μὲν συμφωνεῖν, μὴ | |
45 | καὶ τὸ τρίτον δέ, λέγω δὴ τὴν ψυχήν, μήποτε οὐκ ἀκο‐ λουθῇ τῇ τούτων συμφωνίᾳ ἐπὶ τῆς γῆς, μετὰ τὸ τοὺς δύο συνῆχθαι εἰς τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ καὶ | |
14.3(50) | τοὺς τρεῖς ἤδη συνάγεσθαι εἰς τὸ ὄνομα αὐτοῦ, ὧν ἐν μέσῳ ἔρχεται ὁ υἱὸς τοῦ θεοῦ, ὡς πάντων αὐτῷ ἀνακειμένων (λέγω δὲ τῶν τριῶν) καὶ μηδενὸς ὄντος αὐτῷ ἐναντίου, οὐ | |
55 | μόνον τοῦ πνεύματος οὐκ ἐναντιου‐ μένου, ἀλλ’ οὐδὲ τῆς ψυχῆς ἔτι οὐδὲ τοῦ σώματος. | |
14.4 | Χαρίεν δὲ καὶ τὸ τῆς συμ‐ φωνίας ἀσκῆσαι 〈καὶ〉 νοῆσαι καὶ παραστῆσαι τῶν δύο διαθηκῶν, τῆς τε πρὸ τῆς | |
5 | σωματικῆς τοῦ σωτῆρος ἐπιδημίας καὶ τῆς καινῆς· ἐν οἷς γὰρ συμφωνοῦσιν αἱ δύο δια‐ θῆκαι, ὡς μηδὲν εἶναι διάφωνον ἐν αὐταῖς τῆς ἑτέρας πρὸς τὴν ἑτέραν, | |
10 | ἐν τούτοις εὑρεθεῖεν ἂν εὐχαὶ ὡς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενέσθαι αὐ‐ τοῖς παρὰ τοῦ ἐν οὐρανοῖς πατρός. | |
15 | εἰ δὲ καὶ τὸν συναγωγέα τῶν δύο τρίτον ποθεῖς, μὴ ὄκνει λέγειν αὐτὸ εἶναι τὸ ἅγιον πνεῦμα, ἐπεὶ «λόγοι σοφῶν» (εἴτε τῶν πρὸ τῆς παρουσίας εἴτε τῶν κατ’ αὐτὴν καὶ μετ’ αὐτήν) | |
20 | εἰσὶν «ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθε‐ μάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός». μηδὲ τοῦτο δὲ ἀπαρατήρητον ἐάσῃς, ὅτι οὐκ εἶπεν· οὗ δύο εἰσὶν ἢ | |
25 | τρεῖς συνηγμένοι, ἐκεῖ ἔσομαι ἐν μέσῳ αὐτῶν, ἀλλ’ ἐκεῖ εἰμι, οὐ μέλλων οὐδὲ βραδύνων, ἀλλ’ ἅμα τῇ συμφωνίᾳ καὶ αὐτὸς εὑρισκόμε‐ νος καὶ ἐν μέσῳ γινόμενος αὐτῶν. | |
14.5(1n) | Τότε προσελθὼν ὁ Πέ‐ | |
2n | τρος εἶπεν αὐτῷ· κύριε, πο‐ | |
3n | σάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ | |
4n | ἀδελφός μου καὶ ἀφήσω αὐ‐ | |
5n | τῷ (18, 21[22]); | |
6 | τὸ νομίζειν ἁπλούστερον εἰρῆσθαι ταῦτα, ὑπὸ μὲν Πέτρου ὡς αἱρου‐ μένου ἑπτὰ μὲν ἁμαρτίας τῷ ἀδελφῷ ἀφιέναι ἁμαρτάνοντι εἰς αὐτόν, ὀγ‐ | |
10 | δόην δὲ μηκέτι, ὑπὸ δὲ τοῦ σωτῆρος ὡς διδάσκοντος καθεζόμενόν τινα ἀριθμεῖν τὰ ἁμαρτήματα τοῦ πέλας εἰς αὐτόν, ἵνα τὰ μὲν 〈ἑπτὰ καὶ τὰ〉 ἑβδομήκοντα καὶ ἑπτὰ συγχωρῇ ἀπὸ | |
15 | δὲ ἑβδομηκοστοῦ ὀγδόου μὴ ἀφῇ τῷ ἠδικηκότι αὐτόν, πάνυ μοι δοκεῖ εὔ‐ ηθες εἶναι καὶ ἀνάξιον καὶ τῆς Πέτρου παρὰ τῷ Ἰησοῦ προκοπῆς καὶ τῆς τοῦ Ἰησοῦ θείας μεγαλονοίας. μή‐ | |
20 | ποτ’ οὖν καὶ ταῦτα ἔχεται συγγε‐ νοῦς ἀσαφείας τῷ «ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ» καὶ τὰ ἑξῆς. τὸν μὲν οὖν ἀληθῆ καὶ ὡς αὐτὸς | |
25 | ἂν ἐσαφήνισεν ὁ Ἰησοῦς εἰς ταῦτα λό‐ γον, εἴ τις ἤδη φίλος γέγονε τῷ Ἰησοῦ, ὡς μαθητεύεσθαι τῷ πνεύ‐ ματι αὐτοῦ φωτίζοντι τὸ ἡγεμονικὸν τοῦ ἐπὶ τοσόνδε προεληλυθότος | |
30 | κατ’ ἀξίαν, εἰδείη ἄν. ἡμεῖς δέ, οἱ | |
τοῦ φιλικοῦ πρὸς τὸν Ἰησοῦν μεγέ‐ θους ἀπολειπόμενοι, ἀγαπητόν, εἰ κἂν περιλαλῆσαι ἐπὶ βραχὺ δυνάμεθα τὰ κατὰ τὸν τόπον. | ||
35 | ἔοικεν οὖν ὁ μὲν ἓξ ἀριθμὸς ἐργαστι‐ κός τις εἶναι καὶ ἐπίπονος, ὁ δὲ ἑπτὰ περιέχειν ἀνάπαυσιν. καὶ πρό‐ σχες, εἰ δύνασαι τὸν μὲν ἀγαπῶντα «τὸν κόσμον» καὶ τὰ τοῦ κόσμου | |
40 | ἐργαζόμενον καὶ ὑλικὰ πράττοντα λέ‐ γειν ἁμαρτάνειν ἑξ〈άκισ〉, καὶ τὸ τέ‐ λος αὐτῷ εἶναι τῆς ἁμαρτίας τὸν ἑπτὰ ἀριθμόν, ὡς τοιοῦτόν τι τὸν Πέτρον νενοηκότα ἑπτὰ συγχωρεῖν ἐθέλειν | |
45 | ἁμαρτίας τῶν εἰς αὐτὸν ἡμαρτη‐ μένων τῷ ἀδελφῷ. ἐπεὶ δὲ αἱ κατὰ τὰς μονάδας δεκάδες καὶ ἑκατοντάδες λόγον μέν τινα κοινὸν ἀναλογίας ἔχουσι πρὸς τὸν ἐν μονάσιν ἀριθμόν, | |
14.5(50) | ᾔδει δὲ ἐπιτεινόμενόν τινα καὶ 〈ἐπὶ〉 πλεῖον 〈τὰ ἁμαρτήματα〉, διὰ τοῦτ’ οἶμαι τὸν Ἰησοῦν προσπαραλαμβάνειν τῷ ἑπτὰ ἀριθμῷ καὶ τὸν ἑβδομήκον‐ τα, καὶ λέγειν ἄφεσιν μὲν δεῖν γενέ‐ | |
55 | σθαι ἀδελφοῖς τοῖς ἐνταῦθα καὶ εἰς τὰ τῇδε πράγματα ἁμαρτήσασιν· εἰ δέ τις ὑπερβὰς τὰ κατὰ τὸν κόσμον καὶ τὸν αἰῶνα τοῦτον ἁμαρτήσαι, ἐὰν καὶ τοῦτο μικρόν τι ᾖ, οὐκέτι | |
60 | ἂν ἔχοι εὔλογον ἁμαρτιῶν ἄφεσιν. ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε φθάνει πράγματα καὶ ἐν τοῖς τῇδε ἡμαρτη‐ μένοις 〈δικαίως παρέχεται〉, εἴτε βράδιον γένοιτ’ ἂν ἡ ἄφεσις εἴτε | |
65 | τάχιον. οὐκ ἔστι δὲ ἄφεσις οὐδὲ ἀδελφῷ τῷ ὑπὲρ τὰ ἑβδομήκοντα καὶ ἑπτὰ ἡμαρτηκότι. εἴποις δ’ ἂν τὸν τοιόνδε ἁμαρτά‐ νοντα ἢ ὡς εἰς Πέτρον ἀδελφὸν ἢ | |
70 | ὡς εἰς Πέτρον, οὗ μὴ κατισχύουσιν «ᾅδου πύλαι», κατὰ μὲν τὰ τοιάδε ἁμαρτήματα ἐν τῷ ἐλάττονι εἶναι αὐτὸν ἀριθμῷ τῆς ἁμαρτίας· κατὰ δὲ τὰ ἔτι | |
75 | χείρονα ἐν τῷ ἀριθμῷ τῷ μὴ ἔχοντι | |
ἄφεσιν ἁμαρτημάτων. | ||
14.6(1n) | Διὰ τοῦτο λέγω ὑμῖν· | |
2n | ὡμοιώθη ἡ βασιλεία τῶν οὐ‐ | |
3n | ρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις | |
4n | ἠθέλησε συνᾶραι λόγον μετὰ | |
5n | τῶν δούλων αὐτοῦ (18, 23[—35]). | |
6 | Ἡ μὲν περίνοια τῆς παρα‐ βολῆς διδάσκειν βούλεται συγχω‐ ρητικοὺς εἶναι τῶν εἰς ἡμᾶς ἡμαρτη‐ μένων τοῖς ἀδικήσασιν ἡμᾶς, καὶ | |
10 | μάλιστα εἰ μετὰ τὸ ἀδικῆσαι δέοιτο τοῦ ἠδικημένου ὁ ἀδικήσας, συγχω‐ ρηθῆναι ἀξιῶν αὑτῷ τὰ προημαρτη‐ μένα. καὶ ταῦτα διδάσκειν ἡμᾶς βούλεται ἡ παραβολὴ παριστᾶσα ὅτι | |
15 | καὶ τῶν ἤδη συγχωρηθέντων ἡμῖν ὑπὸ τοῦ θεοῦ ἁμαρτημάτων, ἐφ’ οἷς ἄφεσιν εἰλήφαμεν, ἔκπραξις γέ‐ νοιτ’ ἂν καὶ μετὰ τὴν ἄφεσιν, εἰ μὴ ἀφίοιμεν τοῖς ἡμᾶς ἠδικηκόσι | |
20 | τὰ ἁμαρτήματα αὐτῶν, ὡς μηδὲ τὴν τυχοῦσαν μνήμην ἔτι ἐν ἡμῖν καταλείπεσθαι τοῦ ἠδικῆσθαι. ἀλλ’ ὅλῃ καρδίᾳ ὑπὸ ἀμνησικακίας ὠφελημένῃ (οὐ τῆς τυχούσης ἀρετῆς) | |
25 | συγχωροῖμεν τῷ ἡμᾶς ἀδικήσαντι τὰ κακῶς εἴς τινα ἡμῶν ἀπ’ αὐτοῦ | |
καὶ ἐπιβουλευτικῶς πεπραγμένα. Μετὰ δὲ τὴν περίνοιαν τῆς παραβολῆς ἔστι μὲν καὶ ἁπλούστε‐ | ||
30 | ρον κατὰ λέξιν πᾶσαν αὐτὴν ἐξετά‐ σαι, ὥστ’ ὄνασθαι ἀπὸ τῆς βασάνου τῶν λελεγμένων τὸν ἐπιμελῶς ἐπὶ τὸ ὀρθῶς ζητεῖν ἕκαστον τῶν προ‐ γεγραμμένων προκόπτοντα. | |
35 | ἔστι δὲ (ὡς εἰκὸς) καὶ ἐπαναβεβηκυῖα διήγησις καὶ δυστέκμαρτός τις μυστικωτέρα, καθ’ ἣν ἀνάλογον ταῖς ἑρμηνευθείσαις ὑπὸ τῶν εὐαγγελιστῶν παραβολαῖς | |
40 | ζητήσαι τις ἂν ἕκαστον τῶν ἐν ταύτῃ. οἷον τίς ὁ βασιλεὺς καὶ τίνες οἱ δοῦλοι καὶ τίς ἡ ἀρχὴ τοῦ συναί‐ ρειν λόγον καὶ τίς ὁ εἷς πολλῶν ὀφειλέτης ταλάντων, τίς τε ἡ | |
45 | γυνὴ αὐτοῦ καὶ τίνα τὰ τέκνα καὶ τίνα τὰ παρὰ ταῦτα λελεγμένα πάντα, ἅτινα ἐκέλευσεν ὁ βασι‐ λεὺς πραθῆναι ὑπὲρ τοῦ ἀποδο‐ θῆναι τὴν ὀφειλὴν ἐκ τῶν ὑπαρ‐ | |
14.6(50) | χόντων ἐκείνου, τί τε τὸ ἐξελθεῖν τὸν συγκεχωρημένον τὰ πολλὰ τά‐ λαντα καὶ τίς ὁ εὑρεθεὶς τῶν 〈συν‐〉 δούλων εἷς, οὐ τῷ οἰκοδεσπότῃ ἀλλὰ τῷ συγκεχωρημένῳ 〈δούλῳ〉 ὀφεί‐ | |
55 | λων, καὶ τί βούλεται ὁ ἀριθμὸς τῶν ἑκατὸν δηναρίων, τί δὲ τὸ ἔπνιγε λέγων· ἀπόδος εἴ τι ὀφείλεις, καὶ τίς ἡ φυλακὴ εἰς ἣν ἀπελθὼν ἔβαλε τὸν σύνδουλον ὁ συγχωρηθεὶς | |
60 | πάντα τὰ τάλαντα, τίνες τε οἱ λυπηθέντες σύνδουλοι καὶ δια‐ σαφήσαντες τῷ κυρίῳ πάντα τὰ γενόμενα, καὶ τίνες οἱ βασα‐ | |
νισταὶ οἷς παρεδόθη ὁ εἰς φυλα‐ | ||
65 | κὴν τὸν σύνδουλον βαλών; καὶ πῶς ἀπέδωκε παραδοθεὶς τοῖς βασα‐ νισταῖς πᾶν τὸ ὀφειλόμενον, ὡς μηδὲν ὀφείλειν ἔτι; εἰκὸς δὲ καὶ ἄλλα τινὰ δύνασθαι | |
70 | ἂν ὑπὸ τοῦ ἐξεταστικωτέρου προσ‐ αχθῆναι τῷ λόγῳ, ὧν τὴν διή‐ γησιν καὶ τὴν ἑρμηνείαν μείζονα ἢ «κατὰ ἄνθρωπον» εἶναι νομίζω καὶ δεομένην πνεύματος Χριστοῦ τοῦ | |
75 | εἰπόντος αὐτά, ἵνα ὡς εἶπεν ὁ Χριστὸς νοηθῇ. ὡς γὰρ οὐδεὶς «οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, καὶ οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ | |
80 | εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ», οὕτως οὐδεὶς οἶδε (μετὰ τὸν θεὸν) τὰ ὑπὸ τοῦ Χριστοῦ λελαλημένα ἐν παροιμίαις καὶ παραβολαῖς εἰ μὴ τὸ Χριστοῦ πνεῦμα, οὗ ὁ μετέχων | |
85 | οὐ μόνον καθὸ Χριστοῦ ἐστι πνεῦμα, ἀλλὰ καὶ καθὸ Χριστοῦ ὡς σοφίας 〈καὶ〉 ὡς λόγου, θεωρήσαι ἂν τὰ κατὰ τὸν τόπον αὐτῷ ἀποκαλυ‐ πτόμενα. ἀλλὰ περὶ μὲν τῆς ἀνωτάτω | |
90 | διηγήσεως οὐκ ἐπαγγελλόμεθα μὲν οὐ μὴν οὐδ’ ἀπελπίζομεν, ὑπὸ Χριστοῦ, ὅς ἐστι σοφία θεοῦ, βοη‐ θούμενοι καταλαβεῖν τὰ ἐν τῇ παρα‐ βολῇ δηλούμενα· πότερον δὲ ὥστε | |
95 | καὶ ὑπαγορευθῆναι τὰ τοιαῦτα τῇδε | |
τῇ γραφῇ ἢ μή, θεὸς ἂν ὑποβάλοι ἐν Χριστῷ ποιῆσαι τὸ ἀρεστὸν αὐτῷ, μόνον ἵνα δοθῇ καὶ περὶ τούτων ὁ «διὰ τοῦ πνεύματος» διδό‐ | ||
14.6(100) | μενος «λόγος σοφίας» ἀπὸ τοῦ θεοῦ καὶ ὁ «κατὰ τὸ πνεῦμα» ἐπιχορη‐ γούμενος «λόγος γνώσεως». | |
14.7 | Ὡμοιώθη (φησὶν) ἡ βα‐ σιλεία τῶν οὐρανῶν καὶ τὰ ἑξῆς. εἰ δὲ βασιλεῖ ὡμοιώθη τοιῷδε καὶ τοιάδε πεποιηκότι, τίνα | |
5 | χρὴ λέγειν ἢ τὸν υἱὸν τοῦ θεοῦ; αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν οὐρανῶν, καὶ ὥσπερ αὐτός ἐστιν ἡ αὐτοσοφία καὶ ἡ αὐτοδικαιοσύνη καὶ ἡ αὐτοαλήθεια, οὕτω μήποτε | |
10 | καὶ ἡ αὐτοβασιλεία. βασιλεία δὲ οὐ τῶν κάτω τινὸς οὐδὲ μέρους τῶν ἄνω, ἀλλὰ πάντων τῶν ἄνω, ἅτινα ὠνομάσθησαν οὐρανοί. κἂν ζητῇς δὲ πῶς «αὐτῶν ἐστιν ἡ | |
15 | βασιλεία τῶν οὐρανῶν», δύνασαι λέγειν ὅτι αὐτῶν ἐστιν ὁ Χριστός, καθὸ αὐτοβασιλεία ἐστίν, βασιλεύων καθ’ ἑκάστην ἐπίνοιαν αὐτοῦ τοῦ μηκέτι βασι‐ | |
20 | λευομένου ὑπὸ τῆς ἁμαρτίας, βασι‐ λευούσης «ἐν τῷ θνητῷ σώματι» τῶν ἑαυτοὺς ὑποταξάντων αὐτῇ. καὶ ἐὰν λέγω· βασιλεύων καθ’ ἑκά‐ στην | |
25 | ἐπίνοιαν αὐτοῦ, τοιοῦτόν τι δηλῶ· βασιλεύων, ᾗ δικαιοσύνη ἐστὶ καὶ ᾗ σοφία καὶ ᾗ ἀλήθεια καὶ αἱ λοιπαὶ ἀρεταί, τοῦ γενομένου (διὰ τὸ φορεῖν «τὴν εἰκόνα τοῦ ἐπου‐ | |
30 | ρανίου») οὐρανοῦ καὶ πάσης δυνάμεως, εἴτε ἀγγελικῆς εἴτε τῶν λοιπῶν ὀνομαζομένων «οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι» ἁγίων καὶ ἀξίων τῆς | |
35 | τοιαύτης βασιλείας. αὕτη τοίνυν ἡ βασιλεία τῶν οὐρανῶν, ἡνίκα «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» ἐγένετο, ἵνα «περὶ ἁμαρτίας» κατακρίνῃ «τὴν ἁμαρτίαν», | |
40 | ἡνίκα «μὴ γνόντα» αὐτὸν «ἁμαρ‐ τίαν ἐποίησεν ὑπὲρ ἡμῶν ἁμαρτίαν» τῶν «τῆς ἁμαρτίας» ἡμῶν φορούντων σῶμα, ὡμοιώθη ἀνθρώπῳ βασιλεῖ | |
45 | τῷ κατὰ τὸν Ἰησοῦν νοουμένῳ, ἑνωθεῖσα αὐτῷ, πλεῖον (εἰ δεῖ οὕτω τολμήσαντα εἰπεῖν) ἔχοντι πρὸς τὸ ἡνῶσθαι καὶ πάντη ἓν γενέσθαι τῷ πρωτοτόκῳ «πάσης | |
14.7(50) | κτίσεως», εἰ «ὁ κολλώμενος τῷ κυρίῳ» «ἓν πνεῦμα» πρὸς αὐτὸν γίνεται. αὕτη δὲ ἡ ὁμοιωθεῖσα βασιλεία τῶν οὐρανῶν τῷ κατὰ τὸν σω‐ τῆρα νοουμένῳ ἀνθρώπῳ βασι‐ | |
55 | λεῖ καὶ ἑνωθεῖσα αὐτῷ προλη‐ πτικῶς λέγεται, ὅτι ἠθέλησε συν‐ ᾶραι λόγον μετὰ τῶν δού‐ λων αὐτοῦ. 〈οὔπω μὲν γὰρ συνῆρε〉, μέλλει δὲ | |
60 | συναίρειν λόγον μετ’ αὐτῶν, ἵνα φανῇ ὅπως ἕκαστος τοῖς τοῦ οἰκο‐ δεσπότου δοκίμοις ἀργυρίοις καὶ νομίσμασι λογικοῖς ἐχρήσατο. καὶ ἐλήφθη γε ἐν τῇ παραβολῇ τὸ | |
65 | παράδειγμα ἀπὸ τῶν συναιρόντων δεσποτῶν λόγον μετὰ τῶν ἰδίων δούλων. Ἀκριβέστερον δὲ νοήσομεν τὸ τῆς παραβολῆς ἐν τούτοις δηλού‐ | |
70 | μενον ἐρείσαντες αὑτῶν τὴν διά‐ νοιαν τοῖς γινομένοις παρὰ τοῖς οἰκονομήσασι δεσποτικὰ χρήματα οἰκέταις καὶ λόγον περὶ αὐτῶν ἀπαιτουμένοις· ἕκαστος γὰρ ἐκεί‐ | |
75 | νων ἀπὸ τῶν δεσποτικῶν διαφόρως λαμβάνων χρημάτων κέχρηται αὐ‐ τοῖς ἤτοι εἰς δέον, ὥστε αὐξάνειν τὰ δεσποτικὰ χρήματα, ἢ ἀσώτως ἀναλίσκων εἰς ἃ μὴ δεῖ καὶ ἐκχέων | |
80 | ἀκρίτως χωρὶς εὐλαβείας τὰ ἐγκε‐ χειρισμένα. εἰσὶ δὲ οἳ τάδε μὲν καὶ τὰ τοσάδε καλῶς ᾠκονόμησαν χρή‐ ματα ἕτερα δὲ ἀπολωλέκασι, καὶ ἡνίκα ἂν διδῶσι τὸν λόγον συναί‐ | |
85 | ροντος αὐτὸν τοῦ δεσπότου μετ’ αὐ‐ τῶν, συνάγεται μὲν πόσον ἐζημιώθη ἕκαστος ἀριθμεῖται δὲ καὶ πόσον κέρδος προσήγαγε, καὶ κατὰ τὴν ἀξίαν τοῦ πῶς ᾠκονόμησεν ἤτοι | |
90 | τιμᾶται ἢ ἐκπράσσεται ἢ ἐπὶ τινῶν μὲν συγχωρεῖται ἐπὶ τινῶν δ’ ἀφαι‐ ρεῖται. φέρε τοίνυν ἀπὸ τῶν εἰρημένων πρῶτον ἴδωμεν τὰ λογικὰ νομίσματα καὶ δόκιμα τοῦ δεσπότου | |
95 | ἀργύρια, ἅπερ ὁ μέν τις πλείονα ἕτερος δ’ ἐλάττονα λαμβάνει. κατὰ γὰρ τὴν ἑκάστου δύναμιν ᾧ μὲν δίδονται «πέντε τάλαντα», ὡς δυναμένῳ διοι‐ | |
14.7(100) | κεῖν τὰ τοσαῦτα, ἄλλῳ «δὲ δύο», ὡς μὴ χωροῦντι τὰ τοῦ πρὸ αὐτοῦ, ἄλλῳ «δὲ ἕν», ὡς καὶ τοῦ ἑτέρου ὑποδεεστέρῳ. πότερον δὲ αὗται μόναι αἱ διαφο‐ | |
105 | ραί εἰσιν, ἢ αὗται μὲν περί τινων ἐν τοῖς ἑξῆς τοῦ εὐαγγελίου λέγονται, εἰσὶ δὲ καὶ ἄλλαι παρὰ ταύτας; καὶ ἐπ’ ἄλλαις παραβολαῖς εὑρίσκονταί τινες, τῇ μὲν ὀφειλέται δύο, ὁ μὲν | |
110 | πεντακοσίων ὁ δὲ πεντήκοντα δη‐ ναρίων, ἤτοι ταῦτα πιστευθέντες καὶ κακῶς οἰκονομήσαντες (ἐλάτ‐ τους τῇ δυνάμει τοῦ τὸ τάλαντον πεπιστευμένου), ἢ *** ὅτι μὲν | |
115 | εἰλήφασιν οὗτοι, οὐ μεμαθήκαμεν, ὅτι δὲ τοσοῦτον ὤφειλον, ἀπὸ τῆς παραβολῆς δεδιδάχθαι δοκοῦμεν. εὑρίσκονται καὶ ἄλλοι δέκα δοῦλοι πιστευόμενοι μνᾶς ἕκαστος ἀνὰ μίαν. | |
120 | καὶ εἴ τις δὴ κατανοήσαι τὸ ποι‐ κίλον τῆς ἀνθρωπίνης ψυχῆς καὶ τὰς πολλῷ διαφερούσας ἀλλήλων εὐ‐ | |
φυΐας καὶ ἀφυΐας εἰς πλείονας τῶν ἀρετῶν ἢ ἐλάττονας καὶ τάσδε τὰς | ||
125 | ἀρετὰς ἢ τάσδε, τάχα ἂν ἐννοήσαι πῶς ἑκάστη ψυχὴ ἐλήλυθε μετά τινων τοῦ οἰκοδεσπότου νομισμά‐ των 〈εἰς τὸν κόσμον τοῦτον〉, ἀναφαινομένων μετὰ τῆς τοῦ λόγου | |
130 | συμπληρώσεως καὶ τῆς ἑξῆς τῇ συμπληρώσει τοῦ λόγου ἐπιμελείας καὶ ἀσκήσεως, τῆς πρὸς τὰ δέοντα, ἢ ἐπιμελείας μὲν καὶ ἀσκήσεως, τῆς πρὸς ἄλλα δὲ ἤτοι χρήσιμα (ὁποῖά | |
135 | ἐστι τὰ ἐπιτηδεύματα), ἢ πῆ μὲν χρήσιμα πῆ δὲ οὐ χρήσιμα (ὁποῖά ἐστι τὰ μήτε πάντη ἀληθῆ δόγματα μήτε δι’ ὅλων ψευδῆ). | |
14.8 | Ζητήσεις δὲ ἐν τούτοις, πότερον πάντες δύνανται ἄνθρωποι δοῦλοι τούτου λέγεσθαι τοῦ βασι‐ λέως, ἢ τινὲς μὲν δοῦλοι, «οὓς προ‐ | |
5 | έγνω καὶ προώρισεν», ἕτεροι δὲ 〈οὐ δοῦλοι ἀλλ’〉 οἱ τοῖς δούλοις συμπραγ‐ ματευόμενοι λεγόμενοι τραπεζῖται. καὶ οὕτω δὲ ζητήσεις, εἰ ἔξω τῶν δούλων εἰσὶν ἀφ’ ὧν μετὰ τόκων | |
10 | ἐκπράττειν ἐπαγγέλλεται ὁ οἰκοδεσ‐ πότης, οὐ μόνον ἀλλότριοι τῆς θεοσε‐ βείας, ἀλλὰ καί τινες τῶν πιστευ‐ | |
όντων. δοῦλοι δὲ μόνοι οἱ τοῦ λόγου οἰκονόμοι ***. | ||
15 | συναίρων δὲ λόγον μετὰ τῶν δούλων ὁ βασιλεὺς ἀπαιτεῖ καὶ τοὺς ἀπὸ τῶν δούλων δεδανεισμένους, εἴτε «ἑκατὸν κόρους σίτου», εἴτε «ἑκατὸν βάδους ἐλαίου», εἴτε ὅ τι δήποτε εἰληφότας | |
20 | τοὺς ἔξω τῆς τοῦ βασιλέως οἰκετίας· οὐ γὰρ σύνδουλος «τοῦ οἰκονόμου τῆς ἀδικίας» εὑρίσκεται κατὰ τὴν παρα‐ βολὴν ὁ τοὺς ἑκατὸν ὀφείλων τοῦ σίτου κόρους καὶ τοὺς ἑκατὸν τοῦ | |
25 | ἐλαίου βάδους, ὡς δῆλον ἐκ τοῦ «πόσον ὀφείλεις τῷ κυρίῳ μου;» 〈καὶ οὐκ εἶπε· «τῷ κυρίῳ» ἡμῶν〉. νόει δέ μοι ἑκάστην πρᾶξιν ἐοικέναι ἀγαθὴν μὲν ἢ καθή‐ | |
30 | κουσαν κέρδει καὶ ἐπιγεννήματι, μοχθηρὰν δὲ ζημίᾳ· καὶ ὥσπερ ἐστί τι κέρδος πλειόνων ἀργυρίων καὶ ἄλλο ἐλαττόνων καὶ διαφόρως πλειόνων καὶ ἐλαττόνων, οὕτως κατὰ | |
35 | τὰς καλὰς πράξεις οἱονεὶ συντί‐ μησίς ἐστι κερδῶν πλειόνων ἢ | |
ἐλαττόνων [ὃ] *** τοῦ μόνου ἐπισταμένου τὰ τοιαῦτα ἐξετάζειν (ὁρῶντος ἀπὸ | ||
40 | τῆς διαθέσεως καὶ τοῦ λόγου καὶ τῆς πράξεως καὶ τῶν συνεργούντων τοῖς ἐφ’ ἡμῖν ἐκ τῶν οὐκ ἐφ’ ἡμῖν) 〈καὶ〉 λογίσασθαι ποῖον μὲν ἔργον μέγα κέρδος ἐστί, ποῖον δὲ ἔλαττον, | |
45 | ποῖον δὲ ἐλάχιστον, οὕτω δὲ καὶ ἐπὶ τῶν ἐναντίων ποῖον μὲν ἁμάρ‐ τημα ἐν τῷ συναίρεσθαι λόγον τοῖς δούλοις εὑρίσκεται μεγάλη ζημία, ποῖον δὲ ἐλάττων καὶ ποῖον (εἰ | |
14.8(50) | δεῖ οὕτως ὀνομάσαι) ζημία τοῦ ἐσχάτου λεπτοῦ ἢ τοῦ ἐσχάτου κοδράντου. ὅλου τοίνυν καὶ παντὸς τοῦ βίου συναίρεται ὑπὸ τῆς εἰρη‐ μένης βασιλείας τῶν οὐρανῶν | |
55 | (ὁμοιωθείσης ἀνθρώπῳ βασιλεῖ) λόγος, ὅτε «τοὺς πάντας ἡμᾶς πα‐ ραστῆναι δεῖ ἔμπροσθεν τοῦ βή‐ ματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς | |
60 | ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦ‐ λον»· καὶ τότε, συναιρομένου λόγου, ἀχθήσεται εἰς τὸν συναιρόμενον λόγον καὶ «πᾶν ῥῆμα ἀργὸν ὃ ἂν λαλήσωσιν οἱ ἄνθρωποι» καὶ εἴ | |
65 | ποτέ τις ἐπότισε «ποτήριον ὕδατος ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ». | |
14.9 | Καὶ ταῦτα ἔσται, ἡνίκα ἂν 〈γίνηται〉 τὸ παρὰ τῷ Δανιὴλ | |
γεγραμμένον τὸ «βίβλοι ἠνεῴχθησαν, καὶ κριτήριον ἐκάθισεν». οἱονεὶ γὰρ | ||
5 | πάντων τῶν λελαλημένων καὶ 〈τῶν〉 πεπραγμένων καὶ τῶν νενοημένων ἀναγραφή τις γίνεται, καὶ θείᾳ δυνάμει πᾶν κρυπτὸν ἡμῶν φανε‐ ρωθήσεται καὶ πᾶν κεκαλυμμένον | |
10 | ἀποκαλυφθήσεται, ἵν’ ἐπὰν 〈μὲν〉 μὴ εὑρεθῇ τις δεδωκὼς «ἐργασίαν ἀπηλ‐ λάχθαι» τοῦ ἀντιδίκου, ὁδεύσῃ διὰ τοῦ ἄρχοντος, τοῦ κριτοῦ καὶ τοῦ ὑπηρέτου ἐπὶ τὴν φυλακήν, ἕως τὸν | |
15 | ἔσχατον λεπτὸν ἀποδῷ, ἐπὰν δὲ ᾖ δοὺς «ἐργασίαν ἀπηλλάχθαι» ἐκεί‐ νου καὶ «μηδενὶ μηδὲν» ὀφείλων, καὶ ἤδη τὴν μνᾶν δεκαπλασιάσας ἢ πενταπλασιάσας ἢ τὰ «πέντε τά‐ | |
20 | λαντα» διπλασιάσας ἢ τὰ «δύο» τέσσαρα ποιήσας τύχῃ τῆς δεούσης ἀμοιβῆς, εἰσερχόμενος «εἰς τὴν χα‐ ρὰν τοῦ κυρίου» αὐτοῦ ἢ «ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ» καθι‐ | |
25 | στάμενος ἢ ἀκούων «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων» ἢ «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων». ταῦτα δὲ ἡμεῖς μὴ ὡς χρόνου πολ‐ λοῦ δεόμενα, ἵνα συναρθῇ ἡμῖν περὶ | |
30 | τῶν ὅλων χρόνων τῆς ἐνταῦθα ζωῆς λόγος, νομίζωμεν λέγεσθαι, ὥστ’ ἂν ὑπολαβεῖν τοῦ βασιλέως | |
συναίροντος ἑνὶ ἑκάστῳ τοσούτων δούλων λόγον τοσούτου χρόνου δεῖ‐ | ||
35 | σθαι τὰ πράγματα, ἕως ἐπὶ τὸ τέλος ἔλθῃ τὰ ἀπὸ τῆς ἀρχῆς τοῦ κόσμου ἕως τῆς συντελείας [τοῦ] αἰῶνος οὐχ ἑνός, ἀλλὰ καὶ πλειόνων αἰώνων ***. τὸ δὲ ἀληθὲς οὐχ οὕτως | |
40 | ἔχει. ἀθρόως γάρ, βουληθεὶς ὁ θεὸς ἀναρριπίσαι ἐν ταῖς πάντων μνήμαις (ὑπὲρ τοῦ ἕκαστον τῶν ἰδίων συναισθηθῆναι κρεῖττον ἢ χεῖρον πεπραγμένων) πάντα τὰ παρ’ | |
45 | ὅλον τὸν χρόνον γεγενημένα ἑκάστῳ, ποιήσαι ἂν δυνάμει ἀφάτῳ. οὐ γὰρ ὥσπερ ἡμεῖς βουλόμενοι ὑπόμνησίν τινων ποιῆσαι δεόμεθα χρόνου διαρ‐ κοῦς πρὸς τὴν διέξοδον τῶν ὑφ’ | |
14.9(50) | ἡμῶν λεγομένων καὶ φερόντων εἰς ἀνάμνησιν ὧν βουλόμεθα ἀναμνῆ‐ σαι, οὕτως ὁ θεὸς βουληθεὶς ἡμᾶς ὑπομνῆσαι τῶν ἐν τῷ βίῳ τούτῳ πεπραγμένων, ἵνα συναισθηθέντες | |
55 | ὧν πεποιήκαμεν καταλάβωμεν δι’ ἃ κολαζόμεθα ἢ τιμώμεθα, ποιή‐ σαι ἄν. εἰ δέ τις τῷ τάχει τῆς τοῦ θεοῦ περὶ ταῦτα δυνάμεως ἀπιστεῖ, οὗτος οὐδέπω νενόηκε τὸν ποιήσαντα | |
60 | τὰ ὅλα θεὸν οὐ δεηθέντα χρόνων εἰς τὸ ποιῆσαι τὴν τηλικαύτην οὐρα‐ νοῦ καὶ γῆς καὶ 〈πάντων〉 τῶν ἐν αὐτοῖς κτίσιν. κἂν γὰρ δοκῇ ἐν ἓξ ἡμέραις ταῦτα πεποιηκέναι, συνέσεως | |
65 | χρεία πρὸς τὸ νοῆσαι πῶς λέγεται τὸ ἐν ἓξ ἡμέραις | |
διὰ τοῦτο· «αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς» | ||
70 | καὶ τὰ ἑξῆς. τολμητέον οὖν καὶ λεκτέον, ὅτι ὁ τῆς προσδοκωμένης κρίσεως καιρὸς οὐ δεῖται χρόνων, ἀλλ’ ὡς ἡ ἀνά‐ στασις λέγεται γίνεσθαι «ἐν ἀτόμῳ, | |
75 | ἐν ῥιπῇ ὀφθαλμοῦ», οὕτως (οἶμαι) καὶ ἡ κρίσις. | |
14.10 | Μετὰ ταῦτα λεκτέον εἰς τὸ ἀρξαμένου δὲ αὐτοῦ συναί‐ ρειν λόγον, προσήχθη αὐτῷ εἷς ὀφειλέτης πολλῶν ταλάν‐ | |
5 | των. ὅπερ τοιοῦτόν μοι δοκεῖ ἔχειν νοῦν· ὁ μὲν «καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα» ἐστὶν ἀρχόμενος «ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ», εἰπόντος (ὡς καὶ | |
10 | ἐν τῷ Ἰεζεκιὴλ γέγραπται) τοῖς 〈ἀγγέλοις τοῖσ〉 ἐπὶ τῶν κολάσεων τεταγμένοις· «ἀπὸ τῶν ἁγίων μου ἄρξασθε», καὶ «ῥιπῇ ὀφθαλμοῦ» ἐοι‐ κώς ἐστιν, | |
15 | ὁ δὲ τοῦ συναίρειν λόγον τὴν ἀρχὴν ἔχει (ἐπινοίᾳ λαμβανομένην· οὐ γὰρ ἐπιλελήσμεθα τῶν προειρημένων) ἀπὸ τῶν ὀφειλόντων πλείονα· διόπερ οὐ γέγραπται μὲν συναίροντος δὲ | |
20 | αὐτοῦ λόγον, εἴρηται δὲ ἀρξα‐ | |
μένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη (ἐν τῇ ἀρχῇ τοῦ συναίρειν αὐτὸν λόγον) εἷς ὀφει‐ λέτης πολλῶν ταλάντων ὡς | ||
25 | μυρία ὅσα ζημιωθεὶς καὶ μεγάλα μὲν ἐγκεχειρισμένος καὶ πιστευθεὶς πολλά, μηδὲν δὲ κέρδος προσαγα‐ γὼν τῷ δεσπότῃ, ἀλλὰ μυρία ὅσα ζημιωθείς, | |
30 | ὥστε αὐτὸν ὀφείλειν πολλὰ τάλαντα. καὶ τάχα διὰ τοῦτο πολλὰ ὤφειλε τάλαντα, ἐπείπερ ἠκολούθησε πολ‐ λάκις τῇ ἐπὶ τὸ τάλαντον τοῦ μολίβου καθημένῃ γυναικί, ᾗ ὄνομα Ἀνομία. | |
35 | νόει δὲ κατὰ τὸν τόπον ἕκαστον μέγιστον ἁμάρτημα ταλάν‐ των εἶναι ζημίαν οἰκοδεσποτικῶν, καὶ τοιαῦτα ἁμαρτάνουσι πόρνοι, μοιχοί, ἀρσενοκοῖται, μαλακοί, εἰδω‐ | |
40 | λολάτραι, φονεῖς. οὐδὲν οὖν τάχα μικρὸν ἀλλὰ πάντα μεγάλα καὶ χαλεπὰ ἥμαρτεν ὁ προσαχθεὶς τῷ βασιλεῖ εἷς ὀφειλέτης πολλῶν ταλάν‐ | |
45 | των, ὅντινα εἰ μὲν ἐν ἀνθρώποις ζητήσεις, ἴσως ἂν αὐτὸν εὕροις ὄντα τὸν ἄνθρωπον «τῆς ἁμαρτίας», τὸν υἱὸν «τῆς ἀπω‐ | |
14.10(50) | λείας», τὸν ἀντικείμενον καὶ ἐπαι‐ ρόμενον «ἐπὶ πάντα θεὸν ἢ σέβασμα»· εἰ δὲ ἔξω ἀνθρώπων, τίς ἂν εἴη οὗτος | |
ἢ ὁ διάβολος τοσ〈αῦτα τάλαντα ὅσουσ〉 ἀνθρώπους | ||
55 | ἀπολωλεκὼς δεξαμένους αὐτὸν ἐνερ‐ γοῦντα τὴν ἁμαρτίαν; «μέγα γὰρ ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων», τίμιον ὡς ταλάντου εἶναι ἄξιον ἤτοι χρυσοῦ (ὁποία ἡ λυχνία ἡ ταλαντιαία | |
60 | ἦν ἡ 〈ἐκ〉 χρυσοῦ) ἢ ἀργύρου ἢ ὁποίας δήποτε νοητῶς παραλαμβανομένης ὕλης. ὧν σύμβολα ἐν τοῖς Λόγοις τῶν ἡμερῶν ἀναγέγραπται, Δαυῒδ πλουτήσαντος πολλοῖς ταλάν‐ | |
65 | τοις ὧν καὶ ὁ ἀριθμὸς δέδεικται, ταλάντοις χρυσοῦ τοσοῖσδε καὶ ἀρ‐ γύρου τοσοῖσδε καὶ τῆς λοιπῆς ὀνομαζομένης ἐκεῖ ὕλης, ἐξ ἧς κατεσκεύασται ὁ τοῦ θεοῦ νεώς. | |
14.11 | Πλὴν μὴ ἔχων ἀποδοῦναι τὰ τάλαντα (ἀπολωλέκει γὰρ ταῦτα) ἔχει γυναῖκα καὶ τέκνα καὶ ἄλλα περὶ ὧν γέγραπται· πάντα | |
5 | ὅσα ἔχει. καὶ ἦν δυνατόν, πιπρα‐ σκόμενον αὐτὸν μετὰ τῶν ἰδίων εὐπορῆσαι, τοῦ ὠνησαμένου αὐτὸν καὶ πληρώσαντος διὰ τῆς τιμῆς αὐτοῦ καὶ τῶν αὐτοῦ πᾶν τὸ ὄφλημα· | |
10 | καὶ οἷόν τε ἦν αὐτὸν μηκέτι μὲν εἶναι δοῦλον τοῦ βασιλέως, γίνεσθαι δὲ τοῦ ὠνησαμένου. καὶ ἐπιδικάζεταί γε τοῦ μὴ πραθεὶς ἅμα τοῖς ἰδίοις | |
μένειν ἐν τῇ τοῦ βασιλέως οἰκίᾳ· | ||
15 | διὸ πεσὼν προσκυνεῖ αὐτῷ (θεὸν ἐπιστάμενος τὸν βασιλέα) καὶ λέγει· μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα ἀποδώσω σοι· ἦν γὰρ (εἰκὸς) καὶ δραστήριος, ὁρῶν ὅτι | |
20 | δύναται ἐκ δευτέρων πράξεων ἀνα‐ πληρῶσαι πᾶν τὸ ἐνδεὲς ἀπὸ τῆς προ‐ τέρας ζημίας τῶν πολλῶν ταλάν‐ των. καὶ ὁ ἀγαθός γε βασιλεὺς οὗ‐ τος ἐσπλαγχνίσθη καὶ ἐπὶ τὸν ὀφει‐ | |
25 | λέτην τῶν πολλῶν ταλάντων, καὶ τότε μὲν ἀπέλυσεν αὐτόν, πλεῖόν τι χαρισάμενος αὐτῷ ἧς ἠξιώθη ἀξιώσεως. ὁ μὲν γὰρ ὀφει‐ λέτης ἐπηγγείλατο μακροθυμήσαντι | |
30 | τῷ δεσπότῃ ἀποδοῦναι ἅπαντα τὰ ὀφειλήματα· ὁ δὲ σπλαγχνισθεὶς ἐπ’ αὐτῷ κύριος (οὐκ ἐπὶ τῷ ἀπολαβεῖν ἐκ τοῦ μακροθυμεῖν) τότε ἀφῆκεν αὐτὸν 〈οὐ〉 μόνον, ἀλλὰ | |
35 | καὶ παντελῶς ἀπέλυσε, καὶ πᾶ‐ σαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ. ὁ δὲ πονηρὸς δοῦλος οὗτος καὶ μακροθυμίαν ἀπὸ τοῦ δεσπότου αἰ‐ τήσας ἐπὶ τοῖς πολλοῖς ταλάντοις | |
40 | ἀνηλεῶς πεποίηκεν. εὑρὼν γὰρ ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δη‐ νάρια, κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος εἴ τι ὀφείλεις. | |
45 | πῶς δὲ οὐχ ὑπερβολὴν πονηρίας ἐπεδείξατο, δι’ ἑκατὸν δηνάρια κρατήσας τὸν σύνδουλον καὶ πνί‐ γων καὶ ἀποστερῶν αὐτὸν ἐλευ‐ θέρας ἀναπνοῆς, αὐτὸς ἐπὶ τοῖς πολ‐ | |
14.11(50) | λοῖς ταλάντοις μήτε κρατηθεὶς μήτε | |
πνιγείς, ἀλλὰ πρότερον μὲν κελευ‐ σθεὶς πραθῆναι ἅμα γυναικὶ καὶ τέκνοις καὶ τοῖς ἑαυτοῦ, ὕστερον δὲ (μετὰ τὸ προσκυνῆσαι) σπλαγχνι‐ | ||
55 | σθέντος ἐπ’ αὐτῷ τοῦ κυρίου ἀπο‐ λυθεὶς καὶ περὶ πάσης ἀφεθεὶς τῆς ὀφειλῆς; Καὶ ἔργον γε εἰπεῖν κατὰ τὸ βούλημα τοῦ Ἰησοῦ, τίς ἐστιν *** ὁ | |
60 | εὑρεθεὶς σύνδουλος εἷς ὀφείλων, οὐ τῷ κυρίῳ ἑαυτοῦ ἀλλὰ τῷ πολλὰ ὀφείλοντι τάλαντα, ἑκατὸν δη‐ νάρια, καὶ τίνες οἱ ἰδόντες τὸν μὲν πνίγοντα τὸν δὲ πνιγόμενον | |
65 | σύνδουλοι καὶ λυπηθέντες σφό‐ δρα καὶ σαφῶς παραστήσαντες τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. ὡς μὲν οὖν [ἐπ’] ἀλη‐ θείας ἔχει τὰ πράγματα, ἀποφαίνο‐ | |
70 | μαι μηδένα 〈δύνασθαι〉 διηγήσασθαι εἰ μὴ Ἰησοῦ, τοῦ «τοῖς ἰδίοις μαθη‐ ταῖς κατ’ ἰδίαν» λύσαντος «πάντα», ἐπιδημήσαντος αὐτοῦ τῷ ἡγεμονικῷ καὶ ἀνοίγοντος τοὺς ἐν τῇ παρα‐ | |
75 | βολῇ θησαυροὺς πάντας σκοτεινούς, ἀποκρύφους, ἀοράτους καὶ πληρο‐ φοροῦντος δι’ ἐναργῶν ἀποδείξεων ὃν βούλεται φωτίσαι τῷ φωτὶ τῆς γνώσεως 〈πάντων〉 τῶν κατὰ τὴν | |
80 | παραβολὴν ταύτην, ἵν’ ἅμα τε παραστήσῃ τίς ὁ εἷς προσαχθεὶς τῷ βασιλεῖ ἀνθρώπῳ ὀφειλέ‐ της πολλῶν ταλάντων καὶ τὰ ἑξῆς, καὶ ὁ ὀφείλων τούτῳ τὰ | |
85 | ἑκατὸν δηνάρια ἄλλος εἷς καὶ τὰ | |
λοιπά, εἴτε δύναται εἶναι ὁ προαποδεδο‐ μένος «ἄνθρωπος τῆς ἁμαρτίας» εἴτε καὶ ὁ | ||
90 | διάβολος εἴτε μηδέτερος μὲν τού‐ των, ἄλλος δέ τις ἤτοι ἄνθρωπος ἢ τῶν ὑπὸ τὸν διάβολόν τις. ἔστι γὰρ τῆς σοφίας τοῦ θεοῦ ἔργον καὶ τὰ περὶ τῶν ἰδίως ποιῶν ἤτοι | |
95 | πεποιωμένων κατὰ τὰς τοιάσδε ποιό‐ τητας (εἴτε ἐν ἀοράτοις δυνάμεσιν, εἴτε καὶ ἔν τισιν ἀνθρώποις) ἀπο‐ δοῦναι προφητευόμενα ὁπωσποτοῦν ὑπὸ τοῦ θείου πνεύματος ἀναγεγραμ‐ | |
14.11(100) | μένα. ὡς δὲ μηδέπω διαρκῆ νοῦν ἀναλαβόντες ἡμεῖς τὸν δυνάμενον ἀνακραθῆναι τῷ Χριστοῦ νῷ 〈καὶ〉 ἕως τῶν τοσούτων χωροῦντα φθάνειν καὶ μετὰ τοῦ πνεύματος «πάντα» | |
105 | ἐρευνᾶν «καὶ τὰ βάθη τοῦ θεοῦ», οἰό‐ μεθα, ἔτι ἀορίστως περὶ τῶν κατὰ τὸν τόπον λαμβάνοντες φαντασίαν, ἐπί τινα ἕνα ἀναφέρεσθαι πονηρὸν δοῦλον διὰ τῆς παραβολῆς δηλού‐ | |
110 | μενον τὸν ἐνταῦθα παριστάμενον περὶ τῆς τῶν πολλῶν ταλάντων ὀφειλῆς. | |
14.12 | Πότε δὲ ὁ (κατὰ τὴν παρα‐ βολὴν) βασιλεὺς ἄνθρωπος ἠθέ‐ λησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, ἄξιον ἐπισκέψα‐ | |
5 | σθαι, καὶ ἐπὶ τίνα καιρὸν χρὴ ἀνα‐ φέρειν τὰ λεγόμενα. εἰ μὲν γὰρ μετὰ τὴν συντέλειαν ἢ ἐπ’ αὐτὴν (κατὰ τὸν τῆς προσδοκωμένης κρί‐ | |
σεως καιρόν), πῶς 〈ἄν τισ〉 σώσαι | ||
10 | τὰ περὶ τοῦ ὀφείλοντος ἑκατὸν δη‐ νάρια καὶ πνιγομένου ὑπὸ τοῦ συγχωρηθέντος τὰ πολλὰ τάλαντα; εἰ δὲ πρὸ τῆς κρίσεως, πῶς ἂν δύναιτό τις παραστῆσαι πρὸ ἐκείνης | |
15 | συναιρόμενον λόγον ὑπὸ τοῦ βασι‐ λέως ἀνθρώπου μετὰ τῶν δού‐ λων αὐτοῦ; ἁπαξαπλῶς δὲ χρὴ φρονεῖν περὶ πάσης παραβολῆς, ἧς μὴ ἀναγέγραπται ἡ διήγησις ὑπὸ | |
20 | τῶν εὐαγγελιστῶν, ὅτι καὶ Ἰησοῦς «τοῖς ἰδίοις μαθηταῖς κατ’ ἰδίαν ἐπέλυε πάντα» καὶ διὰ τοῦτο ἀπέ‐ κρυψαν οἱ τὰ εὐαγγέλια γράφοντες τὴν σαφήνειαν τῶν παραβολῶν, | |
25 | ἐπεὶ μείζονα ἦν τὰ κατ’ αὐτὰς δηλού‐ μενα τῆς τῶν γραμμάτων φύσεως, καὶ ἦν γε ἑκάστη λύσις καὶ ἡ σαφή‐ νεια τῶν τοιούτων παραβολῶν τοι‐ αύτη, ὡς μηδὲ αὐτὸν «τὸν κόσμον | |
30 | χωρεῖν τὰ γραφόμενα» εἰς τὰς τοι‐ αύτας παραβολὰς «βιβλία». γένοιτο δ’ ἀνευρεθῆναι καρδίαν ἐπιτηδείαν καὶ διὰ τὴν καθαρότητα χωροῦσαν τὰ γράμματα τῆς σαφηνείας τῶν | |
35 | παραβολῶν, ὥστε ἐν αὐτῇ γραφῆναι «πνεύματι θεοῦ ζῶντος». ἀλλ’ ἐρεῖ τις ὅτι μήποτε ἀσεβοῦμεν οἱ θέλοντες (διὰ τὸ ἀπόρρητόν τινων καὶ μυστικὸν) τῶν ὑπεράνω γραμμάτων εἶναι δηλωτικὰ | |
40 | ταῦτα 〈καὶ〉 πειρώμενοι ταῦτα σα‐ φηνίσαι, κἂν δοκῇ καθ’ ὑπόθεσιν, ὅτι | |
ἔγνωμεν ἐπιμελῶς αὐτῶν τὸ βούλημα. λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι οἱ μὲν ἀκριβῶς εἰληφότες αὐτὰ νοεῖν | ||
45 | οἴδασι τὸ πρακτέον αὐτοῖς, ἡμεῖς δὲ οἱ ὁμολογοῦντες ἀπολείπεσθαι τοῦ δυνηθῆναι ἐπὶ τὸ βάθος φθάσαι τῶν δηλουμένων ἐν τούτοις, εἰ καί τινα βραχυτέραν περίνοιαν ἐπὶ ποσὸν | |
14.12(50) | λαμβάνομεν τῶν κατὰ τὸν τόπον, φήσομεν ὅτι τινὰ μὲν ὧν ἐκ πολλῆς βασάνου καὶ ζητήσεως εὑρίσκειν δοκοῦμεν, εἴτε χάριτι θεοῦ εἴτε δυνά‐ μει τοῦ ἐν ἡμῖν νοῦ, οὐ τολμῶμεν | |
55 | ἐμπιστεῦσαι γράμμασι, τινὰ δὲ γυμ‐ νασίας ἡμετέρας καὶ τῆς τῶν ἐντευξο‐ μένων χάριν ἐπὶ ποσὸν ἐκτιθέμεθα. Ἀλλὰ ταῦτα μὲν ἀπολελογήσθω διὰ τὸ τῆς παραβολῆς βάθος· πρὸς | |
60 | δὲ τὸ πότε ἠθέλησεν ὁ τῆς παρα‐ βολῆς βασιλεὺς ἄνθρωπος συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, φήσομεν ὅτι ἔοικεν περὶ τὸν κεκη‐ ρυγμένον τῆς κρίσεως καιρὸν τὸ | |
65 | τοιοῦτο γίνεσθαι. παριστᾶσι δὲ τοῦτο μία μὲν πρὸς τοῖς τελευταίοις τοῦ προκειμένου εὐαγγελίου παρα‐ βολή, μία δὲ ἐκ τοῦ κατὰ Λουκᾶν. καὶ ἵνα μὴ αὐτὴν ἐκτιθέ‐ | |
70 | μενοι τὴν λέξιν μηκύνωμεν τὸν λόγον, δυναμένου τοῦ βουλομένου ἀπ’ αὐτῆς τῆς γραφῆς λαβεῖν, | |
φήσομεν ὅτι ἡ μὲν κατὰ Ματθαῖον | ||
75 | παραβολή ἐστι δηλοῦσα ὅτι «ὡς ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ», καὶ τινὶ μὲν πέντε, τινὶ δὲ δύο, τινὶ δὲ ἓν τά‐ | |
80 | λαντον. εἶτ’ ἐκεῖνοι πεποιήκασι περὶ τὰ ἐγκεχειρισμένα, καὶ «μετὰ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων» καὶ | |
85 | αὐταῖς λέξεσι γέγραπται ὅτι «καὶ συναίρει μετ’ αὐτῶν λόγον». 〈τήρη‐ σον οὖν ὃ λέγει· «καὶ συναίρει μετ’ αὐτῶν λόγον»〉 καὶ σύγκρινον τῷ καὶ ἀρξαμένου δὲ αὐτοῦ συν‐ | |
90 | αίρειν, καὶ ὅρα ὅτι ἀποδημίαν μὲν ἐκάλεσε τοῦ οἰκοδεσπότου τὸν χρόνον καθ’ ὃν «ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου», ἐπιδημίαν δὲ αὐτοῦ, ὅτε | |
95 | «μετὰ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων», τὸν ἐπὶ συντε‐ λείᾳ ἐν τῇ κρίσει καιρόν· μετὰ γὰρ χρόνον πολὺν «ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ | |
14.12(100) | συναίρει μετ’ αὐτῶν λόγον» καὶ τὰ | |
ἑξῆς γίνεται. ἡ δὲ κατὰ Λουκᾶν σαφέστερον παρίστησιν ὅτι εὐγενὴς ἄνθρωπος πορευθεὶς «εἰς χώραν μακρὰν λαβεῖν | ||
105 | ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι», πορευόμενος ἐκάλεσε δέκα δού‐ λους καὶ «ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν αὐτοῖς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι». οὗτος δὲ ὁ εὐγενὴς | |
110 | ἄνθρωπος, μισούμενος ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστειλάντων «πρεσβείαν ὀπίσω αὐτοῦ», οὐ θελόντων αὐτὸν βασιλεῦσαι ἐπ’ αὐτούς, ἐπανῆλθε λαβὼν «τὴν βασιλείαν καὶ εἶπεν | |
115 | φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο». ἰδὼν δὲ ἃ πεποιήκασι, τῷ μὲν τὴν μνᾶν δέκα μνᾶς ποιήσαντι ἔπαινον | |
120 | ἀποδοὺς διὰ τοῦ «εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου», δίδωσιν αὐτῷ ἐξουσίαν δέκα πό‐ λεων τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ. καὶ ἄλλῳ 〈τῷ〉 τὴν μνᾶν πενταπλα‐ | |
125 | σιάσαντι τὸν μὲν ἔπαινον ὃν ἐπὶ τοῦ πρώτου ἔταξεν οὐκ ἀποδέδωκεν οὐδὲ τὸ ὄνομα τῆς ἐξουσίας ὡς ἐπὶ τοῦ προτέρου ὡρίσατο, εἶπε δὲ αὐτῷ· «καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων». | |
130 | τῷ δὲ τὴν μνᾶν ἀποδήσαντι ἐν σουδαρίῳ εἶπεν· «ἐκ τοῦ στόματός | |
σου κρινῶ σε, πονηρὲ δοῦλε», «καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς | ||
135 | δέκα μνᾶς ἔχοντι». τίς οὖν καὶ ἐπὶ ταύτης τῆς παρα‐ βολῆς οὐ φήσει ὅτι ὁ μὲν εὐγενὴς ἄνθρωπος πορευθεὶς «εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ | |
140 | ὑποστρέψαι» ὁ Χριστός ἐστιν οἱονεὶ ἀποδημῶν ἐπὶ τῷ λαβεῖν τὴν βασι‐ λείαν καὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ, οἱ δὲ τὰς δέκα λαβόντες μνᾶς οἱ ἐγκεχειρισμένοι εἰσὶ διοικεῖν λό‐ | |
145 | γον ὃν ἐπιστεύθησαν, οἱ δὲ πολῖται αὐτοῦ (ἐμπολιτευσαμένου 〈τούτῳ〉 τῷ κόσμῳ κατὰ τὸ ἐνηνθρωπηκέναι), οἱ μὴ θελήσαντες αὐτὸν βασιλεῦσαι, τάχα μὲν ὁ ἀπιστήσας αὐτῷ Ἰσραήλ | |
14.12(150) | ἐστι, τάχα δὲ καὶ τὰ ἀπιστήσαντα αὐτῷ ἔθνη; | |
14.13 | Πλὴν ταῦτά μοι εἴρηται διὰ τὸ τὴν ἐπάνοδον αὐτοῦ ἀναφέρειν ἐλθόντος μετὰ τῆς βασιλείας ἐπὶ τὴν συντέλειαν, ὅτε «εἶπε φωνη‐ | |
5 | θῆναι αὐτῷ τοὺς δούλους οἷς [ἐ]δε‐ δώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο», καὶ διὰ τὸ ἐκ τούτου βούλεσθαι ἀποδεικνύναι καὶ τῆς περὶ τῶν ταλάντων παρα‐ | |
10 | βολῆς, ὅτι καὶ 〈τὸ〉 ὅστις ἠθέ‐ λησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ ἀναφέρεται ἐπὶ τὴν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν ἀπολαμβάνων τὴν βασιλείαν, | |
15 | δι’ ἣν (καθ’ ἑτέραν παραβολὴν) «ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι». ὑποστρέψας οὖν καὶ λαβὼν «τὴν βασιλείαν» ἠθέλησε συνᾶραι λό‐ | |
20 | γον μετὰ τῶν δούλων αὐτοῦ, καὶ ἀρξαμένου αὐτοῦ συναί‐ ρειν, προσηνέχθη εἷς ὀφειλέ‐ της πολλῶν ταλάντων· προση‐ νέχθη δὲ ὡς βασιλεῖ ὑπὸ τῶν αὐτοῦ | |
25 | τεταγμένων λειτουργῶν, οἶμαι ἀγγέ‐ λων. καὶ τάχα εἷς τίς ἐστιν τῶν ὑπὸ τὴν βασιλείαν ἐγχειρισθείς τινα οἰκονομίαν μεγάλην καὶ μὴ καλῶς | |
30 | αὐτὴν διοικήσας, ἀλλὰ διασκορ‐ πίσας τὰ ἐγχειρισθέντα, ὡς ὀφει‐ λέτην αὐτὸν γενέσθαι πολλῶν τα‐ λάντων ὧν ἀπολώλεκεν. οὗτος δὴ τάχα μὴ ἔχων ἀποδοῦναι, κελεύε‐ | |
35 | ται ὑπὸ τοῦ βασιλέως πραθῆναι ἅμα τῇ γυναικί, ἀφ’ ἧς γέγονε κοινωνὸς αὐτῇ πατήρ τινων τέκνων. ἔργον δὲ οὐ τὸ τυχόν ἐστιν ἰδεῖν ἐν νοητοῖς πατέρα καὶ μητέρα καὶ | |
40 | τέκνα. ὡς μὲν οὖν πρὸς τὸ ἀληθές, θεὸς ἂν εἰδείη τοῦτο τὸ ἔργον ὃ βούλεται· καὶ ἡμῖν δέ, εἴτε αὐτὸς δέδωκεν εἴτε μή, ὁ δυνάμενος κρινέτω. πλὴν | |
45 | τοιαῦτα κατὰ τὸν τόπον ὑπολαμ‐ βάνομεν ὅτι, ὥσπερ Ἰερουσαλὴμ μήτηρ ἐστὶ Παύ‐ λου καὶ τῶν παραπλησίων αὐτῷ ἡ | |
ἄνω, οὕτως εἴη ἂν ἑτέρων μήτηρ, | ||
14.13(50) | ἀνάλογον Ἱερουσαλὴμ μητρί, φέρ’ εἰπεῖν Σοήνη τῆς Αἰγύπτου ἢ 〈Μέμ‐ φις, ἑτέρων δὲ Τύροσ〉 καὶ Σιδὼν ἢ ὅσαι ὠνομάσθησαν ἐν ταῖς γραφαῖς πόλεις. | |
55 | εἶθ’ ὥσπερ Ἱερουσαλὴμ νύμφη ἐστὶ κεκοσμημένη «τῷ ἀνδρὶ αὐτῆς» Χρι‐ στῷ, οὕτως εἶεν ἂν ἐκεῖναι αἱ μητέρες δυνάμεών τινων τῶν κεκληρω‐ μένων αὐτὰς οἱονεὶ γυναῖκες ἢ | |
60 | νύμφαι. καὶ ὥσπερ ἐστί τινα τέκνα τῆς Ἱερουσαλὴμ ὡς μητρὸς καὶ Χριστοῦ ὡς πατρός, οὕτως εἴη ἄν τινα τέκνα Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος καὶ τῶν ἐπιτε‐ | |
65 | ταγμένων αὐταῖς ἀρχόντων 〈ὡς πατέρων〉. τάχα οὖν καὶ οὗτος ὁ εἷς προσαχ‐ θεὶς ἀνθρώπῳ βασιλεῖ ὀφειλέτης πολλῶν ταλάντων | |
70 | ἔχει (ὡς ἀποδεδώκαμεν) γυναῖκα καὶ τέκνα, ἅτινα πρότερον μὲν ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, πραθῆναι δὲ καὶ πάντα ἃ εἶχεν, ὕστερον δὲ σπλαγχνισθεὶς | |
75 | ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλ’ ἵνα ἡμεῖς μάθωμεν τὸ γεγενημένον, οὕτως ἀναγέγραπται πεποιηκέναι. | |
80 | ἕκαστος οὖν τῶν ἐχόντων (ὡς ἀπο‐ δεδώκαμεν) γυναῖκα καὶ τέκνα, λόγον ἀποδώσει, ἡνίκα ἂν ἔλθῃ ὁ βασιλεὺς συνᾶραι λόγον, λα‐ βὼν «τὴν βασιλείαν» καὶ ὑποστρέψας· | |
85 | καὶ ἕκαστος αὐτῶν ἔχει, ὡς ἄρχων τινὸς 〈ἢ〉 Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος ἤ τινος παραπλησίου, καὶ τοὺς ὀφειλέτας. Οὗτος οὖν, ἀπολυθεὶς καὶ συγ‐ | |
90 | χωρηθεὶς πᾶσαν τὴν ὀφειλήν, ἐξελθὼν ἀπὸ τοῦ βασιλέως εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ καὶ τὰ ἑξῆς. καὶ διὰ τοῦτο (οἶμαι) ἔπνιγεν, | |
95 | ἐπείπερ ἦν ἐξελθὼν ἀπὸ τοῦ βα‐ σιλέως· οὐκ ἂν γὰρ μὴ ἐξελθὼν ἔπνιγε τὸν σύνδουλον αὐτοῦ. εἶτα παρατήρει τὴν ἀκρίβειαν τῆς γρα‐ φῆς, ὅπως | |
14.13(100) | ὁ μὲν πεσὼν προσεκύνει, ὁ δὲ πεσὼν οὐ προσεκύνει ἀλλὰ παρ‐ | |
εκάλει. | ||
105 | καὶ ὁ μὲν βασιλεὺς σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, ὁ δὲ δοῦλος οὐδὲ ἐλεῆσαι ἠθέλησε τὸν σύνδουλον αὐτοῦ. κἀκεῖνος μὲν | |
110 | 〈καὶ〉 πρὸ τῆς ἀφέσεως ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ὁ δὲ συγχωρηθεὶς ἔβαλεν αὐτὸν εἰς τὴν φυλακήν. | |
115 | καὶ πρόσχες ὅτι οἱ σύνδουλοι οὐ διέβαλον ἢ εἰρήκασιν ἀλλὰ διε‐ σάφησαν, καὶ ὅτι | |
120 | τὸ πονηρὲ οὐκ εἶπε κατ’ ἀρχὰς περὶ τῶν χρημάτων, ἀλλ’ ἐτήρησεν | |
ὕστερον περὶ τοῦ συνδούλου. ἴδε δὲ καὶ τὸ μέτριον τοῦ βασιλέως· | ||
125 | οὐκ εἶπε· προσεκύνησάς μοι, ἀλλά· παρεκάλεσάς με καὶ οὐκέτι 〈ἐκέλευσεν〉 αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ἀλλὰ | |
130 | παρέδωκε τοῖς βασανισταῖς 〈ὡς πεισόμενον〉 τὸ χεῖρον διὰ τὴν πονηρίαν. τίνες δ’ ἂν εἶεν οὗτοι ἢ οἱ ἐπὶ τῶν | |
135 | κολάσεων τεταγμένοι; ἅμα δὲ πρόσχες διὰ τοὺς ἀπὸ τῶν αἱρέσεων χρωμένους τῇ παραβολῇ ὅτι, εἴπερ κατηγοροῦσι τοῦ δημιουρ‐ γοῦ ὡς ὀργίλου διὰ τὰ ἐμφαίνοντα | |
140 | ὀργὴν θεοῦ ῥήματα, ἐχρῆν αὐτοὺς καὶ τοῦ βασιλέως τούτου κατηγο‐ ρεῖν, ἐπείπερ ὀργισθεὶς παρέ‐ δωκε τὸν ὀφειλέτην τοῖς βασα‐ νισταῖς. ἔτι δὲ λεκτέον τοῖς μὴ | |
145 | βουλομένοις παραδίδοσθαί τινα ἀπὸ τοῦ Ἰησοῦ τοῖς βασανισταῖς | |
ὅτι διηγήσασθε ἡμῖν, ὦ οὗτοι, τίς ὁ βασιλεὺς ὁ παραδιδοὺς τὸν πονη‐ ρὸν δοῦλον τοῖς βασανισταῖς; | ||
14.13(150) | προσεχέτωσαν δὲ καὶ τῷ οὕτως οὖν ποιήσει καὶ ὑμῖν ὁ πατήρ μου ὁ οὐράνιος. τοῖς αὐτοῖς δὲ ἔτι μᾶλλον λεχθείη ἂν τὰ ἐν τῇ τῶν δέκα μνῶν παραβολῇ ὅτι ὁ | |
155 | τοῦ ἀγαθοῦ θεοῦ υἱὸς εἶπε· «πλὴν τοὺς ἐχθρούς μου ἐκείνους τοὺς μὴ θελήσαντάς με» καὶ τὰ ἑξῆς. τὸ συμπέρασμα μέντοι τῆς παρα‐ βολῆς καὶ τοῖς ἁπλουστέροις ἁρμό‐ | |
160 | ζει· πάντες γὰρ ἅμα διδασκόμεθα πείσεσθαι, οἱ ἄφεσιν ἁμαρτημάτων εἰληφότες καὶ μὴ συγχωροῦντες τοῖς ἀδελφοῖς, τὰ τοῦ συγχωρηθέντος καὶ μὴ συγχωρήσαντος τῷ 〈συν〉δούλῳ. | |
14.14(1n) | Καὶ ἐγένετο ὅτε ἐτέ‐ | |
2n | λεσεν ὁ Ἰησοῦς τοὺς λόγους | |
3n | τούτους (19, 1[—2]). | |
4 | Ὁ ἕκαστον τῶν προκειμένων | |
5 | προβλημάτων ἐντελῶς διεξιών, ὡς μηδὲν αὐτῶν ἐνδεὲς καταλιπεῖν, οὗτος τελεῖ τοὺς ἑαυτοῦ λόγους. θαρσα‐ λεώτερον δ’ αὖ τις ἀποφανεῖται περὶ τούτου προσέχων ἐπιμελέστερον | |
10 | πάσῃ ἀναγνώσει παλαιᾶς καὶ καινῆς διαθήκης. ἐὰν γὰρ ἐπὶ μηδενὸς ᾖ τεταγμένον τὸ ἐτέλεσε τοὺς λόγους τούτους, ἢ Μωσέως ἤ τινος τῶν προφητῶν, ἀλλ’ ἢ | |
15 | μόνου τοῦ Ἰησοῦ, τότε τολμήσας ἄν τις εἴποι ὅτι μόνος ἐτέλεσε τοὺς λόγους ὁ Ἰησοῦς, ὁ ἐλθὼν τέλος ἐπιθεῖναι τοῖς πράγμασι καὶ πλη‐ | |
ρῶσαι τὸ ἐνδεὲς τοῦ νόμου διὰ τοῦ | ||
20 | «ἐρρέθη τοῖς ἀρχαίοις» καὶ τὰ ἑξῆς· καὶ πάλιν· «ἵνα πληρωθῇ τὰ εἰρη‐ μένα διὰ τῶν προφητῶν». εἰ δέ που γέγραπται καὶ ἐν ἐκείνοις, τότε ἂν συνεξετάζοι καὶ τελεσθέντας ὑπ’ | |
25 | ἐκείνων λόγους τελεσθεῖσιν ὑπὸ τοῦ σωτῆρος, ἵνα εὕρῃ τὴν διαφορὰν αὐτῶν πρὸς ἀλλήλους. καίτοιγε κἀ‐ κεῖ ζητηθείη ἄν, εἰ ἐπὶ τῶν κατὰ χρηματισμὸν λεγομένων κεῖται τὸ | |
30 | ἐτέλεσεν, ἢ ἐπὶ τῶν Μωσέως ἤ τινος τῶν προφητῶν εἰρημένων ἢ ἐπὶ συναμφοτέρων· ἡ γὰρ ἐπιμελὴς τήρησις μέγιστα ἂν ὑποβάλλοι νοή‐ ματα τοῖς ἐπισταμένοις «πνευματικὰ | |
35 | πνευματικοῖς» συγκρίνειν καὶ διὰ τοῦτο λαλοῦσιν «οὐκ ἐν διδακτοῖς ἀν‐ θρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος». ἄλλος δ’ ἄν τις περιεργότερον ἀκούων τοῦ | |
40 | ἐτέλεσεν, τεταγμένου ἐπὶ τῶν μυστικωτέρων (καθὸ ὁ μέν τις «παρέ‐ δωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς» οὐκ ἐπαινετῶς, ὁ δέ τις μυστήρια θεοῦ τοῖς ἀξίοις, καὶ | |
45 | ἀνάλογον τοῖς τοιούτοις μυστηρίοις τελετὰς) εἴποι ὅτι τελετὴν ἐποίησε μυήσας αὐτούς, δι’ ἣν τελετὴν ἀνεφάνησαν οἱ λόγοι συνατοί, ὡς | |
κηρυχθῆναι «τὸ εὐαγγέλιον» Ἰησοῦ | ||
14.14(50) | «ἐν ὅλῳ τῷ κόσμῳ» καὶ κρατῆσαι διὰ τὴν θείαν τελετὴν πάσης ψυχῆς, ἣν ἕλκει ὁ πατὴρ πρὸς τὸν υἱὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος· «οὐδεὶς ἔρχεται πρός με ἐὰν μὴ ὁ | |
55 | πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν». διὰ τοῦτο δὲ καὶ ὁ λόγος τῶν χάριτι θεοῦ πρεσβευόντων τὸ εὐαγγέλιον καὶ «τὸ κήρυγμα» αὐτῶν «οὐκ ἐν πει‐ θοῖ σοφίας» γέγονε «λόγων, ἀλλ’ ἐν | |
60 | ἀποδείξει πνεύματος καὶ δυνάμεως», οἷς ἐτελέσθησαν οἱ λόγοι τῆς διδασκα‐ λίας Ἰησοῦ. καὶ σὺ μὲν οὖν τηρήσεις, ὁσάκις εἴρηται τὸ ἐτέλεσε καὶ ἐπὶ τίσι· λήψῃ δὲ παράδειγμα τὸ ἐπὶ | |
65 | τοῖς μακαρισμοῖς καὶ ὅλῃ τῇ διδασκα‐ λίᾳ λελεγμένον, οἷς ἐπιφέρεται· «καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο πάντες οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ | |
70 | αὐτοῦ». Ἀναφέρεται δὲ καὶ νῦν τὸ ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λό‐ γους τούτους προσεχῶς μὲν ἐπὶ τὴν μυστικωτάτην παραβολήν, καθ’ | |
75 | ἣν «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρα‐ νῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέ‐ λησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ», ἔτι δὲ ταύτης ἀνω‐ τέρω εἰς τὰ πρὸ αὐτῆς ἀναγεγραμ‐ | |
80 | μένα. | |
14.15 | πλὴν ὅτε ἐτέλεσεν ὁ | |
Ἰησοῦς τοὺς λόγους τούτους, λαλήσας αὐτοὺς ἐν τῇ Γαλιλαίᾳ περὶ τὴν Καφαρναούμ, τότε | ||
5 | μετῆρεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὰ τῆς Ἰουδαίας ὅρια, ἕτερα τυγχάνοντα παρὰ τὴν Γαλι‐ λαίαν. ἦλθε δὲ ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας | |
10 | καὶ οὐκ ἐπὶ τὰ μέσα, ἀλλ’ οἱονεὶ τὰ ἄκρα· ἔνθα ἠκολούθησαν αὐτῷ ὄχλοι πολ‐ λοί, οὓς ἐθεράπευσε παρ’ α〈ὐτοῖσ〉 τοῖς ὁρίοις τῆς Ἰουδαίας πέραν | |
15 | τοῦ Ἰορδάνου, ἔνθα τὸ βάπτισμα ἐδίδοτο 〈ἀνθρώποισ〉. τηρήσεις δὲ διαφορὰν ὄχλων ἁπλῶς ἀκολουθησάντων καὶ Πέτρου καὶ τῶν ἄλλων ἀφέν‐ | |
20 | των πάντα καὶ ἀκολουθησάντων | |
καὶ Ματθαίου, ὃς «ἀναστὰς ἠκολούθησεν αὐτῷ». οὐχ ἁπλῶς ἠκολούθησεν, ἀλλ’ «ἀναστάς»· μεγάλη γὰρ ἡ | ||
25 | προσθήκη τὸ «ἀναστάς». εἰσὶν οὖν ἀεὶ οἱ μὲν (ὡς ὄχλοι) πολλοὶ ἀκολουθοῦντες, μήτε ἀνα‐ στάντες ἵνα ἀκολουθήσωσι μήτε ἀφέντες πάντα τὰ πρότερα· | |
30 | ὀλίγοι δὲ οἱ ἀναστάντες καὶ οἱ 〈πάντα ἀφέντεσ〉 ἀκολουθήσαντες, οἳ καὶ καθεδοῦνται [οἱ] «ἐν τῇ πα‐ λιγγενεσίᾳ» «ἐπὶ δώδεκα θρόνους». πλὴν εἰ βούλεταί τις θεραπευθῆναι, | |
35 | ἀκολουθησάτω τῷ Ἰησοῦ. | |
14.16(1n) | Μετὰ τοῦτο γέγραπται ὅτι | |
2n | προσῆλθον αὐτῷ οἱ Φαρι‐ | |
3n | σαῖοι πειράζοντες αὐτὸν καὶ | |
4n | λέγοντες· εἰ ἔξεστιν ἀνθρώ‐ | |
5n | πῳ ἀπολῦσαι τὴν γυναῖκα | |
6n | αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; | |
7n | (τὸ ἰσοδυναμοῦν ἀνέγραψε καὶ ὁ | |
8n | Μᾶρκος) (19, 3[—12]). | |
9 | Οὐκοῦν τῶν προσιόντων καὶ | |
10 | πυνθανομένων τῷ Ἰησοῦ ἦσάν τινες οἳ πειράζοντες ἐπηρώτων αὐτόν· πειραζομένου δὲ τοῦ τηλικούτου | |
σωτῆρος ἡμῶν, τίς ἂν τῶν μαθητῶν | ||
15 | αὐτοῦ ἀγανακτοίη, τεταγμένος εἰς διδασκαλίαν, ἐπὶ τῷ πειράζεσθαι ὑπό τινων καὶ πυνθανομένων οὐκ ἐκ φιλομα‐ θείας, ἀλλ’ ἀπὸ τοῦ πειράζειν ἐθέ‐ | |
20 | λειν; πολλὰ δ’ ἂν ἐπὶ τὸ αὐτὸ συναγαγὼν εὕροις, ἐν οἷς ἐπεί‐ ρασαν τὸν Ἰησοῦν ἡμῶν οἱ Φαρι‐ σαῖοι καὶ ἄλλοι παρὰ τούτους (ὡς νομικός τις, τάχα δὲ καὶ γραμμα‐ | |
25 | τεῖς), ἵν’ ἐπὶ τὸ αὐτὸ τὰ περὶ τῶν πειραζόντων αὐτὸν συναγαγών, εὕ‐ ροις τι [τὰ περὶ τῶν πειραζόντων αὐτὸν] ἐκ τῆς ἐξετάσεως χρήσιμον εἰς τὸ εἶδος τῶν λόγων τούτων. | |
30 | πλὴν ὁ σωτὴρ καὶ τοῖς πειράζουσιν ἀποκρίνεται δόγματα 〈εὐσεβείασ〉· οἱ μὲν γὰρ ἔλεγον· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυ‐ ναῖκα αὐτοῦ κατὰ πᾶσαν | |
35 | αἰτίαν; ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίη‐ σεν αὐτούς; καὶ τὰ ἑξῆς. | |
40 | καὶ οἶμαι, ὅτι κατὰ τοῦτο προέτεινον τὸν λόγον οἱ | |
Φαρισαῖοι τοῦτον, ὡς ἐπιληψόμενοι αὐτοῦ, ὅ τι ποτ’ ἂν εἴπῃ· οἷον εἰ μὲν εἶπεν· ἔξεστιν, ἐνεκάλεσαν 〈ἂν〉 αὐτῷ | ||
45 | ὡς ἐπὶ τοῖς τυχοῦσι διαλύοντι τοὺς γάμους· εἰ δέ· οὐκ ἔξεστιν, ὡς καὶ μετὰ ἁμαρτημάτων ἐπιτρέποντι συν‐ οικεῖν ἄνδρα γυναικί. 〈οὐχ ἑώρων δὲ τίνα τρόπον ἀνεπι‐ | |
14.16(50) | λήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρι‐ νεῖται〉, ὡς ἐπὶ τοῦ κήνσου· εἰ μὲν γὰρ εἶπε διδόναι, ἐνεκάλεσαν 〈ἂν〉 ὡς ὑποτάσσοντι τὸν λαὸν 〈τοῦ θεοῦ ἀνθρώποις καὶ προσποιοῦντα | |
55 | αὐτὸν〉 τοῖς Ῥωμαίοις καὶ οὐ τῷ νόμῳ τοῦ θεοῦ, εἰ δὲ μὴ διδόναι, ὡς πόλεμον ἐμποιοῦντι καὶ στάσιν καὶ διεγείροντι τοὺς μὴ δυναμένους στῆ‐ ναι πρὸς τηλικαύτην στρατιάν. [οὐχ | |
60 | ἑώρων δὲ τίνα τρόπον ἀνεπιλήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρίνεται]. 〈ὅρα δὲ πῶς ἀνεπιλήπτως ἀπεκρίνατο〉 πρότερον μὲν ἀποφάσκων τὸ ἀπολύειν τὴν γυναῖκα κατὰ πᾶσαν αἰ‐ | |
65 | τίαν, δεύτερον δὲ ἀποκρινόμενος πρὸς τὰ περὶ τοῦ βιβλίου τοῦ κατὰ τὸ ἀποστά‐ | |
σιον ***. ἑώρα γὰρ ὅτι οὐ πᾶσα αἰτία εὐλόγως | ||
70 | λύει γάμον, καὶ ὅτι δεῖ τὸν ἄνδρα συνοικεῖν τῇ γυναικὶ «ὡς ἀσθε‐ νεστέρῳ σκεύει ἀπονέμοντα τιμὴν» καὶ βαστάζοντα αὐτῆς τὰ ἐν ἁμαρ‐ τήμασι «βάρη». καὶ δυσωπεῖ ἐκ | |
75 | τῶν ἐν τῇ Γενέσει ἐγγεγραμμένων τοὺς ἐπὶ τοῖς Μωσέως γράμμασιν αὐχοῦντας Φαρισαίους λέγων τὸ οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ’ ἀρχῆς ἄρρεν καὶ θῆλυ ἐποίη‐ | |
80 | σεν αὐτούς; καὶ τὰ ἑξῆς, καὶ ἐπιφέρων αὐτοῖς διὰ τὸ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ἀκόλουθον τῷ εἰς σάρκα μίαν διδασκαλίαν τὴν ὥστε οὐ‐ | |
85 | κέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μία. δυσωπητικὸν δὲ πρὸς τὸ μὴ ἀπο‐ λῦσαι τὴν γυναῖκα κατὰ πᾶ‐ σαν αἰτίαν καὶ τὸ ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χω‐ | |
90 | ριζέτω. Παρατηρητέον μέντοιγε ἐν τῇ ἐκθέσει τῶν ἀπὸ τῆς Γενέσεως ἐν τῷ εὐαγγελίῳ ῥητῶν, ὅτι οὐ τὰ ἐφε‐ ξῆς ἀλλήλοις γεγραμμένα εἴρηται. | |
95 | ἐγὼ δὲ οἶμαι ὅτι οὐδὲ περὶ τῶν αὐτῶν λέγεται, τῶν κατ’ εἰκόνα θεοῦ γενομένων καὶ τῶν ἀπὸ τοῦ χοὸς τῆς γῆς καὶ μιᾶς τῶν πλευ‐ ρῶν τοῦ Ἀδάμ. ὅπου μὲν γὰρ λέ‐ | |
14.16(100) | λεκται τὸ «ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς», περὶ τῶν κατ’ εἰκόνα ἐστίν· ὅπου δὲ καὶ εἶπεν· «ἕνεκα τούτου | |
καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ» καὶ τὰ ἑξῆς, | ||
105 | οὐκ ἔστι περὶ τῶν κατ’ εἰκόνα· ὕστερον γάρ ποτε ἐκείνων «ἔπλασε κύριος ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς» καὶ ἀπὸ τῆς πλευρᾶς αὐτοῦ τὴν βοηθόν. ἅμα δὲ | |
110 | πρόσχες ὅτι ἐπὶ μὲν τῶν κατ’ εἰκόνα οὐκ ἀνὴρ καὶ γυνὴ εἴρηται, ἀλλὰ «ἄρρεν καὶ θῆλυ». τοῦτο δὲ καὶ ἐν τῷ Ἑβραϊκῷ τετηρήκαμεν· ἀνὴρ μὲν γὰρ δηλοῦται τῇ ΙΣ φωνῇ, | |
115 | ἄρρεν δὲ τῇ ΖΑΧΑΡ· καὶ πάλιν γυνὴ μὲν τῇ ΕΣΣΑ φωνῇ, θῆλυ δὲ τῇ ΟΥΝΚΗΒΑ· οὐδέποτε γὰρ γυνὴ κατ’ εἰκόνα οὐδὲ ἀνήρ, ἀλλ’ οἱ μὲν διαφέροντες ἄρρεν οἱ δὲ | |
120 | δεύτεροι θῆλυ. ἀλλὰ καὶ ἐὰν κατα‐ λίπῃ ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, κολλᾶται οὐ τῷ θήλει ἀλλὰ τῇ γυναικὶ αὑτοῦ καὶ γίνονται (ἐπεὶ ἓν σαρκὶ ἀνὴρ | |
125 | καὶ γυνή) εἰς σάρκα μίαν. εἶτα διαγράφων ὃ δεῖ εἶναι ἐν τοῖς ὑπὸ θεοῦ συνε‐ ζευγμένοις ἀξίως τοῦ συνεζεῦχθαι ὑπὸ θεοῦ, ἐπιφέρει ὁ σωτὴρ τὸ | |
130 | ὥστε οὐκέτι εἰσὶ δύο. καὶ ὅπου γε ὁμόνοια καὶ συμφωνία καὶ ἁρμονία ἀνδρός ἐστι πρὸς γυναῖκα 〈καὶ γυναικὸς πρὸς ἄνδρα〉, τοῦ μὲν ὡς ἄρχοντος, τῆς δὲ 〈ὡσ〉 πει‐ | |
135 | θομένης τῷ «αὐτός σου κυριεύσει», ἀληθῶς ἔστιν εἰπεῖν ἐπὶ τῶν τοιού‐ των τὸ οὐκέτι εἰσὶ δύο. εἶτ’ ἐπεὶ ἔδει τηρεῖσθαι τῷ κολλω‐ μένῳ κυρίῳ τὸ γενέσθαι αὐτὸν πρὸς | |
140 | αὐτὸν «ἓν πνεῦμα», λέλεκται ἐπὶ τῶν ὑπὸ τοῦ θεοῦ συνεζευγμένων μετὰ τὸ ὥστε οὐκέτι εἰσὶ δύο τὸ ἀλλὰ σὰρξ μία. καὶ ὁ θεός ἐστιν ὁ συζεύξας τὰ δύο | |
145 | εἰς ἕν, ἵνα μηκέτι ὦσι δύο, 〈ὅπου〉 «παρὰ θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή». καὶ ἐπεὶ ὁ θεὸς συνέζευξε, διὰ τοῦτο χάρισμά ἐστιν ἐν τοῖς ὑπὸ θεοῦ συνεζευγμένοις· ὅπερ ὁ Παῦλος | |
14.16(150) | ἐπιστάμενος ἐπίσης τῷ εἶναι τὴν ἁγνὴν ἀγαμίαν χάρισμά φησι καὶ τὸν κατὰ λόγον θεοῦ γάμον εἶναι χάρισμα, | |
155 | φάσκων· «θέλω δὲ πάντας ἀνθρώ‐ πους εἶναι ὡς ἐμαυτόν, ἀλλ’ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως». οἱ δὲ ὑπὸ θεοῦ συνεζευγμένοι καὶ φρονοῦσι καὶ | |
160 | ποιοῦσι τὸ «οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυ‐ ναῖκας, ὡς καὶ ὁ Χριστὸς τὴν ἐκ‐ κλησίαν». ὁ μὲν οὖν σωτὴρ ἐνετείλατο, | |
165 | ἵν’ ὅπερ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωρίζῃ· ἄνθρω‐ πος δὲ χωρίζειν βούλεται ὃ ὁ θεὸς συνέζευξεν, ὅτε ἀποστὰς «τῆς» ὑγιοῦς «πίστεως», προσέχων «πνεύ‐ | |
170 | μασι πλάνης καὶ διδασκαλίαις δαι‐ μονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνεί‐ δησιν, κωλυόντων» οὐ πορνεύειν μόνον ἀλλὰ καὶ «γαμεῖν», διαλύει καὶ | |
175 | τοὺς φθάσαντας τῇ προνοίᾳ συνεζεῦχ‐ θαι τοῦ θεοῦ. ταῦτα μὲν οὖν τηρου‐ | |
μένων τῶν ῥητῶν εἰς τὰ περὶ ἄρρενος καὶ θήλεος, καὶ ἀνδρὸς καὶ γυναι‐ κός, ὡς ἐδίδαξεν ὁ σωτὴρ ἐν τῇ | ||
180 | πρὸς τοὺς Φαρισαίους ἀποκρίσει, λελέχθω. | |
14.17 | Ἐπεὶ δὲ ὁ ἀπόστολος «εἰς τὸν Χριστὸν» ἐκλαμβάνει «καὶ τὴν ἐκκλησίαν» τὸ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, λεκτέον ὅτι | |
5 | οὐκ ἀπέλυσεν ὁ Χριστὸς τὴν προτέ‐ ραν (ἵν’ οὕτως ὀνομάσω) γυναῖκα αὐτοῦ (τὴν προτέραν συναγωγὴν) κατ’ ἄλλην αἰτίαν, τηρῶν τὸ ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος | |
10 | μὴ χωριζέτω, ἢ ὅτε ἐπόρνευσεν ἐκείνη ἡ γυνὴ μοιχευθεῖσα ὑπὸ τοῦ πονηροῦ καὶ μετ’ ἐκείνου ἐπιβου‐ λεύσασα τῷ ἀνδρὶ καὶ ἀποκτείνασα αὐτὸν ἐν τῷ λέγειν· «αἶρε ἀπὸ τῆς | |
15 | γῆς τὸν τοιοῦτον» 〈καί〉· «σταύρου σταύρου αὐτόν». ἐκείνη οὖν ἑαυτὴν ἀπέστησε μᾶλλον ἢ ὁ ἀνὴρ αὐτὴν ἀπέστειλεν ἀπολύσας· διόπερ ὀνειδίζων αὐτῇ ἀποστάσῃ | |
20 | αὐτοῦ ἐν Ἡσαΐᾳ φησί· «ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἀπέστειλα αὐτήν;» καὶ ὁ κτίσας γε ἀπ’ ἀρχῆς τὸν κατ’ εἰκόνα (ὡς «ἐν μορφῇ θεοῦ ὑπάρ‐ | |
25 | χων») ἄρρεν αὐτὸν ἐποίησε καὶ θῆλυ τὴν ἐκκλησίαν, ἓν τὸ κατ’ εἰκόνα | |
ἀμφοτέροις χαρισάμενος. καὶ καταλέλοιπέ γε διὰ τὴν ἐκκλη‐ σίαν κύριος ὁ ἀνὴρ πρὸς ὃν ἦν πα‐ | ||
30 | τέρα ὅτε «ἐν μορφῇ θεοῦ» ὑπῆρχε, καταλέλοιπε δὲ καὶ τὴν μητέρα, καὶ αὐτὸς υἱὸς ὢν τῆς ἄνω Ἱερου‐ σαλήμ, καὶ ἐκολλήθη τῇ ἐνταῦθα κατα‐ | |
35 | πεσούσῃ γυναικὶ αὐτοῦ, καὶ γεγό‐ νασιν ἐνθάδε οἱ δύο εἰς σάρκα μίαν. διὰ γὰρ αὐτὴν γέγονε καὶ αὐτὸς σάρξ, ὅτε «ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», | |
40 | καὶ οὐκέτι γέ εἰσι δύο, ἀλλὰ νῦν μία γέ ἐστι σάρξ, ἐπεὶ τῇ γυναικὶ 〈ἐκκλησίᾳ〉 λέγεται τὸ «ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους»· οὐ γάρ ἐστί τι ἰδίᾳ | |
45 | σῶμα Χριστοῦ ἕτερον παρὰ τὴν ἐκκλησίαν οὖσαν «σῶμα» αὐτοῦ «καὶ μέλη ἐκ μέρους»· καὶ ὁ θεός γε τούτους τοὺς μὴ δύο, ἀλλὰ γενομένους | |
14.17(50) | σάρκα μίαν συνέζευξεν, ἐντελλόμενος ἵνα ἄν‐ θρωπος μὴ χωρίζῃ τὴν ἐκκλησίαν ἀπὸ τοῦ κυρίου. καὶ ὁ προσέχων γε ἑαυτῷ ὡς μὴ | |
55 | χωρισθῆναι 〈ἀπὸ τοῦ Χριστοῦ〉, | |
θαρρεῖ ὡς μὴ χωρισθησόμενος καί φησι· «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» ἐνταῦθα μὲν οὖν γέγραπται πρὸς | ||
60 | τοὺς Φαρισαίους λεγόμενον τὸ ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· λέγοιτο δ’ ἂν πρὸς τοὺς Φαρισαίων κρείττονας· ὃ οὖν ὁ θεὸς συνέζευξεν, μηδὲν | |
65 | χωριζέτω, μήτε ἀρχή, μήτε ἐξου‐ σία· ἰσχυρότερος γὰρ ὁ συζεύξας θεὸς πάντων, ὧν ἂν ὀνομάσαι τις νοήσας αὐτὰ δυνηθῇ. | |
14.18 | Μετὰ ταῦτα διαληψόμεθα τὸν τῶν Φαρισαίων λόγον ὃν εἶπον τῷ Ἰησοῦ· τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον | |
5 | ἀποστασίου καὶ ἀπολῦσαι; εὐ‐ λόγως δ’ εἰς τοῦτο παραληψόμεθα τὴν ἀπὸ τοῦ Δευτερονομίου λέξιν περὶ τοῦ τῆς ἀποστασίας βιβλίου ἔχουσαν οὕτως· «ἐὰν δὲ λάβῃ τις | |
10 | γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα» καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ οὐ μιανεῖτε τὴν γῆν ἣν κύριος ὁ | |
15 | θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ». ζητῶ δὲ ἐν τοῖς κατὰ τὸν νόμον | |
τοῦτον, πότερον οὐδὲν πέρα τῆς λέξεως χρὴ ζητεῖν ἐν αὐτῷ (ἐπεὶ μὴ ὁ θεὸς ἔδωκεν αὐτόν), ἢ πρὸς μὲν | ||
20 | τοὺς Φαρισαίους ἀναγκαίως εἴρηται (χρησαμένους τῷ Μωσῆς ἐνετεί‐ λατο δοῦναι βιβλίον ἀποστα‐ σίου καὶ ἀπολῦσαι) τὸ ὅτι Μωσῆς πρὸς τὴν σκληρο‐ | |
25 | καρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. ἐὰν δέ τις ἐπὶ τὸ εὐαγγέ‐ λιον ἀναβῇ Χριστοῦ Ἰησοῦ, δι‐ | |
30 | δάσκον ὅτι «ὁ νόμος πνευματικός ἐστι», καὶ τούτου ζητήσει τοῦ νόμου πνευματικὸν νοῦν. φήσει δὲ καὶ ταῦτα ὁ θέλων τροπολογεῖν ὅτι, ὥσπερ τῷ Παύλῳ θαρροῦντι ἐφ’ ᾗ | |
35 | εἶχε θείᾳ χάριτι λέλεκται τὸ «γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. μακαριωτέρα δέ | |
40 | ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν» (ἐν τούτοις γὰρ τῷ «κατὰ τὴν ἐμὴν γνώμην», ἵνα μὴ καταφρονηθῇ ὡς κενὴ πνεύματος | |
45 | θεοῦ, καλῶς ἐπήγαγε τὸ «δοκῶ κἀγὼ πνεῦμα θεοῦ ἔχειν»), οὕτως καὶ Μωσεῖ διὰ τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν νομοθετεῖν, ὥστε αὐτὸν καὶ πρὸς τὴν σκληροκαρδίαν | |
14.18(50) | τοῦ λαοῦ ἐπιτρέψαι τινά, ἐν οἷς ἦν καὶ τὸ ἀπολύειν τὰς γυναῖκας, | |
ἦν ἂν πείθεσθαι, ἐφ’ οἷς κατὰ τὴν αὐτοῦ γνώμην ἐνομοθέτει, ὡς καὶ ἐν τούτοις μετὰ πνεύματος θεοῦ | ||
55 | τῆς νομοθεσίας γενομένης. καὶ ἐρεῖ ὅτι, εἰ οὖν τὶς μὲν νόμος πνευματι‐ κός ἐστι, τὶς δὲ οὐκ ἔστι τοιοῦτος, νόμος δέ ἐστι καὶ οὗτος, πνευμα‐ τικός ἐστι καὶ οὗτος, καὶ ζητητέον | |
60 | αὐτοῦ τὸ πνευματικόν. | |
14.19 | Μεμνημένοι δὲ τῶν ἀνω‐ τέρω ἡμῖν λελεγμένων εἰς τὸ τοῦ Ἡσαΐου περὶ τοῦ βιβλίου τῆς ἀπο‐ στασίας ῥητὸν φήσομεν ὅτι ἑαυτὴν | |
5 | ἀπέστησεν ἀνδρὸς τοῦ Χριστοῦ ἡ μήτηρ τοῦ λαοῦ, μὴ λαβοῦσα τὸ τῆς ἀποστασίας βιβλίον. ὕστερον δέ, ὅτε εὑρέθη ἐν αὐτῇ «ἄσχημον πρᾶγμα» καὶ οὐχ εὗρε «χάριν ἐναντίον αὐτοῦ», ἐ‐ | |
10 | γράφη αὐτῇ βιβλίον ἀποστασίου. δυνάμει γὰρ ἡ καινὴ διαθήκη, τοὺς ἀπὸ τῶν ἐθνῶν καλοῦσα εἰς τὴν οἰκίαν τοῦ τὴν προτέραν γυναῖκα ἀποβεβληκότος, τὸ βιβλίον τοῦ ἀπο‐ | |
15 | στασίου δέδωκε τῇ προτέρᾳ ἀπο‐ στάσῃ τοῦ ἀνδρὸς νόμου καὶ λόγου. διὸ καὶ αὐτὸς αὐτῆς ἀποστὰς ἔγημεν (ἵν’ οὕτως ὀνομάσω) ἑτέραν, δοὺς «εἰς τὰς χεῖρας» τῆς προτέρας τὸ τοῦ | |
20 | ἀποστασίου βιβλίον· διὸ μηκέτι δύνανται πράσσειν τὰ κατὰ τὸν νόμον αὐτοῖς προστεταγμένα διὰ τὸ βιβλίον τοῦ ἀποστασίου. καὶ ση‐ μεῖον τοῦ εἰληφέναι αὐτὴν βιβλίον | |
25 | ἀποστασίου τὸ Ἱερουσαλὴμ μὲν καθῃρῆσθαι μετὰ τοῦ κληθέντος ὑπ’ ἐκείνων ἁγιάσματος 〈καὶ τῶν〉 ἐν | |
αὐτῷ πεπιστευμένων γεγονέναι σεμ‐ νῶν καὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυ‐ | ||
30 | τωμάτων καὶ πάσης τῆς παρ’ αὐτῷ λατρείας. σημεῖον δὲ τοῦ βιβλίου τῆς ἀποστασίας καὶ τὸ μήτε ἑορτά‐ ζειν αὐτοὺς δύνασθαι κἂν κατὰ τὸ γράμμα, τοῦ βουλήματος τοῦ νόμου | |
35 | προστάξαντος «ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεὸς» ἑορτάζειν αὐτούς. ἀλλὰ καὶ τὸ πᾶσαν τὴν συνα‐ γωγὴν λιθοβολεῖν τοὺς 〈τάδε ἢ〉 τάδε ἡμαρτηκότας γενέσθαι μὴ δυνά‐ | |
40 | μενον καὶ ἄλλα δὲ μυρία τῶν προστεταγμένων, σημεῖόν ἐστι τοῦ βιβλίου τῆς ἀποστασίας, καὶ ὅτι «οὐκ ἔστιν ἔτι προφήτης», καὶ ὅτι λέγουσι· «σημεῖα οὐκ εἴδομεν» ἔτι· ἀφεῖλε | |
45 | γὰρ (φησὶ) κύριος «ἀπὸ τῆς Ἰου‐ δαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ (κατὰ τὸν τοῦ Ἡσαΐου λόγον) ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ ἰσχύοντα» καὶ τὰ λοιπὰ μέχρι | |
14.19(50) | συνετοῦ ἀκροατοῦ. Δύναται δὲ πρῶτον μὲν εἰλη‐ φέναι γυναῖκα τὴν συναγωγὴν καὶ συνῳκηκέναι αὐτῇ ὁ Χριστός, ὕστε‐ ρον δὲ ἐκείνην μὴ εὑρηκέναι «χάριν | |
55 | ἐναντίον αὐτοῦ»· ἡ δὲ αἰτία τοῦ μὴ εὑρηκέναι 〈αὐ〉τὴν «χάριν ἐναντίον αὐ‐ τοῦ» τὸ εὑρεθῆναι «ἐν αὐτῇ ἄσχημον πρᾶγμα». τί γὰρ ἀσχημονέστερον τοῦ (προκειμένου ἀπολῦσαι ἐν τῇ | |
60 | ἑορτῇ ἕνα) ἀπολῦσαι μὲν αὐτοὺς ἠξιωκέναι Βαραβᾶν τὸν λῃστήν, καταδικάσαι δὲ Ἰησοῦν; καὶ τί ἀσχη‐ μονέστερον τοῦ πάντας εἰρηκέναι ἐπ’ αὐτῷ «σταύρου, σταύρου αὐτόν» | |
65 | καὶ «αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον»; πῶς δὲ οὐκ ἂν ἄσχημον καὶ τὸ «τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν»; διὸ ἐκδικουμένου αὐτοῦ ἐκυκλώθη «ὑπὸ στρατοπέδων Ἱερου‐ | |
70 | σαλὴμ» καὶ ἐπέστη «ἡ ἐρήμωσις αὐ‐ τῆς», καὶ ἀφείθη αὐτοῖς «ὁ οἶκος» αὐτῶν, καὶ ἐγκατελείφθη «ἡ θυ‐ γάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυη‐ | |
75 | λάτῳ, καὶ ὡς πόλις πολιορκουμένη». κατὰ τὸν αὐτὸν δὲ (οἶμαι) καιρὸν τῇ μὲν προτέρᾳ γυναικὶ ἔγραψεν ὁ ἀνὴρ «βιβλίον ἀποστασίου» καὶ ἔδω‐ κεν «εἰς τὰς χεῖρας αὐτῆς» καὶ | |
80 | ἐξαπέστειλεν «αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ», τῆς δὲ ἀπὸ τῶν ἐθνῶν ἀπαλήλιπται τὸ χειρόγραφον· περὶ οὗ φησιν ὁ ἀπόστολος τὸ «ἐξα‐ λείψας τὸ χειρόγραφον τοῖς δόγμα‐ | |
85 | σιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προση‐ λώσας αὐτὸ τῷ σταυρῷ». καὶ Παῦλος γὰρ εἰς τὴν ἀπὸ τῶν ἐθνῶν *** προσήλυτοι ἐγένοντο τοῦ Ἰσραήλ. | |
90 | ἐξῆλθε τοίνυν ἡ προτέρα γυνὴ ἡ μὴ «εὑροῦσα χάριν ἐναντίον» τοῦ ἀνδρὸς | |
τῷ εὑρῆσθαι «ἐν αὐτῇ ἄσχημον πρᾶγμα», ἀπὸ «τῆς οἰκίας» τοῦ ἀνδρός, «καὶ ἀπελθοῦσα» γεγένηται | ||
95 | «ἀνδρὶ ἑτέρῳ» ᾧ ἑαυτὴν ὑπέταξεν, εἴτε Βαραβᾶν τὸν λῃστὴν χρὴ λέγειν τὸν ἄνδρα (ὄντα τροπικῶς τὸν διά‐ βολον) εἴτε τινὰ δύναμιν πονηράν. καὶ ἐπὶ τινῶν μὲν τῆς συναγωγῆς | |
14.19(100) | ἐκείνης συμβέβηκε τὸ πρότερον ἐν τῷ νόμῳ γεγραμμένον, ἐφ’ ἑτέρων δὲ τὸ δεύτερον· ὁ γὰρ ἔσχατος ἀνὴρ ἐμίσησε τὴν γυναῖκα «καὶ γράψει αὐτῇ» ποτε ἐπὶ τέλει τῶν | |
105 | πραγμάτων «βιβλίον ἀποστασίου (τοῦτο οἰκονομοῦντος τοῦ θεοῦ) καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ»· ὡς γὰρ «ἔχθραν» ὁ ἀγαθὸς | |
110 | θεὸς θήσει «ἀνὰ μέσον» τοῦ ὄφεως καὶ «τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματος» αὐτοῦ, «καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς», οὕτως οἰκονομήσει, ἵνα «μισήσῃ αὐτὴν ὁ | |
115 | ἀνὴρ ὁ ἔσχατος». | |
14.20 | Εἰσὶ δὲ οἷς συμβέβηκε συνοικεῖν τὸν ἄνδρα μὴ μισήσαντα αὐτοὺς τῷ παραμεῖναι ἐν τῷ οἴκῳ τοῦ ἐσχάτου ἀνδρὸς καὶ λαβόντος | |
5 | αὐτῶν τὴν συναγωγὴν ἑαυτῷ γυ‐ ναῖκα. ἀλλὰ καὶ ἐπὶ τούτων ἀποθνῄ‐ σκει ὁ ἔσχατος ἀνήρ, τάχα ἡνίκα ἂν «ὁ ἔσχατος ἐχθρὸς Χριστοῦ κατ‐ αργηθῇ θάνατος». ὁπότερον δὲ τού‐ | |
10 | των ἂν γένηται εἴτε τὸ πρότερον εἴτε τὸ τελευταῖον τῇ γυναικί, «οὐ δυνή‐ σεται (φησὶν) ὁ ἀνὴρ ὁ πρότερος | |
ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέ‐ ψας λαβεῖν αὐτὴν τοῦ εἶναι ἑαυτῷ | ||
15 | γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν, ὅτι βδέλυγμα (φησὶν) ἐστὶν ἐναντίον κυρίου τοῦ θεοῦ σου». ἀλλὰ ταῦτα δόξει μὴ κατάλληλα εἶναι τῷ «ἐὰν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, πᾶς ὁ | |
20 | Ἰσραὴλ σωθήσεται». ὅρα δὲ εἰ δύ‐ ναται καὶ πρὸς τοῦτο λέγεσθαι ὅτι πάντως, εἰ σωθήσεται, τῷ τὸν ἄνδρα αὐτῆς τὸν πρότερον ἐπανα‐ στρέψαντα «λαβεῖν αὐτὴν τοῦ εἶναι | |
25 | αὐτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτὴν» σωθήσεται. ἱερεὺς μὲν οὖν «πόρνην» καὶ «ἐκβεβλημένην» «οὐ λήψε‐ ται» ἑαυτῷ γυναῖκα, 〈ἄλλοσ〉 δέ τις οὐ κωλύεται (ὡς ὑποβεβηκὼς τὸν | |
30 | ἱερέα) ποιῆσαι τὸ τοιοῦτον. ἀλλ’ ἐὰν περὶ τῆς τῶν ἐθνῶν κλήσεως τὸ «πόρνην» ζητῇς, χρήσῃ τῷ «λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας» καὶ τοῖς ἑξῆς. ὡς γὰρ «οἱ | |
35 | ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦντες ἀναίτιοί εἰσιν», οὕτως ἐν καιρῷ λαμβάνων γυναῖκα πορ‐ νείας ὁ ἐκβάλλων τὴν προτέραν γυ‐ ναῖκα [καὶ] ἀναίτιός ἐστι, ποιήσας | |
40 | αὐτὸ κατὰ τὴν πρόσταξιν τοῦ (ὅτ’ ἔδει) εἰπόντος (καὶ ἕως ἐχρῆν) τὸ γυ‐ ναῖκα «πόρνην οὐ λήψεται», καὶ (ὅτε εὔλογον ἦν) φήσαντος «λάβε σεαυτῷ γυναῖκα πορνείας». ὡς γὰρ «κύριός | |
45 | ἐστι τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου» καὶ οὐ δοῦλος τοῦ | |
σαββάτου ὡς ὁ λαός, οὕτως κύριός ἐστιν ὁ τὸν νόμον διδοὺς διδόναι μὲν «ἄχρι καιροῦ διορθώσεως» καὶ ἀλ‐ | ||
14.20(50) | λάσσειν νόμον, ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς διορθώσεως καὶ διδόναι μετὰ τὴν προτέραν ὁδὸν καὶ μετὰ τὴν προτέραν καρδίαν «ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν» «καιρῷ δεκτῷ» | |
55 | «καὶ ἐν ἡμέρᾳ σωτηρίας». καὶ ταῦτα μὲν κατὰ μίαν διήγησιν λελέχθω εἰς τὸν περὶ τοῦ βιβλίου τῆς ἀποστασίας νόμον. | |
14.21 | Ζητήσαι δ’ ἄν τις, εἰ δύ‐ ναται ἡ ἀνθρωπίνη ψυχὴ τροπικῶς λέγεσθαι γυνὴ καὶ ὁ προϊστάμενος αὐτῆς ἄγγελος καὶ ἄρχων αὐτῆς | |
5 | (πρὸς ὃν «ἡ ἀναστροφὴ» γίνεται αὐτῆς κατακυριεύοντα αὐτῆς) ἀνήρ, ὡς κατὰ τοῦτο ἕκαστον νομίμως συνοικεῖν τῇ ψυχῇ τῇ ἀξίᾳ προστα‐ σίας θείου ἀγγέλου. γένοιτο δ’ ἄν | |
10 | ποτε καὶ μετὰ τὴν ἐπὶ πλεῖον διατριβὴν καὶ συνοίκησιν αἰτία ἐν ψυχῇ τοῦ μὴ εὑρίσκειν «χάριν ἐναν‐ τίον» τοῦ κυριεύοντος καὶ ἄρχοντος αὐτῆς ἀγγέλου τὸ εὑρίσκεσθαι «ἐν | |
15 | αὐτῇ ἄσχημον πρᾶγμα», καὶ γρά‐ φοιτο ἂν ὡς γράφεται χειρόγραφα, γράφοιτο δὲ «βιβλίον ἀποστασίου», διδόμενον «εἰς τὰς χεῖρας» τῆς ἐκβαλλομένης, ἵνα μηκέτι οἰκεία | |
20 | ᾖ τοῦ προτέρου προστάτου ἡ ἐξα‐ ποστελλομένη «ἐκ τῆς οἰκίας αὐτοῦ». καὶ γένοιτο δ’ ἂν ἡ «ἀπελθοῦσα» | |
ἀπὸ τῆς προτέρας οἰκίας «ἑτέρῳ» ἀνδρὶ καὶ ἀτυχήσαι ἂν παρ’ αὐτῷ, | ||
25 | οὐ μόνον ὡς ἐπὶ τοῦ προτέρου μὴ εὑρίσκουσα «χάριν» ἐνώπιον αὐτοῦ τῷ εὑρίσκεσθαι «ἐν αὐτῇ ἄσχημον πρᾶγμα», ἀλλὰ καὶ μισουμένη ὑπ’ αὐτοῦ. καὶ γράφοιτο δ’ ἂν καὶ ἀπὸ | |
30 | τοῦ δευτέρου αὐτῇ «βιβλίον ἀπο‐ στασίου» καὶ διδοῖτο ἂν «εἰς τὰς χεῖρας αὐτῆς» ἀπὸ τοῦ ἐσχάτου ἀνδρὸς ἐξαποστέλλοντος αὐτὴν «ἐκ τῆς οἰκίας αὐτοῦ». εἰ δὲ δύναται γενέ‐ | |
35 | σθαι μετάστασις ζωῆς τῆς σὺν ἀν‐ θρώποις ἀγγέλων, ὡς τοιοῦτον εἶναι καὶ τὸν αὐτῶν (ὅσον πρὸς τὴν καθ’ ἡμᾶς σχέσιν) θάνατον, τολμηρῶς μὲν πλὴν ὅμως ζητήσαι τις ἄν. | |
40 | ὅπως δ’ ἂν γένηται, ἡ ἅπαξ ἀποπε‐ σοῦσα προτέρου ἀνδρὸς οὐκ ἐπαν‐ ελεύσεται πρὸς αὐτόν· «οὐ» γὰρ «δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέψας | |
45 | λαβεῖν αὐτὴν τοῦ εἶναι αὐτῷ γυ‐ ναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν». εἰ δὲ χρὴ τολμήσαντα καὶ ἀπό τινος φερομένης μὲν ἐν ταῖς ἐκκλη‐ σίαις γραφῆς, οὐ παρὰ πᾶσι δὲ | |
14.21(50) | ὁμολογουμένης εἶναι θείας, τὸ τοιοῦ‐ τον παραμυθήσασθαι, ληφθείη ἂν τὸ ἀπὸ τοῦ Ποιμένος περί τινων ἅμα μὲν τῷ πιστεύειν ὑπὸ τῷ Μιχαὴλ γινομένων, διὰ δὲ φιληδονίαν ἀπο‐ | |
55 | πιπτόντων ἐκείνου καὶ γινομένων ὑπὸ τὸν τῆς τρυφῆς, εἶτα ὑπὸ τὸν | |
τῆς τιμωρίας, μεθ’ ὃν ὑπὸ τὸν τῆς μετανοίας. ὁρᾷς γὰρ ὅτι οὐκέτι μὲν ἐπανέρχεται ἐπὶ τὸν πρῶτον ἄρχοντα | ||
60 | ἡ ἅπαξ τρυφήσασα γυνὴ ἤτοι ψυχή, ἀλλὰ καὶ μετὰ τιμωρίας ὑπό τινα ὑποδεέστερον γίνεται παρὰ τὸν Μι‐ χαήλ· ὑποδεέστερος γὰρ ἐκείνου ὁ τῆς μετανοίας. προσεκτέον οὖν ἡμῖν | |
65 | μήποτε εὑρεθῇ ἐν ἡμῖν «ἄσχημον πρᾶγμα», καὶ μὴ εὕρωμεν «χάριν» ἐνώπιον ἀνδρός, τοῦ Χριστοῦ ἢ τοῦ τεταγμένου ἐφ’ ἡμῖν ἀγγέλου· ἐὰν γὰρ μὴ προσέχωμεν, τάχα καὶ | |
70 | ἡμεῖς τὸ βιβλίον τοῦ ἀποστασίου ληψόμεθα, καὶ ἢ χηρεύσομεν προ‐ στάτου ἢ ἐπὶ ἄνδρα ἕτερον ἐλευ‐ σόμεθα—ἐγὼ δὲ ἡγοῦμαι ὅτι οὐκ αἴσιον τοῦτο (ἵν’ οὕτως ὀνο‐ | |
75 | μάσω)—ληψόμενοι ἀγγέλου[ς] πρὸς τὴν ἡμετέραν ψυχὴν γάμον. | |
14.22 | Γενόμενος δὲ κατὰ τὸν τόπον εἴποιμ’ ἂν ὅτι ζητούμενόν τι κατὰ τὴν τοῦ ἀποστόλου περὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων νομο‐ | |
5 | θεσίαν τάχα ἤδη νοῆσαι καὶ σαφῶς παραστῆσαι (δύσληπτον καὶ δυσθεώ‐ ρητον τυγχάνον) δυνησόμεθα. οὐδένα γὰρ τῶν ἀπὸ τῆς ἐκκλησίας ὑπερο‐ χήν τινα παρὰ τοὺς πολλοὺς ὡς | |
10 | ἐν συμβόλοις ἀνειληφότα βούλεται ὁ Παῦλος δευτέρου πεπειρᾶσθαι γάμου. περὶ μὲν γὰρ ἐπισκόπων νομοθετῶν ἐν τῇ πρὸς Τιμόθεον προτέρᾳ φησίν· «εἴ τις ἐπισκοπῆς | |
15 | ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφά‐ λιον, σώφρονα» καὶ τὰ ἑξῆς. περὶ δὲ διακόνων «διάκονοι» φησὶν «ἔστω‐ | |
20 | σαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων» καὶ τὰ λοιπά. καὶ χήρας δὲ καθιστὰς «χήρα» φησὶν ἔστω «μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, | |
25 | ἑνὸς ἀνδρὸς γυνή», καὶ μετὰ ταῦτά φησι τὰ ἐπιφερόμενα ὡς τούτου δεύ‐ τερα καὶ τρίτα. ἐν δὲ τῇ πρὸς Τίτον «τούτου» φησὶ «χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορ‐ | |
30 | θώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξά‐ μην, εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστὰ» δηλαδὴ καὶ τὰ ἑξῆς. ἐπηποροῦμεν | |
35 | δή, ὁρῶντες δυνατὸν εἶναι βελτίους πολλῷ τυγχάνειν τινὰς διγάμους μονογάμων, τί δήποτε οὐκ ἐπι‐ τρέπει ὁ Παῦλος διγάμους εἰς τὰς ἐκκλησιαστικὰς καθίστασθαι ἀρχάς· | |
40 | καὶ γὰρ ἐδόκει μοι ζητήσεως ἄξιον εἶναι τὸ τοιοῦτον, τῷ ἐνδέχεσθαι ἀτυχήσαντά τινα περὶ δύο γάμους, ἔτι νέον ὄντα ἀποβαλόντα τὴν δευτέ‐ ραν, ἐγκρατέστατα καὶ καθαρώτατα | |
45 | βεβιωκέναι παρὰ τὸν λοιπὸν μέχρι γήρως χρόνον. Τίς οὖν οὐκ ἂν εὐλόγως ἐπα‐ | |
πορήσαι, τί δήποτε ζητουμένου τοῦ ἄρξοντος τῆς ἐκκλησίας τὸν μὲν | ||
14.22(50) | τοιόνδε δίγαμον οὐ καθίσταμεν διὰ τὰς 〈περὶ〉 τοῦ γάμου λέξεις, τὸν δὲ μονό‐ γαμον καὶ (εἰ τύχοι) μέχρι γήρως συμβιώσαντα τῇ γυναικὶ κρατοῦμεν ἄρχοντα, ἔσθ’ ὅτε μηδὲ γυμνασά‐ | |
55 | μενον εἰς ἁγνείαν καὶ σωφροσύνην; ἐκ δὴ τῶν εἰρημένων εἰς τὸν περὶ τοῦ βιβλίου τῆς ἀποστασίας νόμον ἐφίστημι μή ποτε, ἐπεὶ σύμβολόν ἐστι καὶ ὁ ἐπίσκοπος καὶ ὁ πρεσβύ‐ | |
60 | τερος καὶ ὁ διάκονος ἀληθινῶν κατὰ τὰ ὀνόματα ταῦτα πραγμάτων, ἐβου‐ λήθη αὐτοὺς συμβολικῶς μονογά‐ μους καταστῆσαι, ἵν’ ὁ δυνάμενος ἐπιστῆσαι τοῖς πράγμασιν εὕρῃ ἐκ | |
65 | τοῦ πνευματικοῦ νόμου ἀνάξιον ὄντα ἀρχῆς ἐκκλησιαστικῆς ἐκεῖνον, οὗ ἡ ψυχὴ οὐχ «εὗρε χάριν ἐναντίον» τοῦ ἀνδρὸς αὐτῆς τῷ εὑρῆσθαι «ἐν αὐτῇ ἄσχημον πρᾶγμα» καὶ ἀξίαν | |
70 | αὐτὴν γεγονέναι τοῦ τῆς ἀποστά‐ σεως βιβλίου. δευτέρῳ γὰρ συνοική‐ σασα ἡ τοιαύτη ψυχὴ καὶ παρὰ τῷ τοιούτῳ μισηθεῖσα οὐκέτι δύναται μετὰ τὸ δεύτερον βιβλίον τοῦ ἀπο‐ | |
75 | στασίου ἐπανελθεῖν ἐπὶ τὸν πρότερον ἄνδρα. εἰκὸς μὲν οὖν καὶ ἄλλους παρὰ τοῖς πολλῷ ἡμῶν σοφωτέροις καὶ μᾶλλον βλέπειν τὰ τηλικαῦτα δυναμένοις εὑρεθήσεσθαι λόγους, | |
80 | εἴτε εἰς τὸν περὶ τοῦ τῆς ἀποστασίας βιβλίου νόμον εἴτε εἰς τὰ ἀποστο‐ λικὰ κωλύοντα διγάμους ἄρχειν τῆς | |
ἐκκλησίας ἢ προκαθέζεσθαι προτε‐ τιμημένους ἐν αὐτῇ. ἡμεῖς δέ, ἕως | ||
85 | εὑρεθῇ τὰ κρείττονα καὶ δυνάμενα τῇ τοῦ τῆς γνώσεως φωτὸς πολλῇ ὑπεροχῇ ἀμαυρῶσαι τὰ ὑφ’ ἡμῶν εἰρημένα, εἴπομεν τὰ ὑποπεσόντα εἰς τοὺς τόπους ἡμῖν. | |
14.23 | Εἰ καὶ ἐδόξαμεν δὲ βαθυτέ‐ ρων ἢ κατὰ δύναμιν ἧφθαι εἰς τοὺς τόπους πραγμάτων, οὐδὲν ἧττον ἔτι διὰ τὴν λέξιν καὶ ταῦτα λεκτέον ὅτι | |
5 | τινὲς τῶν νόμων ἐγράφησαν οὐχ ὡς διαφέροντες, ἀλλ’ ὡς συμπεριφερόμενοι τῇ ἀσθε‐ νείᾳ τῶν νομοθετουμένων. τοιοῦτον γάρ τι δηλοῦται ἐν τῷ Μωσῆς | |
10 | πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν 〈ὑμῖν〉 ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· τὸ δὲ προηγούμε‐ νον καὶ διαφέρον νόμου τοῦ διὰ τὴν σκληροκαρδίαν γεγραμμένου | |
15 | δηλοῦται ἐν τῷ ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. καὶ ἐν τῇ καινῇ δὲ διαθήκῃ ἐστί τινα νενομοθετημένα ἀνάλογον τῷ ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρ‐ | |
20 | δίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν. οἱονεὶ γὰρ πρὸς τὴν σκληρο‐ καρδίαν ἡμῶν γέγραπται (διὰ τὴν ἀσθένειαν) | |
25 | τὸ 〈«καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·〉 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν | |
ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω» καὶ τὸ | ||
30 | «τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί»· ἐπιφέρεται γοῦν αὐτοῖς· «τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν». ἀλλὰ καὶ τὸ | |
35 | «γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ὁ ἀνὴρ αὐτῆς ζῇ· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ» πρὸς τὴν σκληροκαρδίαν ἢ ἀσθένειαν | |
40 | ἡμῶν παρὰ Παύλῳ εἴρηται τοῖς μὴ βουλομένοις ζηλοῦν «τὰ χαρίσματα τὰ μείζονα» καὶ μακαριωτέροις γε‐ νέσθαι. ἤδη δὲ παρὰ τὰ γεγραμμένα καί τινες | |
45 | τῶν ἡγουμένων τῆς ἐκκλησίας ἐπέ‐ τρεψάν τινα ὥστε «ζῶντος τοῦ ἀν‐ δρὸς» γαμεῖσθαι γυναῖκα—παρὰ τὸ γεγραμμένον μὲν ποιοῦντες (ἐν ᾧ λέλεκται· «γυνὴ δέ〈δεται〉 ἐφ’ ὅσον | |
14.23(50) | χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς» καὶ τὸ | |
«ἄρα οὖν μοιχαλὶς χρηματίσει ἡ γυνὴ γενομένη ἀνδρὶ ἑτέρῳ ζῶντος τοῦ ἀνδρός»), οὐ μὴν πάντη ἀλόγως· εἰκὸς γὰρ | ||
55 | τὴν συμπεριφορὰν ταύτην συγκρίσει χειρόνων ἐπιτρέ‐ πεσθαι παρὰ τὰ ἀπ’ ἀρχῆς νενο‐ μοθετημένα καὶ γεγραμμένα. | |
14.24 | Τάχα δὲ τῶν τολμώντων τις Ἰουδαϊκὸς ἀνὴρ ἐναντιοῦσθαι τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ φήσει ὅτι καὶ ὁ Ἰησοῦς, εἰπών· ὃς ἂν | |
5 | ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, ἐπέ‐ τρεψεν ἀπολῦσαι τὴν γυναῖκα ὁμοίως Μωσεῖ, ὃν εἶπε πρὸς τὴν σκληρο‐ | |
10 | καρδίαν τοῦ λαοῦ νενομοθετηκέναι, καὶ ταὐτόν γε φήσει εἶναι τῷ λόγῳ τῆς πορνείας, δι’ ὃν εὐλόγως ἂν γυνὴ ἐκβληθείη ἀπὸ ἀνδρός, τὸ | |
15 | «ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα». ἀλλὰ λεκτέον πρὸς αὐτὸν ὅτι, εἴπερ ἡ κατὰ τὸν νόμον μοιχευομένη λιθοβοληθήσεται, δηλονότι οὐ κατὰ τοῦτο νοεῖται τὸ «ἄσχημον πρᾶγμα»· | |
20 | οὐ γὰρ ἐπὶ μοιχείᾳ δεῖ γράφειν «βι‐ βλίον ἀποστασίου» καὶ διδόναι «εἰς τὰς χεῖρας» τῆς γυναικὸς ἤ τινι τηλικαύτῃ ἀσχη‐ μοσύνῃ. | |
25 | ἀλλὰ γὰρ τάχα Μωσῆς πᾶν ἁμάρ‐ τημα 〈γυναικὸσ〉 ἄσχημον εἶπε πρᾶγμα, ὅπερ ἐὰν εὑρεθῇ ὑπὸ τοῦ ἀνδρὸς ἐν γυναικὶ μὴ εὑρισκούσῃ χάριν ἐνώπιον τοῦ ἀνδρός, γράφεται | |
30 | τὸ τοῦ ἀποστασίου βιβλίον καὶ ἐξα‐ ποστέλλεται «ἐκ τῆς οἰκίας» τοῦ ἀνδρὸς ἡ γυνή. ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. μετὰ ταῦτά φησιν ὁ σωτὴρ | |
35 | ἡμῶν, μηδαμῶς ἐπιτρέπων ἐπ’ ἄλλῳ ἁμαρτήματι διαλύειν γάμους ἢ μόνῃ πορνείᾳ εὑρισκομένῃ ἐν τῇ γυναικί, τὸ ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορ‐ | |
40 | νείας, ποιεῖ αὐτὴν μοιχευθῆ‐ ναι. ζητηθείη δ’ ἄν, εἰ διὰ τοῦτο 〈μόνον〉 κελεύει τὴν γυναῖκα ἀπο‐ λῦσαι 〈τί ἔσται〉 ἐὰν μὴ ἐπὶ πορνείᾳ | |
45 | μὲν ἁλῷ, φέρε δ’ εἰπεῖν ἐπὶ φαρμακείᾳ ἢ ἀναιρέσει (παρὰ τὴν ἀποδημίαν τοῦ ἀνδρὸς) τοῦ γεννηθέντος αὐτοῖς παιδίου ἢ | |
14.24(50) | ἐφ’ οἱῳδήποτε φόνῳ. εἰ δὲ καὶ ὑφαι‐ ρουμένη καὶ 〈διαρρίπτουσα ἢ〉 συλῶ‐ σα τὴν οἰκίαν εὑρεθείη τοῦ ἀνδρὸς μὴ πορνεύουσα δέ, ζητήσαι τις ἄν, εἰ εὐλόγως τὴν τοιαύτην ἀποβαλεῖ, ὡς | |
55 | τοῦ σωτῆρος κωλύοντος παρεκτὸς λόγου πορνείας ἀπολῦσαί τινα τὴν ἑαυτοῦ γυναῖκα. ἑκατέρως γὰρ ἐμφαίνεταί τι ἄτοπον, οὐκ οἶδα δὲ εἰ ἀληθῶς ἄτοπον. τηλικού‐ | |
60 | των γὰρ ἀνέχεσθαι ἁμαρτημάτων, ἃ ἔοικε χείρονα εἶναι μοιχείας καὶ πορνείας, ἄλογον εἶναι δόξει· πάλιν τ’ ἂν ποιῆσαι παρὰ τὸ βούλημα τῆς διδασκαλίας τοῦ σωτῆρος πᾶς | |
65 | ἂν ὁμολογήσαι ἀσεβὲς τυγχάνειν. Ἐφίστημι τοίνυν διὰ τί μὲν οὐκ εἶπε· μηδεὶς ἀπολυέτω τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, φησὶ δέ· | |
70 | ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορ‐ νείας, ποιεῖ αὐτὴν μοιχευθῆ‐ ναι. ποιεῖ μὲν γὰρ ὁμολογουμέ‐ νως (τὸ ὅσον ἐφ’ ἑαυτῷ) μοιχευ‐ | |
75 | θῆναι τὴν γυναῖκα ὁ ἀπολύων αὐτὴν μὴ πορνεύσασαν. εἰ γὰρ «ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ», ἀπολύσας δὲ αὐτὴν πρόφασιν αὐτῇ δίδωσι | |
80 | δευτέρου γάμου, δηλονότι παρὰ τοῦτο ποιεῖ αὐτὴν μοιχευθῆναι. τὴν | |
δ’ ἁλοῦσαν φαρμακίδα ἢ φόνον 〈ἤ τι τοιοῦτον〉 δράσασαν *** ἀπολογίαν ἔχειν ἢ μή, καὶ σὺ ζητήσαις ἄν. | ||
85 | δύναται γὰρ καὶ παρ’ ἄλλας αἰτίας παρὰ τὴν ἀπόλυσιν ποιεῖν ὁ ἀνὴρ μοιχευθῆναι τὴν ἑαυτοῦ γυναῖ‐ κα, οἷον πέρα τοῦ δέοντος ἐπιτρέπων πράττειν αὐτὴν ἃ βούλεται καὶ | |
90 | εἰς φιλίαν συγκαταβαίνειν ἀνδράσιν οἷς βούλεται· πολλάκις γὰρ ἐξ ἁπλό‐ τητος τῶν ἀνδρῶν τοιαῦτα πταίσ‐ ματα συμβαίνει 〈ἐ〉ν γυναιξίν. ἀλλ’ εἰ ἔστιν ἀπολογίας τόπος ἢ μὴ τοῖς | |
95 | τοιούτοις ἀνδράσιν ἐπὶ τοῖς τοιού‐ τοις συμπτώμασιν, ἐπιμελῶς ζητή‐ σας ἀποφανεῖ καὶ εἰς τὰ ἐπηπορημένα ἡμῖν κατὰ τὸν τόπον. | |
14.24(100) | καὶ 〈ὁ〉 ἀποστερῶν δὲ ἀπὸ τῆς γυναι‐ κὸς ἑαυτὸν ποιεῖ αὐτὴν πολλάκις μοιχευθῆναι, μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις, κἂν φαντασίᾳ πλείονος σεμνότητος καὶ σωφροσύνης τὸ τοι‐ | |
105 | οῦτο ποιῇ· καὶ τάχα μᾶλλον οὗτος ἐπίληπτος ὁ (τὸ ὅσον ἐφ’ ἑαυτῷ) ποιῶν αὐτὴν μοιχευθῆναι μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις ἢ ὁ ἀπολύσας αὐτὴν παρεκτὸς λόγου | |
110 | μὲν πορνείας, ἐπὶ φαρμακείᾳ δὲ ἢ φόνῳ ἤ τινι τῶν βαρυτάτων ἁμαρ‐ | |
τημάτων. ὥσπερ δὲ μοιχαλίς ἐστι γυνή, κἂν δοκῇ γαμεῖσθαι ἀνδρί, ἔτι ζῶντος τοῦ προτέρου, οὕτως καὶ | ||
115 | ἀνὴρ γαμεῖν δοκῶν ἀπολελυμένην οὐ γαμεῖ (κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀπόφασιν) ὅσον μοιχεύει. | |
14.25 | Μετὰ δὲ ταῦτα κατανοή‐ σαντες οἱ τοῦ Χριστοῦ μαθηταί, ὅσα δύναται γενέσθαι συμπτώματα ἐν γάμοις, ὧν ἀνέχεσθαι δεῖ τὸν | |
5 | ἄνδρα, καὶ κατὰ τοῦτο 〈ἀνεχόμενον〉 ἀπαλλάσσειν σκληρότατα ἢ μὴ ἀν‐ εχόμενον παρανομεῖν εἰς τοὺς Χριστοῦ λόγους, φασὶν αὐτῷ, 〈ὡσ〉 ἐπὶ εὐ‐ χερέστερον τὴν ἀγαμίαν καταφεύ‐ | |
10 | γοντες καὶ μᾶλλον συμφέρον ἢ ὡς δοκεῖ συμφέρειν γάμος· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναι‐ κός, οὐ συμφέρει γαμῆσαι. | |
15 | πρὸς τοῦτο δὲ εἶπεν αὐτοῖς ὁ σωτήρ, διδάσκων ἡμᾶς δῶρον εἶναι τὸ διδόμενον ἀπὸ θεοῦ τὴν παντελῆ καθάρευσιν, καὶ οὐ μόνον ἀσκήσει παραγινόμενον ἀλλὰ μετ’ εὐχῶν | |
20 | 〈πολλῶν〉 ὑπὸ θεοῦ διδόμενον, τὸ οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ’ οἷς δέδοται. εἶτ’ ἐπεί τινες | |
συκοφαντοῦσι | ||
25 | τὸ οἷς δέδοται, ὡς ἐχόντων ἀπο‐ λογίαν τῶν βουληθέντων μὲν καθα‐ ρεῦσαι ἐν ἀγαμίᾳ, νικηθέντων δὲ ὑπὸ τῶν ὀρέξεων, λεκτέον, ὅτι εἴπερ πιστεύομεν | |
30 | τοῖς γεγραμμένοις, τί δήποτε ἐπι‐ λαμβανόμεθα μὲν τοῦ ἀλλ’ οἷς δέδοται, οὐκέτι δὲ προσέχομεν τῷ «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν» καὶ | |
35 | τῷ ἐπιφερομένῳ αὐτῷ «πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει»; εἰ γὰρ χωροῦσι τὸν περὶ τοῦ παντελῶς καθαρεύειν λόγον οἷς δέδοται, ὁ βουλόμενος | |
40 | αἰτείτω, πειθόμενος καὶ πιστεύων τῷ λέγοντι· «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν», καὶ 〈λήψεται〉 μὴ ἀμφιβάλλων περὶ τοῦ «πᾶς ὁ αἰτῶν λαμβάνει». ἔνθα δὴ | |
45 | γενόμενος ζητήσεις, τίς ὁ αἰτῶν. οὐδεὶς γὰρ τῶν μὴ λαμβανόντων, εἰ καὶ ἔδοξεν ᾐτηκέναι, ᾔτησεν· ἐπεὶ οὐ θεμιτὸν φάσκειν ψεῦδος εἶναι τὸ «πᾶς ὁ αἰτῶν λαμβάνει». | |
14.25(50) | τίς οὖν ὁ αἰτῶν | |
ἢ ὁ πεισθεὶς τῷ Ἰησοῦ λέγοντι· «ἐὰν στήκητε προσευχόμενοι», «πι‐ στεύετε ὅτι λαμβάνετε, καὶ λήψεσθε»; χρὴ δὲ τὸν αἰτοῦντα ποιεῖν πάντα | ||
55 | τὰ παρ’ αὐτῷ, ἵνα προσεύχηται «πνεύματι», προσεύχηται «δὲ καὶ τῷ νοΐ», καὶ 〈τοῦ〉 «ἀδιαλείπτως προσεύχεσθε» μεμνημένον καὶ τοῦ «ἔλεγε δὲ παραβολὴν αὐτοῖς | |
60 | πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐκκακεῖν, λέγων· κριτής τις ἦν ἔν τινι πόλει» καὶ τὰ ἑξῆς. χρήσιμον δὲ εἰς τὸ γινώσκειν, τί | |
65 | τὸ αἰτεῖν καὶ τὸ λαβεῖν ἐστι καὶ τί τὸ «πᾶς ὁ αἰτῶν λαμβάνει», καὶ τὸ «λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ | |
70 | ἐγερθεὶς δώσει 〈αὐτῷ〉 ὅσων χρῄζει»· ἐπιφέρει γοῦν· «κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν» καὶ τὰ ἑξῆς. ἔτι προτρεπτικὸν διὰ τὸ οὐ πάν‐ | |
75 | τες χωροῦσι τὸν λόγον, ἀλλ’ | |
οἷς δέδοται, εἰς τὸ αἰτεῖν ἀξίως τοῦ λαβεῖν καὶ τὸ «τίς δὲ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει | ||
80 | αὐτῷ;» καὶ τὰ ἑξῆς. δώσει οὖν τὸ ἀγαθὸν δόμα, τὴν παντελῆ καθά‐ ρευσιν ἐν ἀγαμίᾳ καὶ ἁγνείᾳ ὁ θεὸς τοῖς «ἐξ ὅλης ψυχῆς» καὶ μετὰ πίστεως καὶ «ἀδιαλείπτως» ἐν προσ‐ | |
85 | ευχαῖς αἰτοῦσιν αὐτόν. | |
15t | Τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν Ὠρι‐ γένους τόμος ιεʹ. | |
15.1(1n) | Εἰσὶ γὰρ εὐνοῦχοι οἵτι‐ | |
2n | νες ἐκ κοιλίας μητρὸς ἐγεν‐ | |
3n | νήθησαν οὕτως | |
4n | ἕως τοῦ | |
5n | ὁ δυνάμενος χωρεῖν χωρείτω | |
6n | (19, 12). | |
7 | Δύο ἐσομένας περὶ τὸν τόπον τοῦτον παρεκδοχὰς πρὸ τῆς φαινο‐ μένης ἡμῖν ἀληθοῦς εἰς τὸν τόπον | |
10 | διηγήσεως ἐκθέμενοι καὶ μετὰ τοῦτο ὡς δυνατὸν ἡμῖν ἀνα‐ τρέψαντες αὐτάς, ἵν’ ὅσον ἐπὶ τοῖς λεχθησομένοις πᾶν σφάλμα φυλαξά‐ μενοι τὸ ἀληθὲς βούλημα τῶν κατὰ | |
15 | τὸν τόπον ἐὰν χωρῶμεν, τό〈τε〉 κρεῖττον βιώσωμεν, οὕτως ἥκωμεν | |
ἐπὶ τὸ προκείμενον. τινὲς μὲν γάρ, ὡς ἀκόλουθον τῇ ἐνεργείᾳ τῶν κατὰ τὸ σωματικὸν | ||
20 | ὁρωμένων δύο εὐνουχισμῶν καὶ τὸν τρίτον σωματικὸν νομίσαντες, ἐτόλ‐ μησαν ἑαυτοὺς παρασχεῖν ἀπὸ φόβου μὲν τοῦ πρὸς θεόν, | |
25 | ἀνεπιστημόνως δέ, εὐνουχισμῷ ὁμο‐ γενεῖ τοῖς δύο προτέροις καὶ ἑαυτοὺς ὑποβεβλήκασιν ὀνει‐ δισμῷ, τάχα δὲ καὶ αἰσχύνῃ οὐ παρὰ μόνοις τοῖς ἀλλοτρίοις τῆς | |
30 | πίστεως, ἀλλὰ καὶ παρὰ τοῖς πᾶσι μᾶλλον τοῖς ἀνθρωπίνοις πράγμασι συγγινώσκουσιν ἢ τῷ (φαντασίᾳ φόβου θεοῦ καὶ σωφροσύνης ἀμέτρῳ ἔρωτι) γεν‐ | |
35 | νήσαντι πόνους καὶ σώματος ἀκρω‐ τηριασμὸν καὶ εἴ τι ἕτερον πάθοι ἂν ὁ τηλικούτῳ ἑαυτὸν παρασχὼν πράγματι. ἕτεροι δὲ καὶ οἱ πολλοὶ οὕτω νενοή‐ | |
40 | κασι, μὴ βασανίσαντες τρόπον ἀκο‐ λουθίας λόγων· τοὺς μὲν προτέρους δύο αὐτόθεν καὶ σωματικῶς ἐξειλήφασιν εἰρῆσθαι | |
45 | τῷ σωτῆρι ὡς οὐδὲν πλέον τῶν αἰσθητῶν ἐμφαίνοντι, τὸν δὲ τρίτον οὐκέτι κατὰ τὴν λέξιν λελέχθαι | |
νενομίκασιν, ἀλλ’ εὐνουχισμὸν ἡγήσαντο τὸν ἀπὸ | ||
15.1(50) | λόγου ἐν τῷ τρίτῳ σημαίνεσθαι, ὅτε προθέσει τῆς τῶν οὐρανῶν βασιλείας τῷ τμητικωτάτῳ λόγῳ ἐκτεμόντες τὸ τῶν τοιούτων ἐπιθυ‐ μητικὸν | |
55 | καταπεφρονήκασι τῶν ὕβρεων τοῦ σώματος, μὴ δυναμένων ἔτι νικῆσαι ψυχὴν τῷ λόγῳ ἐκτετμηκυῖαν τὴν ἐπιθυμίαν. χρὴ δὲ εἰδέναι ὅτι οἱ μὲν πρότεροι τοῦ εὐαγγελικοῦ | |
60 | γενόμενοι φίλοι γράμματος καὶ μὴ ἐπιστήσαντες ὅτι καὶ ταῦτα ἐν παραβολαῖς ἐλάλησεν ὁ Ἰησοῦς καὶ πνεύματι εἴρηται, ἀκολουθότερον μὲν νενοήκασι τὰ | |
65 | κατὰ τὸν τόπον τοῖς ὁμολογοῦσι τοὺς προτέρους δύο εὐνουχισμοὺς σωματικῶς λελέχθαι, ἐξωμάλισαν γὰρ ἀκολούθως τοῖς προτέροις δύο | |
70 | τὸν τρίτον, οὐ πταίοντες μὲν ὡς πρὸς τὸ ἀκόλουθον τοῖς τρισίν, ἀναγκαίως δὲ πταίσαντες τῷ τὴν ἀρχὴν τῶν κατὰ τὸν τόπον παρεωρακέναι· τῷ γὰρ σωματικῶς λελέχθαι τοὺς | |
75 | δύο ἕπεται καὶ τὸν τρίτον εἶναι σω‐ ματικόν. οἱ δὲ δεύτεροι τῷ μὲν τρίτῳ ὑγιῶς ἐπιβεβλήκασι τὴν ἀπὸ λόγου νομίσαντες δηλοῦ‐ | |
80 | σθαι ἐκτομὴν τοῦ παθητικοῦ ἀπὸ τῆς ψυχῆς. οὐκέτι δὲ τεθεωρήκασιν ὅτι ἁρμόζον ἦν τῇ τοιαύτῃ ἐκδοχῇ καὶ τοὺς προτέρους δύο εὐνουχισμοὺς ὁμοίως | |
85 | τῷ τρίτῳ ἀλληγορῆσαι, ἢ ἐξομαλίσαι παραπλησίως τοῖς προτέροις δυσὶ καὶ τὸν τρίτον. εἴπερ οὖν ἐπ’ ἄλλων τινῶν οὐ μόνον τῆς διαθήκης τῆς παλαιᾶς | |
90 | ῥητῶν ἀλλὰ καὶ τῆς καινῆς ἁρμόζει λέγειν· «τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ», τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὸν προκείμενον τόπον ὁμολογητέον· τηρηθὲν γὰρ τὸ γράμ‐ | |
95 | μα τῶν δύο εὐνουχισμῶν εἴποι τις ἂν ὅτι ἀπέκτεινε τοὺς ἀκολούθως τοῖς προτέροις τὸν τρίτον νοήσαντας καὶ τολμήσαντας εἰπεῖν (ὡς κατὰ τὸν λόγον τοῦ κυρίου χωροῦντας | |
15.1(100) | αὐτὸ νοεῖν) ἐπὶ τῷ διὰ τὴν βασι‐ λείαν τῶν οὐρανῶν ὁμοίως τοῖς προτέροις εὐνουχισθεῖσιν εὐνου‐ χίσαι ἑαυτούς. | |
15.2 | Εἰ δὲ βούλεταί τις καὶ ἄλλα παραδείγματα λαβεῖν τῆς καινῆς διαθήκης ἐχούσης γράμμα ἀπο‐ κτεῖνον, ἀκουέτω παραδείγματος | |
5 | χάριν τίνα τρόπον ὁ σωτὴρ πρὸς τοὺς ἀποστόλους εἶπεν· «ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε;» | |
οἷς ἐπιφέρεται τὸ | ||
10 | «οἱ δὲ εἶπον· οὐδενός. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω | |
15 | μάχαιραν». εἴ τις γὰρ διὰ τὸ ταῦτα εἰρηκέναι τὸν Ἰησοῦν μὴ ἐνιδὼν τῷ βουλήματι τῶν λελεγμέ‐ νων πωλήσαι τὸ αἰσθητὸν ἑαυτοῦ ἱμάτιον καὶ ἀγοράσαι μάχαιραν ἀν‐ | |
20 | δροφόνον, ὡς λαβὼν «μάχαιραν» τοιαύτην καὶ παρὰ τὸ βούλημα τοῦ Ἰησοῦ ποιήσας, παρεκδεξάμενος αὐτοῦ τὸν λόγον ἀπολεῖται μέν, τάχα δὲ καὶ «ἐν μαχαίρᾳ» ἀπολεῖται. | |
25 | ποδαπὴ δὲ ἡ μάχαιρα, οὐ τοῦ παρόντος ἐστὶ καιροῦ διηγήσασθαι. ἀλλὰ καὶ τὸ «μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε» εἴ τις μὴ ἐξε‐ τάσας, τί βουλόμενος ὁ Ἰησοῦς | |
30 | τοῦτο προσέταξεν, ὡς ζηλῶν ἀποστο‐ λικὸν βίον «μηδένα κατὰ τὴν ὁδὸν» ἀσπάσοιτο, ἀπάνθρωπος 〈καὶ μω‐ ρὸσ〉 ἂν εἶναι δόξαι τοῖς θεωροῦσιν αὐτὸν τοιοῦτον· | |
35 | οἵτινες τὴν αἰτίαν τοῦ οὕτως νοή‐ σαντος ἐπὰν ἀναφέρωσιν ἐπὶ τὸν λόγον, δι’ ὃν ἐκεῖνος ἔδοξε τοῦτο πράττειν, | |
ἐναχθεῖεν ἂν πρὸς τὸ μισεῖν τὸν | ||
40 | λόγον τοῦ θεοῦ, ὡς ἀγρίους καὶ ἀπανθρώπους κατασκευάζοντα τοὺς ἐν αὐτῷ. καὶ τούτου τὴν αἰτίαν λαβὼν ὁ «μηδένα κατὰ τὴν ὁδὸν» ἀσπαζό‐ | |
45 | μενος πάθοι ἂν προφάσει τοῦ γράμματος θάνατον, τοῦ γράμματος αὐτὸν ἀποκτείναντος. εἰ δὲ καὶ τὸν δεξιὸν ὀφθαλμόν τις | |
15.2(50) | ἐκκόπτοι ὡς αἴτιον τοῦ κακῶς βλέπειν, ἢ τὴν δεξιὰν τοῦ σώματος χεῖρα ἢ τὸν δεξιὸν κατὰ σάρκα | |
55 | πόδα, πάθοι ἂν μετὰ *** τῶν ἀποκτιννυμένων διὰ τὸ γράμμα, ὡς καὶ αὐτὸς μείνας ἐπὶ τοῦ γράμ‐ ματος, δέον ἀναβαίνειν αὐτὸν ἐπὶ | |
60 | τὸ πνεῦμα τοῦ λεγομένου. Ἄλλοι μὲν οὖν τῶν πρὸ ἡμῶν οὐκ ὤκνησαν ἰδίοις συγγράμμασιν ἀφορ‐ μὰς παρασχεῖν τοῦ τὸν τρίτον εὐνου‐ χισμὸν τολμῆσαί τινας παθεῖν προ‐ | |
65 | φάσει βασιλείας οὐρανῶν, παρα‐ | |
πλήσιον ὄντα τοῖς προτέροις δυσίν. | ||
15.3 | ἡμεῖς δὲ Χριστὸν (τὸν λόγον τοῦ θεοῦ) «κατὰ σάρκα» καὶ κατὰ τὸ γράμμα ποτὲ νοήσαντες, «〈ἀλλὰ〉 νῦν οὐκέτι» γινώσκοντες, οὐκ εὐδο‐ | |
5 | κοῦμεν ὡς καλῶς ἐξειληφόσι τοῖς καὶ τὸν τρίτον εὐνουχισμὸν ἑαυτοῖς προφάσει τῆς βασιλείας τῶν οὐρανῶν ἐπάγουσι. καὶ οὐκ ἂν ἐπὶ πλεῖον προσδιετρίψαμεν τῇ ἀνα‐ | |
10 | τροπῇ τοῦ τὸν τρίτον παραπλησίως τοῖς προτέροις δυσὶ σωματικῶς ἐκλαβεῖν θέλοντος, εἰ μὴ καὶ ἑωρά‐ κειμεν τοὺς τολμήσαντας καὶ ἐντετεύ‐ χειμεν τοῖς δυναμένοις θερμοτέραν | |
15 | κινῆσαι ψυχὴν (καὶ πιστὴν μὲν οὐ λογικὴν δὲ) πρὸς τὸ τοιοῦτον τόλμη‐ μα. φησὶ δὴ Σέξτος ἐν ταῖς Γνώμαις, βιβλίῳ φερομένῳ παρὰ πολλοῖς ὡς δοκίμῳ· «πᾶν μέρος τοῦ σώματος | |
20 | τὸ ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον· ἄμεινον γὰρ χωρὶς τοῦ μέρους ζῆν σωφρόνως ἢ μετὰ τοῦ μέρους ὀλε‐ θρίως». καὶ πάλιν προβὰς ἐν τῷ αὐτῷ βιβλίῳ ἀφορμὴν διδοὺς ἐπὶ | |
25 | τὸ παραπλήσιον λέγει· «ἀνθρώ‐ πους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀπο‐ κόπτοντας αὐτῶν καὶ ῥίπτοντας μέρη· πόσῳ βέλτιον ὑπὲρ τοῦ σω‐ | |
30 | φρονεῖν;» καὶ Φίλων δέ, ἐν πολλοῖς τῶν εἰς τὸν Μωσέως νόμον συν‐ | |
τάξεων αὐτοῦ εὐδοκιμῶν καὶ παρὰ συνετοῖς ἀνδράσι, φησὶν ἐν βιβλίῳ ᾧ οὕτως ἐπέγραψεν· Περὶ τοῦ | ||
35 | τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπι‐ τίθεσθαι, ὅτι «ἐξευνουχισθῆναι μὲν ἄμεινον ἢ πρὸς συνουσίας ἐκνόμους λυττᾶν». Ἀλλ’ οὐ πιστευτέον αὐτοῖς | |
40 | μὴ τὸ βούλημα τῶν ἱερῶν γραμ‐ μάτων περὶ τούτων ἐξειληφόσιν. εἰ γὰρ ἐν τοῖς καρποῖς «τοῦ πνεύ‐ ματος» κατείλεκται μετὰ ἀγάπης καὶ χαρᾶς καὶ μακροθυμίας καὶ | |
45 | τῶν λοιπῶν καὶ ἡ ἐγκράτεια, καρ‐ ποφορητέον μᾶλλον τὴν ἐγκράτειαν καὶ τὸ δεδομένον ἀπὸ θεοῦ σῶμα ἄρρεν τηρητέον, ἤπερ ἄλλο τι τολμη‐ τέον, ἵνα καὶ παραβαίνῃ τις τὸ | |
15.3(50) | καὶ ὡς πρὸς τὸ ῥητὸν χρησίμως λέγον· «οὐ φθερεῖς τὴν ὄψιν τοῦ πώγωνός σου». χρήσιμον εἰς ἀποτρο‐ πὴν θερμῶν μὲν τῇ 〈δὲ〉 πίστει νεω‐ τέρων, οἷς ὁμολογεῖν χρὴ ὅτι ἔρωτα | |
55 | σωφροσύνης ἔχουσιν «ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν», καὶ τὸ «ἐὰν δὲ μάχωνται ἄνθρωποι ἐπὶ τὸ αὐτό, ἄνθρωπος μετὰ τοῦ ἀδελφοῦ ἑαυτοῦ» καὶ τὰ ἑξῆς, ἕως τοῦ «οὐ φείσεται ὁ ὀφθαλ‐ | |
60 | μός σου ἐπ’ αὐτῇ». εἰ γὰρ ἀπο‐ κόπτεται χεὶρ ἐπιλαβομένη διδύ‐ μων ἀνδρός, πῶς οὐχὶ καὶ ὁ ἑαυτὸν δι’ ἄγνοιαν ὁδοῦ φερούσης ἐπὶ σω‐ φροσύνην τοιαύτῃ περιστάσει ἐπι‐ | |
65 | δεδωκώς; ἐπιλογισάσθω οὖν ὁ μέλ‐ λων τὸ τοιοῦτον τολμᾶν, ἃ πείσεται ὑπὸ τῶν ὀνειδιζόντων καὶ συγχρω‐ μένων τῷ «οὐκ εἰσελεύσεται θλα‐ δίας καὶ ἀποκεκομμένος εἰς ἐκ‐ | |
70 | κλησίαν κυρίου», συναριθμούντων αὐτὸν τοῖς ἀποκεκομμένοις τὸν ἄν‐ δρα. οὔπω λέγω καὶ ἃ πάθοι ἄν τις παρὰ καιρὸν ἐμποδισθέντων τῶν (ὡς ἰατρῶν παῖδές φασιν) ἀπὸ | |
75 | κεφαλῆς καταβαινόντων ἐπὶ τοὺς ἄρρενας τόπους σπερμάτων καὶ ἐν τῷ καταβαίνειν διά τινων περὶ τὰς παρειὰς φλεβῶν τῇ φυσικῇ τῶν κα‐ ταβαινόντων θερμότητι τρίχας ποι‐ | |
80 | ούντων φύειν τοὺς ἄνδρας περὶ τὰ γένεια· ὧν τριχῶν στέρονται καὶ οἱ νομίζοντες ἑαυτοὺς δεῖν σωμα‐ τικῶς εὐνουχίζειν διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. τίνα δ’ ἂν | |
85 | πάθοιεν, ἢ καρηβαρίας ἢ σκοτώ‐ σεις ἔσθ’ ὅτε φθανούσας καὶ ἐπὶ τὸ ἡγεμονικὸν καὶ ταραττούσας τὸ φανταστικὸν ἀλλόκοτα φαντασιού‐ μενον ἀπὸ τῆς τοιᾶσδε ὕλης; πρὶν | |
90 | δὲ ἔλθω ἐπὶ τὴν διήγησιν τῶν κατὰ τὸν τόπον, λεκτέον ὅτι, εἴπερ τι ἀκόλουθον ἑαυτῷ ὁ Μαρκίων πε‐ ποίηκε φάσκων μὴ δεῖν ἀλληγο‐ ρεῖν τὴν γραφήν, καὶ τοὺς τόπους | |
95 | τούτους ἠθέτησεν ὡς οὐχ ὑπὸ τοῦ | |
σωτῆρος εἰρημένους, νομίσας δεῖν ἤτοι παραδέξασθαι (μετὰ τοῦ φά‐ σκειν τὸν σωτῆρα ταῦτα εἰρηκέναι) τὸ καὶ ἐπὶ τὰ τοιαῦτα τολμᾶν | ||
15.3(100) | ἑαυτὸν παραδιδόναι πεισόμενον τὸν πεπιστευκότα, ἢ μὴ ἂν εὐλόγως τολμήσαντα τὰ τηλικαῦτα, ἐσόμενα εἰς δυσφημίαν τὴν κατὰ τοῦ λόγου, μηδὲ πιστεύειν εἶναι τοῦ σωτῆρος | |
105 | τοὺς λόγους, εἴ γε μὴ ἀλληγο‐ ροῦνται. | |
15.4 | Ἡμεῖς δὲ οἱ βουλόμενοι τὴν ἀκολουθίαν σῴζειν τῶν τριῶν εὐνουχισμῶν καὶ εὐ‐ δοκοῦντες τῇ τροπολογίᾳ τοῦ τρίτου, | |
5 | τοιαῦτα φήσομεν καὶ περὶ τῶν προτέρων δύο. εὐνοῦχοι τροπικῶς νῦν οἱ ἀργοὶ πρὸς ἀφροδίσια λέγοιντ’ ἂν καὶ μὴ ἐπιδιδόντες ἑαυτοὺς ταῖς | |
10 | κατὰ ταῦτα ἀσελγείαις καὶ ἀκαθαρ‐ σίαις ἢ τοῖς παραπλησίοις αὐταῖς. εἰσὶ δὲ τῶν πρὸς ταῦτα ἀργούντων διαφοραὶ (οἶμαι) τρεῖς. οἱ μὲν γὰρ ἐκ κατασκευῆς εἰσι τοιοῦτοι, | |
15 | περὶ ὧν λέγοιτ’ ἂν τὸ εἰσὶν εὐνοῦ‐ χοι οἵτινες ἐκ κοιλίας μη‐ τρὸς ἐγεννήθησαν οὕτως. οἱ δὲ | |
ἐκ λόγων μὲν 〈ἀνθρωπίνων〉 ἀσκοῦσι προτραπέντες τὴν τῶν ἀφροδισίων | ||
20 | ἀποχὴν καὶ πάσης τῆς περὶ τὸν τόπον ἀκολασίας· οὐ μὴν τὸ γεννῆ‐ σαν αὐτοῖς τὴν τοιαύτην πρό‐ θεσιν καὶ ἄσκησιν καὶ τὴν (ἵν’ οὕτως ὀνομάσω) κατόρθωσιν | |
25 | λόγος γέγονε θεοῦ, ἀλλὰ ἀνθρώπινοι λόγοι εἴτε τῶν φιλοσοφησάντων παρ’ Ἕλλησιν εἴτε «τῶν κωλυόντων γα‐ μεῖν, ἀπέχεσθαι βρωμάτων» ἐν ταῖς αἱρέσεσιν· οὗτοι δή μοι δοκοῦσι | |
30 | δηλοῦσθαι ἐν τῷ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνου‐ χίσθησαν ὑπὸ τῶν ἀνθρώ‐ πων. τὸ δ’ ἀποδοχῆς ἄξιον, | |
35 | εἰ τὸν λόγον τις ἀναλαβὼν τὸν ζῶντα καὶ ἐνεργῆ καὶ τομώτερον «ὑπὲρ πᾶσαν μάχαιραν δίστομον» καὶ «τὴν» (ὡς ὠνόμασεν ὁ ἀπόστο‐ λος) «μάχαιραν τοῦ πνεύματος» ἐκ‐ | |
40 | τέμνοι τὸ τῆς ψυχῆς παθητικὸν μὴ ἁπτόμενος τοῦ σώματος, καὶ τοῦτο ποιοῖ *** καὶ νοήσας βασιλείαν οὐρανῶν καὶ μέγιστον συμβαλλόμενον πρὸς | |
45 | τὸ κληρονομῆσαι βασιλείαν οὐρα‐ νῶν τὸ ἐκτεμεῖν λόγῳ τὸ παθη‐ | |
τικὸν τῆς ψυχῆς αὐτοῦ. τοῖς δὲ τοιούτοις ἁρμόζοι ἄν, καὶ οὐχ ὡς οἴονται οἱ σωματικῶς τὰ κατὰ τὸν | ||
15.4(50) | τόπον ἐξειληφότες, τὸ εἰσὶν εὐνοῦχοι οἵτινες εὐ‐ νούχισαν ἑαυτοὺς διὰ τὴν βα‐ σιλείαν τῶν οὐρανῶν. | |
15.5 | Μεγάλη δὲ δύναμις τὸ χωρῆσαι τὸν ἀπὸ λόγου τῆς ψυχῆς εὐνουχισμόν, ὃν οὐ πάντες χω‐ ροῦσιν, ἀλλ’ οἷς δέδοται· δέ‐ | |
5 | δοται δὲ πᾶσι τοῖς αἰτήσασιν ἀπὸ θεοῦ τὴν λογικὴν μάχαιραν καὶ δεόντως αὐτῇ χρησαμένοις, ἵν’ εὐνουχίσωσιν ἑαυτοὺς διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. | |
10 | εἰ δὲ χρὴ καὶ ἱστοριῶν ἐφάψασθαι τῶν κατὰ τὰς γραφὰς μετὰ τῆς ὑποφαινομένης ἡμῖν εἰς αὐτὰς ἀνα‐ γωγῆς, φήσομεν ὅτι εἰσί τινες εὐνοῦ‐ χοι τοῦ Φαραὼ ἄγονοι παντὸς καλοῦ, | |
15 | ἵν’ οἰνοχοῶσιν αὐτῷ καὶ σιτο‐ ποιῶσιν εὐνουχισθέντες, εἰσὶ δὲ καὶ τοῦ θεοῦ ἄνθρωποι διὰ τοῦτο εὐνοῦ‐ χοι 〈ἄγονοι παντὸς κακοῦ〉, ἵν’ οἰκοδομήσωσι πεσοῦσαν τὴν | |
20 | Ἱερουσαλήμ. περὶ μὲν οὖν τῶν προτέρων ἐν τῇ Γενέσει γέγρα‐ πται· τῶν δὲ δευτέρων παράδειγμα ὁ ἐν τῷ δευτέρῳ Ἔζρα γεγραμμένος ὅς φησι· «καὶ ἐγὼ ἤμην εὐνοῦχος | |
25 | τῷ βασιλεῖ. καὶ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ Ἀρσαθερθᾷ βασιλεῖ» καὶ τὰ ἑξῆς, ἕως τοῦ «καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέ | |
30 | με». καὶ σὺ δὲ ἐντυγχάνων τῷ δευτέρῳ Ἔζρα εὑρήσεις ὅλα τὰ κατὰ τὸν τόπον καὶ ἐπιστήσεις | |
35 | διὰ τί ἄξιός ἐστιν εὐνοῦχος γενό‐ μενος ἀρχηγὸς τοῦ ἀνοικοδομηθῆναι τὸν ναὸν τοῦ θεοῦ. φασὶ γὰρ Ἑβραίων παῖδες τὸν Δανιὴλ καὶ τοὺς τρεῖς σὺν αὐτῷ (Ἀνανίαν, Ἀζαρίαν, Μι‐ | |
40 | σαὴλ) ἐν Βαβυλῶνι εὐνουχίσθαι, πληρουμένης τῆς πρὸς τὸν Ἐζεκίαν εἰρημένης προφητείας ὑπὸ Ἡσαΐου ἐν τῷ «ἀπὸ τοῦ σπέρματός σου λήψονται, καὶ ποιήσουσι σπάδοντας | |
45 | ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶ‐ νος». φασὶ δὲ ὅτι περὶ τούτων καὶ Ἡσαΐας προεφήτευσε φάσκων· «μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκεί‐ μενος κυρίῳ· ἀφοριεῖ με ἄρα κύριος | |
15.5(50) | ἀπὸ τοῦ λαοῦ αὐτοῦ» καὶ τὰ ἑξῆς ἕως τοῦ «κρείττονα υἱῶν καὶ θυγατέρων». καλὸν οὖν, ὡς πρὸς τὸν μυστικὸν | |
55 | τόπον, τὸ μὴ γεννᾶν ἐν Βαβυλῶνι, ἀλλὰ ἄγονον εἶναι πρὸς τὴν Βα‐ | |
βυλῶνα ὡς ὁ Δανιήλ, ἵνα γεννή‐ σωμεν συλλαβόντες ἀπὸ τοῦ θείου πνεύματος (ὡς ἐκεῖνος καὶ οἱ σὺν | ||
60 | αὐτῷ) ὁράματα καὶ προφητείας. δεῖ δὲ εἰδέναι ὅτι οὐκ ὀλίγας εὕροι ἂν πιθανότητας εἰς κατασκευὴν τοῦ τοὺς τρεῖς σωματικοὺς εἶναι εὐνου‐ χισμοὺς ὁ βουλόμενος παραστῆναι | |
65 | τῷ λόγῳ καὶ συναγορεῦσαι καὶ τοῖς προειρημένοις καὶ 〈τοῖσ〉 διὰ τῶν συγγραμμάτων τοῦτο διδάξασιν. οὐκ ἐβουλήθημεν δὲ ἐκθέσθαι αὐτάς, μὴ γυμνασίας εἵνεκεν τιθέντες τοὺς | |
70 | λόγους καὶ τὴν λύσιν ἑκάστου ἐκθέ‐ μενοι, πρόφασις γενώμεθα τοῖς μὴ ὡς βούλεται ὁ Ἰησοῦς χωροῦσι τὸν περὶ εὐνουχίας λόγον πρὸς τὸ ἐν ἑτέρῳ 〈ἢ〉 δεῖ 〈νοῒ〉 νοεῖν τὸ | |
75 | χωρεῖν, καὶ σωματικῶς αὐτὸ ὑπο‐ λαμβάνειν, δέον «πνεύματι» ζῶντα «καὶ πνεύματι» στοιχοῦντα καὶ τοὺς τρεῖς εὐνουχισμοὺς πνευματικῶς πεπεῖσθαι λελέχθαι. | |
15.6(1n) | Τότε προσηνέχθησαν | |
2n | αὐτῷ παιδία | |
3n | καὶ τὰ ἑξῆς | |
4n | ἕως τοῦ | |
5n | καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς | |
6n | ἐπορεύθη ἐκεῖθεν (19, 13—15). | |
7 | Τότε μὲν ἡ ἀναγεγραμμένη ἱστορία γέγονε τοῦ καὶ προσενηνέ‐ χθαι παιδία τῷ Ἰησοῦ, βουλο‐ | |
10 | μένων τῶν προσφερόντων ἐπιθεῖναι αὐτὸν τὰς χεῖρας αὐτοῖς καὶ προσεύξασθαι. ἰστέον δὲ ὅτι οὐκ ἔστιν ὅτε οὐ προσφέρεται παιδία τὴν ψυχὴν τῷ | |
15 | Ἰησοῦ, ἐφ’ οἷς λέγοι ἂν (ὡς παρακαταθήκην αὐτὰ ἀπὸ θεοῦ λα‐ βὼν) τὸ «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός». καὶ ἀπὸ τῶν παιδίων γε τούτων τινὰ μὲν χρη‐ | |
20 | ματιζέτω νήπια ἄλλα δὲ λεγέσθω θηλάζοντα ὡς τῶν νηπίων ὑποδεέ‐ στερα, καὶ ὁ κύριος ἡμῶν «ἐκ στό‐ ματος» ἀμφοτέρων καταρτιζέτω «αἶνον», ἵνα ᾐσθημένοι τῆς τοιαύτης | |
25 | αὐτοῦ εἰς τὰ παιδία εὐεργεσίας λέ‐ γωμεν τὸ «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον». παιδία δὲ λεκτέον τοὺς ἐν Χριστῷ σαρκίνους καὶ νηπίους, ὁποίους Κο‐ | |
30 | ρινθίους ἐπιστάμενος ὁ ἀπόστολος Παῦλος ἔλεγε· «κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ». τὰ τοιαῦτα δὴ παιδία προσηνέ‐ | |
35 | χθη 〈καὶ〉 τότε καὶ ἀεὶ προσάγεται τῷ Ἰησοῦ. σημεῖον δὲ τῆς τῶν νηπίων προσαγωγῆς οἱ πολλοὶ τῆς ἐκκλη‐ σίας ἐν Χριστῷ νήπιοι καὶ θηλά‐ ζοντες, «χρείαν ἔχοντες γάλακτος, | |
40 | οὐ στερεᾶς τροφῆς», πρὸς οὓς λέγοι ἂν 〈ὁ λέγων〉 («ὡς ἂν τροφὸς θάλπουσα τὰ ἑαυτῆς τέκνα» θάλπων αὐτοὺς) τὸ «γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω | |
45 | γὰρ ἠδύνασθε, 〈ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε»〉. Εἶτ’ ἐπεὶ οἱ μνησθέντες εὐαγγε‐ λισταὶ τῶν κατὰ τὸν τόπον, ὅτι μὲν (ὡς ὁ Ματθαῖός φησι) | |
15.6(50) | προσηνέχθη παιδία τῷ Ἰησοῦ ἢ (ὡς ὁ Μᾶρκος) «προσέφερον αὐτῷ 〈παιδία» ἢ (ὡς ὁ Λουκᾶς) «προσέφερον δὲ αὐτῷ〉 καὶ βρέφη» ἀνέγραψαν, ὑπὸ τίνος δὲ προση‐ | |
55 | νέχθη ἢ τίνες προσέφερον, ἅμα 〈πάντεσ〉 παραλελοίπασιν, ἡμῖν κατα‐ λιπόντες ἐξετάζειν τὸ παραλελειμ‐ μένον, ἄξιον ἰδεῖν | |
60 | πότερον κατὰ συντυχίαν ὑπὸ τῶν τριῶν τὸ τοιοῦτον παραλέλειπται (δυναμένων ἀναγράψαι· προση‐ νέχθη αὐτῷ ἀπὸ τῶν γονέων ἢ ἀπὸ τῶν μητέρων, ἤ· «προσέφερον | |
65 | αὐτῷ βρέφη» ἢ «παιδία» αἱ μητέρες | |
αὐτῶν), ἢ γνώσεως λογισμῷ καὶ σοφίᾳ τὸ τοιοῦτον πεποιήκασιν εἰς παράστασιν τοῦ ὅτι προσελθόντες ἄγγελοι τῷ Ἰησοῦ | ||
70 | καὶ διακονοῦντες αὐτῷ, αὐτοὶ νῷ θειοτέρῳ τὰς τῶν παι‐ δίων ὁρῶντες διαφορὰς ἢ βρεφῶν οἴδασι τίνας προσφέρειν δεῖ τῷ Ἰησοῦ, | |
75 | ἵνα προσενεχθέντες αὐτῷ χειροθετη‐ θῶσιν ὑπ’ αὐτοῦ, καὶ πότε· οἴδασι δὲ καὶ τίνας οὐ χρὴ ἢ ὅτι ἐπί τινα χρόνον οὐ χρή· οὐ γὰρ ἄτερ ἡγοῦμαι ἀγγελικῆς οἰκονομίας τὰ τοιαῦτα | |
80 | παιδία προσέρχεσθαι τῷ Ἰησοῦ. τὸ δὲ βούλημα τῶν προσφερόντων τὰ παιδία ἐστὶ κατὰ μὲν τὸν Ματθαῖον ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς | |
85 | ὁ Ἰησοῦς καὶ προσεύξηται, κατὰ δὲ τὸν Μᾶρκον «ἵνα ἅψηται αὐτῶν», κατὰ δὲ τὸν εἰπόντα «βρέφη» αὐτὰ εἶναι Λουκᾶν «ἵνα αὐτῶν ἅπτηται». | |
90 | τῇ γὰρ προσευχῇ τοῦ Ἰησοῦ καὶ τῇ ἁφῇ αὐτοῦ τὰ παιδία καὶ τὰ βρέφη, οὐ δυνάμενα ἀκούειν ἅπερ ἀκούουσιν οἱ ἤδη πνευματικοί, ἀρ‐ κεῖται εἰς βοήθειαν καὶ ἣν χωρεῖ | |
95 | ὠφέλειαν· ἅπτεται γὰρ αὐτῶν ἡ δύναμις Ἰησοῦ, μόνον χεῖρας ἐπι‐ θέντος τὰς τῆς ἑαυτοῦ ἐπισκοπῆς αὐτοῖς, καὶ οὐκέτι αὐτῶν ἅπτεταί τι τῶν χειρόνων. τάχα δὲ καὶ (ὡς | |
15.6(100) | πρὸς τὸ ῥητὸν) τὸ βούλημα τῶν προσφερόντων αὐτῷ βρέφη καὶ παι‐ δία τοιοῦτον ἦν, διαλαβόντων ὅτι οὐχ οἷόν τε ἦν, ἁψαμένου Ἰησοῦ βρεφῶν ἢ παιδίων καὶ δύναμιν διὰ | |
105 | τῆς ἁφῆς ἐναφιέντος αὐτοῖς, σύμ‐ πτωμα ἢ δαιμόνιόν [ἤ] τι ἅψασθαι οὗ φθάσας ὁ Ἰησοῦς ἥψατο. | |
15.7 | Οἶμαι δ’ ὅτι καὶ ἐπεὶ πολλαὶ πονηραὶ δυνάμεις περὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀρχῆθεν ἀσχο‐ λοῦνται ποικίλως αὐτῇ ἐπιβουλεύου‐ | |
5 | σαι, διὰ τοῦτο ὡς ἤδη ἐκ τῶν προτέρων τὴν δύναμιν αὐτοῦ μα‐ θόντες οἱ προσφέροντες τῷ σωτῆρι τὰ 〈παιδία ἢ τὰ〉 βρέφη τοῦτ’ ἐποίουν, ἵνα διὰ τῆς ἐπιθέσεως τῶν | |
10 | χειρῶν αὐτοῦ καὶ τῆς περὶ τῶν παι‐ δίων καὶ τῶν βρεφῶν εὐχῆς 〈καὶ〉 διὰ τῆς ἁφῆς ἀπελαύνηται μὲν τὰ χείρονα, δύναμις δὲ ἐγγινομένη διαφέρουσα | |
15 | καὶ πρὸς τὰ ἑξῆς διαρκῇ ὡς κωλυ‐ τικὴ τυγχάνουσα ἐπαφῆς τῶν ἐναν‐ τίων. καὶ ὁ σωτὴρ οὖν οὐχ 〈ὡσ〉 ἁπ‐ λοῦν τι καὶ ἄκαιρον ἐπιστάμενος τὸ τοιοῦτον, ἀλλὰ σωτήριον τοῖς ὑπ’ | |
20 | αὐτοῦ χειροθετουμένοις ὧν ἥπτετο, φησὶ τοῖς ἐπιτιμῶσι μαθηταῖς καὶ διὰ τοῦ ἐπιτιμᾶν κωλύουσιν αὐτῷ προσ‐ | |
φέρεσθαι τὰ παιδία 〈ἢ τὰ βρέφη〉 τὸ ἄφετε τὰ παιδία καὶ μὴ | ||
25 | κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἰ μὲν οὖν ἔχει λόγον τὰ ἀποδεδομένα περὶ τοῦ ὑπὸ τίνων προσηνέχθη ἢ τίνες προσέφερον, ἀκολούθως ἂν ἐκείνοις μαθηταί | |
30 | τινες ἐξαίρετοι νοοῖντο τοῦ Ἰησοῦ δυνάμεις ἅγιαι μεμαθητευμέναι τῷ υἱῷ τοῦ θεοῦ· φθάνειν γὰρ καὶ ἐπὶ τοιαύτας τὸ τῶν μαθητῶν Ἰησοῦ ὄνομα εὔλογον, ἵνα μὴ μόνον οἱ | |
35 | ἄνθρωποι αὐτῷ μαθητεύωνται, ἀλλὰ καὶ ἄγγελοι, οἷς ὤφθη, καὶ εἴ τις αὐτῷ πιστεύειν βούλεται ἀπὸ «παντὸς ὀνόματος ὀνο‐ μαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι | |
40 | τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι». εἰ μέντοι τὸ τοιοῦτόν τις βίαιον νο‐ μίζοι, θέλων μὴ ἐπ’ ἄλλων τάσ‐ σεσθαι ἢ ἀνθρώπων τὸ τῶν μα‐ θητῶν ὄνομα, ἐπιτιμώντων τοῖς | |
45 | προσφέρουσι τῷ Ἰησοῦ τὰ βρέφη καὶ τὰ παιδία, εἶεν ἂν οἱ τῶν διδάσκειν τὸν λόγον ἐπιχειρούντων ἁπλούστεροι καὶ μέχρι παιδίων λόγον ἔχοντες, γάλακτι | |
15.7(50) | ἐοικότα ποτίζοντι | |
τοὺς γάλακτος χρῄζοντας, προσφέροντες τῷ Ἰησοῦ βρέφη καὶ παιδία· οὐ γὰρ δύνανται λόγῳ πνευματικωτέρῳ τῆς τούτων κατα‐ | ||
55 | στάσεως *** πείθειν *** ὡς ὁ δυνάμενος λέγειν· «Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοή‐ τοις ὀφειλέτης εἰμί». τούτων δὴ προσφερόντων τῷ Ἰησοῦ βρέφη καὶ | |
60 | παιδία 〈τοιαῦτα, τουτέστι νηπίους πίστεως καὶ ἧττον ἔτι μεμαθητευ‐ μένους, οἱ〉 λογικώτεροι νομιζόμενοι εἶναι τῶν διδασκόντων 〈ἐκείνων τῶν ἁπλουστέρων〉 | |
65 | καὶ διὰ τοῦτο μαθηταὶ χρημα‐ τίζοντες Ἰησοῦ, πρὶν μάθωσι τὰ περὶ τῶν βρεφῶν καὶ τῶν παιδίων 〈τοιούτων〉, ἐπιτιμῶσι τοῖς ἁπλού‐ στερον διδάσκουσι | |
70 | καὶ παιδία 〈καὶ βρέφη τῷ Ἰησοῦ〉 προσφέρουσι. Σαφῶς δὲ τὸ τοιοῦτον νοήσεις, ἐπιστήσας τῷ «βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, | |
75 | ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολ‐ λοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς» καὶ 〈«τὰ | |
ἀσθενῆ» καὶ «τὰ ἀγενῆ» καὶ〉 | ||
80 | «τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταρ‐ γήσῃ». βλεπέτω τις οὖν τινα τῶν ἐπαγγελλομένων κατήχησιν ἐκκλη‐ σιαστικὴν καὶ διδασκαλίαν προσφέ‐ ροντα «τὰ μωρὰ τοῦ κόσμου», καὶ | |
85 | «τὰ ἐξουδενωμένα» «καὶ τὰ ἀγενῆ» *** καὶ διὰ τοῦτο λεχθησόμενα ἂν καὶ παι‐ δία 〈καὶ βρέφη〉, καὶ βλέπων ἐπιτι‐ μάτω (ὡς ἀκρίτως ποιοῦντι) τῷ προσ‐ φέροντι τηλικαῦτα τῷ σωτῆρι καὶ | |
90 | διδασκάλῳ βρέφη καὶ παιδία. καὶ πρόσχες εἰ μὴ ἁρμόζει ἀναφέρειν τὰ νῦν ἐξεταζόμενα ἐπὶ τὰ τοιαῦτα, τῶν μὲν προσφερόντων παιδία, ἵνα τὰς χεῖρας αὐτοῖς ἐπιθῇ | |
95 | Ἰησοῦς καὶ προσεύξηται, τῶν δὲ μαθητῶν ἐπιτιμώντων αὐτοῖς. εἴποι δ’ ἂν πρὸς τοὺς ἐπιτιμῶντας ἐπὶ παιδίοις προσαγομένοις τῷ Ἰησοῦ 〈ὁ〉 διδάσκαλος καὶ σωτὴρ | |
15.7(100) | καὶ κύριος· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἶτα προτρέπων τοὺς μαθητὰς 〈αὐτοῦ ἤδη〉 ὄντας ἄνδρας συγκατα‐ βαίνειν τῇ ὠφελείᾳ τῶν παιδίων (ὅπως | |
105 | γένωνται τοῖς παιδίοις 〈ὡσ〉 παιδία, ἵνα τὰ παιδία κερδήσωσι) λεγέτω ὁ σωτὴρ τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρα‐ νῶν· καὶ γὰρ αὐτὸς «ἐν μορφῇ | |
110 | θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγή‐ σατο τὸ εἶναι ἴσα θεῷ», γέγονε παιδίον, ὥστε λελέχθαι τοῖς μάγοις ὑπὸ τοῦ Ἡρώδου περὶ αὐτοῦ· «πορευθέντες ἀκριβῶς ἐξε‐ | |
115 | τάσατε περὶ τοῦ παιδίου», καὶ ὑπὸ τοῦ Ματθαίου ὅτι «ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς ἕως οὗ ἐλθὼν ἐστάθη οὗ ἦν τὸ παι‐ δίον»· | |
120 | καὶ μετ’ ὀλίγα «ἐλθόντες (φησὶν) εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ». καὶ ὁ φανεὶς δὲ τῷ Ἰωσὴφ ἄγγελος παιδίον ἐκάλεσε τὸν 〈τοιοῦτον καὶ〉 | |
125 | τηλικοῦτον ἡμῶν σωτῆρα εἰπών· «ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον». πάλιν τε αὖ τελευτήσαντος τοῦ | |
130 | Ἡρώδου ἄγγελος κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέ‐ γων· «ἐγερθεὶς παράλαβε τὸ παι‐ δίον καὶ τὴν μητέρα αὐτοῦ». καὶ ὁ Ἰησοῦς οὖν οὐ μόνον κατὰ τὴν | |
135 | ἱστορίαν, ἀλλὰ καὶ κατὰ τὴν ἀνα‐ γωγὴν ἐταπείνωσεν «ἑαυτὸν ὡς παιδίον», ὥστ’ ἂν εἰπεῖν ὡς τὸ «μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός | |
140 | εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ», οὕτως καὶ τὸ «μάθετε ἀπ’ ἐμοῦ» γενο‐ μένου ὡς παιδίον, πῶς λέγω τὸ *** τῶν γὰρ τοιούτων ἐστὶν ἡ | |
βασιλεία τῶν οὐρανῶν, τοιού‐ | ||
145 | των ὁποῖά ἐστι τὰ παιδία, περὶ ὧν οὐκ ἐπιτρέπει τοὺς μαθητὰς ἐπιτιμᾶν τοῖς προσφέρουσιν αὐτά. καὶ Παῦλος δὲ ὡς ἐπιστάμενος τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ | |
15.7(150) | βασιλεία τῶν οὐρανῶν, δυ‐ νάμενος «ἐν βάρει εἶναι ὡς Χριστοῦ» ἀπόστολος, ἐγένετο νήπιος καὶ πα‐ ραπλήσιος τροφῷ θαλπούσῃ τὸ ἑαυ‐ τῆς παιδίον καὶ λαλούσῃ λόγους ὡς | |
155 | παιδίον διὰ τὸ παιδίον. | |
15.8 | Τούτων δὲ ἐπιμελῶς ἀκου‐ στέον, ἵνα μὴ φαντασίᾳ σοφίας καὶ τοῦ διαβεβηκέναι καταφρονῶμεν ὡς μεγάλοι τῶν ἐν τῇ | |
5 | ἐκκλησίᾳ μικρῶν καὶ παιδίων, ἀλλ’ εἰδότες πῶς εἴρηται τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν τοιοῦτοι γενώμεθα, | |
10 | ἵνα καὶ δι’ ἡμῶν σώζηται τὰ παιδία. οὐ μόνον δὲ [οὐκ] ἀφιέντες τὰ παι‐ δία προσφέρεσθαι τῷ Ἰησοῦ οὐδὲ μόνον μὴ κωλύοντες αὐτὰ προσφέρεσθαι αὐτῷ, | |
15 | ἀλλὰ καὶ αὐτοὶ μετὰ τῶν παιδίων γενόμενοι παιδία 〈ἐν ταπεινότητι〉 τὸ βούλημα τοῦ σωτῆρος ποιήσωμεν, ἵνα σῳζομένων καὶ δι’ ἡμᾶς τοιού‐ τους γενομένους τῶν παιδίων, ὡς | |
20 | ταπεινώσαντες ἑαυτοὺς ὑπὸ τοῦ | |
θεοῦ ὑψωθῶμεν· καὶ τοιοῦτον γάρ τι δύναται νοεῖσθαι εἰς τὸ «πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται», μάλιστα ἐπεὶ ἐν τοῖς | ||
25 | ἀνωτέρω γέγραπται τὸ «ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». καὶ ταῦτα μὲν ἔστω χρήσιμα πρὸς τοὺς ἐπι‐ | |
30 | τιμῶντας μαθητὰς παιδίων προσ‐ φερομένων τῷ Ἰησοῦ τοῖς προσ‐ φέρουσιν. ἴστω δὲ τὰ παιδία, κἂν μὴ πᾶσιν (ὡς παιδία) παρακολουθεῖν δύ‐ | |
35 | νηται τοῖς λεγομένοις, ὅτι ἐπέ‐ θηκε μὲν τοῖς παιδίοις ὁ Ἰησοῦς τὰς χεῖρας, ἐπιθεὶς δὲ ἐπο‐ ρεύθη ἐκεῖθεν. καὶ δύναμιν ἐνα‐ φεὶς τοῖς παιδίοις διὰ τῆς ἁφῆς | |
40 | ἐπορεύθη ἀπὸ τῶν παιδίων, *** μὴ δυνηθέντων ὁμοίως τοῖς *** μαθηταῖς ἀκολουθεῖν τῷ Ἰησοῦ. Εἴπερ δὲ «λόγια κυρίου» ἐστὶ καὶ τὰ εὐαγγελικά, καὶ «λόγια ἁγνὰ» | |
45 | καὶ «ἀργύριον πεπυρωμένον», «δο‐ κίμιον», ἀπεσταλμένον «τῇ γῇ» καὶ ἀκριβῶς «κεκαθαρμένον» καὶ «ἑπτα‐ πλασίως», ὀφείλει τις εἶναι εὔλογος αἰτία, δι’ ἣν ἐκτιθέμενος τὰ κατὰ | |
15.8(50) | τὸν τόπον ὁ Ματθαῖος δύο μὲν | |
εἶπε τὰ βουλήματα τοῦ προσενη‐ νέχθαι τῷ Ἰησοῦ τὰ παιδία, οὐκέτι δὲ πρὸς τὰ δύο τὰ ἑξῆς ἐπιφέρει. προσηνέχθη μὲν γὰρ | ||
55 | τὰ παιδία, οὐκέτι ἵνα μόνον τὰς χεῖρας αὐτοῖς ἐπιθῇ ὁ Ἰησοῦς, ἀλλὰ πρὸς τούτῳ ἵνα καὶ προσεύξηται. | |
15.9 | γέγραπται δὲ 〈μετὰ τοῦτο〉 ὅτι καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν, οὐ γὰρ προσέθηκε· καὶ | |
5 | προσευξάμενος (ἠδύνατο γὰρ λε‐ λέχθαι· καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς καὶ προσευξάμενος ἐπο‐ ρεύθη ἐκεῖθεν). ὅρα οὖν εἰ δύνασαι μείζοσι μὲν | |
10 | τῶν παιδίων τηρε〈ῖσθαι λέγε〉ιν τὴν προσευχὴν τοῦ Ἰησοῦ, δυναμένοις χωρῆσαι καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν αὐτοῦ ἐπ’ αὐτοὺς καὶ τὴν περὶ αὐτῶν πρὸς τὸν πατέρα εὐχήν, | |
15 | μικροτέροις δὲ παιδίοις ἀρκεῖν λέγειν τὴν ἐπίθεσιν τῶν χειρῶν αὐτοῦ. εἰς δὲ τὰ ἀποδεδομένα περὶ τοῦ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, προτρεπόμενα καὶ | |
20 | τὸν σοφώτατον μὴ ὑπερηφανεῖν τοὺς ἐν τῇ ἐκκλησίᾳ μικροὺς μηδὲ κατα‐ φρονεῖν τῶν παιδίων καὶ νηπίων ἐν Χριστῷ, χρήσιμον παραλαβεῖν ἀπὸ τοῦ κατὰ | |
25 | Λουκᾶν τὸ «ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον», ὁ οὐ παιδίον μὲν ὢν ἀλλὰ ἀνὴρ «τὰ τοῦ νηπίου» καταρ‐ γήσας, γινόμενος δὲ τοῖς παιδίοις | |
30 | 〈«ὡσ〉 παιδίον», καὶ λέγων αὐτοῖς· «οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευ‐ ματικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπό‐ τισα, οὐ βρῶμα». | |
35 | ὅλη γοῦν ἡ σύμφρασις τοῦ κατὰ Λουκᾶν τοιαύτη ἐστίν· «προσέφε‐ ρον δὲ αὐτῷ καὶ βρέφη, ἵνα αὐτῶν ἅπτηται» καὶ τὰ ἑξῆς, | |
40 | ἕως τοῦ «ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν». σχεδὸν δὲ ταῖς αὐταῖς λέξεσι καὶ ὁ | |
45 | Μᾶρκος μάλιστα τὰ τελευταῖα ὡσαύ‐ τως ἐξέθετο. | |
15.10(1n) | Καὶ ἰδοὺ εἷς προσελ‐ | |
2n | θὼν εἶπεν αὐτῷ· διδάσκαλε, | |
3n | τί ἀγαθὸν ποιήσω ἵνα σχῶ | |
4n | ζωὴν αἰώνιον; | |
5n | καὶ τὰ ἑξῆς, ἕως τοῦ | |
6n | πολλοὶ δὲ ἔσονται πρῶτοι | |
7n | ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι | |
8n | (19, 16—30). | |
9 | Ἐν μὲν Ψαλμοῖς γέγραπται, | |
10 | ὡς δυναμένου τοῦ ἀνθρώπου ποιεῖν ἀγαθόν, ὅτι «ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἔκκλινον | |
15 | ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν». ἐνταῦθα δὲ ὁ σωτὴρ πρὸς τὸν εἰ‐ πόντα· τί ἀγαθὸν ποιήσω, ἵνα ζωὴν αἰώνιον κληρονομήσω; εἶπεν, ὡς τοῦ κυρίως ἀγαθοῦ ἐπὶ | |
20 | μηδένα ἀναφερομένου ἢ τὸν θεόν, τὸ τί με ἐρωτᾷς περὶ τοῦ ἀγα‐ θοῦ; εἷς ἐστιν ὁ ἀγαθός. χρὴ δὲ εἰδέναι, ὅτι ἐνταῦθα μὲν κυρίως τὸ ἀγαθὸν ἐπὶ τοῦ θεοῦ τέτακται μό‐ | |
25 | νου, ἐν ἄλλοις δὲ καταχρηστικῶς καὶ ἐπὶ ἔργων ἀγαθῶν καὶ ἐπὶ ἀν‐ θρώπου ἀγαθοῦ καὶ ἐπὶ δένδρου ἀγαθοῦ, καὶ σὺ δ’ ἂν εὕροις καὶ ἐπ’ ἄλλων πλειόνων | |
30 | τασσόμενον τὸ ἀγαθόν· οὐ νομιστέον | |
οὖν μάχεσθαι τὸ «ποίησον ἀγαθὸν» πρὸς τὸ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθὸς λελεγμένον πρὸς | ||
35 | τὸν πυθόμενον καὶ εἰπόντα δι‐ δάσκαλε, τί ἀγαθὸν ποιήσω; ὁ μὲν οὖν Ματθαῖος, ὡς περὶ ἀγαθοῦ ἔργου ἐρωτηθέντος τοῦ σω‐ τῆρος ἐν τῷ τί ἀγαθὸν ποιήσω; | |
40 | ἀνέγραψεν. ὁ δὲ Μᾶρκος καὶ Λουκᾶς φασι τὸν σωτῆρα εἰρηκέναι· «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός», ὡς τὸ τεταγμένον «ἀγαθὸς» ὄνομα | |
45 | ἐπὶ τοῦ θεοῦ μὴ ἂν ταχθῆναι καὶ ἐφ’ ἑτέρου τινός· οὐ γὰρ ᾗ ἀγαθὸς ὁ θεός, ταύτῃ λέγοιτ’ ἂν «ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ 〈τῆς καρδίας | |
15.10(50) | αὐτοῦ〉» προφέρων τὰ ἀγαθά. Καὶ ὁ σωτὴρ δὲ ὡς ἔστιν «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου», οὕτως καὶ «τῆς ἀγαθότητος αὐτοῦ εἰκών»· καὶ 〈ἐπὶ〉 | |
55 | παντὸς δὲ τοῦ ὑποδεεστέρου, ᾧ ἐφαρμόζεται ἡ «ἀγαθὸς» φωνή, ἄλλο σημαινόμενον ἔχει τὸ ἐφ’ αὑτοῦ λεγόμενον, εἴπερ ὡς μὲν πρὸς τὸν πατέρα «εἰκών» | |
60 | ἐστιν «ἀγαθότητος», ὡς δὲ πρὸς τὰ λοιπὰ ὅπερ ἡ τοῦ πατρὸς ἀγαθότης πρὸς αὐτόν. ἢ καὶ μᾶλλον ἔστι τινὰ ἀναλογίαν προσεχῆ ἰδεῖν ἐπὶ τῆς | |
ἀγαθότητος τοῦ θεοῦ πρὸς τὸν | ||
65 | σωτῆρα ὄντα εἰκόνα «τῆς ἀγα‐ θότητος αὐτοῦ», ἤπερ ἐπὶ τοῦ σω‐ τῆρος πρὸς ἀγαθὸν ἄνθρωπον καὶ ἀγαθὸν ἔργον καὶ ἀγαθὸν δένδρον. πλείων γὰρ ἡ ὑπεροχὴ πρὸς τὰ | |
70 | ὑποδεέστερα ἀγαθὰ ἐν τῷ σωτῆρι, καθό ἐστιν «εἰκὼν τῆς ἀγαθότητος» αὐτοῦ τοῦ θεοῦ, ἤπερ ἡ ὑπεροχὴ τοῦ θεοῦ ὄντος ἀγαθοῦ πρὸς τὸν εἰπόντα σωτῆρα· «ὁ πατὴρ ὁ πέμψας με | |
75 | μείζων μού ἐστιν», ὄντα πρὸς ἑτέ‐ ρους καὶ εἰκόνα «τῆς ἀγαθότητος» τοῦ θεοῦ. τάχα δὲ τοῦ βουλήματος ἔχεται τῶν λελεγμένων πρὸς τὸ τί ἀγαθὸν | |
80 | ποιήσω; (λέλεκται δὲ πρὸς αὐτό· τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθὸς) τὸ «ὅταν ποιήσητε πάντα τὰ δια‐ | |
85 | ταχθέντα ὑμῖν, ὀφείλετε λέγειν, ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν. ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν». ἐὰν γὰρ ποιή‐ σωμεν πάντα τὰ διαταχθέντα, οὐδ’ οὕτως (ὡς πρὸς τὰς ἐνθάδε λέξεις) | |
90 | ἀγαθόν τι πεποιήκαμεν· οὐκ ἂν γάρ, ἀγαθῶν ὄντων ὧν ποιοῦμεν, ἐλέλεκτο δεῖν λέγειν ἐπὶ τῷ πεποιη‐ κέναι τὰ διαταχθέντα τὸ «δοῦλοι | |
ἀχρεῖοί ἐσμεν». | ||
95 | ἔστι δὲ καταχρηστικῶς αὐτὰ εἰπεῖν εἶναι ἀγαθὰ ὁμοίως τῷ «ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν». οἶμαι δ’ ὅτι ὁ ποιῶν τὸ προστε‐ | |
15.10(100) | ταγμένον ἐν τῷ «ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν» ὡς μὲν πρὸς τὰ ὑπὸ τῶν λοιπῶν ἀνθρώπων ἐπιτελούμενα ποιεῖ ἀγαθόν, ὡς δὲ πρὸς τὸ ἀληθῶς *** | |
105 | ἀγαθόν. ὥσπερ 〈δ’〉 «οὐ δικαιωθήσεται ἐνώ‐ πιον τοῦ θεοῦ πᾶς ζῶν», πάσης ἀν‐ θρωπίνης δικαιοσύνης ἐλεγχομένης ὡς οὐ δικαιοσύνης, ἐπὰν θεωρηθῇ | |
110 | ἡ τοῦ θεοῦ δικαιοσύνη, οὕτως οὐδὲ ἀγαθὸς χρηματίσει[εν] ἐνώπιον τοῦ ἀγαθοῦ θεοῦ πᾶς, ὃς πρὸς τὰ ὑποδεέστερα συγκρίσει ἐκείνων ἀγαθὸς ἂν λεχθείη. | |
15.11 | Λέγοιτο δ’ ἂν ὑπό τινος, ὡς ἄρα γινώσκων ὁ σωτὴρ τὴν τοῦ πυνθανομένου ἕξιν καὶ προαίρεσιν πάνυ ἀποδέουσαν τοῦ ποιεῖν τὸ | |
5 | ἐφικτὸν ἀνθρώποις ἀγαθὸν εἶπεν αὐτῷ (πυνθανομένῳ· τί ἀγαθὸν | |
ποιήσω;) τὸ τί με ἐπερωτᾷς περὶ τοῦ ἀγαθοῦ; ὡσεὶ ἔλεγε· μὴ παρεσκευασμένος ὢν πρὸς τὰ | ||
10 | λεχθησόμενα ἂν περὶ τοῦ ἀγα‐ θοῦ πυνθάνῃ τί ἀγαθὸν ποιήσας ζωὴν αἰώνιον κληρονομήσεις; εἶτα διδάσκει ὅτι ἀληθῶς ἀγαθὸς εἷς ἐστι, | |
15 | περὶ οὗ καὶ ὁ νόμος λέγει τὸ «ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς ἡμῶν κύ‐ ριος 〈εἷσ〉 ἐστι»· κυρίως γὰρ [ὁ] σωτὴρ καὶ κυρίως κύριος καὶ κυρίως ἀγαθὸς οὗτός ἐστιν, ὃν πείθομαι | |
20 | πάντα ὡς ἀγαθὸν ποιεῖν. ζητήσεις δὲ πῶς τῆς ἀγαθότητος αὐτοῦ πνεῖ καὶ τὰ μὴ νοούμενα ὑπὸ τῶν ὅσον ἐφ’ ἑαυτοῖς συκοφαν‐ | |
25 | τούντων τὸν τοῦ νόμου θεὸν καὶ κατηγορούντων αὐτοῦ ἃ οὐδὲ περὶ ἀνθρώπου τάχα λέγειν εὔκολόν ἐστι· πείθομαι γὰρ θεοῦ ἀγαθότητος πνεῖν καὶ | |
30 | τὸ «ἐγὼ ἀποκτενῶ» οὐκ ἔλαττον τοῦ «καὶ ζῆν ποιήσω», ὁμοίως δὲ καὶ τὸ «πατάξω» οὐχ ἧττον τοῦ «κἀγὼ ἰάσομαι». εἰ δὲ καὶ «αὐτὸς ἀλγεῖν ποιεῖ», ἰστέον ὅτι πολλάκις καὶ | |
35 | ἰατρὸς ἀλγεῖν ποιεῖ, ποιήσας δὲ ἀλγεῖν ὁ θεὸς «πάλιν ἀποκαθίστη‐ | |
σιν». οὕτω δὲ καὶ ἀπὸ ἀγαθότητος οὓς ἔπαισεν «ἔπαισεν»· «ὡς» γὰρ «υἱοῖς» τοῖς | ||
40 | παιδευομένοις «προσφέρεται ὁ θεός· τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ»; ἀλλὰ καὶ «πᾶσα παιδεία πρὸς 〈μὲν〉 τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρη‐ | |
45 | νικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμέ‐ νοις ἀποδίδωσι δικαιοσύνης». διόπερ ὡς ἔπαισεν ὁ θεὸς οὕτως καὶ ἰάσατο· ἀληθὲς γὰρ τὸ «ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο». εἰ καὶ παράδοξον | |
15.11(50) | δὲ τὸ λεχθησόμενον, ὅμως λεχθή‐ σεται· ἀγαθοῦ θεοῦ 〈ἐστιν καὶ αὐτὸς ὁ〉 ὀνομαζόμενος θυμὸς (〈αὐτοῦ, ὃσ〉 ἔργον σωτήριον ποιεῖ ἐλέγχων) καὶ ἡ λεγομένη ὀργὴ αὐτοῦ (ἐπεί ἐστιν | |
55 | ἀγαθοῦ θεοῦ) παιδεύει, 〈ἵνα διορ‐ θοῖ〉. πολλὰ δ’ ἂν λέγοιτο πρὸς τοὺς δυναμένους μὴ βλάπτε‐ σθαι περὶ ἀγαθότητος θεοῦ καὶ «τοῦ | |
60 | πλήθους τῆς χρηστότητος αὐτοῦ», ἣν εὐλόγως ἔκρυψε «τοῖς φοβου‐ μένοις» αὐτόν, ἵνα μὴ «τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας» κατα‐ | |
65 | φρονήσαντες, κατὰ τὴν ἑαυτῶν «σκλη‐ ρότητα καὶ ἀμετανόητον καρδίαν» | |
θησαυρίσωσιν ἑαυτοῖς «ὀργὴν» πλεί‐ ονα, ἣν οὐκ ἂν ἐθησαύριζον κρυπτο‐ μένου «τοῦ πλήθους τῆς χρηστό‐ | ||
70 | τητος» τοῦ θεοῦ αὐτοῖς. περὶ μὲν οὖν τοῦ τίς ὁ ἀγαθὸς καὶ πρὸς τὸ τί ἀγαθὸν ποιήσω; λελέχθω ἃ δεδυνήμεθα εἰς τὸν τόπον ἰδεῖν. | |
15.12 | Ἑξῆς δὲ ἔστι θεωρῆσαι πῶς εἴρηται τὸ εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς | |
5 | ἐντολάς. ἐν ᾧ πρόσχες ὅτι ὡς ἔξω τῆς ζωῆς ἔτι τυγχάνοντι τῷ πυνθανομένῳ περὶ τοῦ ἀγαθοῦ φησι τὸ εἰ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν. ἔνθα δὴ ζητῶ | |
10 | ποσαχῶς ἔστι νοῆσαι τὸ ἔξω τῆς ζωῆς εἶναι καὶ τὸ εἰσελθεῖν εἰς τὴν ζωήν. μήποτε οὖν καθ’ ἕνα μὲν τρόπον ἔξω τῆς ζωῆς ἐστιν ὁ ἔξω τυγχάνων τοῦ εἰπόντος· | |
15 | «ἐγώ εἰμι ἡ ζωή», καὶ ἀλλότριος ὢν αὐτοῦ· καθ’ ἕτερον δὲ πᾶς ὁ ἐπὶ γῆς (κἂν δικαιότατος ᾖ) δύναται μὲν εἶναι ἐν τῇ σκιᾷ τῆς ζωῆς | |
20 | λέγων· «πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν», οὐ μὴν ἐν αὐτῇ τῇ ζωῇ, ἅτε σῶμα θανάτου περικείμενος καὶ λέγων· | |
25 | «τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» καί· «κα‐ | |
θήμενος ἐν χώρᾳ καὶ σκιᾷ θανά‐ του» καὶ μηδέπω ἐλθὼν ἐπὶ τὴν τῶν ζώντων γῆν. | ||
30 | καὶ γὰρ ἡ ζωὴ οὐ μόνον τῶν φαύλων, ἀλλὰ καὶ τοῦ ἔτι ἐπὶ γῆς Παύλου καὶ τῶν ἀποστόλων κεκρυμμένη ἦν ἐν τῷ θεῷ. φησὶ γοῦν· «ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χρι‐ | |
35 | στῷ ἐν τῷ θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ». τηρήσεις δὲ πάντα τὰ περὶ τοῦ «ἔσω» καὶ τοῦ «ἔξω», ἵνα | |
40 | ἀναλέξῃ τὰ κατάλληλα τῷ εἰ θέ‐ λεις εἰς τὴν ζωὴν εἰσελθεῖν οἷον· «δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ»· ζητήσεις γάρ· | |
45 | «ἐκβάλῃ» πόθεν; καὶ εἴπερ ἐν‐ θάδε εἰσὶν οἱ ἐργάται ἐκβεβλημένοι εἰς τὸν θερισμὸν τοῦ κυρίου, ἔξω εἰσὶν οὗ ἐξεβλήθησαν χωρίου, καὶ τὰ τοῦ θερισμοῦ καλῶς ποιήσαντες | |
15.12(50) | ἔργα εἰσελεύσονται εἰς τὴν ζωήν, καθαρισθέντες μὲν «ἀπὸ νεκρῶν ἔργων» τὰ δὲ ἐναντία ἐκείνοις πράττοντες ἔργα ζῶντα, καὶ μη‐ κέτι μὲν νεκρὰ λαλοῦντες λέγοντες | |
55 | δὲ κατὰ τὸν ζῶντα λόγον «τοῦ θεοῦ» 〈ζῶντα〉 | |
καὶ ἐνεργῆ. οὕτω δέ ἐστιν ἀνάλογον ῥήμασι 〈νεκροῖς καὶ ῥήμασι〉 ζωῆς αἰωνίου | ||
60 | ἐναντία *** λογισμοῖς τοῖς κατηγοροῦσιν, ὅτε «τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων» ἐν ἡμέρᾳ κρίσεως, σωθήσεται μὲν ἐκεῖνος οὗ οἱ λογισμοὶ | |
65 | ἀπολογοῦνται, ἀπολεῖται δὲ οὗ οἱ λογισμοὶ γίνονται κατήγοροι. εἰ τοίνυν καὶ ἡμεῖς θέλομεν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἀκούσωμεν τοῦ λέγοντος Ἰησοῦ· εἰ θέλεις εἰς | |
70 | τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς, καὶ κατὰ τὴν ἀνα‐ λογίαν γε τῆς τῶν ἐντολῶν τηρή‐ σεως εἰς τὴν ζωὴν εἰσελευσό‐ μεθα, γινόμενοι αὐτῆς ἤτοι εἰς τὰ | |
75 | ἐνδότατα καὶ μακαριώτατα ἢ 〈εἰς τὰ μέσα ἢ〉 ὅπου ποθ’ ἡμᾶς φέρει τῆς ζωῆς ἡ ἐλαττόνων καὶ ἀμυδρο‐ τέρων τῶν ἐντολῶν τήρησις. | |
15.13 | Ὁ δὲ ἀκούσας τήρησον τὰς ἐντολὰς λέγει· ποίας; ἵνα μάθωμεν ποίας μάλιστα τηρεῖν ἡμᾶς ἐντολὰς ὁ Ἰησοῦς βούλεται· | |
5 | εἶπε γὰρ πρὸς τὸ ποίας; τὸ οὐ | |
μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρή‐ σεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα καί· ἀγαπήσεις | ||
10 | τὸν πλησίον σου ὡς ἑαυτόν. καὶ τάχα 〈ταῦτ’〉 ἀρκεῖ πρὸς τὸ (ἵν’ οὕτως ὀνομάσω) εἰς τὴν ἀρχήν τινα τῆς ζωῆς εἰσελθεῖν, οὐκ ἀρκοῦντα πρὸς 〈τὸ εἰσάγειν τινὰ εἰσ〉 τελειότητα ταῦ‐ | |
15 | τα καὶ τὰ τούτοις παραπλήσια, ὡς τὸν ἔνοχον [παραπλήσια] μιᾶς τούτων τῶν ἐντολῶν μηδὲ εἰς τὴν ἀρχὴν τῆς ζωῆς εἰσελθεῖν δύνασθαι. καθα‐ ρευτέον οὖν τῷ κἂν ἐλθεῖν βουλο‐ | |
20 | μένῳ εἰς τὴν 〈ἀρχὴν τῆσ〉 ζωῆς ἀπὸ μοιχείας καὶ φόνου καὶ πάσης κλοπῆς. ὡς γὰρ μοιχὸς καὶ φονεὺς οὐκ εἰσελεύσεται εἰς τὴν ζωήν, οὕτως οὐδὲ ὁ κλέπτων· τῇ τοιαύτῃ | |
25 | δὲ ἁμαρτίᾳ πολλοὶ τῶν λεγομένων πιστεύειν τῷ Χριστῷ ἔνοχοί εἰσιν ἐλεγχόμενοι ἐν ταῖς πραγματείαις τοῦ βίου καὶ οἷς πιστεύονται χρηματι‐ κοῖς καὶ ταῖς μέσαις τέχναις ἃς | |
30 | ἐργάζονται, ὡς οὐ καθαροὶ κλοπῆς. οὐ μόνος δὲ ὁ κλέπτης οὐκ εἰσε‐ λεύσεται εἰς τὴν ζωήν, ἀλλὰ καὶ ὁ κοινωνὸς αὐτοῦ καὶ ὁ συντρέ‐ χων αὐτῷ· ἐν μὲν γὰρ τῷ Ἡσαΐᾳ | |
35 | γέγραπται· «κοινωνοὶ κλεπτῶν ἀγα‐ πῶντες δῶρα», ἐν δὲ τεσσαρακοστῷ ἐννάτῳ Ψαλμῷ κωλύεται διηγεῖσθαι | |
«τὰ δικαιώματα» τοῦ θεοῦ καὶ ἀναλαμβάνειν ἐπὶ χειλέων ἑαυτοῦ | ||
40 | «τὴν διαθήκην» αὐτοῦ ὁ ἐλεγχό‐ μενος ἐν τῷ «εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ» (ὥσπερ πρῶτον εἴρηται) καὶ τῷ «μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις». καὶ 〈ὅρα ὅτι〉 | |
45 | οὔτε κλέπτην οὔτε μοιχὸν εἶπε τὸν τοιοῦτον, ἀλλὰ συντρέχοντα μὲν κλέπτῃ «μετὰ μοιχῶν» δὲ τιθέντα ἑαυτοῦ «τὴν μερίδα». τὸν δὲ ἐλευ‐ σόμενον εἰς τὴν ζωὴν οὐδὲ ψευδο‐ | |
15.13(50) | μαρτυρεῖν δεῖ, ἐκβάλλεται δὲ τῆς ζωῆς καὶ ὁ μὴ πληρῶν τὴν λέγου‐ σαν ἐντολήν· τίμα τὸν πατέρα καὶ τὴν μητέρα. ἀλλὰ τούτων μὲν ἴσως κρατῆσαι τῶν ἐντολῶν οὐ πάνυ χαλε‐ | |
55 | πόν· ἔργον δέ ἐστιν 〈πᾶσιν〉 ὡς μεῖζον καὶ χρήσιμον τοῖς διὰ τῶν προτέρων 〈ἐντολῶν〉 εἰσαχθεῖσιν εἰς αὐτὴν τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν πληρῶσαι, ἐπειδὴ καὶ | |
60 | κατὰ τὸν ἀπόστολον τὸ «οὐ φονεύ‐ σεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγα‐ πήσεις τὸν πλησίον σου ὡς ἑαυτόν». | |
65 | 〈καὶ εἰ πᾶσα ἐντολὴ «ἐν τῷ λόγῳ | |
τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγα‐ πήσεις τὸν πλησίον σου ὡς ἑαυτόν»〉, τέλειος δὲ ὁ πᾶσαν πληρώσας ἐντο‐ λήν, δηλονότι τέλειος ἂν εἴη ὁ πλη‐ | ||
70 | ρώσας 〈καὶ〉 τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐν‐ τολήν. | |
15.14 | Εἰ δὲ τέλειος οὗτος, ζητήσαι τις ἂν πῶς τοῦ νεανίσκου εἰπόντος ταῦτα πάντα ἐφυλαξά‐ μην ἐκ νεότητός μου· τί ἔτι | |
5 | ὑστερῶ; ἀπεκρίνατο ὁ σωτὴρ ὡς μή‐ 〈πω〉 τελείου ὄντος τοῦ ταῦτα πάν‐ τα πεποιηκότος, καὶ ὡς συγκατατι‐ θέμενος τῷ ταῦτα πάντα ἐποίησα, τὸ εἰ θέλεις τέλειος εἶναι, | |
10 | ὕπαγε πώλησόν σου τὰ ὑπάρ‐ χοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. πρόσ‐ χες οὖν, εἰ δυνάμεθα πρὸς τὴν | |
15 | προκειμένην ζήτησιν καθ’ ἕνα μὲν τρόπον οὕτως ἀπαντῆσαι, ὅτι μή‐ ποτε τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ὑπονοεῖσθαι δύ‐ ναται ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος | |
20 | ἐνταῦθα παρειλῆφθαι, ἀλλ’ ὑπό τινος τὴν ἀκρίβειαν μὴ νοήσαντος τῶν λεγομένων προστεθεῖσθαι. συνα‐ γορεύσει δὲ τῇ ὑπονοήσει τοῦ προστε‐ θεῖσθαι ἐνταῦθα | |
25 | τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἡ τῶν ὁμοίων παρὰ τῷ Μάρκῳ καὶ | |
τῷ Λουκᾷ ἔκθεσις, ὧν οὐδέτερος προστέθεικε | ||
30 | ταῖς κατὰ τὸν τόπον ὑπὸ τοῦ Ἰησοῦ παραληφθείσαις ἐντολαῖς τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. καὶ φήσει γε ὁ κρα‐ τύνων τὸ περὶ τοῦ προσερρίφθαι | |
35 | ἀκαίρως τὴν ἀγαπήσεις τὸν πλη‐ σίον σου ὡς ἑαυτὸν ἐντολὴν ὅτι, εἰ τὰ αὐτὰ διαφόροις λέξεσι παρὰ τοῖς τρισὶν ἀναγέγραπται, οὐκ ἂν τὸ «ἕν σοι ὑστερεῖ» ἢ «ἔτι ἕν σοι λεί‐ | |
40 | πει» εἰρήκει ὁ Ἰησοῦς τῷ ἐπαγγει‐ λαμένῳ πεπληρωκέναι τὴν ἀγα‐ πήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν· μάλιστα εἰ κατὰ τὸν ἀπόστολον τὸ «οὐ φονεύσεις» καὶ | |
45 | τὰ 〈ἑξῆς «καὶ〉 εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, τῷ· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν». ἀλλ’ ἐπεὶ καὶ κατὰ τὸν Μᾶρκον «ἐμβλέψας» τῷ πλουσίῳ | |
15.14(50) | τούτῳ (εἰπόντι· «πάντα ταῦτα ἐφύ‐ λαξα ἐκ νεότητός μου») «ἠγάπησεν αὐτόν», ἔοικεν συγκατατεθεῖσθαι τῷ 〈ἐπαγ‐ γειλαμένῳ〉 πεποιηκέναι ἃ ἐπηγγεί‐ | |
55 | λατο πεπληρωκέναι. ἐνατενίσας γὰρ αὐτοῦ τῇ διανοίᾳ, εἶδεν ἄνθρωπον εὐσυνειδήτως ἐπαγγειλάμενον πεπλη‐ | |
ρωκέναι τὰς προκειμένας ἐντολάς. οὐκ ἂν δὲ εἰρημένου πρὸς ταῖς ἑτέραις ἐν‐ | ||
60 | τολαῖς καὶ τοῦ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν τὴν κε‐ φαλαιωδεστέραν καὶ διαφέρουσαν παρέλιπον ἐντολὴν ὁ Μᾶρκος καὶ ὁ Λουκᾶς, ἐὰν μὴ ἔρα τις ὅμοια μὲν | |
65 | φήσῃ εἶναι τὰ γεγραμμένα, οὐ περὶ τοῦ αὐτοῦ δὲ λελέχθαι. πῶς δὲ κἂν ὡς οὐδέπω τελείῳ τῷ πρὸς ἑτέ‐ ροις [ἐπαγγειλαμένῳ] καὶ τὴν ἀγα‐ πήσεις τὸν πλησίον σου ὡς | |
70 | ἑαυτὸν ἐντολὴν πεπληρωκότι ἔφη ὁ Ἰησοῦς τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτω‐ χοῖς καὶ τὰ ἑξῆς; | |
75 | Καὶ εἰ μὲν μὴ καὶ περὶ ἄλλων πολλῶν διαφωνία ἦν πρὸς ἄλληλα τῶν ἀντιγράφων, ὥστε πάντα τὰ κατὰ Ματθαῖον μὴ συνᾴδειν ἀλλή‐ λοις, ὁμοίως δὲ καὶ τὰ λοιπὰ εὐαγγέ‐ | |
80 | λια, κἂν ἀσεβής τις ἔδοξεν εἶναι ὁ ὑπονοῶν ἐνταῦθα προσερρίφθαι οὐκ εἰρημένην ὑπὸ τοῦ σωτῆρος πρὸς τὸν πλούσιον τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν. | |
85 | νυνὶ δὲ δῆλον ὅτι πολλὴ γέγονεν ἡ τῶν ἀντιγράφων | |
διαφορά, εἴτε ἀπὸ ῥᾳθυμίας τινῶν γραφέων, εἴτε ἀπὸ τόλμης τινῶν μοχθηρᾶς 〈εἴτε ἀπὸ ἀμελούντων〉 | ||
90 | τῆς διορθώσεως τῶν γραφομένων, εἴτε καὶ ἀπὸ τῶν τὰ ἑαυτοῖς δο‐ κοῦντα ἐν τῇ διορθώσει 〈ἢ〉 προστι‐ θέντων ἢ ἀφαιρούντων. τὴν μὲν οὖν ἐν τοῖς ἀντιγράφοις τῆς παλαιᾶς | |
95 | διαθήκης διαφωνίαν θεοῦ διδόντος εὕρομεν ἰάσασθαι, κριτηρίῳ χρη‐ σάμενοι ταῖς λοιπαῖς ἐκδόσεσιν· τῶν γὰρ ἀμφιβαλλομένων παρὰ τοῖς Ἑβδομήκοντα διὰ τὴν τῶν | |
15.14(100) | ἀντιγράφων διαφωνίαν τὴν κρίσιν ποιησάμενοι ἀπὸ τῶν λοιπῶν ἐκδό‐ σεων τὸ συνᾷδον ἐκείναις ἐφυλάξα‐ μεν, καὶ τινὰ μὲν ὠβελίσαμεν 〈ὡσ〉 ἐν τῷ Ἑβραϊκῷ μὴ κείμενα (οὐ | |
105 | τολμήσαντες αὐτὰ πάντη περιελεῖν), τινὰ δὲ μετ’ ἀστερίσκων προσεθή‐ καμεν, ἵνα δῆλον ᾖ ὅτι μὴ κείμενα παρὰ τοῖς Ἑβδομήκοντα ἐκ τῶν λοιπῶν ἐκδόσεων συμφώνως τῷ | |
110 | Ἑβραϊκῷ προσεθήκαμεν, καὶ ὁ μὲν βουλόμενος προ〈σ〉ῆται αὐτά, ᾧ δὲ προσκόπτει τὸ τοιοῦτον ὃ βούλεται (περὶ τῆς παραδοχῆς αὐ‐ | |
τῶν ἢ μὴ) ποιήσῃ. | ||
115 | ὁ τοίνυν θέλων μὴ παρερρῖφθαι ἐνταῦθα τὴν ἀγαπήσεις τὸν πλη‐ σίον σου ὡς ἑαυτὸν ἐντολήν, ἀλλ’ ἀληθῶς ὑπὸ τοῦ κυρίου μετὰ τὰς προτέρας εἰρῆσθαι τότε, ἐρεῖ | |
120 | ὅτι ἠρέμα καὶ ἀμισῶς ἐλέγξαι βουλόμενος ὁ σωτὴρ ἡμῶν τὸν πλούσιον ἐκεῖνον ὡς οὐκ ἀληθεύοντα ἐν τῷ εἰρηκέναι καὶ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν | |
125 | ἐντολὴν τετηρηκέναι, ἔφη αὐτῷ τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς· οὕτως γὰρ φανήσῃ ἀληθεύων περὶ τοῦ τὴν | |
130 | ἀγαπήσεις τὸν πλησίον σου | |
ὡς ἑαυτὸν ἐντολὴν τετηρηκέναι. | ||
15.15 | Ἐὰν δέ τις τῇ ἀνθρωπίνῃ ἐνορῶν ἀσθενείᾳ καὶ τῷ δυσκόλως ἄν τινα τὸ τοιοῦτον ὑπὲρ τῆς ἐν θεῷ τελειότητος | |
5 | ποιῆσαι καταφρονῇ μὲν τῆς λέξεως τράπηται δὲ ἐπ’ ἀλληγορίας, δυ‐ σωπηθήσεται ἔκ τινων καὶ Ἑλ‐ ληνικῶν ἱστοριῶν, ἐν αἷς διὰ τὴν παρ’ Ἕλλησι σοφίαν ἱστοροῦνταί | |
10 | τινες τὸ ἐνταῦθα τῷ πλουσίῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένον πεποιηκέναι. Κράτητα γὰρ τὸν Θηβαῖον ἑλόμενον δι’ ἐλευθε‐ ρίαν 〈τῆς ψυχῆς αὐτοῦ〉 καὶ παρά‐ | |
15 | δειγμα εὐτελοῦς βίου καὶ (ὡς ᾤετο) μακάριον ἑαυτὸν παραστῆσαι βου‐ λόμενον τοῖς Ἕλλησι μηδενὸς 〈«τοῦ κόσμου τούτου»〉 χρῄζοντα, φασὶν ἀποδόμενον πᾶσαν τὴν οὐσίαν τῷ | |
20 | Θηβαίων δήμῳ δεδωρῆσθαι, μετὰ τοῦ εἰρηκέναι ὅτι «σήμερον ὁ Κράτης Κράτητα ἐλευθεροῖ». εἴπερ δὲ δι’ Ἑλληνικὴν σοφίαν καὶ δόγματα ἐλευθεροῦντα τὴν ψυχὴν | |
25 | τοῦ ἀνθρώπου τὸ τοιοῦτόν τις πεποίηκε, πῶς οὐχὶ μᾶλλον δυνατὸν τὸ τοιοῦτον πρᾶξαί τινα μνώμενον 〈δέχεσθαι Χρι‐ στοῦ ἐν〉 ἑαυτῷ τὴν τελειότητα; εἰ δὲ | |
30 | καὶ ἀπὸ τῆς θείας γραφῆς πεισθῆναί τις βούλεται περὶ τοῦ πρᾶγμα δυνατὸν εἶναι τὸ τοιοῦτον, ἀκουσάτω τῶν ἱστορουμένων ὑπὸ τοῦ Λουκᾶ ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι | |
35 | περὶ τῶν προτραπέντων ὑπὸ τῆς ἐν τοῖς ἀποστόλοις δυνάμεως πιστεύ‐ ειν καὶ βιοῦν τελείως κατὰ τὸν Ἰησοῦ λόγον. οὕτως δ’ ἔχει τὰ ῥήματα· «πάντες δὲ | |
40 | οἱ πιστεύσαντες ἐπὶ τὸ αὐτὸ εἶχον ἅπαντα κοινὰ» καὶ τὰ ἑξῆς, ἕως τοῦ «αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες | |
45 | χάριν πρὸς ὅλον τὸν λαόν». καὶ μετ’ ὀλίγα πάλιν ἐν τῇ αὐτῇ γέγραπται βίβλῳ ὅτι «τοῦ πλήθους τῶν πιστευ‐ όντων ἦν καρδία καὶ ψυχὴ μία» καὶ τὰ ἑξῆς, | |
15.15(50) | ἕως τοῦ «ἤγαγε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς ἀποστόλους». εἶτα ἐπιφέρεται τούτοις τὰ περὶ τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας, ἀποδομένων μὲν «κτῆμα» ἑαυτῶν, | |
55 | νοσφισαμένων δὲ «ἀπὸ τῆς τιμῆς» | |
καὶ οὐχ ὅλον ἀλλὰ μέρος ἀποθεμέ‐ νων παρὰ τοῖς «τῶν ἀποστόλων» ποσί, καὶ διὰ τοῦτο ἐπὶ ἁμαρτίᾳ παθόντων | ||
60 | τὰ ἀναγεγραμμένα. ἄξιοι γὰρ ἦσαν τοῦ ἐκ θείας ἐπισκοπῆς ἀπολαβεῖν ἐνταῦθα τὸ ἡμαρτημένον διὰ τὸν νοσφισμόν, ἵνα καθαρώτεροι ἀπαλ‐ λαγῶσιν ἀπὸ τοῦ βίου 〈τούτου〉, | |
65 | καθαρθέντες τῇ ἀπαντησάσῃ αὐτοῖς παιδεύσει ἐν κοινῷ θανάτῳ, διὰ τὸ καὶ πεπιστευκέναι καὶ «μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων» τεθεικέναι. | |
70 | Δοκεῖ δέ μοι ὅτι «ἀκούων Ἀνανίας τοὺς λόγους τούτους» διὰ τοῦτο «πεσὼν ἀπέψυξεν», ἐπεὶ οὐκ ἤνεγκε τὸν ἔλεγχον 〈Πέτρου〉, ἀλλὰ βασανιζόμενος τοσοῦτον ἐκολάσθη ὡς | |
75 | καὶ ἐκψῦξαι, καθικομένων τῶν λόγων Πέτρου τῆς ψυχῆς αὐτοῦ. καὶ οὐ Πέτρον γε νομιστέον ἐνταῦθα ἀνῃ‐ ρηκέναι τὸν Ἀνανίαν, ἀλλ’ ἐκεῖνον μὴ ὑπομεμενηκέναι τὴν σφοδρό‐ | |
80 | τητα τοῦ εἰπόντος πρὸς αὐτὸν Πέ‐ τρου· «διὰ τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου;» | |
καὶ τὰ ἑξῆς, ἕως τοῦ «καὶ ἐγένετο φόβος μέ‐ | ||
85 | γας ἐπὶ πάντας τοὺς ἀκούοντας». εἰκὸς δὲ πρὸς τὴν τοῦ Ἀνανίου ἀπόδοσιν, ἐν ᾗ περὶ τοῦ Πέτρου ἀπελογησάμεθα, ἐνστήσεσθαί τινα διὰ τὴν Σάπφειραν, ἐπεὶ αὕτη | |
90 | «μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθε. καὶ ἀπεκρίθη πρὸς αὐτὴν ὁ Πέτρος λέγων· εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; εἰπούσης αὐτῆς· το‐ σούτου, ὁ Πέτρος πρὸς αὐτήν φησι· | |
95 | τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσί σε». «ἔπεσε» γὰρ «παραχρῆμα» καὶ αὐτὴ «πρὸς τοὺς | |
15.15(100) | πόδας αὐτοῦ καὶ ἐξέψυξεν». ἀλλὰ λεχθείη ἂν ὅτι κἀκείνη, ἐπιπλησ‐ σομένη καὶ βαρηθεῖσα τὴν ψυχὴν (πῆ μὲν ὑπὸ τοῦ ἐπὶ τῇ ἁμαρτίᾳ ἐλέγχου, πῆ δὲ ἐπὶ τῇ τοῦ ἀνδρὸς συμφορᾷ | |
105 | καὶ λύπῃ τῇ περὶ αὐτοῦ, πῆ δὲ ἐπὶ τῇ κατὰ τὸν θεὸν λύπῃ) ἐξέψυξε, προεωρακότος τοῦ Πέτρου τῷ πνεύματι τὸ ἀπαντησόμενον αὐτῇ. ταῦτα δὲ ἡμῖν ὅλα εἴρηται βουλο‐ | |
110 | μένοις κατασκευάσαι τὸ δυνατὸν εἶναι, βουληθέντα τινὰ τέλειον γε‐ νέσθαι πεισθῆναι τῷ Ἰησοῦ λέ‐ γοντι· ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς. | |
115 | γενναίων δ’ οἶμαι καὶ ἐχόντων τὰ χαρακτηρίζοντα τὸν ἐπίσκοπον πάντα | |
ἔργον ἦν προτρέψασθαι τοὺς καὶ δυναμένους καὶ πειθομένους τῇ προ‐ τροπῇ καὶ διὰ τοῦ παρέχειν ἐκ τοῦ | ||
120 | κοινοῦ αὐτοῖς τὰ ἐφόδια καὶ ἄλλους ἐπὶ τοῦτο παρακαλεῖν· ἐγένετο γὰρ ἂν εἰκών τις τοῦ κατὰ τοὺς ἀποστό‐ λους τῆς συμφωνίας τῶν πιστευόν‐ των βίου. | |
15.16 | Ζητήσαι δ’ ἄν τις 〈ἀκο‐ λούθωσ〉 ὅτι, εἴπερ τέλειός ἐστιν ὁ πάσας ἔχων τὰς ἀρετὰς καὶ μηκέτι 〈τι〉 ἀπὸ κακίας πράττων, πῶς | |
5 | τέλειος γένοιτ’ ἂν ὁ πωλήσας ἑαυτοῦ τὰ ὑπάρχοντα καὶ δοὺς τοῖς πτωχοῖς. ἔστω γάρ τινα τοῦτο πεποιηκέναι, πῶς δ’ αὖ καὶ ἀόργητος γένοιτ’ ἂν ἀθρόως, εἰ τύχοι | |
10 | εὐέμπτωτος ὢν εἰς ὀργήν; πῶς δὲ καὶ ἄλυπος καὶ κρείττων παντὸς οὑτινοσοῦν συμβῆναι δυναμένου 〈τοῦ〉 τὴν λύ‐ πην προκαλουμένου; | |
15 | πῶς δὲ καὶ ἔξω φόβου πάντη ἔσται τοῦ περὶ πόνων ἢ θανάτου ἢ τῶν ὅσα δύναται τὴν ἔτι ἀτελεστέραν ψυχὴν φοβῆσαι; τίνα δὲ τρόπον ὁ ἀποδόμενος τὰ ὑπάρχοντα καὶ | |
20 | διαδοὺς πτωχοῖς ἐκτὸς ἔσται πάσης ἐπιθυμίας; λέγοι γὰρ ἄν τις ὅτι δυνατόν, παρ’ αὐτὸ τὸ ἀποδί‐ δοσθαι πάντα τὰ ὑπάρχοντα πα‐ θόντα τι ἀνθρώπινον ὑπὸ τῆς πενίας, | |
25 | μετανοῆσαι μὲν ἐπὶ τῷ τετολμημένῳ | |
ἐπιθυμῆσαι δὲ τῆς παραπλησίου κτήσεως. εἰ δὲ καὶ ἡ λεγομένη ἡδονή, ἄλογος οὖσα ἔπαρσις τῆς ψυχῆς, πάθος ἐστί, πῶς ἄν τις ἅμα | ||
30 | τε ἀποδοῖτο πάντα τὰ ὑπάρ‐ χοντα καὶ διαδοίη πτωχοῖς, ἅμα δὲ ἀπαλλαγείη τοῦ ἀλόγως ἐπαί‐ ρεσθαι; προσθείη δ’ ἄν τις τῇ ἐπαπορήσει ὅτι πῶς δύναται παρὰ | |
35 | τὸ ἀποδεδόσθαι τὰ ὑπάρχοντα καὶ πτωχοῖς [τις] διαδεδωκέναι σοφὸς γενέσθαι 〈καὶ δέχεσθαι〉 τὴν τοῦ θεοῦ σοφίαν, ὥστε λόγον διδόναι παντὶ τῷ ἐρωτῶντι αὐτὸν περὶ τῆς | |
40 | ἐν αὐτῷ πίστεως, περὶ ἑκάστου τῶν πεπιστευμένων καὶ περὶ τῶν ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμ‐ μένως εἰρημένων; ὅρα δὲ ὅτι γενική ἐστιν ἡ ἐπαπό‐ | |
45 | ρησις, ἤτοι γενναία καὶ οὐκ εὔλυτος. εἴτε γὰρ παρ’ αὐτὸ τοῦτο μόνον φήσομέν τινα τέλειον γεγονέναι, κἂν μὴ ἀναλαβὼν ᾖ ἃ ἐξεθέμεθα, ἀτόπῳ περιπεσούμεθα λέγοντες εἶναί | |
15.16(50) | τινα καὶ τέλειον ἅμα καὶ ἁμαρτωλόν (ἁμαρτωλὸς γὰρ ὁ ὀργίλος καὶ ὁ τὴν τοῦ κόσμου λύπην λυπού‐ μενος καὶ ὁ τὰ ἐπίπονα ἢ θάνα‐ τον φοβούμενος καὶ 〈ὁ〉 ἐπιθυ‐ | |
55 | μῶν τῶν ἀπόντων καὶ 〈ὁ〉 ἀλόγως | |
ἐπαιρόμενος τὴν ψυχὴν ὡς ἐπ’ ἀγαθοῖς τοῖς οὐκ ἀγαθοῖς). εἴτε ἅμα τῷ ἀποδόσθαι τινὰ τὴν οὐσίαν καὶ διαδοῦναι πτωχοῖς φήσομεν αὐτὸν | ||
60 | ὡσπερεὶ θεόληπτον γενόμενον πάσας τὰς ἀρετὰς ἀνειληφέναι καὶ πᾶσαν κακίαν ἀποτεθεῖσθαι, πιστῶς μὲν (ἵνα κοινότερον ὀνομάσω) ἐροῦμεν, οὐκ οἶδα δὲ εἰ ἀληθῶς· καὶ τάχα | |
65 | καταγελάσονται ἡμῶν, ὡς οὐ φρό‐ νιμα λεγόντων, οἱ ἀκούσαντες τοι‐ αύτης λύσεως προσαγομένης τῷ ἐπηπορημένῳ. | |
15.17 | Φρονιμώτερον οὖν τις δόξαι ἂν 〈λέγειν〉, τηρῶν τὰ τῆς λέξεως καὶ μηδαμῶς τροπολογῶν τὰ κατ’ αὐτήν, οὕτως ἀπαντῶν, ὡς πιστὸς | |
5 | μέν, εἰ δὲ καὶ ἀξίως τῶν κατὰ τὸν τόπον νοῶν τὰ λεγόμενα ἢ μή, καὶ αὐτὸς κρινεῖς. φήσει οὖν ὅτι, εἴπερ βοηθεῖται ὁ | |
10 | τοῖς πένησι μεταδιδοὺς ὑπὸ τῆς ἐκείνων εὐχῆς πρὸς τὴν ἑαυτοῦ σωτηρίαν, λαμβάνων τὸ ἐν τοῖς δεομένοις τῶν σωματικῶν ἐν πνευ‐ ματικοῖς περίσσευμα εἰς τὸ ἑαυτοῦ | |
15 | 〈ἐν πνευματικοῖσ〉 ὑστέρημα (ὡς ὑπέ‐ φηνεν ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ), | |
τίς ἂν ἄλλος τοῦτο πάθοι καὶ με‐ γάλην βοήθειαν βοηθηθείη, ἐπα‐ | ||
20 | κούοντος τοῦ θεοῦ ταῖς τῶν το‐ σούτων πενήτων ἀναπεπαυμένων εὐ‐ χαῖς, ἐν οἷς τάχα ἂν εἶέν τινες παρα‐ πλήσιοι τοῖς ἀποστόλοις ἢ ὀλίγῳ ὑποδεέστεροι αὐτῶν, πένητες μὲν | |
25 | ἐν τοῖς σωματικοῖς ὡς ἐκεῖνοι, πλουτοῦντες δὲ ἐν τοῖς πνευματικοῖς; οὗτος δὴ ὁ ἀνθυπαλλασσόμενος ἀντὶ πλούτου πενίαν ὑπὲρ τοῦ τέλειος γενέσθαι (πεισθεὶς τοῖς Ἰησοῦ λό‐ | |
30 | γοις) ἀθρόως ἂν βοηθηθείη ὡς καὶ οἱ ἀπόστολοι τοῦ Χριστοῦ, πρὸς τὸ γενέσθαι σοφὸς ἐν Χριστῷ καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώφρων καὶ ἐκτὸς παντὸς πάθους. φήσει δὲ | |
35 | ὁ οὕτως ἀπολογούμενος ὅτι οὐκ ἀνάγκη τοῦτο νοηθῆναι αὐτῆς ἡμέ‐ ρας ἀπαντῆσαι τῷ ἀποδομένῳ τὰ ὑπάρχοντα καὶ διαδόντι πτωχοῖς, | |
40 | ἀλλ’ ἴσως ἀπ’ ἐκείνης μὲν τῆς ἡμέρας ἄρξεται ἡ θεία ἐπισκοπὴ ἐπὶ τὰ τοιαῦτα αὐτὸν ἄγειν, λέγω δὲ τὴν ἐπαινετὴν ἀπάθειαν καὶ πᾶσαν τὴν ἀρετήν. «προβαίνων» δὲ | |
45 | ὡς ὁ Ἰσαὰκ διὰ τὴν ἀπὸ τοῦ | |
θεοῦ εἰς αὐτὸν ἐν Χριστῷ βοήθειαν «μείζων» ἔσται, «ἕως οὗ» αὐξάνων «μέγας» γένηται «σφόδρα σφόδρα» ἐν πάσῃ ἀρετῇ, πάσης ἐξαφανισθεί‐ | ||
15.17(50) | σης τῆς κακίας ἀπὸ τῆς ψυχῆς αὐτοῦ. καὶ οὐκ ἀναγκασθήσεταί γε ὁ ταύ‐ την ἀποδεδωκὼς τὴν διήγησιν εἰπεῖν τέλειον παρ’ αὐτὸ τοῦτο γενέσθαι ἄνθρωπον〈, ὅτι παρέδωκε τὰ ὑπάρ‐ | |
55 | χοντα τοῖς πτωχοῖς,〉 τὰ ἄλλα ἁμαρτάνοντα. | |
15.18 | Ἕτερος δὲ (οὐκ οἶδα μὲν εἰ ἀκμάζων τῇ πίστει 〈καὶ〉 φαντασίᾳ τοῦ διαβαίνειν ἐπὶ τὴν φρόνησιν, οὐκ οἶδα δὲ εἰ καὶ μέγεθός τι ζητήσας | |
5 | καὶ εὑρὼν εἰς τοὺς τόπους νοημάτων ἀξίων τοῦ θεοῦ) καταλιπὼν τὴν λέξιν ἐπὶ τροπολογίαν ἀναβήσεται καὶ ἐρεῖ ὑπάρχοντα ἑκάστῳ εἶναι τὰ ἑπόμενα αὐτῷ μετὰ τὴν | |
10 | ἔξοδον, ὡς εἶναι τῶν ὑπαρχόντων δικαίοις μὲν ἀγαθὴν ὕπαρξιν, φαύ‐ λοις δὲ τὴν ἐναντίαν. ἐνταῦθα οὖν φήσει τὸν πολλὰ ἔχοντα κτήματα πλούσιον σύμβολον εἶναι τοῦ πολλὰ | |
15 | κεκτημένου φαῦλα, ἐν οἷς εἶναι δύναται καὶ ἡ φιλοπλουτία καὶ ἡ φιλοδοξία καὶ ἄλλα γήϊνα πρά‐ γματα πεπληρωκότα αὐτοῦ τὴν | |
ψυχὴν | ||
20 | ψεκτοῦ πλούτου. ἐπεὶ οὖν δύναταί ποτε ὁ οὕτως πλούσιος ἀπέχεσθαι μέν τινων φαύ‐ λων, ὡς μοιχείας καὶ φόνου καὶ κλοπῆς καὶ ψευδομαρτυρίας, καὶ | |
25 | καθήκοντα δὲ ἀποδιδόναι πρὸς γο‐ νεῖς μετά τινος τιμῆς, εἶναι δέ τις καὶ φιλάνθρωπος πρὸς τὸν πλησίον οὐ μὴν καὶ τέλειος, συμβολικῶς τῷ τοιούτῳ προστάσσει ὁ σωτὴρ | |
30 | ἀποδόσθαι τὰ μοχθηρὰ ὑπάρχοντα 〈πάντα〉 καὶ ὡσπερεὶ παραδοῦναι αὐτὰ ταῖς ἐνεργηκυίαις αὐτὰ δυνάμεσι πτωχευούσαις παντὸς καλοῦ καὶ διὰ τοῦτο μὴ ὑφισταμέναις τὴν ἀπει‐ | |
35 | λήν, κατὰ τὸ γεγραμμένον· «πτω‐ χὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν». ἀλλ’ εὖ οἶδ’ ὅτι σφόδρα βίαιος εἶναι δόξει ἡ τοιαύτη ἀπόδοσις, λύουσα μὲν οὐκ ἀγεννῶς τὰ περὶ τελειότητος | |
40 | ἠπορημένα, οὐ πάνυ δὲ πείθουσά πως τὸ ἀποθέ〈μενόν τινα νοεῖ〉σθαι τὴν κακίαν καὶ τὴν ἀπὸ κακίας ἀπο‐ δόσθαι ὕπαρξιν καὶ δοῦναι πτωχοῖς. 〈Ἐρῶ δ’ ὡσ〉 ἐν τοιούτῳ προκατ‐ | |
45 | ειλημμένος τόπῳ· ὁ ταύτῃ παρι‐ στάμενος τῇ δόξῃ φήσει πεπλη‐ ρῶσθαι τὸν ἁμαρτωλὸν πνευμά‐ | |
των κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων· οἷον εἰ πόρνος εἴη | ||
15.18(50) | τοῦ λεγομένου ἐν τοῖς προφήταις πνεύματος πορνείας, εἰ δὲ θυμικὸς πνεύματος θυμοῦ, οὕτω δὲ καὶ εἰ κατάλαλος πνεύματος καταλαλιᾶς. ταῦτα οὖν τις ἐκτήσατο τὰ ὑπάρ‐ | |
55 | χοντα φαῦλος ὢν καὶ γενόμενος τῇ μετοχῇ τῶν χειρόνων πνευμάτων Τυφῶνος πολυπλοκώτερος. ὥσπερ δ’ ἐκτήσατο αὐτὰ ὠνησά‐ μενος προαιρέσει εἰκούσῃ τοῖς φαύ‐ | |
60 | λοις, οὕτως ἀποδοῖτο ἂν 〈αὐτὰ καὶ δοίη ἂν〉 οἷς θέλει ὁ λόγος οὗτος πτωχοῖς διὰ τοῦ πείθεσθαι τῷ Ἰησοῦ· ὡς γὰρ «ἡ εἰρήνη» τῶν ἀποστόλων | |
65 | πρὸς αὐτοὺς ἀνακάμπτει, ἐὰν μὴ «υἱὸς εἰρήνης» τύχοι εἶναι ὁ ἀκούων τὸ «εἰρήνη» ὑμῖν, οὕτως ἡ πορνεία καὶ πάντα τὰ ἁμαρ‐ τήματα [πάντα] ἀνακάμψαι ἂν πρὸς | |
70 | τοὺς αἰτίους τῶν ἁμαρτημάτων πτω‐ χούς, καὶ ἔστι μὴ διστάσαι περὶ τοῦ 〈εὐθέ‐ ωσ〉 τέλειον γίνεσθαι τὸν οὕτω πωλή‐ σαντα πάντα τὰ ἀποδεδομένα ὑπάρ‐ | |
75 | χοντα καὶ δόντα πτωχοῖς. εἰ | |
δὲ χρόνῳ πολλῷ ἀποδίδοται τὰ ὑπάρχοντα καὶ πολλοῦ δεῖται χρό‐ νου πρὸς τὸ δοῦναι αὐτὰ οἷς εἴπομεν πτωχοῖς, οὐδὲν ἂν κωλύοιτο ὁ | ||
80 | λόγος χρόνῳ διδοὺς (κατ’ ἀναλογίαν ὧν ἀποδέδοται τοῖς πτωχοῖς) τέ‐ λειον γίνεσθαι τὸν ταῦτα ποιοῦντα. σαφῶς δὲ ὁ ταῦτα πράξας ἕξει θησαυρὸν ἐν οὐρανῷ καὶ αὐτὸς | |
85 | γινόμενος ἐπουράνιος· «οἷος» μὲν γὰρ «ὁ χοϊκὸς (ὁ πονηρὸς δηλαδή), τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος (τουτέστιν ὁ Χριστός), τοιοῦτοι καὶ οἱ ἐπουράνιοι». ἐν τῷ | |
90 | οὖν αὐτοῦ μέρει οὐρανοῦ ἕξει θησαυρὸν ὁ βουληθεὶς τέλειος γενέσθαι καὶ πωλήσας πάντα τὰ ὑπάρχοντα καὶ δοὺς τοῖς πτω‐ χοῖς. ἀλλὰ μὴ ὑπολάβῃς τὸν τη‐ | |
95 | λικοῦτον δύνασθαι ἐν τοῖς κατὰ τὰ βιωτικὰ πλουσίοις εὑρεθῆναι. τίς γὰρ αὐτῶν ἀπέθετο τὴν φιλο‐ πλουτίαν καὶ τὴν (ἵν’ οὕτως ὀνο‐ μάσω) φιλοκοσμίαν; τίς δὲ πάντη | |
15.18(100) | ἀπέθετο τὸ πνεῦμα τῆς κενοδοξίας, ἵνα χωρήσῃ ἐν τῷ ἑαυτοῦ οὐρανῷ θησαυρὸν δόξης θεοῦ καὶ πλούτου τοῦ ἐν παντὶ λόγῳ καὶ πάσῃ σοφίᾳ θεοῦ; τίς δὲ ἀπέθετο τὸ πνεῦμα τῆς | |
105 | ἐπιθυμίας καὶ τοῦ φόβου καὶ τῆς ἡδονῆς καὶ τῆς ὀργῆς; ἀγαπητὸν γὰρ ἐπὶ τῶν ἀποστόλων τὸ τοιοῦτον 〈καὶ τῶν ἐκείνοις ὁμοίων τὸν〉 φιλαλήθως ἐξετάζοντα τὰ πράγματα ἀποφή‐ | |
110 | νασθαι. οὗτος δὲ καὶ δύναται ἀκο‐ λουθῆσαι τῷ Ἰησοῦ, ὁ (ὡς ἀποδε‐ δώκαμεν) πάντα ἀποδόμενος καὶ ἔχων θησαυρὸν ἐν οὐρανῷ· οὐ γὰρ περιέλκεται | |
115 | ὑπό τινος μοχθηροῦ κτήματος, ἵνα μὴ ἀκολουθῇ τῷ Ἰησοῦ. | |
15.19 | Ἑξῆς δὲ τούτοις λέγεται ὅτι ἀκούσας 〈δὲ〉 τὸν λόγον ὁ νεανίσκος ἀπῆλθε λυπού‐ μενος· ἦν γὰρ ἔχων κτήματα | |
5 | πολλά. καὶ ὄψει γε (ὡς πρὸς τὴν ἀναγωγήν), τίνα τρόπον δυσαποσπάστως ἔχομεν τοῦ φρονεῖν τὸν πλοῦτον ἀγαθὸν εἶναι ἢ τὴν κάτω δόξαν. ἀλλὰ καὶ μᾶλλον θέλο‐ | |
10 | μεν, ἐπεὶ ἀγαπῶμεν τὴν ἐπιθυμίαν, τυχεῖν τῶν καὶ φαύλως ἐπιθυμου‐ μένων ἢ ἀπαλλαγῆναι τῆς ἐπιθυ‐ μίας, καὶ μᾶλλον μὴ περιπεσεῖν οἷς φανταζόμεθα φοβεροῖς ἤπερ ἀπο‐ | |
15 | θέσθαι τὸν ἐχθρὸν τῷ φόβῳ τοῦ θεοῦ φόβον. ἀλλ’ οὐδὲ πρεσβύτερός τις εἰσῆκται καθεστηκὼς οὐδὲ ἀνὴρ καταργήσας «τὰ τοῦ | |
20 | νηπίου», ἀλλὰ νεανίσκος ὁ τὸν λόγον ἀκούσας καὶ ἀπελθὼν λυ‐ πούμενος. τοιοῦτος γὰρ ἦν τὴν ψυχήν, διὸ καὶ καταλιπὼν τὸν Ἰησοῦν ἀπῆλθεν (ἐπὶ ψόγῳ γὰρ | |
25 | εἴρηται τὸ ἀπῆλθε), καὶ ἀπῆλθε λυπούμενος λύπην τὴν «τοῦ κόσ‐ μου», τὴν «θάνατον» κατεργαζομένην. ἦν γὰρ ἔχων κτήματα πολλὰ ἅπερ ἠγάπα, ἀγαπῶν τὸ ὀργίζεσθαι | |
30 | καὶ τὸ λυπεῖσθαι (διὸ ἀπῆλθε λυπούμενος) καὶ ὅσα ἀπὸ κα‐ κίας ἦν 〈αὐτῷ γεγεννημένα〉 κε‐ κρατηκότα τῆς ψυχῆς αὐτοῦ. εἰ μέντοι ἐπὶ τῆς ἱστορίας μένοις κατά | |
35 | τινα τῶν προαποδεδομένων διήγησιν, ἐξ ἡμι‐ σείας εὕροις ἂν ἐπαινετὸν καὶ ἐξ ἡμισείας ψεκτὸν τὸν νεανίσκον τοῦ‐ τον. ᾗ μὲν γὰρ οὐκ ἐμοίχευσεν οὐδὲ | |
40 | ἐφόνευσεν οὐδὲ ἔκλεψεν οὐδὲ ἐψευ‐ δομαρτύρησεν, ἀλλὰ καὶ ἤδη νεανίσκος ὢν ἐτίμησε τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἐλυπήθη ἐπὶ τοῖς τὴν τελειότητα | |
45 | ὑποτιθεμένοις λόγοις τοῦ Ἰησοῦ καὶ ἐπαγγελλομένοις αὐτήν, εἰ ἀπο‐ δοῖτο τὰ ὑπάρχοντα, ἀστεῖόν τι ἦν ἐν αὐτῷ. ᾗ δὲ ἀπῆλθεν ἀπὸ τοῦ Ἰησοῦ | |
15.19(50) | λυπούμενος διὰ τὰ κτήματα, δέον αὐτὸν χαίρειν, ὅτι ἀντ’ ἐκείνων ἔμελλεν ἔχειν θησαυρὸν ἐν οὐρα‐ νῷ, καὶ ἀκολουθῶν τῷ Ἰησοῦ κατ’ | |
ἴχνη βαίνειν υἱοῦ θεοῦ, ψεκτὸς ἦν. | ||
15.20 | Ἀπελθόντος δὲ αὐτοῦ, εἶπεν ὁ Ἰησοῦς τοῖς μαθη‐ ταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν, ὅτι πλούσιος δυσκόλως εἰσε‐ | |
5 | λεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐφ’ ᾧ παρατηρη‐ τέον ὡς τοῦ σωτῆρος ἀκριβῆ λόγον τὸν ἀναγεγραμμένον. οὐκ εἶπε μὲν γὰρ ὅτι πλούσιος οὐκ εἰσελεύ‐ | |
10 | σεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπείπερ εἰ τὸ τοιοῦτον εἰρήκει, ἀποκεκλείκει ἂν 〈πάντωσ〉 τὸν πλούσιον ἀπὸ τῆς τῶν οὐρα‐ νῶν βασιλείας. φησὶ δὲ ὅτι πλού‐ | |
15 | σιος δυσκόλως εἰσελεύσεται· τὸ χαλεπὸν μὲν πρὸς σωτηρίαν τοῦ πλουσίου παριστὰς οὐ μὴν 〈τὸ〉 ἀδύνατον ***, ὅπερ ἐπὶ μὲν τοῦ ῥητοῦ αὐτόθεν λόγον ἔχειν φαίνεται, | |
20 | δυναμένων πλουσίων μετὰ δυσκο‐ λίας ἀντιστῆναι τοῖς πάθεσι καὶ ταῖς ἁμαρτίαις καὶ μὴ πάντη ὑπ’ αὐτῶν ἁλῶναι. εἰ δὲ τροπολογούμενος 〈ὁ〉 πλού‐ | |
25 | σιος παραλαμβάνοιτο, ζητήσεις πῶς κἂν δυσκόλως εἰσε‐ | |
λεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. τὴν δὲ δυσκολίαν τῆς εἰσόδου τοῦ ἑκατέρως νοουμένου | ||
30 | 〈πλουσίου εἰς σωτηρίαν〉 ἐμφαίνει ἡ παραβολὴ τῷ εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρύπης ῥα‐ φίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν | |
35 | τῶν οὐρανῶν. ἐν ᾗ παραβολῇ ὁ μὲν πλούσιος παραβάλλεται κα‐ μήλῳ, οὐ διὰ τὸ ἀκάθαρτον τοῦ ζῴου μόνον ὡς ὁ νόμος ἐδίδαξεν, ἀλλὰ καὶ 〈διὰ〉 τὴν ὅλην αὐτοῦ | |
40 | σκολιότητα, ἡ δὲ τῶν οὐρανῶν βασιλεία τρυμαλιᾷ ῥαφίδος, εἰς παράστασιν τοῦ πάνυ στενὴν εἶναι καὶ εἰς ὑπερβολὴν τεθλιμμένην τὴν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν | |
45 | εἴσοδον τῷ ἑκατέρῳ πλουσίῳ. δηλοῖ δ’ ὅτι 〈ὡσ〉 αὐτόθεν μὲν ἀδύνατον τὴν κάμηλον διὰ τρυ‐ μαλιᾶς ῥαφίδος εἰσελθεῖν, | |
15.20(50) | 〈δυνατὸν δὲ ὅσον πρὸς τὸν θεόν, οὕτως καὶ τὸν πλούσιον ὅσον πρὸς | |
αὐτὸν ἀδύνατον εἰς τὴν βασι‐ λείαν τῶν οὐρανῶν εἰσελθεῖν〉. τῷ δὲ δυνατὰ εἶναι τῷ θεῷ | ||
55 | πάντα καὶ τὸ τοιοῦτον αὐτῷ δυ‐ νατόν ἐστιν, ἀφάτῳ δυνάμει 〈ἢ〉 τὴν παχύτητα τοῦ φαύλου λεπτύνοντι ἢ τὴν στενότητα τῆς εἰσόδου χω‐ ρητὴν αὐτῷ ποιοῦντι. ὅτι γὰρ τοῦ | |
60 | δυσκόλως εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρα‐ νῶν τὸν πλούσιον παράδειγμα ἔλαβε τὴν τρυμαλιὰν καὶ τὴν κάμηλον ἀλλ’ οὐ τοῦ ἀδυνά‐ | |
65 | του, δῆλον ἐκ τοῦ πρὸς τοὺς μα‐ θητὰς εἰρῆσθαι (φήσαντας· τίς ἄρα δύναται σωθῆναι;) τὸ παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ θεῷ πάντα | |
70 | δυνατά. οὐκοῦν δυνατὸν καὶ τὴν κάμηλον εἰσελθεῖν διὰ τρυμα‐ λιᾶς ῥαφίδος, ἀλλ’ οὐ παρὰ ἀν‐ θρώποις δυνατόν, 〈παρὰ δὲ θεῷ〉· οὕτως δὲ καὶ τὸν πλούσιον εἰς τὴν | |
75 | βασιλείαν τοῦ θεοῦ. τὰς δὲ ἐφόδους τοῦ πῶς ἂν τὰ τοιαῦτα ποιήσαι ὁ θεὸς δυνατά, αὐτὸς ἂν εἰδείη καὶ ὁ Χριστὸς αὐτοῦ καὶ ᾧ ἂν ἀποκα‐ | |
80 | λύψῃ ὁ υἱὸς αὐτοῦ. Ὁ μὲν οὖν διαβεβηκὼς ἐν σοφίᾳ καὶ λόγῳ ἐπιτολμήσαι ἂν ἐπὶ πλεῖον καὶ τῇ περὶ τῆς ῥαφίδος | |
καὶ τῆς τρυμαλιᾶς αὐτῆς διηγήσει. | ||
85 | ἡμεῖς δὲ τοσοῦτον παραθησόμεθα ὅτι ἐστί τινα ἐν τῷ νόμῳ γινόμενα τέχνῃ ῥαφιδευτοῦ χρῄζοντος ῥα‐ φίδος, ἵνα κατὰ σοφίαν θεοῦ ποιήσῃ τὰ ἔργα 〈τισ〉 ἧς ἀνείληφε | |
90 | τέχνης. ὡς οὖν νοηθείη τὰ τοῦ ῥαφιδευτοῦ ἔργα κἀκείνη ἡ ῥαφίς, νοηθήσεται καὶ τὰ τῇδε λελεγμένα· ἅπερ νῦν λέγειν καὶ σαφηνίζειν τάχα μὲν καὶ ὑπὲρ ἡμᾶς ἐστι, | |
95 | τάχα δὲ καὶ τῷ εἰδότι πολλῆς ἂν καὶ ἀκαίρου ἔχοιτο παρεκβάσεως. δύο δὲ προκειμένων, τοῦ κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελ‐ θεῖν καὶ τοῦ πλούσιον εἰς τὴν | |
15.20(100) | βασιλείαν τοῦ θεοῦ, εὐκο‐ πώτερον εἶναί φησι τὸ πρότερον. καὶ ζητήσεις γε ἐν τοῖς ἀνθρώποις ἄλλον μὲν τὸν κάμηλον 〈γενό‐ μενον〉 εἰσερχόμενον διὰ τρυμα‐ | |
105 | λιᾶς ῥαφίδος, ἄλλον δὲ τὸν πλού‐ σιον (ἀδυνάτως 〈μὲν〉 ἀνθρώποις δυνατῶς δὲ τῷ θεῷ) εἰσερχόμενον εἰς τὴν βασιλείαν τοῦ θεοῦ· οὕτως δὲ καὶ ἐπὶ τῆς καμήλου καὶ | |
110 | ἐπὶ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος, ὁστισποτοῦν ἐὰν εὑρεθῇ κάμηλος | |
καὶ ἡτισοῦν ἐὰν νοηθῇ [κάμηλος] τρυμαλιὰ ῥαφίδος, [ἣ] εἰσελεύ‐ σεται δι’ ἐκείνης· | ||
115 | ὅτι ἀδύνατον μὲν ἀνθρώποις, παρὰ δὲ θεῷ καὶ τοῦτο δυνατόν. εἰ δὲ ἐμφαίνει ταῦτα καὶ παρίστησι τελικά τινα μυστήρια καὶ ἐπί 〈τι〉 τέλος ἄγοντα διά τινων ὁδῶν θεῷ | |
120 | μόνῳ δυνατῶν ἢ μή, ὁ δυνάμενος ἐξεταζέτω. | |
15.21 | Ἑξῆς ἔστιν ἰδεῖν τὰ περὶ τοῦ τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφή‐ | |
5 | καμεν πάντα καὶ ἠκολου‐ θήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; καὶ ταῦτα δὲ ὁ μέν τις τηρήσει κατὰ τὴν λέξιν, ὁ δέ τις ἀνασκευάσας τὸ τῆς λέξε‐ | |
10 | ως ὡς οὐ μεγαλοφυὲς τροπολο‐ | |
γήσει. ὁ μὲν οὖν τῇ λέξει παριστάμενος τοιαῦτα ἐρεῖ· ὥσπερ ἐπὶ τῆς δό‐ σεως οὐ τὸ διδόμενον, ἀλλὰ τὴν 〈τοῦ | ||
15 | διδόντοσ〉 προαίρεσιν ἀποδεχόμενος ὁ θεὸς δικαιοῖ καὶ 〈μᾶλλον〉 ἀποδέχε‐ ται τὸν τὸ ἔλαττον προαιρέσει τελειο‐ τέρᾳ δεδωκότα παρὰ τὸν τὸ πλεῖον ἐκ πλειόνων καὶ διαθέσει ὑποδεεστέρᾳ | |
20 | (ὡς δῆλόν ἐστιν ἐκ τῶν ἀναγε‐ γραμμένων περὶ τῆς 〈μεγάλησ〉 δό‐ σεως τῶν πλουσίων καὶ τῶν δύο λεπτῶν, ἅτινα ἡ χήρα εἰς λόγον πενήτων ἔβαλεν εἰς τὸ | |
25 | γαζοφυλάκιον), οὕτως καὶ ἐπὶ τῶν διὰ τὴν πρὸς τὸ θεῖον ἀγάπην καταλιπόντων ἃ κέ‐ κτηνται, ἵνα ἀπερισπάστως ἀκολου‐ θῶσι τῷ Χριστῷ τοῦ θεοῦ πάντα | |
30 | πράττοντες κατὰ τὸν λόγον αὐτοῦ, οὐ πάντως μᾶλλον ἀπόδεκτος ὁ τὰ πλείονα καταλιπὼν τοῦ τὰ ἐλάττονα, καὶ μάλιστα ὅτε τύχοι ὅλῃ ψυχῇ τις καταλιπὼν τὰ ἐλάττονα, παρὰ τὸν | |
35 | δοκοῦντα καταπεφρονηκέναι τῶν πλειόνων. εἰ καὶ μικρὰ οὖν καὶ εὐτελῆ ὁ Πέ‐ τρος καταλέλοιπεν ἅμα τῷ ἀδελφῷ αὐτοῦ Ἀνδρέᾳ, ἡνίκα ἀκούσαντες | |
40 | ἀμφότεροι τὸ «δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων», | |
«εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολού‐ θησαν αὐτῷ», ἀλλ’ οὐ μικρὰ λελό‐ γισται παρὰ τῷ θεῷ κατανοήσαντι | ||
45 | ὅτι ἀπὸ ἕξεως αὐτὸ τοιαύτης πε‐ ποιήκασιν, ὡς εἰ καὶ ἐκέκτηντο πολλὰ κτήματα καὶ πλεῖστα ὑπάρχοντα, μὴ ἂν ὑπ’ αὐτῶν κατασχεθῆ‐ | |
15.21(50) | ναι μηδὲ ἐμποδισθῆναι τὴν ὁρμὴν βουλομένων ἀκολουθῆσαι τῷ Ἰησοῦ. καὶ θαρρῶν (οἶμαι) ἐπὶ τῇ προαιρέσει μᾶλλον ἢ τῇ ὕλῃ ὧν καταλέλοιπεν ὁ Πέτρος παρρησιασάμενος εἶπε τῷ | |
55 | Ἰησοῦ τὸ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; εἰκὸς δὲ νοεῖν μὴ δίκτυα μόνον αὐτὸν κατα‐ λελοιπέναι ἀλλὰ καὶ οἶκον καὶ | |
60 | γυναῖκα, ἧς ἡ μήτηρ ἐπιστάντος τοῦ Ἰησοῦ ἀπήλλακται τοῦ πυρετοῦ· στο‐ χάσαιτο δ’ ἄν τις ὅτι δυνατὸν καὶ τέκνα αὐτὸν καταλε‐ | |
65 | λοιπέναι, οὐκ ἀδύνατον δὲ καὶ κτῆ‐ σίν τινα βραχεῖαν. Μέγα οὖν δηλοῦται περὶ τοῦ Πέτρου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, ἐπείπερ ἀκούσαντες τὸ «δεῦτε ἀκο‐ | |
70 | λουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων» μηδὲν ἀναβαλλό‐ μενοι «εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ», οὐ μιμησά‐ | |
μενοι τὸν εἰπόντα· «ἀλλὰ πρῶτον | ||
75 | ἐπίτρεψόν μοι εἰς τὸν οἶκόν μου ἀπελθεῖν καὶ ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου», οὐδὲ παραπλήσιόν τι ποιήσαντες τῷ λέγοντι· «ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι | |
80 | τὸν πατέρα μου». καὶ πρόσχες ἐπι‐ μελῶς ὅτι ἀξιολόγως πληγέντες ὑπὸ τῆς προστάξεως τοῦ Ἰησοῦ καὶ τῆς ἐπαγγελίας αὐτοῦ, καὶ πιστεύ‐ σαντες ὅτι ὀλίγην ἁλιευτικὴν κατα‐ | |
85 | λιπόντες τὴν ἰχθύων ἀνθρώπους ἔμελλον ἀγρεύειν πρὸς σωτηρίαν, καὶ οἱονεὶ τρωθέντες ὑπό τε τῆς εἰς τὸν Ἰησοῦν καὶ ἧς ἐπηγγείλατο αὐτοῖς διακονίας φιλανθρώπου μέλ‐ | |
90 | λουσιν ἀνθρώπους θηρεύειν, «εὐθέως ἀφέντες τὰ δίκτυα» καὶ ὡσπερεὶ ἐπιλαθόμενοι τῶν οἴκοι «ἠκολούθησαν αὐτῷ», ὡς ἄξιον γε‐ γονέναι 〈τοῦ〉 ἐπ’ ἐκείνῃ τῇ ὁρμῇ | |
95 | τὸν Πέτρον σεμνύνασθαι καὶ εἰρη‐ κέναι τὸ προειρημένον. ἅμα δὲ παρατηρητέον ὅτι τοῦτο εἴρηκεν ὁ Πέτρος κατανοήσας μὲν τὴν εἰρημένην ὑπὸ τοῦ Ἰησοῦ φω‐ | |
15.21(100) | νήν· εἰ θέλεις τέλειος εἶναι ὕπαγε πώλησόν σου τὰ ὑπάρ‐ χοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, | |
105 | θεασάμενος δὲ καὶ τὸν ἀκούσαντα νεανίσκον καὶ μετὰ λύπης ἀπελη‐ λυθότα, ἐπείπερ προκεκρίκει τὰ πολλὰ ἐπὶ τῆς γῆς κτήματα τοῦ τέλειος ἐν θεῷ γενέσθαι, | |
110 | νοήσας δὲ καὶ τὸ δύσκολον περὶ τοῦ εἰσελθεῖν εἰς τὴν τῶν οὐρα‐ νῶν βασιλείαν τοῦ πλουσίου, ὡσπερεὶ καὶ αὐτὸς οὐκ εὐχερὲς πρᾶγμα ποιῶν ἐν τῷ πάντα κατα‐ | |
115 | λελοιπέναι καὶ ἠκολουθηκέναι τῷ σωτῆρι, εἶπε τὰ προκείμενα. διὸ καὶ παρρησιασαμένῳ τῷ Πέ‐ τρῳ ἀποκρίνεται τὰ τῆς ἐπιφερο‐ | |
120 | μένης μεγάλης ἐπαγγελίας ὁ σωτὴρ περὶ τοῦ μέλλειν ἕνα τῶν κριτῶν τοῦ Ἰσραὴλ ἔσεσθαι τὸν Πέτρον. | |
15.22 | Ὁ δὲ τῆς λέξεως 〈ὡσ〉 οὐχ ἱκανῆς πεῖσαι μεγαλοφυῆ ἀκροα‐ τὴν καταφρονήσας, ὡς καὶ ἄλλων λέξεων τῆς γραφῆς τὸ σεμνὸν ἐν | |
5 | τῇ ἀναγωγῇ ἐχουσῶν, τοιαῦτα φήσει ὅτι αὐτὸ τὸ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, δικτυδίου καταλειφθέντος καὶ πε‐ νιχρᾶς οἰκίας καὶ ἐπιπόνου ἐν πενίᾳ | |
10 | βίου, οὐ πάνυ τι 〈μέγα ἐστὶν οὐδὲ〉 ἀξίως λέλεκται τοῦ τηλικούτου μα‐ θητοῦ, ᾧ «σὰρξ καὶ αἷμα οὐκ ἀπε‐ | |
κάλυψεν» ὅτι Ἰησοῦς εἴη «ὁ Χρι‐ στὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος», | ||
15 | «ἀλλ’ ὁ ἐν τοῖς οὐρανοῖς πατὴρ» αὐτοῦ, καὶ ᾧ λέλεκται τὸ «σὺ εἶ ὁ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν | |
20 | αὐτῆς». ἀλλὰ μήποτε τὰ 〈προ‐〉 αποδεδομένα εἰς τὴν διήγησιν τοῦ· ὕπαγε πώλησόν σου τὰ ὑπάρ‐ χοντα καὶ τὰ ἑξῆς χρήσιμα 〈καὶ ἀληθινὰ〉 εἰς τὰ προκεί‐ | |
25 | μενά ἐστι. Πέτρος γὰρ ἀφῆκε πάν‐ τα, ἐφ’ οἷς ἁμαρτωλὸς ἦν καὶ δι’ ἃ εἶπεν· «ἔξελθε ἀπ’ ἐμοῦ, κύριε, ὅτι ἀνὴρ ἁμαρτωλὸς ἐγώ εἰμι», καὶ μέγας αὐτοῦ ἔπαινος ἦν τεθαρρηκότος ἐπὶ | |
30 | τῷ μηκέτι ἁμαρτάνειν λέγειν· ἀφήκαμεν πάντα, καὶ οὐ μόνον τὰ χείρονα καταλελοίπαμεν ἀλλὰ καὶ ἠκολουθήσαμέν σοι. τὸ δὲ σοὶ ἠκολουθήσαμεν ἴσον δύ‐ | |
35 | ναται εἶναι τῷ· ἀποκαλύψαντος ἡμῖν 〈κατὰ πάντα, ὡς Πέτρῳ, τοῦ〉 πα‐ τρὸς ὅστις εἶ, καὶ ὅτι δικαιοσύνη εἶ, ἠκολουθήσαμέν σοι καθὸ δικαιοσύνη τυγχάνεις, | |
40 | οὕτω δὲ καὶ | |
καθὸ ἁγιασμὸς καὶ καθὸ σοφία καὶ καθὸ εἰρήνη καὶ καθὸ ἀλήθεια καὶ καθὸ ὁδὸς ἡ φέρουσα πρὸς θεὸν καὶ καθὸ ζωὴ ἀληθινή. διόπερ ὡς ἀθλη‐ | ||
45 | 〈τὴς νικη〉τὴς μετὰ τὸν ἀγῶνα πυνθανόμενος τοῦ ἀγωνοθέτου, εἰ τύχοι μὴ ἐπιστάμενος τὰ ἐπὶ τῷ ἀγῶνι ἆθλα, πυνθάνεται τοῦ σωτῆρος λέγων μετὰ τῆς ἐπὶ τοῖς | |
15.22(50) | ἀνδραγαθήμασι παρρησίας τὸ τί ἄρα ἔσται ἡμῖν; καὶ εἴπερ βουλόμεθα τὰ πρὸς Πέτρον εἰρη‐ μένα κατὰ τὴν πεῦσιν αὐτοῦ καὶ αὐτοὶ λαβεῖν, | |
55 | ἀφῶμεν ὁμοίως πάντα, μηκέτι περιεχόμενοι τῆς κακίας καὶ τῆς κατ’ αὐτὴν ἐνεργείας, καὶ ἀκο‐ λουθήσωμεν τῷ τοῦ θεοῦ λόγῳ, ἵνα ἡμῖν εἴπῃ καὶ πᾶσι τοῖς ἀκολουθή‐ | |
60 | σασιν αὐτῷ τὰ ἐπιφερόμενα οὕτως ἔχοντα· ὁ δὲ Ἰησοῦς εἶπεν αὐ‐ τοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι καὶ τὰ ἑξῆς. | |
65 | ἅπερ καὶ αὐτὰ καὶ ἁπλούστερον ἔχει τινὰ προτρεπτικὸν ἐπὶ τὸ καταλι‐ πεῖν τὰ ὑπάρχοντα νοῦν, καὶ ἕτερον παρὰ τοῦτον βαθύτερον. ὁ μὲν οὖν κατὰ τὴν λέξιν ἑρμη‐ | |
70 | νεύων τὸν τόπον τοῦ εὐαγγελίου τοιαῦτα ἐρεῖ· 〈οὐ〉 πάντας εἶπεν ἀκο‐ λουθεῖν τῷ Ἰησοῦ ὁ λόγος, ἀλλὰ τοὺς μὲν τότε ἀποστόλους καὶ | |
75 | 〈τοὺσ〉 ὁμοίως ἐκείνοις ἐπιμόνως αὐτῷ ἀκολουθήσαντας 〈ἀκολουθή‐ σαντας ἑαυτῷ〉 ὠνόμασεν· τοὺς δὲ μεταγενεστέρους ἐδήλωσε 〈τῷ〉 καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ | |
80 | ἀδελφὰς καὶ τὰ ἑξῆς. ἀλλ’ ὡς βιαίως διηγησάμενον τὸ ἀκολουθεῖν ἀνατρέψει τις λέγων περὶ πάντων εἰρῆσθαι τὸ ἀκολου‐ θεῖν ἐν τῷ «ὃς ἂν μὴ ἄρῃ τὸν σταυ‐ | |
85 | ρὸν αὐτοῦ καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος εἶναι μα‐ θητής». Οἱ τοίνυν ἀκολουθήσαντες τῷ σωτῆρι | |
90 | καθεδοῦνται ἐπὶ δώδεκα θρό‐ νους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ ταύτην λήψονται τὴν ἐξουσίαν ἐν τῇ ἀνα‐ στάσει τῶν νεκρῶν· αὕτη γάρ ἐστιν | |
95 | ἡ παλιγγενεσία καινή τις γένεσις οὖσα, ὅτε οὐρανὸς καινὸς καὶ [ἡ] γῆ καινὴ τοῖς ἑαυτοὺς ἀνακαινώσασι κτίζεται καὶ καινὴ διαθήκη παρα‐ δίδοται καὶ τὸ ποτήριον αὐτῆς. | |
1523* | ἐκείνης δὲ τῆς παλιγγενεσίας προ‐ | |
οίμιόν ἐστι τὸ καλούμενον παρὰ τῷ Παύλῳ λουτρὸν παλιγγενεσίας, καὶ ἐκείνης τῆς καινότητος 〈μυστή‐ | ||
5 | ριόν ἐστι〉 τὸ ἐπιφερόμενον τῷ λου‐ τρῷ τῆς παλιγγενεσίας ἐν τῷ «ἀνα‐ καινώσεως πνεύματος». τάχα δὲ καὶ κατὰ μὲν τὴν γένεσιν «οὐδείς ἐστι καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ εἰ μία | |
10 | ἡμέρα εἴη ἡ ζωὴ αὐτοῦ» διὰ τὸ περὶ τῆς γενέσεως μυστήριον, ἐφ’ ᾗ τὸ ὑπὸ τοῦ Δαυῒδ ἐν πεντηκοστῷ Ψαλμῷ λελεγμένον ἕκαστος ἂν τῶν | |
15 | εἰς γένεσιν ἐληλυθότων λέγοι, ἔχον οὕτως ὅτι «ἐν ἀνομίαις συνε‐ λήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου». κατὰ δὲ τὴν ἐκ λουτροῦ παλιγγενεσίαν πᾶς μὲν «κα‐ | |
20 | θαρὸς ἀπὸ ῥύπου» ὁ γεννηθεὶς «ἄνωθεν» «ἐξ ὕδατος καὶ πνεύματος», ἵνα 〈δὲ〉 τολμήσας εἴπω καθαρὸς «δι’ ἐσόπτρου» καὶ «ἐν αἰνίγματι». κατὰ δὲ τὴν ἄλλην παλιγγενεσίαν, ὅταν | |
25 | καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, πᾶς ὁ εἰς τὴν ἐν Χριστῷ παλιγγενεσίαν ἐκείνην φθάσας καθαρώτατός ἐστιν «ἀπὸ ῥύπου» 〈καὶ βλέπει〉 «πρόσωπον | |
30 | πρὸς πρόσωπον», καὶ αὐτὸς «διὰ λου‐ τροῦ παλιγγενεσίας» φθάνων ἐπ’ ἐκείνην τὴν παλιγγενεσίαν. εἰ δὲ | |
βούλει τὸ λουτρὸν ἐκεῖνο νοῆσαι, σύνες πῶς Ἰωάννης, ὁ «ἐν ὕδατι» | ||
35 | βαπτίζων «εἰς μετάνοιαν» λέγει περὶ τοῦ σωτῆρος τὸ «αὐτὸς ὑμᾶς βαπτί‐ σει ἐν πνεύματι ἁγίῳ καὶ πυρί». Ἐν μὲν οὖν τῇ διὰ λουτροῦ παλιγγενεσίᾳ συνετάφημεν τῷ Χρι‐ | |
40 | στῷ· «συνετάφημεν γὰρ αὐτῷ (κατὰ τὸν ἀπόστολον) διὰ τοῦ βαπτίσμα‐ τος». ἐν δὲ τῇ τοῦ διὰ πυρὸς καὶ πνεύματος λουτροῦ παλιγγενεσίᾳ σύμμορφοι γινόμεθα «τῷ σώματι | |
45 | τῆς δόξης» τοῦ Χριστοῦ καθεζο‐ μένου ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ αὐτοὶ καθεζόμενοι ἐπὶ δώ‐ δεκα θρόνους, εἰ καὶ ἀφέντες πάντα (ὁποτερωσοῦν *** μᾶλλον | |
1523*(50) | δὲ κατὰ τὸ δεύτερον) ἠκολουθή‐ σαμεν Χριστῷ. τότε δὲ ὅταν κα‐ θίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, πλη‐ ροῦται ἡ λέγουσα προφητεία· «εἶπεν | |
55 | ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δε‐ ξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου». καὶ τό‐ 〈τε〉 «δεῖ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς | |
60 | πόδας αὐτοῦ», ἕως οὗ «ὁ ἔσχατος ἐχθρὸς θάνατος» καταργηθῇ, οὗ | |
καταργηθέντος οὐκέτι ἔσται πρὸ προσώπου τῶν σωζομένων θάνατος ἀλλὰ μόνη ζωὴ ἡ πιστευομένη. | ||
65 | θανάτου μὲν γὰρ ὄντος πρὸ προσώ‐ που 〈ἀνθρώπων〉 δι’ ἐκεῖνον ἀπιστεῖ‐ ται ὑπὸ τῶν κρατουμένων ὑπ’ αὐτοῦ ζωή· καταργηθέντος δὲ θανάτου πι‐ στεύεται ὑπὸ πάντων ἡ ζωή. ἐν δὲ τῷ | |
70 | νόμῳ εὑρήσεις καὶ τὸ «τέθεικα τὴν ζωὴν καὶ τὸν θάνατον πρὸ προσώπου σου» καὶ τὸ «ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλ‐ μῶν ὑμῶν» καί· «οὐ μὴ πιστεύσητε | |
75 | τῇ ζωῇ ὑμῶν». καθέζεται δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρό‐ νου δόξης αὐτοῦ, οὐδενὸς ἀτίμου καὶ ἀδόξου ἐν θεῷ βασιλευομένου ὑπ’ αὐτοῦ· πάντες γὰρ τότε οἱ | |
80 | μὴ «δόξαν παρὰ ἀνθρώπων» λαμ‐ βάνοντες μηδέ 〈τι〉 ποιοῦντες πρὸς τὸ δοξασθῆναι «ὑπὸ τῶν ἀνθρώ‐ πων», ἀλλὰ τὴν δόξαν τὴν ἀπὸ «τοῦ μόνου» ζητοῦντες, βασιλευθή‐ | |
85 | σονται ὑπὸ τοῦ καθημένου ἐπὶ θρόνου δόξης αὐτοῦ. τότε δὲ καὶ ἀποδίδοται τὰ τῆς εὐχῆς τῷ σωτῆρι εὐξαμένῳ καὶ εἰπόντι· «πά‐ τερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον | |
90 | παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι». | |
15.24 | Εἰ δὲ δύνασαι νοῆσαι τὸν λόγον ἀποκαταστάντα μὲν μετὰ | |
τὸ γεγονέναι αὐτὸν σάρκα καὶ ὅσα γέγονε τοῖς γεννητοῖς, γινόμενος | ||
5 | αὐτοῖς ὅπερ ἕκαστος αὐτὸν 〈ἑαυτῷ〉 ἔχρῃζε γενέσθαι, ἵνα τοὺς πάντας κερδήσῃ, καὶ ἀποκαταστάντα, ἵνα γένηται ὁποῖος «ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν», (θεὸς λόγος ὢν) ἐν τῇ ἰδίᾳ | |
10 | δόξῃ, ὡς λόγου τοιούτου δόξῃ· ὄψει αὐτὸν καθεζόμενον ἐπὶ θρό‐ νου δόξης αὐτοῦ, καὶ οὐχ ἕτερον αὐτοῦ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸν κατὰ τὸν Ἰησοῦν ἄνθρωπον νοού‐ | |
15 | μενον· ἓν γὰρ οὗτος τῷ λόγῳ γίνεται, παντὸς μᾶλλον τῶν διὰ τὸ κολλᾶ‐ σθαι «τῷ κυρίῳ» γινομένων «ἓν πνεῦ‐ μα» πρὸς αὐτόν. | |
20 | τότε δέ, ἡνίκα ἂν ταῦτα ἐν τῇ ἀπο‐ καταστάσει τοῦ σωτῆρος γένηται, καὶ οἱ ἀφέντες πάντα καὶ ἀκολου‐ θήσαντες αὐτῷ καθεδοῦνται, ὡς σύμμορφοι γενόμενοι «τῷ σώματι» | |
25 | καὶ τῷ θρόνῳ τῆς δόξης τοῦ Χριστοῦ, ἐπὶ θρόνους δώδεκα κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. | |
ὁ γὰρ ὅλος βίος τῶν δικαίων κρινεῖ | ||
30 | τὰς μὴ πεπιστευκυίας δώδεκα φυλὰς τοῦ Ἰσραήλ, καὶ κρινοῦσί γε οἱ ἀπόστολοι καὶ οἱ τὸν ἀποστο‐ λικὸν ἐζηλωκότες βίον καὶ κατωρ‐ θωκότες τοὺς εὐγενεῖς μὲν (διὰ | |
35 | τὸ εἶναι αὐτοὺς Ἰσραηλίτας) οὐ τὰ ἄξια δὲ τῆς εὐγενείας πεποιη‐ κότας. τάχα δὲ τὸ μὲν «ἐν ὑμῖν κρίνεται ὁ κόσμος» πρὸς Κορινθίους λελεγμένον | |
40 | λέγεται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν, τὸ δὲ καθίσεσθε καὶ αὐτοὶ ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ πρὸς τοὺς ἀποστό‐ | |
45 | λους καὶ τοὺς τὸν ἀποστολικὸν βίον ἐζηλωκότας, κρινοῦντας τοὺς εὐγενεστέρους τοῦ ὅλου κόσμου ὄν‐ τας τὸν Ἰσραήλ. ἀλλὰ νόησον ἐν τούτοις ἀξίως τῆς | |
15.24(50) | μεγαλονοίας τοῦ εὐαγγελίου τὸν Ἰσραὴλ εὐγενῆ μὲν καὶ πεφυκότα κρειττόνως, οὐ πεπιστευκότα δέ. ἀνάγειν δὲ μετὰ τὸν περὶ τοῦ Ἰσραὴλ καὶ τὸν περὶ τῶν δώ‐ | |
55 | δεκα φυλῶν λόγον (ὥστε δώδεκα τάγματα εἰπεῖν γενικὰ ψυχῶν καὶ εὐγενεστέρων, ὧν αἱ μὲν διαφέ‐ ρουσαι ἐν ὑπεροχῇ εἰσιν αἱ δὲ καθ’ ἕνδεκα μοίρας τεταγμέναι λοιπαὶ | |
60 | 〈ἐν〉 τάξει δευτέρᾳ), ὑπὲρ ἡμᾶς | |
ἐστι μὴ τηλικαῦτα θεωροῦντας, ὡς δυνηθῆναι παραστῆσαι πῶς δώδεκά εἰσιν ἀστέρες οἱ πατέρες τῶν δώ‐ δεκα φυλῶν τοῦ Ἰσραήλ, ὥσπερ | ||
65 | ἐδήλου τὸ προφητικὸν (ἵν’ οὕτως ὀνομάσω) ὄναρ τοῦ Ἰωσήφ. οἱονεὶ δὲ καὶ ἕκαστος τῶν κρινομένων Ἰσραηλιτῶν ὑπό τινος ἢ συνωνύμου ἄστρου ἢ ἄστρῳ παραπλησίου ἀπο‐ | |
70 | στόλου καὶ τοῦ τὸν ἀποστολικὸν βίον βιώσαντος κριθήσεται. | |
15.25 | Εἰ μὲν οὖν τις πάντα ἀφῆκε καὶ ἠκολούθησε τῷ Ἰησοῦ, τῶν εἰρημένων πρὸς τὸν Πέτρον κατὰ τὴν πεῦσιν αὐτοῦ τεύξεται· | |
5 | εἰ δὲ οὐ πάντα μὲν τὰ δὲ ἐπιφερόμενα, ὁ τοιοῦτος πολλα‐ πλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. τίνα δὲ οὐ πάντα ἀλλ’ εἰδικῶς λελεγμένα, | |
10 | κατανοητέον ἐκ τοῦ καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφὰς καὶ τὰ ἑξῆς. καὶ τοῦτο δὲ ὅτι μὲν ἔχει οὐκ εὐκαταφρόνητον λόγον καὶ κατὰ | |
15 | τὸ ἁπλοῦν τῆς ἐκδοχῆς καὶ προ‐ τρεπτικὸν ἐπὶ τὸ πάσης σαρκικῆς συγγενείας καταφρονεῖν καὶ πάσης τῆς κτήσεως, πᾶς ὁστισοῦν ὁμο‐ | |
λογήσει. | ||
20 | εἰ δὲ καὶ τοῦτο ἐπιδέχεται ἀναγω‐ γήν, ὁ μέν τις διστάσει ὁ δὲ καὶ ἀποφανεῖται ὅ τι ἔχει. καὶ σαφές γε κατὰ τὸ ῥητὸν ὅτι πολλοὶ τῶν πιστευσάντων εἰς τὸν | |
25 | σωτῆρα ἡμῶν ἐμισήθησαν ὑπὸ συγ‐ γενῶν καὶ εἵλαντο τούτους καὶ πᾶσαν κτῆσιν καταλιπεῖν ὑπὲρ τοῦ κληρονομῆσαι τὴν αἰώνιον ζωήν, πεισθέντες ὅτι πᾶς ὅστις ἀφῆκε | |
30 | τοὺς κατὰ σάρκα ἀδελφοὺς καὶ τὰς συγγενεῖς μόνῳ τῷ σώματι ἀδελφὰς καὶ γονεῖς τῶν σωμάτων καὶ τὰ τέκνα τῆς σαρκὸς καὶ τοὺς ἐν τῇ ἐπικαταράτῳ γῇ ἀγροὺς | |
35 | καὶ τὰς ἐν αὐτῇ οἰκίας, καὶ ἀφῆκεν οὐ δι’ ἄλλο τι ἀλλ’ ἕνεκεν τοῦ ὀνό‐ ματος Ἰησοῦ, πολλαπλασίονα λήψεται· πολλαπλασίονα γὰρ | |
40 | καὶ (εἰ δεῖ οὕτως ὀνομάσαι) ἀπει‐ ροπλασίονα τὰ πνευματικὰ παρὰ τὰ σωματικά, καὶ πρὸς τῷ λαβεῖν πολλαπλασίονα οὐκ ἐν προσκαί‐ ρῳ ζωῇ, ἀλλ’ ἐν | |
45 | αἰωνίῳ γενόμενος, κληρονομήσει αὐτά. πολλαπλασίονας μὲν γὰρ ἀδελφοὺς καὶ ἀδελφὰς ὧν τις ἀφῆκε διὰ τὸν τοῦ θεοῦ λόγον, εὐχερὲς διηγήσασθαι· καὶ γὰρ ἐν | |
15.25(50) | τῷ κόσμῳ τούτῳ πολλαπλασίους οἱ κατὰ τὴν πίστιν ἀδελφοὶ τῶν δι’ | |
ἀπιστίαν καταλελειμμένων ὑπὸ τῶν πιστευσάντων. οὕτω δὲ καὶ γονεῖς πάντας τοὺς ἀνεπιλήπτους ἐπισκό‐ | ||
55 | πους καὶ τοὺς ἀνεγκλήτους πρεσβυ‐ τέρους λαμβάνει τις, ἀνθ’ ὧν κατα‐ λέλοιπε δύο· ὁμοίως δὲ καὶ τέκνα πάντας τοὺς | |
60 | ἡλικίαν ἔχοντας τέκνων. πῶς δὲ πολ‐ λαπλασίονας ἀγροὺς ἢ οἰκίας ὧν τις καταλέλοιπε κληρονομεῖ, οὐκέτι ὁμοίως ἀποδοῦναι δύναται, ἂν μὴ ἄρα τις βιασάμενος ἐπ’ ὀλί‐ | |
65 | γων τὸ τοιοῦτον παραστήσῃ, ὅπερ οὐκ εὔλογον· ἅπαξ δὲ ἀλληγορῶν τοὺς ἀγροὺς καὶ τὰς οἰκίας ἀναγ‐ κασθήσεται κατὰ τὸ ἀκόλουθον καὶ τὰ ἀνωτέρω τούτων ἀποδοῦναι. | |
70 | Εἰσὶν οὖν (οἶμαι) ἐν ταῖς ἁγίαις καὶ μακαρίαις δυνάμεσιν ἀδελφοὶ οἱ «εἰς ἄνδρα τέλειον» κατηντηκότες τῶν τὸ «μέτρον τῆς ἡλικίας τοῦ | |
75 | Χριστοῦ» κεχωρηκότων καὶ ἀδελφαὶ πάντες οἱ παρθένος ἁγνὴ παραστησάμενοι Χριστῷ οὐκ ἀπ’ ἀνθρώπων (οἶμαι) μόνον, ἀλλὰ καὶ τῶν λοιπῶν δυνάμεων. | |
80 | γονεῖς δὲ τοιοῦτοι εἶεν ἂν τίνες ἢ περὶ ὧν εἴρηται πρὸς τὸν Ἀβρα‐ άμ· «σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς | |
πατέρας σου μετ’ εἰρήνης, τραφεὶς ἐν γήρᾳ καλῷ»; εἰ δὲ γίνονταί ποτε | ||
85 | οὗτοι (ἀνάλογον ἐκείνοις τοῖς πατράσιν) ἑτέρων πατέρες, πολλα‐ πλάσιον καὶ τέκνα λήψονται ὁμοίως τῷ Ἀβραάμ. καὶ τοὺς ἀγροὺς δὲ καὶ τὰς | |
90 | οἰκίας πολλαπλασίονας τῶν κατα‐ λειπομένων νόει μοι ἐν τῇ ἀνα‐ παύσει τοῦ θείου παραδείσου καὶ τῇ πόλει τοῦ θεοῦ, περὶ ἧς «δεδοξασμένα ἐλαλήθη», ἧς «ὁ θεὸς ἐν | |
95 | ταῖς βάρεσι γινώσκεται, ὅταν ἀντι‐ λαμβάνηται αὐτῆς», ὥστ’ ἂν εἰπεῖν πρὸς τοὺς τὰς ἐκεῖ οἰκίας κληρονο‐ μοῦντας· «καθάπερ ἠκούσαμεν, οὕ‐ τως εἴδομεν ἐν πόλει κυρίου τῶν | |
15.25(100) | δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν», περὶ ἧς λέγεται· «καταδιέλεσθε τὰς βάρεις αὐτῆς». ἐπὶ τοιούτοις δὴ κληρονομεῖν τὴν αἰώνιον ζωὴν μα‐ κάριον, | |
105 | τοσούτους ἔχοντας κληρονομ〈ίαν ἀγρ〉οὺς καὶ τοσαῦτα δένδρα ὑπὸ θεοῦ γεωργούμενα καὶ οἰκίας ἐκ λίθων ζώντων, ἐν αἷς ἀναπαύσεται πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς | |
110 | ἢ ἀδελφὰς καὶ τὰ λοιπά. | |
15.26 | Μετὰ τοῦτό ἐστι τὸ πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι. καὶ τοῦτο δὲ ἔχει μέν τινα καὶ κατὰ | |
5 | τὸν ἁπλούστερον νοῦν προτρέψα‐ σθαι δυνάμενα τοὺς ἄρτι προσερ‐ χομένους τῷ θείῳ λόγῳ ἐπὶ τὸ σπεύδειν διὰ τῶν προστεταγμένων ἀναβῆναι παρὰ πολλοὺς τῶν νο‐ | |
10 | μιζομένων ἐγγεγηρακέναι τῇ πίστει ἐπὶ τὸν ὑπὲρ αὐτοὺς βίον καὶ λόγον, ὡς οὐκ ἐμποδίζοντος οὔτε χρόνου τοῖς ὕστερον πιστεύουσιν οὔτε γονέ‐ ων μοχθηρῶν | |
15 | τοῖς αὑτοὺς ἀνεγκλήτως ἀγωνιζο‐ μένους παραστήσασιν. ἀγὼν δέ ἐστι καὶ καθελεῖν οἴημα διὰ τὸ ἐκ πατέρων 〈Χριστιανῶν〉 ἀνα‐ τετράφθαι ἐν Χριστιανισμῷ μέγα | |
20 | φρονούντων, καὶ μάλιστα ἐπὰν τύχῃ πατράσιν ἐπαυχεῖν καὶ προγόνοις προ‐ εδρίας ἠξιωμένοις ἐν τῇ ἐκκλησίᾳ, ἐπι‐ σκοπικοῦ θρόνου ἢ πρεσβυτερίου τι‐ μῆς ἢ διακονίας εἰς τὸν λαὸν τοῦ θεοῦ· | |
25 | ἀμφότεροι γὰρ διδαχθέντες τὸ πολ‐ λοὶ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι ὑπομνη‐ σθήσονται μήτε ἐπὶ τῷ νομίζειν εἶναι πρῶτοι μέγα φρονεῖν μήτε | |
30 | συστέλλεσθαι καὶ ταπεινοῦσθαι, ὡς ἔλαττόν 〈τι〉 ἔχοντες τῶν προτέρων διὰ τὸ ἔσχατοι ἐκείνων τὰ τοῦ Χριστιανισμοῦ παρειληφέναι δόγ‐ | |
ματα. | ||
35 | Ἔχει δ’ οἶμαι τὸ ῥητὸν 〈καὶ ἕτερον〉 λόγον ἀθρόως ἡμᾶς ἐπιστῆσαι δυνάμενον τοῖς πολλοῖς πρὸ ἡμῶν πρώτοις χρηματίσασιν ἀπὸ τοῦ | |
40 | Ἰσραὴλ γενομένοις διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν καὶ προδοσίαν ἐσχάτοις, καὶ ἡμῖν τοῖς ἐσχάτοις τὰ πρωτεῖα δυναμένοις λαβεῖν, ἐὰν ἐπιμένωμεν τῇ πίστει «μὴ ὑψηλο‐ | |
45 | φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συν‐ απαγόμενοι». τί δέ; ἐὰν κοινωνή‐ σαντες τῇ ῥίζῃ τῶν πατριαρχῶν καὶ τῇ ἀπὸ τοῦ λόγου τῶν πατέρων πιότητι συμφυεῖς γενώμεθα τῷ βου‐ | |
15.26(50) | λήματι τοῦ πνευματικοῦ νόμου καὶ τῶν ἀνάλογον αὐτῷ νοουμένων προ‐ φητῶν, ἡμεῖς οἱ ἔσχατοι ἐσόμεθα πρῶτοι, κἀκεῖνοι οἱ πρῶτοι, διὰ τὴν ἀπι‐ | |
55 | στίαν ἐκκοπέντες ἀπὸ τῆς καλλιε‐ λαίου γεγόνασιν ἔσχατοι· καὶ γὰρ διὰ τὴν Χριστοῦ ἐπιδημίαν «εἰς κρίμα» τῷ κόσμῳ ἐπιδημή‐ | |
60 | σαντος, ἵνα (τὰ ἔθνη) «οἱ μὴ βλέ‐ ποντες βλέψωσι καὶ οἱ βλέποντες (Ἰσραὴλ) τυφλοὶ γένωνται» διὰ τὴν ἀπιστίαν, «ὁ» μὲν «προσήλυτος» ἡμεῖς λαὸς | |
65 | γεγόναμεν «ἄνω ἄνω» καὶ πρῶτοι, ὁ δὲ πρὸ ἡμῶν Ἰσραὴλ ὁ πρῶτος γέγονεν ἔσχατος καὶ «κάτω κάτω». οὕτω δὲ δύναται νοεῖσθαι καὶ τὸ «εἴ τις θέλει πρῶτος | |
70 | εἶναι, ἔσται πάντων ἔσχατος», ὡς εἰ ἔλεγεν· ἐπεὶ νῦν τὰ πρωτεῖα λαμβάνουσιν οἱ ἀπὸ τῶν ἐθνῶν εἰς ἐμὲ πιστεύοντες ἔσχατοι νομιζόμενοι ἐν τῷ Ἰσραήλ, ἔσχατοι δὲ κρίνονται | |
75 | παρὰ τῷ θεῷ ὅλος ὁ λαὸς τῶν ἀπιστησάντων ἐν Ἰσραήλ, κἂν νομίζωνται «διὰ τὸν χρόνον» εἶναι πρῶτοι. εἴ τις 〈οὖν〉 βούλεται τὸ ἀληθινὸν πρῶτον ἀναλαβεῖν, γενέσθω | |
80 | ἐν τοῖς ὑπὸ τοῦ νῦν Ἰσραὴλ ἐσχάτοις εἶναι νενομισμένοις· ὃς ἂν γὰρ θέλῃ ἐν τοῖς οἰομένοις εἶναι πρώτοις, τῶν μὲν πρωτείων ἐπὶ τὰ ἔθνη μεταβε‐ βηκότων | |
85 | ἀποπεσεῖται, ἐν δὲ ἐσχάτοις ἀριθμηθήσεται· καὶ γὰρ οἱ μὲν ἀπὸ τῶν ἐθνῶν κεφαλὴ διὰ τὴν πίστιν γίνονται, ὁ δὲ ἄπιστος Ἰσραὴλ διὰ τὴν ἀπιστίαν | |
90 | οὐρά. κατὰ τοῦτον τὸν λόγον πολλοὶ μὲν (οὐ πάντες δὲ) ἔσονται ἐκ πρώ‐ των ἔσχατοι καὶ πάλιν πολλοὶ μὲν τῶν ἐσχάτων ἔσονται πρῶτοι. | |
95 | οὐ μὴν εἴ τις ἔσχατος προσελήλυθε, | |
τοῖς ἀπὸ τῶν ἐθνῶν πιστεύουσι συναριθμεῖσθαι δοκῶν, οὗτος ἐν πρώτοις λογισθήσεται. εἰσὶ γὰρ καὶ πρῶτοι 〈γενόμενοι καὶ | ||
15.26(100) | οὐδὲν ἧττον διαμένοντεσ〉 πρῶτοι, ὡς οἱ τοῦ Χριστοῦ ἀπόστο‐ λοι, Ἰσραηλῖται τυγχάνοντες καὶ ἐκ σπέρματος Ἀβραάμ. καὶ εἰσὶν ἔσχατοι | |
105 | 〈οὐδὲν ἧττον διαμένοντεσ〉 ἔσχατοι, οἱ πολλῷ ὑποδεέστερον βιοῦντες τῶν ἀπὸ τῆς ἐκκλησίας χρηματιζόντων ***. | |
15.27 | Μετὰ ταῦτα ἐπίστησον εἰ δύ‐ νασαι τὸ τῶν ἀγγέλων γένος πρῶ‐ τον ὡς τιμι〈ώτερ〉ον λέγειν εἶναι τοῦ τῶν ἀνθρώπων γένο〈υς νομι‐ | |
5 | ζο〉μένων ἐσχάτων. καὶ γὰρ ὡς ἐν τῷ Ἰὼβ γέγραπται· «ὅτε ἐγεννήθησαν ἄστρα, ᾔνεσαν τὸν θεὸν πάντες οἱ ἄγγελοι αὐτοῦ», ὡς πρεσβύτεροι καὶ τιμιώτεροι οὐ | |
10 | μόνον τοῦ ἀνθρώπου, ἀλλὰ καὶ πάσης τῆς μετ’ αὐτοὺς κοσμοποιίας. 〈καὶ οὕτως ἄν τισ〉 τολμήσαι ἀποφήνασθαι ὅτι πολλοὶ μὲν ἀγγέλων οἳ πρῶτοι ἦσαν ἀν‐ | |
15 | θρώπων γίνονταί τινων ἀνθρώπων | |
ἔσχατοι, πολλοὶ δὲ καὶ τῶν ἀν‐ θρώπων οἳ ἔσχατοι τῇ φύσει τυγ‐ χάνουσι τῶν ἀγγέλων γίνονται διὰ τὸν βίον καὶ τὸν τοῦ θεοῦ λόγον τι‐ | ||
20 | νῶν ἀγγέλων (ἐν πρώτοις μὲν τε‐ ταγμένων, γενομένων δὲ ἔκ τινων αἰτιῶν ἐσχάτων) πρῶτοι. παραλαβὼν δὲ εἰς τοῦτο ἀπό τε τῆς 〈Πέτρου〉 πρώτης ἐπιστολῆς | |
25 | καὶ τῆς Παύλου πρὸς Κορινθίους προ‐ τέρας ῥητὰ προσαχθήσῃ ὡς ὑγιῶς εἰρημένῳ τῷ λόγῳ. λέγει γὰρ ὁ μὲν Πέτρος· «εἰς ὃν ἄρτι μὴ ὁρῶντες (δηλονότι Ἰησοῦν Χριστὸν) πιστεύ‐ | |
30 | οντες δὲ ἀγαλλιᾶτε» καὶ τὰ ἑξῆς ἕως τοῦ «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρα‐ κύψαι»· ὁ δὲ Παῦλος· «ἢ οὐκ οἴδατε ὅτι ἀγ‐ γέλους κρινοῦμεν, μήτι γε βιωτικά»; | |
35 | ὅρα οὖν εἰ μὴ οὗτοι μέν, ὅσον ἐτή‐ ρουν «τὴν ἑαυτῶν ἀρχὴν» καὶ οὐκ ἀπέλιπον «τὸ ἴδιον οἰκητήριον», πολ‐ λῷ ἀνθρώπων διέφερον καὶ ἦσαν αὐτῶν πρῶτοι, ὧν ἀνθρώπων | |
40 | «ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ» γενομέ‐ νων ἐν τῷ τῆς ταπεινώσεως σώματι καὶ μόγις ποτὲ λεγόντων τὸ «ταλαί‐ πωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τού‐ | |
45 | του»; οἱ δὲ ἄνθρωποι, ὅσον εἰς σύγ‐ κρισιν ἀγγέλων ἔσχατοι τυγχάνον‐ τες, γίνονται ἀγγέλων πρῶτοι τῶν μὴ τηρησάντων «τὴν ἑαυτῶν ἀρχήν», ἀλλὰ ἀπολιπόντων «τὸ ἴδιον οἰκητή‐ | |
15.27(50) | ριον», λαμβάνοντες τὴν ἀρχὴν κατὰ τὸ «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων» ἢ «ἴσθι ἐξουσίαν ἔχων ἐπά‐ νω πέντε πόλεων». γενόμενοι δὲ ἐν οἰκητηρίῳ ἀγγέλων τινὲς ἀπολελοί‐ | |
55 | πασιν 〈αὐτό, γίνονται δὲ πρῶτοι ἄνθρωποι,〉 ἐπὰν ποιήσωσι κηρυχ‐ θείσης αὐτοῖς τῆς τῶν οὐρανῶν βασιλείας τὰ ἀνάγοντα αὐτοὺς ἐπ’ αὐτήν· | |
60 | καὶ γὰρ οἱ μὲν ἐν γῇ τῶν οὐρανίων ἔσχατοι, οἱ δὲ ἐν οὐρανῷ τῶν ἐν γῇ πρῶτοι. καὶ γίνονται πολλοὶ μὲν τῶν οὐρανίων καὶ πρώτων ἔσχατοι, «εἰς κρίσιν μεγάλης ἡμέ‐ | |
65 | ρας δεσμοῖς ἀϊδίοις ἐν ζόφῳ» τηρού‐ μενοι· πολλοὶ δὲ τῶν ἐσχάτων καὶ ἐπὶ γῆς | |
γένεσιν ἀνειληφότων ἀναβαίνοντες, ὥστε τεθαρρηκότως | ||
70 | λέγειν· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», 〈πρῶτοι γίνονται〉. καὶ αὐτός γε ὁ ὡς ἀστραπὴ «ἐκ τοῦ οὐρανοῦ» πεσὼν πρῶτος ἦν, ἡνίκα | |
75 | περιεπάτει «ἐν πάσαις ταῖς ὁδοῖς αὐ‐ τοῦ» ἄμωμος, ἕως εὑρέθη ἀνομία ἐν αὐτῷ καὶ γέγονεν ἔσχατος εἰς ᾅδου καταβάς, ὡς τοὺς ἰδόντας αὐτὸν θαυμάζειν ἐπ’ αὐτῷ καὶ λέγειν· | |
80 | «καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου». οὕτω δὲ καὶ ἔσχατος ἦν πᾶς καὶ ἀνόητος καὶ ἀπειθής, δουλεύων | |
85 | «ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ» διάγων, στυ‐ γητὸς καὶ μισῶν, ἀλλὰ γέγονε πρῶ‐ τος, «ὅτε ἡ χρηστότης καὶ ἡ φιλαν‐ θρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν | |
90 | θεοῦ» «διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου», καὶ ἐδέξατο τὸν εἰπόντα· «ὁ δεχόμε‐ νος ἐμὲ δέχεται τὸν ἀποστείλαντά με». | |
95 | Ἀλλὰ κατὰ μὲν ταῦτα πρώτους ἀποδεδώκαμεν τοὺς σωθησομένους, ἐσχάτους δὲ τοὺς μὴ ἀξίους τῆς τοι‐ αύτης τῶν σωθησομένων τάξεως ἀλλὰ κολάσεως καὶ τοῦ ἐγκαταλει‐ | |
15.27(100) | φθῆναι, ἤτοι ἕως «τὸ πλήρωμα τῶν | |
ἐθνῶν εἰσέλθῃ» ἢ ἕως ἐκπληρώσωσι τὰ περὶ τῶν ἰδίων ἁμαρτημάτων. ἡ μέντοι ἐπιφερομένη τῷ πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι | ||
105 | καὶ ἔσχατοι πρῶτοι παραβολὴ σῴζεσθαι μὲν ἐπαγγέλλεται καὶ τοὺς 〈ἐσχάτουσ〉 τῆς παραβολῆς, πρώ‐ τους μὲν ἐργασαμένους, ἐσχάτους δὲ λαμβάνοντας τὸν μισθὸν καὶ διὰ | |
110 | τοῦτο πρώτους ὄντας καὶ εἰς ἐσχά‐ τους λελογισμένους. διαφέρειν δὲ αὐτῶν λέγει τοὺς ἐσχάτους μὲν ἐπὶ τὰ ἔργα κεκλημένους, ἀπολαβόντας δὲ τὸν μισθὸν οὐ μόνον πρώτους | |
115 | ἀλλὰ καὶ ἴσον τοῖς γογγύσασι κατὰ τοῦ οἰκοδεσπότου καὶ εἰρηκόσιν· «οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποί‐ ησαν, καὶ ἴσους αὐτοὺς ἐποίησας ἡμῖν τοῖς βαστάσασι τὸ βάρος τῆς | |
120 | ἡμέρας καὶ τὸν καύσωνα». καὶ πρῶ‐ τοί γε οἱ ἔσχατοι κληθέντες ἐπὶ τὸ ἔργον λέγονται παρὰ τὸ πρώτους αὐτοὺς εἰληφέναι τὸν μισθόν. θεῷ δὲ εὐξάμενοι καὶ ἐπικαλεσά‐ | |
125 | μενοι «τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ 〈Χριστοῦ〉» ἐκθώμεθα τὴν παραβολὴν καὶ ἴδωμεν, τίνα ἡμῖν ἐξετάσαι καὶ εἰπεῖν εἰς αὐτὴν ἢ καὶ ὑπαγορεῦσαι δοθήσεται· ἔχει δὲ οὕτω. | |
15.28(1n) | Ὁμοία ἐστὶν ἡ βασιλεία | |
2n | τῶν οὐρανῶν ἀνθρώπῳ οἰκο‐ | |
3n | δεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα | |
4n | πρωῒ μισθώσασθαι ἐργάτας | |
5n | καὶ τὰ ἑξῆς ἕως τοῦ | |
6n | πολλοὶ γάρ εἰσι κλητοὶ ὀλίγοι | |
7n | δὲ ἐκλεκτοί. (20, 1—16) | |
8 | Δύναται μὲν οὖν ἡ πᾶσα παρα‐ βολὴ διὰ τοῦτο παρειλῆφθαι, εἰς τὸ | |
10 | μαθεῖν ἡμᾶς πῶς οἱ ἔσχατοι ἐλ‐ θόντες εἰς τὸ ἔργον ὡσεὶ πρῶτοι κληθέντες τὸν μισθὸν ἔλαβον πρῶ‐ τοι, καὶ τίνα τρόπον οἱ πρῶτοι κληθέντες ἐν ἐσχάτῃ χώρᾳ παρὰ τῷ | |
15 | οἰκοδεσπότῃ ἐτάχθησαν, διὸ καὶ τελευταῖοι τὸν μισθὸν ἀπειλήφασι. χρὴ δὲ εἰδέναι ὅτι, ὡς Ἰησοῦ παρα‐ βολὴ («ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεώς εἰσιν ἀπόκρυφοι») ἐξε‐ | |
20 | ταζομένη, τοσαῦτα δόγματα τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης σοφίας εὑρεθήσεται τοῖς τὰ τοιαῦτα εὑρί‐ σκειν δυναμένοις αἰνισσομένη, ὥστε εὐλόγως ἂν ἐπὶ ταύτῃ μάλιστα εἰ‐ | |
25 | πεῖν τῇ παραβολῇ τὸν σωτῆρα τὸ «ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς» καὶ «ἐρεύξομαι κεκρυμμένα ἀπὸ κα‐ | |
ταβολῆς». ἀναγκαῖον γὰρ ἰδεῖν τὸν | ||
30 | μέλλοντα νοῆσαι τὴν παραβολὴν τὴν ἐν αὐτῇ δηλουμένην ἡμέραν καὶ τὰς ἐν αὐτῇ ὥρας, καὶ ὅτι οὐ κατὰ ἀπο‐ κλήρωσιν ὁ οἰκοδεσπότης πέντε τάγμασιν ἐργατῶν παραδίδωσι τὰ | |
35 | ἔργα τοῦ ἀμπελῶνος. ἐξετάσει δὲ ὁ δυνάμενος τὴν αἰτίαν τοῦ πρωῒ μι‐ σθώσασθαί τινας ἐργάτας εἰς τὸν ἀμπελῶνα, καὶ μετὰ τοῦτο οὐ περὶ δευτέραν μὲν περὶ τρίτην δὲ | |
40 | ὥραν ἄλλους, καὶ ἑξῆς ταύτῃ οὐ περὶ τετάρτην ἢ πέμπτην ἀλλὰ περὶ ἕκτην, εἶτα μετὰ τοῦτο 〈οὐ περὶ ἑβδόμην ἢ ὀγδόην, ἀλλὰ περὶ ἐννά‐ την, εἶτα ἐπὶ τέλει οὐ περὶ δε‐ | |
45 | κάτην, ἀλλὰ〉 περὶ τὴν ἑνδεκάτην. ὀφείλει γάρ τις λόγος εἶναι ἄξιος Ἰησοῦ 〈τοῦ〉 εἰς τὸν μετὰ τὸν ἑωθινὸν καιρὸν τρία ἴσα διαστήματα τρίτης καὶ ἕκ‐ | |
15.28(50) | της καὶ ἐννάτης ὥρας, καὶ μετ’ αὐ‐ τὸν ἔλαττον διάστημα τῶν περὶ τὴν ἑνδεκάτην ἑστώτων, ὁπόσον ἦν διά‐ στημα ἀπὸ τοῦ ἅμα πρωῒ ἐπὶ τὴν τρίτην. οὐ παρέργως δὲ προσεκτέον | |
55 | καὶ τῷ συμπεφωνηκέναι μὲν τὸν οἰκοδεσπότην τοῖς ἅμα τῇ ἕῳ παραληφθεῖσι τὸ ἀνὰ δηνάριον, οὓς ἀπέστειλεν εἰς τὸν ἀμ‐ | |
60 | πελῶνα αὐτοῦ, τοῖς δὲ περὶ τὴν τρίτην κλη‐ θεῖσιν οὐ τεταγμένως τὸν μισθὸν ὠνομακέναι, ἀλλὰ τὸ ὃ ἂν ᾖ δί‐ καιον δώσω ὑμῖν. προσεκτέον | |
65 | δὲ ὅτι ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν κληθεῖσι, καὶ ὅτι τοῖς περὶ τὴν ἑνδεκάτην εἶπεν ἀπολογησαμένοις περὶ τῆς δι’ ὅλης ἡμέρας ἀργίας τὸ | |
70 | ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμ‐ πελῶνα, ἀλλὰ καὶ 〈ὅτι〉 ὡς ἔξω τοῦ ἀμπελῶνος γενόμενος καὶ εὑρὼν ἐκεῖ τοὺς ἐργάτας, τοὺς μὲν πρώτους ἀποστέλλει εἰς | |
75 | τὸν ἀμπελῶνα, τοῖς δὲ δευτέροις φησίν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ὁμοίως δὲ τὴν αὐτὴν λέξιν καὶ τοῖς 〈περὶ〉 τὴν ἑνδεκάτην κεκλημένοις· ὑπάγετε | |
80 | καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. ὁ δὲ δυνάμενος κατανοησάτω τίς ἡ ἀγορά, ἐν ᾗ ἑστῶτας τοὺς ἀργοὺς εὗρε τοὺς δευτέρους ἐξελθὼν ὁ οἰκοδεσπότης. | |
85 | οὕτω δὲ καὶ ἐξετασθήτω τίνες οἱ | |
εὑρεθέντες ἑστῶτες περὶ τὴν ἑν‐ δεκάτην, οἷς λέγει ὁ οἰκοδεσπότης τὸ τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐπιστησάτω 〈δέ〉 | ||
90 | τις καὶ τῇ ἀπολογίᾳ τῶν ὅλην τὴν ἡμέραν ἑστώτων ἀργῶν καὶ τὸν πόνον τοῦ ἑστηκέναι 〈τῶν τὸ ἀργοὶ ἑστηκέναι〉 δι’ ὅλης ἡμέρας ὑπο‐ μεινάντων, μετὰ παρρησίας εἰπόν‐ | |
95 | των ὅτι πρόθυμοι μὲν ἦσαν τοῦ ἐρ‐ γάσασθαι, οὐδεὶς δὲ αὐτοὺς ἐμι‐ σθώσατο, ὡς πολλῶν ὄντων τῶν μισθωσαμένων μὲν ἂν οὐ μισθω‐ σαμένων δέ. | |
15.29 | Μὴ παρέργως δὲ ἐπιστη‐ σάτω τις καὶ τῷ ὀψίας 〈γενομέ‐ νησ〉 λέγειν τὸν τοῦ ἀμπελῶνος κύριον τῷ ἐπιτρόπῳ αὐτοῦ· | |
5 | κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθόν, ἀρξά‐ μενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. τί δὲ κεκίνηκε τὸν κύριον τοῦ ἀμπελῶνος, ὥστε κε‐ | |
10 | λεῦσαι τῷ ἐπιτρόπῳ καλέσαι τοὺς ἐργάτας καὶ ἀποδοῦναι τὸν μι‐ σθὸν ἀρξάμενον ἀπὸ τῶν ἐσχά‐ των, καὶ οὕτως ἀναβαίνειν ἕως τῶν πρώτων, ἵνα πρῶτοι μὲν | |
15 | ἀπολάβωσιν οἱ τὴν ἑνδεκάτην, | |
δεύτεροι δὲ οἱ τὴν ἐννάτην καὶ τρίτοι οἱ τὴν ἕκτην καὶ μετὰ τού‐ τους 〈τέταρτοι〉 οἱ τὴν τρίτην, καὶ τελευταῖοι οἱ πρωΐ; τοῦτο γὰρ σαφῶς | ||
20 | δηλοῦται ἀπὸ τοῦ ἀπόδος τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. τίς δὲ παρὰ τὸν κύριον τοῦ ἀμ‐ πελῶνος ὁ τοῦ κυρίου ἐπίτροπος, | |
25 | διδοὺς τὸν μισθὸν κατὰ τὸ τοῦ κυρίου πρόσταγμα; ἀλλὰ καὶ εἴπερ οἱ ἐν τῇ ἐννάτῃ κληθέντες ὥρᾳ οὐκ ἐβάστασαν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, δη‐ | |
30 | λονότι οὐχ οὗτοι ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς | |
35 | βαστάσασι τὸ βάρος τῆς ἡμέ‐ ρας καὶ τὸν καύσωνα. ἀλλ’ οὐδὲ οἱ τῇ ἕκτῃ κληθέντες τὸ βάρος ἐβάστασαν τῆς ἡμέρας, ἀλλ’ εἰ ἄρα τοῦ ἡμίσους τῆς ἡμέ‐ | |
40 | ρας. καὶ οἱ τῇ τρίτῃ δὲ κληθέντες οὐ τῆς ὅλης ἐβάστασαν ἡμέρας τὸ βάρος, ἀλλ’ (εἰ δεῖ ἀκριβῶς ὀνο‐ μάσαι) τοῦ ἡμίσους καὶ τοῦ τετάρ‐ του τῆς ἡμέρας. | |
45 | μόνοι δὲ οἱ ἀπὸ τῆς ἕω μεμισθωμένοι τὸ βάρος ἐβάστασαν τῆς ἡμέρας καὶ τὸν καύσωνα ὅλον μὲν [οἱ ἀπὸ τῆς ἕω μεμισθωμένοι], οἱ δὲ λοιποὶ παρὰ τοὺς τελευταίους | |
15.29(50) | ἀνάλογον τῷ καιρῷ ᾧ ἐν τῷ ἀμ‐ πελῶνι πεποιήκασιν 〈ἐβάστασαν〉. | |
15.30 | Ἐπεὶ δὲ διάφοροί εἰσι παραβολαὶ ὀνομάζουσαι ἀμπελῶνα, ζητηθείη ἂν πότερον κατὰ διαφό‐ ρων πραγμάτων καθ’ ἕκαστον ὁ | |
5 | ἀμπελὼν παραλαμβάνεται ἢ κατὰ τοῦ αὐτοῦ πράγματος. ἐγὼ νομίζω δεῖν ἐξετάσαι 〈καὶ〉 διὰ τί οὐ πρὸς πάντας τοὺς ἐλθόντας πρώτους καὶ νομί‐ ζοντας ὅτι πλέον λήψονται καὶ | |
10 | γογγύσαντας κατὰ τοῦ οἰκο‐ δεσπότου ἀπεκρίνατο ὁ οἰκοδε‐ σπότης, ἀλλ’ ἑνὶ μόνῳ εἶπεν αὐτῶν τὸ ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς | |
15 | μοι; καί· θέλω τούτῳ τῷ ἐσχά‐ τῳ δοῦναι ὡς καὶ σοί. ὅτι μὲν οὖν ταῦτα καὶ τὰ τούτοις παρα‐ πλήσια ἐπιδέχεται ἡ ἐκκειμένη πα‐ ραβολὴ ἃ ζητήσαι τις ἂν εἰς αὐτήν, | |
20 | διαβεβαιωσαίμην ἄν· ὅτι δὲ οὐκ ἔστιν κατ’ ἀξίαν εἰπεῖν εἰς τὴν παραβολὴν ἄλλον ἢ τὸν φήσαντα ἂν μετὰ τοῦ ἀληθεύειν τὸ «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», | |
25 | καὶ τοῦτο θαρρῶν ἀποφανοῦμαι. «τίς» οὖν ἄρα «ἔγνω» τὸν ἐν τῇ παραβολῇ ταύτῃ «νοῦν Χριστοῦ» ἢ ὁ ἐμπαρασχὼν ἑαυτὸν τῷ παρα‐ | |
κλήτῳ, περὶ οὗ φησιν ὁ σωτὴρ ὅτι | ||
30 | «ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον ὑμῖν»; μὴ διδάσκοντος γὰρ τοῦ παρακλήτου πάντα ἃ εἶπεν ὁ Ἰη‐ σοῦς καὶ ταύτην τὴν παραβολήν, | |
35 | οὐκ ἂν λέγοιτό τι ἄξιον Ἰησοῦ εἰς αὐτήν. καὶ εἰ τοιαῦτά γε ἐζήτουν κατὰ τὴν Ἰησοῦ φωνὴν ἀπὸ τοῦ παρακλήτου πάντες οἱ τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀναγινώσκοντες, | |
40 | οὐκ ἂν προσέσχον τινὲς ὡς παρα‐ κλήτῳ «πνεύμασι πλάνης καὶ διδα‐ σκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν», ὥστε τὰ τῆς | |
45 | πλάνης πνεύματα καὶ τὰ δαιμόνια ἀναγορεῦσαι τῷ μεγάλῳ τοῦ πα‐ ρακλήτου ὀνόματι, ὅπερ ὁ σωτὴρ τοῖς ἀποστόλοις καὶ εἴ τις τοῖς ἀποστόλοις παραπλήσιός ἐστιν ἐπηγ‐ | |
15.30(50) | γείλατο. καὶ πείθομαί γε ὅτι ὁ Ματθαῖος ᾔδει μὲν τὰ κατὰ τὴν παραβολὴν ταύτην μυστήρια, ὡς καὶ τὰ κατὰ τὴν τοῦ σπόρου καὶ τῶν ἐπεσπαρμένων τῷ σίτῳ ζιζα‐ | |
55 | νίων, οὐκ ἔκρινε δὲ εὔλογον εἶναι ὁμοίως ταῖς περὶ ἐκείνων διηγή‐ σεσι καὶ τὴν περὶ ταύτης ἀναγράψαι, μὴ πιστεύσας γράμμασι κἂν τὴν ἐπὶ ποσὸν τῆς παραβολῆς ταύτης | |
60 | σαφήνειαν, ὥσπερ ἐκείνων ἐξ ὅλων τὴν διήγησιν ἀνέγραψεν. εἰ δὲ εὐλό‐ | |
γως ὁ Ματθαῖος τὴν περὶ τῆς παραβολῆς διήγησιν ἀπεσιώπησε, δηλονότι κἂν ἐκ μέρους τις αὐτὴν | ||
65 | νοῆσαι δυνηθῇ, τάχα μὲν εὐλόγως ἂν αἰνίξαιτό 〈τι〉 τῆς φαινομένης αὐ‐ τῷ διηγήσεως, οὐ μὴν πάντα τὰ ἀπο‐ καλυπτόμενα αὐτῷ σαφηνίζων καὶ γραφῇ πιστεύων ἔξω κινδύνου | |
70 | τοῦ περὶ τῆς ἐκθέσεως τῶν μυστη‐ ρίων ἔσται. | |
15.31 | Φέρε οὖν ἡμεῖς, οἱ σφόδρα ἀπολειπόμενοι τοῦ κατὰ τὴν παρα‐ βολὴν βάθους τῶν πραγμάτων καὶ σφόδρα | |
5 | ὀλίγα εἰς αὐτὴν φανταζόμενοι, πῆ μὲν μετ’ εὐχῆς τινα ἐκ μέρους ἀποδῶμεν, τινὰ δὲ ἐπ’ ὀλίγον καὶ τῶν φαινομένων δείξαντες οὕτω παρέλθωμεν μετὰ τὸ εἰπεῖν καθη‐ | |
10 | κόντως εἰς τὴν παραβολὴν καὶ ἐπὶ τὰ ἑξῆς αὐτῆς. 〈καὶ〉 πρῶτον τοίνυν ἴδωμεν τὰ περὶ τῆς ἐν τῇ ζητουμένῃ παρα‐ βολῇ ἡμέρας. καὶ ὅρα εἰ δυνά‐ | |
15 | μεθα τὸν ὅλον ἐνεστῶτα αἰῶνα ἡμέραν τινὰ εἰπεῖν, μεγάλην μὲν ὡς πρὸς ἡμᾶς, μικρὰν δέ τινα καὶ ὀλιγοχρόνιον ὡς πρὸς τὴν τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου | |
20 | πνεύματος ζωήν. τάχα γὰρ καί | |
τινων τῶν μακαρίων δυνάμεων καὶ ἐπαναβεβηκυιῶν, συγκρίσει τῶν πολ‐ λῶν γένους τῶν ὑποκάτω τῆς ἀρχικῆς | ||
25 | τριάδος. 〈τοῦτον γὰρ τὸν〉 λόγον ἔχει ὅλος ὁ ἐνεστὼς αἰὼν ὡς πρὸς τὴν ζωὴν αὐτῶν, ὃν λόγον ἔχει ἡ παρ’ ἀνθρώποις ἡμέρα πρὸς ὅλον τὸν δυνατὸν ἀνθρώπῳ ζῆν χρόνον. | |
30 | εἰ δὲ τοιοῦτόν τι μυστήριον ἐν Δευτερονομίῳ δηλοῦται κατὰ τὴν ᾠδὴν ἐν ᾗ γέγραπται· «μνήσθητε ἡμέρας αἰῶνος» ἢ μή, ζητήσει ὁ δυνάμενος. εἶτα, εἰ τοιαῦται αἱ | |
35 | ἡμέραι αἰῶνός εἰσιν, ἀκόλουθον ἂν εἴη τὴν παραπλήσιον ἐκδοχὴν ἐν‐ νοεῖν εἰς τὸ «ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα· νυκτὸς μετὰ τῆς καρ‐ δίας μου ἠδολέσχουν, καὶ ἔσκαλλεν | |
40 | τὸ πνεῦμά μου. καὶ εἶπα· μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος;» καὶ τάχα (ἵνα τολμηρότερον εἴπω) εἰς μὲν «τοὺς αἰῶνας» οὐκ «ἀπώσεται κύριος» (πολὺ γὰρ καὶ εἰς ἕνα αἰῶνα | |
45 | ἀπώσασθαι κύριον), ἀπώσεται δὲ τάχα καὶ εἰς δεύτερον αἰῶνα, ὅτε οὐκ | |
ἀφίεται ἡ τοιάδε ἁμαρτία «οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι». Τίς οὖν ἄρα ἱκανὸς τὰς ἓξ | ||
15.31(50) | ἡμέρας καὶ τὴν τῆς ἀναπαύσεως ἑβδόμην ἐπὶ τοιαύτας ἀναγαγεῖν ἡμέρας καὶ μετὰ τὰ σάββατα τὰς νουμηνίας καὶ τὰς ἐν τῷ πρώτῳ μηνὶ ἑορτὰς καὶ 〈τὸ ἐν〉 τῇ τεσσα‐ | |
55 | ρεσκαιδεκάτῃ τοῦ μηνὸς ἡμέρᾳ πά‐ σχα καὶ ταῖς ἑξῆς τῶν ἀζύμων; οὕτω δὲ ἀνάλογον εἰς ἄβυσσόν τις ἐμπεσεῖται νοημάτων καὶ τὰς λοιπὰς ἑορτὰς ἐν τοιαύταις φανταζόμενος | |
60 | ἡμέραις καὶ ὅλον τὸν ἑβδομαδικὸν ἐνιαυτόν, ἐν ᾧ πτωχοῖς καὶ προση‐ λύτοις καὶ τοῖς θηρίοις τῆς γῆς χαρίζεται ὁ θεὸς τοὺς ἐκ προτέρας γεωργίας ἀνατέλλοντας καρποὺς ἐν | |
65 | καιρῷ μὴ γεωργουμένης 〈τῆς γῆσ〉. τίς δὲ δύναται ἀναβῆναι ἐπὶ τὸν ἀριθμὸν τῶν τῆς ἀβύσσου ἐν τῇ πεντηκονταετηρίδι ἡμερῶν (ἀβύσσου δὲ λέγω διὰ τὸ βάθος τῶν | |
70 | δογμάτων), ἵνα τις ἀναβῇ καὶ ἴδῃ τὸν πεντηκοστὸν ἐνιαυτὸν καὶ τὰ ἐν αὐτῷ νενομοθετημένα πληρούμενα; ἀλλὰ γὰρ ζητοῦντες τὴν μίαν τῆς ἐκκειμένης παραβολῆς ἡμέραν καὶ | |
75 | νομίσαντες αὐτὴν ὅλον τὸν ἐνεστῶτα αἰῶνα, ἐλάθομεν ἐμβάντες εἰς βάθη θεοῦ, δεόμενοι πνεύματος τοῦ «πάν‐ | |
τα» ἐρευνῶντος, «καὶ τὰ βάθη τοῦ θεοῦ». ἐγὼ δ’ οἶμαι ὅτι, ὥσπερ ἐπ’ | ||
80 | ἐξόδῳ συντελείας τοῦ ἐνιαυτοῦ εἴρη‐ ταί τινα δεῖν γίνεσθαι, οὕτως (οἱονεὶ) 〈καὶ〉 «ἐπὶ» πλειόνων «αἰώνων συν‐ τελείᾳ», εἴτε ἐνιαυτόν τινα συμπλη‐ ρούντων εἴτε ὅ τι δήποτε, «εἰς | |
85 | ἀθέτησιν ἁμαρτίας ἐφανερώθη» ὁ Ἰησοῦς ἡμῶν, ἵνα μετὰ τὴν ὡς 〈ἑνὸσ〉 ἐνιαυτοῦ ἡμερῶν συντέλειαν τῶν αἰώνων πάλιν ἄλλη ἀρχὴ διαδέξηται, καὶ «ἐνδείξηται ὁ θεὸς ἐν τοῖς αἰῶσι | |
90 | τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ» εἰς οὓς αὐτὸς οἶδε δεῖν ἐνδείξασθαι. καὶ ταῦτα μὲν διὰ τὴν ἐν τῇ 〈ἐκκειμένῃ〉 παραβολῇ λελέχθω ἡμέραν, ἅτινα δύ‐ | |
95 | νασαι κατασκευάσαι καὶ ἐκ τῆς Ἰωάν‐ νου ἐπιστολῆς φάσκοντος· «παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν | |
15.31(100) | γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν». ἐσχάτη γὰρ ὥρα μετὰ τὴν ἑν‐ δεκάτην τῆς προκειμένης παραβολῆς, ἐπεὶ περὶ τὴν ἑνδεκάτην | |
105 | ὁ κατὰ τὴν παραβολὴν οἰκοδεσπό‐ της ἄνθρωπος ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην | |
τὴν ἡμέραν ἀργοί; | ||
15.32 | Μετὰ δὲ τοῦτο ζητοῦμεν, πῶς οὐ κατὰ ἀποκλήρωσιν ὁ οἰκο‐ δεσπότης πέντε τάγμασιν ἐργατῶν παραδίδωσι τὰ ἔργα τοῦ ἀμπελῶ‐ | |
5 | νος· πρώτῳ μὲν ὅτε ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα, δευτέρῳ δὲ ὅτε ἐξελθὼν περὶ | |
10 | τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, τρίτῳ δὲ καὶ τετάρτῳ ὅτε πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐν‐ νάτην ὥραν ἐποίησεν ὡσαύτως, | |
15 | πέμπτῳ δὲ τῷ περὶ τὴν ἑνδε‐ κάτην, ἡνίκα ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς· τί ὧδε | |
20 | ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; καὶ ὅρα εἰ δύνασαι πρῶτον μὲν τάγμα εἰπεῖν τὸ κατὰ τὸν Ἀδὰμ ἅμα τῇ κοσμοποιίᾳ· ἐξῆλθε γὰρ | |
25 | ἅμα πρωῒ ὁ οἰκοδεσπότης καὶ (ἵν’ οὕτως ὀνομάσω) τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐμισθώσατο, ἵν’ ἐργά‐ σωνται τὸν ἀμπελῶνα τῆς θεοσε‐ βείας· | |
30 | δεύτερον δὲ τάγμα τὸ κατὰ τὸν | |
Νῶε καὶ τὴν πρὸς αὐτὸν διαθήκην, καὶ τρίτον τὸ κατὰ τὸν Ἀβραὰμ ᾧ συνεξακούεται τὰ κατὰ τοὺς πατέ‐ ρας μέχρι Μωσέως συμπαρειλῆ‐ | ||
35 | φθαι, τέταρτον δὲ τὸ κατὰ τὸν Μωσέα καὶ πᾶσαν τὴν Αἰγύπτου οἰκονομίαν καὶ τὴν ἐν τῇ ἐρήμῳ νομοθεσίαν, τελευταῖον δὲ τάγμα τὸ κατὰ τὴν παρουσίαν ἐστὶ Χριστοῦ Ἰησοῦ | |
40 | τὸ περὶ τὴν ἑνδεκάτην. πλὴν εἷς ἄνθρωπος οἰκοδεσπότης (ὅσον ἐπὶ τῇ προκειμένῃ παρα‐ βολῇ) πεντάκις ἐξελήλυθε καὶ ἐπὶ τὰ τῇδε ἐλήλυθε πράγματα, ἵν’ | |
45 | ἐργάτας ἀνεπαισχύντους, ὀρθοτο‐ μοῦντας «τὸν λόγον τῆς ἀληθείας» ἐξαποστείλῃ ἐπὶ τὸν ἀμπελῶνα, τοὺς ἐργασομένους αὐτοῦ τὰ ἔργα. εἷς γὰρ Χριστὸς (ὁ ἀνθρώποις | |
15.32(50) | συγκαταβὰς πλεονάκις) τὰ τῆς κλή‐ σεως τῶν ἐργατῶν ἀεὶ ᾠκονό‐ μησεν. | |
15.33 | Εἰ δὲ καὶ ἀπὸ τοῦ αἰσθη‐ τοῦ κόσμου καὶ ἀπὸ τῶν ἀπὸ αἰσθήσεως ἀρξαμένων τὰ ἔργα ποι‐ εῖν σύμβολόν τι ἔχουσιν αἱ πέντε τῶν | |
5 | ἐργ〈ατ〉ῶν παραλήψεις, ὁ δυνά‐ μενος ἐπιστησάτω. γεγυμνάσθω δὲ κἂν μὴ βούληταί τις εἰς δόγματα παραδέξασθαι καὶ τὰ λεχθησόμενα. | |
ἐρεῖ γάρ τις ὅτι ἁφὴ μέν ἐστι κατὰ | ||
10 | τὴν πρώτην κλῆσιν—διὸ «εἶπεν ἡ γυνὴ τῷ ὄφει» ὅ〈τι〉 «εἶπεν ὁ θεός· οὐ φάγητε ἀπ’ αὐτοῦ οὐδ’ οὐ μὴ ἅψησθε αὐτοῦ», ὄσφρησις δὲ κατὰ τὴν δευτέραν—ὅθεν ἐπὶ τοῦ Νῶε | |
15 | «καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐω‐ δίας», γεῦσις δὲ κατὰ τὸν Ἀβραάμ —διὸ καὶ ἑστιῶν τοὺς ἀγγέλους παρατίθησιν αὐτοῖς ἐγκρυφίας ἀπὸ σεμιδάλεως καὶ τὸν ἁπαλὸν μόσχον, | |
20 | ἀκοὴ δὲ ἐπὶ Μωσέως—ὅτε ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ γέγονεν ἡ φωνὴ τοῦ θεοῦ, ὅρασις δὲ ἡ πασῶν τῶν αἰσθήσεων τιμιωτέρα κατὰ τὴν Χριστοῦ ἐπιδημίαν—ὅτε ἑωράκασι | |
25 | τὸν Χριστὸν τοῖς μακαρίοις ὀφθαλ‐ μοῖς. λελέχθω δὲ καὶ ταῦτα, εἴτε γυμνασίας χάριν λογικῆς εἴτε βού‐ λεταί τις καὶ δογματικῆς, διὰ τὰς πέντε κλήσεις. | |
15.34 | Οἶμαι δ’ ὅτι καὶ ἔργα τοῦ ἀμπελῶνος ἦν δεόμενα καθ’ ὥραν ἐργατῶν. ἔδει γὰρ ἅμα τῇ ἕῳ ἔργα | |
γίνεσθαι ἐν τῷ ἀμπελῶνι, καὶ εἶδεν | ||
5 | ὁ καλῶν οἰκοδεσπότης τοὺς ἐρ‐ γάτας, τίνες ἦσαν ἐπιτήδειοι πρὸς τὰ ἀπὸ τῆς ἕω ἔργα. ἄλλο δὲ ἔργον περὶ τὴν τρίτην ὥραν ἦν τὸ ἐπὶ τοῦ Νῶε, ὅτε ἔστησεν αὐτῷ ὁ θεὸς | |
10 | διαθήκην. εἶτα αἱ δέκα ἀπὸ τοῦ Νῶε ἐπὶ τὸν Ἀβραὰμ γενεαὶ κατα‐ λήγουσαι ἐπὶ τὸν Ἀβραάμ, ἀρχὴν ἄλλης ὑπερβαλλούσης κλήσεως· καὶ ἦν ἐργάτης τοῦ ἀμπελῶνος τότε | |
15 | ἀρξάμενος ὁ Ἀβραάμ. καὶ μετ’ αὐτὸν Μωσῆς μετὰ τῶν σὺν αὐτῷ παρελήφθη εἰς τὸν ἀμπελῶνα. ἔλειπε δέ τι τελευταῖον ἔργον τῷ ἀμπελῶνι, ὅπερ ἔχρῃζε νεαρᾶς κλή‐ | |
20 | σεως καὶ καινῆς, ἀκμαίως καὶ ἀθρόως ἐν βραχεῖ τὸ λεῖπον ἐν τῷ ἀμπελῶνι ἐργα‐ ζομένης· τοῦτο δὲ ἦν τὸ τῆς καινῆς διαθήκης. ἴσα μὲν οὖν διαστήματα τῶν | |
25 | περὶ τρίτην καὶ ἕκτην καὶ ἐννά‐ την κληθέντων· ἀνάλογον δὲ τῷ ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὴν τρίτην ὥραν τὸ ἀπὸ τῆς ἐννάτης Μωσέως ὥρας ἐπὶ τὴν ἑνδεκάτην τῆς | |
30 | Χριστοῦ Ἰησοῦ ἐν σαρκὶ ἐπιδη‐ μίας 〈διάστημα〉. συμπεφώνηκε δὲ ὁ οἰκοδεσπότης τοῖς ἅμα τῇ ἕῳ παραληφθεῖσι δηνάριον· τοῦτο δ’ (οἶμαι) ἐστὶ τὸ τῆς σωτηρίας νό‐ | |
35 | μισμα, οὐ συνεξεταζομένων αὐτῇ | |
τῶν κατὰ τὴν δόξαν. σωτηρίας γὰρ ὄνομα (οἶμαι) τὸ δηνάριον, δόξης δὲ τὸ ὑπὲρ τὸ δηνάριον, εἴ που ὠνομάσθη νομίσματα τοῦ πεντα‐ | ||
40 | πλασιάσαντος τὴν δεδομένην μνᾶν ἢ δεκαπλασιάσαντος. ὁ δὲ λέγων τοῖς περὶ τὴν τρίτην παραληφθεῖσιν· ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν, προετρέψατο μὲν τοὺς τῆς τρίτης | |
45 | ὥρας ἐργάτας ἐπὶ τὸ πᾶν ὅ τί ποτε δύνανται ἐργάσασθαι· ἑαυτῷ δὲ τετήρηκε τὸ κρῖναι τὸν δίκαιον πρὸς τὸ γενόμενον ἔργον μισθόν. ἐπεὶ δὲ ὡσαύτως ἐποίησε τοῖς | |
15.34(50) | περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν, δηλονότι καὶ αὐτοῖς εἶπεν· ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. καὶ δύνανταί γε 〈ἴσον〉 ἔργον ἐν τῷ ἀμπελῶνι πεποιηκέναι τοῖς ἅμα | |
55 | τῇ ἕῳ ἐργασαμένοις οἱ ἐν ὀλιγωτέρῳ χρόνῳ ἐπιτείνειν βουλόμενοι τὴν εἰς τὸ ἔργον δύναμιν καὶ ἐνέργειαν οὐ προκαμόντες, ὅπερ συμβέβηκε τοῖς ἅμα τῇ ἕῳ | |
60 | κεκλημένοις. | |
ἀλλὰ ζητήσει τις, πῶς οὐ μόνον ἀργοῖς ὑπάρχουσιν ἀλλὰ καὶ ἑστη‐ κόσιν ὅλην τὴν ἡμέραν, τουτέ‐ στι παρὰ πάντα τὸν πρὸ τῆς ἑνδεκά‐ | ||
65 | της ὥρας καιρόν, φησὶν ὁ οἰκοδεσπό‐ της ἐξελθὼν περὶ τὴν ἑνδεκά‐ την ὥραν· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐγὼ δὲ ὑπονοῶ τὸν περὶ ψυχῆς ἀπόρρη‐ | |
70 | τον καὶ ἐν τούτοις κεκρύφθαι λόγον, ὅτε ἤργουν ὅλην τὴν ἡμέραν μέ‐ χρι τῆς ἑνδεκάτης ὥρας, θέλοντες μὲν ἐργάσασθαι, οὐ παραλαμ‐ βανόμενοι δὲ εἰς τὸν ἀμπελῶνα | |
75 | οἱ τεθαρρηκότως ἀπολογούμενοι καὶ λέγοντες· οὐδεὶς ἡμᾶς ἐμισθώ‐ σατο. ἡμεῖς μὲν οὖν ἐτολμήσαμεν τοιαῦτά τινα, καὶ ἐκ πολλῶν μὲν φαντασθέντες γραφῶν καὶ ἐκ τῆς | |
80 | προκειμένης δὲ παραβολῆς, εἰπεῖν εἰς τὸ καταστῆσαι πῶς ὅλην τὴν ἡμέραν ἑστήκασιν ἀργοὶ παρὰ τὸ μηδένα αὐτοὺς μεμισθῶσθαι οἱ περὶ τὴν ἑνδεκάτην ὥραν κεκλη‐ | |
85 | μένοι. | |
15.35 | Οἱ δὲ μὴ ἀρεσκόμενοι τοῖς τοιούτοις δόγμασι λεγέτωσαν ἡμῖν τὴν ὅλην ἡμέραν καὶ τοὺς ἑστῶ‐ τας ὅλην τὴν ἡμέραν ἀργοὺς θέ‐ | |
5 | λοντας 〈μὲν〉 ἐργάσασθαι, μὴ κεκλη‐ μένους 〈δὲ〉 εἰς τὸν ἀμπελῶνα καὶ παρρησιαζομένους ἐν τῷ οὐδεὶς ἡμᾶς ἐμισθώσατο. εἰ γὰρ συν‐ εσπάρη ἡ ψυχὴ τῷ σώματι, πῶς | |
10 | ὅλην τὴν ἡμέραν εἱστήκεισαν ἀργοί; ἢ λεγέτωσαν ἡμῖν, τίς ἡ ὅλη | |
ἡμέρα καὶ αἱ ἐν αὐτῇ διάφοροι κατὰ τὰς διαφόρους ὥρας κλήσεις τῶν ἐργατῶν. πότερον δὲ μακάριοι μὲν | ||
15 | οἱ ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπότου μεμισθωμένοι (ἦσαν δὲ καὶ ἄλλοι μεμισθωμένοι ἐργάται ἤτοι ὑπὸ ἑτέρων οἰκοδεσποτῶν ἢ τοῦ αὐτοῦ) καὶ ἤτοι οὐ μακάριοι ἢ οὐχ | |
20 | οὕτως μακάριοι, ὑπὲρ ἡμᾶς ἐστι κατ’ ἀξίαν τὸ τοιοῦτον νοῆσαι ἢ καὶ ὡς νοοῦμεν γραφῇ τὰ νοούμενα πιστεῦ‐ σαι. ἐγὼ ζητῶ καὶ τὰ ἔξω τοῦ ἀμ‐ πελῶνος, ὅπου 〈καὶ〉 εὑρίσκονται | |
25 | οἱ ἐργάται ὑπὸ τοῦ ἐξελθόντος αὐτοὺς μισθώσασθαι, καὶ ἐπισκοπῶ μή‐ ποτε ἡ χώρα τῶν πρὸ τοῦ σώματος ψυχῶν ἐστιν ὁ ἔξω τοῦ ἀμπελῶ‐ νος τόπος, ἀμπελὼν δὲ οὐ μόνον τὰ | |
30 | τῇδε, ἀλλὰ καὶ τὰ ἔξω τοῦ σώματος, ἔνθα (οἶμαι) ἐργάζονται οἱ ἐργάται· οὐ γὰρ ἐν ἀργίᾳ εἰσὶν αἱ ἀπαλλαγεῖ‐ σαι τοῦ σώματος ἐργατῶν παραληφ‐ θέντων εἰς τὸ χωρίον τοῦ οἰκοδεσπό‐ | |
35 | του ψυχαί. καὶ Σαμουὴλ γοῦν ἔξω σώματος εἰργάσατο προφητεύων καὶ Ἱερεμίας εὐχόμενος «ὑπὲρ τοῦ λαοῦ». φιλοτιμώμεθα οὖν καὶ ἐργαζώμεθα τὸν ἀμπελῶνα «εἴτε ἐνδημοῦντες | |
40 | εἴτε ἐκδημοῦντες» ληψόμενοι ὃ ἐὰν ᾖ δίκαιον. καὶ οὐδείς γε (ὅσον ἐπὶ τῇ παραβολῇ) μὴ ἐργασόμενος τὰ τοῦ ἀμπελῶνος ἔργα ἐξαποστέλλε‐ | |
ται εἰς αὐτόν· | ||
45 | οὐδένα γὰρ ὡς ἐλλιπέστερον τὸ ἔργον πεποιηκότα ὁ οἰκοδεσπότης ἐμέμ‐ ψατο, εἰ καὶ ἐπὶ τῷ πλείονα καὶ μεί‐ ζονα ἐλπίσαι μισθὸν ἐμέμψατο. καὶ τάχα ὁ ἔξω τοῦ ἀμπελῶνος | |
15.35(50) | τόπος ἐστὶν ἡ ἀγορά, ἔνθα ἦσαν οἱ ἑστῶτες ἀργοί. μεγάλη δὴ ἀπο‐ λογία πρὸς τὸ ἀξίους αὐτοὺς γενέ‐ σθαι τοῦ τῆς ὅλης ἡμέρας μισθοῦ τοῖς εἰποῦσι λέλεκται ὅτι οὐδεὶς | |
55 | ἡμᾶς ἐμισθώσατο· διόπερ αὐτοὺς ἐμισθώσατο καὶ (ἵν’ οὕτως εἴπω) ἀποδέδωκεν αὐτοῖς μισθὸν τοῦ μακροθύμως ἑστηκέναι ὅλην | |
60 | τὴν ἡμέραν καὶ περιμένειν μέχρι ἑσπέρας τὸν μισθωσόμενον. Μετὰ ταῦτα ὀψίας γενομέ‐ νης, τουτέστι τῆς συντελείας τῆς τοῦ αἰῶνος καὶ τῆς κατὰ τὴν παρα‐ | |
65 | βολὴν ἡμέρας, λέγει τῷ ἐπιτρό‐ πῳ ἑαυτοῦ ὁ κύριος, εἴτε τινὶ ἀγγέλῳ τῷ ἐπὶ τῶν μισθῶν εἴτε καὶ ἑνὶ ἐκ πολλῶν ἐπιτροπευσάντων ἐπιτρόπῳ, καθὸ λέλεκται «ὑπὸ ἐπι‐ | |
70 | τρόπους καὶ οἰκονόμους» εἶναι τὸν κληρονόμον παρὰ τὸν χρόνον ὃν «νήπιός ἐστι». κατὰ τὸ πρόσταγμα τοίνυν τοῦ οἰκοδεσπότου καλοῦνται | |
οἱ ἐργάται ὑπὸ τοῦ ἐπιτρόπου, ἵνα | ||
75 | ὁ μισθὸς τοῖς ἐσχάτοις πρώτοις δοθῇ· οἱ γὰρ πρότεροι ἐργάται «μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν τοῦ θεοῦ, περὶ ἡμῶν κρεῖττόν τι προβλεψα‐ | |
80 | μένου» 〈τοῦ οἰκοδεσπότου〉 (τῶν ἐν τῇ ἑνδεκάτῃ ὥρᾳ κεκλημένων), «ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι». καὶ ἐλεήθη‐ μέν γε ἐπὶ τῷ ὅλην τὴν ἡμέραν στῆναι καὶ βεβουλῆσθαι ἥκειν ἡμῖν | |
85 | τὸν μισθωσόμενον, ἠργηκέναι δὲ καὶ μετὰ ἀπολογίας ἠξιῶσθαι τοῦ ἔργου, καὶ ἐλεηθέντες πρῶτοι τὸν μισθὸν ἀπολήψεσθαι προσδοκῶμεν οἱ Χρι‐ στοῦ γνώριμοι. εἶτ’ ἐπαναβαίνων | |
90 | δώσει τὸν μισθὸν τοῖς πρὸ ἡμῶν ἐρ‐ γασαμένοις, εἶτα τοῖς πρὸ ἐκείνων καὶ οὕτως μέχρι τῶν πρώτων. ἰδὼν δέ τις τὸν τόπον ἔνθα διέτριβε Σαμουὴλ καὶ ἀκολούθως σκοπήσας περὶ τῶν | |
95 | 〈πρὸ〉 τῆς ἑνδεκάτης κληθέντων ἐρ‐ γατῶν ὄψεται, τίνα τρόπον ἐβάστασαν τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οἱ πρότεροι· οἱ δὲ περὶ τὴν ἑνδεκάτην κληθέντες 〈ἡμεῖσ〉 ὡς | |
15.35(100) | ἐκεῖνοι μὲν οὐκ ἐβαστάσα〈με〉ν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, ἐβαστάσα〈με〉ν δὲ τὸ βά‐ ρος τοῦ ἑστηκέναι ἀργοὶ πρὸ τῆς | |
ἐφ’ ἡμᾶς [οὖν] παρουσίας τοῦ 〈οἰκο〉‐ | ||
105 | δεσπότου, ὃς εἶπεν ἡμῖν· «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορ‐ τισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς»· φορτίον γὰρ ἦν 〈αὐτὴ〉 ἡ ἀργία καὶ τὸ | |
110 | μὴ ἀξίους πω κριθῆναι τῶν ἐν τῷ ἀμ‐ πελῶνι ἔργων. καὶ καύσωνά γε ἐβά‐ στασαν οἱ πρὸ τῆς ἑνδεκάτης 〈κλη‐ θέντεσ〉, ἕκαστος κατ’ ἀναλογίαν τῆς κλήσεως. μὴ εἰδότες 〈δὲ〉 τὸ τοῦ οἰκο‐ | |
115 | δεσπότου ἀξίωμα οἱ πρῶτοι καὶ ὅτι οὐ χρὴ γογγύζειν κατὰ τούτου, πλεῖόν τι σωτηρίας ἧς λαμβάνουσιν οἱ τελευταῖοι ᾠήθησαν λήψεσθαι καὶ ἐγόγγυζον κατὰ τοῦ οἰκο‐ | |
120 | δεσπότου, φθονοῦντες ἡμῖν τοῖς ἐσχάτοις μίαν ὥραν τὴν μέχρι τῆς συντελείας πεποιηκόσι καὶ ἴσοις γεγονόσι τοῖς ἀρχῆθεν κεκλημένοις ἐπὶ τὸν θεῖον ἀμπελῶνα. ἀλλ’ ὁ | |
125 | οἰκοδεσπότης ἑνὶ αὐτῶν εἶπε (τάχα τῷ Ἀδάμ)· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συν‐ εφώνησά σοι; ἆρον τὸ σὸν καὶ | |
ὕπαγε (σὸν γὰρ ἡ σωτηρία τὸ δηνά‐ | ||
130 | ριον)· θέλω γὰρ καὶ τούτῳ 〈τῷ ἐσχάτῳ〉 (φησὶ) δοῦναι ὡς καὶ σοί. καὶ οὐκ εἶπε· τούτοις 〈τοῖς ἐσχά‐ τοισ〉, ἀλλ’ ἔδειξέ τινα κατ’ ἐξοχὴν ἕνα· ὃν τολμηρότερον μὲν εἰπεῖν ὅστις | |
135 | ἐστίν, οὐκ ἀπιθάνως δ’ ἄν τις στο‐ χάσαιτο Παῦλον μὲν εἶναι τὸν ἀπό‐ στολον μίαν ὥραν ἐργασάμενον 〈καὶ〉 τάχα ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ. | |
140 | εἰ δὲ δεῖ καὶ περὶ τοῦ ἀμπελῶνός τι εἰπεῖν λαβόντα ἀφορμὴν ἀπ’ αὐτοῦ τοῦ ἑρμηνεύσαντος ἐν τοῖς περὶ ἄλλης παραβολῆς τὸν ἀμπελῶνα, φήσομεν ὅτι ἀμπελών ἐστιν ἡ βασιλεία τοῦ | |
145 | θεοῦ. οὕτως γὰρ αὐτὸς εἶπεν ἐν τῷ· «ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποι‐ οῦντι τοὺς καρποὺς αὐτῆς». πάντες οὖν οἱ τὰ ἔργα τοῦ ἀμπελῶνος | |
15.35(150) | ἐργαζόμενοι, τὰ ἔργα τῆς βασιλείας τοῦ θεοῦ ἀξίως σωτηρίας ἐπιτελοῦν‐ τες, τὸ δηνάριον λήψονται. | |
15.36 | Μετὰ τὸ ὑπαγορεῦσαι ταῦ‐ | |
τα εἰς τὴν ἐκκειμένην 〈ταύτην〉 παρα‐ βολὴν καὶ ταῦτα ὑπέπεσεν ἡμῖν εἰς αὐτήν, χρήσιμα εἶναι δυνάμενα τοῖς | ||
5 | προ[σ]κόπτουσι〈ν ἐν〉 τῇ βαθυτέρᾳ καὶ ἀπορρητοτέρᾳ διηγήσει. φήσει γοῦν τις τὸν πάντα τῶν ἀνθρώπων βίον εἶναι τὴν κατὰ τὴν παραβολὴν ἡμέραν. δηλοῦσθαι οὖν τοὺς μὲν ἐκ | |
10 | παίδων καὶ πρώτης ἡλικίας κληθέν‐ τας ἐπὶ τὸ ἐργάζεσθαι τὰ τῆς βασι‐ λείας τοῦ θεοῦ ἔργα εἶναι τοὺς ἅμα τῇ ἕῳ μισθωθέντας ὑπὸ τοῦ οἰκο‐ δεσπότου, τοὺς δὲ μετὰ τὸ μειρά‐ | |
15 | κιον ἐρχομένους ἐπὶ τὴν θεοσέβειαν τοὺς ἀπὸ τρίτης ὥρας παραγενο‐ μένους, τοὺς δὲ ἤδη ἄνδρας τοὺς περὶ τὴν ἕκτην ἐξαποστελλομέ‐ νους | |
20 | ἐπὶ τὸν ἀμπελῶνα· τοὺς δὲ πρεσβύτας ἐπὶ τὴν θεοσέ‐ βειαν ἀγομένους εἶναι 〈τοὺς περὶ〉 τὴν ἐννάτην ὥραν μετὰ τὸν ἐν νεότητι καύσωνα καὶ | |
25 | τὸ βάρος τῶν μέχρι τῆς πρεσβυτι‐ κῆς ἡλικίας πράξεων παραληφθέν‐ τας ἐπὶ τὸν λόγον τοῦ θεοῦ, τοὺς δὲ πρὸς αὐτῇ τῇ ἐξόδῳ γέρον‐ τας 〈ἤδη〉 δηλοῦσθαι τοὺς 〈περὶ〉 τὴν | |
30 | ἑνδεκάτην ὥραν κεκλημένους | |
εἰς τὰ τοῦ ἀμπελῶνος ἔργα. ἐπεὶ τοίνυν προαίρεσις καὶ οὐ χρό‐ νος ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις, διὰ τοῦτο | ||
35 | τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα πεποιηκόσι πᾶσι δίδοται ὁ ἴσος τῆς σωτηρίας μισθός. ἐφ’ ᾧ ἀγανακτοῦ‐ σιν οἱ ἐκ παίδων πιστοὶ καὶ καμόν‐ τες καὶ βιασάμενοι τὴν νεότητα, | |
40 | εἰ μέλλουσιν ἔχειν ἴσην σωτηρίαν τοῖς ἀργοῖς ἀπὸ 〈νεότητος περὶ〉 θεοσεβείας μέχρι γήρως γεγενη‐ μένοις καὶ 〈ἀργοῦσιν ἐν ἀπιστίᾳ καὶ κατ’〉 ὀλίγον καιρὸν ἐπὶ τὴν πίστιν | |
45 | καὶ τὰ ἔργα τῆς πίστεως ἐληλυθόσιν. | |
15.37 | Ἀμπελὼν δὲ κατὰ ταύτην τὴν διήγησιν εἴη ἂν ἡ ἐκκλησία τοῦ θεοῦ, ἀγορὰ δὲ καὶ τὰ ἔξω τοῦ ἀμπε‐ | |
5 | λῶνος τὰ ἔξω τῆς ἐκκλησίας, ὅθεν ὁ λόγος παραλαμβάνει τοὺς καλουμένους καὶ πέμπει ἐπὶ τὸν ἀμπελῶνα, τὴν ἐκκλησίαν. οὐκ ἀριθμηθεῖεν δ’ 〈ἂν〉 (κατὰ τὴν | |
10 | διήγησιν ταύτην) εἰς τοὺς ἐργάτας τοῦ ἀμπελῶνος, ὅσοι ἐκλήθησαν μὲν εἰς τὴν θεοσέβειαν πρότερον, μὴ τηρήσαντες δὲ τὰ τῆς πίστεως νικη‐ θέντες ὑπὸ παθῶν ἐξῆλθον· | |
15 | κἂν γὰρ μετὰ τὸ ἐμφορηθῆναι τῶν ἐν ἁμαρτίαις ἡδονῶν θέλωσιν ὡς με‐ τανοοῦντες 〈πάλιν ἀπ’ ἀρχῆσ〉 ἐργά‐ σασθαι τὸν ἀμπελῶνα, οὐ δύνανται λέ‐ γειν τῷ οἰκοδεσπότῃ· οὐδεὶς ἡμᾶς | |
20 | ἐμισθώσατο· ἐμισθώθησαν γὰρ καθ’ ὃν καιρὸν πρότερον ἐπὶ τὸ πι‐ στεύειν ἐκλήθησαν. ἀλλ’ οὐδὲ λελέξε‐ ται αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; μάλιστα εἰ «ἀρ‐ | |
25 | ξάμενοι πνεύματι» καὶ ὕστερον «σαρκὶ» ἐπιτελούμενοι πάλιν ἐπανέρχεσθαι βούλοιντο ἐπὶ τὸ ἐξ ὑπαρχῆς πνεύματι θέλειν ζῆν. καὶ οὔ φαμεν ταῦτα ἀπο‐ τρεπόμενοι ἀνίστασθαι τοὺς πεπτω‐ | |
30 | κότας ἢ 〈ἐμποδίζοντεσ〉 ἐπαναστρέ‐ φειν τοὺς πεπλανημένους ἢ παλινδρο‐ μεῖν ἐπὶ τὸν πατρῷον οἶκον τοὺς 〈ἀσελ‐ γεῖς υἱοὺς τοὺσ〉 κατασωτευσαμένους τὴν τῆς εὐαγγελικῆς διδασκαλίας οὐ‐ | |
35 | σίαν. ἐχέτωσαν μὲν γὰρ διὰ τὴν με‐ | |
τάνοιαν καὶ τὸ καταλαμβάνεσθαι ἐν ἐπεστραμμένῳ βίῳ κρείττονα τῶν καταλαμβανομένων ἐν ταῖς ἁμαρ‐ τίαις 〈παραμυθίαν σωτηρίασ〉. οὐ | ||
40 | μὴν χρὴ ὑπολαμβάνειν περὶ αὐτῶν ὅτι ὅμοιοί εἰσι τοῖς παρὰ τοῦτο ἡμαρ‐ τηκόσιν ἐν τῇ νεότητι, παρὰ τὸ μηδὲ τὴν ἀρχὴν τὰ τῆς πίστεως μεμαθη‐ κέναι. θέλει οὖν ὁ οἰκοδεσπότης καὶ | |
45 | τοῖς ἐσχάτοις δοῦναι ὡς καὶ τοῖς πρώτοις τὸ δηνάριον, τὴν σωτη‐ ρίαν, ἐπεὶ ἔξεστι〈ν αὐτῷ〉 ποιεῖν ὃ θέλει ἐν τοῖς ἑαυτοῦ, καὶ ἐλέγχει τὸν ἔχοντα πονηρὸν ὀφθαλμὸν ἐπὶ | |
15.37(50) | τῷ τὸν οἰκοδεσπότην εἶναι ἀγαθόν. ἔσονται οὖν πολλοὶ τῶν ἐσχάτων πρῶτοι καί τινες τῶν πρώτων κλη‐ θέντων ἔσχατοι· καὶ γὰρ οἱ κλη‐ τοὶ μὲν πολλοί, οἱ δὲ ἐκλεκτοί εἰσιν | |
55 | ὀλίγοι. Εἰκὸς μὲν οὖν, τὸν ἡμῶν σοφώ‐ τερον καὶ κριθέντα παρὰ θεῷ ἄξιον τρανοτέρου τοῦ ἐν λόγῳ σοφίας διὰ πνεύματος θεοῦ χαρίσματος καὶ | |
60 | πλουσιωτέρου καὶ δωρεᾶς τῆς ἐν λόγῳ γνώσεως κατὰ τὸ πνεῦμα, ὑψηλότερα καὶ μείζονα [καὶ] μετὰ πάσης καταλήψεως εὑρήσειν εἰς τὴν παραβολὴν καὶ ἀποδείξεων εὐπορή‐ | |
65 | σειν παραλαμβάνοντα εἰς αὐτὰς ῥητὰ μεγαλοφυέστερα. καὶ ἡμεῖς δέ, ὡς | |
ἐχωρήσαμεν ἐκθέμενοι τὸν νοῦν τῆς παραβολῆς, αἰτοῦμεν ἀπὸ τῶν ἐντυγ‐ χανόντων συγγνώμην, εἰ καὶ μὴ κατ’ | ||
70 | ἀξίαν καθικέσθαι τοῦ βουλήματος τῶν ἐνταῦθα γεγραμμένων δεδυνή‐ μεθα· τάχα γὰρ τῆς προθυμίας καὶ τοῦ μὴ ἀπωκνηκέναι χάριν δόξομεν ἔχειν ἀποδοχῆς τι ἄξιον. | |
16t | 〈Ὠριγένουσ〉 τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητι‐ κῶν τόμος ιϛʹ. | |
16.1(1n) | Μέλλων δὲ ὁ Ἰησοῦς | |
2n | ἀναβαίνειν εἰς Ἱεροσόλυμα | |
3n | παρέλαβε τοὺς δώδεκα κατ’ | |
4n | ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν | |
5n | αὐτοῖς καὶ τὰ ἑξῆς | |
6n | ἕως τοῦ· | |
7n | καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστή‐ | |
8n | σεται (20, 17—19). τὰ δὲ ἰσο‐ | |
9 | δυναμοῦντα τούτοις καὶ παρὰ τῷ | |
10 | Μάρκῳ ἀναγέγραπται τοῦτον τὸν τρόπον· «ἦσαν δὲ ἐν τῇ ὁδῷ | |
ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς» καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ τῇ τρίτῃ | ||
15 | ἡμέρᾳ ἀναστήσεται». καὶ ὁ Λουκᾶς δὲ δόξει τούτοις συνᾴδειν γράψας· «παραλαβὼν δὲ τοὺς δεκαδύο εἶπε πρὸς αὐτοὺς» καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα». | |
20 | Ὁ προτρεπόμενος ἡμᾶς Παῦλος μιμεῖσθαι αὑτόν, ὡς καὶ αὐτὸς Χρι‐ στὸν ἐμιμήσατο, καὶ εἰπών· «μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ», | |
25 | ἰδὼν Χριστὸν ὁμόσε τοῖς προφανέσι κινδύνοις χωροῦντα καὶ 〈προθύμωσ〉 ἀναβαίνοντα εἰς Ἱεροσόλυμα μετὰ τοῦ προεγνωκέναι ὅτι παραδοθή‐ σεται τοῖς ἀρχιερεῦσι καὶ | |
30 | γραμματεῦσι καὶ κατακριθήσεται θανάτῳ καὶ τὰ ἑξῆς, τὸ παραπλήσιον πεποίηκεν. ὁ μὲν γὰρ Ἄγαβος λαβὼν αὐτοῦ «τὴν | |
35 | ζώνην», δήσας ἑαυτὸν χειρῶν καὶ ποδῶν ἔλεγε· «τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτω δήσουσιν» ἀπελ‐ θόντα εἰς «Ἱεροσόλυμα». | |
40 | μαθὼν δὲ ταῦτα ὁ Παῦλος, ὡς τὸν διδάσκαλον μιμούμενος ἀνέβαινε | |
προθύμως εἰς τὰ Ἱεροσόλυμα. παθὼν δέ τι ἀνθρώπινον ὑπὸ τῶν διὰ τὴν πρὸς αὐτὸν ἀγάπην κλαιόν‐ | ||
45 | των καὶ κωλυόντων «αὐτὸν ἀνα‐ βαίνειν εἰς Ἱεροσόλυμα» εἶπε· «τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτον‐ τές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι | |
16.1(50) | εἰς Ἱεροσόλυμα γενόμενος ἑτοίμως ἔχω, ἀλλὰ καὶ ἀποθανεῖν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου μου Ἰησοῦ». ταῦτ’ οὖν κατανοοῦντες, ἔστιν ὅτε καὶ γινώσκοντες ἐπικει‐ | |
55 | μένους ἐπιπόνους πειρασμούς, ὁμόσε αὐτοῖς 〈ἡμεῖς αὐτοὶ〉 κατὰ τὸ εὔλογον χωρήσωμεν, λαβόντες παράδειγμα τῶν τοιούτων προηγουμένως μὲν τὸν σωτῆρα, μετὰ δὲ τοῦτον καὶ τὸν | |
60 | ἀπόστολον αὐτοῦ. μὴ νομίσῃς δὲ ἐναντιοῦσθαι ταῦτα καὶ τὰ ἐπ’ αὐτοῖς ὑφ’ ἡμῶν εἰρημένα τῷ «ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν» | |
65 | καὶ τοῖς ἑξῆς, καὶ τῷ τὸν Ἰησοῦν ἀκούσαντα «ὅτι Ἰωάννης παρεδόθη» εἰς φυλακὴν ἀνακεχωρηκέναι. φαμὲν γὰρ ὅτι οὔτε πάντοτε καθήκει ἐκκλίνειν | |
70 | τοὺς κινδύνους οὔτε ἀεὶ ὁμόσε χω‐ ρεῖν πρὸς αὐτούς· σοφοῦ δέ τινος | |
ἐν Χριστῷ χρεία εἰς τὸ δοκιμάζειν, ποῖος μὲν ἀπαιτεῖ καιρὸς ἀναχώ‐ ρησιν, ποῖος δὲ τὴν εἰς τὸν ἀγῶνα | ||
75 | προθυμίαν χωρὶς ἀναχωρήσεως καὶ πολλῷ πλέον χωρὶς φυγῆς. καὶ ταῦτα μὲν κατὰ τὸ βούλημα τῆς ἐκκειμένης γραφῆς λελέχθω εἰς προ‐ | |
80 | τροπὴν τὴν περὶ τοῦ 〈ποτε〉 καὶ θανάτου κινδύνων καταφρονεῖν. | |
16.2 | Ἑξῆς δὲ παρατηρητέον ὅτι μέλλων ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα, εἴπερ παρέ‐ λαβε τοὺς δώδεκα κατ’ ἰδίαν, | |
5 | εἷς δὲ τῶν δώδεκα ἔτι ὁ Ἰούδας ἦν, καὶ τὸν Ἰούδαν παρέλαβε κατ’ ἰδίαν· ἔτι γὰρ (εἰκὸς) ἄξιος ἦν τοῦ μετὰ τῶν λοιπῶν ἕνδεκα παραλαμβάνεσθαι κατ’ | |
10 | ἰδίαν. καὶ ὅτε ἐν τῇ ὁδῷ εἶπεν αὐ‐ τοῖς τὸ ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τὰ ἑξῆς, δη‐ λονότι καὶ τοῦτον ἔκρινεν ἕνα εἶναι | |
15 | τῶν ἀκουόντων ἃ πείσεται ὁ δι‐ δάσκαλος, οὐκ ἀπογινώσκων ὅτι ἔτι Ἰούδας ἠγνόει ἃ ποιήσει, ὡς ἕκαστος ἡμῶν (καὶ γὰρ πᾶσιν ἡμῖν λέλεκται· «μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ | |
20 | οἶδας τί τέξεται ἡ ἐπιοῦσα»)· οὔπω γὰρ (οἶμαι) βεβλήκει ὁ διάβολος «εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα παραδῷ» τὸν | |
Ἰησοῦν. | ||
25 | καὶ ἐπεὶ τὸ κατὰ Ματθαῖον πρό‐ κειται νῦν ἐξετάζειν, ἐπιμελέστερον ὁ δυνάμενος ἀρχῆθεν τοῦ εὐαγ‐ γελίου ἐπιστῆσαι τοῖς μέχρι τῶν προκειμένων ζητησάτω μήποτε | |
30 | οὐδέπω Ἰούδας κατηγόρηται ὑπὸ τοῦ Ματθαίου, ἀλλὰ μόνον ἐν τῷ καταλόγῳ τῶν δώδεκα εἶπε τὸ «〈καὶ〉 Ἰούδας Σίμωνος Ἰσκα‐ ριώτου, ὃς καὶ παρέδωκεν αὐτόν». | |
35 | πλείονα δὲ εἰς κατασκευὴν τοῦ καὶ Ἰούδαν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις πρότερον γεγονέναι λέ‐ λεκται ἡμῖν, ἡνίκα ἐξητάζομεν τὸ «τούτους τοὺς δώδεκα ἀπέστειλεν | |
40 | ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέ‐ γων» τὰ ἀναγεγραμμένα. συγκρι‐ τέον δὴ τὰ ἐνταῦθα λελεγμένα τοῖς ἀνωτέρω παραπλησίως ἀναγεγραμ‐ μένοις· ἐπείπερ ἐκεῖ μὲν ἐπὶ τοῖς | |
45 | τοιούτοις λόγοις προφητευομένοις ὑπὸ τοῦ σωτῆρος «προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο», | |
16.2(50) | ἐνταῦθα δὲ οὐδὲν ἀνεγράφησαν οἱ μαθηταὶ εἰρηκότες ἢ πεποιηκότες ἐπὶ τοῖς περὶ τῶν ἀπαντησομέμων | |
σκυθρωποτέρων ἀπηγγελμένοις. καὶ οἶμαι ὅτι διὰ τοῦτο ἐσιώπησαν νῦν | ||
55 | οἱ μαθηταί, ἐπείπερ ἐν τοῖς ἀνω‐ τέρω, ὅτε «προσλαβόμενος» τὸν Ἰη‐ σοῦν «ὁ Πέτρος ἤρξατο αὐτῷ ἐπι‐ τιμᾶν λέγων· ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι | |
60 | τοῦτο», «στραφεὶς» ὁ Ἰησοῦς «εἶπε τῷ Πέ‐ τρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων». | |
65 | εἰκὸς οὖν αὐτοὺς μεμνημένους τῶν πρὸς τὸν Πέτρον λελεγμένων πε‐ φυλάχθαι ταὐτὰ ἢ καὶ χείρονα ἀκοῦσαι ἀπὸ τοῦ διδασκάλου. | |
16.3 | Οὐδὲν δὲ λυπεῖ ἐκθέσθαι τὴν προτέραν καὶ παραπλησίαν τοῖς ἐκ‐ κειμένοις λέξιν οὕτως ἔχουσαν· «τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ, | |
5 | ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός» καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι». | |
10 | ἐπὶ τούτοις γὰρ εἴρηται τὸ «καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος» καὶ τὰ ἑξῆς. ἔτι δὲ ἀνωτέρω μὲν εἴρηται «ἀποκτανθῆναι» μέλλειν τὸν σωτῆρα· ἐνταῦθα δὲ 〈καὶ〉 τὸ | |
15 | εἶδος τῆς ἀναιρέσεως γέγραπται, τὸ | |
σταυρωθῆναι. ἕως μὲν οὖν Ἰησοῦς οὐ παρεδίδοτο ἐν Ἱεροσολύμοις τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσιν οὐδὲ κατε‐ | ||
20 | κρίνετο θανάτῳ οὐδὲ ἐνεπαίζετο ἢ ἐμαστιγοῦτο ἢ ἐσταυροῦτο, Ἱερο‐ σόλυμα συνειστήκει καὶ τὸ κα‐ λούμενον ἁγίασμα οὐ κατεβάλλετο. ὅτε δὲ ταῦτα τῷ Ἰησοῦ ποιῆσαι | |
25 | τετολμήκασι, τότε οἱ παραδόντες αὐτὸν ἐγκατελείφθησαν καὶ οἱ ἀρ‐ χιερεῖς τοῦ εἶναι ἀρχιερεῖς ἐπαύσαντο ὡς μηδὲ μετ’ αὐτοὺς εἶναι ἀρχιερεῖς, | |
30 | τότε δὲ καὶ οἱ κατακρίναντες τὸν Ἰησοῦν θα‐ νάτῳ γραμματεῖς πωρωθέντες τὴν διάνοιαν καὶ τυφλωθέντες τὸν λο‐ γισμὸν οὐκ ἔβλεπον τὸ βούλημα τῶν | |
35 | ἁγίων γραμμάτων. καὶ πάντες ἐκεῖνοι 〈οἱ〉 κατακρίναν‐ τες τὸν Ἰησοῦν θανάτῳ παρεδόθησαν τῷ ἐχθρῷ Χριστοῦ θανάτῳ, καὶ ἐμπαίξαντες τῷ Ἰη‐ | |
40 | σοῦ εἰς ἐμπαιγμὸν γεγόνασι κυ‐ κλωθείσης «ὑπὸ στρατοπέδων Ἱε‐ ρουσαλὴμ» ὅτε καὶ «ἤγγισεν ἡ ἐρή‐ μωσις αὐτῆς», ἀλλὰ καὶ τὸν Ἰησοῦν μαστιγώσαντες αὐτοὶ ἐμαστιγώ‐ | |
45 | θησαν καὶ μαστιγοῦνται ἕως «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ»· ὁ | |
γὰρ «βάλλων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ βάλλει». καὶ πάντα ταῦτα γεγένηται, ἵν’ ἐκείνων | ||
16.3(50) | μὲν ἀποστῇ ἡ ἐπισκοπή, ἐπὶ δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μεταστῇ, σῳ‐ ζομένους ἅμα τῷ «κατ’ ἐκλογὴν» λείμματι· «εἰ μὴ» γὰρ «κύριος Σα‐ βαὼθ ἐγκατέλιπεν» αὐτοῖς «σπέρμα, | |
55 | ὡς Σόδομα ἂν» ἐγενήθησαν, «καὶ ὡς Γόμορρα ἂν» ὡμοιώθησαν. ἐγὼ δ’ οἶμαι ὅτι ὥσπερ 〈ἡ〉 «ὑποδείγματι καὶ σκιᾷ» λατρεία πάλαι ἐπιτελου‐ μένη «τῶν ἐπουρανίων» κατελύθη | |
60 | διὰ τὰ ἐπουράνια καὶ ἐλθόντος 〈τοῦ〉 ἀληθινοῦ ἀρχιερέως ὁ συμ‐ βολικὸς ἀρχιερεὺς ἐπαύσατο καὶ τῶν ἀληθινῶν ὑπὲρ ἁμαρτιῶν θυσιῶν ἐπιτελουμένων αἱ συμβολικαὶ 〈θυ‐ | |
65 | σίαι〉 καθῃρέθησαν, οὕτως ὅτε ἡ ἀληθινὴ Ἱερουσαλὴμ τὸν Ἰησοῦν ἐδέξατο ἀναβάντα ἐπὶ τὸ ὑπο‐ ζύγιον ἑαυτοῦ σῶμα (ἐφ’ ᾧ καὶ ἔχαιρε σφόδρα θυγάτηρ Σιὼν καὶ | |
70 | ἐκήρυσσεν ἡ θυγάτηρ τῆς ἄνω Ἱερουσαλήμ), τότε καθῃρέθη Ἱερου‐ σαλὴμ ἡ σκιὰ καὶ καταπέπτωκεν ὁ ναὸς ὁ ἐκ νεκρῶν λίθων διὰ τὸν ἐκ ζώντων λίθων ναὸν 〈ἐγερθησόμε‐ | |
75 | νον〉, κατεσκάφη δὲ καὶ τὸ κάτω θυσιαστήριον, ἐπείπερ ἐχρημάτισε τὸ ἐπουράνιον, τὰ ἐγκαίνια αὐτοῦ Ἰησοῦ ἐν τῇ ἀληθινῇ λατρείᾳ ποιή‐ | |
σαντος. | ||
80 | Εἰ δὲ κατά τι τῶν σημαινο‐ μένων οἱ ἄνθρωποι ἡ πόλις εἰσί, καὶ νῦν ἐν Ἱεροσολύμοις (οὕτω δὲ καλῶ τοὺς ἔχοντας τὰς ἐλπίδας ἐπὶ τὸν ἐπὶ γῆς τόπον) παραδίδοται ὁ Ἰησοῦς | |
85 | τοῖς ἐπαγγελλομένοις τὴν τοῦ θεοῦ θεραπείαν Ἰουδαίοις, καὶ 〈οἱ〉 ὡσπε‐ ρεὶ ἀρχιερεῖς τυγχάνοντες καὶ οἱ τὰ θεῖα γράμματα αὐχοῦντες διηγεῖ‐ σθαι γραμματεῖς κατακρίνουσι θα‐ | |
90 | νάτῳ τὸν Ἰησοῦν δι’ ὧν κακῶς λέ‐ γουσιν αὐτόν, καὶ οὐκ ἔστιν ὅτε οὐ παραδιδόασι τοῖς ἔθνεσιν Ἰησοῦν ἐμπαίζοντες αὐτῷ καὶ τῇ διδασκα‐ λίᾳ αὐτοῦ παρ’ αὐτοῖς, καὶ ἀεὶ | |
95 | ταῖς γλώσσαις αὐτῶν μαστιγοῦσι τὴν διὰ Ἰησοῦ Χριστοῦ θεοσέβειαν. καὶ αὐτοὶ μὲν αὐτὸν σταυροῦσι δι’ ὧν ἀναθεματίζουσι καὶ ἀναιρεῖν θέλουσι τὴν διδασκαλίαν αὐτοῦ. ὁ δὲ | |
16.3(100) | κρείττων αὐτῶν 〈πάντων〉 τυγ‐ χάνων ὀλίγον διαλιπὼν ἐγείρεται καὶ ζῶν τοῖς 〈ἔθνεσι τοῖσ〉 εἰληφόσι τὸ βλέπειν φαίνεται. νῦν γὰρ «τίς τυφλὸς (ὡς Ἡσαΐας | |
105 | ἐκ προσώπου τοῦ θεοῦ φησιν) 〈ἀλλ’〉 ἢ οἱ παῖδές μου, καὶ τίνες κωφοὶ | |
ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν»; φησὶ γὰρ μετὰ μεγάλου καὶ προφητικοῦ ἤθους καὶ πνεύ‐ | ||
110 | ματος· «οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν. καὶ τίς τυφλὸς ἀλλ’ ἢ οἱ παῖδές μου, καὶ τίνες κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι | |
115 | τοῦ θεοῦ»· ἦλθε γὰρ Ἰησοῦς «εἰς κρίμα εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες (εἰσὶ δ’ οὗτοι τὰ ἔθνη) βλέπωσι καὶ οἱ βλέποντες (ὁ Ἰσραὴλ) ἐκεῖνοι τυφλοὶ γένωνται». | |
120 | τηλικούτου γοῦν φωτὸς ἀληθινοῦ ἀνατείλαντος καὶ δεικνύντος τοῦ λόγου αὑτὸν καὶ φάσκοντος· «ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ», οὐκ εἶδον τὸ φῶς, ἐπεὶ «ἐτύφλωσεν αὐτοὺς | |
125 | ἡ κακία αὐτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ», καὶ παράδοξον γε‐ γένηται τῷ λαῷ ἐκείνῳ καὶ τοῖς ἔθνεσι. λύχνον μὲν γὰρ ἕκαστον τῶν προφητῶν τυγχάνοντα ἑώρα | |
130 | ὁ λαός, ἀνατείλαντα δὲ τὸν τῆς δικαιοσύνης ἥλιον οὐκ ἔγνωσαν· διὸ καὶ εἴ τινα ἐδόκουν ἔχειν λύχνον, ἀφῃρέθη ἀπ’ αὐτῶν. «λαὸς» δὲ ὁ τῶν ἐθνῶν «ὁ καθήμενος ἐν σκότει | |
135 | εἶδε φῶς», οὐχ ὁποῖον ὁ Ἰσραὴλ μικρόν (μικρὸν γὰρ φῶς ἕκαστος ἦν τῶν προφητῶν), ἀλλὰ «λαὸς ὁ καθή‐ μενος ἐν σκότει εἶδε φῶς μέγα», τὸν κύριον καὶ σωτῆρα ἡμῶν Ἰη‐ | |
140 | σοῦν Χριστόν, οὗ τὸ μέγεθος φαί‐ | |
νεται διατείνοντος «ἀπὸ πέρατος γῆς εἰς τὸ πέρας αὐτῆς εὐρώστως, καὶ διοικοῦντος» τὰς ἐκκλησίας «χρη‐ στῶς», ὅτε τὸ πνεῦμα αὐτοῦ πε‐ | ||
145 | πλήρωκε τὴν οἰκουμένην, πληρω‐ θείσης τῆς λεγούσης προφητείας, «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφα‐ νὲς» ἔσεσθαι «τὸ ὄρος τοῦ θεοῦ»· καὶ νῦν «πορεύονται ἐπ’ αὐτὸ πάντα | |
16.3(150) | τὰ ἔθνη», καὶ ἔστι τοῦτο Χριστὸς Ἰησοῦς. | |
16.4(1n) | Τότε προσῆλθεν αὐτῷ | |
2n | ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου | |
3n | μετὰ τῶν υἱῶν αὐτῆς | |
4n | καὶ τὰ ἑξῆς | |
5n | ἕως τοῦ | |
6n | ἀκούσαντες δὲ οἱ δέκα ἠγα‐ | |
7n | νάκτησαν περὶ τῶν δύο ἀδελ‐ | |
8n | φῶν (20, 20—24). τὸ δ’ ὅμοιον | |
9 | αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραψε | |
10 | τοῦτον τὸν τρόπον· «καὶ προσ‐ πορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου καὶ λέγουσιν αὐτῷ» καὶ τὰ ἑξῆς ἕως τοῦ «ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώ‐ | |
15 | βου καὶ Ἰωάννου». Ἄξιον ἐν τοῖς προκειμένοις ζητῆσαι νοῦν οὐκ εὐκαταφρόνητον καὶ ἀληθῶς εὐαγγελίῳ πρέποντα Ἰησοῦ Χριστοῦ. 〈προπαρεθέμεθα δὲ τοῦ‐ | |
20 | το,〉 ἐπεὶ τὸ ῥητὸν τοῖς μὲν ἁ‐ πλουστέροις καὶ πάντη ἀκεραίοις καὶ βάθη θεοῦ καὶ τῶν γραφῶν αὐτοῦ μὴ ἐπισταμένοις ζητεῖν ἐμ‐ | |
25 | φαίνει ἁπλότητα ἀξιώσεώς 〈τινοσ〉 καὶ τῆς πρὸς αὐτὴν τοῦ Ἰησοῦ ἀπο‐ κρίσεως. τοῖς δὲ κἂν ἐπὶ ποσὸν δυναμένοις βασανίζειν προβλήματα ὁ αὐτόθεν ἐμφαινόμενος νοῦς | |
30 | βραχύς ἐστι καὶ εὐτελὴς καὶ οὐδὲν ἔχων 〈μέγα〉, | |
μάλιστα ὅτε Ἰησοῦς ἀποκρίνεται ἁρμόζον αὐτοῦ τῇ μεγαλονοίᾳ. ὥσπερ γὰρ ἐπὶ κοσμικῆς βασιλείας | ||
35 | ἐν προαγωγῇ δοκοῦσιν εἶναι οἱ συγκαθεζόμενοι τῷ βασιλεῖ ἐν τῇ βασιλικῇ ἐσθῆτι καθεζομένῳ καὶ ὁτιποτοῦν τῶν τῆς βασιλικῆς πραγ‐ μάτων διέποντι, οὕτω δόξει (κατὰ | |
40 | τὴν λέξιν) φανταζομένη ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου (ἢ ὡς ὁ Μᾶρκος ἀνέγραψεν Ἰάκω‐ βος καὶ Ἰωάννης) ἀξιοῦν ἀπὸ τοῦ σωτῆρος τὸ κα‐ | |
45 | θεσθῆναι τὸν μὲν ἕτερον ἐκ δεξιῶν αὐτοῦ ἐν τῇ βασιλείᾳ τυγχά‐ νοντος, τὸν δὲ λοιπὸν ἐξ ἀριστερῶν. καὶ οὐδὲν μὲν ἦν παράδοξον, γυ‐ ναῖκα 〈γυναικείασ〉 ἀπὸ ἁπλότητος | |
16.4(50) | καὶ ἰδιωτείας τοιαῦτα νομίζειν 〈δεῖν〉 ἀξιοῦν. δεδόσθω δὲ ὅτι καὶ οἱ δύο ἀπόστολοι, ὡς ἄνθρωποι ἔτι ἀτελεῖς καὶ μηδὲν νοοῦντες βαθύτερον περὶ τῆς βασι‐ | |
55 | λείας Χριστοῦ, τοιαῦτα ὑπελάμ‐ βανον περὶ τῶν συγκαθεζομένων τῷ Ἰησοῦ· ἐπὰν δὲ καὶ ὁ Ἰησοῦς ὡς συγκατατιθέμενος τῷ μέγα εἶναι τὸ καθεσθῆναί τινα ἐκ δεξιῶν ἢ | |
60 | ἐξ εὐωνύμων αὐτοῦ ἐπαίρῃ τὴν ἀξίωσιν καὶ λέγῃ· οὐκ οἴδατε τί αἰτεῖσθε καὶ οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου, ζητήσαι | |
65 | τις ἂν συνετὸς δοκῶν εἶναι ἀκροα‐ | |
τὴς τῆς γραφῆς, τί βούλεται τὸ καθέζεσθαι ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων Ἰησοῦ ἐν τῇ βασι‐ λείᾳ αὐτοῦ. | ||
70 | Καὶ πρὸς τοὺς ὑπολαμβάνον‐ τάς γε περιεργότερον ἡμᾶς ταῦτα ζητεῖν συνακτέον τὰ περὶ καθίσεων ἀνα‐ γεγραμμένα θεοῦ ἢ τοῦ Χριστοῦ, | |
75 | ἵνα τῇ βασάνῳ τῶν εἰς τοῦτο συν‐ αγομένων καὶ παραθέσει αὐτῶν πρὸς ἄλληλα ἀνατεῖλαι δυνηθῇ μέ‐ γεθός τι δόγματος ἀπὸ ἁπλουστέρου παραδείγματος ληφθέντος. οἷον ἐν | |
80 | μὲν τῇ τρίτῃ τῶν Βασιλειῶν γέ‐ γραπται ὅτι «εἶπε Μιχαίας»· «εἶδον θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ | |
85 | δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ» καὶ τὰ ἑξῆς· ἐν δὲ τῇ δευτέρᾳ τῶν Παραλειπομένων ὁ αὐτὸς Μιχαίας φησὶ παραπλήσια τούτοις ἐν τῷ· | |
90 | «ἀκούσατε λόγον κυρίου. εἶδον κύ‐ ριον καθήμενον ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρα‐ νοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ» καὶ τὰ ἑξῆς. καὶ | |
95 | ἐν Ἡσαΐᾳ δὲ γέγραπται· «καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου» καὶ τὰ ἑξῆς. ἔτι δὲ | |
16.4(100) | καὶ ἐν τῷ Δανιὴλ τοιαῦτα γέ‐ γραπται· «ἐθεώρουν ἕως οὗ θρόνοι | |
ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκά‐ θητο» καὶ τὰ ἑξῆς. παραπλήσια τούτοις ἔστιν εὑρεῖν καὶ ἐν τῷ | ||
105 | Ἰεζεκιὴλ κατὰ τὴν ἀρχὴν τῆς προ‐ φητείας αὐτοῦ, ὅτε φησίν· «ὑπερ‐ άνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς αὐτῶν (δῆλον δ’ ὅτι τῶν χερουβὶμ) ὡς ὅρασις λίθου σαπ‐ | |
110 | φείρου, ὁμοίωμα θρόνου ἐπ’ αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρό‐ νου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν». ἐν δὲ τῷ ἑκατοστῷ ἐν‐ νάτω Ψαλμῷ τὸ «εἶπεν ὁ κύριος | |
115 | τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου» ἐμφαίνει κάθισιν τοῦ πατρὸς καὶ ἄλλην τοῦ σωτῆρος καθεζο‐ μένου ἐκ δεξιῶν αὐτοῦ. καὶ πάλιν ἐν ἄλλῳ Ψαλμῷ εὐχόμενος ὁ προφήτης | |
120 | φησίν· «ὁ καθήμενος ἐπὶ τῶν χε‐ ρουβὶμ ἐμφάνηθι», καὶ πάλιν· «ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ». εἰ δὲ καὶ ἀπὸ τῶν εὐαγγελίων πα‐ ράδειγμα βούλει λαβεῖν, ἄκουε Ματ‐ | |
125 | θαίου ἀναγράφοντος τίνα τρόπον ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς· «ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθή‐ σαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου | |
130 | ἐπὶ θρόνου δόξης αὐτοῦ» καὶ τὰ ἑξῆς [καί· «ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως»]. καὶ ὁ Ματ‐ θαῖος 〈καὶ〉 ταῦτά φησιν· «ὅταν ἔλθῃ | |
135 | ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ» καὶ τὰ ἑξῆς, καί· «ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀν‐ | |
140 | θρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως». τὸ δὲ ἰσοδυναμοῦν αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραψεν ἐν τῷ «καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ | |
145 | ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ», καὶ ὁ Λουκᾶς δὲ τὸ ὅμοιόν φησιν ἐν τῷ «ἀπὸ γὰρ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθή‐ μενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ | |
16.4(150) | θεοῦ». Καὶ τί με δεῖ ἐπὶ πλεῖον τὰ τοιαῦτα συνάγειν, βουλόμενον 〈μετὰ〉 τὴν εὐτελῆ καὶ ἁπλουστέραν καὶ ταπεινοτέραν ἐκδοχὴν περὶ τῆς ἐν τῇ | |
155 | βασιλείᾳ καθίσεως τοῦ Χριστοῦ καὶ τῶν ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ καθεδουμένων παραστῆσαι 〈καὶ〉 μυστικωτέραν, ἵν’ εὐλόγως δυ‐ νηθῇ ὑπὸ τῶν ἐπὶ τὰ θεῖα νοήματα | |
160 | ἀναβαίνειν οἵων τε ὄντων ἐξετασθῆ‐ ναι καὶ εὑρεθῆναί τι ἄξιον τοῦ ἀνακρίνοντος «πάντα» πνευματικοῦ καὶ «ὑπ’ οὐδενὸς» ἀνακρινομένου, ἀνάλογον ταῖς τοῦ Παύλου περὶ | |
165 | πνευματικῶν φωναῖς 〈καὶ περὶ〉 τῶν εὐαγγελικῶν ἐροῦντος. ὡς γὰρ Παῦ‐ λος κατὰ τὸν πνευματικὸν ἐκλαβὼν | |
νόμον τὰ περὶ τοῦ μάννα καὶ τῆς πέτρας καὶ τοῦ ἀπ’ αὐτῆς ὕδατός | ||
170 | φησι· «καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός», | |
175 | οὕτως εἴποι ἂν ὁ ἐπὶ τὴν πέτραν ταύτην ἑστὼς πνευματικὸς καὶ ἐπὶ τούτῳ εὐχαριστῶν τῷ θεῷ καὶ λέγων καὶ περὶ ἑαυτοῦ· «ἔστησεν | |
180 | ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου», ὅτι πνευματική ἐστιν ἡ κάθισις θεοῦ ἐπὶ πνευματικοῦ θρόνου καὶ ἡ Χριστοῦ ὁμοίως, | |
185 | καὶ τὸ «ἐκ δεξιῶν τῆς δυνάμεως» καθέζεσθαι τὸν Χριστὸν πνευμα‐ τικόν ἐστιν. οὐδὲν γὰρ κατὰ ταῦτα | |
190 | δηλοῦται περὶ σωματικῆς καθί‐ σεως, (ἣν ὡρίσαντο ἑδρασμὸν εἶναι ἐπὶ τῶν ἰσχίων ἑδραζομένων ἐπί τινος ἕδρας)· | |
195 | καὶ γὰρ γελοῖον διὰ τὸ σωματικῶς ταῦτα ὠνομάσθαι νομίζειν θρόνους | |
τινὰς 〈σωματικῶσ〉 εἶναι δεδημιουρ‐ γημένους, οὐκ οἶδα ἐκ ποίας ὕλης, δεκτικοὺς τῆς καθίσεως τοῦ θεοῦ | ||
16.4(200) | ἢ τοῦ Χριστοῦ ἢ τῶν καθεζομένων ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων Χριστοῦ, οἷς ἡτοίμασε τὸ τοιοῦτον ὁ πατήρ. οὐκ οἶδα δὲ εἰ εὐαγές ἐστι σωματικὸν νομίζειν εἶναι τὸ | |
205 | «ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων» τοῦ θεοῦ ἑστηκέναι τὴν στρατιὰν «τοῦ οὐρανοῦ» σωματικῶς, ἢ πάλιν οἴε‐ σθαι τοὺς μὲν σῳζομένους καὶ ἐπαι‐ νουμένους ἐν τοῖς σωματικοῖς εἶναι | |
210 | δεξιοῖς τοῦ βασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς δὲ ψεκτοὺς καὶ ἀπο‐ λουμένους ἐν τοῖς ἀνάλογον τούτοις σωματικοῖς εὐωνύμοις. | |
16.5 | Ἀλλὰ μήποτε τὸ μὲν ἀπο‐ καταστῆναι ἐπὶ τὴν βασιλείαν ἀπο‐ λαβόντα τὴν ἑαυτοῦ ἀρχὴν Χριστόν, καταργηθείσης τῆς βασιλευούσης | |
5 | ἐν τοῖς θνητοῖς σώμασι τῶν ἀν‐ θρώπων ἁμαρτίας καὶ πάσης τῆς ἀρχούσης τῶν πονηρῶν ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, τοῦτ’ ἔστι τὸ καθεσθῆναι αὐτὸν «ἐπὶ θρόνου | |
10 | δόξης αὐτοῦ»· τὸ δὲ καὶ δεξιὰ 〈καὶ εὐώνυμα〉 ποιῆσαι πάντα τῷ θεῷ, ἵνα μηκέτι ᾖ σκαιόν τι πρὸς αὐτόν, τοῦτ’ ἔστι τὸ ἐσόμενον ἐν τοῖς «ἐκ | |
15 | δεξιῶν τῆς δυνάμεως» ἐσομένοις, πρὸς παράδειγμα μέλλουσι βλέπειν | |
τὸ «ἐκ δεξιῶν τῆς δυνάμεως» καθέζεσθαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ | ||
20 | Χριστοῦ τοῦ λόγου· οὓς ἀποκαθ‐ ίστησιν ὁ θεὸς συνεργήσας αὐτοῖς καὶ ἑτοιμάσας τὸ ἐγγίζειν τῇ Χριστοῦ ὑπεροχῇ, ἵν’ ὁ μὲν προηγούμενος τῶν 〈ἄλλων τῶν Χριστῷ〉 ἐγγιζόντων | |
25 | ᾖ ἐκ δεξιῶν καὶ οἷον ἁπτόμενος αὐτοῦ καὶ κολλώμενος τοῖς τοῦ λόγου δεξιοῖς, ὁ δὲ ὑποδεέστερος ἐγγὺς τῶν ἀριστερῶν αὐτοῦ. δεξιὰ δὲ ὅρα εἰδύνα‐ σαι νοῆσαι Χριστοῦ τὰ ἀόρατα ὀνομα‐ | |
30 | ζόμενα κτίσματα, ἀριστερὰ δὲ τὰ ὁρατὰ καὶ σωματικά. ἀλλὰ Χριστὸς μὲν πάντων βασιλεύει· ἤδη δὲ τῶν ἐγγιζόντων αὐτῷ οἱ μὲν κεκλήρων‐ ται τὰ δεξιὰ καὶ νοητά, οἱ δὲ τὰ | |
35 | ἀριστερὰ καὶ αἰσθητά. καὶ μήποτε ἡ ἀληθινὴ μήτηρ τῶν υἱῶν Ζεβεδαίου (οὓς ἐκάλεσε Βοανερ‐ γὲς ὁ σωτήρ, «ὅ ἐστιν υἱοὶ βροντῆς»), ἡ βροντὴ 〈αὐ‐ | |
40 | τή〉, μεγάλα κρίνασα περὶ τῶν υἱῶν αὑτῆς Ἰακώβου καὶ Ἰωάννου (καὶ γὰρ ἦσαν μεγάλοι) καὶ ὑπολαβοῦσα αὐτοὺς τὰ πρωτεῖα δύνασθαι ἔχειν παρὰ πᾶσαν γεννητὴν φύσιν ὡς | |
45 | χωρήσαντας τὴν μεγαλοφωνίαν αὐτῆς, προσελθοῦσα ἠξίου τὸν κύριον, ἵνα ἱδρύσῃ τὸν μὲν ἕτερον αὐτῶν ἐκ δεξιῶν, τὸν δ’ ἄλλον ἐξ εὐωνύ‐ μων. ὁ δὲ σωτὴρ διελέγχων καὶ τὴν | |
16.5(50) | τηλικαύτην μεγαλόφωνον μητέρα τοῦ Ἰακώβου καὶ Ἰωάννου ὡς ἀγνοοῦσαν, τίνες οἱ ὑπερέχοντες καὶ ὅτι ἡ τηλικαύτη δωρεὰ χάρις ἐστὶ 〈μόνου〉 τοῦ ἐπὶ πᾶσι θεοῦ συμπνέον‐ | |
55 | τος καὶ συνεργοῦντος καὶ ἱδρύοντος ἐν τῇ τοιαύτῃ ὑπεροχῇ, οὓς εἶδεν ἐπιτη‐ δείους, εἶπε τὸ οὐκ οἴδατε τί αἰτεῖσθε καί· τὸ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων | |
60 | οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πα‐ τρός μου. ἐπιστήσει δὲ ὁ δυνάμενος τίνα μὲν ὑπὸ τοῦ σωτῆρος δίδοται, τίνα δὲ | |
65 | ὑπὸ τοῦ πατρός, ὁρῶν ὅτι ἔστι τινὰ ἃ οὐ δοίη ἂν ὁ υἱός, ἀλλ’ αὐτὸς ὁ πατήρ. εἰ δὲ τοιοῦτόν τι παρίστησι καὶ τὰ εὐαγγέλια, ὅπου μὲν εἰσάγοντα τὸν σωτῆρα εὐ‐ | |
70 | χόμενον περί τινων δυνάμεων ἵνα αὐτῷ ὑπαρχθῇ τὰ αἰτήματα ἀπὸ τοῦ πατρός, ὅπου δὲ χωρὶς εὐχῆς ποιοῦντα ὡς ἤδη ἔχοντα ἐκεῖνα | |
περὶ ὧν ἠξίωτο, τολμηρὸν μὲν | ||
75 | ζητῆσαι, ὅμως δὲ ὁ δυνάμενος μετὰ εὐλαβείας καὶ ταῦτα ἐξεταζέ‐ τω. παραστῆσαι δ’ οἶμαι βουλόμενος τῇ μητρὶ τῶν υἱῶν Ζεβεδαίου καὶ | |
80 | αὐτοῖς, ὅτι καὶ ἔλειπεν αὐτοῖς πρὸς τὸ τελειῶσαι τὰ ἐν ἀνθρώποις ἐφικτὰ οὐ τὰ τυχόντα, ἀποκριθεὶς εἶπε μετὰ τὸ οὐκ οἴδατε τί αἰτεῖσθε τὸ δύνασθε πιεῖν τὸ ποτήριον | |
85 | ὃ ἐγὼ μέλλω πίνειν (ἢ ὡς ὁ Μᾶρκος ἀνέγραψε· «δύ‐ νασθε τὸ ποτήριον πιεῖν ὃ ἐγὼ πίνω ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι | |
90 | βαπτισθῆναι;») | |
16.6 | Καὶ ἐν τούτοις δὲ ζητήσει τις | |
τί τὸ ποτήριον καὶ τί τὸ βάπ‐ τισμα, ὡς ἕτερα ἀλλήλων 〈ὄντα ἀμφότερα καὶ οὕτως ὠνομασμένα〉 | ||
5 | καὶ δεόμενα οὐ τῆς τυχούσης δυ‐ νάμεως τῆς τοῦ πιομένου ἢ τοῦ βαπτισθησομένου, καὶ πιομένου οὐκ ἄλλο ποτήριον ἢ ὃ ἔμελλε πίνειν ὁ Ἰησοῦς βαπτισθησομένου τε παρα‐ | |
10 | πλησίως βάπτισμα, ὃ αὐτὸς ἔμελλε βαπτίζεσθαι ὁ κύριος. οἱ πολλοὶ μὲν οὖν τὰ ἀμφότερα ἄγουσιν εἰς τὴν κατὰ τὸ μαρτύριον οἰκονομίαν, οὐ παριστάντες οὔτε εἰ | |
15 | δύο ἐπινοίας ἔχει δηλουμένας διὰ τῶν δύο ὀνομάτων ἓν τῇ ὑποστάσει τυγχανόντων, οὔτ’ εἰ δύναται καὶ δύο δηλοῦσθαι ἐν τούτοις πράγματα. ἡμεῖς δὲ οὐκ ἀποδοκιμάζομεν μὲν | |
20 | καὶ ταύτην τὴν ἐκδοχήν, ἐφίστα‐ μεν δὲ εἰ δύναται καὶ ἄλλο τι δηλοῦν παρὰ ταῦτα τὰ δύο ὀνόματα. καὶ ἐπεὶ πολύ ἐστι τὸ νῦν ἀκριβῶς διαλα‐ | |
25 | βεῖν περὶ αὐτῶν, ὀλίγα εἰς τὸ στῆναι τὰ ἐμφαινόμενα ἡμῖν παραστήσομεν εἰς τὸν τόπον. καὶ εἰς μὲν τὸ δηλοῦσθαι ἐν τούτοις τὸ μαρτύριον οὐ μόνῳ χρήσεταί τις | |
30 | τῷ «πάτερ, εἰ δυνατόν, παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ», ὡς ἐπιπόνως πινόμενον ὑπὸ τοῦ ἀνα‐ δεχομένου τοὺς ἐν τῷ μαρτυρίῳ ἀγῶνας, ἕως τις ἐκπίῃ ὑπομείνας | |
35 | τὰ κατὰ τὸν ἐν τῷ μαρτυρίῳ πει‐ ρασμὸν πάντα τὰ προσαγόμενα αὐτῷ, ἀλλὰ καὶ τῷ ἐν ἑκατοστῷ πεντεκαι‐ δεκάτῳ Ψαλμῷ εἰρημένῳ· «τί ἀντα‐ ποδώσω τῷ κυρίῳ περὶ πάντων | |
40 | ὧν ἀνταπέδωκέ μοι; ποτήριον σω‐ τηρίου λήψομαι, καὶ τὸ ὄνομα κυ‐ ρίου ἐπικαλέσομαι». «τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ». «τίμιος ἐναντίον | |
45 | κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ». οὐδὲν γὰρ δυνάμεθα πλεῖον ἀπο‐ δοῦναι τῷ κυρίῳ ἐφ’ οἷς εὐηργε‐ τήθημεν ἢ τὸ τοῦ σωτηρίου πο‐ τήριον προθύμως λαβεῖν καὶ ἐπι‐ | |
16.6(50) | καλέσασθαι τὸ τοῦ κυρίου ὄνομα εἰς τὸ πιεῖν αὐτό· ἐν ᾧ ἐκπινομένῳ ἀποδίδωσί τις τὰς εὐχὰς αὑτοῦ πάσας «τῷ κυρίῳ ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ». σαφῶς δὲ ἐδίδαξεν | |
55 | ἐν τούτοις ὅτι τὸ ποτήριον 〈τὸ μαρτύριόν〉 ἐστιν ὁ ἐπαγαγὼν τοῖς κατὰ τὸ ποτήριον τὸ «τίμιος ἐναν‐ τίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ». τῇ δὲ ἐπινοίᾳ τὸ μαρτύριον | |
60 | δύο ἐστίν, ὧν τὸ μὲν ἓν καλεῖται «ποτήριον σωτηρίου», τὸ δὲ λοι‐ πὸν βάπτισμα. καὶ καθὸ μὲν | |
ὑπομένει τις τοὺς πόνους, ποτή‐ ριόν ἐστιν ἐκπινόμενον ὑπὸ τοῦ | ||
65 | φέροντος πάντα τὰ προσαγόμενα εἰς ἑαυτόν, ἀναλαμβάνοντος καὶ οἱονεὶ πίνοντος τὰς ἀλγηδόνας καὶ μὴ ἀπωθουμένου αὐτὰς μηδὲ | |
70 | ἀποβάλλοντος ἢ ἐμοῦντος. καθὸ δὲ ἄφεσιν λαμβάνει ἁμαρτημάτων ὁ ὑπομείνας, βάπτισμά ἐστιν· εἰ γὰρ τὸ βάπτισμα ἄφεσιν ἁμαρτη‐ μάτων ἐπαγγέλλεται, καθὼς παρει‐ | |
75 | λήφαμεν περὶ τοῦ ἐν ὕδατι καὶ πνεύματι βαπτίσματος, ἄφεσιν δὲ λαμβάνει ἁμαρτημάτων καὶ ὁ τὸ τοῦ μαρτυρίου ὑπομείνας βάπτισ‐ μα, βάπτισμα τὸ μαρτύριον εὐ‐ | |
80 | λόγως λέγοιτ’ ἄν. Ὅτι δὲ ἄφεσις ἁμαρτημάτων γίνεται 〈παντὶ〉 τῷ τὸ μαρτύριον ὑπομείναντι, δῆλον ἐκ τοῦ «πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν | |
85 | τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς». ὁμολογεῖ δὴ ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πα‐ τρὸς ὁ σωτὴρ πάντα τὸν ὁμολογή‐ | |
90 | σαντα, κἂν τύχῃ πρὸ τῆς ὁμολογίας ὁτιποτ‐ | |
οῦν ἁμαρτών· εἰ γὰρ τοὺς ὁτιποτοῦν ἁμαρτ〈όντας ὁμολογ〉ήσαντας οὐχ ὁμολογήσει, | ||
95 | οὐκ ἔσται ἀληθὲς τὸ «πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ» καὶ τὰ ἑξῆς. οὐκ οἶμαι δ’ ὅτι ἔμπροσθεν τοῦ ἐν οὐρανοῖς πατρὸς ὁμολογήσει ὁ σω‐ τὴρ τὸν ὁποιῳποτοῦν ἔνοχον ἁμαρ‐ | |
16.6(100) | τήματι· παρρησιαζομένου γὰρ 〈υἱοῦ〉 ἐνώπιον πατρός ἐστιν ἡ ὁμολογία ἐπὶ τῷ ὁμολογουμένῳ ὡς ἀξίῳ τῆς 〈Χριστοῦ〉 ἐπὶ τοῦ πατρὸς ὁμολογίας. μὴ σαινέτω δὲ ἡμᾶς εἰ ὁ σωτὴρ παρὰ | |
105 | τῷ Μάρκῳ καὶ τὸ ποτήριον πίνει, καὶ τὸ βάπτισμα βαπτίζεται· καὶ γὰρ ἡνίκα ὁ Ἰωάννης «ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρ‐ | |
110 | τιῶν», καὶ Ἰησοῦς «παραγίνεται πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ» οἱονεὶ ἀπολουόμενος τὰ ἡμέτερα ἁμαρτήματα, ἵν’ ἡμεῖς τῷ λουτρῷ αὐτοῦ καθαρισθῶμεν. μᾶλ‐ | |
115 | λον δὲ ἐμφαίνεται τὸ καθαρίζεσθαι ἡμᾶς ἐπὶ τῷ μαρτυρίῳ αὐτῷ, καθὸ ἐβαπτίζετο ἀναλαβὼν ἡμῶν τὰς ἁμαρτίας, ἵνα αὐτὰς λύσῃ καὶ ἀφ’ ἡμῶν καὶ ἀφ’ ἑαυτοῦ· διόπερ «ὃ 〈ἀπέ‐ | |
120 | θανεν,〉 ἀπέθανε τῇ ἁμαρτίᾳ» ἡμῶν, ἐπεὶ αὐτὸς ἀπέθανε «τῇ ἁμαρτίᾳ» οὐ τῇ ἑαυτοῦ ἀλλὰ τῇ ἡμετέρᾳ, εἴ γε | |
ἔχειν λόγον τὸ τοιοῦτον δόξει τισί. πεπώκασι δὲ 〈κατὰ ταῦτα, ὡς ἐμοὶ | ||
125 | δοκεῖν, καὶ τὸ〉 ποτήριον καὶ τὸ βάπτισμα ἐβαπτίσθησαν οἱ τοῦ Ζε‐ βεδαίου υἱοί, ἐπείπερ Ἡρώδης μὲν ἀπέκτεινεν «Ἰάκωβον τὸν 〈ἀδελ‐ φὸν〉 Ἰωάννου μαχαίρᾳ», ὁ δὲ Ῥω‐ | |
130 | μαίων βασιλεὺς (ὡς ἡ παράδοσις δι‐ δάσκει) κατεδίκασε τὸν Ἰωάννην μαρτυροῦντα διὰ τὸν τῆς ἀληθείας λόγον εἰς Πάτμον τὴν νῆσον. διδάσ‐ κει δὲ τὰ περὶ τοῦ μαρτυρίου ἑαυτοῦ | |
135 | Ἰωάννης, μὴ λέγων τίς αὐτὸν κατε‐ δίκασε, φάσκων ἐν τῇ Ἀποκαλύψει ταῦτα· «ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασι‐ | |
140 | λείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενό‐ μην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτ‐ μῳ διὰ τὸν λόγον τοῦ θεοῦ» καὶ τὰ ἑξῆς. καὶ ἔοικε τὴν ἀποκά‐ λυψιν | |
145 | ἐν τῇ νήσῳ τεθεωρηκέναι. | |
16.7 | Ὁ δὲ προστιθεὶς μετὰ τὴν ἀποδεδομένην διήγησιν εἰς τὸ ποτήριον καὶ τὸ βάπτισμα | |
τοιαῦτά φησιν· | ||
5 | ὥσπερ ἔστι τι βρῶμα τοῦ σωτῆρος, περὶ οὗ λέγει· «ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον», οὕτως ἀνάλογόν ἐστι ποτήριον ἐκεί‐ | |
10 | νῳ τῷ βρώματι. ὃ τολμηρὸν μὲν διο‐ ρίσαι ἀπὸ τοῦ βρώματος καὶ παρα‐ στῆσαι πραγματικῶς, ὅμως δὲ ὁ δυνάμενος ἐπιστησάτω μήποτε τὸ μὲν πρακτικόν ἐστι τὸ βρῶμα τὸ δὲ | |
15 | θεωρητικὸν τὸ πόμα. κατὰ γὰρ τὸ ἐσθίειν τὸν Χριστόν, ἐν τῷ ποιεῖν «τὸ θέλημα τοῦ πέμψαντος» αὐτὸν καὶ τελειοῦν ἐκείνου «τὸ ἔργον», τὸ καὶ πίνειν 〈αὐτόν ἐστιν, ἐν τῷ νοεῖν〉 «τὸ | |
20 | θέλημα τοῦ πέμψαντος» αὐτὸν καὶ τελειῶσαι αὐτοῦ τὴν γνῶσιν. εἰ δὲ δύναται ἢ μὴ εἰς ταύτην τὴν διαφορὰν ἀναφέρεσθαι 〈καὶ〉 τὸ «ἡ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά | |
25 | μου ἀληθῶς ἐστι πόσις», καὶ σὺ κρινεῖς. λέγοι γὰρ ἄν τις ὅτι ἀληθῶς μὲν βρῶσις ἡ πρᾶξις, ἀληθῶς δὲ πόσις ἡ θεωρία, καὶ ὁ τοῦτο φάσκων ἐρεῖ ὅτι | |
30 | διὰ τοῦτο πρῶτον δίδωσι τὸν «ἄρτον εὐλογήσας» καὶ κλάσας «τοῖς μαθη‐ ταῖσ»—ἐπεὶ πρώτη ἐστὶν ἡ πρᾶξις, καὶ μετὰ τοῦτο «λαβὼν ποτήριον, εὐ‐ | |
χαριστήσας ἔδωκεν αὐτοῖς λέγων· | ||
35 | πίετε ἐξ αὐτοῦ πάντεσ»—ἐπεὶ δεῖ τὰ τῶν πράξεων ῥυθμίσαντα καὶ τὸ πρακτικὸν κατορθώσαντα οὕτως ὁδεύειν διὰ τῶν πραγμάτων καὶ ἐπὶ θεωρίαν αὐτῶν. καὶ γὰρ κατὰ τὸν | |
40 | προφήτην λέγεται τὸ «σπείρατε ἑαυ‐ τοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς», ἵνα πρῶτον πράξω‐ μεν τὸ δέον· καὶ μετὰ τοῦτό φησι· «φωτίσατε ἑαυτοῖς φῶς γνώσεως», | |
45 | 〈ὡσ〉 ὁδῷ γάρ τις μετὰ τὸ τὰ ἤθη καθᾶραι ὁδεύοι ἂν ἐπὶ τὴν γνῶσιν καὶ φωτίζοιτο ἐν αὐτῇ. Καὶ ταῦτα δὲ παρεκβατικῶς λέ‐ | |
16.7(50) | λεκται διὰ τὴν περὶ τοῦ ποτηρίου βαθυτέραν ἐξέτασιν. καὶ ἐν εἰκοστῷ δευτέρῳ Ψαλμῷ λέ‐ λεκται πρῶτον μὲν τὸ «ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας | |
55 | τῶν θλιβόντων με», ἑξῆς δὲ καὶ τό· «ποτήριόν σου με‐ θύσκον με ὡσεὶ κράτιστον». μὴ ὑπο‐ λαμβανέτω δ’ ἡμᾶς ὁ ἐντυγχάνων τῇδε τῇ γραφῇ κρατεῖν ὅτι ἐχρῆν | |
60 | πως διηγήσασθαι τὰ περὶ τῶν ἀνα‐ γεγραμμένων καθίσεων τοῦ θεοῦ ἢ τοῦ Χριστοῦ. ἀπολογούμεθα γὰρ ὅτι δυσωπῆσαι μόνον ἀπὸ τῶν ῥητῶν | |
προέκειτο τὰ περὶ καθίσεως καὶ | ||
65 | ἀποστῆσαι τὸν ἐντυγχάνοντα ἀπὸ τῆς ταπεινοτέρας ἐκδοχῆς. ἄλλῳ γὰρ καιρῷ ἐχρῆν προηγουμένην τινὰ σκέψιν ποιήσασθαι περὶ καθίσεως καὶ στάσεως καὶ περιπάτου θεοῦ ἢ | |
70 | τοῦ Χριστοῦ, ὅπερ οὐκ ἀπαιτεῖ ἡ παροῦσα διήγησις· μεγίστη γὰρ ἂν καὶ ἄκαιρος ἐγένετο ἡ παρέκβασις. | |
16.8 | πλὴν τούτων λεχ‐ θέντων ὑπὸ τοῦ σωτῆρος πρὸς τὴν ἀξίωσιν τῆς μητρὸς Ἰωάννου καὶ Ἰακώβου ἢ αὐτῶν τῶν υἱῶν Ζεβε‐ | |
5 | δαίου ἀκούσαντες (φησὶν) οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν ὡς ἀξιωσάντων προτι‐ μηθῆναι τῶν λοιπῶν. παρατήρει | |
10 | δ’ ὅτι καὶ Ἰούδας ἐν τοῖς ἀγανακτοῦ‐ σιν ἦν (καὶ ἀνέγραψε τοῦτο καὶ ὁ Μᾶρκος). εἰ δὲ ἐν τοῖς ἀγανακτοῦσιν ἦν μετὰ τῶν λοιπῶν ἐννέα, μήποτε ἔτι οὐδέ‐ | |
15 | πω βεβλήκει ὁ διάβολος «εἰς τὴν καρ‐ δίαν» αὐτοῦ, «ἵνα αὐτὸν» τὸν κύριον ἡμῶν «παραδῷ», ἀλλ’ ἔτι καὶ τῇ προαιρέσει εἷς τῶν ἀποστόλων ὁ Ἰούδας ἦν. | |
20 | πολλὰ δὲ περὶ αὐτοῦ ἐν τοῖς πρὸ τού‐ των εἰπόντες, νῦν οὐκ ἐπαναλαμβά‐ νομεν περὶ τοῦ κατασκευάσαι ὅτι Ἰούδας προαιρέσεως ὢν ὁποίας καὶ οἱ λοιποὶ πέπτωκε καὶ ἐνέπεσεν εἰς | |
25 | τὴν παγίδα τοῦ πονηροῦ, καὶ φιλαρ‐ | |
γυρήσας καὶ προδοὺς τὸν σωτῆρα. | ||
27n | Ὁ δὲ Ἰησοῦς προσκαλε‐ | |
28n | σάμενος αὐτοὺς εἶπεν· οἴ‐ | |
29n | δατε ὅτι οἱ ἄρχοντες τῶν ἐ‐ | |
30n | θνῶν κατακυριεύουσιν αὐτῶν | |
31n | καὶ 〈τὰ〉 ἑξῆς | |
32n | ἕως τοῦ | |
33n | καὶ δοῦναι τὴν ψυχὴν αὑτοῦ | |
34n | λύτρον ἀντὶ πολλῶν (20, 25—28). | |
35 | τούτοις τὰ ἰσοδυναμοῦντα καὶ ὁ Μᾶρκος ἀνέγραψεν. ἐτηρήσαμεν δὲ ὥσπερ ἐπ’ ἄλλων πλειόνων καὶ τὴν τάξιν τῶν ἀναγεγραμμένων τη‐ ροῦντας Ματθαῖον καὶ Μᾶρκον, εἴτε | |
40 | θεραπειῶν εἴτε λόγων, οὕτως καὶ ἐν‐ ταῦθα. ἑξῆς γὰρ τὰ ἀπὸ τοῦ «μέλ‐ λων δὲ ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱερο‐ σόλυμα [καὶ] παρέλαβε τοὺς δώδεκα κατ’ ἰδίαν» μέχρι τοῦ «εὐθέως δὲ | |
45 | ἀποστέλλει αὐτοὺς» πάντα τῇ τάξει τετήρηκε καὶ ὁ Μᾶρκος ἀπὸ τοῦ «ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα» μέχρι τοῦ «εὐθέως αὐτὸν ἀποστέλλει πάλιν ὧδε». σὺ δὲ | |
16.8(50) | παραθεὶς τὰ εὐαγγέλια ἀλλήλοις κατὰ τοὺς τόπους τούτους καὶ συγ‐ κρίνων αὐτοὺς εὑρήσεις τὸ λεγόμε‐ νον. καὶ ὁ Λουκᾶς μέντοι ἐκ μέρους τὸ ὅμοιον ἀνέγραψε προτάξας αὐτῶν | |
55 | τὸ «ἐγένετο δὲ φιλονεικία αὐτῶν, τὸ τίς αὐτῶν 〈ἂν εἴ〉η μείζων». ἐν τούτοις γὰρ ἐπιφέρει· «ὁ δὲ εἶπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐ‐ τῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν | |
60 | εὐεργέται καλοῦνται. ὑμεῖς δὲ οὐχ οὕτως» καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν λελέχθω, ἵν’ ἡμᾶς μὴ λανθάνῃ τὰ περὶ τῆς ἰσοδυναμίας τῶν κατὰ τὸν τόπον τετηρημένης Ματθαίῳ καὶ | |
65 | Μάρκῳ, καὶ ἐκ μέρους τῷ Λουκᾷ. ἤδη δὲ καὶ τὴν διάνοιαν τῶν λεγο‐ μένων ἡμῖν ἐξεταστέον. Προείρηται ὅτι τῶν παρὰ τῷ Ἰησοῦ πρωτείων ἐπεδικάζοντο Ἰά‐ | |
70 | κωβος καὶ Ἰωάννης, καὶ ἠξίουν λα‐ βεῖν τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐ‐ τοῦ (ἢ ἡ μήτηρ αὐτῶν τοῦτο ᾔτει περὶ αὐτῶν), καὶ λέλεκται | |
75 | ὅτι ἐπὶ τούτοις, ὡς καὶ αὐτοὶ τῶν παρὰ τῷ Ἰησοῦ πρωτείων ἐπιδικαζόμενοι, οἱ λοιποὶ «ἠγανάκτησαν δέκα», εἰ ὑφαρπάζειν βούλονται Ἰάκωβος κα | |
80 | Ἰωάννης, ὡς ὑπὲρ τοὺς λοιποὺς δέκα ὄντες, τὴν πρὸς τὸν Ἰησοῦν κατὰ τὴν δόξαν ἐγγύτητα. τούτων δὲ προειρημένων | |
85 | κατὰ τὸ εὔλογον ὁ Ἰησοῦς προσκα‐ λεῖται ἤτοι τοὺς ἀγανακτήσαντας δέκα, ἢ καὶ μετὰ τῶν λοιπῶν δύο, καὶ διδάσκει τὴν ὁδὸν καθ’ ἣν μέγας | |
90 | καὶ πρῶτός τις ἔσται παρὰ τῷ | |
θεῷ. τὸ δὲ λεγόμενον τοιοῦτον ἦν ὅτι οἱ μὲν τῶν ἐθνῶν ἄρχοντες (ἢ «δοκοῦντες» αὐτῶν «ἄρχειν») | ||
95 | οὐκ ἀρκούμενοι τῷ κυριεύειν τῶν ὑποτεταγμένων, βιαιότερον αὐτῶν κρατεῖν θέλοντες καὶ κατακυριεύουσιν αὐτῶν. ὁμοίως δὲ καὶ οἱ ὡς κατὰ τὴν ἐν | |
16.8(100) | τῷ βίῳ τούτῳ ἀξίαν ἐν τοῖς ἔθνεσι μεγάλοι οὐχ ἵστανται ἐπὶ τοῦ ἐξουσιάζειν τῶν ὑπηκόων, ἀλλὰ κατεξανιστάμενοι αὐτῶν κατεξου‐ σιάζουσιν αὐτῶν. | |
105 | ἐν ὑμῖν δὲ τοῖς ἐμοῖς γνωρίμοις μὴ ἔστω ταῦτα, μηδὲ οἱ ἀρχήν τινα ἐγκεχειρισμένοι τῶν εἰς ἐμὲ πιστευόντων ἢ ἐξουσίαν ἐν ἐκκλησίᾳ τοῦ πατρός | |
110 | μου καὶ θεοῦ ἔχειν νενομισμένοι κατακυριευέτωσαν τῶν ἰδίων ἀδελ‐ φῶν ἢ κατεξουσιαζέτωσαν τῶν ἐπὶ τὴν δι’ ἐμοῦ θεοσέβειαν κατα‐ πεφευγότων. | |
115 | ἀλλ’ εἴπερ βούλεταί τις παρὰ τῷ πατρί μου κριθῆναι μέγας καὶ συγκρίσει τῶν ἑαυτοῦ ἀδελφῶν ὑπερ‐ | |
έχων, πᾶσι διακονείτω ὧν βούλεται εἶναι μείζων. εἰ δὲ καὶ τῶν παρ’ | ||
120 | ἐμοὶ πρωτείων τις ὀρέγεται, ἴστω μηδενὸς ἔσεσθαι πρῶτος, ᾧ παρὸν δουλεύειν μὴ ἐδούλευσε δουλείαν τὴν καὶ ἐν μετριότητι καὶ τῇ ἐπαινετῇ τα‐ πεινότητι, τόν τε δουλεύοντα ὠφελῆ‐ | |
125 | σαι δυναμένην ὀνῆσαι δὲ ἢ ἀναπαῦ‐ σαι καὶ τοὺς δουλευομένους. ὁ δὲ Λουκᾶς βασιλεῖς καὶ ἐξουσιά‐ ζοντας ἐθνῶν παραλαμβάνει εἰς τὸν λόγον, ἀποτρέπων τὸν βουλόμενον | |
130 | εἶναι ἐν τοῖς ἀδελφοῖς μείζονα μιμεῖ‐ σθαι τὴν βασιλικὴν ἐξουσίαν ἢ τὴν τῶν ἐξουσιαζόντων τῆς κολακείας ἐπιθυμίαν, διδάσκων 〈δ’〉 ἡμᾶς ἵν’ ὁ μὲν ἀληθῶς ἐν ἡμῖν «μείζων» γένη‐ | |
135 | ται «ὡς ὁ νεώτερος» (τουτέστιν ὡς παιδίον) ἁπλότητος καὶ ἰσότητος χάριν, ὁ δὲ «ἡγούμενος (οὕτω δὲ οἶμαι ὀνομάζειν τὸν καλούμενον ἐν ταῖς ἐκκλησίαις ἐπίσκοπον) ὡς ὁ» τοῖς | |
140 | ὑπηρετουμένοις διακονούμενος. Καὶ ταῦτα μὲν ὁ τοῦ θεοῦ δι‐ δάσκει ἡμᾶς λόγος. ἡμεῖς δὲ ἤτοι μὴ νοοῦντες τὸ βούλημα τῆς διδα‐ σκαλίας ἐν τούτοις Ἰησοῦ ἢ κατα‐ | |
145 | φρονοῦντες τῶν τηλικούτων ὑπο‐ θηκῶν τοῦ σωτῆρος, τοιοῦτοί ἐσμεν ὡς ἐνίοτε καὶ τὸν τῶν κακῶς ἀρχόν‐ των ἐν τοῖς ἔθνεσιν ὑπερβάλλειν τῦ‐ φον καὶ μονονουχὶ ζητεῖν ὡς οἱ βασι‐ | |
16.8(150) | λεῖς δορυφόρους, καὶ φοβεροὺς ἑαυ‐ τοὺς καὶ δυσπροσίτους μάλιστα τοῖς | |
πένησι κατασκευάζοντες, τοιοῦτοί ἐσμεν πρὸς αὐτούς, ἐντυγχάνοντας ἡμῖν καὶ περί τινων ἀξιοῦντας, ὡς | ||
155 | οὐδὲ οἱ τύραννοι καὶ ὠμότεροι τῶν ἀρχόντων πρὸς τοὺς ἱκέτας. καὶ ἔστι γε ἰδεῖν ἐν πολλαῖς νομιζομέναις ἐκκλησίαις, καὶ μάλιστα ταῖς τῶν μειζόνων πόλεων, τοὺς ἡγουμένους | |
160 | τοῦ λαοῦ τοῦ θεοῦ μηδεμίαν ἰσο‐ λογίαν 〈ἔχοντας ἢ πρὸς αὑτοὺς ἔχειν〉 ἐπιτρέποντας, ἔσθ’ ὅτε καὶ τοῖς καλλίστοις τῶν Ἰησοῦ μαθη‐ τῶν *** εἶναι πρὸς αὐτούς. καὶ ὁ μὲν | |
165 | ἀπόστολος τοῖς κυρίοις περὶ τῶν οἰκετῶν ἐντολὴν δίδωσι λέγων· «οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ»· | |
170 | διδάσκει δὲ καὶ ἀνιέναι τὴν ἀπειλὴν τοὺς δεσπότας κατὰ τῶν οἰκετῶν. ἔστι δέ τινας ἰδεῖν 〈ἐπισκόπουσ〉 ὠμῶς ἀπειλοῦντας, ὁτὲ μὲν προ‐ φάσει ἁμαρτίας, ὁτὲ δὲ τῷ κατα‐ | |
175 | φρονεῖν τῶν πτωχῶν, παρὰ τὸν ἀποστολικὸν λόγον ἐν ᾧ λέλεκται· «δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν· | |
180 | μόνον τῶν πτωχῶν ἵνα μνημονεύω‐ μεν», καὶ πάλιν τὴν πρὸς τοὺς ὑπο‐ χειρίους ἰσότητα μήτε ἐννοοῦντας | |
μήτε φανταζομένους ὅτι καθήκει ἀτυφίαν καὶ ἰσότητα μάλιστα Χρι‐ | ||
185 | στιανοῖς ἐμπολιτεύεσθαι, καὶ ἐξαι‐ ρέτως ἐν τοῖς ὑπεροχήν τινα ὀνόμα‐ τος ἐκκλησιαστικοῦ φοροῦσι· γέγραπται γάρ· «ὅσῳ μέγας εἶ, το‐ σούτῳ ταπείνου σεαυτόν, καὶ ἔναντι | |
190 | κυρίου εὑρήσεις χάριν». ἐχρῆν δ’ ἡμᾶς εἰδέναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον· «πρὸ συντριβῆς ὑψοῦται καρδία ἀν‐ δρός, καὶ πρὸ δόξης ταπεινοῦται», | |
195 | ἐκκλίνειν δὲ καὶ τὸ περιπεσεῖν τῷ 〈μέγα〉 φρονῆσαι ἢ εἰπεῖν λόγον, ὃν εἶπεν ὁ «θέλων ἑαυτὸν δικαιῶσαι» πρὸς τὸν Ἰησοῦν διδάξαντα τὸ «ἀγαπήσεις τὸν πλησίον σου ὡς | |
16.8(200) | ἑαυτόν», ὃς οὐκ ᾐδέσθη τῷ σωτῆρι εἰπεῖν· «καὶ τίς ἐστί μου πλησίον;» ἔδει δὲ καὶ ἀπὸ Παύλου ἀνεγνω‐ κέναι τὸ «δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, ἐγενήθημεν | |
205 | ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα». ἐχρῆν μιμή‐ σασθαι καὶ τὸ «ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψω‐ θῆτε»; | |
210 | Οἱ ἄρχοντες οὖν τῶν μὲν ἐθνῶν κατακυριευέτωσαν αὐτῶν, τῆς δὲ ἐκκλησίας δουλευέτωσαν αὐτῇ. ἀλλὰ καὶ οἱ μεγάλοι μὲν τῶν ἐθνῶν κατεξουσιαζέτωσαν αὐτῶν, | |
215 | τῶν δὲ πιστῶν ἀκουέτωσαν τοῦ «μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». παιδευώμεθα δὲ καὶ πρὸς τὸ | |
220 | μὴ ἀποδέχεσθαι κολακείας μηδὲ ἡδέως καλεῖσθαι ὑπὸ τῶν ἀνθρώ‐ πων, ἐφ’ οἷς ἂν δόξωμεν εὖ τινας πεποιηκέναι, «εὐεργέται». οὐ ταῦτα δέ φαμεν | |
225 | ἀνεπιστημόνως, ταπεινοῦν ἑαυτοὺς θέλοντες «ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ» καὶ κατὰ τὸν λόγον αὐτοῦ ὑπὸ τὴν ἐκκλησιαστικὴν διακονίαν· ἔστι δ’ ὅτε χρὴ (κατὰ τὴν ἀποστολι‐ | |
230 | κὴν φωνὴν) «τοὺς ἁμαρτάνοντας ἐνώ‐ πιον πάντων» ἐλέγχειν, «ἵνα καὶ οἱ λοι‐ ποὶ φόβον ἔχωσιν». ἔστι δ’ ὅτε δεῖ χρησάμενον τῇ ἐξουσίᾳ «παραδοῦναί» τινα «τῷ σατανᾷ εἰς ὄλεθρον τῆς | |
235 | σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου». σπανίως δὲ τὸ τοιοῦτο ποιητέον· νουθετητέον γὰρ «τοὺς ἀτάκτους» καὶ παραμυθητέον «τοὺς ὀλιγοψύχους» καὶ ἀνθεκτέον | |
240 | «τῶν ἀσθενῶν» καὶ «πρὸς πάντας» δὲ μακροθυμητέον καὶ οὐδενὶ «κακὸν ἀντὶ κακοῦ» ἀποδοτέον. καὶ οὐ χρὴ ἡγεῖσθαι ἐχθρὸν εἶναι τὸν ἁμαρ‐ τάνοντα, | |
245 | ἀλλ’ ἀκουστέον τοῦ ἀποστόλου λέ‐ γοντος· «μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν». καὶ | |
ταῦτα πάντα μοι λέλεκται βουλομέ‐ νῳ κατὰ τὸν λόγον παραστῆσαι ὅτι | ||
16.8(250) | οὐ μιμητέον τῷ ἄρχοντι τῆς ἐκκλη‐ σίας τὸν ἄρχοντα τῶν ἐθνῶν, οὐδὲ ζηλωτέον τοὺς κατακυριεύον‐ τας καὶ κατεξουσιάζοντας καὶ βασι‐ λεῖς· | |
255 | ἀλλ’ ὅση δύναμις καὶ ἐν τούτοις Χριστὸν μιμητέον τὸν εὐεντευκτό‐ τατον καὶ γυναιξὶν ὁμιλοῦντα καὶ παιδίοις ἐπιτιθέντα χεῖρας. εἰ καὶ μείζονα δὲ ἔχει λόγον τὸ Ἰη‐ | |
260 | σοῦν βεβληκέναι «ὕδωρ εἰς νιπτῆρα» καὶ «τοὺς πόδας τῶν μαθητῶν» κεκα‐ θαρκέναι, οὐδὲν ἧττον καὶ κατὰ τὴν λέξιν ἀκουστέον αὐτοῦ περὶ τούτων λέγον‐ | |
265 | τος· «ὑμεῖς φωνεῖτέ με· ὁ διδάσκαλος καὶ ὁ κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γὰρ» καὶ τὰ ἑξῆς· διὰ τούτων γὰρ δι‐ δάσκει μιμητὰς αὐτοῦ τῆς ἐπαινετῆς ταπεινότητος γίνεσθαι τοὺς μαθη‐ | |
270 | τάς. τάχα δὲ καὶ ἐπεὶ κύριος ὢν ἐδούλευ‐ σεν ὑπὲρ ἀνθρώπων σωτηρίας τῷ γένει ἡμῶν, κατὰ τοῦτο λέγεται «μορφὴν δούλου» ἀνειληφέναι καὶ τε‐ | |
275 | ταπεινωκέναι ἑαυτὸν γενόμενον «ὑπή‐ κοον μέχρι θανάτου». καὶ εἴπερ διὰ τοῦτο «ὁ θεὸς αὐτὸν ὑπερύψωσεν», ὁ βουλόμενος ὑψοῦσθαι τὰ παρα‐ πλήσια ποιησάτω τῷ διὰ τάδε τινὰ | |
280 | ὑπερυψοῦσθαι. | |
Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώ‐ που 〈οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι· ἐπεὶ〉 εἰ καὶ διηκονήθη, ἡνίκα «ἄγγελοι προσῆλ‐ | ||
285 | θον καὶ διηκόνουν αὐτῷ» καὶ πάλιν διηκονήθη ὑπὸ τῆς Μάρθας, ἀλλ’ οὐ διὰ τοῦτο ἐλήλυθε τὸ διακονη‐ θῆναι· ἐπεδήμησε γὰρ τῷ γένει τῶν ἀνθρώ‐ | |
290 | πων, ἵνα διακονήσῃ καὶ ἐπὶ τοσοῦτον ὁδεύσῃ διακονῶν ἡμῶν τῇ σωτηρίᾳ, ὡς δοῦναι τὴν ἑαυτοῦ ψυχὴν λύτρον ἀντὶ πολλῶν τῶν πιστευ‐ | |
295 | σάντων εἰς αὐτόν. καὶ εἰ καθ’ ὑπόθεσιν πάντες ἐπί‐ στευον εἰς αὐτόν, δεδώκει ἂν τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πάν‐ των. | |
16.8(300) | τίνι δὲ ἔδωκε τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν; οὐ γὰρ δὴ τῷ θεῷ· μήτι οὖν τῷ πονηρῷ; οὗτος γὰρ ἐκράτει ἡμῶν, ἕως δοθῇ τὸ ὑπὲρ ἡμῶν αὐτῷ λύτρον ἡ τοῦ | |
305 | Ἰησοῦ ψυχή, ἀπατηθέντι 〈δηλονότι καὶ φαντασθέντι〉 ὡς δυναμένῳ αὐτῆς κυριεῦσαι καὶ οὐχ ὁρῶντι ὅτι οὐ φέρει τὴν ἐπὶ τῷ κατέχειν αὐτὴν βάσανον. διὸ καὶ «θάνατος αὐτοῦ» δόξας κεκυ‐ | |
310 | ριευκέναι «οὐκέτι κυριεύει» γενομένου 〈μόνου〉 «ἐν νεκροῖς» ἐλευθέρου καὶ | |
ἰσχυροτέρου τῆς τοῦ θανάτου ἐξου‐ σίας, καὶ ἐπὶ τοσοῦτον ἰσχυροτέρου ὥστε καὶ πάντας τοὺς βουλομένους | ||
315 | αὐτῷ ἀκολουθεῖν τῶν κρατουμένων ὑπὸ τοῦ θανάτου δύνασθαι ἐλευθε‐ ροῦν, οὐδὲν ἰσχύοντος κατ’ αὐτῶν ἔτι τοῦ θανάτου. πᾶς γὰρ ὁ μετὰ τοῦ Ἰησοῦ 〈ὢν〉 ἀνεπίληπτός ἐστι τῷ | |
320 | θανάτῳ. ἐν μὲν οὖν τοῖς ἐξεταζομένοις τοῦ εὐαγγελίου ῥητοῖς γέγραπται ὁ σω‐ τὴρ ἡμῶν δεδωκέναι τὴν ἑαυτοῦ ψυχὴν λύτρον ἀντὶ πολλῶν. | |
325 | παρὰ δὲ τῷ Πέτρῳ εἴρηται ὅτι «οὐ φθαρτοῖς, ἀργυρίῳ καὶ χρυσίῳ, ἐλυ‐ τρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀνα‐ στροφῆς πατροπαραδότου, ἀλλὰ τι‐ μίῳ αἵματι»· καὶ ὁ ἀπόστολος δέ | |
330 | φησι· «τιμῆς ἠγοράσθητε· μὴ γίνε‐ σθε δοῦλοι ἀνθρώπων». οὐκοῦν ἠγο‐ ράσθημεν μὲν τῷ τιμίῳ τοῦ Ἰησοῦ αἵματι, δέδοται δὲ λύτρον ὑπὲρ ἡμῶν ἡ ψυχὴ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ | |
335 | οὔτε τὸ πνεῦμα αὐτοῦ (πρότερον γὰρ αὐτὸ παρέθετο τῷ πατρὶ λέγων· «πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου») οὔτε τὸ σῶμα (οὐδὲν γὰρ εὕρομέν πω τοιοῦτον περὶ | |
340 | αὐτοῦ γεγραμμένον). καὶ ἐπεὶ δέδοται ἡ ψυχὴ αὐτοῦ λύ‐ τρον ἀντὶ πολλῶν, οὐκ ἔμενε δὲ παρ’ ἐκείνῳ ᾧ ἐδέδοτο λύτρον ἀντὶ πολλῶν, | |
345 | διὰ τοῦτό φησιν ἐν πεντεκαιδεκάτῳ Ψαλμῷ τὸ «οὐκ ἐγκαταλείψεις τὴν | |
ψυχήν μου εἰς ᾅδην». Γενόμενος δὲ ἅπαξ κατὰ τὸν τό‐ πον ὑπομνήσαιμ’ ἂν τοὺς φαντασίᾳ | ||
16.8(350) | δοξολογίας τῆς περὶ τοῦ Χριστοῦ συγχέαντας τὰ περὶ τοῦ πρωτοτόκου πάσης κτίσεως τοῖς περὶ τῆς ψυ‐ χῆς καὶ τοῦ σώματος Ἰησοῦ, τάχα δὲ καὶ τοῦ πνεύματος αὐτοῦ, καὶ | |
355 | ἓν πάντη ἀσύνθετον οἰομένους εἶναι τὸ ὀφθὲν καὶ ἐπιδημῆσαν τῷ βίῳ, ὅτι μὴ ὑγιῶς λέγουσι. πυθώμεθα γὰρ αὐτῶν εἰ ἡ θειότης τῆς εἰκόνος «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ ἡ ὑπεροχὴ τοῦ | |
360 | πρωτοτόκου «πάσης κτίσεως», εἰ ἐκεῖνος ἐν ᾧ «ἔκτισται τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξου‐ | |
365 | σίαι» λύτρον ἐδόθη ἀντὶ πολλῶν· καὶ τίνι ἐδόθη ἐκείνη λύτρον πολε‐ μίῳ κατέχοντι ἡμᾶς αἰχμαλώτους ἕως λάβῃ τὸ λύτρον, καὶ εἰ ἐχώρει τὸ τηλικοῦτον καὶ τοσοῦτον ἐκεῖνος | |
370 | λύτρον ἀντὶ τῶν αἰχμαλώτων λα‐ βεῖν. καὶ οὐ ταῦτά φημι ὡς κατα‐ φρονῶν τῆς ψυχῆς Ἰησοῦ καὶ σμι‐ κρύνων αὐτήν, ἀλλὰ βουλόμενος ταύ‐ την μὲν κατὰ τὸ ἐνδεχόμενον λύ‐ | |
375 | τρον δεδόσθαι ὑπὸ τοῦ ὅλου σωτῆ‐ ρος, τὴν δὲ ὑπεροχὴν καὶ τὴν θεό‐ τητα ἐκείνην μηδ’ ἂν δεδυνῆσθαι λύτρον δοθῆναι. πλὴν σήμερον οὐ λύω τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, | |
380 | ἀλλὰ πολλῷ πλέον οἶδα ἓν εἶναι Ἰησοῦν τὸν Χριστὸν καὶ τὴν ψυχὴν | |
αὐτοῦ πρὸς τὸν πρωτότοκον «πάσης κτίσεως» ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ, ὡς πλέον (εἰ δεῖ οὕτως ὀνομάσαι) | ||
385 | εἶναι ἓν ὅλον τοῦτο, ἤπερ «ὁ κολλώ‐ μενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν». | |
16.9(1n) | Καὶ ἐκπορευομένων αὐ‐ | |
2n | τῶν ἀπὸ Ἱεριχὼ ἠκολούθη‐ | |
3n | σεν αὐτῷ ὄχλος πολύς. | |
4n | καὶ ἰδοὺ δύο τυφλοὶ καθή‐ | |
5n | μενοι παρὰ τὴν ὁδὸν καὶ 〈τὰ〉 | |
6n | ἑξῆς (20, 29—30[34]). | |
7 | Ἔστω μὲν καὶ τὰ τῆς ἱστορίας τῶν κατὰ τὸν τόπον ἀληθῆ, καὶ ἐκπορευομένῳ ἀπὸ τῆς Ἱερι‐ | |
10 | χὼ τῷ Ἰησοῦ μετὰ τῶν μαθητῶν ἠκολουθηκέναι αὐτῷ ὄχλον πολύν. καὶ τυφλοὶ δύο παρὰ τὴν ὁδὸν καθεζόμενοι τῆς ἀπὸ Ἱεριχὼ ἐξόδου ἀκούσαντες ὅτι Ἰησοῦς παρ‐ | |
15 | έρχεται τὸν τόπον ἐκεῖνον, καὶ αὐτοὶ κράξαντες εἰρηκέτωσαν· ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυῒδ καὶ συμπεφωνηκέτωσαν ἐν τῷ κεκρα‐ γότας τὸ ἀναγεγραμμένον εἰρηκέναι. | |
20 | καὶ διὰ τοὺς τυφλοὺς ἀξιώσαντας ἐλεηθῆναι στὰς ὁ Ἰησοῦς πεφω‐ νηκέτω αὐτούς, ἵνα μὴ παράγων καὶ παρερχόμενος αὐτοὺς καλῇ ἀλλὰ καὶ ἑστηκώς, καὶ πυνθανόμενος εἰρη‐ | |
25 | κέτω αὐτοῖς· τί θέλετε ἵνα ποιή‐ σω ὑμῖν; τήν τε ἀξίωσιν ἰδικώτε‐ ρον ἤδη παριστάντες οἱ τυφλοὶ εἰρη‐ | |
κέτωσαν αὐτῷ θέλειν ἵνα ἀνοι‐ γῶσιν ἀπὸ τοῦ Ἰησοῦ οἱ ὀφθαλ‐ | ||
30 | μοὶ αὐτῶν. καὶ ὁ φιλάνθρωπος ἡμῶν καὶ συμπαθὴς σωτὴρ σπλαγχνι‐ σθεὶς ἐπὶ τοῖς τυφλοῖς, σπλαγχνι‐ σθεὶς δ’ (οἶμαι) τῷ προειληφέναι ἐκείνους τὸ προκαλούμενον τὸν (ἵν’ | |
35 | οὕτως ὀνομάσω) ἔλεον τοῦ Ἰησοῦ, ὅπερ ἦν τὸ κεκραγότας εἰρηκέναι· ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δα‐ υῒδ καὶ πεπιστευκότας ἠξιωκέναι ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ | |
40 | αὐτῶν, ἁψάμενος αὐτῶν τῶν ὀφθαλ‐ μῶν 〈καὶ〉 δύναμιν διὰ τῆς ἁφῆς ἰατικὴν ἐνιεὶς τοῖς ὀφθαλμοῖς πε‐ ποιηκέτω τοὺς τυφλοὺς ἀναβλέπειν, κἀκεῖνοι εὐχαρίστως ἠκολουθηκέ‐ | |
45 | τωσαν τῷ Ἰησοῦ. καὶ πιστεύσας τις τούτοις καὶ γινώσκων δὲ τὸ «ἐὰν μὴ πιστεύσητε, οὐ μὴ συνῆτε», ἐκ τοῦ πεπιστευκέναι «κατὰ τὴν ἀναλογίαν τῆς πίστεως» τὸ συνιέναι εἰληφέτω, | |
16.9(50) | καὶ εἰληφὼς λεγέτω τὰ περὶ τού‐ των κατὰ τὸν περὶ αὐτῶν τῆς πίστεως θεμέλιον περὶ αὐτῶν ἑρμηνεύων κατὰ τὸ «ἐπίστευσα, διὸ ἐλάλησα», καὶ ἔστω ὁ τοιοῦτος οὐ μόνον πιστεύ‐ | |
55 | ων τῷ Ἰησοῦ καὶ τοῖς κατὰ τὸν τό‐ πον τοῦτον ἀναγεγραμμένοις, ἀλλὰ καὶ γινώσκων τὸν περὶ αὐτῶν νοῦν. ὁ γὰρ μένων ἐν τῇ τῆς πίστεως ἀλη‐ θείᾳ καὶ διὰ τῶν ἔργων τοῦ λόγου | |
60 | ἐμμένων «τῷ λόγῳ» κατὰ τὴν Ἰησοῦ ἐπαγγελίαν γινώσκει «τὴν ἀλήθειαν» | |
καὶ ὑπ’ αὐτῆς ἐλευθεροῦται. Καὶ ἡμεῖς δέ, ἐπεὶ μὴ πιστεύον‐ τες μὲν οὐ συνίεμεν τοῦ βουλήματος | ||
65 | τῶν λεγομένων συνιέντες δὲ ἐκ τοῦ πιστεύειν συνίεμεν, φέρε τὰ ὑποπίπτοντα ἡμῖν εἰς τὸν τό‐ πον, εὐξάμενοι τῷ ῥυομένῳ ἡμᾶς ἀπὸ τοῦ κεκαλύφθαι ἡμῖν «τὸ εὐαγγέλιον», | |
70 | καθὸ χωροῦμεν παραστήσωμεν. καὶ πρῶτόν γε κατανοήσωμεν τί τὸ ἐκ‐ πορευομένων ἀπὸ Ἱεριχὼ τῶν μαθητῶν τοῦ Ἰησοῦ μετὰ τοῦ σωτῆ‐ ρος ἠκολουθηκέναι αὐτῷ πολὺν ὄ‐ | |
75 | χλον. ὅρα τοίνυν εἰ δύνασαι, μεμνη‐ μένος τῶν ἡμῖν ὑπαγορευθέντων εἰς τὴν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ παραβολὴν τὴν «ἄνθρωπός τις κατ‐ έβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱερι‐ | |
80 | χώ, καὶ περιέπεσε λῃσταῖς», ἐπιστή‐ σας λέγειν μήποτε καὶ ἐνταῦθα Ἱεριχὼ σύμβολόν ἐστι τοῦ περι‐ γείου τόπου συνήθως καλουμένου κατὰ τὴν γραφὴν κόσμου. | |
85 | ὁ μὲν οὖν καταβαίνων «ἀπὸ Ἱερουσα‐ λὴμ εἰς Ἱεριχὼ» Ἀδὰμ (τουτέστιν ἄνθρωπος) περιπέπτωκε «λῃσταῖς». διὰ δὲ τοὺς ἐν Ἱεριχὼ πολλοὺς (πολὺς γὰρ ὄχλος ἐν Ἱεριχὼ) ὁ | |
90 | Ἰησοῦς ἡμῶν ἅμα τοῖς μαθηταῖς γε‐ νόμενος ἐν αὐτῇ ἐκπορευέσθω πραγ‐ ματευόμενος (διὰ δὴ τοῦ εἰς τὴν | |
Ἱεριχὼ εἰσεληλυθέναι) τὸ τοὺς βου‐ λομένους ἕπεσθαι ὁδηγεῖν. οὐ γὰρ | ||
95 | οἴδασιν οἱ ἐν Ἱεριχὼ ἐξελθεῖν ἀπὸ τοῦ κοσμικοῦ φρονήματος, ἐὰν μὴ θεάσωνται οὐ μόνον τὸν Ἰησοῦν ἐκ‐ πορευόμενον ἀπὸ τῆς Ἱεριχὼ ἀλλὰ καὶ τοὺς μαθητὰς αὐτοῦ. ταῦτα δὲ | |
16.9(100) | θεωρήσαντες ἀκολουθοῦσιν αὐτῷ ὄχλος πολύς. καὶ ἔστι κατανοοῦν‐ τα τοὺς κατὰ τὸν λόγον βιοῦν θέλον‐ τας καὶ τοῦ κόσμου καὶ τῶν περιγείων 〈ὅλων〉 καταφρονεῖν βουλομένους, | |
105 | ἀκολουθοῦντας τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ καὶ κατ’ ἴχνη βαίνοντας αὐτοῖς ἐκπο‐ ρευομένοις ἀπὸ Ἱεριχώ, βλέπειν τὰ κατὰ τὸν τόπον. ἀκολουθοῦσι | |
110 | μέντοι ὁ πολὺς ὄχλος τῷ Ἰησοῦ, ἵν’ ὀπίσω αὐτοῦ βαδίζοντες καὶ αὐτῷ ὁδηγῷ χρώμενοι ἀναβῶσιν εἰς τὴν Ἱερουσαλήμ ***. | |
16.10 | (μετ’ ὀλίγα οὖν ἐπιφέρεται ὅτι «ὅτε ἤγγισαν εἰς Ἱερο‐ σόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς | |
5 | ἀπέστειλε δύο μαθητὰς» καὶ τὰ ἑξῆς). Εἶθ’ ἑξῆς γέγραπται, οἱονεὶ δεικνύντος τοῦ λόγου τοὺς ὅσον οὐ‐ δέπω θεραπευθησομένους τυφλοὺς τὸ | |
10 | καὶ ἰδοὺ δύο τυφλοὶ καθήμε‐ νοι παρὰ τὴν ὁδόν, ἀκούσαν‐ τες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυΐδ. | |
15 | καὶ πρόσχες ἐν τούτοις τῷ καὶ ἰδοὺ δύο τυφλοί, εἰ μὴ δεῖξιν περιέχει τὸ | |
ἰδού. εἴπερ οὖν δεικνύντι τῷ λόγῳ τοὺς δύο τυφλοὺς παρακολουθεῖν δυνάμεθα καὶ βλέπειν αὐτούς, | ||
20 | φήσομεν ὅτι Ἰσραὴλ καὶ Ἰούδας οἱ πρὸ τῆς Ἰησοῦ ἐπιδημίας τυ‐ φλοὶ ἦσαν, πλὴν καθεζόμενοι παρὰ τὴν ὁδὸν τῷ ἐν νόμῳ καὶ προφή‐ ταις ποιεῖσθαι τὰς διατριβάς· τυ‐ | |
25 | φλοὶ μὲν τῷ μὴ βλέπεσθαι αὐτοῖς πρὸ τῆς Ἰησοῦ εἰς τὰς ψυχὰς αὐτῶν ἐπιδημίας τὸν ἐν νόμῳ καὶ τοῖς προφήταις ἀληθῆ λόγον· κεκρα‐ γότες δὲ τὸ ἐλέησον ἡμᾶς, κύ‐ | |
30 | ριε, υἱὲ Δαυῒδ παρὰ τὸ συν‐ αισθέσθαι ἑαυτῶν 〈τυφλῶν〉, μὴ βλεπόντων τὸ βούλημα τῶν γραμ‐ μάτων καὶ βουλομένων ἀναβλέψαι καὶ ἰδεῖν τὴν ἐν αὐτοῖς δόξαν. ὡς | |
35 | ἔτι δὲ τυφλοὶ καὶ μηδὲν μέγα περὶ τοῦ Ἰησοῦ φανταζόμενοι, ἀλλὰ τὸ κατὰ σάρκα αὐτοῦ μόνον νοοῦντες, καλοῦσι τὸν γενόμενον «ἐκ σπέρ‐ ματος Δαυῒδ κατὰ σάρκα», ἐπεὶ | |
40 | μηδὲν τούτου πλέον συνίεσαν, υἱὸν Δαυΐδ. καὶ πᾶσα αὐτῶν ἡ δοκοῦσα διὰ τὴν θεοσέβειαν με‐ γαλοφωνία οὐδὲν πλέον ᾔδει λέγειν περὶ τοῦ σωτῆρος ἢ ὅτι υἱὸς ἦν τοῦ | |
45 | Δαυΐδ. ἐὰν δὲ λέγω δύο τυφλοὺς τὸν πρὸ τῆς Ἰησοῦ εἰς τὴν ψυχὴν αὐτῶν ἐπιδημίας Ἰσραὴλ καὶ Ἰού‐ δαν, | |
ἄναγε σαυτὸν ἐπὶ τὰς 〈δύο〉 βα‐ | ||
16.10(50) | σιλείας, καὶ κατανόησον κατὰ τοὺς χρόνους Ῥοβοὰμ διαιρούμενον τὸν λαὸν Ἰσραὴλ καὶ Ἰούδαν· καὶ ἑξῆς ὅρα τοὺς προφήτας, ὁτὲ μὲν τῷ Ἰσραὴλ ὁτὲ δὲ τῷ Ἰούδᾳ προφη‐ | |
55 | τεύοντας, ὅπου δὲ ἅμα ἀμφοτέροις. ἰδίᾳ μὲν οὖν πῶς ἑκατέρῳ προφη‐ τεύουσιν εὕροις ἂν προσέχων τῇ ἀναγνώσει τῶν προφητῶν, ἅμα δὲ Ἰσραὴλ καὶ Ἰούδᾳ, ἡνίκα διὰ τοῦ | |
60 | Ἰησοῦ ἐπαγγέλλεται ὁ θεὸς συν‐ τελέσειν «ἐπὶ τὸν οἶκον 〈Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον〉 Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησεν» ὁ θεὸς «τοῖς πατράσιν» | |
65 | ἐκπορευομένοις «ἐκ γῆς Αἰγύπτου». καὶ τυφλοί γε ὄντες ὁ Ἰσραὴλ (περὶ οὗ πολλάκις ἀποδεδώκαμεν ἀντι‐ διαστελλόμενοι αὐτὸν πρὸς τὸν κατὰ σάρκα | |
70 | Ἰσραὴλ) καὶ Ἰούδα ὁμοίως ἀκού‐ σαντες (φησὶν) ὅτι Ἰησοῦς παρ‐ άγει, ἔκραξαν· ἀκούσαντες [φησὶν ὅτι] γὰρ (οἶμαι) τῶν κη‐ ρυσσόντων τὰ περὶ τῆς Ἰησοῦ | |
75 | ἐπιδημίας καὶ ὅτι παράγει τὴν παρελευσομένην Ἱεριχὼ (ἐπιδημῶν μὲν 〈ἐν〉 αὐτῇ, ἐξελευσόμενος δὲ ἀπ’ αὐτῆς), εὐλαβοῦνται μὴ παρέλθῃ αὐτοὺς μὴ ἐλεηθέντας· διὸ κεκρά‐ | |
80 | γασι πρὸς αὐτὸν λέγοντες· ἐλέη‐ | |
σον ἡμᾶς, κύριε, υἱὸς Δα‐ υΐδ. εὐεργετῶν δὲ ὁ σωτὴρ οὐ παράγει, ἀλλ’ ἵσταται, ἵνα στάντος αὐτοῦ μὴ παραρρέῃ ἡ εὐεργεσία | ||
85 | καὶ παρέρχηται, ἀλλ’ ὡς ἀπὸ πηγῆς ἑστώσης ἐγγένηται τοῖς εὐεργετου‐ μένοις. | |
16.11 | Στὰς οὖν ὁ Ἰησοῦς καὶ πληγεὶς ἀπὸ τῆς κραυγῆς αὐτῶν καὶ τῆς ἀξιώσεως καλεῖ αὐτοὺς πρὸς ἑαυτόν, τὴν ἀρχὴν τῆς εὐεργεσίας | |
5 | ἤδη ποιούμενος, ὅτε ἐφώνησεν αὐτούς· οὐκ ἂν γὰρ κενῶς ἐφώ‐ νησε καὶ ἐπὶ τῷ μηδὲν ἀνυσθῆναι ἐν τοῖς φωνηθεῖσιν. | |
10 | ὡς εἴθε καὶ ἡμῶν πρὸς αὐτὸν κεκραγότων καὶ λεγόντων· ἐλέησον ἡμᾶς, κύριε, φωνήσαι ἡμᾶς ἀρχο‐ μένους ἀπὸ τοῦ υἱὸς Δαυΐδ, καὶ στάς γε φωνήσαι ἡμᾶς ὡς προσέ‐ | |
15 | χων ἡμῶν τῇ ἀξιώσει. εἶπεν οὖν ἐκείνοις· τί θέλετε ἵνα ποιήσω ὑμῖν; ὅπερ τοιοῦτον εἶναι νομίζω· τί θέλετε παραστήσατε, δηλώ‐ σατε, ἵνα πάντες οἱ ἐκπορευόμενοι | |
20 | ἀπὸ Ἱεριχὼ καὶ ἀκολουθοῦντές | |
μοι ἀκούσωσι καὶ θεάσωνται τὸ γινόμενον. ἀλλ’ ἐκεῖνοι ἀπεκρίναντο· κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀ‐ φθαλμοὶ ἡμῶν· ἥντινα ἀπόκρισιν | ||
25 | οἱ εὐγενεῖς μὲν (τῷ εἶναι ἀπὸ Ἰσραὴλ καὶ Ἰούδα) τυφλωθέντες δὲ (ὑπὸ τῆς ἀγνοίας καὶ συνῃσθη‐ μένοι αὐτῆς) καὶ ἀκούσαντες τῶν λεγόντων περὶ τοῦ σωτῆρος 〈κεκρά〉‐ | |
30 | γασι πρὸς αὐτόν, καὶ λέγουσι θέλειν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ αὐτῶν. καὶ μάλιστα τοῦτό φασιν οἱ ἐν τῷ ἐντυγχάνειν τῇ ἱερᾷ γραφῇ μὴ ἀναισθητοῦντες ἑαυ‐ | |
35 | τῶν τυφλωττόντων πρὸς τὸν ἐν αὐτῇ νοῦν. οὗτοι γάρ φασι τὸ ἐλέη‐ σον ἡμᾶς καὶ τὸ θέλομεν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. ὡς εἴθε καὶ ἡμεῖς αἰσθανόμενοι, ἐν | |
40 | οἷς τυφλώττομεν καὶ οὐ βλέπομεν, παρ’ αὐτὴν καθεζόμενοι τῶν γρα‐ φῶν τὴν ὁδὸν 〈καὶ〉 ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, διὰ τῆς ἡμετέρας ἀξιώσεως στήσαιμεν αὐτὸν | |
45 | καὶ εἴποιμεν ὅτι θέλομεν ἵνα ἀνοι‐ γῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. ὅπερ ἐὰν εἴπωμεν ἀπὸ διαθέσεως ὀρεγο‐ μένης τοῦ βλέπειν ἃ χαρίζεται βλέπειν ἁψάμενος τῶν τῆς ψυχῆς | |
16.11(50) | ὀφθαλμῶν Ἰησοῦς, σπλαγχνισθή‐ σεται ὁ σωτὴρ ἡμῶν, καὶ ὡς δύναμις καὶ λόγος καὶ σοφία καὶ πάντα ὅσα ἀναγέγραπται περὶ αὐτοῦ τυγχάνων, | |
55 | ἅψεται τῶν πρὸ αὐτοῦ μὴ βλεπόν‐ | |
των ὀφθαλμῶν ἡμῶν. καὶ ἁψαμένου αὐτοῦ φεύξεται μὲν τὸ σκότος καὶ ἡ ἄγνοια, εὐθέως δὲ οὐ μόνον ἀναβλέψομεν, ἀλλὰ καὶ | ||
60 | ἀκολουθήσομεν αὐτῷ, αὐτοῦ τοῦ ἀναβλέπειν ἡμᾶς παρ’ αὐτὸν συν‐ εργοῦντος πρὸς τὸ μὴ ἄλλο τι πρᾶξαι ἢ ἀκολουθεῖν τῷ ἀναβλέψαι ποιήσαντι, ἵνα ἀεὶ ἑπόμενοι αὐτῷ | |
65 | ὁδηγηθῶμεν ὑπ’ αὐτοῦ πρὸς τὸν θεὸν καὶ ὁρῶμεν τοῖς ἀναβλέψασι δι’ αὐτὸν ὀφθαλμοῖς ἡμῶν τὸν θεὸν μετὰ τῶν μακαριζομένων ἐπὶ τῷ | |
70 | καθαρὰν ἔχειν τὴν καρδίαν. ἔχομεν οὖν τοὺς ἐκπορευομένους ἀπὸ Ἱερι‐ χὼ καὶ ἀκολουθοῦντας τῷ Ἰησοῦ ὄντας ὄχλον πολύν, τοὺς οὐκ Ἰσραὴλ οὐδὲ Ἰούδαν· τοὺς δὲ δύο τυφλοὺς | |
75 | ἀκούσαντας ὅτι Ἰησοῦς παράγει καὶ εἰδότας ὅτι υἱός ἐστι Δαυῒδ καὶ συναισθομένους τῆς ἑαυτῶν τυ‐ φλότητος καὶ ἀξιοῦντας ἀνοιγῆναι τοὺς ὀφθαλμοὺς αὑτῶν, Ἰσραὴλ | |
80 | καὶ Ἰούδαν τοὺς ἀποδεδομένους, ὧν κεκλεισμένοι οἱ ὀφθαλμοὶ καὶ συμμεμυκότες διὰ τῆς ἁφῆς ἀνα‐ βλέπουσιν Ἰησοῦ. ταῦτα μὲν κατὰ τὸν Ματθαῖον. | |
16.12 | Ἐπεὶ δὲ Μᾶρκος καὶ Λου‐ κᾶς κατὰ τινὰς μὲν τὴν αὐτὴν ἱστορίαν ἐκτίθενται κατὰ δὲ τινὰς ἑτέραν παραπλησίαν, ἄξιόν γε καὶ | |
5 | τὰ τούτων ἰδεῖν. καὶ πρῶτόν γε κα‐ τανοητέον τὴν κατὰ τὸν Μᾶρκον, οὕ‐ τως ἀναγράψαντα τὰ κατὰ τὸν τό‐ πον· «καὶ ἔρχεται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἐκεῖθεν καὶ | |
10 | τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ἰδοὺ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυ‐ φλὸς» καὶ τὰ ἑξῆς, ἕως τοῦ «καὶ ἠκο‐ λούθει αὐτῷ ἐν τῇ ὁδῷ». ὁ μὲν οὖν τῇ ἱστορίᾳ ψιλῇ παριστά‐ | |
15 | μενος καὶ μὴ βουλόμενος διαφωνεῖν τοὺς εὐαγγελιστάς, ἐρεῖ οὐχ ἅμα γεγονέναι τὸ κατὰ τὸν Ματ‐ θαῖον καὶ τὸν Μᾶρκον, ἀλλὰ τινὶ μὲν ἐπιδημίᾳ τῇ ἐν Ἱεριχὼ γε‐ | |
20 | γονέναι τὰ κατὰ τοὺς ἀναβλέψαντας δύο τυφλούς, ἑτέρᾳ δὲ τὰ κατὰ τὸν ἕνα τοῦτον υἱὸν Τιμαίου Βαρτιμαῖον, καὶ ἄλλῃ τὰ κατὰ τὸν Λουκᾶν. εἴπερ γὰρ ἀκριβῶς πιστεύομεν ἀνα‐ | |
25 | γεγράφθαι συνεργοῦντος καὶ τοῦ ἁγίου πνεύματος τὰ εὐαγγέλια, καὶ μὴ ἐσφάλησαν ἐν τῷ ἀπομνημονεύειν οἱ γράψαντες αὐτά, δῆλον ὅτι, ἐπεὶ μὴ δυνατὸν ἐν μιᾷ καὶ τῇ αὐτῇ ἐπιδη‐ | |
30 | μίᾳ ἀληθὲς εἶναι δύο τυφλοὺς τεθε‐ ραπεῦσθαι καὶ ἕνα, ἑτέρα μέν τις ἐπιδημία δεδήλωται ὑπὸ τοῦ Ματ‐ θαίου ἑτέρα δὲ ὑπὸ τοῦ Μάρκου, ἤδη δὲ καὶ ἄλλη ὑπὸ τοῦ Λουκᾶ, ὡς τῷ | |
35 | ἐπιστήσαντι ἐκ τῆς πρὸς τοὺς λοι‐ ποὺς διαφορᾶς ἔστι καὶ τοῦτο τεθαρ‐ ρηκότως ἀποφήνασθαι. καὶ οὐδὲν θαυμαστὸν ἐπιτηρήσαντά τινα τῶν ἐν Ἱεριχὼ τὴν προτέραν θεραπείαν διὰ | |
40 | τῆς 〈αὐτῆσ〉 λέξεως καὶ τῆς ὁμοίας ἀξιώσεως καὶ ἐν τῷ αὐτῷ τόπῳ βεβου‐ | |
λῆσθαι θεραπευθῆναι. εἴποι δ’ ἄν τις 〈ὅτι〉 οὕτω καὶ ἄλλος ἐστὶν ὁ κατὰ τὸν Λουκᾶν τυφλὸς θεραπευθείς. | ||
45 | ὁ μέντοιγε ὅλων τούτων ζητῶν βα‐ θυτέραν διήγησιν φήσει ὅτι ἓν καὶ τὸ αὐτὸ πρᾶγμα διαφόροις λέξεσι παρίσταται. δύο μὲν γὰρ τυφλοί εἰσιν (ὡς ἀπο‐ | |
16.12(50) | δέδοται) Ἰσραὴλ καὶ Ἰούδας, εἷς δὲ ὁ ὅλος τούτων λαός, ὅτε εἷς δηλοῦται θεραπευόμενος τυφλός. «ὄχλου» οὖν «ἱκανοῦ» τοῦ ἀπὸ τῶν ἐθνῶν συνεκπο‐ ρευομένου ἀπὸ τῶν κοσμικῶν τῷ Ἰη‐ | |
55 | σοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, Ἰσρα‐ ηλιτικόν τι λεῖμμα «παρὰ τὴν ὁδὸν» καθεζόμενον 〈τουτέστι παρὰ τὰς προφητικὰς γραφὰσ〉 καὶ πενόμενον τοῖς νοήμασι καὶ ἐπαιτοῦν τὰ εἰς τὴν | |
60 | χρείαν τῆς ψυχῆς, ἀκοῦσαν «ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν», ἄρχεται μέγα βοῶν ἀξιοῦν τὸν σωτῆρα ὡς υἱὸν Δαυῒδ ἔλεον αὐτῷ παρασχεῖν. | |
65 | καὶ ἐπὰν ἴδῃς τῶν ἀπὸ Ἰουδαίων πιστευόντων εἰς τὸν Ἰησοῦν τὴν περὶ τοῦ σωτῆρος πίστιν, ὁτὲ μὲν ἐκ Μαρίας καὶ τοῦ Ἰωσὴφ οἰομένων αὐτὸν εἶναι ὁτὲ δὲ ἐκ Μα‐ | |
70 | ρίας μὲν μόνης καὶ τοῦ θείου πνεύ‐ ματος, οὐ μὴν καὶ μετὰ τῆς περὶ αὐ‐ | |
τοῦ θεολογίας, ὄψει πῶς οὗτος ὁ τυ‐ φλὸς λέγει τὸ «υἱὸς Δαυΐδ, ἐλέησόν με», ᾧ ἐπιτιμῶσιν οἱ «πολλοί»· πολλοὶ | ||
75 | γὰρ οἱ ἀπὸ τῆς Ἱεριχὼ ἐκπορευόμε‐ νοι ἀπὸ τῶν ἐθνῶν, ἐπιτιμῶντες τῇ πτωχείᾳ τῶν ἀπὸ τῶν Ἰουδαίων πι‐ στεύειν δοκούντων. καὶ ἀνάγων δὲ ἐπὶ τὴν εὐγενῆ ψυχὴν | |
80 | τὰ τοιαῦτα πτωχεύσασαν καὶ μέχρι ἐπαιτήσεως φθάσασαν, οὐ πάνυ τι διαμαρτήσῃ τοῦ λόγου. Ἐπεὶ δὲ ἔδοξε τῷ Μάρκῳ καὶ τὸ τοῦ πατρὸς τοῦ τυφλοῦ ὄνομα | |
85 | ἀναγράψαι ὅτι Τίμαιος ἦν, καὶ τὸ τοῦ τυφλοῦ ὅτι Βαρτιμαῖος ἐκαλεῖτο, ζητοῦμεν μή πῃ ἐνενόησέ τι ὁ Μᾶρ‐ κος βαθύτερον κατὰ τὸν τόπον. καὶ ἀναγκαίως τάχα μὲν ἀπὸ τῆς ἱστο‐ | |
90 | ρίας λαβὼν προσέθηκε τὸ ὄνομα, εἴποι δ’ ἄν τις καὶ ποιήσας αὐτὸ ὡς χρήσιμον. καὶ εἰ μὴ δόξομεν ψυχρεύε‐ σθαι μέχρι τῆς τῶν τοιούτων ἐξετά‐ σεως φθάνοντες, ζητοῦμεν τὸν τῆς | |
95 | τιμῆς ἐπώνυμον Τίμαιον καὶ τὸν υἱὸν αὐτοῦ Βαρτιμαῖον, ὅπερ ἐστὶν υἱὸν Τιμαίου. μήποτε δὲ διὰ τὸ τίμιον τοῦ πατριάρχου Ἰακὼβ καὶ Ἰσραὴλ τρο‐ πικῶς ἐκεῖνός ἐστιν ὁ Τίμαιος· οἱ δὲ | |
16.12(100) | τὴν εὐγένειαν ἀπ’ ἐκείνου κεκτημένοι ὁ Βαρτιμαῖος τυφλὸς διὰ τὰ προειρη‐ μένα, ὁμοίως δὲ καὶ καθεζόμενος «παρὰ τὴν ὁδὸν» καὶ «ἐπαιτῶν». εἶτα ἐπείπερ λέγοντι αὐτῷ· «υἱὸς Δαυΐδ, | |
105 | ἐλέησόν με», ἐπετίμων οἱ «πολλοὶ ἵνα σιωπήσῃ», ζητῶ εἰ δύνασαι πολλοὺς | |
μὲν εἰπεῖν ἐπιτιμῶντας «ἵνα σιωπήσῃ» τῷ Ἐβιωναίῳ καὶ πτωχεύοντι περὶ τὴν εἰς Ἰησοῦν | ||
110 | πίστιν τοὺς ἀπὸ τῶν ἐθνῶν, οἵτινες παρ’ ὀλίγους ἅπαντες πεπιστεύκασιν αὐ‐ τὸν ἐκ παρθένου γεγενῆσθαι, καὶ ἐπιτιμῶσιν «ἵνα σιωπήσῃ» | |
115 | τῷ οἰομένῳ αὐτὸν ἐκ σπέρματος ἀν‐ δρὸς καὶ γυναικὸς εἶναι, κατάγοντα τὸ γένος ἀπὸ τοῦ Δαυΐδ. ἀλλὰ καί‐ τοιγε τῶν πολλῶν ἐπιτιμώντων «πολ‐ λῷ μᾶλλον» κέκραγε, πιστεύων μὲν | |
120 | ἐπὶ τὸν Ἰησοῦν ἀνθρωπικώτερον δὲ πιστεύων, καὶ κεκραγὼς λέγει· «υἱὸς Δαυΐδ, ἐλέησόν με». ἀλλ’ ὁ φιλάνθρω‐ πος σωτὴρ στάς, οὐκέτι (κατὰ τὸν Ματθαῖον) αὐτὸς αὐτὸν φωνεῖ, ἀλλ’ | |
125 | εἶπεν αὐτὸν φωνηθῆναι· οἱ δὲ προσταχθέντες εἶπον αὐτῷ· «θάρσει, ἔγειραι» (καθεζομένῳ γὰρ αὐτῷ καὶ ἀναπεπτωκότι φασίν· «ἔγειραι») καὶ λέγουσι· «φωνεῖ σε». | |
130 | μετὰ ταῦτά φησιν ὁ Μᾶρκος ὅτι «ἀπο‐ βαλὼν τὸ ἱμάτιον ἀναπηδήσας ἦλθε πρὸς τὸν Ἰησοῦν». ἆρ’ οὖν οὐδὲν ἐννοήσας ἀνέγραψε περὶ τοῦ ἀποβαλόντα αὐτὸν τὸ ἱμάτιον ἀνα‐ | |
135 | πεπηδηκότα ἐληλυθέναι πρὸς τὸν Ἰησοῦν; καὶ τολμήσομεν φῆσαι μά‐ την ταῦτα προσερρῖφθαι τῷ εὐαγ‐ γελίῳ; ἐγὼ μὲν οὖν ἰῶτα ἓν ἢ μίαν | |
κεραίαν οὐ πιστεύω κενὴν εἶναι θείων | ||
140 | μαθημάτων, τὸ δὲ ἐπιτυγχάνειν ἑρ‐ μηνεύοντα ἡγοῦμαι πολλοῦ δεῖσθαι λόγου διὰ τὸ δυσερμήνευτον τῶν πραγμάτων. μήποτ’ οὖν τὰ ὡς τυφλοῦ καὶ ἐπαίτου | |
145 | *** ἐπικαλύμματα καὶ περιβόλαια, οἷς περιβέβλητο ὁ Βαρτιμαῖος, δηλοῦ‐ ται· ἅτινα ἀπέβαλεν ὁ τυφλὸς ἀκού‐ σας· «θάρσει, ἔγειραι, φωνεῖ σε» καὶ | |
16.12(150) | ἀποβαλὼν τὰ τῆς ἐπαιτήσεως καλύμματα καὶ περιβόλαια «ἀνεπήδησε καὶ ἀνέστη», ἵνα ἔλθῃ πρὸς τὸν Ἰησοῦν | |
155 | καὶ τυχὼν τῆς παρ’ αὐτοῦ ἀποκρί‐ σεως εἰρημένης πρὸς τὴν ἀξίωσιν τῆς «τί θέλεις ποιήσω;» καὶ αὐτὸς εἴπῃ μείζονα φωνὴν τῆς «υἱὲ Δαυΐδ, ἐλέησόν με»· μεῖζον γὰρ ἐπι‐ | |
160 | νενόηται τοῦ «υἱὲ Δαυῒδ» τῷ λέγοντι «Ῥαββουνὶ» καὶ τὸ εἶδος τοῦ ἐλέους παραστήσαντι διὰ τοῦ «ἵνα ἀναβλέψω». καὶ ὁ σωτήρ γε διὰ μὲν τοῦ «υἱὲ Δα‐ | |
165 | υΐδ, ἐλέησόν με» οὐ δίδωσι τὴν εὐερ‐ γεσίαν οὐδ’ ὅτε τὸ ἱμάτιον τῆς 〈τυ‐ φλότητος καὶ τῆσ〉 ἐπαιτήσεως περιέ‐ κειτο οὐδ’ ὅτε ἐκαθέζετο παρὰ τὴν ὁδὸν ἐπαιτῶν. διὰ δὲ τὸ «Ῥαββουνί, | |
170 | ἵνα ἀναβλέψω» εἶπεν αὐτῷ· «ὕπαγε, ἡ πίστις σου σέσωκέ σε». καὶ ὁ μὲν σωτὴρ εἶπεν αὐτῷ· «ὕπαγε», ὁ δὲ τοῦ προστάγματος τού‐ του κρεῖττον πεποίηκεν· οὐ γὰρ ἀπ‐ | |
175 | ελήλυθεν, ἀλλὰ «ἠκολούθει» τῷ Ἰη‐ σοῦ «ἐν τῇ ὁδῷ», ἐπεὶ «εὐθέως ἀνέ‐ βλεψεν». | |
16.13 | Ἴδωμεν δὲ καὶ τὸ τοῦ Λουκᾶ οὕτως ἔχον· «ἐγένετο δὲ ἐν τῷ ἐγγί‐ ζειν αὐτὸν εἰς Ἱεριχὼ καὶ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν» | |
5 | καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ». καὶ τού‐ του δὲ τὰ μὲν κοινὰ πρὸς τοὺς λοιποὺς ἤδη τῆς κατὰ τὸ φανὲν ἡμῖν διηγή‐ | |
10 | σεως τετευχότα οὐκ ἐπαναληψόμεθα, τὰ δὲ καίρια καὶ ἴδια κατὰ τὸ δυνατὸν ἡμῖν παραστήσομεν. καὶ πρῶτόν γε παρατήρει ὅτι Ματθαῖος μὲν καὶ Μᾶρκος ἐκπορευομένου μετὰ τῶν | |
15 | μαθητῶν τοῦ Ἰησοῦ ἀπὸ τῆς Ἱερι‐ χὼ ἀνέγραψαν γεγονέναι τὰ περὶ τοὺς τυφλοὺς ἢ τὸν τυφλόν· ὁ δὲ Λουκᾶς φησιν· «ἐγένετο δὲ ἐν | |
20 | τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχώ». οὐ‐ κοῦν κατὰ τὸν Λουκᾶν εἰσερχόμενος εἰς τὴν Ἱεριχὼ καὶ ἐγγὺς αὐτῆς γενό‐ μενος ἐπιτελεῖ τὴν κατὰ τὸν τυφλὸν οἰκονομίαν. καὶ εἴποι τις ἂν κατὰ τὸν | |
25 | μυστικὸν λόγον ὅτι πρῶτόν ἐστι τὸ | |
τοῦ Λουκᾶ, δεύτερον δὲ τὸ τοῦ Μάρ‐ κου, καὶ τρίτον τὸ τοῦ Ματθαίου. πρῶτον γὰρ δεῖ ἐγγίσαι τῇ Ἱεριχώ, εἶτα εἰσελθεῖν εἰς αὐτήν, καὶ 〈μετὰ | ||
30 | ταῦτα δὲ〉 ἐκπορευθῆναι ἀπ’ αὐτῆς. ἀνέγραψε τοίνυν ὁ μὲν Λουκᾶς τὸ «ἐγένετο ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱε‐ ριχώ», ὁ δὲ Μᾶρκος· «καὶ ἔρχεται εἰς Ἱεριχώ, καὶ ἐκπορευομένου αὐτοῦ | |
35 | ἐκεῖθεν», ὁ δὲ Ματθαῖος οὔτε τὸ ἐγγίζειν τῇ Ἱεριχὼ ἀνέγραψεν οὔτε ὅτι ἔρχεται εἰς Ἱεριχώ, ἀλλὰ μόνον ὅτι ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ | |
40 | ὄχλος πολύς. δύναται οὖν τὸ μὲν κατὰ τὸν Λουκᾶν ἐγγίσας τῇ Ἱεριχὼ πεποιηκέναι, τὸ δὲ κατὰ τὸν Μᾶρκον ἐλθὼν εἰς Ἱερι‐ χώ, τὸ δὲ κατὰ τὸν Ματθαῖον ἐκ‐ | |
45 | πορευθεὶς ἀπ’ αὐτῆς. ὁρᾷς δὲ ὅτι καὶ ὁ κατὰ τὸν Λουκᾶν τυφλὸς «ἀκούσας ὄχλου διαπορευο‐ μένου (καὶ οὐ δήπου τοῦ Ἰησοῦ) ἐπυν‐ θάνετο τί ἂν εἴη», ὁ δὲ κατὰ τὸν Μᾶρ‐ | |
16.13(50) | κον «ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρη‐ νός ἐστιν ἤρξατο κράζειν», οἱ δὲ κατὰ τὸν Ματθαῖον δύο τυφλοὶ καθ‐ ήμενοι παρὰ τὴν ὁδόν, ἀκού‐ σαντες ὅτι Ἰησοῦς παράγει, | |
55 | ἔκραξαν. καὶ οὐκ ἔστιν ὁ κατὰ τὸν Ματθαῖον παρὰ τοῖς τυφλοῖς Ἰησοῦς Ναζαρηνός, ἀλλ’ ὁ παρὰ τοῖς λοιποῖς, ὧν ὁ μὲν κατὰ τὸν Μᾶρκον 〈τυφλὸσ〉 ἀκούει ὅτι «Ἰησοῦς ὁ Ναζαρηνός | |
60 | ἐστιν», ὁ δὲ κατὰ τὸν Λουκᾶν, ὅτε ἐπυνθάνετο παρὰ τοῦ ὄχλου «τί ἂν εἴη τοῦτο», ἔμαθεν ἀπαγγειλάντων αὐ‐ τῷ ὅτι Ἰησοῦς ὁ Ναζαρηνὸς παρέρ‐ χεται. | |
65 | Ἑξῆς δὲ τούτοις παρατήρει ὅτι τῷ βοήσαντι τυφλῷ 〈καὶ〉 λέγοντι· «υἱὲ Δαυΐδ, ἐλέησόν με» «οἱ προάγον‐ τες ἐπετίμων, ἵνα σιωπήσῃ», ὡσεὶ ἔλεγεν· οἱ πρῶτοι πιστεύσαντες ἐπε‐ | |
70 | τίμων τῷ λέγοντι· «υἱὲ Δαυΐδ», ἵνα σιγήσῃ καὶ μὴ ἀναγορεύσῃ αὐτὸν τῷ ἐλάττονι ὀνόματι, ἀλλ’ οἱονεὶ λέγῃ· υἱὲ θεοῦ, ἐλέησόν με. ἀλλ’ ἐκεῖνος «πολλῷ μᾶλλον ἔκραξεν· υἱὲ Δαυΐδ, | |
75 | ἐλέησόν με». εἶτα (φησὶ) «σταθεὶς ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν». καὶ ὅρα εἰ μὴ (ὡς πα‐ ρατετηρήκαμεν) ὑποδεέστερός ἐστιν οὗτος ὁ τυφλός· οὔτε γὰρ ὁ Ἰησοῦς | |
80 | αὐτὸν ἐφώνησεν οὔτε εἶπεν αὐτὸν φωνηθῆναι, ἀλλ’ ὡς μὴ χωροῦντα ταῦτα «ἐκέλευσεν αὐτὸν» 〈ὡσ〉 μὴ δυ‐ νάμενον καθ’ αὑτὸν ἐλθεῖν πρὸς αὐ‐ τὸν «ἀχθῆναι πρὸς αὐτόν». εἶτα (φη‐ | |
85 | σὶν) «ἐγγίσαντος αὐτοῦ ἐπηρώτησεν αὐτὸν εἰπών· τί σοι θέλεις ποιή‐ σω;» καὶ οὐ πρότερον ἐπηρώτησεν αὐτὸν ἢ ὁ ἐρωτώμενος ἤγγισεν αὐτῷ, ἀλλ’ ἐπεὶ ἤγγισε, διὰ τοῦτο ἐρωτηθεὶς | |
90 | εἶπε τὸ «ἵνα ἀναβλέψω, κύριε». | |
εἶτα (φησὶν) ἀποκριθεὶς «εἶπεν αὐτῷ Ἰησοῦς· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε». πλεῖον δέ 〈τι〉 ἔχουσιν οἱ κατὰ τὸν Ματθαῖον τυφλοί, ἐφ’ | ||
95 | ὧν γέγραπται ὅτι σπλαγχνισθεὶς ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν· οὐχ ἥψατο δὲ οὔτε τοῦ κατὰ τὸν Μᾶρκον οὔτε τοῦ κατὰ τὸν Λου‐ κᾶν. | |
16.13(100) | ἔχει δὲ πάλιν πλεονέκτημά τι ὁ κατὰ τὸν Λουκᾶν, ἐπείπερ ἡνίκα «παραχρῆμα ἀνέβλε‐ ψεν», οὐ μόνον «ἠκολούθει αὐτῷ», ἀλ‐ λὰ πλεῖόν τι εἶχε παρὰ τοὺς λοιπούς· | |
105 | «ἠκολούθει» γὰρ (φησὶν) «αὐτῷ δοξά‐ ζων τὸν θεόν». καὶ ἦν τὸ τέλος τού‐ του, ἐν τῷ ἀκολουθεῖν καὶ δοξάζον‐ τος τὸν θεόν, 〈τὸ〉 πάντα τὸν ὄχλον ἰδόντα δοῦναι «αἶνον τῷ θεῷ». | |
110 | ταῦτα μὲν ἐπὶ τοῦ παρόντος ἡμεῖς εἰς τοὺς τόπους, 〈εἴτε γνόντεσ〉 εἴτε λαβόντες, εἴδομεν· θεὸς δὲ δοίη ᾧ βούλεται λόγον σοφίας πλουσιώ‐ τερον καὶ λόγον ἐν φωτὶ γνώσεως | |
115 | τρανότερον, ἵνα ταῦτα τοῖς ἀπὸ τοι‐ ούτων χαρισμάτων συγκρινόμενα εὑ‐ ρεθῇ ὡς λύχνος παρ’ ἥλιον. | |
16.14(1n) | Καὶ ὅτε ἤγγισαν εἰς | |
2n | Ἱεροσόλυμα καὶ ἦλθον εἰς | |
3n | Βηθφαγὴ πρὸς τὸ ὄρος τῶν | |
4n | Ἐλαιῶν καὶ τὰ ἑξῆς ἕως τοῦ ἐπι‐ | |
5n | βεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον | |
6n | υἱὸν ὑποζυγίου (Matth. 21, 1—5). | |
7 | καὶ ὁ Μᾶρκος δὲ κατὰ τὸν τόπον οὕτως ἀνέγραψε· «καὶ ὅτε ἐγγί‐ ζουσιν εἰς Ἱεροσόλυμα καὶ εἰς Βη‐ | |
10 | θανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν» καὶ 〈τὰ〉 ἑξῆς ἕως τοῦ «καὶ εὐθέως αὐτὸν ἀποστελεῖ»· ὁ δὲ Λουκᾶς τοῦτον τὸν τρόπον· «καὶ ταῦτα εἰπὼν ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυ‐ | |
15 | μα» καὶ τὰ ἑξῆς, ἕως τοῦ «οὕτως ἐρεῖτε· ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει». Ἄξιόν ἐστι μάλιστα ἐπὶ τῶν τοιού‐ των τοῦ εὐαγγελίου ῥητῶν ἐπιστῆσαι | |
20 | τῷ βουλήματι τῶν ἀναγραφόντων καὶ τῇ προαιρέσει αὐτῶν, τί σκο‐ ποῦντες ἀνέγραψαν πρὸς τοῖς τερα‐ στίοις καὶ παραδόξοις τῶν ὑπὸ τοῦ σωτῆρος γεγενημένων καὶ τὰ μηδὲν | |
25 | ἐμφαίνοντα τοιοῦτον. ἔστω γὰρ περὶ τυφλῶν ἀναβλέψεως καὶ παρέτων ἰάσεως καὶ νεκρῶν ἀνα‐ στάσεως καὶ λεπρῶν καθαρίσεως πεπραγματεῦσθαι τοὺς εὐαγγελιστὰς | |
30 | εἰς οἰκοδομὴν τὴν περὶ τοῦ Ἰησοῦ τοῖς ἐντευξομένοις αὐτῶν τῇ γραφῇ, | |
τί βούλεται αὐτοῖς τὸ προκείμενον ῥητόν, καθὸ ἡνίκα τοῖς Ἱεροσο‐ λύμοις ἤγγισεν ὁ Ἰησοῦς μετὰ τῶν | ||
35 | μαθητῶν καὶ ἐλήλυθεν εἰς Βηθ‐ φαγὴν πλησίον τοῦ ὄρους τῶν Ἐλαιῶν, ἀπέστειλε δύο μα‐ θητὰς ἐντελλόμενος αὐτοῖς περὶ ὄνου καὶ πώλου, ἵνα λύσαντες | |
40 | ἀγάγωσιν αὑτῷ, τῷ ἔσθ’ ὅτε μὴ ὀκνήσαντι πλείονα ὁδὸν πεζεῦσαι, καὶ τοῖς ἑαυτοῦ ποσὶ τὴν ὁδοιπορίαν ἐκτελέσαι, ὡς ὅτε ἀπὸ Ἱεροσολύμων διήρχετο | |
45 | διὰ τῆς Σαμαρείας 〈εἰς τὴν Γαλι‐ λαίαν καὶ〉 φθάσας ἐπὶ τὸ φρέαρ, κοπιάσας «ἐκ τῆς ὁδοιπορίας» ἐκα‐ θέσθη παρ’ αὐτῷ; τί δὲ καὶ αὐτῷ τῷ Ἰησοῦ πρόκειται ὄνον δεδεμέ‐ | |
16.14(50) | νην μετὰ πώλου λύεσθαι κελεύοντι 〈καὶ〉 προστάσσοντι λέγειν τῷ ὁτι‐ ποτοῦν ἐπὶ τούτῳ φάσκοντι ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστελεῖ αὐτούς; | |
55 | ὁ γὰρ τηλικοῦτος κύριος, χρείαν ἔχων ὄνου καὶ πώλου τῶν πάλαι δεδεμένων, ἐμφαινέτω *** τι ἄξιον αὐτοῦ τῆς μεγαλοπρεπείας. Ἐπιτείνει δὲ τὴν κατὰ τὸν τόπον | |
60 | ζήτησιν προφήτης Ζαχαρίας ὁ τοῦ Βαραχίου, προφητεύσας περὶ τούτων προφητείαν ἀξίαν ἐπιστάσεως, ἐν ᾗ | |
αὐταῖς λέξεσι γέγραπται ταῦτα· «χαῖρε σφόδρα, θύγατερ Σιών· | ||
65 | κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων, αὐτὸς πραῢς καὶ ἐπι‐ βεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον». εἰ δὲ βούλει ἀπὸ τοῦ προφή‐ | |
70 | του μαθεῖν πῶς ἐστι [χαῖρε σφό‐ δρα] χαρᾶς ἄξια τῇ θυγατρὶ Σιὼν τὰ προφητευόμενα, ἄκουε τοῦ «καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολο‐ | |
75 | θρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς. καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσ‐ | |
80 | μίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέ‐ ρας παροικίας σου διπλᾶ ἀνταπο‐ | |
85 | δώσω σοι». καὶ ἵνα μὴ μηκύνωμεν τὸν λόγον ἐπὶ πλεῖον, καταλίπωμεν τῷ βουλομένῳ συγκρῖναι τὴν προ‐ φητείαν τῇ κατὰ τὸ εὐαγγέλιον ἱστορίᾳ ὅλα τὰ κατὰ τοὺς τόπους | |
90 | ἐξετάσαι παρακειμένης τῆς λέξεως. | |
ἐσημειωσάμεθα δὲ ὥσπερ ἐπ’ ἄλλων ὅτι μὴ αὐταῖς λέξεσιν ὁ Ματθαῖος καὶ ὁ Ἰωάννης ἐξέθεντο τὸ προ‐ φητικόν· οὐ γὰρ ταὐτὸν τὸ «χαῖρε | ||
95 | σφόδρα, θύγατερ Σιών, 〈κήρυσσε, θύγατερ Ἱερουσαλὴμ〉» τῷ· εἴπατε τῇ θυγατρὶ Σιὼν 〈ἢ τῷ «μὴ φοβοῦ, θυγάτηρ Σιών»〉, ἀλλὰ 〈καὶ τὰ〉 μετὰ τὸ «ἰδοὺ ὁ | |
16.14(100) | βασιλεύς σου ἔρχεταί σοι» προτε‐ ταγμένα τοῦ «πραῢς» οὐκ ἐξέθετο ὁ Ματθαῖος, οὕτως ἔχοντα· «δίκαιος καὶ σῴζων αὐτός». ἔτι δὲ ἀντὶ τοῦ καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ | |
105 | πῶλον υἱὸν ὑποζυγίου 〈κεῖται· «καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον〉 καὶ πῶλον νέον» ἢ ὡς ἔν τισι «πῶλον ὑποζυ‐ γίου». ὁ δὲ Ἰωάννης ἀντὶ τοῦ «ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον 〈καὶ | |
110 | πῶλον νέον〉» πεποίηκε· «καθή‐ μενος ἔρχεται ἐπὶ πῶλον ὄνου»· ὅστις ἐμφαίνων ὅτι γνώσεως δεῖται τὸ κατὰ τὸν τόπον, ἐπιφέρει τὸ «ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ | |
115 | αὐτοῦ τὸ πρότερον». | |
16.15 | Ζητήσαι δ’ ἄν τις πῶς εὐλόγως προστάσσεται κατὰ τὸν προφήτην χαίρειν σφόδρα θυγάτηρ | |
Σιὼν καὶ κηρύσσειν θυγάτηρ Ἱε‐ | ||
5 | ρουσαλὴμ διὰ τὸν ἐπιβεβηκότα «ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον», ὅτε μετὰ βραχὺ ἰδὼν τὴν Ἱερουσαλὴμ «ἔκλαυσεν 〈ἐπ’ αὐτὴν» ὁ Ἰησοῦς λέγων «Ἱερουσαλὴμ Ἱερουσαλήμ,〉 | |
10 | ἡ ἀποκτείνουσα τοὺς προφήτας» καὶ τὰ ἑξῆς. πρόσχες οὖν εἰ δύνασαι Σιὼν νῦν δὴ λεγομένην θυγατέρα τοῦ προστάσσοντος αὐτῇ χαίρειν καὶ Ἱερουσαλὴμ πάλιν θυγατέρα | |
15 | τοῦ κηρύσσειν αὐτῇ κελεύοντος, εἰπεῖν εἶναι 〈μὴ τὴν τὸν κύριον σταυρώσασαν, ἀλλὰ τὴν δεξαμένην τὸν ἐσταυρωμένον, Σιὼν〉 τὴν ἐπουρανίαν, περὶ ἧς ἐν μὲν | |
20 | τῇ πρὸς Ἑβραίους γέγραπται τὸ «ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει», | |
25 | ἐν δὲ τῇ πρὸς Γαλάτας· «ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν». μήποτε γὰρ σύμβολά ἐστι ταῦτα τοῦ σωτῆρος λύσαντος τῶν δεσμῶν διὰ τῶν | |
30 | μαθητῶν τὰ ἴδια ὀχήματα, τούς τε ἀπὸ τοῦ λαοῦ πιστεύσαντας ἐκείνου τότε καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. | |
δεδεμένη γὰρ ταῖς ἁμαρτίαις ἦν ἡ τότε συναγωγή, δεδεμένος δὲ καὶ | ||
35 | ὁ πῶλος μετ’ ἐκείνης ὁ ὕστερον γενόμενος νέος ἀπὸ τῶν ἐθνῶν 〈πιστεύων〉 λαός· καὶ τούτους ἀμ‐ φοτέρους ἐγγίζων τῇ εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνόδῳ | |
40 | ὁ σωτὴρ ἐκέλευσεν ὑπὸ τῶν μαθη‐ τῶν διδασκόντων λυθῆναι, δοὺς αὐ‐ τοῖς τὸ ἅγιον πνεῦμα καὶ εἰπών· «λάβετε πνεῦμα ἅγιον. ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐ‐ | |
45 | τοῖς· ἄν τινων κρατῆτε, κεκράτην‐ ται». καὶ ἀεί γε οἱ μαθηταὶ 〈Χρι‐ στοῦ〉, οὓς «ἱκάνωσε διακόνους καινῆς δια‐ θήκης, οὐ γράμματος ἀλλὰ πνεύ‐ | |
16.15(50) | ματος», λύοντες τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον ἄγουσι πρὸς τὸν Ἰησοῦν βουλόμενον ὀχήμασι χρήσασθαι τοῖς ὑπὸ τῶν γνησίων αὑτοῦ μαθητῶν | |
55 | λελυμένοις ἀπὸ τῶν πάλαι 〈ἁμαρ‐ τιῶν〉 δεσμοῦ. καὶ πρέπει γε τῷ υἱῷ τοῦ θεοῦ οὕτω χρείαν ἔχειν (φιλ‐ άνθρωπος γάρ ἐστι) τῆς δεδεμένης ὄνου καὶ τοῦ μετ’ αὐτῆς δεδε‐ | |
60 | μένου πώλου· χρείαν δ’ αὐτῶν ἔχει, ἵνα αὐτοῖς ἐπικαθίσας ἀναπαύσῃ μᾶλλον ἤπερ ἀναπαύσηται τοὺς οἷς | |
ἐπικαθέζεται. | ||
16.16 | Ἀλλὰ ζητήσει τις, πῶς ὁ λόγος τῶν ἑξῆς ἀκόλουθος ἔσται τοῖς ἀποδεδομένοις, οὕτως ἐχόν‐ των· εὐθέως δὲ ἀποστελεῖ αὐ‐ | |
5 | τοὺς ἤ· «καὶ εὐθέως αὐτὸν ἀποστελεῖ πάλιν ὧδε». λύσεις δὲ τὸ ἐπηπορημένον ζητή‐ σας | |
10 | τὴν ἀποστολὴν ἢ τῶν κατὰ τὸν Ματθαῖον δύο ἢ τοῦ κατὰ τὸν Μᾶρκον πώλου. ὅτι δὴ κύριος οὐδεὶς ἄλλος ἦν τῶν δεδεμένων 〈ἢ ἐκεῖνος περὶ οὗ | |
15 | φησιν ὁ ἀπόστολοσ〉· «ἀλλ’ ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα», ᾧ 〈ὅτι〉 μηδαμῶς ἀντιλέ‐ γειν ἔμελλε τῶν λεγόντων τις· «εἰς τί λύετε τὸν πῶλον;» ἢ ὁτιποτ‐ | |
20 | οῦν φασκόντων, δῆλον· ὡς γὰρ μὴ ἀντερούντων αὐτῷ εἶπεν ὁ σωτὴρ τὸ καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει | |
25 | ἤ· «ἐάν τις ὑμῖν εἴπῃ· τί λύετε τὸν πῶλον; εἴπατε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει»· καὶ κατὰ τὸν Λουκᾶν δέ· «ἐάν τις (φησὶν) ὑμᾶς ἐρωτᾷ· διὰ τί λύετε; οὕτως ἐρεῖτε· ὅτι ὁ | |
30 | κύριος αὐτοῦ χρείαν ἔχει». καὶ ζητήσεις εἰ μετὰ 〈τὸ ἀναβεβη‐ κέναι εἰσ〉 τὴν Ἱερουσαλὴμ καὶ τὸ ἐπιβεβηκέναι τούτοις ἢ τούτῳ τὸν σωτῆρα, ἀποστολή τις ἐπί τι ἔργον | |
35 | ἀναγκαῖον πρὸς τὸν τόπον γίνεσθαι ἔμελλεν, ἵνα τι ποιήσωσιν ἡ ὄνος καὶ ὁ πῶλος ἔργον κατὰ τὸ σιωπώ‐ μενον, ἐμφαινόμενον μὲν οὐ τρανῶς δὲ δεδηλωμένον. ἔννοιαν δὲ τοῦ | |
40 | τοιούτου λαμβάνω ἐπιστήσας τῇ τάξει τῶν ἐν τῷ κατὰ Ματθαῖον μακαρισμῶν, ἐν οἷς μετὰ τὸ «μακά‐ ριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρα‐ | |
45 | νῶν» ἑξῆς γέγραπται τὸ «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν». τήρει γὰρ ἐν τούτοις ὅτι πρῶτον μὲν τῶν μακαριζομένων «ἡ βασιλεία» ἐστὶ «τῶν οὐρανῶν»· δεύ‐ | |
16.16(50) | τερον δὲ «κληρονομήσουσι τὴν γῆν», οὐχ ὥστε τὸν πάντα αἰῶνα εἶναι ἐπ’ αὐτῆς· παρακληθέντες γὰρ καὶ διὰ τὸ πεπεινηκέναι καὶ δεδιψηκέναι δικαιοσύνης κορεσθέντες αὐτῆς καὶ | |
55 | ἐλεηθέντες καὶ τὸν θεὸν ἰδόντες καὶ υἱοὶ αὐτοῦ κληθέντες πάλιν ἐπὶ τὴν βασιλείαν ἀποκαθ‐ | |
ίστανται τῶν οὐρανῶν. | ||
60 | Ἐὰν δὲ ὄνος καὶ πῶλος, οἷς ὁ σω‐ τὴρ ἐπιβαίνει, οἱ ἀποδεδομένοι τυγχά‐ νωσι, μὴ προσκόψῃς τῷ λόγῳ παρα‐ βάλλοντι ἀλόγοις ζῴοις ἀχθοφόροις τοὺς φέροντας τὸν Ἰη‐ | |
65 | σοῦν αὐτοῖς ὀχούμενον. τάχα γάρ τι τοιοῦτον νοήσας καὶ ὁ προφήτης εἶπε τὸ γενονέναι 〈ὡσ〉 κτηνώδης, οὐχ ἁπαξαπλῶς ἀλλὰ | |
70 | παρὰ τῷ θεῷ ἢ παρὰ τῷ Χριστῷ, κατὰ τὸ «κἀγὼ κτηνώδης ἐγενήθην παρὰ σοί». ὡς γὰρ πρὸς τὸν αὐτόλογον καὶ πρὸς τὴν τοῦ θεοῦ μεγαλειότητα | |
75 | κτηνώδεις ἐσμὲν οὐχ ἡμεῖς μόνοι, ἀλλὰ καὶ ἡμῶν πολλῷ λογικώτεροι καὶ σοφώτεροι· οὕτω δὲ καὶ ὡς πρὸς τὸ λογικὸν τοῦ ποιμένος πρό‐ βατά ἐσμεν αὐτοῦ, τῷ τὸν ἐν ἀν‐ | |
80 | θρώποις καὶ τοῖς τελειοτάτοις λόγον παραβαλλόμενον τῷ αὐτολόγῳ πλεῖον ἔχειν ἀπόστημα ἀπ’ ἐκείνου, ἢ ὅσον ἔχει ἀπόστημα ὄνου καὶ πώλου | |
ψυχὴ ἢ προβάτου πρὸς ἄνθρωπον. | ||
85 | καὶ τάχα ἀναβαίνοντα μὲν εἰς Ἱερο‐ σόλυμα (ἐποχουμένου τοῦ Ἰησοῦ) τὸ ὑποζύγιον ἢ καὶ ὁ πῶλος τοιαῦτά ἐστιν, γενόμενα δὲ ἐκεῖ οὐ μένει ὑποζύγιον οὐδὲ πῶλος, ἀλλὰ ἀπο‐ | |
90 | στέλλεται μεταβαλόντα καὶ ὠφε‐ ληθέντα καὶ μετασχόντα τῆς τοῦ λόγου θειότητος καὶ ὑπεροχῆς τῆς γνώσεως, ὥστε εἰς δόξαν 〈ἀξιοῦ‐ σθαι〉 θεοῦ ἀποστέλλεσθαι αὐτὰ εἰς | |
95 | τὸν τόπον ὅθεν ἐλύθη πρότερον, τοῦ κυρίου μεταποιήσαντος αὐτὰ καὶ μισθὸν αὐτοῖς δεδωκότος τοῦ ἐνη‐ νοχέναι αὐτὸν τὴν τοιαύτην μεταβολήν, | |
16.16(100) | ὡς καὶ ἀποσταλῆναι αὐτὰ ἐπὶ τὸν πρότερον τόπον, οὐκέτι 〈δ’〉 ἐπὶ τοῖς ἔργοις τοῖς πρότερον. οὐ γὰρ ἔμελλεν ὁ φιλάν‐ | |
105 | θρωπος ἡμῶν 〈ὢν〉 κύριος, ἅπαξ αὐτὰ παραδεξάμενος τιμῆσαι τῇ τε ἀπὸ τῶν δεσμῶν λύσει καὶ τῇ ἑαυτοῦ ὀχήσει, πάλιν αὐτὰ πέμπειν ἐπὶ τοὺς δεσμοὺς ἢ ἔργα ἐλάττονα | |
110 | οὗ πεποίηκεν ἔργου, δεξάμενα τοῖς νώτοις τὸν υἱὸν τοῦ θεοῦ. πρέπον δὲ ἦν ἐπὶ τῷ τοιούτῳ | |
μυστηρίῳ καὶ τοῖς μετ’ αὐτοῦ λεγομένοις | ||
115 | σφόδρα χαίρειν καὶ ἐπιτείνειν χαρὰν (τὸν καρπὸν «τοῦ πνεύματος») τὴν θυ‐ γατέρα τοῦ θεοῦ Σιὼν καὶ θυγατέρα αὐτοῦ τὴν Ἱερουσαλὴμ κηρύσσειν· ἤρχετο γὰρ αὐτῇ «ὁ βασιλεὺς δίκαιος | |
120 | καὶ σῴζων», 〈καὶ οὐχ ἁπλῶς «σῴζων»〉 ἀλλὰ 〈«δίκαιος καὶ σῴζων», του‐ τέστι〉 μετὰ τοῦ τηρεῖν τὸ δίκαιος εἶναι καὶ σῴζων μετὰ δικαιοσύνης, καὶ εὐτρεπίζων εἰς σωτηρίαν τοὺς | |
125 | σῳζομένους. αὐτὸς δὲ ἤρχετο εἰς Σιὼν καὶ Ἱερουσαλὴμ «πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον» (ὡς ἀποδεδώκαμεν) ἐπισκο‐ πῶν τὸν Ἰσραὴλ ἐν τῷ ἐξολο‐ | |
130 | θρεύειν «ἅρματα ἐξ Ἐφραΐμ», παραπλήσια τυγχάνοντα ἅρμασι Φα‐ ραώ, ὅτε «ἅρματα Φαραὼ καὶ τὴν δύ‐ ναμιν αὐτοῦ | |
135 | ἔρριψεν εἰς θάλασσαν». ἤρχετο δὲ καὶ «ἵππον» ἐξολοθρεύων τὸ πολε‐ μικὸν ζῷον ἀπὸ τῆς Ἱερουσαλήμ, ἵνα εἰρήνην ποιήσῃ τῷ Ἰσραὴλ ἐπιστρέφων τὰ ἀπολωλότα αὐτοῦ | |
140 | πρόβατα, εἰρήνην δὲ καὶ τῇ Ἱερουσαλὴμ ἐπανάγων αὐτῆς ἐκπεσόντα τὰ τέ‐ κνα. πῶς δὲ οὐκ ἔμελλε μεγάλης χαρᾶς | |
145 | εἶναι ἄξιον τὸ οὕτως ἔρχεσθαι τὸν δίκαιον βασιλέα καὶ σῴζοντα καὶ πρᾶον εἰς τὴν Ἱερουσαλήμ, ὅτε ἔμελλεν ἐξολοθρεύεσθαι πᾶν «τόξον πολεμικόν», ἵνα μηκέτι «οἱ ἁμαρτω‐ | |
16.16(150) | λοὶ» ἐκτείνωσι τόξα μηδὲ ἑτοιμάζωσι «βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρ‐ δίᾳ»; ἔμελλε δὲ τότε «καὶ πλῆθος καὶ εἰρήνη» εἶναι ἀπὸ τῶν πιστευ‐ | |
155 | όντων καὶ σῳζομένων «ἐθνῶν», κατάρ‐ χοντος «ὑδάτων ἕως θαλάσσης» τοῦ σωτῆρος, κατάρχοντος δὲ καὶ «πο‐ ταμῶν διεκβολὰς γῆς» καὶ διεξόδους ποιουμένων καὶ ποτιζόντων τὰ πολλὰ | |
160 | αὐτῆς. Ὁ δὲ θέλων ἁπλούστερον ἐπὶ τοῦ 〈τῶν Ἰουδαίων〉 λαοῦ οἷς ἐπιδεδήμηκεν ὁ σωτὴρ ἀκούειν τὸ «θύγατερ Σιὼν» καὶ | |
165 | «θύγατερ Ἱερουσαλὴμ» φήσει ὅτι ὁ λόγος μὲν προστάσσει χαίρειν τῇ θυγατρὶ Σιὼν καὶ κη‐ ρύσσειν τῇ θυγατρὶ Ἱερουσαλήμ· εἰ δέ τινες ἠπείθησαν οὐ τὰ τοῦ | |
170 | χαίρειν ποιήσαντες ἄξια οὐδὲ πα‐ ραδεξάμενοι τὸ περὶ τοῦ κηρύσσειν πρόσταγμα, αὐτοὶ γεγόνασιν ἑαυτῶν αἴτιοι τοῦ παθεῖν ἃ πεπόνθασιν, ὥστε λεχθῆναι αὐτοῖς· «ὑμῖν ἦν | |
175 | ἀναγκαῖον καταγγεῖλαι τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δὲ ἀναξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη». χρὴ δὲ καὶ τοῦτο εἰδέναι ὅτι πέντε | |
180 | περιτυχόντες ἐκδόσεσι τοῦ Ζαχαρίου παρὰ μὲν τοῖς Ἑβδομήκοντα καὶ τῷ Ἀκύλᾳ εὕρομεν τὸ «αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον» ἢ «ἐπὶ ὄνου καὶ πώλου | |
185 | υἱοῦ ὀνάδων», παρὰ δὲ Θεοδοτίωνι· «αὐτὸς ἐπακούων καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὄνου», παρὰ δὲ Συμμάχῳ· «αὐτὸς πτωχὸς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον | |
190 | υἱὸν ὀνάδος», ἐν δὲ τῇ πέμπτῃ ἐκδόσει· «αὐτὸς πτωχὸς καὶ ἐπι‐ βεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον υἱὸν ὄνων». καὶ δύναταί γέ τις ταῦτα ἐφαρμόζειν τῇ κατὰ τὸν ἐξετα‐ | |
195 | ζόμενον τοῦ εὐαγγελίου τόπον ἱστο‐ ρίᾳ, ὅτε πρᾶος καὶ ἐπακούων καὶ πτωχὸς ἐλήλυθεν εἰς τὴν Ἱερου‐ σαλὴμ ὁ σωτήρ· «ἐπτώχευσε» γὰρ «πλούσιος ὤν, ἵνα» οἱ ἀκούοντες | |
16.16(200) | αὐτοῦ τοῦ ἐπακούοντος ἡμῶν «τῇ πτωχείᾳ» αὐτοῦ πλουτήσωσιν. | |
16.17 | Ἴδωμεν δὲ περὶ τῆς Βηθ‐ φαγὴ μὲν κατὰ Ματθαῖον, Βη‐ θανίας δὲ κατὰ τὸν Μᾶρκον, Βηθ‐ φαγὴ δὲ καὶ Βηθανίας κατὰ τὸν | |
5 | Λουκᾶν. ταῦτα δὲ ἦν «πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν». ἑρμηνεύ‐ εσθαι δέ φαμεν τὴν Βηθφαγὴ μὲν ΟΙΚΟΝ ΣΙΑΓΟΝΩΝ (ἥτις τῶν ἱερέων ἦν χωρίον), | |
10 | Βηθανία δὲ ΟΙΚΟΣ ΥΠΑΚΟΗΣ. ἐπὶ τὸν οἶκον οὖν τῆς ὑπακοῆς ἄγεται τὰ λυόμενα ἢ τὸ λυόμενον, ἵν’ ἐκεῖθεν ἐπιβῇ αὐτοῖς ὁ Ἰησοῦς, ἢ ἐπὶ τὸν οἶκον τῆς σιαγόνος, περὶ | |
15 | ἧς ἔστιν εἰπεῖν λαβόντα ἀφορμὰς καὶ ἀπὸ τῶν Κριτῶν, ἐν οἷς πηγή ἐστιν ἐπίκλητος σιαγόνος, ἀφ’ ἧς ἔπιεν ὁ Σαμψὼν διψήσας, ἢ τάχα ἐπεὶ «τῷ τύπτοντι εἰς τὴν σιαγόνα» δεῖ παρέχειν | |
20 | καὶ τὴν ἑτέραν, σύμβολον τῆς τῶν σῳζομένων ἀνεξικακίας ἡ Βηθ‐ φαγὴ ἦν, ὅθεν ἐκαθέζετο ὁ Ἰησοῦς ἐπὶ τῶν ὑπὸ τῶν μαθητῶν κατὰ τὴν | |
25 | πρόσταξιν τοῦ Ἰησοῦ λυθέντων. | |
καὶ τὸ ὄρος δὲ τῶν Ἐλαιῶν 〈ἡ ἐκκλησία〉 ἐστίν, αἵτινες λέγουσι καρποφοροῦσαι καλ‐ λιέλαιος οὖσαι· «ἐγὼ δὲ ὡσεὶ ἐλαία | ||
30 | κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ»· καὶ οἱ ἀρχόμενοι δὲ καὶ εἰσαγόμενοι ἐν αὐτοῖς εἰσιν «ὡσεὶ νεόφυτα ἐλαιῶν κύκλῳ τῆς» Χριστοῦ «τραπέζης», τεκνία | |
35 | καὶ «υἱοὶ» ὄντες αὐτοῦ. εἰ δὲ δεῖ ἐπιστῆσαι καὶ τοῖς δύο μαθηταῖς, οὓς ἀπέστειλεν ὁ Ἰησοῦς ἐπὶ τὴν δεδεμένην ὄνον καὶ τὸν μετ’ αὐτῆς πῶλον, ἵνα λύ‐ | |
40 | σαντες ἀγάγωσιν αὐτῷ, λεκτέον 〈τάχα οὐκ ἀλόγωσ〉 μή‐ ποτε δύο μαθηταὶ Πέτρος εἰσὶ καὶ Παῦλος, δεξιὰς διδόντες ἀλλήλοις «κοινωνίας», ἵνα Πέτρος μὲν εἰς | |
45 | τὴν περιτομὴν πρὸς τὸ ὑποζύγιον γένηται, τὸν ὑπὸ τὸν ζυγὸν τοῦ νόμου γεγενημένον 〈λαόν〉, Παῦλος δὲ εἰς τὰ ἔθνη, τὸν νέον καὶ ἀδάμαστον πῶλον. καὶ ἦσαν ἀμφότεροι (λέγω | |
16.17(50) | δέ· τὸ ὑποζύγιον καὶ ὁ πῶλος) πρὸ τοῦ Ἰησοῦ ἐν κώμῃ καὶ οὐ πόλει, ἔνθα ἦσαν δεδεμένοι. ἀλλ’ οἱ τοῦ Ἰησοῦ μαθηταὶ λύουσι καὶ ἄγουσι πρὸς τὸν Ἰησοῦν ἀμφό‐ | |
55 | τερα. | |
Ἔτι δ’ ἐπανάγων τῷ λόγῳ τοὺς δύο μαθητὰς φήσεις ὅτι ἐστὶ μὲν ἓν τάγμα τῶν διακονου‐ μένων τοῖς ἐκ περιτομῆς, ἄλλο | ||
60 | δὲ τοῖς ἀπὸ τῶν ἐθνῶν. πλὴν κοινω‐ νία ἐστὶ τῶν ἔργων αὐτῶν, λυόντων τὰ προστεταγμένα ὑπὸ τοῦ Ἰησοῦ λύεσθαι· ὧν λυόντων, ἐάν τις λέγῃ αὐτοῖς· «τί λύετε τὸν πῶλον;» ἢ | |
65 | ὁτιποτοῦν, λέγει περὶ ἀμφοτέρων· κηρύσσομεν ὅτι ὁ κύριος αὐτῶν τῶν πρότερον δεδεμένων χρείαν ἔχει. χρείαν δὲ αὐτῶν ἔχει ἐπιβαίνων αὐτοῖς, λελυμένοις ἀπὸ | |
70 | τῶν ἁμαρτημάτων καὶ ἄφεσιν αὐτῶν εἰληφόσι· δεδεμένοις γὰρ ἔτι καὶ «σειραῖς τῶν ἰδίων ἁμαρτιῶν» σφιγ‐ γομένοις ὁ Ἰησοῦς οὐκ ἐπικαθέζε‐ ται. κατὰ μέντοι τὸν Μᾶρκον καὶ | |
75 | τὸν Λουκᾶν 〈καὶ〉 πῶλός ἐστι δεδεμένος, «ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν»· οὐδὲν γὰρ λογικὸν καὶ κατὰ τρόπον 〈ἀνθρώπινον〉 γινό‐ μενον ἐπέπρακτό 〈ποτε〉 καὶ ἵδρυτο | |
80 | τῷ ἀπὸ τῶν ἐθνῶν πώλῳ. καὶ οὗτος ἐφ’ ᾧ οὐδὲν λογικὸν πρότερον ἐφί‐ δρυτο εὐτύχησε θεὸν αὐτῷ ἐπι‐ καθεσθῆναι λόγον, τὸν υἱὸν τοῦ θεοῦ, | |
85 | ἵνα ὑπ’ αὐτοῦ ἀγόμενος ἡνιοχοῦντος καταντήσῃ ἐπὶ τὴν Ἱερουσαλὴμ τοῦ θεοῦ. τοσαῦτα μὲν ἡμεῖς εἰς τὸν τόπον ἐπὶ τοῦ παρόντος εἴδομεν· ὁ δὲ | |
90 | δυνάμενος καὶ χωρῶν μείζονα εἰς τὸν τόπον χάριν λεγέτω μείζονα καὶ βελτίονα, κἀκεῖνος μᾶλλον ἀκου‐ έσθω ὑπὸ τῶν διψώντων εὐαγγε‐ λικῆς σαφηνείας. | |
16.18(1n) | Πορευθέντες δὲ οἱ μα‐ | |
2n | θηταὶ καὶ ποιήσαντες καθὼς | |
3n | προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς | |
4n | ἤγαγον τὴν ὄνον καὶ τὸν | |
5n | πῶλον | |
6n | καὶ τὰ ἑξῆς | |
7n | ἕως τοῦ ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλι‐ | |
8n | λαίας (Matth. 21, 6—11). ὁ δὲ | |
9 | Μᾶρκος οὕτω κατὰ τὸν τόπον ἐξέ‐ | |
10 | θετο· «καὶ ἀπελθόντες εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτὸν» καὶ τὰ ἑξῆς ἕως τοῦ «εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν | |
15 | Δαυΐδ· εἰρήνη ἐν τοῖς ὑψίστοις». καὶ ὁ Λουκᾶς δὲ τοιαῦτά φησιν· «ἀπελ‐ θόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον κα‐ θὼς εἶπεν αὐτοῖς ἑστῶτα τὸν πῶλον» καὶ τὰ ἑξῆς ἕως τοῦ «ἐὰν οὗτοι | |
20 | σιωπήσωσιν, οἱ λίθοι κεκράξονται». Ἀκολούθως τοῖς ἀποδεδομένοις περὶ τῶν ἀποσταλέντων δύο μαθητῶν ἐπὶ τὸ λῦσαι τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον τὸν μετ’ αὐτῆς | |
25 | καὶ πᾶσι τοῖς εἰς τὸν τόπον εἰρη‐ | |
μένοις, διηγησόμεθα καὶ τὰ ἐκκεί‐ μενα, ἐν οἷς λέλεκται ὅτι πορευ‐ θέντες οἱ δύο μαθηταὶ καὶ ποιήσαντες τὰ ὑπὸ τοῦ σωτῆρος | ||
30 | αὐτοῖς προστεταγμένα ἤγαγον πρὸς αὐτὸν τὴν ὄνον καὶ τὸν πῶλον· οὓς οὐκ ἀφήκασι γυμνοὺς ἀλλὰ κόσμον αὐτοῖς περιέ‐ θηκαν ἐν ἱματίοις εὐσχημοσύνην | |
35 | περιποιοῦσι, κοσμήσασι τὴν ὑπ’ αὐτῶν λελυμένην ὄνον καὶ τὸν μετ’ αὐτῆς πῶλον οἷς καὶ αὐτοὶ ἦσαν κεκοσμημένοι καὶ ἐσκεπασμένοι, [καὶ] ἵνα κεκοσμημένοις τῇ ὄνῳ | |
40 | καὶ τῷ πώλῳ τοῖς ἐνδύμασι τῶν διδαξάντων μαθητῶν ἐπανα〈βῇ καὶ ἀνα〉παύσηται καὶ ἐφιδρυθῇ ὁ τοῦ θεοῦ λόγος, γινόμενος ἐπάνω μόνος καὶ ἡνίοχος τῶν λελυμένων καὶ | |
45 | βασταζόντων αὐτόν. ἀλλὰ τοῖς μὲν ἐκ τῶν διδαξάντων ἱματίοις ἐπιτε‐ θεῖσι τῇ ὄνῳ καὶ τῷ πώλῳ ὁ Ἰησοῦς ἐπικαθέζεται, ἐπειδὴ ἕκαστον ἐχρῆν συμβαλέσθαι | |
16.18(50) | τι Χριστῷ πραεῖ βασιλεῖ ἐπιβεβηκότι | |
ὑποζυγίῳ καὶ πώλῳ νέῳ *** 〈Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλά‐ | ||
55 | δους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.〉 ἦν δὴ πλεῖστος ὄχλος ὁ συνεισ‐ ερχόμενος εἰς Ἱερουσαλὴμ τῷ Ἰη‐ σοῦ, καὶ οὗτοι ἔδειξαν καρπὸν τῆς | |
60 | τοῦ σωτῆρος ἀποδοχῆς ἐν τῷ τὰ ἑαυτῶν ἱμάτια ὑποστρῶσαι, καὶ ὃν εἶχον κόσμον καὶ σκέπην, τῷ ἐπικαθεζομένῳ τῇ ὄνῳ καὶ τῷ πώλῳ. | |
65 | ἐν τῇ ὁδῷ τοίνυν καθ’ ἣν ἦγε τὴν ὄνον καὶ τὸν πῶλον ἐπὶ τὰ Ἱεροσόλυμα, ἔστρωσαν τὰ ἑαυτῶν ἱμάτια ὁ πλεῖστος ὄχλος, | |
70 | ἵνα καθαροῖς γῆς καὶ γηΐνων πραγ‐ μάτων 〈ποσὶ〉 καὶ μηδαμῶς ἔχουσι κονιορτὸν ἡ ὄνος καὶ ὁ πῶλος ἐπιβῇ τῇ Ἱερουσαλήμ. καὶ τρίτον δέ τι τάγμα τὸ παρὰ τοὺς δύο | |
75 | μαθητὰς καὶ τὸν ὑποστρώσαντα πλεῖστον ὄχλον τὰ ἱμάτια ἐν τῇ ὁδῷ νῦν κατείλεκται· ἄλλοι γὰρ ὡραιότητά 〈τινα〉 περιεποίουν τῇ ὁδῷ δι’ ἧς ὥδευεν ἐπὶ τὰ Ἱεροσόλυμα | |
80 | ὁ Ἰησοῦς ὀχούμενος τοῖς προειρημένοις· ἡ δὲ ὡραιότης ἦν κοπτομένων κλάδων | |
ἀπὸ δένδρων καὶ στρωννυμένων παρ’ ἑκάτερα τῶν ἐστρωμένων ἱμα‐ | ||
85 | τίων· εἰ μὴ ἄρα τοῦτο τέταρτον τάγμα ἦν. ἄλλοι γὰρ οἱ λύοντες μαθηταί, 〈καὶ〉 ἄλλη ἡ λυομένη ὄνος καὶ ὁ μετ’ αὐτῆς πῶλος, καὶ τρίτοι ὁ πλεῖστος ὄχλος, καὶ | |
90 | τέταρτοι οἱ κόπτοντες τοὺς κλά‐ δους ἀπὸ τῶν δένδρων καὶ στρωννύντες ἐν τῇ ὁδῷ. νόει δέ μοι ἀπὸ τούτων καὶ πέμπτον καὶ ἕκτον τάγμα κατειλεγμένον τῶν τὸν | |
95 | Ἰησοῦν προαγόντων καὶ τῶν ἀκολου‐ θούντων αὐτῷ. καὶ προάγοντας μὲν φήσεις ἀπὸ τῶν πρὸ τῆς παρουσίας εἶναι ἐκ τοῦ λαοῦ, δικαίων τάχα καὶ προφητῶν· | |
16.18(100) | ἀκολουθοῦντας δὲ τοὺς ἀπὸ τῶν μετὰ τὴν παρουσίαν ἑπομένων τῷ λόγῳ καὶ ἀκολουθούντων αὐτῷ εἴτε δικαίων εἴτε καὶ ἀποστόλων Χρι‐ στοῦ. πλὴν οὐκ ἄλλα μὲν ἔλεγον οἱ | |
105 | προάγοντες, ἄλλα δὲ οἱ ἀκολου‐ θοῦντες· ἔκραζον γὰρ πάντες ἅμα ὡς χορὸς συνᾴδων καὶ σύμφωνος καὶ ἔλεγον, καὶ τὸ ἀνθρώπινον ὑμνοῦντες τοῦ σωτῆρος ἐν τῷ ὡσαν‐ | |
110 | νὰ τῷ υἱῷ Δαυῒδ καὶ τὴν δευτέ‐ ραν αὐτοῦ ἐπιδημίαν 〈ἐν τῷ〉 εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου καὶ τὴν εἰς τὰ ἅγια ἀποκατάστασιν ἐν τῷ ὡσαννὰ | |
115 | ἐν τοῖς ὑψίστοις. | |
16.19 | Τούτων δὴ τῶν τριῶν ἐκφωνή‐ σεων λεγομένων ὑπὸ τῆς συμ‐ φωνίας τῶν προαγόντων καὶ ἀκο‐ λουθούντων τῷ Ἰησοῦ, ὁ μὲν | |
5 | εἰσῄει εἰς τὰ ἀληθινὰ Ἱεροσό‐ λυμα· ξενισθεῖσαι δὲ αἱ οὐράνιαι δυνάμεις, αἵτινες λέγονται πᾶσα εἶναι ἡ πόλις, ἔφασκον τίς ἐστιν οὗτος; ἀνάλογον τοῖς προφητευ‐ | |
10 | θεῖσιν ἐν εἰκοστῷ τρίτῳ Ψαλμῷ περὶ τῆς ἀναλήψεως τοῦ σωτῆρος καὶ τοῦ ξενισμοῦ τῶν οὐρανίων δυνάμεων ξενιζομένων ἐπὶ τῷ καινῷ τοῦ σωματικοῦ αὐτοῦ ὀχήματος | |
15 | θεάματι. ἔχει δὲ οὕτως ἐν τῷ Ψαλμῷ· «ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς | |
δόξης» | ||
20 | καὶ τὰ ἑξῆς. καὶ ἐν Ἡσαΐᾳ δὲ παραπλήσια προ‐ φητεύεται περὶ τῆς μετὰ τὴν οἰκονο‐ μίαν ἀνόδου τοῦ σωτῆρος· γέ‐ γραπται γάρ· «τίς οὗτος ὁ παραγε‐ | |
25 | νόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱμα‐ τίων αὐτοῦ ἐκ Βοσόρ· οὗτος ὡραῖος ἐν στολῇ;» τὰ δὲ κατὰ τὸν τόπον ὅλα καὶ σὺ δυνήσῃ ἀναλεξάμενος κατανοῆσαι, | |
30 | τί τε λέγουσιν αἱ ξενιζόμεναι δυ‐ νάμεις ἐπὶ τῆς τοῦ σωτηρίου σώ‐ ματος ἀνόδου καὶ τί αὐταῖς ἀπο‐ κρίνεται. ταῦτα δέ μοι παρείληπται βου‐ | |
35 | λομένῳ σῶσαι τὴν ἀκολουθίαν τῆς κατὰ τὴν γραφὴν τροπολογίας ὅτι εἰσελθόντος αὐτοῦ εἰς Ἱερο‐ σόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος; | |
40 | μετὰ δὲ τοῦτο ἑξῆς γέγραπται ὅτι πολλοὶ ἔλεγον· οὗτός ἐστιν Ἰη‐ σοῦς ὁ προφήτης ὁ ἀπὸ Να‐ ζαρὲτ τῆς Γαλιλαίας, ὁμολο‐ γοῦντες τὸν προφητευθέντα ὅτι «Να‐ | |
45 | ζωραῖος κληθήσεται» ὁ κυρίως τῷ θεῷ ἀεὶ ἀνακείμενος. ἀλλὰ κατὰ τὴν διήγησιν ταύτην περιγεγράφθω τὰ κατὰ τὸν τόπον καὶ ἀρχή τις ἔστω ἑτέρας περικοπῆς τὰ ἐπιφε‐ | |
16.19(50) | ρόμενα, ἵνα μὴ ἀναγκάζηταί τις (συνάπτων καὶ τὴν περὶ ἐκείνων | |
διήγησιν τοῖς προτέροις) ζητεῖν ἐκβαλλομένους ἀπὸ τοῦ ἱεροῦ τοῦ θεοῦ τινας τοὺς ἐπιπληττομένους | ||
55 | ὡς πεποιηκότας τὸν «τῆς προσευχῆς» οἶκον «λῃστῶν σπήλαιον». οὐκ οἶδα δὲ εἰ, κἂν βιάσηταί τις, δύναται ἀκολούθως τῷ «χαῖρε σφόδρα, θύ‐ γατερ Σιὼν» σῶσαι τὴν πᾶσαν καὶ | |
60 | τῶν ἑξῆς τοῖς ἐκκειμένοις ἀκολου‐ θίαν. Μετὰ ταῦτα ἐξετάσωμεν καὶ τὸ ὡσαννὰ τῷ υἱῷ Δαυΐδ· εὐλο‐ γημένος ὁ ἐρχόμενος ἐν ὀνό‐ | |
65 | ματι κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις ποῖον ἔχει νοῦν. σαφῶς μὲν οὖν τὸ εὐλογημένος ὁ ἐρ‐ χόμενος ἐν ὀνόματι κυρίου αὐταῖς λέξεσι κεῖται ἐν τῷ πρὸ τοῦ | |
70 | μεγίστου Ψαλμοῦ Ψαλμῷ, λεγο‐ μένῳ ἔν τισιν ἀντιγράφοις ἑκατοστῷ ἑπτακαιδεκάτῳ. δοκεῖ δέ μοι τὰ ἀντὶ τοῦ «ὢ κύριε, σῶσον δὴ» προτεταγ‐ μένα τοῦ «εὐλογημένος ὁ ἐρχόμενος | |
75 | ἐν ὀνόματι κυρίου» ἑβραϊκῶς ἐκκεῖ‐ σθαι ἐν τῷ «ὡσαννὰ τῷ υἱῷ Δαυΐδ»· οὕτω δὲ καὶ εἶχεν ἡ ἑβραϊκὴ λέξις· ΑΝΝΑ ΑΔΩΝΑΙ ΩΣΙΑΝΝΑ, ΑΝΝΑ ΑΔΩΝΑΙ ΑΣΛΙΑΝΝΑ, | |
80 | ΒΑΡΟΥΧ ΑΒΒΑ ΒΣΑΙΜ ΑΔΩ‐ ΝΑΙ. εἶτα δοκεῖ μοι ὑπὸ Ἑλλήνων συνεχῶς γραφόμενα τὰ εὐαγγέ‐ λια μὴ εἰδότων τὴν διάλεκτον, συγκεχύσθαι ἐν τοῖς κατὰ τὸν τόπον | |
85 | ἔχουσι ταῦτα ἀπὸ τοῦ προειρημένου Ψαλμοῦ. εἰ δὲ τὸ ἀκριβὲς βούλει μαθεῖν τῆς λέξεως, ἄκουε Ἀκύλου ἑρμηνεύσαντος ὡδί· «ὢ δὴ κύριε, σῶ‐ σον δή· ὢ δὴ κύριε, εὐόδωσον δή· | |
90 | εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου». ἀλλὰ γὰρ ἐπανακεφαλαιω‐ σώμεθα τὰ κατὰ τὸν τόπον καὶ λέγωμεν ὅτι ἤτοι Παῦλος καὶ Πέ‐ τρος ἢ ἄλλα δύο εἴδη τῶν διδασκόν‐ | |
95 | των, λύσαντες ἀπὸ τῶν δεσμῶν κατὰ τὴν τοῦ Ἰησοῦ πρόσταξιν τοὺς ἀπὸ περιτομῆς καὶ τοὺς ἀπὸ ἀκροβυστίας, ἐκόσμησαν αὐτοὺς καὶ πεποιήκασιν εὐπρεπεῖς πρὸς τὸ ὀχή‐ | |
16.19(100) | σασθαι αὐτοῖς τὸν λόγον ἀνιόντα εἰς τὴν Ἱερουσαλήμ. καὶ 〈οὕτως καὶ〉 τὰ λοιπὰ κατὰ μὲν μίαν ἔσται διήγησιν. κατὰ δὲ ἑτέραν ἀεὶ ἐνέ‐ στηκε *** τῶν ἀποδεχομένων τὸν | |
105 | Ἰησοῦν στρωννύντων αὐτῷ διὰ τῶν ἰδίων ἐνδυμάτων τὴν ὁδὸν καὶ κοσ‐ μούντων αὐτὴν τοῖς κλάδοις καὶ προ‐ αγόντων καὶ ἐπακολουθούντων. καὶ ἄλλως δὲ ἕκαστος διὰ μὲν τῶν ἤδη | |
110 | πεπραγμένων προάγει τὸν Ἰησοῦν, διὰ δὲ τῶν πραχθησομένων ἐπακο‐ | |
λουθεῖ αὐτῷ καὶ λέγει τὰ ἀναγε‐ γραμμένα. καὶ εἰς ταῦτα δὲ ἡμεῖς μὲν τοσαῦτα εἴδομεν· ὁ δὲ ἡμῶν διαφέ‐ | ||
115 | ρων πλείονα καὶ βλεπέτω καὶ διδα‐ σκέτω. πλὴν ἔν τινι τῶν εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἐπὶ ποσὸν καὶ ταῦτα ἐξητάσαμεν, ὅτε προέκειτο διηγήσασθαι τὸ «τῇ ἐπαύριον οὖν | |
120 | ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτὴν» καὶ τὰ ἑξῆς. | |
16.20(1n) | Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς | |
2n | εἰς τὸ ἱερὸν τοῦ θεοῦ καὶ ἐξέ‐ | |
3n | βαλε πάντας τοὺς πωλοῦντας | |
4n | καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ | |
5n | καὶ τὰ ἑξῆς (Matth. 21, 12—13). | |
6 | Τὰ δὲ κατὰ τὸν τόπον καὶ οἱ λοιποὶ τρεῖς εὐαγγελισταὶ ἐξέθεντο, ὧν τὴν πρὸς ἀλλήλους διαφορὰν οὐ τοῦ προκειμένου καιροῦ ἐστι διη‐ | |
10 | γήσασθαι· ἀρκέσει γὰρ τὸ ἐν τῷ ἐξεταζομένῳ εὐαγγελίῳ κατὰ τὸ δυ‐ νατὸν ἡμῖν σαφηνίσαι. τῶν τεσσά‐ ρων 〈δὲ〉 εὐαγγελιστῶν ἀναγραψάν‐ των τὰ κατὰ τὸν τόπον, πλείονα | |
15 | [τὰ] κατὰ τὸ δυνατὸν ἡμῖν ἐξήτασται ὑπαγορεύουσιν εἰς τὸ κατὰ Ἰωάννην καὶ ὡς οἷόν τε ἦν σαφηνίζουσι τὸ «καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦν‐ | |
τας βόας καὶ πρόβατα καὶ περιστε‐ | ||
20 | ρὰς» καὶ τὰ ἑξῆς. ἔνθα κατεσκευάζο‐ μεν οὐκ ἐλάττονα τῶν παραδόξων δυνά‐ μεων εἶναι τοῦ Ἰησοῦ καὶ τὴν προ‐ κειμένην ὅτι τέκτονος μὲν νομιζόμε‐ | |
25 | νος εἶναι υἱὸς τοσαύτῃ παρρησίᾳ καὶ ἐξουσίᾳ ἐχρήσατο, ἐκβάλλων ἐν παν‐ ηγύρει ἀπὸ τοῦ ἱεροῦ τοὺς ἀναγε‐ γραμμένους, ὁποίᾳ οὐδ’ ὁ τοῦ ἔθνους ἡγούμενος χρώμενος εὐχερῶς ἂν ἤνυσε | |
30 | τοῦθ’ ὅπερ Ἰησοῦς πεποίηκε. καὶ ἐτροπολογήσαμέν γε δουλεύσαν‐ τες τῇ λέξει, ὡς ἐχωροῦμεν, τὸ Ἰωάν‐ νου βούλημα. ἀλλ’ ἐπεὶ καὶ νῦν ὁ εἱρμὸς ἡμᾶς ἀπαιτεῖ εἰπεῖν κατὰ τὴν | |
35 | Ματθαίου λέξιν περὶ τῶν ἐκκειμένων, τὸν πατέρα τῆς σοφίας ἐπικαλεσάμε‐ νοι φέρ’ ἴδωμεν εἰ ἄξιόν τι δυνάμεθα τῆς Ἰησοῦ μετὰ θάρσους πράξεως εἰπεῖν εἰς τὸν τόπον. | |
40 | καὶ πρῶτον 〈μὲν〉 λεκτέον τί τὸ ἱερὸν τοῦ θεοῦ, ὅπερ ὁμολογῶν ὁ θεὸς εἶπεν ἐν τῷ προφήτῃ· ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. ἀνάλογον μὲν οὖν τῇ | |
45 | κατὰ σάρκα περιτομῇ καὶ ταῖς σωμα‐ τικαῖς τοῦ νόμου ἑορταῖς καὶ θυσίαις ἱερὸν ἐνομίζετο τοῦ θεοῦ εἶναι τὸ ἐκ λίθων ἀναισθήτων κατασκεύ‐ ασμα οἰκοδομηθὲν ὑπὸ Σολομῶντος | |
16.20(50) | πρῶτον καὶ ἀνοικοδομηθὲν ἔτι ὑπὸ Ἔσδρα, πλὴν μετὰ τὴν τοῦ σωτῆρος | |
οἰκονομίαν ὑπὸ Ῥωμαίων καθαιρε‐ θέν. καὶ οἶκος ἐκεῖνος ὑπελαμβά‐ νετο εἶναι εὐχῆς, οὗ καθαιρεθέντος | ||
55 | ἀναγκαῖον Ἰουδαίους, ὡς μηκέτι ἔχοντας οἶκον προσευχῆς, λέγειν μηκέτι ἔχειν τὸ ἐξαίρετον τῆς ἐπι‐ σκοπῆς τοῦ θεοῦ, ὃ ἔχειν ᾤοντο παρὰ τὸ ἐν τῷ οἴκῳ | |
60 | τῆς προσευχῆς εὔχεσθαι, μηδὲ τὸ τὰ τῆς νομικῆς λατρείας ἐπιτελεῖν. καὶ ἐκβεβληκέτω σωμα‐ τικῶς ἀπ’ ἐκείνου ὁ καὶ σύμβολα ποιήσας τῶν ἰδίων πνευματικῶν | |
65 | πράξεων σωτὴρ ἡμῶν τοὺς πωλοῦντας καὶ ἀγορά‐ ζοντας καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταβεβληκέτω καὶ τὰς καθέδρας τῶν πωλούντων | |
70 | τὰς περιστερὰς καὶ εἰρηκέτω τὰ ἐκκείμενα εἰς ἐπιστροφὴν τοῦ τότε λαοῦ, ἀντὶ σεμνῆς πανηγύρεως ἐπι‐ τελουμένης ἐν ὀνόματι θεοῦ σχολα‐ ζόντων τῷ πωλεῖν καὶ ἀγοράζειν, | |
75 | οὐκ ἐν τῇ καθηκούσῃ χώρᾳ ἐν ᾗ ἔδει πωλεῖν καὶ ἀγοράζειν, ἀλλ’ ἐν τῷ ἱερῷ, ἔνθα ἐχρῆν μὲν συνερχομένους εὔχεσθαι ὡς ἐν οἴκῳ προσευχῆς, | |
80 | ἐποίουν δὲ τὰ ἐναντία τῇ εὐχῇ ἐν αὐτῷ, ὡς ἐν οἴκῳ ἐμπορικῷ πωλοῦν‐ τες καὶ ἀγοράζοντες καὶ ἀργύρια κολ‐ λυβίζοντες καὶ ἐπὶ καθεδρῶν καθ‐ | |
εζόμενοι, ἵνα πωλῶσι περιστεράς. | ||
85 | καὶ τὸ ἄσεμνον τῶν γινομένων παρὰ Ἰουδαίοις τότε ὁ Ἰησοῦς ἡμῶν καθῃρηκέτω, ἐλέγξας τοὺς ἀντὶ τοῦ κατὰ τὸν νόμον ἑορτάζειν ἐμ‐ πορευομένους καὶ σωματικῶς τρυ‐ | |
90 | φῶντας. | |
16.21 | Καὶ νῦν δὲ νομίζω ἱερὸν ἐκ λίθων ζώντων οἰκοδομηθὲν εἶναι τὴν ἐκκλησίαν, καὶ εἶναι ἐν αὐτῇ τινας οὐχ ὡς ἐν ἐκκλησίᾳ ζῶντας | |
5 | ἀλλ’ ὡς «κατὰ σάρκα» στρατευομέ‐ νους, οἵτινες καὶ ποιοῦσι τὸν τῆς προσευχῆς ἐκ ζώντων λίθων 〈οἰκο‐ δομηθέντα〉 οἶκον λῃστῶν διὰ τὴν αὐτῶν κακίαν σπήλαιον. | |
10 | τίς γὰρ κατανοήσας τὰ ἔν τισιν ἐκ‐ κλησίαις ἁμαρτανόμενα ὑπὸ τῶν 〈τοιούτων Χριστιανῶν τῶν〉 νομι‐ ζομένων «πορισμὸν εἶναι τὴν» ἑτέρων «εὐσέβειαν», καὶ δέον «ἐκ τοῦ εὐαγγε‐ | |
15 | λίου» μόνον διαζῆν, τοῦτο μὲν μὴ ποιούντων, πλοῦτον δὲ καὶ πολλὴν κτῆσιν συναγόντων, οὐκ ἐρεῖ σπήλαιον λῃστῶν γεγονέναι τὸ τηλικοῦτον τῆς ἐκκλησίας μυστή‐ | |
20 | ριον; ὥστ’ ἂν εἰπεῖν τὸν Ἰησοῦν ἐπὶ τοῖς ἁμαρτανομένοις ἐν ᾧ ᾠκο‐ δόμησεν ἱερῷ ζῶντι τό τε ἀπὸ τῶν Ψαλμῶν οὕτως ἔχον· «τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ | |
25 | καταβῆναί με εἰς διαφθοράν;» καὶ τὸ ἀπὸ τοῦ (ὡς οἶμαι) Ὠσηέ, ἔνθα ἡ τοῦ Ἰησοῦ ψυχὴ λέγει δυσα‐ ρεστουμένη τῷ βίῳ τῶν ἁμαρτανόν‐ των καὶ ἐν τῷ ἱερῷ εἶναι δοκούντων | |
30 | τὸ «οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων κα‐ λάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἴμοι ψυχή, | |
35 | ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει». καὶ ἐὰν προσκόπτῃς γε τῷ ταῦτα λέγειν τὸν Ἰησοῦν καὶ πεν‐ θοῦντα ἡμῶν τὰ πταίσματα φάσκειν | |
40 | τὸ «οἴμοι ψυχή», συνεξέτασον τού‐ τοις τὸ ἀπὸ τοῦ εὐαγγελίου, ἔνθα γέ‐ γραπται ὅτι ἰδὼν τὴν Ἱερουσαλὴμ «ἔκλαυσεν ἐπ’ αὐτῇ, καὶ εἶπε». καὶ μᾶλλόν γε, εἴπερ εὐλόγως ἔκλαυσεν | |
45 | ἐπὶ Ἱερουσαλήμ, εὐλογώτερον κλαύ‐ σεται ἐπὶ τὴν ἐκκλησίαν, οἰκοδομη‐ θεῖσαν μὲν ἵνα οἶκος προσευχῆς ᾖ, γενομένην δὲ διὰ τὴν αἰσχροκέρ‐ δειαν καὶ τρυφήν τινων (ἀλλ’ εἴθε μὴ | |
16.21(50) | καὶ τῶν ἡγουμένων τοῦ λαοῦ) σπή‐ | |
λαιον λῃστῶν. Ἀλλὰ τότε μὲν εἰσῆλθεν Ἰη‐ σοῦς εἰς τὸ ἱερὸν τοῦ θεοῦ καὶ ἐκάθαρεν αὐτὸ ἐκβαλὼν πάντας | ||
55 | τοὺς πωλοῦντας καὶ ἀγορά‐ ζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταστρέψας μετὰ τῶν καθεδρῶν ἐν αἷς ἐκαθέζοντο οἱ πωλοῦντες τὰς | |
60 | περιστεράς. νῦν δέ, ὅσον μὲν οὐκ ἐπισκοποῦνται, οἱ 〈ἐν〉 τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ γινόμενοι «ἐπὶ τὸ αὐτὸ» ἐν συναγωγαῖς εἰσιν οἱ πω‐ λοῦντες καὶ ἀγοράζοντες ἐν τῷ | |
65 | ἱερῷ καὶ τὰ λοιπὰ 〈πάντα〉 ποιοῦν‐ τες, καὶ οὐδαμοῦ Ἰησοῦς αὐτοῖς ἐπι‐ φαίνεται, ἵνα ἐκβαλὼν 〈αὐτοὺσ〉 σώσῃ τοὺς λοιποὺς ἢ κἀκείνους ἐκβληθέντας ποιήσῃ συν‐ | |
70 | αισθηθῆναι τῆς ἁμαρτίας καὶ εἰσελ‐ θεῖν εἰς τὸ ἱερόν, οὐκέτι μετὰ τοῦ πω‐ λεῖν καὶ ἀγοράζειν ἢ τὰ λοιπὰ ποιεῖν· ἐπὰν δὲ ἐπισκέψηται ἐπὶ τὰς ἁμαρ‐ τίας ἡμῶν καὶ ὡς ἀγαπῶν ἡμᾶς | |
75 | ἐπιδημήσῃ, ἵνα παιδεύσῃ καὶ μαστι‐ γώσῃ ὡς υἱοὺς ὅπως ἡμᾶς παραδέξη‐ ται, τότε εἰσελεύσεται ἡ δύναμις Ἰη‐ σοῦ συναγομένων ἡμῶν καὶ τοῦ πνεύ‐ ματος τοῦ ἁγίου, καὶ εἰσελθοῦσα ἐκ‐ | |
80 | βαλεῖ πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· πωλοῦντας μὲν καὶ ὡσπερεὶ ἀπ‐ εμπολοῦντας εἰ καί τι χρηστὸν εἶχον, ἀγοράζοντας δὲ ἀντ’ ἐκείνων τὰ | |
85 | φαῦλα, καὶ ταῦτα ἐν τῷ ἱερῷ τοῦ θεοῦ, τῇ ἐκκλησίᾳ, πράττοντας. ἀλλ’ εἴθε εἰσελθὼν εἰς τὸ ἱερὸν τοῦ πατρός, τὴν ἐκκλησίαν, τὸν οἶκον τῆς προσ‐ | |
90 | ευχῆς, καταβάλοι ὁ Ἰησοῦς τὰς τῶν κολ‐ λυβιστῶν καὶ 〈αἰσχροκερδῶν καὶ〉 φιλαργύρων τραπέζας καὶ εἰς πολ‐ λὰ εὐτελῆ καὶ οὐδενὸς λόγου ἄξια κα‐ | |
95 | τακερματιζόντων τὰ δόκιμα ἀργύρια, ἵνα βλάψωσι μὲν ἐκείνους οἷς κολλυ‐ βίζουσιν, αὐτοὶ δὲ μὴ εἰς δέον χρή‐ σωνται τῷ ἀργυρίῳ. εἰσὶ δὲ καὶ ἄλλοι ἐν τῷ ἱερῷ πωλοῦντες καὶ ἀγορά‐ | |
16.21(100) | ζοντες τὰς Χριστοῦ περιστερὰς καὶ παραδιδόντες τοὺς ἀκεραίους ὡς περιστεράς, τοὺς εὐξαμένους καὶ εἰπόντας· «τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι | |
105 | καὶ καταπαύσω;» καὶ ἐπακουσθέν‐ τας ἄρχουσιν οἷς οὐ δεῖ. | |
16.22 | Καὶ νομίζω ἁρμόζειν τὸν περὶ τῶν πωλούντων τὰς περι‐ στερὰς λόγον τοῖς παραδιδοῦσι τὰς ἐκκλησίας αἰσχροκερδέσι καὶ τυραν‐ | |
5 | νικοῖς καὶ ἀνεπιστήμοσι καὶ ἀνευλα‐ | |
βέσιν ἐπισκόποις ἢ πρεσβυτέροις ἢ διακόνοις. διόπερ μόνων τῶν πω‐ λούντων τὰς περιστερὰς κα‐ θέδρας ὠνόμασεν ὁ Ματθαῖος καὶ ὁ | ||
10 | Μᾶρκος, ἅς φασι κατεστράφθαι ὑπὸ τοῦ Ἰησοῦ. ὡς εἴθε τούτων ἤκουον μετὰ τοῦ πρέποντος νοῦ τῇ θείᾳ γρα‐ φῇ οἱ «ἐπὶ τῆς καθέδρας Μωσέως» αὐχοῦντες καθέζεσθαι καὶ πωλοῦν‐ | |
15 | τες ὅλας ἐκκλησίας περιστερῶν καὶ παραδιδόντες αὐτὰς τοιούτοις προ‐ εστηκόσι, περὶ ὧν λέγοιτ’ ἂν τὸ ἐν τῷ Ἱερεμίᾳ ὑπὸ τοῦ κυρίου λεγόμε‐ νον· «οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ | |
20 | οὐκ ᾔδεισαν· υἱοὶ ἄφρονές εἰσι καὶ οὐ συνετοί, σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν» καὶ τὸ ἐν τῷ Μιχαίᾳ (οἶμαι) οὕτω λελεγμένον· «οἱ ἡγούμενοι τοῦ λαοῦ | |
25 | μου ἐκβληθήσονται ἐξ οἴκου τρυφῆς αὐτῶν». εἰ γὰρ ἤκουον, οὐκ ἂν ἐπώ‐ λησαν τὰς Χριστοῦ περιστεράς, ἀλλὰ κατέστησαν ἄρχοντας αὐτῶν φειδομένους τῶν περιστερῶν καὶ | |
30 | προνοουμένους τῆς σωτηρίας αὐτῶν καὶ οὐ περιβλεπομένους τίνα ὡς πα‐ χεῖαν περιστερὰν θύσαντες κατα‐ θοινήσονται. λέγει δὲ Ἰησοῦς τοῖς ἐκβαλλομένοις | |
35 | ὡς πωλοῦσι καὶ ἀγοράζουσι καὶ τοῖς κολλυβισταῖς καὶ τοῖς πωλοῦσι τὰς περιστεράς, δυσωπῶν αὐτοὺς ἀπὸ τῶν ὡς ἐκ προσώπου τοῦ πατρὸς λεγομένων προφητειῶν, ὅτι τὸ μὲν | |
40 | γεγραμμένον ἐστίν· ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. οὐδὲν γὰρ ἄλλο δεῖ εἶναι ἐν ἐκκλησίᾳ θεοῦ ἢ εὐχὴν πάσης ἁγίας πράξεως καὶ προκαλουμένης τὴν τοῦ θεοῦ ἐπι‐ | |
45 | σκοπήν, εἰς εὐχὴν παρὰ θεῷ λογιζο‐ μένης, καθὸ καὶ τὸ «ἀδιαλείπτως προσεύχεσθε» δυνατόν ἐστιν. ὑμεῖς δέ, ὦ οὗτοι, ταῖς ὑμετέραις κακίαις τὸν τῆς προσευχῆς οἶκον σπήλαι‐ | |
16.22(50) | ον λῃστῶν πεποιήκατε. καὶ εὑρεῖν ἔστι πολλαχοῦ κατὰ βραχὺ οὕτως εἰς διαστροφὴν ὁδεύσαντα τὰ τῆς νο‐ μιζομένης ἐκκλησίας πράγματα, ὡς μηδὲν σπηλαίου λῃστῶν διαφέρειν | |
55 | τὸ ἄθροισμα συναγόμενον ἐν ὀνό‐ ματι Χριστοῦ, ὥστ’ ἂν λέγεσθαι αὐ‐ τοῖς· «δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν». Εἰ δὲ δεῖ τὰ εἴδη τρία τυγχά‐ | |
60 | νοντα τῶν ἐνταῦθα κατειλεγμένων προσφιλονεικήσαντα τῇ σαφηνείᾳ τῆς γραφῆς ἐπιμελέστερον διηγήσασθαι, μήποτε οἱ μὲν ἐν τῷ λαῷ μηδενὶ ἐν τῷ κόσμῳ | |
65 | σχολάζοντες ἢ περὶ τὸ πωλεῖν καὶ ἀγοράζειν μόνον τὰς διατριβὰς ἔχοντες καὶ σπανίως ταῖς προσευχαῖς προσ‐ καρτεροῦντες καὶ οἷς ἀπαιτεῖ ἔργοις | |
70 | ὁ θεῖος λόγος, εἰσὶν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ τοῦ | |
θεοῦ. οἱ δὲ μὴ καλῶς διάκονοι διοικοῦντες τὰ τῆς ἐκκλησίας χρήματα, ἀλλ’ ἀεὶ | ||
75 | μὲν ταῦτα ψηλαφῶντες, οὐ καλῶς δὲ αὐτὰ οἰκονομοῦντες ἀλλὰ σωρεύοντες τὸν νομιζόμενον πλοῦτον καὶ χρήματα, ἵνα πλουτῶσιν ἀπὸ τῶν εἰς λόγον | |
80 | πτωχῶν διδομένων, οὗτοί εἰσιν οἱ κολλυβισταὶ τραπέζας χρημάτων ἔχοντες, ἃς κατέστρεψεν ὁ Ἰη‐ σοῦς. οἱ δὲ τὰς πρωτοκαθεδρίας πεπιστευ‐ | |
85 | μένοι τοῦ λαοῦ ἐπίσκοποι καὶ πρε‐ σβύτεροι καὶ ὡσπερεὶ ἀποδιδόμενοι ὅλας ἐκκλησίας οἷς οὐ χρὴ καὶ καθι‐ στάντες οὓς οὐ δεῖ ἄρχοντας, οὗτοί | |
εἰσιν οἱ πωλοῦντες τὰς περιστεράς, | ||
90 | ὧν τὰς καθέδρας κατέστρεψεν ὁ Ἰησοῦς. ἕκαστος οὖν τῶν ἐπὶ καθέδρας καθεζομένων ἐκκλησιαστικῆς καὶ ἀγαπώντων «τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς» προσεχέτω, μήπο‐ | |
95 | τε οὕτω καθέζεται ἐπὶ τῆς ἑαυτοῦ καθέδρας, ὥστε ἐλθόντα τὸν Ἰησοῦν καταστρέψαι αὐτὴν ὡς ἀξίαν κατα‐ στροφῆς. ἀλλὰ καὶ ἕκαστος τῶν ἀπὸ διακονίας συναγόντων 〈ἑαυτοῖς πλοῦ‐ | |
16.22(100) | τον καὶ ἀποστερούντων πτωχῶν〉 χρήματα, νοήσας τὴν προκειμένην γραφὴν μηκέτι σωρευέτω εἰς τὰς τραπέζας ἀργύριον, ἵνα μὴ κατα‐ στρέψῃ αὐτὰς ὁ Ἰησοῦς. ἀλλὰ καὶ οἱ | |
105 | ὑπὸ μεριμνῶν τε καὶ φροντίδων βιω‐ τικῶν 〈ἀεὶ〉 ἀγόμενοι εἰς ἀγορασ‐ μοὺς καὶ πράσεις φροντιζέτωσαν, μήποτε ἐλθὼν ὁ Ἰησοῦς ἐκβάλῃ αὐτοὺς ἐκ τοῦ ἱεροῦ 〈τοῦ θεοῦ〉, | |
110 | ὅτε ὁ ἐκβεβλημένος οὐδὲ ἐλπίδα τοῦ εἰσελθεῖν ἔχει ὅθεν ἐξεβλήθη. καὶ ὑποφαίνεταί μοι ἐρευνῶντι τὴν ἐκ‐ κειμένην γραφήν, μήποτε ταῦτα ὁ Ἰησοῦς ποιήσῃ [καὶ] κατὰ τὴν δευ‐ | |
115 | τέραν ἐπιδημίαν ἢ κατὰ τὴν προσ‐ | |
δοκωμένην θείαν κρίσιν. εἰσελθὼν γὰρ εἰς τὸ ἱερὸν τοῦ θεοῦ ὅλον, τὴν πᾶσαν ἐκκλησίαν, τὴν (ἐξ οὗ συν‐ έστη ἐκκλησία) ἐν ὀνόματι Χριστοῦ | ||
120 | συνεστηκυῖαν μέχρι τῆς συντελείας τοῦ αἰῶνος, οὓς ἂν εὕρῃ τῷ πωλεῖν καὶ ἀγοράζειν σχολάσαν‐ τας τῶν νομιζομένων εἶναι ἐν τῷ ἱερῷ 〈ὡς ἀναξίους τοῦ ἱεροῦ〉 τοῦ | |
125 | θεοῦ ἐκβαλεῖ· καὶ οὓς ἂν εὕρῃ τρα‐ πέζας πήξαντας καὶ γινομένους κολλυβιστὰς ἐλέγξει καταστρέψας αὐτῶν τὰς τραπέζας καὶ τῷ λόγῳ δείξας οἷα περὶ τὸ ἀργύριον ἡμαρτή‐ | |
130 | κασι· τότε δὲ καὶ τὰς (ὡς διηγησά‐ μεθα) καθέδρας τῶν πωλούν‐ των τὰς περιστερὰς καταστρέψει. εἰ δέ τις οὐδὲν τῶν τριῶν τούτων εἰ‐ δῶν ἔχει καὶ ἐν τῷ ναῷ εὑρίσκεται | |
135 | τοῦ θεοῦ, θαρρείτω· οὔτε γὰρ ἐκ‐ βληθήσεται ὑπὸ τοῦ Ἰησοῦ οὔτε τι τῶν αὐτοῦ καταστραφήσεται οὔθ’ ὡς ποιήσας τὸν οἶκον προσευχῆς σπήλαιον λῃστῶν ὀνειδισθή‐ | |
140 | σεται ὡς λῃστής, ὅτε κολασθήσονται οἱ ποιήσαντες τῇ ἑαυτῶν λῃστείᾳ καὶ ἀδικίᾳ τὸν οἶκον τῆς προσευχῆς | |
σπήλαιον λῃστῶν. | ||
16.23 | Εἰρημένης τοίνυν εἰς τὸ ῥητὸν τῆς ὑποπεσούσης ἡμῖν καὶ εἰς τὴν ἐκκλησίαν διχῶς ἀποδεδομένης διηγήσεως, φέρε | |
5 | μετὰ ταῦτα ἴδωμεν εἰ δύναται καὶ οὕτω τὰ κατὰ τὸν τόπον νοηθῆναι. οὐκ ἔλαττον τῆς ἐκκλησίας φύσει ἱερόν ἐστι θεοῦ πᾶσα λογικὴ φύσις, κατεσκευασμένη ἵνα χωρήσῃ δόξαν | |
10 | θεοῦ, περὶ ἧς γέγραπται (ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων καὶ τῇ τρίτῃ τῶν Βασιλειῶν) ὀφθείσης μετὰ τὴν οἰκο‐ δομὴν τοῦ νεὼ ἐν αὐτῷ. | |
15 | τοῦτο δὴ τὸ φύσει ἱερὸν τοῦ θεοῦ, τὴν ψυχήν, πεπληρώκαμεν οἱ ἁμαρ‐ τάνοντες πωλούντων καὶ ἀγοραζόντων λογισμῶν | |
20 | καὶ ἄλλων περὶ ἀργυρίου πάντα σκοπούντων διαλογισμῶν· πεπλη‐ ρώκαμεν δὲ ἁμαρτάνοντες καὶ ἄλλων πωλούντων καὶ ἀπεμπολούντων εἴ τι ἅγιον κατάλειμμα ἐν τῇ ψυχῇ | |
25 | ἡμῶν γεγένηται, ὅπερ ἦν περιστερά. λέγει οὖν τοῖς ἁμαρτάνουσιν ὁ Ἰη‐ | |
σοῦς καὶ πεπληρωμένοις λῃστῶν λο‐ γισμῶν τὸ γέγραπται· ὁ οἶκός μου οἶκος προσευχῆς κληθή‐ | ||
30 | σεται, ὑμεῖς δὲ αὐτὸν πεποι‐ ήκατε σπήλαιον λῃστῶν. ὁ μὲν οὖν Ἰησοῦς τοὺς ποιήσαντας σπή‐ λαιον λῃστῶν τὸν οἶκον τῆς προσ‐ ευχῆς λῃστὰς ἐξέβαλεν ἐκ τοῦ | |
35 | ἱεροῦ. οἱ δὲ τὰ αὐτὰ τοῖς λῃσταῖς φρονοῦντες περὶ μὲν Ἰησοῦ εἰρή‐ κασι· «σταύρου σταύρου αὐτόν», περὶ δὲ τοῦ λῃστοῦ Βαραββᾶ· «ἀπόλυσον ἡμῖν τὸν Βαραββᾶν». διόπερ μέχρι | |
40 | σήμερον Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν (οὐ γὰρ πεπιστεύκασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ), ἔχουσι δὲ μεθ’ ἑαυτῶν τὸν ἀπὸ τῶν πνευματικῶν «τῆς πονηρίας» Βαραββᾶν τὸν λῃστὴν | |
45 | ἤδη κεκρατημένον καὶ «εἰς φυλακὴν» κατακεκλεισμένον, ὃν καθ’ ἑαυτῶν ἠξίωσαν ἀπολυθῆναι. διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων Βαραββᾶς ὁ λῃστής. | |
16.24(1n) | Καὶ προσῆλθον αὐτῷ | |
2n | τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, | |
3n | καὶ ἐθεράπευσεν αὐτοὺς | |
4n | καὶ τὰ ἑξῆς ἕως τοῦ ὅτι ἐκ στόμα‐ | |
5n | τος νηπίων καὶ θηλαζόντων | |
6n | κατηρτίσω αἶνον. (Matth. 21, | |
7n | 14—16). | |
8 | Τὰ μὲν τῆς λέξεως δῆλα. ἀκολούθως δὲ ταῖς προαποδεδομέναις | |
10 | ἀναγωγαῖς λεκτέον ὅτι ἐν τῷ ἱερῷ τοῦ θεοῦ, τῷ οἴκῳ τῆς προσευχῆς, τῇ ἐκκλησίᾳ, οὐ πάντες εἰσὶ βλέπον‐ τες οὐδὲ (ἵν’ οὕτως ὀνομάσω) ὀρθο‐ | |
15 | ποδοῦντες· εἰσὶ γάρ τινες καὶ τυφλοὶ καὶ ἄλλοι χωλοὶ τῶν ἀθροιζομένων, οἵτινες ἐκ τοῦ συναισθέσθαι τῆς ἑαυ‐ τῶν τυφλότητος καὶ χωλότητος καὶ τοῦ γινώσκειν ὅτι οὐδενὸς ἢ τοῦ θεοῦ | |
20 | ἔργον ἐστὶ καὶ τοῦ λόγου τοῦ θεοῦ τὸ θεραπεῦσαι αὐτοὺς προσελθόντες αὐτῷ θεραπεύονται. | |
16.25 | μετὰ τοῦτο γέγραπται ὅτι οἱ ἀρχιερεῖς καὶ οἱ γραμμα‐ τεῖς, καίτοιγε ἰδόντες τὰ θαυ‐ μάσια ἃ ἐποίησεν ὁ Ἰησοῦς, καὶ | |
5 | τῶν παίδων ἀκούοντες δοξαζόντων τὸν υἱὸν τοῦ θεοῦ ἐν τῷ ἱερῷ, τῇ ἐκκλησίᾳ, ἠγανάκτησαν καταφρο‐ νοῦντες τῶν ὑμνούντων τὸν Ἰησοῦν παιδίων, καὶ ἀγανακτήσαντές φασι | |
10 | τῷ σωτῆρι· ἀκούεις τί οὗτοι λέ‐ γουσιν; ὁ δὲ δυσωπῶν αὐτοὺς ἀπε‐ κρίνατο ὅτι τοσούτῳ χρόνῳ ἐν ταῖς θείαις ἀναστρεφόμενοι γραφαῖς μέχρι τοῦ δεῦρο οὐκ ἀνέγνωτε, ἵνα μὴ | |
15 | καταφρονήσητε τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καὶ παιδίων ὑμνούντων ἐμὲ καὶ τὸν ἐν τοῖς οὐρανοῖς πατέρα μου, ὅτι ἐκ στόματος νηπίων καὶ | |
θηλαζόντων κατηρτίσω αἶνον; | ||
20 | Μήποτε οὖν, ὡς κατὰ τὴν ἱστο‐ ρίαν ψεκτοί εἰσιν οὗτοι οἱ ἀρχιε‐ ρεῖς καὶ γραμματεῖς, οὕτως καὶ κατὰ τὴν ἀναγωγήν εἰσί τινες ψεκτοὶ ἀρχιερεῖς, τὸ ὄνομα τῆς ἐπισκο‐ | |
25 | πῆς οὐ κοσμοῦντες τῷ ἑαυτῶν βίῳ οὐδὲ ἐνδεδυμένοι τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὗτοι οὖν, καίτοιγε βλέ‐ ποντες τὰ τοῦ θεοῦ θαυμάσια, οὐ‐ δὲν ἧττον καταφρονοῦσι τῶν ἐν τῇ | |
30 | ἐκκλησίᾳ μικρῶν μὲν καὶ νηπίων ὑμ‐ νούντων δὲ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ ἀγανακτοῦσιν ἐπὶ τῇ τού‐ των προκοπῇ καὶ κατηγοροῦσιν αὐ‐ τῶν παρ’ α〈ὐτῷ〉 τῷ Ἰησοῦ ὡς ἁμαρ‐ | |
35 | τανόντων τῶν μὴ ἁμαρτανόντων, καὶ ὡς 〈μὴ〉 ἀκουόντι 〈μηδὲ〉 πᾶσαν τάξιν τηροῦντι λέγουσιν αὐτῷ· ἀκού‐ εις τί οὗτοι λέγουσι; καὶ τοῦτο δὲ ἔτι μᾶλλον συνήσομεν ἐπιστήσαν‐ | |
40 | τες, τίνα τρόπον πολλάκις τοῖς ζέουσι τῷ πνεύματι καὶ μέχρι φυλακῶν πρὸς τοὺς ἀπίστους παραβαλλομένοις καὶ 〈παντὸσ〉 κινδύνου καταφρονοῦσι καὶ μετὰ πάσης εὐτονίας ἀσκοῦσιν ἁ‐ | |
45 | γνείαν καὶ παρθενίαν ἰδιώταις τῇ λέ‐ ξει, ἐπιπλήσσουσιν ὡς ἀτάκτοις οἱ | |
ψεκτοὶ ἀρχιερεῖς καὶ ἐγκαλοῦσιν αὐτοῖς παρὰ τῷ Ἰησοῦ, ὡς αὐτοὶ δικαιότερον πράττοντες τῶν οὕτως | ||
16.25(50) | 〈ἁπλῶν καὶ〉 σπουδαίων καὶ χρη‐ στῶν παιδίων. ἀλλ’ ὁ Ἰησοῦς τοῖς παιδίοις μὲν μαρτυρεῖ, τοῖς δὲ ἀρχιε‐ ρεῦσιν ἀμαθίαν 〈γραφῶν〉 ἐγκαλεῖ διὰ τοῦ λέγειν· οὐδέποτε ἀνέ‐ | |
55 | γνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ ἐπὰν ἴδῃς ἐν τῇ ἐκκλησίᾳ τοὺς κατὰ τὸν Πέτρον «ὡς ἀρτιγέννητα | |
60 | βρέφη τὸ λογικὸν ἄδολον γάλα» ἐπι‐ ποθοῦντας καὶ θηλάζοντας αὐτό, γάλα ποτιζομένους, ἔτι καὶ ὑμνοῦν‐ τας τὸν θεὸν τῇ πίστει καὶ τῷ βίῳ, θεώρει ὅτι πληροῦται ἐπ’ αὐτῶν τὸ | |
65 | ἐκ στόματος νηπίων καὶ θη‐ λαζόντων κατηρτίσω αἶνον. ἑαυτῷ γὰρ ὁ θεὸς αἶνον ἐν τοῖς τοι‐ ούτοις καταρτίζεται, ἐφ’ οἷς εὐχα‐ ριστῶν τῷ πατρὶ ὁ υἱὸς λέγει· «ἐξο‐ | |
70 | μολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο» καὶ τὰ | |
75 | ἑξῆς. | |
16.26(1n) | Καὶ καταλιπὼν αὐτοὺς | |
2n | ἐξῆλθεν ἔξω τῆς πόλεως [ἕως] | |
3n | εἰς Βηθανίαν | |
4n | καὶ τὰ ἑξῆς | |
5n | ἕως τοῦ | |
6n | καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν | |
7n | τῇ προσευχῇ πιστεύοντες λή‐ | |
8n | ψεσθε. (Matth. 21, 17—22.) | |
9 | Τίνας καταλιπὼν ὁ Ἰησοῦς | |
10 | ἐξῆλθε τῆς τῶν Ἱεροσολύμων πό‐ λεως, ἀφ’ ἧς ἐξελθὼν ἐν Βηθανίᾳ ἦν ἢ τοὺς ἰδόντας μὲν ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ «τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κράζον‐ | |
15 | τας ἐν τῷ ἱερῷ καὶ λέγοντας· ὡσαννὰ τῷ υἱῷ Δα‐ υΐδ», οὐδὲν δ’ ἧττον ἀγανακτήσαντας ἐπὶ τοῖς αἰνοῦσι τὸν Χριστόν, καὶ διὰ | |
20 | τοῦτο ἐλεγχθέντας ὡς μὴ νενοηκό‐ τας τὸ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ ἐπεὶ κατέλιπεν ἐκεῖνα τὰ Ἱεροσό‐ λυμα καὶ ἔξω γέγονε τῆς πόλεως, | |
25 | διὰ τοῦτο πέπτωκε καὶ «λίθος ἐπὶ λίθον» ἤρξατο μὴ μένειν ἀλλὰ καὶ καθαιρεῖσθαι ἕως πάντα καταλυθῇ. | |
ἦλθε δ’ εἰς Βηθανίαν, τὸν τῆς | ||
30 | ΥΠΑΚΟΗΣ ΟΙΚΟΝ, τὴν ἐκκλη‐ σίαν, ἔνθα καὶ ηὐλίσθη καὶ ἀνε‐ παύσατο, ἐπεὶ μὴ εἶχεν ἐν Ἱεροσο‐ λύμοις «ποῦ τὴν κεφαλὴν κλίνῃ», ἅτε τοιούτων ἀρχιερέων καὶ γραμμα‐ | |
35 | τέων ὄντων ἐν αὐτοῖς. ὅτε δὲ ἀνεπαύσατο ἐν τῇ Βηθανίᾳ, τῷ τῆς ΥΠΑΚΟΗΣ ΟΙΚΩΙ, μετὰ τὴν ἀρχὴν τοῦ συστῆναι τὴν ἐκκλησίαν καὶ ἀναπαύσασθαι | |
40 | τὸν Χριστὸν ἐν αὐτῇ, τότε ἐπανάγει εἰς τὴν πόλιν ἣν καταλέλοιπε καὶ ἧς ἔξω γέγονε, καὶ ἐπανάγων εἰς αὐτὴν πεινᾷ, καὶ μίαν ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, | |
45 | τὸ δένδρον τοῦ λαοῦ, ἦλθεν ἐπ’ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐ‐ τῇ βρώσιμον ἀλλὰ μόνον ζωῆς ἔμ‐ φασιν· φύλλα γὰρ χωρὶς καρπῶν ἦν ἐν τῇ συκῇ. εἶτ’ ἐπεὶ ἔμψυχος ἦν αὕτη | |
16.26(50) | ἡ συκῆ, διὰ τοῦτο λέγει ὡς ἀκου‐ ούσῃ τὴν πρέπουσαν αὐτῇ ἀράν. τὸ δὲ λεγόμενον τοιοῦτον ἦν· ὅσον συνέστηκεν ὁ ἐνεστὼς αἰών, μη‐ | |
55 | κέτι γένοιτο ἔν σοι καρπός. διὰ τοῦτο ἄκαρπός ἐστιν ἡ Ἰουδαίων συν‐ αγωγή, καὶ τοῦτο γίνεται αὐτῇ «ἕως | |
τῆς συντελείας τοῦ αἰῶνος», ἕως «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ». | ||
60 | ἐξηράνθη δὲ ἡ συκῆ, ἔτι ἐπιδη‐ μοῦντος τῷ βίῳ τῶν ἀνθρώπων καὶ ἐν ἀνθρώπ〈οις ὡς ἀνθρώπου περι‐ πατ〉οῦντος Ἰησοῦ. ἰδόντες δὲ οἱ μαθηταὶ ἐθαύμασαν | |
65 | λέγοντες· πῶς παραχρῆμα ἐ‐ ξηράνθη ἡ συκῆ; τοῖς γὰρ τῆς ψυχῆς ὀφθαλμοῖς εἶδον τὸ τῆς ξηρανθείσης συκῆς μυστή‐ ριον καὶ ἐθαύμασαν οὐχ οὕτως | |
70 | ἐπὶ τῷ ἐξηράνθαι αὐτήν, ὡς ἐπὶ τῷ παραχρῆμα ἐξηράνθαι, ἔβλεπον γὰρ ξηρὰν τὴν συκῆν, τὸν λαὸν τὸν Ἰσραὴλ ἐκεῖνον. καὶ θαυμάζουσι τοῖς μαθηταῖς ἐν | |
75 | τῷ ἑωρακέναι παραχρῆμα τὴν συ‐ κῆν ἐξηραμμένην, ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν (ἐμπεδῶν τὸ λεγόμενον τῷ ἀμὴν) ὅτι ἐὰν ἔχητε πίστιν καὶ μὴ | |
80 | διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. οὐκοῦν οἱ πιστεύοντες | |
85 | μαθηταὶ καὶ μὴ διακρινόμενοι ποι‐ οῦσι καὶ τὸ τῆς συκῆς λέγοντες αὐτῇ· «ὑμῖν ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δὲ οὐκ | |
ἀξίους κρίνετε ἑαυτούς, | ||
90 | ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη», καὶ καταλιπόντες αὐτὴν ξηραίνουσιν αὐ‐ τήν, ἵν’ ἡ ζωτικὴ δύναμις αὐτῆς μεταβῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ τὸ πρότερον συνέχον πνεῦμα τὸν | |
95 | λαὸν ἐκεῖνον μεταστῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. Πρὸς τῷ δὲ ποιεῖν τὸ τῆς συ‐ κῆς τοὺς μαθητὰς 〈ἔτι〉 ἐπαγγέλλε‐ ται αὐτοῖς ὁ τοῦ θεοῦ λόγος, ἐὰν | |
16.26(100) | ἔχωσι πίστιν καὶ μὴ διακριθῶσιν, ὅτι 〈καὶ〉 τῷ 〈βλεπομένῳ τε καὶ〉 δεικνυμένῳ ὑπ’ αὐτοῦ ὄρει, τῇ ἀντι‐ κειμένῃ ἐνεργείᾳ ἐπαιρομένῃ κατὰ τῶν ἀνθρώπων, λέγουσιν· ἄρθητι | |
105 | καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γίνεται. αἴρεται γὰρ ἀφ’ ἑκάστου τῶν ὠφελουμένων ὑπὸ μαθητῶν Ἰη‐ σοῦ τὸ βαρὺ τῆς κακίας ὄρος, ὁ σα‐ τανᾶς, | |
110 | αἴροντος αὐτὸν τοῦ νικήσαντος αὐ‐ τόν, καὶ βάλλεται εἰς τὴν θάλασσαν, τὴν ἄβυσσον, βάλλοντος αὐτὸν εἰς τὸν ἄξιον αὐτοῦ τόπον τῆς κολάσεως. | |
115 | καὶ περὶ ταύτης τῆς θαλάσσης ἐν Ψαλμοῖς λέγεται τὸ «αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ πλοῖα διαπορεύεται, ζῷα μικρὰ μετὰ μεγά‐ λων, δράκων οὗτος ὃν ἔπλασας ἐμ‐ | |
120 | παίζειν αὐτῷ». | |
καὶ ἐν ἄλλῳ Ψαλμῷ· ἐκεῖ «συνέθλα‐ σας τὰς κεφαλὰς τῶν δρακόν〈των ἐπὶ τοῦ ὕδα〉τος», δῆλον δὲ ὅτι ἐν τῇ θαλάσσῃ, | ||
125 | καί· ἐκεῖ «συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν». αἴρεται οὖν καθ’ ἕκαστον τῶν ὑπὸ τοῦ λόγου καταρτιζομένων εἰς σωτη‐ | |
130 | ρίαν ὄρος τὸ ὑπὸ τοῦ Ἰησοῦ βλεπό‐ μενον καὶ δεικνύμενον, καὶ βάλλεται εἰς τὴν θάλασσαν κατὰ τὸν τοῦ ἐπιτυγχάνοντος μαθητοῦ Ἰησοῦ ἐν διδασκαλίᾳ λόγον, λέγοντος τῷ ἐν | |
135 | τῷ καθ’ ἕκαστον τῶν ἀκουόντων ὄρει· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, λέγοντος δὲ μετὰ τοῦ ἔχειν πίστιν καὶ μὴ διακρί‐ νεσθαι, ἵνα καὶ τὸ λεγόμενον γένη‐ | |
140 | ται. καὶ τὰ πάντα δὲ ὅσα ἐὰν ὁ ἔχων πίστιν καὶ μὴ διακρινόμενος αἰ‐ τήσῃ ἐν τῇ προσευχῇ, πιστεύων λήψεται. | |
16.27 | Αὕτη δέ ἐστι Βηθανία, ἔνθα ὁ ἐκ νεκρῶν ἀναστὰς Ἰησοῦ φίλος κατῴκει. καὶ πᾶς δὲ ὁ ὑπακούων τῷ λόγῳ τοῦ θεοῦ καὶ τὸν λόγον τῆς | |
5 | ὑπακοῆς ἐνιδρυμένον 〈καὶ ἐναυλι‐ ζόμενον〉 ἔχων ἑαυτῷ, ΟΙΚΟΣ ἐστιν ΥΠΑΚΟΗΣ καὶ Βηθανία, ἐν ᾗ αὐλί‐ ζεται ὁ Ἰησοῦς καὶ ἀναπαύεται. ἐπεὶ δὲ πράγματα δεῖ λαμβάνειν ἀπὸ | |
10 | τῶν λεγομένων ἄξια σοφίας θεοῦ ἀφ’ ἧς τὰ εὐαγγέλια γέγραπται, πρόσχες εἰ μὴ κατὰ μὲν τοὺς ἁπλούστερον | |
νοοῦντας παρέλκει τὸ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλε‐ | ||
15 | ως· πῶς γὰρ ἐδύνατο ἔξω τῆς πό‐ λεως γενέσθαι μὴ καταλιπὼν τοὺς προτέρους παρ’ οἷς ἦν; κατὰ δὲ τοὺς συνετώτερον ἀκούοντας τῶν λεγο‐ μένων 〈οὐ〉 πάντως καταλείπει τοὺς | |
20 | προτέρους ὅτε παρ’ ἑτέροις γίνεται, ἀλλὰ φαύλους μὲν καὶ ἁμαρτωλοὺς καταλείπει, δικαίοις δὲ συνὼν καὶ παρ’ ἑτέροις γίνεται μετ’ ἐκείνους καὶ σὺν ἐκείνοις. ἀλλὰ καὶ εἰς Βη‐ | |
25 | θανίαν αὐλισθεὶς οὐ καταλιπὼν τὴν Βηθανίαν εἰς τὴν πόλιν ἐπαν‐ άγει· ἦν γὰρ καὶ ἐν Βηθανίᾳ καὶ ἐπανῆγεν εἰς τὴν πόλιν. ἐπείνα δὲ ὁ Ἰησοῦς ἀεὶ τῶν ἐν τῷ δικαίῳ | |
30 | βουλόμενος μεταλαβεῖν καρπῶν τοῦ 〈ἐν αὐτοῖς ἁγίου〉 πνεύματος, καὶ ἔστιν αὐτοῦ 〈βρώματα〉 (ἵν’ οὕ‐ τως ὀνομάσω) τὰ σῦκα ὧν πεινῶν ἐσθίει ἡ ἀγάπη τοῦ καρποφοροῦντος | |
35 | αὐτήν, πρῶτος οὖσα «καρπὸς τοῦ πνεύματος», καὶ ἡ χαρὰ καὶ ἡ εἰρήνη καὶ ἡ μακροθυμία καὶ τὰ λοιπά. ἅτινα ὅσον μὲν καρποφοροῦμεν οὐ ξηρανθησόμεθα, ἐπὰν δὲ ἐπιστάντι | |
40 | αὐτῷ καὶ ζητοῦντι 〈τοιοῦτον〉 καρπὸν ἵνα φάγῃ μὴ παρέχωμεν, λελέξεται πρὸς ἡμᾶς· μηκέτι ἐκ σοῦ καρ‐ | |
πὸς γένοιτο εἰς τὸν αἰῶνα· χωρὶς γὰρ τῆς προαποδεδομένης περὶ | ||
45 | συκῆς ὡς τοῦ λαοῦ διηγήσεως ἔστι καὶ ἐπὶ ἕκαστον ἀνάγειν τὸν λόγον, συκῆν ὄντα ἤτοι ξηραινομένην ἢ φέρουσαν καρπὸν καὶ ζῶσαν καὶ γε‐ ωργουμένην, ἵνα πλείονα καρπὸν | |
16.27(50) | φέρῃ. Τάχα δὲ ὥσπερ ἐπὶ τοῦ σπόρου «ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν» καὶ «ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ | |
55 | κατέφαγεν αὐτά», ἄλλα δὲ εἰς τὰς πέτρας καὶ ἄλλα εἰς «τὰς ἀκάνθας» καὶ ἄλλα εἰς «τὴν κα‐ λὴν» καὶ ἀγαθὴν γῆν, οὕτως καὶ συκαῖ εἰσι διάφοροι. καὶ ἐὰν μὲν ᾖ | |
60 | συκῆ ἐπὶ τῆς καλῆς καὶ ἀγαθῆς γῆς, καὶ φέρει «καρπὸν» καὶ πεινῶντι τῷ Ἰησοῦ παρέχει αὐτόν. ἐπὰν δὲ ᾖ «παρὰ τὴν ὁδόν», ὡς αὕτη περὶ ἧς γέγραπται τὸ καὶ ἰδὼν συκῆν | |
65 | μίαν ἐπὶ τῆς ὁδοῦ, ἐλθόντι τῷ Ἰησοῦ οὐ δίδωσι καρπόν· οὐδὲν γὰρ εὑρίσκει ἐν τῇ «παρὰ τὴν ὁδὸν» συκῇ εἰ μὴ φύλλα μόνον. διὸ λέγει αὐτῇ, ἐπεὶ «παρὰ τὴν | |
70 | ὁδὸν» ἦν καὶ φύλλα μόνον εἶχεν ἔμφα‐ σιν τοῦ ζῆν ἀλλ’ οὐ μετὰ καρποῦ, τὸ μηκέτι ἐκ σοῦ καρπὸς γέ‐ νοιτο εἰς τὸν αἰῶνα. | |
ὅσον μὲν οὖν οὐκ ἔρχεται ἐπί τινα | ||
75 | συκῆν οὐδὲ ἤδη ζητεῖ τὸν καρπὸν αὐτῆς, ἀλλὰ μακροθυμεῖ περιμένων εἴ πως οἴσει καρπὸν ἡ συκῆ, οὐ ξη‐ ραίνεται. ἐπὰν δὲ ἐπιστάντος τοῦ πεινῶντος 〈καὶ ἐπιζητοῦντοσ〉 ἡμῶν | |
80 | τοὺς καρποὺς εὑρεθῶμεν οὐδὲν ἔχον‐ τες εἰ μὴ τὴν ἐπαγγελίαν τῆς πίστεως μόνην *** οὐ συνόντων αὐτῇ καρπῶν, παραχρῆμα ξηρανθησόμεθα καὶ τὸ δοκεῖν εἶναι πιστοὶ ἀπολωλεκό‐ | |
85 | τες. καὶ ἔστιν εὑρεῖν τοιούτους τινὰς ἐπὶ πολὺν φορέσαντας χρόνον τὸ τῆς πίστεως ὄνομα καὶ ἐμφήναντας ὅτι ζῶσι, καὶ παντελῶς 〈δ’〉 εἰσὶ ξηροί· οὓς διὰ τὸ μὴ καρποφορεῖν ἔστιν | |
90 | ἰδεῖν καὶ ἀφισταμένους παντελῶς τοῦ λόγου καὶ ξηρανθέντας. ἐνθάδε μὲν οὖν ξηραίνεται ἡ μὴ δε‐ δωκυῖα πεινῶντι τῷ Ἰησοῦ καρπόν· ἄλλη δὲ συκῆ ἐκκόπτεσθαι κελεύε‐ | |
95 | ται, ἵνα μὴ «τὴν γῆν» καταργῇ. εἶθ’ οἱ μαθηταί, ἐπὰν ἴδωσί τινα μετὰ ζωτικὴν ἔμφασιν ξηρανθέντα, θαυμάζουσι λέγοντες· πῶς πα‐ ραχρῆμα ἐξηράνθη ἡ συκῆ; | |
16.27(100) | Ἔτι δὲ μᾶλλον νοήσομεν τοῖς καθ’ ἕνα ἐφαρμόζοντες τὰ κατὰ τὸν τόπον, ἐπιστήσαντες τίνα τρόπον ἐν τοῖς πειρασμοῖς ὁ μὲν Ἰησοῦς αἰτεῖ τοὺς | |
105 | καρπούς, φέρ’ εἰπεῖν ἐν διωγμῷ τὴν ὁμολογίαν καὶ τὸ μαρτύριον, καὶ ἐν τῷ γυναῖκα ἐπιμαίνεσθαί τινι | |
110 | τὴν τοῦ Ἰωσὴφ ἐγκράτειαν καὶ σω‐ φροσύνην, καὶ οὕτως καθ’ ἕκαστον πειρασμὸν τὸν ἀκόλουθον αὐτῷ καρπόν. ὁ δὲ μὴ παρασκευασάμενος διδόναι πεινῶντι | |
115 | τῷ Ἰησοῦ καὶ ἐφισταμένῳ τὴν ὁμο‐ λογίαν ἢ τὴν ἐγκράτειαν, παραχρῆ‐ μα ξηραίνεται· ὁ γὰρ ἀρνησάμενος ξηραίνεται, ὁμοίως δὲ καὶ ὁ πορνεύ‐ σας, καίτοι παρὰ τὸν πρὸ τῶν πειρασ‐ | |
120 | μῶν καιρὸν ζωτικὴν ἐμφαίνων δύ‐ ναμιν καὶ οἱονεὶ τὰ φύλλα τῆς συκῆς περικείμενος. καὶ θαυμάζουσιν ἐπὶ τῶν τοιούτων οἱ μαθηταί, πῶς ὁ μὲν Ἰησοῦς ἐπέστη πεινῶν καὶ ζη‐ | |
125 | τῶν τὸν καρπόν, τῷ δὲ μὴ εὑρηκέναι εὐθέως «εἶπε» «καὶ ἐγένετο», καὶ παραχρῆμα ἐξηράνθη ἡ μὴ παρεσκευασμένη εἰς τὸ φέρειν | |
καρπὸν συκῆ. | ||
130 | καὶ πολλάκις τις γενόμενος συκῆ ἔτεσι πλείοσιν οὐ ξηραίνεται, ἐπι‐ στάντος δὲ Ἰησοῦ ἐν καιρῷ πειρασμοῦ καὶ ἀπαιτοῦντος τὸν καρπόν, οὐ δεδωκὼς αὐτῷ παρα‐ | |
135 | χρῆμα ἐξηράνθη καὶ τὴν τῶν το‐ σούτων ἀπολώλεκεν ἐτῶν ζωήν. καὶ τοῦτο γίνεται ἐπείπερ, κατὰ τὸν τοῦ σωτῆρος λόγον, «παντὶ τῷ ἔχοντι δο‐ θήσεται καὶ περισσευθήσεται· ἀπὸ | |
140 | δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ», ἵνα μὴ ἀργὸν ᾖ «ὃ δοκεῖ ἔχειν». ἕκαστος δὲ τῶν μα‐ θητῶν, ἐὰν ἔχῃ πίστιν καὶ μὴ διακριθῇ, καὶ τὸ τῆς συκῆς ποιεῖ | |
145 | καὶ τὸ ἑξῆς αὐτῷ ἐπιφερόμενον. | |
16.28 | Καὶ ἔργον ἐστὶ δεῖξαι, πῶς ὁ Ἰησοῦ μαθητὴς ζητήσας καρπὸν ἐν συκῇ καὶ μὴ εὑρὼν λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο | |
5 | εἰς τὸν αἰῶνα, ἵνα παραχρῆμα καὶ ἐπ’ αὐτῷ ξηρανθῇ ἡ συκῆ. καὶ εἰς ταῦτα δὲ νόησόν τινα τὰ τῆς πί‐ στεως ἐπαγγελλόμενον καὶ οἰόμε‐ νον ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ ἐσθίειν | |
10 | καὶ πίνειν καὶ τὸν Ἰησοῦν «ἐν ταῖς πλατείαις» τῆς ψυχῆς αὐτοῦ δεδιδα‐ χέναι. εἶτα ἡκέτω μαθητὴς ζητῶν καρπὸν σοφίας καὶ λόγου ἐν αὐτῷ | |
κατὰ τὴν περὶ τοῦ διδάσκειν τὰ θεῖα | ||
15 | ἐπαγγελίαν, καὶ ζητῶν καὶ ἐρευνῶν τῷ λόγῳ αὐτὸν μηδένα καρπὸν εὑ‐ ρισκέτω· καὶ διὰ τοῦτο αὐτὸν παρι‐ στὰς τοῖς θεωροῦσι κενὸν τοῦ Χρι‐ στοῦ, παριστάτω τῷ λόγῳ ὅτι οὐχ | |
20 | οἷόν τε τινὰ καρπὸν ἔτι γενέσθαι αὐ‐ τῷ εἰς τὸν αἰῶνα ὑπὸ τῆς οἰή‐ σεως βεβλαμμένῳ. ὅρα οὖν εἰ μὴ ἐν τοιούτῳ ὁ ἔχων πίστιν καὶ μὴ διακριθεὶς τὸ τῆς | |
25 | συκῆς παραπλησίως πως τῷ Ἰησοῦ ποιεῖ. καὶ κρεῖττόν γέ ἐστι, τὴν ἀπατηλὴν συ‐ κῆν καὶ νομιζομένην μὲν ζῆν μὴ καρ‐ ποφοροῦσαν δέ, ἐλεγχθεῖσαν ὅτι ἄκαρ‐ | |
30 | πός ἐστι, ξηρὰν τοῖς λόγοις τῶν μαθη‐ τῶν Ἰησοῦ φανῆναι, ἢ ἀπατᾶν ἔτι τῇ νομιζομένῃ ζωῇ καὶ τῇ προσποιήσει 〈τῆς ἐπαγγελίασ〉 «τὰς τῶν ἀκάκων» | |
καὶ εὐεξαπατήτων «καρδίας». | ||
35 | καλὸν οὖν ἐφάνη καὶ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ ἔργον τὸ κατὰ τὴν ξηραινομένην συκῆν. ἐν ἑκάστῳ δ’ (οἶμαι) ἀπίστῳ καὶ ἀνό‐ μῳ ὄρος ἐπίκειται κατὰ τὴν ἀναλο‐ | |
40 | γίαν τῆς ἀπιστίας καὶ τῆς ἀνομίας, τῷ λόγῳ τῶν μαθητῶν Ἰησοῦ αἰρό‐ μενον καὶ βαλλόμενον εἰς τὴν θά‐ λασσαν τῆς κολάσεως αὐτοῦ. καὶ πάντα δὲ ὅσα ἐὰν αἰτῶσιν ἐν τῇ | |
45 | προσευχῇ πιστεύοντες οἱ Ἰη‐ σοῦ μαθηταὶ λήψονται, ὡς μαθηταὶ οὐδὲν τῶν μὴ δεόντων αἰτήσοντες, καὶ ὡς πειθόμενοι τῷ διδασκάλῳ, μηδὲν ἄλλο αἰτοῦντες ἢ τὰ μεγάλα | |
16.28(50) | καὶ τὰ ἐπουράνια· εἶπε γὰρ ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· «αἰτεῖτε τὰ με‐ γάλα, καὶ τὰ μικρὰ προστεθήσεται ὑμῖν· καὶ αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια προστεθήσεται ὑμῖν». | |
16.29 | Ὁ δὲ Μᾶρκος ἀναγράψας τὰ κατὰ τὸν τόπον ἀπεμφαῖνόν τι (ὡς πρὸς τὸ ῥητὸν) προσέθηκε ποιή‐ σας ὅτι «ἰδὼν» ὁ Ἰησοῦς «ἀπὸ μακρό‐ | |
5 | θεν συκῆν ἔχουσαν φύλλα ἦλθεν» ὡς εὑρήσων τι «ἐν αὐτῇ»· «ἐλθὼν» δὲ «ἐπ’ αὐτὴν» καὶ μηδὲν εὑρὼν «εἰ μὴ φύλλα» μόνον («οὐ γὰρ ἦν ὁ καιρὸς σύκων») «ἀποκριθεὶς εἶπεν αὐτῇ· μη‐ | |
10 | κέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγῃ». εἴποι γὰρ ἄν τις· εἰ μὴ «ὁ καιρὸς σύκων ἦν», πῶς ἦλθεν ὁ Ἰησοῦς ὡς εὑρήσων τι «ἐν αὐτῇ» καὶ πῶς δικαίως εἶπεν αὐτῇ· «μηκέτι εἰς | |
15 | τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φά‐ γῃ»; πρὸς τοῦτο δὲ λελέξεται ὅτι οἱ κατειλεγμένοι παρὰ τῷ ἀποστόλῳ καρποὶ τοῦ πνεύματος, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγα‐ | |
20 | θωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἔστι μὲν ὅτε ἐν οἰκείῳ ἀποδίδονται καιρῷ. βέλτιον δὲ εἰ, τῶν περιεστη‐ κότων ἐπὶ τὸ ἐναντίον τῷ καρποφο‐ ρεῖν προκαλουμένων, δυνηθείη τις | |
25 | καὶ διὰ τὸ πάνυ ὠφελεῖσθαι ἐκ τοῦ λόγου οὐδὲν ἧττον καὶ τότε διδόναι τοὺς καρποὺς τοῦ πνεύματος. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν· εἷς τῶν καρ‐ πῶν τοῦ πνεύματός ἐστιν ἀγάπη. | |
30 | ταύτης δὲ καιρὸς μὲν ὅτε οὐ χαλε‐ πὸν ἀποδοῦναι τὸν καρπὸν τοῦ ἀγα‐ πᾶσθαι· καὶ ἔστιν ἀγαπᾶν τὸν ἀγα‐ πῶντα καρπὸς μὲν τοῦ πνεύματος, οὐ μὴν ἐν οὐ καιρῷ (ἵν’ οὕτως ὀνο‐ | |
35 | μάσω) σύκων. ἐπὰν δὲ ἐπὶ τὸ μισεῖν προκαλῆταί τις τὸν πιστεύοντα τοι‐ οῦτον ἀπατῶν καὶ ἐπιβουλεύων καὶ | |
*** τοῖς ἤθεσι βεβλαμμένος ὤν, ὥστε δο‐ | ||
40 | κεῖν ἄξιος εἶναι τοῦ μισεῖσθαι, ὁ δὲ δίκαιος μηδὲ τὸν τοιοῦτον μισῇ ἀλλ’ (ὡς υἱὸς «τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς») καὶ τότε αὐτὸν ἀγαπᾷ, οἱονεὶ ἐν οὐ καιρῷ | |
45 | σύκων τῆς ἀγάπης διδοὺς τὸν καρ‐ πόν, μακάριός ἐστι. τὸ δ’ ὅμοιον νοή‐ σεις καὶ ἐπὶ τῆς χαρᾶς. φέρειν μὲν γὰρ τὸν καρπὸν τοῦ πνεύματος τὴν χαρὰν μηδενὸς ἐπὶ τὸ λυπεῖσθαι προ‐ | |
16.29(50) | καλουμένου καὶ δυσαρεστεῖσθαι, οὐ χαλεπόν· ὅταν δὲ τὰ μὲν περιεστη‐ κότα ἐπὶ λύπην καὶ ἀθυμίαν καὶ δυσ‐ αρέστησιν προκαλῆται, ἀπὸ δὲ τῆς κατὰ τὸν λόγον ὠφελείας τις ἐπὶ τοσ‐ | |
55 | οῦτον προκόπτῃ, ὡς 〈καὶ〉 ἐν και‐ ροῖς τῆς δοκούσης δυσαρεστήσεως εὐαρεστεῖσθαι καὶ ἐν καιροῖς τοῦ ἀτιμάζεσθαι καὶ τοῦ μαστι‐ γοῦσθαι χαίρειν καὶ ἁπλῶς ἐν | |
60 | παντὶ περιστατικῷ καιρῷ μεμνῆσθαι τοῦ «πάντοτε χαίρετε», μακάριος ἂν ὁ τοιοῦτος εἴη καρπὸν φέρων τὴν χα‐ ρὰν καὶ ἐν οὐ καιρῷ (ἵν’ οὕτως ὀνο‐ μάσω) σύκων. | |
65 | Τὸ παραπλήσιον δὲ οὐ χαλεπὸν καὶ ἐπὶ τῶν ἄλλων καρπῶν ποιῆσαι τοῦ πνεύματος. βούλεται γὰρ εἶναι κρείττονα τῆς ἀνθρωπίνης φύσεως | |
τὸν προσιόντα τῷ λόγῳ αὑτοῦ ὁ θεὸς | ||
70 | καὶ ἀπαιτεῖ αὐτὸν παράδοξα καὶ (ἵν’ οὕτως ὀνομάσω) θεοῦ μᾶλλον ἢ ἀν‐ θρώπου ἔργα. διὸ καὶ πᾶσι λέγει οὓς καλεῖ ἐπὶ τὴν μακαριότητα· «ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάν‐ | |
75 | τες», μεμφόμενος δὲ τοῖς μὴ βουλο‐ μένοις ἀποθεωθῆναι καὶ υἱοῖς ὑψί‐ στου γενέσθαι λέγει· «ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε»· κατὰ γὰρ ἑκάστην ἁμαρτίαν, ὅτε ἐσμὲν «σάρ‐ | |
80 | κινοι καὶ κατὰ ἄνθρωπον» περιπα‐ τοῦντες, οὐδὲν ἄλλο ἐνεργοῦμεν ἢ τὸ ἀποθνῄσκειν, καὶ φανερὸν ὅτι «εἰ κατὰ σάρκα» ζῶμεν, μέλλομεν «ἀπο‐ θνῄσκειν», ὡς ἐδίδαξεν ὁ ἀπόστολος. | |
85 | ταῦτα καὶ διὰ τὸ «οὐ γὰρ ἦν ὁ καιρὸς τῶν σύκων». ὁ δὲ κατὰ τὸν Μᾶρκον Πέτρος ἰδὼν «τὴν συκῆν ἐξηραμμέ‐ νην ἐκ ῥιζῶν» εἶπε τῷ σωτῆρι· «ἰδοὺ ἡ συκῆ ἣν κατηράσω ἐξηράνθη»· | |
90 | κατάρας γὰρ τῆς ἀπὸ τοῦ λόγου ἀξία ἡ μὴ φέρουσα τῷ λόγῳ καρπὸν ζη‐ τοῦντι. ἐπὶ τέλει δέ τι ἔχει ὁ λόγος προτρεπτικὸν τοῦ πιστεύοντας λήψε‐ σθαι· οὐχὶ ἄλλως γὰρ ληψόμεθα, εἰ | |
95 | μὴ αἰτήσομεν. ἔστω οὖν καὶ ἡ διά‐ θεσις ἀξία τοῦ τυχεῖν ὧν αἰτοῦμεν καὶ ἡ εὐχὴ μετ’ ἐπιστήμης ἀναπεμ‐ πομένη ἀξία τοῦ ἐπιτευχθῆναι, καὶ τὰ αἰτήματα ἔστω ἐπουράνια καὶ με‐ | |
16.29(100) | γάλα καὶ ἄξια τοῦ δίδοσθαι ὑπὸ τοῦ | |
θεοῦ. | ||
17t | Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριγένους ἐξηγητικῶν τόμος ιζʹ. | |
17.1(1n) | Καὶ ἐλθόντος αὐτοῦ εἰς | |
2n | τὸ ἱερὸν προσῆλθον αὐτῷ δι‐ | |
3n | δάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ | |
4n | πρεσβύτεροι τοῦ λαοῦ λέγον‐ | |
5n | τες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα | |
6n | ποιεῖς; | |
7n | καὶ τὰ ἑξῆς | |
8n | ἕως τοῦ | |
9n | οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ | |
10n | ἐξουσίᾳ ταῦτα ποιῶ (Matth. | |
11n | 21, 23—27). | |
12 | Τριῶν εὐαγγελιστῶν ὡς ἀναγ‐ καῖον ἀναγραψάντων τὸν προκείμε‐ νον λόγον, ἄξιον ἰδεῖν ὅ τί ποτε νοοῦν‐ | |
15 | τες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσ‐ | |
βύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο τοῦ σωτῆρος, οὐχ ἓν πύσμα, ἀλλὰ δύο προσάγοντες αὐτῷ, ἓν μὲν τὸ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; | ||
20 | ἕτερον δὲ τὸ καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ τί βουλόμενος ὁ σωτὴρ ἐπὶ τούτου μό‐ νου ἀντηρώτησεν ὑπὲρ τοῦ μὴ πρὸς τὸ πύσμα ἀποκρίνασθαι· | |
25 | ἑώρα γὰρ οὐκ ἀξίους ἐκείνους τῆς πρὸς τὸ πύσμα ἀποκρίσεως καὶ τῆς τοῦ προβλήματος διηγήσεως. ὅτι δὲ οὐχ, ὡς οἴονταί τινες, ἁπλᾶ ἐστι τὰ κατὰ τὸν τόπον καὶ εὐπερι‐ | |
30 | νόητα, ἀλλὰ μυστικὰ καὶ βαθείας δεόμενα καρδίας, δῆλον ἔσται ἐκ τῆς ἐπιστάσεως. φέρ’ οὖν συναγορεύωμεν τῇ πιθανό‐ τητι τῶν ἁπλούστερον ἐκδεχομένων | |
35 | τὰ κατὰ τὸν τόπον· φήσουσι γὰρ ὅτι δύο γενικὰς 〈ἐξου‐ σίασ〉 ἐπιστάμενοι, ἀμείνω μὲν τὴν τοῦ θεοῦ χειρίστην δὲ τὴν τοῦ δια‐ βόλου, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσ‐ | |
40 | βύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο τοῦ σωτῆρος, ἐν ποίᾳ ἐξουσίᾳ τούτων τῶν δύο ποιεῖ τὰ τεράστια καὶ ἀπὸ τίνος αὐτὴν λαβών. εἶθ’ ὁ Ἰησοῦς ὑπὲρ τοῦ μὴ ἀντιλογῆσαι | |
45 | ἀντηρώτησεν, ἅμα καὶ ἐλέγξαι βου‐ λόμενος τοὺς πυθομένους αὐτοῦ, ὡς παρὰ τὸν ὀρθὸν λόγον ποιήσαντας ἐν | |
τῷ ἠπιστηκέναι Ἰωάννῃ τῷ βαπτιστῇ. καὶ ἦν αὐτοῦ τὸ ἀντε‐ | ||
17.1(50) | ρώτημα δύο οἰκονομούμενον, τόν τε ἐπὶ τῇ εἰς τὸν Ἰωάννην ἀπιστίᾳ ἔλεγ‐ χον καὶ τὸ περισπάσαι τοὺς πυθομένους, ἵνα δόξῃ αὐτοῖς εὐλόγως μὴ ἀπο‐ | |
55 | κρίνεσθαι. ἀλλ’ εἴποι τις ἂν πρὸς ταῦτα ὅτι γελοῖον ἦν τὸ πυνθάνεσθαι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἐποίει ὁ Ἰησοῦς· οὐκ ἂν γὰρ ἀπεκρίνατο ὅτι ἐν τῇ | |
60 | τοῦ διαβόλου ἐξουσίᾳ, καὶ οὔ φημι ὅτι ὁ σωτὴρ τοῦτο οὐκ ἂν ἀπεκρί‐ νατο, ἀλλ’ οὐδὲ «ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ ἀντικείμενος καὶ ἐπαι‐ ρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν | |
65 | ἢ σέβασμα» εἴποι ἂν τοῖς πυνθανο‐ μένοις τὸ ἀληθὲς ὅτι ἐν τῇ τοῦ δια‐ βόλου ἐξουσίᾳ ποιεῖ πᾶσαν δύνα‐ μιν καὶ «σημεῖα καὶ τέρατα», ἐν οἷς καταπλήξεται καὶ ἀποπλανήσει «εἰ | |
70 | δυνατὸν καὶ τοὺς ἐκλεκτούς». εἰ δὲ οὐδὲ ἐκεῖνος εἴποι ἂν ἐν τῇ τοῦ δια‐ βόλου ἐξουσίᾳ ποιεῖν τὰ σημεῖα καὶ τὰ τέρατα τοῦ «ψεύδους», τὰ «ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμέ‐ | |
75 | νοις» ἐπιτελούμενα, πόσῳ πλέον ὁ σωτὴρ οὐκ ἂν (εἰ καὶ μὴ ἀντηρώτη‐ σεν) ἄλλο τι ἀπεκρίνατο ἢ ὅτι ἐν τῇ τοῦ θεοῦ; πρὸς δὲ τὴν οὕτως προ‐ | |
φανῆ ἀπόκρισιν καὶ ἐκείνους πυν‐ | ||
80 | θάνεσθαι καὶ τὸν σωτῆρα μὴ ἀπο‐ κρίνεσθαι, εὔηθες εἶναί μοι φαίνεται. | |
17.2 | Μήποτ’ οὖν τὰ κατὰ τὸν τό‐ πον τοιαῦτ’ ἐστιν. ἐν τῇ σοφίᾳ τοῦ θεοῦ, περιεχούσῃ ἐπιστήμην θείων καὶ ἀνθρωπίνων | |
5 | πραγμάτων καὶ τῶν τούτων αἰτιῶν, εἰσὶ «θησαυροὶ» ὁποίους δεῖ εἶναι τοὺς «τῆς σοφίας» θησαυροὺς καὶ «τῆς γνώσεως» καί εἰσιν οὗτοι «ἀπό‐ κρυφοι»· καὶ εἴ τίς ἐστιν ἀξιωθεὶς | |
10 | εἰδέναι τὰ «ἄρρητα ῥήματα, ἃ οὐκ ἔξεστιν ἀνθρώπῳ λαλῆσαι», εἰδείη ἂν τὴν «ἐν μυστηρίῳ σοφίαν», «τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν» τῶν | |
15 | δικαίων. εἰσὶν οὖν ἐν τοῖς «τῆς σοφίας καὶ τῆς γνώσεως» ἀποκρύφοις θη‐ σαυροῖς λόγοι βαθεῖς καὶ ἀπόρρητοι περὶ διαφόρων ἐξουσιῶν, γενικῶς μὲν δύο, | |
20 | εἰδικῶς δὲ καθ’ ἑκατέραν τῶν δύο πλείονες καὶ δυσθεώρητοι. αἱ δὲ γενικαὶ δύο ἐξουσίαι τοιαῦταί εἰσιν· αἱ μέν εἰσι τοῦ κρείττονος τάγ‐ ματος, καὶ ὥσπερ εἰσὶν ἄνθρωποι | |
25 | θεοῦ οὐχ οἱ τυχόντες καὶ ἄγγελοι θεοῦ μακάριοι καὶ προφῆται τοῦ θεοῦ θεοφορούμενοι, οὕτως εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, περὶ ὧν ὁ ἀπόστολος Χριστὸν δοξο‐ | |
30 | λογῶν λέγει ἐν τῇ πρὸς Κολοσσαεῖς ὅτι· ἐστὶν ὁ σωτὴρ «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτί‐ σεως», ἐν ᾧ | |
35 | «ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔ‐ | |
40 | κτισται· καὶ αὐτός ἐστι πρὸ πάντων». ἓν οὖν εἶδος τῶν ὑπὸ τὸν θεὸν αἱ ἐν Χριστῷ κτισθεῖσαι ἐξουσίαι, ἕτεραι | |
παρὰ τὰς ἀρχὰς καὶ τοὺς θρόνους καὶ τὰς κυριότητας· καὶ ἑκάστη ἐξου‐ | ||
45 | σιάζει τινῶν, τεταγμένη ὑπὸ τοῦ θεοῦ κατά τινα ἀπόρρητον ἀξίαν ἐπὶ τῶν ἀξίων ἐξουσιάζεσθαι κατὰ τὴν διαφορὰν αὐτῶν ὑπὸ ἑκάστην τῶν ἐξουσιῶν. καὶ «πολὺς» ἂν «ὁ λόγος | |
17.2(50) | καὶ δυσερμήνευτος» εἴη περὶ τῶν κατὰ τὰς ἐξουσίας ταύτας καὶ τῶν ἐξουσιαζομένων ὑπ’ αὐτῶν πραγ‐ μάτων. ὡς δέ εἰσί τινες ἐξουσίαι τοῦ | |
55 | θεοῦ, οὕτως εἰσὶ καὶ ἐναντίαι ἀνάλογον τοῖς τῆς ἁμαρτίας ἀνθρώ‐ ποις καὶ τοῖς ἀγγέλοις τοῦ διαβόλου. καὶ ἔστι γε τοῖς μηκέτι «πρὸς αἷμα καὶ σάρκα» παλαίουσιν ἀλλὰ διὰ τὸ | |
60 | ἐπαναβεβηκέναι τῇ δυνάμει πρὸς τὰ ὑπὲρ ταῦτα ἀγωνιζομένοις «ἡ πάλη» «πρὸς τὰς» ἀνταγωνιζο‐ μένας τοῖς ἀθληταῖς τῆς θεοσεβείας «ἐξουσίας». ὡς δὲ πλείονα τάγματα | |
65 | ἦν ὑπὸ τὸν θεόν, οὕτως καὶ ἐν τῇ ἐναντίᾳ χώρᾳ οὐ μόνον ἐξουσίαι εἰσὶν ἀλλὰ καὶ κοσμοκράτορες «τοῦ σκό‐ τους τούτου» καὶ «πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις», τάχα | |
70 | δὲ καὶ ἀρχαί, ἐγὼ δ’ οἶμαι ὅτι καὶ πάντα ὁμώνυμα τοῖς τοῦ θεοῦ ἐστι κατὰ τὴν ἐναν‐ | |
τιότητα. διειληφότες οὖν οἱ τὰ διαφέροντα | ||
75 | ὀνόματα κεκληρωμένοι ἐν τῷ Ἰσραήλ, τουτέστιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, περὶ ἐξ‐ ουσιῶν πλείονα 〈καὶ ταγμάτων τῶν ἐν οὐρανῷ μυστηρίων〉 εἴτε ἐκ | |
80 | παραδόσεων [εἴτε καὶ] ἐπιβάλλοντες εἴτε καὶ ἐξ ἀποκρύφων (οὐκ οἶδα εὐ‐ λόγως ἢ καὶ ἀλόγως) κινούμενοι, ἑώ‐ ρων τὸν Ἰησοῦν τὰ τεράστια ἐπιτε‐ λοῦντα οὐ χωρίς τινος συνούσης αὐ‐ | |
85 | τῷ ἐξουσίας. ταύτης οὖν τὸ εἶδος 〈καὶ τὴν ἰδιότητα〉 ἀπὸ τῆς ἐπιστή‐ μης τοῦ Ἰησοῦ μαθεῖν ἐβούλοντο ἢ τῆς δοκούσης αὐτοῖς εἶναι ἐπιστή‐ μης ἐν αὐτῷ. | |
90 | Καὶ εἰ μὲν ἦσαν ἀρχιερεῖς τινες ἅγιοι καὶ μακάριοι (ὁποῖος ὁ | |
Ἀαρὼν ἢ ὁ Ἐλεάζαρ ἢ ὁ Φινεὲς ἢ ὅσοι ἐπαινετῶς τὰ τῆς λειτουργίας διετέλεσαν) | ||
95 | οἱ πυθόμενοι τοῦ σωτῆρος τότε καὶ πρεσβύτεροι παραπλήσιοι οἷς κατ’ ἐντολὴν θεοῦ Μωσῆς ἐξελέξατο, εἰ‐ κὸς ὅτι ὡς οὐ πειράζουσιν ἀλλὰ φιλομα‐ | |
17.2(100) | θοῦσι καὶ ἀξίοις τῶν τηλικούτων μα‐ θημάτων παρέστησεν ἂν ἀρξάμενος ὁ σωτὴρ λόγον, ὃν οὐδὲ ὁ κόσμος ὅλος χωρεῖν ἠδύνατο. καὶ ἀρξάμενος ἂν παρεδίδου τὴν ἐπιστήμην περὶ | |
105 | τῶν μακαρίων ἐξουσιῶν καὶ τῆς δια‐ φορᾶς αὐτῶν καὶ τῆς αἰτίας τοῦ ἐλη‐ λυθέναι αὐτὰς ἐπὶ τὸ εἶναι ἐξουσίας καὶ τῶν ὑπ’ αὐταῖς, εἴτε ψυχῶν εἴτε καὶ ὁποιωνποτοῦν λογικῶν, διεξώ‐ | |
110 | δευσε δ’ ἂν καὶ τὸν περὶ τῶν ἐναντίων ἐξουσιῶν λόγον, καὶ τὰς διαφορὰς αὐτῶν παρέστησεν ἄν. εἰκὸς δ’ ὅτι ἐδί‐ δαξεν ἂν ἀνάλογον τῷ «ὁ νόμος» | |
115 | «διαταγεὶς δι’ ἀγγέλων» καὶ τῷ «εἰ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγέ‐ νετο βέβαιος» (ἀνάλογόν φημι τῷ λόγῳ τῷ περὶ τῶν διακονησαμένων τῷ νόμῳ ἀγγέλων καὶ τῆς κατὰ | |
120 | τὰς γραφὰς ἐξουσίας), οἷον ἐν ποίᾳ ἐξουσίᾳ διακονουμένῃ τῷ θεῷ ἢ ποίαις 〈ἐναντίαις ἐξουσίαισ〉 ἕκαστον τῶν ἐν Αἰγύπτῳ τεραστίων γεγένηται, καὶ τίς μὲν ἡ ἐξουσία διακονουμένη τῇ | |
125 | μεταβαλούσῃ εἰς ὄφιν ῥάβδῳ Μω‐ | |
σέως, τίς δὲ ταύτῃ ἐναντία διακονου‐ μένη τῇ μεταμορφώσει τῶν Αἰγυ‐ πτιακῶν ῥάβδων εἰς δράκοντας· καὶ εἶπεν ἂν τὴν δύναμιν τῆς ἐξουσίας | ||
130 | ἀφ’ ἧς κατέπιεν ἡ τοῦ Ἀαρὼν ῥάβδος τὰς τῶν Αἰγυπτίων. εἶπε δ’ ἂν καὶ τίς ἡ ἐξουσία τῆς εἰς χιόνα μεταβολῆς χειρὸς Μωσέως, καὶ ἐκ τῶν ἐναν‐ τίων ποία ἦν ἐξουσία συμπνέουσα | |
135 | καθ’ ἕκαστον τοῖς ἐπαοιδοῖς τῶν Αἰ‐ γυπτίων, ὅτε ἐδόκουν μιμεῖσθαι τὰ σημεῖα τοῦ θεοῦ. καὶ οὕτως ἂν διεξ‐ ώδευσε τὰς δέκα τῶν Αἰγυπτίων πληγὰς καὶ τὴν κατ’ αὐτῶν ἀποστο‐ | |
140 | λὴν δι’ ἀγγέλων πονηρῶν. εἶπε δ’ ἂν καὶ τίς ἐξουσία ὑπηρετήσατο τῇ διὰ τῆς ἐρυθρᾶς θαλάσσης διόδῳ τοῦ λαοῦ καὶ καταποντώσει τῶν Αἰγυ‐ πτίων, τίς τε ἐξουσία ὑπηρετήσατο τῇ | |
145 | διὰ ξύλου μεταβολῇ ὕδατος πικροῦ εἰς γλυκύτητα. εἶπε δ’ ἂν καὶ τὴν ἐξουσίαν ἣ διηκονήσατο τῷ ἀπὸ πέ‐ τρας ὕδατι. καὶ ἤτοι τὴν αὐτὴν ἢ ἄλλην παρέστησεν 〈ἂν〉 ἐξουσίαν δια‐ | |
17.2(150) | κονησαμένην τῷ ὑετῷ τοῦ μάννα καὶ τῇ τῶν ὀρτυγομητρῶν ἐφόδῳ. εἶπε δ’ ἂν καὶ τίς ἡ ἐξουσία ἡ τὸ αὐτὸ μάννα τῶν μὲν ἓξ ἡμερῶν τρέπουσα εἰς σκώληκας καὶ δυσωδίαν, τῇ δὲ τοῦ | |
155 | σαββάτου ἡμέρᾳ φυλάττουσα. Καὶ τί με δεῖ ἀναλεγόμενον τὰ ἐν τῇ ἐρήμῳ τεράστια μέχρι τῆς Μω‐ σέως τελευτῆς παριστάνειν, ὅτι εἶπεν | |
ἂν ὁ σωτὴρ τὰ περὶ τῆς ἐξουσίας, εἰ | ||
160 | ἦσαν ἄξιοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ τῆς πρὸς τὸ πύσμα αὐτῶν ἀποκρίσεως; καὶ σοὶ πάρεστι τὸ ἀνάλογον ἐπερχομένῳ τὴν ὅλην γραφὴν ὁρᾶν, τίς τε ἡ ἐξουσία | |
165 | τοῦ στῆναι τὸν ἥλιον κατὰ Γαβαὼν καὶ σελήνην κατὰ φάραγγα Ἐλώμ, καὶ πολὺ πρότερον τοῦ διοδευθῆναι τὸν Ἰορδάνην ποταμὸν καὶ τοῦ παύ‐ σασθαι τὸ μάννα. καὶ ἐπὶ τῆς βίβλου | |
170 | δὲ τῶν Κριτῶν πολλὰ ἂν τοιαῦτα ζη‐ τηθείη καὶ εὑρεθείη, οἷον περὶ τὸν Γεδεὼν καὶ τὸν Σαμψών, παράδοξα, ἀλλὰ καὶ ἐκ τῶν Βασιλειῶν τὰ περὶ τὸν Σαμουὴλ καὶ τὸν Ἠλίαν καὶ τὸν | |
175 | Ἐλισσαῖον καὶ τὸν Ἐζεκίαν. καὶ οὕ‐ τως ἐπελθὼν ἂν ὁ σωτὴρ καὶ τὸ κατὰ τὰς διαφόρους ἐξουσίας διελθὼν μυ‐ στήριον ἐδίδαξεν ἂν ἐν ποίᾳ ἐξου‐ σίᾳ καὶ πῶς ὑπερεχούσῃ ἐποίει ἃ | |
180 | ἔβλεπεν ὁ λαὸς τεράστια, δοθείσῃ αὐτῷ οὐκ ἀπό τινος ἀγγέλου καὶ λει‐ τουργοῦ θεοῦ οὐδὲ διά τινος τῶν ὑποδεεστέρων τοῦ θεοῦ, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ πατρός. | |
17.3 | Ἐπεὶ δὲ οἱ ἐνταῦθα ἀρχιε‐ ρεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ οὐδαμῶς ἄξιοι ἦσαν τοιούτων θεωρη‐ μάτων, διὰ τοῦτο αὐτοῖς οὐκ ἀπο‐ | |
5 | κρίνεται ἀλλ’ ἀντερωτᾷ, ἵνα διὰ τοῦ μὴ ἀποκρίνεσθαι ἐκείνους εἰς τὰ περὶ τοῦ Ἰωάννου καὶ αὐτὸς πείσῃ εὐλό‐ γως τοὺς πυθομένους, ὅτι μὴ μάτην αὐτοῖς ἀπεκρίνατο | |
10 | λέγων· οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐν | |
ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. ζητῶ δὲ κατὰ τὸν τόπον, εἰ ἕκαστος τῶν πεποιηκότων ἔν τινι ἐξουσίᾳ παράδοξα ἐν μιᾷ 〈ἀεὶ〉 πεποίηκεν, ἢ | ||
15 | τινὲς μὲν κατ’ ἀρχὰς ἐν τῇδε προκό‐ ψαντες δὲ ἔν τινι μείζονι. πλὴν ὁ σω‐ τὴρ ἔοικεν ἐν μιᾷ ἐξουσίᾳ ταῦτα πεποιηκέναι, ᾗ ἔλαβεν ἀπὸ τοῦ πα‐ τρός· τὸ γὰρ οὐδὲ ἐγὼ ὑμῖν λέγω | |
20 | ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ δι‐ δάσκοντος ἦν, ὅτι ἐν ἐξουσίᾳ 〈μιᾷ〉 μὲν πεποίηκεν· ἐν ποίᾳ δὲ οὐ παρέ‐ στησεν ἐκείνοις, οὐδὲ τὴν ἰδιότητα αὐτῆς ἀνέπτυξε καὶ | |
25 | ὅσα ἂν ὡρίσατο περὶ αὐτῆς παριστὰς αὐτῆς τὸ ἐξαίρετον παρὰ τὰς λοιπὰς ἐξου‐ σίας, ἐν αἷς οἱ πρὸ αὐτοῦ προφῆται πεποιήκεισαν. καὶ νῦν δ’ ἐν τῷ ἱερῷ, | |
30 | τῇ ἐκκλησίᾳ, ἐστὶν ὁ Χριστὸς καὶ διδάσκει ἐν αὐτῷ καί τινες παρα‐ πλήσιοι ἐκείνοις τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις τοῦ λαοῦ πυν‐ θάνονται μὲν αὐτοῦ, οὐ τυγχάνουσι | |
35 | δὲ τῆς ἀποκρίσεως, ἀνάξιοι τοῦ εἰδέ‐ ναι περὶ ὧν βούλονται μαθεῖν. ζητή‐ σει δέ τις, πότερον βουλόμενος αὐ‐ τοὺς ἀποσείσασθαι ἀποκληρωτικῶς ἐπύθετο περὶ τοῦ Ἰωάννου ὡς εἰ | |
40 | καὶ περὶ ἄλλου τινὸς τοιούτου πυθό‐ | |
μενος ἦν, ἢ ἀναγκαίως περὶ τοῦ Ἰωάννου ἐπύθετο, ἵνα πρὸς τὴν περὶ αὐτοῦ ἀπόκρισιν τὰ ἀκόλουθα περὶ τῆς ἐξουσίας ἀπο‐ | ||
45 | κρίνηται. ἐμοὶ δὴ φαίνεται μὴ ἀποκληρωτικῶς εἶναι τὸ κατὰ τὸν τόπον, ἀλλ’ ἐπεὶ Ἰωάννης «φωνὴ βοῶντος» ἦν «ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυ‐ | |
17.3(50) | ρίου», καὶ οὗτος ἦν περὶ οὗ ὁ προφήτης ἔλεγεν· «ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγ‐ γελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπρο‐ | |
55 | σθέν σου», διὰ τοῦτο (οἶμαι) πυν‐ θάνεται περὶ αὐτοῦ, οὐκ ἀγνοῶν μὲν ὅτι ἐπισκοπήσαντες ἐροῦσιν· οὐκ οἴ‐ δαμεν, διὰ τὰ ἀναγεγραμμένα, καθ’ ὑπόθεσιν δὲ εἰπὼν ἂν πρὸς τὸ | |
60 | ἐξ οὐρανοῦ τὴν ἀκόλουθον τῇ ἐξ οὐρανοῦ εἶναι τὸ βάπτισμα Ἰω‐ άννου ἀποκρίσει ἐξουσίαν. | |
17.4(1n) | Τί δὲ ὑμῖν δοκεῖ; ἄν‐ | |
2n | θρωπος εἶχε τέκνα δύο· προσ‐ | |
3n | ελθὼν τῷ πρώτῳ εἶπε· τέκ‐ | |
4n | νον, ὕπαγε σήμερον ἐργάζου | |
5n | ἐν τῷ ἀμπελῶνί 〈μου〉 | |
6n | καὶ τὰ ἑξῆς | |
7n | ἕως τοῦ | |
8n | ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελή‐ | |
9n | θητε ὕστερον τοῦ πιστεῦσαι | |
10n | ἐν αὐτῷ. (Matth. 21, 28—32). | |
11 | Μόνος ὁ Ματθαῖος ἀνέγραψε τὴν παραβολὴν ταύτην, ὡς ἐμοὶ δο‐ κεῖ περιέχουσαν τὸν περὶ τοῦ ἀπει‐ θήσαντος Ἰσραὴλ τῷ θεῷ λόγον καὶ | |
15 | τὸν περὶ τοῦ πιστεύσοντος λαοῦ ἀπὸ τῶν ἐθνῶν· οὗτοι γὰρ τὰ δύο τέκνα, ἃ εἶχεν ὁ «ὡς ἄνθρωπος τροποφορῶν τὸν υἱὸν αὐτοῦ» θεός. καὶ οὗτος προσ‐ ελθὼν τῷ πρώτῳ, ὃν «ἐκτή‐ | |
20 | σατο» «ἀπ’ ἀρχῆς», ὃν «προέγνω καὶ προώρισεν», εἶπεν αὐτῷ· τέ‐ κνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. καὶ ὑπερ‐ έθετο φεύγων τὸ χωρίον τοῦτο διὰ | |
25 | τὸν ἐν αὐτῷ «καύσωνα» καὶ τοὺς κα‐ μάτους καὶ εἶπεν· οὐ θέλω· ἀλλ’ ὕστερόν ποτε ἐπὶ συντελείᾳ μετα‐ μεληθεὶς ἐπὶ τῷ εἰρηκέναι τῷ πατρί· οὐ θέλω ἦλθεν εἰς τὸν ἀμ‐ | |
30 | πελῶνα καὶ εἰργάσατο τὸ θέλημα τοῦ πατρός. ἡνίκα μέντοι ὁ πρῶ‐ τος εἶπεν· οὐ θέλω, προσῆλθεν ὁ πατὴρ τῷ ἑτέρῳ καὶ εἶπεν ὡσαύ‐ τως. εἶτα ἀποκριθεὶς ὁ δεύτερος | |
35 | εἶπε μέν· ἐγὼ κύριε, οὐκ ἐλή‐ λυθε δὲ ἐπὶ τὸν ἀμπελῶνα τοῦ λόγου καὶ ἐπὶ τὸν ἀγρὸν τοῦ πατρός. καὶ φανερὸν ὅτι ὁ εἰπὼν οὐ θέλω καὶ ὕστερον μεταμεληθεὶς καὶ ἀπ‐ | |
40 | ελθὼν καὶ ἐργασάμενος εἰς τὸν ἀμ‐ πελῶνα ἐποίησε τὸ θέλημα τοῦ πατρὸς 〈οὐ τῷ λόγῳ, ἀλλὰ〉 τῷ ἔργῳ· ὁ γὰρ τῷ λόγῳ ἐπαγγειλάμε‐ νος καὶ μὴ ποιήσας τοῖς ἔργοις ἠρνή‐ | |
45 | σατο ποιεῖν τὸ θέλημα τοῦ πα‐ τρός. πρόσχες δὲ εἰ δύνασαι χρῆ‐ σθαι τῇ παραβολῇ καὶ πρὸς τοὺς ἐλάττονα μὲν ἢ μηδὲν ἐπαγγελλομέ‐ νους, μήτε παρθενίαν μήτε ἄλλην | |
17.4(50) | κατὰ τὸ εὐαγγέλιον 〈πνευματικὴν〉 πρᾶξιν, τοῖς δὲ ἔργοις παριστάντας τὰ ἐναντία, ἃ μηδὲ τὴν ἀρχὴν | |
ἐπηγγείλα〈ν〉το κατὰ φωνὰς λόγων ἀγαθῶν πράξεων, ἔτι δὲ πρὸς τοὺς | ||
55 | μεγάλα μὲν ἐπαγγελλομένους μηδὲν δὲ κατὰ τὴν ἐπαγγελίαν πράττοντας. ὁ μὲν γάρ τις οἱονεὶ λέγει· μεῖζον ἢ κατ’ ἐμέ, παρθενίαν ταύτην οὐ θέλω, καί· τῆς ἐμῆς ἀξίας βέλτιον | |
60 | τὸ ἀποταξάμενον τῷ βίῳ σχολάζειν τῷ λόγῳ· ὁ δέ φησιν ἕκαστον ἀκούων τῶν ἐν τῇ γραφῇ μεγάλων ἔργων· ἐγὼ κύριε. καὶ ἔστιν ἰδεῖν οἱονεὶ ἐκ με‐ | |
65 | ταμελείας τινὰς ἐπιδιδόντας εἰς τὸ βέλτιον καὶ ἐπι‐ μελουμένους ἑαυτῶν ἐπὶ τὸ κρεῖττον παρὰ τὴν ἀρχῆθεν προσδοκίαν, ἄλ‐ λους δὲ προπετέστερον μὲν πολλὰ | |
70 | ἐπαγγειλαμένους τοῖς δὲ ἔργοις ἀντι‐ πράξαντας ταῖς ἐπαγγελίαις. | |
17.5 | Μετὰ δὲ τὴν παραβολὴν ἐπι‐ φέρεται πρὸς μὲν τὸν εἰπόντα οὐ θέλω καὶ ὕστερον μεταμεληθέντα καὶ ἀπελθόντα τὸ ἀμὴν λέγω | |
5 | ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ, πρὸς δὲ τὸν εἰπόντα ἐγὼ κύριε καὶ μὴ ἀπελθόντα τὸ ἦλθε γὰρ Ἰωάν‐ | |
10 | νης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιο‐ σύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ. καὶ πάλιν πρὸς μὲν τὸν πρότερον· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ, πρὸς | |
15 | δὲ τὸν εἰπόντα· ἐγὼ κύριε καὶ | |
μὴ ἀπελθόντα καὶ τὸ ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστε‐ ρον τοῦ πιστεῦσαι ἐν αὐτῷ. ἐπιστήσας δέ τις τοῖς ἀπὸ μοχθη‐ | ||
20 | ροτάτου βίου προσερχομένοις τῷ λόγῳ καὶ πιστεύουσι τῷ Χριστῷ καὶ τοῖς αὐχοῦσι τὸν νόμον καὶ τοὺς προφήτας καὶ ἀπιστοῦσι τῷ υἱῷ τοῦ θεοῦ καὶ ἀκολάστως βιοῦσι καὶ | |
25 | ὠμοτέροις πρὸς τοὺς ὁμοφύλους τυγχάνουσιν, ὄψεται τὸν Ἰησοῦ λό‐ γον ἀληθῆ, ὅτι οἱ μὲν τελῶναι καὶ αἱ πόρναι προάγουσι τὸν Ἰσραὴλ εἰς τὴν βασιλείαν τοῦ | |
30 | θεοῦ. ὁ δὲ ἰδὼν τὸν Ἰησοῦν ἐκεῖνος Ἰσραὴλ οὐδὲ μέχρι δεῦρο μεταμε‐ λεῖται, ἵνα κἂν ὕστερον πιστεύσῃ τῇ ἀληθείᾳ. πρόσχες δὲ καὶ τῷ προάγουσιν | |
35 | ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οὐκ ἀποκλείοντι τὸν Ἰσραὴλ εἰσέρχεσθαί 〈ποτε〉 εἰς τὴν βα‐ σιλείαν τοῦ θεοῦ· οὐδεὶς γὰρ προάγει τὸν οὐδαμῶς ἐσόμενον ἐν | |
40 | ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ προῆξεν. ὅρα οὖν μήποτε ἐμφαίνεται ὅτι, ὅταν «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ», τότε «πᾶς Ἰσραὴλ σωθήσεται». νοείσθω δὲ ὁ Ἰσραὴλ οὐχ ὁ «κατὰ σάρκα», | |
45 | ἀλλ’ ὁ ἐν τῇ εὐγενείᾳ τῆς ψυχῆς χαρακτηριζόμενος καὶ ἔχων μὲν τὸ εὐφυὲς πρὸς σύνεσιν καὶ τὸ διο‐ ρατικόν, οὐ μὴν ἀξίως τῆς εὐφυΐας | |
ἀνατραφεὶς ἐν πίστει καὶ βίῳ ἀγαθῷ. | ||
17.6(1n) | Ἄλλην παραβολὴν ἀκού‐ | |
2n | σατε. ἄνθρωπος ἦν οἰκοδεσ‐ | |
3n | πότης ὃς ἐφύτευσεν ἀμπε‐ | |
4n | λῶνα, | |
5n | καὶ φραγμὸν αὐτῷ περιέθηκε | |
6n | καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν | |
7n | καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ δοθή‐ | |
8n | σεται ἔθνει ποιοῦντι τοὺς καρ‐ | |
9n | ποὺς αὐτῆς. (Matth. 21, 33—43). | |
10 | Τῷ μὴ ἐπὶ πλεῖον βασανίζοντι τὰ τῆς παραβολῆς μηδὲ ἑκάστην λέξιν ἐξετάζοντι πάνυ σαφὴς εἶναι δόξει οὕτως ἂν διηγήσεως τυχοῦσα. ὁ πρὸ ἡμῶν λαὸς καὶ «μερὶς» ὢν τοῦ | |
15 | θεοῦ ὁ φυτευθεὶς ἦν ἀμπελὼν ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπό‐ του, καὶ ἡ τοῦ θεοῦ φρουρὰ περὶ αὐ‐ τὸν ὁ φραγμὸς ἦν καὶ πύργος μὲν ὁ ναὸς ληνὸς δὲ ὁ τόπος τῶν σπον‐ | |
20 | δῶν, καὶ γεωργοὶ οἱ πρεσβύτεροι καὶ σοφοὶ τοῦ λαοῦ, ἀποδημία δὲ τοῦ δεσπότου ὅτε κύριος ὁ συνὼν αὐτοῖς ἐν νεφέλῃ «ἡμέρας» καὶ «στύλῳ 〈πυρὸσ»〉 νυκτός, ἕως αὐτοὺς κατα‐ | |
25 | φυτεύσῃ εἰσαγαγὼν «εἰς ὄρος ἅγιον» αὐτοῦ «καὶ εἰς τὰ σκηνώματα αὐτοῦ», οὐκέτι οὕτως αὐτοῖς ἐπεφαίνετο. ὁ δὲ ἐγγίσας καιρὸς τῶν καρπῶν | |
ὁ χρόνος ἦν τῶν προφητῶν ἀπαι‐ | ||
30 | τούντων τὸν καρπὸν ἀπὸ τῶν γεωρ‐ γῶν καὶ τοῦ ἀμπελῶνος, ἵνα ἤδη δείξωσι παρειληφότες τὸν νόμον τὸ βεβιωκέναι κατ’ αὐτόν. δοῦλοι δὲ οἱ πρὸς τοὺς γεωργοὺς πεμ‐ | |
35 | φθέντες λαβεῖν τοὺς καρποὺς οἱ πρῶτοι προφῆται, οὓς οἱ ἄρχον‐ τες καὶ σοφοὶ τοῦ λαοῦ ὕβρισαν τύπτοντες, τινὰς δὲ καὶ ἀνεῖλον καὶ ἄλλους λιθολεύστους πεποιήκασιν. | |
40 | ἄλλοι δὲ μετὰ τούτους δοῦλοι πλείο‐ νες τῶν πρώτων ὁ καιρὸς τῶν πολλῶν προφητῶν, ὧν τὰ ὀνό‐ ματα ἐν τῇ δευτέρᾳ τῶν Παραλει‐ πομένων γέγραπται καὶ ἐν τῷ | |
45 | Ἱερεμίᾳ καὶ τοῖς Δώδεκα καὶ τῷ Δανιήλ· εἴποι γὰρ ἄν τις καὶ τὸν Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ προ‐ φήτας γεγονέναι. καὶ τούτοις οὖν τοῖς πλείοσι παρὰ | |
17.6(50) | τοὺς προτέρους προφήτας ὡσαύ‐ τως ἐχρήσαντο, τύπτοντες καὶ ἀναι‐ ροῦντες καὶ λιθοβολοῦντες. τελευ‐ ταῖον δὲ τὸν υἱὸν αὐτοῦ ἀποστέλ‐ λει ὁ οἰκοδεσπότης, | |
55 | τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐντρέψαι δυνάμενον τὸν ἀμπελῶνα καὶ τοὺς γεωργούς. ἀλλ’ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτε‐ | |
60 | ροι καὶ οἱ σοφοὶ τοῦ λαοῦ τὸν υἱὸν ἰδόντες, οὐ πάντη ἀναίσθητοι τῆς | |
ἑαυτῶν γενόμενοι ὑπεροχῆς, κληρο‐ νόμον εἶναι αὐτὸν ὑπειλήφασι. τολ‐ μῶσι δὲ καὶ ἀποκτεῖναι αὐτόν, ἵνα | ||
65 | αὐτοὶ κύριοι τοῦ ἀμπελῶνος γένων‐ ται, καὶ ἐκβαλόντες αὐτὸν καὶ ἔξω κρίναντες τῶν τοῦ Ἰσραὴλ πραγ‐ μάτων ἀπέκτειναν. καὶ εὐθέως ὁ τοῦ ἀμπελῶνος κύριος ὃν | |
70 | ἀπέκτειναν ἐπιδημεῖ ἀναστὰς ἐκ νεκρῶν, καὶ κακοὺς κακῶς τοὺς μὲν γεωργοὺς ἀπόλλυσιν, ἄλλοις δὲ γεωργοῖς τοῖς ἀποστόλοις ἑαυ‐ τοῦ παραδίδωσι τοὺς ἀπὸ τοῦ λαοῦ | |
75 | πιστεύσαντας, τουτέστι τὸν ἀμ‐ πελῶνα, οἳ ἀποδιδόασιν ἐν τοῖς ἰδίοις καιροῖς τοὺς καρποὺς τῷ οἰκοδεσπότῃ. εἶτα εἰπόντων μετὰ τὴν παραβολὴν τῶν | |
80 | ἐν τοῖς ἀνωτέρω πυθομένων τὸ «ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» τὰ ἀπὸ τοῦ κακοὺς κακῶς ἀπολέ‐ σει αὐτοὺς ὁ σωτὴρ ἀποκρίνεται, διδάσκων αὐτοὺς ἀπὸ τῆς προφη‐ | |
85 | τείας ὅτι ὑπ’ ἐκείνων μὲν 〈τῶν οἰκοδόμων〉 ἀπεδοκιμάσθη, παρὰ δὲ τῷ θεῷ ἐστιν ἔντιμος καὶ κε‐ φαλὴ τῆς ὅλης οἰκοδομῆς καὶ τῆς κατ’ αὐτὴν συνοχῆς, | |
90 | καὶ κεφαλή γε θαυμαστὴ ἐν ὀ‐ φθαλμοῖς τῶν εἰδότων βλέπειν αὐ‐ τήν. εἶτα, προφητεύων περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως, φησὶ τοῖς μὴ πιστεύουσιν εἰς αὐτὸν διδασκά‐ | |
95 | λοις Ἰουδαίων· ἀρθήσεται ἀφ’ | |
ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ἀλλ’, ὡς προείπαμεν, ὁλοσχε‐ | ||
17.6(100) | ρεστέρα τις καὶ οὐ κατὰ λέξιν ἐστὶν ἡ τοιαύτη διήγησις· πρὸς ἣν πολλά τις ἂν «πνευματικὸς» ὢν καὶ ἀνακρίνειν δυνάμενος «πάντα» ἐπαπορήσαι, κρούων τὴν ἀσάφεια〈ν | |
105 | αὐτῆς, τουτέστι τὴν〉 κεκλεισμένην θύραν τῶν ἐνταῦθα κεκρυμμένων νοημά‐ των, καὶ ὀρθῶς ζητήσας εὕροι | |
110 | καὶ αἰτήσας ἀπὸ τοῦ θεοῦ λάβοι. καὶ ἡμεῖς δὲ κατὰ τὸ μέτριον ἡμῶν τοιαῦτα εἰς τὸν τόπον φανταζόμεθα ὅτι ὁ μὲν οἰκοδεσπότης ἄν‐ θρωπος ὁ θεός ἐστι, περὶ οὗ γέ‐ | |
115 | γραπται· «ἐτροποφόρησέ σε κύριος ὁ θεός σου ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ». οὕτως γάρ, διὰ τὸ τροποφορεῖν καὶ φέρειν ἐν τῷ ἀνθρώπους ὠφελεῖν τρόπον | |
120 | ἀνθρώπινον τὸν ὠφελοῦντα ἀνθρώ‐ πους, ἔν τισι παραβολαῖς λέγεται εἶναι ἄνθρωπος. καὶ ἐνταῦθα μὲν ἄνθρωπος οἰκο‐ δεσπότης καλεῖται διὰ τὸν ἀμ‐ | |
125 | πελῶνα καὶ τὸν περικείμενον τῷ ἀμπελῶνι φραγμὸν καὶ τὴν ληνὸν ἣν ὤρυξε καὶ τὸν πύργον ὃν ᾠκοδόμησε καὶ οὓς κέκτηται δού‐ λους καὶ οὓς πέμπει πρὸς τοὺς | |
130 | γεωργοὺς καὶ δεύτερον ἀποστέλλει πλείονας. ὡς οἰκοδεσπότης δὲ ἐξέδοτο γεωργοῖς τὸν ἀμπε‐ λῶνα, ἀφ’ ὧν ἀφελὼν αὐτὸν δίδω‐ σιν ἑτέροις. ἔτι δὲ πάλιν ἐν τοῖς | |
135 | ἀνωτέρω ἄνθρωπος οἰκοδεσ‐ πότης εἴρηται διὰ τούτων· «ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλ‐ θεν ἅμα πρωῒ μισθώσασθαι ἐρ‐ | |
140 | γάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ»· καὶ ὡς οἰκοδεσπότης γε ἀμπελῶνα ἔχει καὶ μισθοῦται γεωργούς, ἔστι δὲ αὐτῷ καὶ ἐπίτροπος ᾧ λέγει· «κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος | |
145 | τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων». ἐν δὲ τῇ περὶ τοῦ δείπνου παραβολῇ καὶ τῶν γάμων τοῦ υἱοῦ αὐτοῦ καὶ τῆς κλήσεως οὐκ οἰκοδεσπότης ἀλλὰ | |
17.6(150) | βασιλεὺς εἴρηται· μείζων γὰρ ἢ οἰκοδεσπότης ἐστὶ πέμπων στράτευ‐ μα ὡς βασιλεὺς καὶ ἀναιρῶν τοὺς κρατήσαντας «τοὺς δούλους αὐτοῦ» καὶ ὑβρίσαντας καὶ ἀποκτείναντας | |
155 | αὐτούς, καὶ ἐν βασιλικῇ ἐξουσίᾳ, οὐχ ὡς οἰκοδεσπότης μόνον, «εἶπε τοῖς διακόνοις» δῆσαι «πόδας καὶ | |
χεῖρας» τοῦ εἰσελθόντος εἰς τοὺς γάμους μὴ ἔχοντος «ἔνδυμα γάμου» | ||
160 | καὶ ἐκβαλεῖν «αὐτὸν εἰς τὸ ἐξώτερον σκότος». ὅτε δὲ ἐν τοῖς ἀνωτέρω λέ‐ γεται· «ἄνθρωπος εἶχε τέκνα δύο», οὔτε οἰκοδεσπότης οὔτε βασιλεὺς ὠνόμασται ἀλλ’ ἁπλῶς ἄνθρωπος. | |
165 | Εἰσὶν οὖν, ὥσπερ πολλαὶ ἐπί‐ νοιαι τοῦ θεοῦ κατὰ τὰς θείας γραφάς, οὕτω καὶ διαφοραὶ τοῦ ἄνθρωπον αὐτὸν ὀνομάζεσθαι, ἤτοι ἁπλῶς ἢ οἰκοδεσπότην ἢ βασιλέα. | |
170 | καὶ ταῦτα μὲν κατὰ τὸν Ματθαῖον· κατὰ δὲ τὸν Λουκᾶν ἡ ὁμοία τῇ ἐκκει‐ μένῃ παραβολῇ ἄνθρωπον αὐτὸν ὠνόμασεν ἐν τῷ· «ἄνθρωπος ἐφύτευ‐ σεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν | |
175 | γεωργοῖς». ἀλλὰ καὶ Μᾶρκός φησιν· «ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ περιέθηκεν αὐτῷ φραγμόν». πάλιν τε αὖ ὁ Λουκᾶς τὴν τῆς κλή‐ σεως ἐκτιθέμενος παραβολὴν «ἄν‐ | |
180 | θρωπός τις», φησίν, «ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς». καὶ σὺ δὲ συναγαγὼν εἴ που ὠνόμασται ἄνθρωπος ὁ θεὸς καὶ «πνευματικὰ πνευματικοῖς» ἐν τῷ περὶ τούτου | |
185 | συγκρίνων λόγῳ καὶ ζητήσας ὀρ‐ θῶς τὰ κατὰ τοὺς τόπους, εὕροις ἂν ἀνάλογον τῇ ζητήσει σου πλείονα εἰς τὸ ἄνθρωπον λέγεσθαι τὸν θεόν. οὗτος δὴ ἐφύτευσεν ὁ οἰκο‐ | |
190 | δεσπότης ἄνθρωπος ἀμπελῶ‐ να, ὅντινα ἐπιμελέστερον ζητη‐ τέον, μὴ ἀβασανίστως παρερχόμενον | |
τὴν τοσαύτην παραβολήν. | ||
17.7 | Τίς οὖν ὁ ἀμπελὼν ἕτερος ὢν παρὰ τοὺς γεωργοὺς τοὺς πρώ‐ τους καὶ τοὺς δευτέρους, ὃν ἐφύ‐ τευσεν ὁ οἰκοδεσπότης ἄν‐ | |
5 | θρωπος; ὁ δὲ ἀμπελὼν οὗτος πρό‐ τερον μὲν ἐκδιδόμενός ἐστι γεωρ‐ γοῖς ὑβρισταῖς, δεύτερον δὲ κατὰ τοὺς ἀποκριναμένους περὶ τοῦ ἀμπελῶνος ἐκδιδόμενος | |
10 | ἄλλοις γεωργοῖς, οἵτινες δώ‐ σουσι τοὺς καρποὺς αὐτοῦ ἐν τοῖς καιροῖς αὐτῶν, κατὰ δὴ τὸν σωτῆρα λέγοντα· ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ, | |
15 | καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἆρα γὰρ δεήσει ταὐτὸν εἰπεῖν εἶναι τὴν βασι‐ λείαν τοῦ θεοῦ τῷ ἀμπελῶνι, αἰρο‐ μένην ἀπὸ τῶν προτέρων 〈γεωρ‐ | |
20 | γῶν〉 διδομένην δὲ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἢ ἄλλο μὲν εἶναι τὸν ἀμπελῶνα ἄλλο δὲ τὴν βασιλείαν τοῦ θεοῦ; ἴδωμεν δὲ πρῶτον, παραστήσαντες | |
25 | ἀπὸ τῆς γραφῆς ὅτι ἀμπελὼν καλεῖ‐ ται ὁ λαός, εἰ δύναται ἐφαρμόσαι πάντα τὰ κατὰ τὸν τόπον τῇ τοιαύτῃ διηγήσει. φησὶν οὖν Ἡσαΐας· «ᾄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγα‐ | |
30 | πητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέ‐ θηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα | |
ἄμπελον σωρὴκ» | ||
35 | καὶ τὰ ἑξῆς ἕως τοῦ «ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιο‐ σύνην ἀλλὰ κραυγήν». Ἐξεθέμην δὴ τὸ ἀπὸ τοῦ | |
40 | Ἡσαΐου ᾆσμα βουλόμενος αὐτὸ συνεξετάσαι 〈ταύτῃ〉 τῇ παραβολῇ, εἰ κατὰ τοῦ αὐτοῦ κεῖται ὁ ἀμπελὼν ση‐ μαινομένου ἐν ἑκατέρᾳ τῇ γραφῇ. καὶ ὅρα, τίνα μὲν ὅμοια ἔχουσιν αἱ | |
45 | ἐκτεθεῖσαι λέξεις τίνα δὲ οὐχ ὅμοια, ἵνα βλέπων τὰς διαφορὰς τῶν ὁμοίων πρὸς τὰ ἀνόμοια οὕτως ἐπιστήσῃς τῷ νῷ τῆς γραφῆς. ὅμοιον οὖν τὸ ἐφύτευσεν ἀμπελῶνα, καὶ | |
17.7(50) | φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον τῷ «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπη‐ μένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ | |
55 | φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ». παράθες γὰρ τῷ ἐφύτευσεν ἀμ‐ | |
60 | πελῶνα τὸ «ἐφύτευσα ἄμπελον σω‐ ρήκ», καὶ τῷ φραγμὸν αὐτῷ πε‐ ριέθηκε τὸ «φραγμὸν περιέθηκα», καὶ τῷ ὤρυξεν ἐν αὐτῷ ληνὸν τὸ «καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ», | |
65 | καὶ τῷ ᾠκοδόμησε πύργον τὸ «καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ». Κατ’ ἀμφοτέρους δὲ τοὺς τό‐ πους 〈ἀνόμοιον〉 | |
70 | περὶ τῶν καρπῶν λέγεται τοῦ ἀμ‐ πελῶνος, παρὰ μὲν τῷ Ἡσαΐᾳ ὅτι «ἔμεινα τοῦ ποιῆσαι σταφυ‐ λήν, καὶ ἐποίησεν ἀκάνθας», ἐν δὲ | |
75 | τῇ τοῦ εὐαγγελίου παραβολῇ σα‐ φῶς οὐχ ὁ ἀμπελὼν κατηγορεῖται ὡς μὴ δεδωκὼς τοὺς καρποὺς ἐγγίσαντος τοῦ καιροῦ αὐτῶν, ἀλλ’ οἱ γεωργοί, οἳ καὶ λαβόντες | |
80 | τοὺς τοῦ οἰκοδεσπότου δούλους ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέ‐ κτειναν, ὃν δὲ ἐλιθοβόλησαν. καὶ ἡνίκα ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώ‐ | |
85 | των, πάλιν οἱ γεωργοὶ κατηγο‐ ροῦνται ποιήσαντες αὐτοῖς ὡσαύ‐ τως. καὶ τρίτον δὲ οἱ γεωργοὶ κατη‐ γοροῦνται εἰπόντες· οὗτός ἐστιν | |
90 | ὁ κληρονόμος· δεῦτε ἀπο‐ κτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμ‐ πελῶνος καὶ ἀποκτείναντες αὐτόν. | |
95 | καὶ ἐν μὲν τῷ Ἡσαΐᾳ αὐτῷ τῷ ἀμπελῶνι ἀπειλεῖ ὁ λόγος λέγων· | |
«ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, 〈καὶ〉 καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς κατα‐ | ||
17.7(100) | πάτημα. καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρ‐ σον ἄκανθα». | |
105 | ἀλλὰ καὶ ὅτε «ταῖς νεφέλαις» ἐντε‐ λεῖ〈σθαι ἐπαγγέλλε〉ται «τοῦ μὴ βρέξαι εἰς τὸν ἀμπελῶνα ὑετόν», τῷ ἀμπελῶνι ἀπειλεῖ, ὅντινα ὁ προφήτης εἶπεν εἶναι τὸν «τοῦ | |
110 | Ἰσραὴλ» οἶκον καὶ τὸν «ἄνθρωπον τοῦ Ἰούδα», μὴ ποιήσαντα τὸν καρπόν, τὴν «κρίσιν» καὶ τὴν δικαιοσύνην, ποιήσαντα δὲ ἀκάνθας, τὴν «ἀνο‐ μίαν» καὶ τὴν «κραυγήν». | |
115 | ἐν δὲ τῷ εὐαγγελίῳ τὸν μὲν ἀμ‐ πελῶνα οὐδὲν εὑρίσκομεν πάσχοντα, ἀλλ’ (εἰ δεῖ οὕτως εἰπεῖν) μᾶλλον προνοούμενον τοῦ φέρειν τοὺς οἰκεί‐ ους καρποὺς τῷ οἰκοδεσπότῃ· προ‐ | |
120 | νοῶν γὰρ οὗτος τοῦ ἀμπελῶνος αἴρει αὐτὸν ἀπὸ τῶν προτέρων γεωργῶν, οἵτινες ἀποκρίνονται τῷ σωτῆρι πυθομένῳ καὶ εἰπόντι ὅταν οὖν | |
125 | ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶ‐ νος, τί ποιήσει τοῖς γεωρ‐ γοῖς ἐκείνοις; καὶ λέγουσιν, | |
εἴτε ὑπὸ τοῦ λόγου καὶ τῆς ἀκολου‐ θίας ἀναγκαζόμενοι εἴτε καὶ ἄκον‐ | ||
130 | τες (ἵν’ οὕτως εἴπω) τὰ περὶ αὑτῶν προφητεύοντες, ὡς ἄρα κακοὺς κακῶς ἀπολέσει ὁ κύριος τοῦ ἀμπελῶνος ἐλθὼν τοὺς γεωργούς, | |
135 | καὶ προνοούμενος τοῦ ἀμπελῶνος ἐκδώσεται αὐτὸν ἄλλοις γεωρ‐ γοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς | |
140 | αὐτῶν. ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ ἀκολούθως τῷ «ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρω‐ πος τοῦ Ἰούδα νεόφυτον ἠγαπημέ‐ | |
145 | νον» εἴρηται πρὸς τὸν ἁμαρτάνοντα λαόν· «ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρ‐ ποφόρον πᾶσαν ἀληθινήν», καὶ ἀνάλογον τῷ «ἔμεινα ἵνα ποιήσῃ | |
17.7(150) | σταφυλήν, ἐποίησε δὲ ἀκάνθας» καὶ τῷ «ἔμεινα 〈τοῦ〉 ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύ‐ νην ἀλλὰ κραυγὴν» τὸ «πῶς ἐστράφη〈σ〉 εἰς πικρίαν, ἡ | |
155 | ἄμπελος ἡ ἀλλοτρία;» Οὐκοῦν ὁρᾷς ἐν μὲν ταῖς προ‐ φητικαῖς λέξεσι τὸν λαὸν λεγό‐ μενον εἶναι ἀμπελῶνα καὶ τὸν φυτεύσαντα αὐτὸν ἀπειλοῦντα καὶ | |
160 | λέγοντα αὐτῷ· «ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν» καὶ τὰ λοιπά, ἐν δὲ ταῖς εὐαγγελικαῖς οὐδεμίαν μὲν μέμψιν προσαγομένην τῷ ἀμ‐ | |
165 | πελῶνι πᾶσαν δὲ τοῖς γεωργοῖς, καὶ πρὸς τῷ μηδεμίαν εἶναι ἀπειλὴν τῷ ἀμπελῶνι καὶ πρόνοιαν αὐτοῦ γινομένην, ἵνα διδῷ τῷ οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς | |
170 | αὐτῶν. καὶ οὐκ ἂν δύναιο, τὴν ἀκρίβειαν βουλόμενος σῶσαι τῆς εὐαγγελι‐ κῆς γραφῆς, τρανῶς παραστῆσαι ὅτι ἀμπελὼν ὁ λαὸς ἦν. ἀλλὰ μήποτε | |
175 | ὁ κατὰ τὸ εὐαγγέλιον ἀμπελὼν ἡ βασιλεία ἐστὶ τοῦ θεοῦ, ἡ αὐτὴ (οἶμαι) τυγχάνουσα τῇ τῶν γραφῶν μετ’ ἐπισκοπῆς θεοῦ διδασκαλίᾳ. τὸ γὰρ ἀρθήσεται ἀφ’ ὑμῶν ἡ | |
180 | βασιλεία τοῦ θεοῦ καὶ δο‐ θήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς ἐπιφερόμενον τῇ περὶ τοῦ ἀμπε‐ λῶνος παραβολῇ | |
185 | σαφῶς (οἶμαι) δηλοῖ τὰ μυστήρια τῆς τοῦ θεοῦ βασιλείας λέγεσθαι εἶναι τὸν ἀμπελῶνα, ὃν ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος. τοῦτον δὴ τὸν ἀμ‐ | |
190 | πελῶνα, ὄντα (ὡς οἶμαι) νόμον καὶ προφή‐ τας καὶ πᾶσαν τὴν θείαν γραφήν, ἐξέδοτο ὁ κύριος τοῦ ἀμπε‐ λῶνος γεωργοῖς· προτέροις μὲν | |
195 | τῷ λαῷ ἐκείνῳ (καὶ γὰρ πρῶτοι «ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ»), δευτέροις δὲ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ. ἀλλ’ ἔργον ἐξο‐ | |
17.7(200) | μαλίσαι οὕτω νοουμένου τοῦ κατὰ τὸ εὐαγγέλιον ἀμπελῶνος τὸν περιτεθέντα αὐτῷ φραγμόν, οὐδὲν πάσχοντα ὁποῖον 〈ὁ〉 ἐν τῷ Ἡσαΐᾳ φραγμός, περὶ | |
205 | οὗ γέγραπται· «ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν», καὶ τὴν ὀρυχθεῖσαν ἐν αὐτῷ λη‐ νὸν καὶ τὸν οἰκοδομηθέντα πύργον. Καὶ ὅρα εἰ δυνάμεθα τὴν μὲν | |
210 | κατὰ τὴν θείαν γραφὴν φυσιολογίαν τὸν ἀμπελῶνα εἰπεῖν, τὸν δὲ ἀκόλουθον τῇ ἀληθεῖ φυσιολογίᾳ βίον ἐν ἀρετῇ καὶ καλλίστοις ἤθεσι καρποφοροῦντα λέγειν εἶναι τὸν τοῦ | |
215 | ἀμπελῶνος καρπόν, τὸν δὲ λογικὸν τόπον καὶ πᾶν τὸ γράμμα τῆς γραφῆς τὸν φραγμὸν εἶναι τοῦ ἀμπελῶνος περικείμενον ἔξωθεν ὡς μὴ κατοπτεύεσθαι τοῖς ἔξωθεν τὸν | |
220 | ἀμπελῶνα καὶ τὸν ἐν κρυπτῷ μάλιστα καρπὸν αὐτοῦ, τὸ δὲ βάθος *** τῆς δεχομένης τοὺς καρποὺς τού‐ τους ψυχῆς πᾶν ἐπιπόλαιον ἀπο‐ βαλούσης τὴν ὀρυχθεῖσαν εἶναι ἐν | |
225 | τῷ ἀμπελῶνι ληνόν. ὁ δὲ οἰκοδομηθεὶς ἐν τῷ ἀμπελῶνι πύργος, ἀνάστημα ἔχων καὶ δίαρμα καὶ ὕψος ὑπὲρ τὸν ἀμπελῶνα καὶ τὸν φραγμὸν καὶ τὴν ληνόν, ὁ | |
230 | περὶ θεοῦ (οἶμαι) λόγος ἐστί, ναὸς ὢν τοῦ ἐν αὐτῷ θείου νοῦ. καὶ περὶ τοιούτου νομίζω λελέχθαι πύργου ὑπὸ τοῦ σωτῆρος τὸ | |
235 | «τίς ἐξ ὑμῶν βουλόμενος πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον ψηφίζει», εἰ δύναται θεῖναι τὸν θεμέλιον καὶ ἐκτελέσαι, «ἵνα μὴ» «ἄρξωνται οἱ θεωροῦντες ἐμπαίζειν» τῷ μὴ τε‐ | |
240 | λειώσαντι; διὰ γὰρ παραβολῆς κἀ‐ κεῖ δοκεῖ μοι λέγεσθαι ὅτι μέλλων θεολογεῖν σκόπησον, εἰ δύνασαι ἀρξάμενος πάντα ἃ ἀπαιτεῖ σε ὁ λόγος εἰς θεολογίαν τελειῶσαι, ἵνα | |
245 | μὴ ἀρξάμενος τῶν τῆς εὐσεβείας δογμάτων ἀτελῆ καταλίπῃς τὸν περὶ θεοῦ πύργον καὶ στεφάνην αὐτῷ μὴ ἐποικοδομήσῃς· εἰ γὰρ στεφάνην οὐκ ἐποικοδομήσεις, πεσεῖταί τις | |
17.7(250) | ἀπὸ τῆς περὶ θεοῦ ἐννοίας καὶ ἀπο‐ θανεῖται. τοῦτον δὴ τὸν (ὡς ἀπο‐ δεδώκαμεν) ἀμπελῶνα ἐξέδοτο γεωργοῖς, τῷ πρὸ ἡμῶν λαῷ, ὁ θεός, καὶ ἀπεδήμησεν εἰς τὴν ἑαυτοῦ | |
255 | περιωπήν, δοὺς ἀφορμὰς τοῖς γεωρ‐ γοῖς, ἐξ ὧν αὐτὸς ἐφύτευσε καὶ περιέθηκε καὶ ὤρυξε καὶ ᾠκο‐ δόμησε, τοῦ φέρειν τοὺς καρ‐ ποὺς ἐν τοῖς καιροῖς αὐτῶν. | |
260 | ἤγγισαν μὲν οὖν καθ’ ἕκαστον οἱ καιροὶ τῶν καρπῶν, οἶμαι δ’ ὅτι καὶ 〈γενικῶσ〉 ὅλῳ τῷ λαῷ. τὸ δὲ ἐγγίσαι τοὺς καιροὺς τῶν καρπῶν ἀκριβῶς μὲν διηγήσασθαι ἕξεως | |
265 | μείζονός ἐστιν ἢ καθ’ ἡμᾶς καὶ καρδίας πολλῷ καθαρωτέρας καὶ διορατικ〈ωτέρ〉ας παρ’ ἡμᾶς. ὅμως δὲ κατὰ δύναμιν ἐπιβαλοῦμεν οὕτως τῷ τόπῳ, ἀρξάμενοι ἀπὸ τῶν κα‐ | |
270 | θένα. | |
17.8 | Καὶ νοείσθω ἐν ἑκάστῃ ψυχῇ ὁ λόγος ἄμπελος πεφυτευμένη ὑπὸ τοῦ οἰκοδεσπότου, καὶ ἀμπελὼν αἱ ἀφορμαὶ πάντων 〈τῶν〉 ἀναγκαίων εἰς | |
5 | σωτηρίαν προβλημάτων. ὥσπερ οὖν ἐπὶ τῶν ἀμπέλων ἐστί τις καιρὸς ὅτε ἐκφύει φύλλα, καὶ ἄλλος ὅτε τὰς ἀρχὰς τῶν καρπῶν δείκνυσιν ἔτι βραχείας, καὶ ἄλλος ὅτε κυπρίζει | |
10 | τὰ δειχθέντα, 〈καὶ ἄλλος ὅτε ὀμ‐ φακίζει〉 καὶ ἄλλος ὅτε περκάζει, καὶ ἄλλος ὅτε καιρός ἐστι τοῦ τρυγᾶν τετελειωμένους τοὺς καρ‐ ποὺς καὶ ἑτοίμους πρὸς τὸ φέρειν | |
15 | οἴνου ποιότητα—οὕτως ὁ μὲν πρῶτος τῶν ἀνθρώπων τῆς ζωῆς καιρὸς κατὰ τὴν νηπιότητα ἐχέτω τὴν ἄμπελον οὐδὲν περικειμένην ἀλλὰ μόνον ἔχου‐ σαν τὸ ζωτικόν· εἶτ’ ἐπὰν ὁ λόγος | |
20 | συμπληροῦσθαι ἄρχηται, ὁ καιρὸς ἔστω τῆς πρώτης ἀνθήσεως, ὅσον δὲ προκόπτει γεωργουμένη ἡ ψυχὴ τοσοῦτον καὶ ὁ γεωργούμενος ἀμ‐ πελὼν | |
25 | δείγματα φέρει μελλόντων βο‐ τρύων, κυπριζόντων μὲν καὶ ὀσμὴν εὐωδίας (μελλούσης ἀρετῆς) φερόν‐ των κατ’ ἀρχάς, ὕστερον δὲ ἤδη καὶ ὀμφακιζόντων, ὅτε κακία μὲν 〈νεό‐ | |
30 | τητι ἔν〉εστιν οὐχ ἡ παραμένουσα δὲ ἀλλ’ ἡ ἀναγκαίως ὑφισταμένη καὶ οὐδέποτε νευομένη ἐπὶ τὸ χεῖρον, ἀλλ’ ἀεὶ (εἰ δεῖ οὕτως ὀνομάσαι) ἐπ’ ἀρετὴν ὁδεύουσα. | |
35 | ἐὰν δὲ παραμένῃ ἡ κακία, καὶ μὴ χρησώμεθα ἄλλῃ ὡς ἐπ’ ἀρετὴν διόδῳ ἀεὶ αὐτὴν ἐπὶ τὴν ἐπ’ ἀρετῇ | |
προκοπὴν ἄγοντες, γίνεται ὄμφαξ, ὃν φαγών τις κατὰ τὸν προφήτην | ||
40 | αἱμωδιᾷ. ἐπὶ πλεῖον δέ τις προκόπτων οἱονεὶ περκάζουσαν μὲν οὐδέπω δὲ τε‐ τελειωμένην ἔχει τὴν σταφυλήν. ἔστι δέ τις 〈καὶ〉 μετὰ τὴν προκοπὴν | |
45 | κατάστασις σπουδαία, ὅτε ἡ γεωρ‐ γηθεῖσα ἄμπελος φέρει τὸν καρπόν, βότρυας ἀγάπης τελείους καὶ χαρᾶς καὶ εἰρήνης καὶ μακροθυμίας καὶ τῶν λοιπῶν, ἃ παρὰ τῷ ἀποστόλῳ | |
17.8(50) | κατείλεκται καὶ ἐν μυρίαις ἄλλαις γραφαῖς. ἔστι γάρ τις βότρυς κατὰ τὸ «μακάριοι οἱ πτωχοὶ τῷ πνεύ‐ ματι» καὶ ἄλλος κατὰ τὸ «μακάριοι οἱ πενθοῦντες» καὶ ἄλλος κατὰ τὸ | |
55 | «μακάριοι οἱ πραεῖς» καὶ ἄλλος κατὰ τὸ «μακάριοι οἱ εἰρηνοποιοὶ» καὶ ἄλλος κατὰ τὸ «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ». καὶ τί με δεῖ καταλέγειν τοὺς αἰτίους τῶν μακαρισμῶν βό‐ | |
60 | τρυας; ταῦτα δὲ ἐπὶ πλεῖον ἐξήτασα ἅτε τὸ ὅτε ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, νοῆσαι καὶ σα‐ φηνίσαι θέλων. | |
17.9 | Τοῦ οἰκοδεσπότου δέ ἐστι 〈μόνου〉 | |
καὶ τῆς θείας ἐπιστήμης αὐτοῦ εἰδέναι τὸν ἑκάστου τῶν ἀνθρώπων | ||
5 | καιρόν, πότε ἤγγισε καὶ πότε ἔτι πόρρω ἐστὶν ὁ καιρὸς τῶν καρ‐ πῶν. καὶ ἡμεῖς δέ, ἐὰν ἐπὶ πλεῖον ἐπιστήσωμεν συγκρίνοντες τὸν χρό‐ νον ἀφ’ οὗ ἐκλήθημεν τῷ παντὶ | |
10 | χρόνῳ τῆς πίστεως ἡμῶν, δυνη‐ σόμεθα ὁρᾶν πῶς τινες ὥσπερ «ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν» ἔχουσι διδάσκεσθαι «τίνα τὰ στοιχεῖα 〈τῆς | |
15 | ἀρχῆσ〉 τῶν λογίων τοῦ θεοῦ». οὕτως ὀφείλοντές τινες, ὅσον ἐπὶ τῷ χρόνῳ τῆς τοῦ θεοῦ οἰκονομίας καὶ τῷ κατὰ τὴν κλῆσιν ἁπάντων, ἤδη φέρειν τοὺς καρπούς, ἢ πάντως | |
20 | οὐκ 〈ἔχουσιν ἢ ὀφείλοντες ἔχειν τελείουσ〉 ἔχουσι μὲν ἀκαίρως δὲ κυπρίζοντας καὶ οὐκ ἐν καιρῷ ὀμ‐ φακίζοντας. εἰ νενόηταί σοι δὴ καθ’ ἕκαστον, πῶς δεῖ ἐκλαμβάνειν τὸ | |
25 | ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, μετάβα (εἰ δύνασαι) τῷ λόγῳ ἐπὶ τοὺς παραλαβόντας διὰ Μωσέως τὸν νόμον, ὅτι κἀκείνων ἤγγισέ ποτε ὁ καιρὸς τῶν καρ‐ | |
30 | πῶν καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους πρὸς τοὺς γεωργοὺς τοὺς πρώτους πιστευθέντας «τὰ | |
λόγια τοῦ θεοῦ» ὑπὲρ τοῦ λαβεῖν τοὺς καρποὺς τοῦ ἐν ἑκάστῳ | ||
35 | ἀμπελῶνος. εὐχερὲς μὲν οὖν εἰπεῖν ὅτι δούλους λέγει τοὺς προφήτας. ἀλλὰ ζητητέον πῶς ἀποστέλλονται πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς τοῦ ἀμπελῶνος καρπούς. | |
40 | εἴποι γὰρ ἄν τις ὅτι οὐκ ἐπὶ τῷ λαβεῖν ἀποστέλλονται τοὺς καρ‐ ποὺς οἱ προφῆται, ἀλλ’ ἐπὶ τῷ γεωργῆσαι μᾶλλον καὶ συνεργῆσαι τοῖς καρποῖς. | |
45 | Ὅρα οὖν εἰ δυνάμεθα λέγειν τὰ πνευματικὰ καρπώματα καὶ τὰς θείας προσφορὰς δίδοσθαι ἀπὸ τῶν γεωργησάντων τὸν ἀμπελῶνα τοῖς ἀποστελλομένοις δούλοις, ἵνα προσ‐ | |
17.9(50) | αγάγωσιν ὡς ἱερεῖς τῷ θεῷ τοὺς καρποὺς τοῦ προσφέροντος 〈λαοῦ〉. ἀλλὰ λαβόντες οἱ γεωργοὶ ἐν τῷ λαῷ τοὺς ἀποσταλέντας δούλους λα‐ | |
55 | βεῖν τοὺς καρποὺς τοῦ ἀμπε‐ λῶνος, ὃν μὲν ἔδειραν, ὡς «τὸν Μιχαίαν ἐπάταξεν εἰς τὴν σιαγόνα» «Σεδε‐ κίας υἱὸς Χαναάν», ὅτε καὶ εἶπεν | |
60 | αὐτῷ προφητεύσαντι ὁ ψευδοπροφή‐ της· «ὁποῖον πνεῦμα κυρίου τὸ λαλῆσαν ἐν σοί;» ὃν δὲ ἀπέκτει‐ ναν, ὡς Ζαχαρίαν «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου», ὃν δὲ | |
65 | ἐλιθοβόλησαν, ὡς τὸν Ἀζαρίαν υἱὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, κα‐ θάπερ γέγραπται ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ἡνίκα γὰρ «πνεῦμα θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ | |
70 | Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπε· τάδε λέγει κύριος· τί παραπορεύεσθε τὰς ἐντολὰς κυ‐ ρίου; καὶ οὐκ εὐοδωθήσεσθε· ὅτι ἐγκατελίπετε τὸν κύριον, καὶ ἐγκα‐ | |
75 | ταλείψει ὑμᾶς», «ἐπέθεντο αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὸν δι’ ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου κυρίου. καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησε μετ’ αὐτοῦ Ἰω‐ | |
80 | δαὲ ὁ πατὴρ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνῃσκεν, εἶπεν· ἴδοι κύριος καὶ κρινάτω». | |
17.10 | Ἑξῆς ἐστιν ἐν τῇ παραβολῇ ὅτι πάλιν ἀπέστειλεν ἄλλους δού‐ λους πλείονας τῶν πρώτων, | |
5 | καὶ ἐποίησαν αὐτοῖς ὡσαύ‐ τως. πλήρης δὲ ἡ γραφή ἐστι τῶν συμβεβηκότων τοῖς προφήταις, οὓς ἀπέστειλεν ὑπὲρ τοῦ λαοῦ, ἵνα τὸν καρπὸν αὐτῶν ἀναφέρωσιν ὡς | |
10 | ἅγιοι ἱερεῖς τῷ θεῷ διὰ τῶν εὐχῶν. ὕστερον δὲ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ μετὰ τοὺς προφήτας τὸν Χριστόν. ζητήσεις δέ, πῶς ὁ ἀποστέλλων τὸν | |
15 | υἱὸν λέγει μέν· ἐντραπήσονται | |
τὸν υἱόν μου, ὡς οὐ προκατα‐ λαβὼν δὲ τὸ μέλλον αὐτῷ συμβαί‐ νειν τοῦτο εἶπεν· οὐ γὰρ φαίνονται κατὰ τὸ ῥητὸν ἐντραπέντες αὐτόν. | ||
20 | καὶ φάσκειν γε ἐν τούτοις μὴ προε‐ γνωκέναι τὸ μέλλον τὸν πατέρα τοῦ ἀποσταλέντος υἱοῦ, ἀλλὰ ἐψεῦσθαι ἄλλα εἰπόντα ἄλλων γενομένων, ἀσεβές. πάλιν τε | |
25 | αὖ εἰπεῖν ὅτι ἐνετράπησαν αὐτὸν οἱ γεωργοί, παρὰ τὴν ἐνάργειάν ἐστιν· οἱ γὰρ γεωργοὶ ἰδόντες τὸν υἱὸν αὐτοῦ εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος | |
30 | καὶ τὰ ἑξῆς. ὁ μὲν οὖν τις εἰς ταῦτα φήσει ὅτι ἀναγκαῖον συμβῆναι τὸ ἐντραπή‐ σονται τὸν υἱόν μου, εἰ καὶ μὴ τότε συμβέβηκεν. ὁ δέ τις ἐρεῖ ὅτι | |
35 | οὐκ εἶπεν ὁ πατὴρ πέμπων τὸν υἱόν· λήψεται ὁ υἱός μου τὸν καρπὸν ἀπὸ τῶν γεωργῶν, ἀλλ’ ὅτι ἐντραπήσονται· ἐνετράπησαν μὲν γὰρ τῷ ἐγνωκέναι ὅτι οὗτος ὁ υἱὸς | |
40 | ἦν καὶ εἰρηκέναι αὐτοὺς ἐν ἑαυτοῖς ὅτι οὗτός ἐστιν ὁ κληρονόμος, οὐ πάντως δέ, εἰ ἐνετράπησαν καὶ κατὰ τὴν ἀρχὴν ἐπλήχθησαν, ἤδη καὶ τὰ τῶν ἐντρεπομένων πεποιή‐ | |
45 | κασιν. | |
17.11 | Ἅμα δὲ καὶ ζητήσει τις, τίνες οὗτοι οἱ γεωργοὶ οἱ εἰπόν‐ τες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν. | |
5 | οὐ γὰρ φαίνονται Ἰουδαῖοι ἀπο‐ κτείναντες αὐτὸν ὡς υἱὸν τοῦ οἰκο‐ δεσπότου. καὶ πρὸς τοῦτο δὲ φήσει τις ὅτι, ἡνίκα διελάλουν πρὸς ἀλλή‐ λους ὅστις εἴη, τινὲς εἶπον ὅτι οὗτός | |
10 | ἐστιν ὁ Χριστός, πρὸς οὓς ἀπεκρί‐ ναντο ἄλλοι· «ὁ Χριστὸς ὅταν ἔρχη‐ ται, οὐδεὶς γινώσκει πόθεν ἐστί· τοῦτον δὲ οἴδαμεν πόθεν ἐστίν». εἶτ’ ἐπεὶ ἀπὸ τῶν σημείων καὶ τῶν | |
15 | τεραστίων καὶ θείων δυνάμεων πλητ‐ τόμενοι ἐφρόνουν μὲν αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, οὐχ ὡμολό‐ γουν δέ, καὶ ἀληθὲς μὲν τὸ ἐντραπήσονται | |
20 | τὸν υἱόν μου, ἀληθὲς δὲ καὶ τὸ (ἀπεγνωκότων αὐτῶν ὅτι εἴη ὁ υἱὸς) λελέχθαι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτεί‐ νωμεν αὐτόν. διὰ τοῦτό φησιν ὁ | |
25 | σωτήρ· «κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί». ἐπιστήσας δέ τις τοῖς ἀναγεγραμ‐ | |
μένοις περὶ τοῦ Ἡρώδου, ἡνίκα ἔμαθεν ἀπὸ τῶν μάγων τετέχθαι | ||
30 | τὸν βασιλέα «τῶν Ἰουδαίων», ὄψεται ὅτι δύνανται οἱ ἀποκτείναντες τὸν σωτῆρα, ἐγνωκότες ὅτι υἱὸς εἴη, οὐ‐ δὲν ἧττον ἐπιβεβουλευκέναι αὐτῷ. καὶ γὰρ ὁ Ἡρώδης, μαθὼν ἀπὸ τῶν | |
35 | γραμματέων ὅτι «ἐν Βηθλεὲμ» «γεν‐ νᾶται ὁ Χριστὸς» καὶ συγκαταθέ‐ μενος ὅτι Χριστὸς εἴη ὁ γεννώμενος, ἀποστέλλει μὲν αὐτοὺς λέγων· «πο‐ ρευθέντες ἀκριβῶς ἐξετάσατε περὶ | |
40 | τοῦ παιδίου, ἵνα κἀγὼ ἐλθὼν προσ‐ κυνήσω αὐτῷ», οὐδὲν δ’ ἧττον ἐπανελθόντων αὐτῶν ἐπεβούλευσε τῷ παιδίῳ, οὐκ ἀπι‐ στῶν ὅτι ὁ Χριστὸς ἦν. οὐκ ἂν γὰρ | |
45 | πάντη ἀπιστῶν πάντα τὰ παιδία ἀνεῖλε «τὰ ἐν Βηθλεὲμ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων»· | |
17.11(50) | ἀλλὰ καὶ ἐπίστευσεν αὐτὸν εἶναι τὸν Χριστὸν τὸν προφητευόμενον καὶ ἐβούλετο αὐτὸν ἀποκτεῖναι καὶ τὸ ὅσον γε ἐφ’ ἑαυτῷ ἀπέκτεινεν αὐτόν. Οὕτως οὖν δύνανται καὶ | |
55 | οἱ ἐπιβουλεύσαντες τῷ σωτῆρι ἐγνω‐ κέναι μὲν (οὐχ ὥστε καὶ εἰς ἄλλους φθάσαι | |
τὸν λόγον αὐτῶν, ἐν ἑαυτοῖς γὰρ εἶπον· οὗτός | ||
60 | ἐστιν ὁ κληρονόμος), οὐδὲν 〈δ’〉 ἧττον αὐτὸν ἀνῃρηκέναι. ᾠήθησαν γὰρ ἀποκτείναντες τὸν Χριστὸν καὶ μὴ νοοῦντες αὐτοῦ τὴν ἀνάστασιν («εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον | |
65 | τῆς δόξης ἐσταύρωσαν») αὐτοὶ κύ‐ ριοι ἔσεσθαι τῶν πραγμάτων, ἐπεὶ ἀπετύφλωσεν αὐτοὺς ἡ κακία αὐτῶν καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ, καὶ ὡς μὴ ἐγνωκότες αὐτὰ ἐξέβα‐ | |
70 | λον ἔξω τοῦ ἀμπελῶνος τὸν υἱὸν καὶ ἀπέκτειναν αὐτόν. τὸ δὲ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶ‐ νος τοιοῦτον εἶναί μοι φαίνεται· τὸ ὅσον ἐφ’ ἑαυτοῖς, ἀλλότριον αὐτὸν | |
75 | εἶναι ἔκριναν καὶ τοῦ ἀμπελῶνος καὶ τῶν γεωργῶν, ἡνίκα κατεψηφίζοντο αὐτοῦ τὴν πρὸς θάνατον ψῆφον. καὶ ἐπὶ τούτοις ὁ σωτὴρ πυνθάνεται τῶν καὶ αὐτῶν γεωργῶν πονηρῶν | |
80 | λέγων αὐτοῖς ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκεί‐ νοις; οἱ δὲ λέγουσιν αὐτῷ, ἐκ τοῦ στόματος αὑτῶν κριθησόμενοι | |
85 | καὶ καταδικασθησόμενοι ὡς κακοὶ κακῶς ἀπολούμενοι καὶ μηκέτι μέλ‐ λοντες ἔχειν «τὰ λόγια τοῦ θεοῦ», τὸ κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκ‐ | |
90 | δώσεται ἄλλοις γεωργοῖς, οἵ‐ τινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐ‐ | |
τῶν. καὶ οἱονεὶ προφητεύουσιν ὁμοίως τῷ | ||
95 | Καιάφᾳ τῷ ἀρχιερεῖ «τοῦ ἐνιαυτοῦ ἐκείνου», καὶ «ἀφ’ ἑαυτοῦ» μὴ εἰρηκότι τὸ ἀληθές, ἀλλ’ ἐπεὶ «ἀρχιερεὺς» ἦν 〈προφητεύσαντι〉· προφητεύουσι δὲ περὶ τῶν ἐθνῶν ὅτι δώσουσι τῷ | |
17.11(100) | οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. | |
17.12 | Εἶτα ὁ σωτὴρ ἐπὶ τούτοις ἀπὸ τῆς γραφῆς αὐτοὺς δυσωπεῖ, νομίζοντας εἶναι καὶ οἰκοδόμους τοῦ λαοῦ, | |
5 | ὅτι λίθον αὐτὸν ὄντα καὶ ἀποδοκι‐ μασθέντα ἀπ’ αὐτῶν ὁ πατὴρ θήσει τῆς ὅλης οἰκοδομῆς κεφαλήν, συνέχοντα δύο γωνίας παλαιᾶς καὶ καινῆς διαθήκης καὶ δύο λαῶν οἰκο‐ | |
10 | δομάς. τοιοῦτον γάρ ἐστι τὸ οὐδέ‐ ποτε ἀνέγνωτε ἐν ταῖς γρα‐ φαῖς· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγε‐ | |
νήθη εἰς κεφαλὴν γωνίας· | ||
15 | παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλ‐ μοῖς ἡμῶν; κεῖται δὲ ἡ λέξις ἐν τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ Ψαλ‐ μῷ, ὅς ἐστι πρὸ τοῦ πολυστιχωτά‐ | |
20 | του Ψαλμοῦ τεταγμένος, καὶ ἔχει οὕ‐ τως τὸ ῥητόν· «λίθον ὃν ἀπεδοκίμα‐ σαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν | |
25 | ὀφθαλμοῖς ἡμῶν. αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ». καὶ εἴ τι ἄλλο τῶν περὶ Χριστοῦ προφη‐ τευομένων δύναται δυσωπῆσαι τὸν | |
30 | ἀγνωμόνως ἐξετάζοντα τὰ γεγραμ‐ μένα, καὶ τοῦτο ἐν αὐτοῖς ἂν ταχ‐ θείη. εἰ γὰρ μὴ περὶ λίθου ὁ προ‐ φήτης ἀναισθήτου ταῦτα λέγει, ὡς εἴποι τις ἂν ἠλίθιος ἀνήρ, δῆλον ἂν | |
35 | εἴη ὅτι ὁ ἀποδεδοκιμασμένος ὑπὸ τῶν ἐν τῷ λαῷ ἐκείνῳ σοφῶν καὶ ἀρ‐ χιερέων καὶ πρεσβυτέρων καὶ γραμ‐ ματέων Ἰησοῦς, οὗτος ἀληθῶς ἐγέ‐ νετο ὡς κεφαλὴ ἐκκλησίας εἰς κε‐ | |
40 | φαλὴν γωνίας, ἑνῶν καὶ ἐπὶ τὸ αὐτὸ συνάγων τὰς δύο διαθήκας. καὶ ἔστιν αὕτη ἡ κεφαλὴ δῶρον παρὰ κυρίου τῇ ὅλῃ οἰκοδομῇ δεδο‐ μένη καὶ θαυμαστὴ κεφαλὴ ἐν ὀφ‐ | |
45 | θαλμοῖς ἡμῶν, δυναμένων αὐτὴν βλέπειν. καὶ διὰ τοῦτο, ἐπεὶ ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες τοῦτον τὸν λί‐ θον, ἤρθη μὲν ἀπὸ τῶν γεωργῶν | |
17.12(50) | ἐκείνων καὶ τῶν οἰκοδόμων ἐκείνων «τὰ λόγια τοῦ θεοῦ», ἐν οἷς ἦν ἡ βα‐ σιλεία τοῦ θεοῦ, ἐδόθη δὲ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. εἰ δὲ ἀληθὲς τὸ 〈ἀρθήσεται ἀφ’ | |
55 | ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ〉 δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλονότι οὐδενὶ τῶν μὴ ποιούντων | |
60 | τοὺς καρποὺς τῆς τοῦ θεοῦ βασι‐ λείας δίδοται ἡ τοῦ θεοῦ βασι‐ λεία· οὐδενὶ γὰρ βασιλευομένῳ ὑπὸ τῆς ἁμαρτίας δίδοται ἡ τοῦ θεοῦ βασι‐ | |
65 | λεία. Ἀλλ’ ἐρεῖ τις πῶς, εἰ μηδενὶ δί‐ δοται ἡ τοῦ θεοῦ βασιλεία τῷ μὴ ποιοῦντι τοὺς καρποὺς αὐ‐ τῆς, ἐδόθη ἐκείνοις ἡ τοῦ θεοῦ | |
70 | βασιλεία ἀφ’ ὧν ἤρθη, κατὰ τὸ εἰρημένον· ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ; καὶ πρόσχες εἰ δυνάμεθα, ὡς ἐν τηλι‐ καύτῃ δυσχερείᾳ ὄντες οὐ πάνυ τι | |
75 | εὐαποδότου προβλήματος, ἐπιστήσαντες τῇ διαφορᾷ τῶν εἰρη‐ μένων περὶ τοῦ ἀμπελῶνος πρότερον καὶ περὶ τῆς βασιλείας τοῦ θεοῦ δεύ‐ τερον, | |
80 | ἐπιλύσασθαι τὸ ζητούμενον. οὐκ εἴρηται δὴ περὶ τοῦ ἀμπελῶνος ὅπερ εἴρηται περὶ τῆς βασιλείας τοῦ θεοῦ. περὶ μὲν γὰρ τοῦ ἀμπελῶνος κατὰ τὸ πρότερον γέγραπται ὅτι | |
85 | ἐξέδοτο αὐτὸν γεωργοῖς, περὶ δὲ τῆς βασιλείας τοῦ θεοῦ ὅτι δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἦν δ’ ἂν ἄλυτον τὸ κατὰ τὸν τόπον εἰ, ὥσπερ ἐξέδο‐ | |
90 | το αὐτὸν γεωργοῖς γεγραμμένον 〈ἦν〉 ἐπὶ τοῦ προτέρου, οὕτως εἴρητο καὶ περὶ τοῦ δευτέρου· ἐκδοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, καὶ εἰ, ὥσπερ εἴρηται περὶ | |
95 | τῶν δευτέρων· καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, εἴρητο καὶ περὶ τῶν προτέ‐ ρων ὅτι ἔδωκεν αὐτὸν γεωργοῖς. καὶ ταῦτα μὲν ἡμεῖς εἰς τὸν τόπον | |
17.12(100) | ἐπηπορήσαμεν καὶ τὸ φανὲν ἡμῖν εἰ‐ | |
ρήκαμεν· ὁ δὲ βέλτιον δυνάμενος καὶ νοεῖν καὶ λέγειν, ἐκεῖνος ἡμῶν μᾶλ‐ λον ἀκουέσθω. | ||
17.13(1n) | Καὶ ἀκούσαντες οἱ ἀρ‐ | |
2n | χιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς | |
3n | παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι | |
4n | περὶ αὐτῶν λέγει· καὶ ζη‐ | |
5n | τοῦντες κρατῆσαι αὐτὸν ἐ‐ | |
6n | φοβήθησαν τοὺς ὄχλους, ἐπεὶ | |
7n | εἰς προφήτην αὐτὸν εἶχον. | |
8n | (Matth. 21, 45—46.) | |
9 | Ἀκούσαντες οἱ ἀρχιερεῖς | |
10 | καὶ οἱ Φαρισαῖοι τὰς παραβο‐ λὰς αὐτοῦ, ὧν τῆς μὲν ἑτέρας ἀρχὴ ἦν· «ἄνθρωπός τις εἶχε τέκνα δύο», τῆς δὲ λοιπῆς· «ἄνθρωπος ἦν οἰκο‐ δεσπότης ὃς ἐφύτευσεν ἀμπελῶνα», | |
15 | ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· κατὰ μὲν τὴν ἑτέραν παραβολὴν ὅτι εἶπεν ὁ δεύτερος υἱός· «ἐγὼ κύριε, καὶ οὐκ ἀπῆλθε», κατὰ δὲ τὴν λοιπὴν ὅτι, ἐπεὶ εἴρηται αὕτη κατὰ τὰ λελεγμένα | |
20 | κατὰ τῶν ἁμαρτανόντων προτέρων γεωργῶν, 〈ὁ Ἰησοῦς εἶπε〉 τὸ «ἀρ‐ θήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». καὶ γνόντες | |
25 | ὅτι περὶ αὐτῶν λέγει, ἐζήτη‐ σαν μὲν αὐτὸν κρατῆσαι καὶ ποιῆ‐ σαι αὐτῷ ὅτι ποτ’ ἂν δυνηθῶσιν· οὐκ ἠδυνήθησαν δέ, ἐπεὶ μὴ οἷοί τε | |
ἦσαν ὑπομεῖναι ὄχλων ὁρμὴν τῶν | ||
30 | ἐχόντων τὸν Ἰησοῦν εἰς προφή‐ την. καὶ ὅσοι γε ἐπιβουλευτικῶς βούλον‐ ται κρατῆσαι τὸν λόγον, ἵν’ ὡς κεκρατημένον παρ’ αὐτοῖς καθέλω‐ | |
35 | σιν αὐτόν, οὗτοι οὐκ ἄν ποτε κρατή‐ σαιεν 〈οὔτε θανατώσαιεν〉 αὐτόν, τῶν ὑπὲρ αὐτοῦ ὄχλων προφήτην τινὰ τοῦ θεοῦ αὐτὸν ὑπολαμβανόντων, περισπώντων τοὺς βουλομένους | |
40 | αὐτὸν κρατεῖν καὶ ἐπιβουλεῦσαι αὐτῷ. Μετὰ ταῦτα ἰστέον ὅτι τῶν ζη‐ τούντων κρατεῖν τὸν Ἰησοῦν διαφοραί εἰσιν. ἄλλως γὰρ οἱ ἀρχιερεῖς καὶ | |
45 | οἱ Φαρισαῖοι ἐζήτουν κρατῆσαι αὐτόν, ἄλλως ἡ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων νύμφη, 〈ἣ〉 ζητήσασα αὐ‐ τὸν καὶ ἀναστᾶσα καὶ κυκλοῦσα ἐν πόλει, «ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς | |
17.13(50) | πλατείαις» μόγις ποτὲ εὗρεν αὐτόν, ὅτε μικρὸν παρῆλθε τοὺς τηροῦντας καὶ κυκλοῦντας «ἐν τῇ πόλει» καὶ εὑ‐ ροῦσα ἐκράτησεν αὐτόν, ὅτε καὶ λέγει· «ἐκράτησα αὐτὸν καὶ οὐκ | |
55 | ἀφήσω αὐτόν, ἕως οὗ εἰσήγαγον αὐ‐ τὸν εἰς οἶκον μητρός μου καὶ εἰς | |
ταμιεῖον τῆς συλλαβούσης με». ἀλλὰ καὶ αὐτὴ 〈αὕτη〉 ἡ νύμφη κατ’ ἀρχὰς μὲν τοῦ Ἄισματος τῶν ᾀσμάτων «ἐκρά‐ | ||
60 | τησά» φησιν «αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβού‐ σης με», πρὸς δὲ τῷ τέλει τοῦ αὐτοῦ βιβλίου, ὡς προκόψασα καὶ ἑτέρως αὐτὸν μέλλουσα κρατεῖν καὶ βέλτιον | |
65 | παρὰ τὸ πρότερον, φησίν· «εἶπα· ἀναβήσομαι ἐν τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ». ἵνα δὲ νοήσῃς τοὺς ζητοῦντας αὐτὸν κρατῆσαι ἀρχιερεῖς καὶ Φαρισαίους καὶ μὴ | |
70 | κρατοῦντας αὐτόν, κατανόησον ὅτι ἐπὶ μὲν τῶν ἄλλων παρὰ τὸν Χριστοῦ λόγον λόγων οἷόν τέ ἐστι κρατῆσαι καὶ περιδράξασθαι 〈καὶ χωρίσαι〉 τοῦ νοῦ (τῶν ὁτιποτοῦν | |
75 | δογματισάντων) καὶ τεθεωρημένως ἀνατρέψαι αὐτὸν καὶ (ὡς ἡ γραφὴ ὠνόμασε) συμβιβά‐ σαι. *** οὕτω γὰρ ὁ κατὰ τὸ εὐαγγέλιον σο‐ | |
80 | φός, ὡς «πνευματικὸς» ἀνακρίνων «πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς» ἀνα‐ κρινόμενος, ἀνακρίνει μὲν καὶ βα‐ | |
σανίζει καὶ διελέγχει τοὺς ἄλ‐ λους λόγους εἴτε τῶν τοῦ κόσμου | ||
85 | σοφῶν εἴτε τῶν ἐν ταῖς αἱρέσεσι διαπρέπειν δοκούντων, οὐ κατακρίνε‐ ται δὲ οὐδὲ καταλαμβάνεται ὁ ἐν αὐτῷ νοῦς τοῦ Χριστοῦ οὐδὲ κρα‐ τεῖται ὑπὸ τῶν προθεμένων αὐτὸν | |
90 | ἀνατρέπειν· «τίς γὰρ ἔγνω νοῦν κυ‐ ρίου, ὃς συμβιβάσει αὐτόν;» καὶ σα‐ φὲς ὅτι, εἴπερ μέλλει τις συμβιβάσαι τινὸς νοῦν, πρότερον αὐτὸν γνώσεται καὶ μετὰ τοῦτο συμβιβάσει· «νοῦν» | |
95 | δὲ «κυρίου τίς» γνώσεται «ὃς συμβι‐ βάσει αὐτόν»; ἁλώσεται γὰρ ὑπ’ αὐτοῦ καὶ εἴξει αὐτῷ. καὶ ταῦτα δέ μοι λελέχθω διὰ τὸ καὶ ζητοῦντες αὐτὸν κρα‐ | |
17.13(100) | τῆσαι ἐφοβήθησαν τοὺς ὄ‐ χλους, ἐπεὶ εἰς προφήτην αὐ‐ τὸν εἶχον. | |
17.14 | Πλὴν κἂν εὐφημῶσιν οἱ ὄχλοι τὸν Ἰησοῦν, φρονοῦσι μέν τι περὶ αὐτοῦ ἀληθές, οὐ μὴν 〈καὶ〉 τὸ μέγεθος συνιᾶσιν αὐτοῦ. ἦν μὲν γὰρ | |
5 | Ἰησοῦς καὶ προφήτης, ὡς δῆλον τῷ νοήσαντι τὸ «προφήτην ἐκ τῶν ἀδελ‐ φῶν ὑμῶν ἀναστήσει ὑμῖν κύριος ὁ θεὸς ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ» ὁ προ‐ | |
10 | φήτης ἐκεῖνος. ὃς δ’ ἂν «μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευ‐ | |
θήσεται». πλὴν οὐχ ἡ ὑπεροχὴ αὐτοῦ ἐν τῷ προ‐ φήτην αὐτὸν εἶναι ἦν ἀλλ’ ἐν τῷ υἱὸν | ||
15 | θεοῦ πρωτότοκον «πάσης κτίσεως» καὶ εἰκόνα «τοῦ θεοῦ τοῦ ἀοράτου», ἐν ᾧ «ἐκτίσθη τὰ πάντα ἐν τῷ οὐρα‐ νῷ καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα», | |
20 | καὶ τὰ ἑξῆς. καὶ μᾶλλον ἦν αὐτοῦ ἡ ὑπεροχὴ ἐν τῷ εἶναι αὐτὸν σοφίαν τὴν λέγουσαν· «ὁ θεὸς ἐκτήσατό με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», πρὸ τοῦ τι ποιῆσαι, | |
25 | καὶ «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι» καὶ τὰ ἑξῆς. καὶ τούτους γε τοὺς ὄχλους οὕτως φρονοῦντας περὶ αὐ‐ τοῦ καὶ ἑτοίμως ἔχοντας ὑπερπολε‐ | |
30 | μεῖν αὐτοῦ πρὸς τοὺς πολεμοῦντας, φοβοῦνται οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, καὶ οὐ δύνανται, ἵν’ ἐπιβουλεύσωσι θέλοντες κρατῆσαι τοῦ Ἰησοῦ, | |
35 | κρατῆσαι αὐτοῦ. ἐνταῦθα μὲν οὖν γέγραπται· ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον· παρὰ τοῦτο δ’ ἂν ποιήσαις ὅτι οἱ ὄχλοι, κἂν μὲν τῇ λέξει ὡς προ‐ | |
40 | φήτην αὐτὸν ἔχωσιν, εἰς ὅ τι ποτ’ ἂν ἔχωσιν αὐτόν, πολλῷ ἔλαττον | |
ἔχουσιν αὐτὸν οὗ ἐστιν, οὐ φθάνοντες οὐδὲ ἐπὶ τὴν «ἐκ μέ‐ ρους» γνῶσιν | ||
45 | τῶν «ἐκ μέρους» αὐτὸν γινωσκόντων καὶ οὐδὲν 〈ἄξιον〉 τρανοῦντες περὶ αὐτοῦ. Τοῦτο δὲ λέγω περὶ τῶν ἀλη‐ θῶς περὶ αὐτοῦ φρονούντων. οὐ νο‐ | |
17.14(50) | μιστέον γὰρ εἶναι «ὑπὲρ» αὐτοῦ τοὺς τὰ ψεύδη φρονοῦντας περὶ αὐτοῦ φαντασίᾳ τοῦ δοξάζειν αὐτόν, ὁποῖοί εἰσιν οἱ συγχέοντες πατρὸς καὶ υἱοῦ ἔννοιαν καὶ τῇ ὑποστάσει ἕνα διδόν‐ | |
55 | τες εἶναι τὸν πατέρα καὶ τὸν υἱόν, τῇ ἐπινοίᾳ μόνῃ καὶ τοῖς ὀνόμασι 〈μό‐ νοισ〉 διαιροῦντες τὸ ἓν ὑποκείμενον. καὶ οἱ ἀπὸ τῶν αἱρέσεων φαντασίᾳ τοῦ μεγάλα περὶ αὐτοῦ | |
60 | φρονεῖν «ἀδικίαν εἰς τὸ ὕψος» λα‐ λοῦντες καὶ κακῶς λέγοντες τὸν δημιουργὸν οὐκ εἰσὶν «ὑπὲρ» αὐτοῦ· οὐ γάρ εἰσι «μετ’» αὐτοῦ καὶ διὰ τοῦτό εἰσι «κατ’» αὐτοῦ, «ὁ γὰρ | |
65 | μὴ ὢν (φησὶ) μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν». οὕτω δὲ κἂν συνάγωσιν οἱ μὴ τὰ ἀληθῆ περὶ τοῦ υἱοῦ φρο‐ νοῦντες ἐν τῷ ὀνόματι Ἰησοῦ, σκορ‐ πίζουσι μᾶλλον ἢ συνάγουσι. φησὶ | |
70 | γὰρ ὁ σωτήρ· «καὶ ὁ μὴ συνάγων | |
μετ’ ἐμοῦ σκορπίζει»· καὶ πρόσχες ὅτι μὴ εἴρηται ἁπλῶς· «ὁ μὴ συνά‐ γων σκορπίζει», ἀλλὰ μετὰ ἀκρι‐ βοῦς προσθήκης τῆς «μετ’ ἐμοῦ», | ||
75 | δεῖ γὰρ τὸν συνάγοντα μετ’ αὐτοῦ συνάγειν. νοήσεις δὲ τὸν μετ’ αὐτοῦ συνάγοντα ἐπιστήσας τῷ «συν‐ αχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ | |
80 | κυρίου Ἰησοῦ παραδοῦναι τὸν τοιοῦ‐ τον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός»· τὸ γὰρ «συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ» | |
85 | δηλοῖ τὸν συνάγοντα μετ’ αὐτοῦ. καὶ οὐκ ἂν λέγοις τὸ «συναχθέν‐ των ὑμῶν ἐν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ» ἁρμόζειν τοῖς ἤτοι μετὰ τοῦ κακῶς βιοῦν | |
90 | συνάγουσιν ἤτοι συναγομένοις ἢ μετὰ τοῦ κακῶς καὶ ἀσεβῶς φρονεῖν περὶ τοῦ θεοῦ ἢ τοῦ Χρι‐ στοῦ αὐτοῦ. Ταῦτα καὶ διὰ τὸ τοὺς ὄχ‐ | |
95 | λους φρονοῦντας περὶ τοῦ Ἰησοῦ, τοὺς ὑπὲρ αὐτοῦ καὶ πολλῷ ἔλαττον φρονοῦντας τῆς ἀξίας αὐτοῦ, λέ‐ γεσθαι εἰς προφήτην αὐτὸν ἐσχηκέναι. | |
17.14(100) | συνεξετάσας δὲ τούτοις τὴν τοῦ Λουκᾶ περὶ τῶν ὁμοίων λέξιν τρα‐ νότερον (οἶμαι) κατασκευάσεις τὰ προειρημένα· ὅστις φησί· «καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ | |
105 | ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμ‐ ματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οὐχ εὕρισκον τί ποιήσουσιν· ὁ γὰρ λαὸς ἅπας ἐξεκρέματο αὐτοῦ ἀκού‐ | |
110 | ων». καὶ ἐν τούτοις γὰρ δηλοῦται ὅτι οἱ τῶν Ἰουδαϊκῶν προϊστάμενοι παρανόμως ὄχλων (ὀνομαζόμενοι ἀρ‐ χιερεῖς) καὶ γραμματεῖς (ἐχθροὶ τῷ Ἰησοῦ) καὶ πρεσβύτεροι τοῦ λαοῦ | |
115 | ζητοῦσι μὲν τὸν Ἰησοῦν ἀπολέσαι καὶ ἀφανίσαι τὸ ὄνομα αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων καὶ τὴν περὶ αὐτοῦ πίστιν· οὐχ εὑρίσκουσι δὲ τί ποιή‐ σουσιν εἰς ὅπερ βούλονται ἀνύσαι, | |
120 | ἅτε προληφθέντος παντὸς τοῦ εἰς αὐτὸν πιστεύσαντος λαοῦ καὶ ἐξηρ‐ τημένου τῆς εἰς τὸν Ἰησοῦν ἀγά‐ πης καὶ ἐκκρεμαμένου ἐν τῷ ἀκού‐ ειν τῆς διδασκαλίας αὐτοῦ καὶ τοῦ | |
125 | λόγου αὐτοῦ. καὶ ἔστι γε τοῦτο ἰδεῖν μέχρι τοῦ δεῦρο, τίνα τρόπον ζητοῦσι καθελεῖν οἱ προβαλλόμενοι τὴν θεραπείαν τοῦ θεοῦ ὡς ἀρ‐ χιερεῖς αὐτοῦ καὶ τὴν θείαν γραφὴν | |
130 | ὡς γραμματεῖς καὶ τὸ ἀρχαῖον ὡς [οἱ] πρεσβύτεροι τοῦ λαοῦ, 〈καὶ〉 ζητοῦσιν ἀπολέσαι τὸν Ἰησοῦν καὶ ἐξαφανίσαι τὴν περὶ αὐτοῦ δόξαν, πάντα εἰς τοῦτο ἀκολούθως τῷ | |
135 | βουλήματι τῶν πατέρων αὐτῶν πράτ‐ τοντες, οὐ μὴν εὑρίσκοντες τί ποιή‐ σουσιν, ἵνα τὸν ἐξηρτημένον τοῦ Ἰησοῦ λαὸν ἀποστήσωσιν αὐτοῦ καὶ ἀπαλείψωσιν αὐτὸν ἀπὸ τῆς | |
140 | διανοίας αὐτῶν. Τάχα δὲ καὶ πάντες οἱ ἡντιν‐ οῦν δόξαν ἔχοντες περὶ τοῦ θείου καὶ πρεσβεύοντες περὶ αὐτῆς ἀλλοτρίως τῆς Ἰησοῦ διδασκαλίας ἀπολέσαι | |
145 | μὲν θέλουσι τὸν Ἰησοῦν, οὐ δύ‐ νανται δέ, ἐπεὶ πᾶς ὁ ὄχλος αὐτοῦ ἐκκρέμαται ἀκούων. ἀλλὰ καὶ οἱ οἱστισινοῦν συγγράμμασιν ἧς δή‐ ποτε σοφίας προσέχοντες καὶ διὰ | |
17.14(150) | τοῦτο τροπικῶς λεγόμενοι γραμ‐ ματεῖς ἀπολέσαι θέλουσιν ἐξ ἀνθρώπων τὸν Ἰησοῦν, οὐ μὴν εὑρίσκουσιν εἰς τοῦτο ἀνύσιμον ὃ ποιήσουσι. | |
155 | καὶ πάντες δὲ οἱ πρεσβύτεροι, 〈οἱ ἀλλότριοι〉 τῆς Ἰησοῦ διδασκα‐ λίας λόγιοι Ἑλλήνων καὶ βαρβά‐ ρων, ἀπολέσαι θέλουσι τὸν Ἰησοῦν, ἀλλ’ οὐ δύνανται νικώμενοι ἀπὸ | |
160 | παντὸς τοῦ λαοῦ Ἰησοῦ, ἐκκρεμα‐ μένου τοῦ διδασκάλου ἐν τῷ ἀκού‐ ειν καὶ συναισθάνεσθαι τῆς διδασκαλίας αὐτοῦ. καὶ ὁ Μᾶρκος δὲ τὰ παρα‐ | |
165 | πλήσια ὑποβάλλει λέγων· «καὶ ἤκου‐ σαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ λαὸς ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ | |
170 | αὐτοῦ». πᾶς γὰρ ὁ λαὸς Χριστοῦ ἐκπλήσσεται «ἐπὶ τῇ διδαχῇ αὐτοῦ», καὶ οὐδὲν δύναται γενέσθαι ὑπὸ τῶν προειρημένων ἀρχιερέων καὶ γραμ‐ ματέων, ζητούντων ἀπολέσαι τὸν | |
175 | Ἰησοῦν ἐξ ἀνθρώπων καὶ ἐκλῦσαι τὴν ἔκπληξιν παντὸς τοῦ λαοῦ αὐτοῦ. | |
17.15(1n) | Καὶ ἀποκριθεὶς ὁ Ἰη‐ | |
2n | σοῦς εἶπε πάλιν ἐν παραβο‐ | |
3n | λαῖς αὐτοῖς λέγων· ὡμοιώθη | |
4n | ἡ βασιλεία τῶν οὐρανῶν ἀν‐ | |
5n | θρώπῳ βασιλεῖ, ὅστις ποιῶν | |
6n | γάμους τῷ υἱῷ αὐτοῦ | |
7n | ἀπέστειλε τοὺς δούλους αὐ‐ | |
8n | τοῦ καὶ τὰ ἑξῆς ἕως τοῦ· πολλοὶ | |
9n | γάρ εἰσι κλητοί, ὀλίγοι δὲ | |
10n | ἐκλεκτοί (Matth. 22, 1—14). | |
11 | Καὶ αὕτη ἡ παραβολὴ ὁλοσχε‐ ρέστερον νοουμένη δόξει σαφὴς εἶναι, ἐν ᾗ ἄνθρωπος μὲν βασιλεὺς τρο‐ πικῶς ὁ θεὸς καὶ πατὴρ | |
15 | Χριστοῦ Ἰησοῦ εἶναι λέγεται, οἱ δὲ γάμοι τοῦ υἱοῦ τοῦ βασιλέως ἡ ἀποκατάστασις τῆς νύμφης ἐκκλη‐ σίας Χριστοῦ πρὸς Χριστὸν τὸν νυμφίον αὐτῆς. οἱ δὲ ἀποστελλό‐ | |
20 | μενοι δοῦλοι καλέσαι τοὺς κε‐ κλημένους εἰς τοὺς γάμους οἱ κατὰ καιρόν εἰσι προφῆται ἐπιστρέ‐ φοντες τοὺς ἀπὸ τοῦ λαοῦ διὰ τῶν προφητειῶν ἐπὶ τὴν εὐφροσύνην | |
25 | ἀγομένην ἐπὶ τῇ ἀποκαταστάσει τῆς ἐκκλησίας πρὸς Χριστόν. οἱ δὲ μὴ θέλοντες ἐλθεῖν προη‐ | |
γουμένως ὄντες κλητοὶ οἱ μὴ ἀκούον‐ τες τῶν λόγων τῶν προφητῶν ἦσαν, | ||
30 | οἱ δὲ ἀποστελλόμενοι ἄλλοι δοῦλοι ἄλλο ἄθροισμα προφητῶν, τὸ δὲ ἡτοιμασμένον ἄριστον, ἐν ᾧ οἱ ταῦροι τοῦ βασιλέως καὶ τὰ σι‐ τευτὰ αὐτοῦ τεθυμένα ἦν, αἱ | |
35 | στερεαὶ ἦσαν καὶ λογικαὶ τῶν μυστη‐ ρίων τοῦ θεοῦ τροφαί· οὕτω δὲ καὶ πάντα ἕτοιμα, οἱ περὶ πάντων τῶν ὄντων λόγοι 〈ἕτοιμοι〉, οὓς («ὅταν ἔλθῃ τὸ τέλειον») οἱ τῇ κλήσει ἀκο‐ | |
40 | λουθήσαντες φάγονται καὶ πίονται. ἐπεὶ δὲ τῶν κεκλημένων διὰ τῶν προφητῶν οἱ μὲν μόνον ἠμέλουν τῶν λεγομένων καὶ τοῖς βιωτικοῖς ἐσχόλαζον πράγμασιν, οὐ μὴν καὶ | |
45 | ἐπονηρεύοντο 〈κατὰ τῶν προφη‐ τῶν, ἄλλοι δὲ καὶ ἐπονηρεύοντο〉 κατ’ αὐτῶν, διὰ τοῦτο τὴν δια‐ φορὰν αὐτῶν παραστῆσαι βουλό‐ μενος εἶπεν· οἱ δὲ ἀμελήσαντες | |
17.15(50) | ἀπῆλθον, ὃς μὲν ἐπὶ τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες αὐτοῦ τοὺς δού‐ λους ὕβρισαν καὶ ἀπέκτειναν. | |
55 | Εἶτα ἀκολούθως 〈ταύτῃ〉 τῇ ὁλοσχερεστέρᾳ διηγήσει ἡ ὀργὴ τοῦ βασιλέως νοεῖται, ἣν καὶ ὁ ἀπό‐ | |
στολος περὶ Ἰουδαίων ὀνομάζων λέγει· «ἔφθασε δὲ ἡ ὀργὴ ἐπ’ | ||
60 | αὐτοὺς εἰς τέλος». εἶτα προφητεύε‐ ται ὁ κατὰ Ἰουδαίων πόλεμος καὶ ἡ ἅλωσις Ἱερουσαλὴμ καὶ ἡ ἀναί‐ ρεσις τοῦ λαοῦ μετὰ τὴν Χριστοῦ ἐπιδημίαν ἐν τῷ καὶ πέμψας τὸ | |
65 | στράτευμα αὐτοῦ ἀνεῖλε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πό‐ λιν αὐτῶν ἐνέπρησε. | |
17.16 | τὸ δὲ τότε λέγει τοῖς δούλοις αὐ‐ τοῦ· ὁ μὲν γάμος ἕτοιμος, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· | |
5 | πορεύεσθε οὖν ἐπὶ τὰς διεξό‐ δους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε καλέσατε εἰς τοὺς γά‐ μους ἀναφέροιτο ἂν ἐπὶ τοὺς Ἰησοῦ Χριστοῦ ἀποστόλους λέγοντας Ἰου‐ | |
10 | δαίοις· «ὑμῖν ἦν ἀναγκαῖον ἀναγ‐ γεῖλαι τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δὲ ἀναξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρε‐ φόμεθα εἰς τὰ ἔθνη». αἱ διέξοδοι οὖν τῶν ὁδῶν τὰ 〈ἐκτὸς τῶν ἐθνῶν〉 | |
15 | ἔξω τοῦ Ἰσραήλ ἐστι πράγματα, παρ’ αἷς οἱ ὑπὸ τῶν ἀποστόλων εὑρισκόμενοι καλοῦνται εἰς τοὺς γάμους, συναγόντων τῶν ἀποστόλων πάντας | |
20 | οὓς ἐὰν εὕρωσιν. εὕρισκον δὲ τοὺς ἀκούοντας καὶ οὐκ ἐφρόντιζον καλοῦντες πότερόν ποτε πρὸ τῆς κλήσεως πονηροὶ ἢ ἀγαθοὶ ἦσαν οἱ καλούμενοι· πάν‐ | |
25 | τας γὰρ τοὺς εὑρισκομένους ἐκά‐ λουν. ἀγαθοὺς δὲ νομιστέον ἐνταῦ‐ θα ἁπλούστερον λέγεσθαι τοὺς μετριωτέρους τῶν ἐρχομένων ἐπὶ τὴν θεοσέβειαν, οἷς ἐφαρμόζοις ἂν | |
30 | τὸ τοιοῦτο ἀποστολικόν· «ὅταν δὲ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οἱ τοιοῦτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ | |
35 | νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως». καὶ ἐπλήσθη γε ὁ Χριστοῦ 〈καὶ〉 τῆς ἐκκλησίας γάμος καὶ ἀποκαταστάντων 〈τῷ θεῷ〉, τῶν | |
40 | εὑρεθέντων ὑπὸ τῶν ἀποστόλων, ἀνακειμένων ἐπὶ τῷ εὐφρανθῆναι ἐπὶ τοῖς γάμοις. Εἶτ’ ἐπεὶ πονηροὺς καὶ ἀγα‐ θοὺς καλεῖσθαι 〈μὲν ἔ〉δει, οὐ μὴν | |
45 | ὥστε τοὺς πονηροὺς μένειν πονη‐ ρούς, ἀλλὰ μεταμφιασαμένους καὶ ἀποθεμένους τὰ ἀλλότρια τοῦ γάμου | |
ἐνδύματα ἐνδύσασθαι τὰ τοῦ γά‐ μου, «σπλάγχνα οἰκτιρμοῦ, χρη‐ | ||
17.16(50) | στότητα, ταπεινοφροσύνην, πραό‐ τητα, μακροθυμίαν» (ταῦτα γάρ ἐστι τὰ τοῦ γάμου ἐνδύματα), διὰ τοῦτο ὁ βασιλεὺς εἰσέρχεται θε‐ άσασθαι τοὺς ἀνακειμένους, | |
55 | πρὶν αὐτοῖς παραθῇ τὸ ἡτοιμασμέ‐ νον ἄριστον, τοὺς ταύρους καὶ τὰ τεθυμένα σιτιστὰ καὶ πάντα τὰ ἕτοιμα, ἵνα θεασάμενος τη‐ ρήσῃ μὲν τοὺς ἔχοντας ἔνδυμα γά‐ | |
60 | μου καὶ εὐφράνῃ καταδικάσῃ δὲ τοὺς ἐναντίους. εἰσελθὼν οὖν εὑ‐ ρίσκει τινὰ τῶν κεκλημένων καὶ ἐληλυθότων ἐπὶ τὴν κλῆσιν | |
65 | μὴ ἀλλάξαντα ἑαυτοῦ τὸ ἦθος μηδὲ ἐνδυσάμενον ἔνδυμα γάμου καὶ λέγει αὐτῷ· πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; εἶτ’ ἐπεὶ ὁ ἁμαρτὼν καὶ μὴ ἀνακαι‐ | |
70 | νωθεὶς μηδὲ ἐνδυσάμενος τὸν κύριον Ἰησοῦν Χριστὸν ὡς μὴ ἔχων «τόπον ἀπολογίας» φιμοῦται, διὰ τοῦτο γέγραπται τὸ ὁ δὲ ἐφιμώθη. καὶ οὐκ ἀρκεῖ γε τὸ ἐκβληθῆναι τοῦ | |
75 | γάμου τὸν ἀτιμάσαντα τὴν κλῆσιν· δεῖ γὰρ αὐτὸν ὑπὸ τῶν διακόνων τοῦ βασιλέως τῶν πρὸς τοῖς δεσμοῖς | |
τεταγμένων, δεθέντα τὴν πορείαν ᾗ οὐκ εἰς δέον ἐχρήσατο καὶ τὴν | ||
80 | δραστήριον δύναμιν ἐν ᾗ πρᾶξιν ἀγαθὴν οὐκ ἐτέλεσεν, οὐ μόνον ἀπὸ τοῦ γάμου ἐκβληθῆναι, ἀλλ’ ὥστε καὶ εἰς τὸν ἀλλότριον φωτὸς 〈παντὸσ〉 | |
85 | καταδικασθῆναι τόπον, ἔνθα σκότος ἦν τὸ ὡς ἐν σκότεσι βαθύτερον καὶ καλούμενον σκότος ἐξώτερον. καὶ εἴ τίς γε ἡμῶν ἐπὶ τὴν κλῆσιν ἐλθὼν τοῦ βασιλέως εἰς τοὺς | |
90 | γάμους τοῦ υἱοῦ αὐτοῦ, δοκεῖ μὲν ὑπακούειν καὶ ἔρχεσθαι μετὰ τῶν κεκλημένων, οὐ μὴν ἐνδέδυται τὸ προειρημένον ἔνδυμα γάμου, ταῦτα πείσεται | |
95 | καὶ δεθεὶς ποδῶν καὶ χειρῶν ἐκβληθήσεται εἰς τὸ σκότος τὸ ἐξώτερον, ἔνθα κατὰ τὸ «οὐαί, οἱ γελῶντες νῦν, ὅτι κλαύσετε», ὁ κλαυθμὸς | |
17.16(100) | τοῖς τὰ τοῦ κλαυθμοῦ καὶ θρήνου ἄξια ἁμαρτήσασι· κλαύσονται δὲ θρηνοῦντες τὰς ἰδίας ταλαιπωρίας. εἶθ’ ἵνα παραστήσῃ ὁ λόγος τὸν φόβον καὶ τὸν τρόμον καὶ | |
105 | τὰ σκυθρωπὰ πράγματα καὶ τοὺς πόνους ἐν οἷς ἔσονται οἱ μὴ ἐν‐ δεδυμένοι ἔνδυμα γάμου, εἶπε τὸ ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ οὐ μόνον ὁ κλαυθμός, ἀλλὰ καὶ | |
110 | ὁ βρυγμὸς τῶν ὀδόντων. καὶ ἐπιφέρεται τῇ ὅλῃ παραβολῇ, διὰ τὸ πολλοὺς δεδηλῶσθαι τοὺς κλη‐ θέντας οὐ πάντας δὲ ἐληλυθέναι ἀλλ’ ὀλίγους ἐξ αὐτῶν, τὸ πολλοί εἰσι | |
115 | κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. | |
17.17 | Ταῦτα μὲν οὖν ὁλοσχερέστε‐ ρον εἰς τὴν παραβολὴν λελέχθω, πει‐ ρασόμεθα δὲ ἐπανελθόντες ἐρευνῆσαι κατὰ τὴν παροῦσαν δύναμιν αὐτήν, | |
5 | ἐὰν ἄρα βοηθηθέντες ὑπὸ τοῦ τῆς σοφίας πνεύματος δυνηθῶμέν τινα καὶ βαθύτερα εἰς τὴν παραβολὴν εὑρόντες οἰκοδομῆσαι καὶ κατὰ τὸ εὔλογον σιωπῆσαι ἢ αἰνίξασθαι ἢ | |
10 | ἐκθέσθαι. ἡ βασιλεία τοίνυν τῶν οὐρανῶν ὡμοιώθη κατὰ μὲν τὸν βασιλεύοντα ἀνθρώπῳ βασιλεῖ, κατὰ δὲ τὸν συμβασιλεύοντα τῷ βασιλεῖ τῷ | |
15 | υἱῷ αὐτοῦ, κατὰ δὲ τὰ βασι‐ λευόμενα τοῖς δούλοις καὶ τοῖς κεκλημένοις εἰς τοὺς γάμους, ὧν οἱ μὲν οὐκ ἤθελον [τοῦ] εἰσελθεῖν, οἱ δὲ ἀμελήσαντες τοῦ εἰσελθεῖν | |
20 | ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ, καὶ ἄλλοι 〈δὲ〉 κρατήσαντες τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτει‐ | |
25 | ναν. ἔτι τῶν βασιλευομένων ἐστὶ καὶ τὸ στράτευμα τοῦ βασιλέως, καὶ οἱ ἀπὸ τῶν 〈διεξόδων τῶν〉 ὁδῶν συναγόμενοι πονηροὶ καὶ ἀγα‐ | |
θοί, ἕως ἐπλήσθη ὁ γάμος | ||
30 | ἀνακειμένων, καὶ ὁ ἐν τοῖς ἀνακειμένοις οὐκ ἔχων ἔνδυμα γάμου, καὶ οἱ κελευσθέντες διά‐ κονοι δῆσαι τὸν μὴ ἔχοντα ἔνδυμα γάμου | |
35 | ποδῶν καὶ χειρῶν καὶ ἐκβα‐ λεῖν αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐδύνατο μέντοι γεγράφθαι· ὡμοιώθη ἡ βασιλεία τῶν | |
40 | οὐρανῶν βασιλεῖ χωρὶς τῆς ἄν‐ θρωπος προσθήκης. ἀλλ’ ἐπεὶ πρόσ‐ κειται καὶ τὸ ἀνθρώπῳ, ἀναγ‐ καῖον καὶ τοῦτο διηγήσασθαι, οὕτως ἂν (ὡς ἐμοὶ δοκεῖ) σαφη‐ | |
45 | νισθέν. τῶν μὲν πρὸ ἡμῶν ποιήσας τις βιβλία νόμων ἱερῶν ἀλληγο‐ ρίας, τὰς ὡσπερεὶ ἀνθρωποπαθῆ παριστάσας λέξεις τὸν θεὸν διηγού‐ μενος | |
17.17(50) | καὶ τὰς τὸ θεῖον αὐτοῦ ἐμφαινούσας, ἑνὶ μὲν ῥητῷ ἐχρήσατο περὶ τοῦ ὡς ἄνθρωπον λέγεσθαι εἶναι τὸν θεὸν ἀνθρώπους οἰκονομοῦντα, τῷ «ἐτροποφόρησέ σε κύριος ὁ θεός | |
55 | σου ὡς εἴ τις τροποφορήσαι ἄν‐ θρωπος τὸν υἱὸν αὐτοῦ», ἑνὶ δὲ περὶ τοῦ μὴ ὡς ἄνθρωπον εἶναι τὸν θεόν, τῷ «οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι». | |
17.18 | ἡμεῖς δὲ | |
πολλὴν ἀφθονίαν ἔχομεν ἀπὸ τῶν εὐαγγελικῶν περὶ τοῦ θεοῦ παρα‐ δειγμάτων, ἐν οἷς ὡμοιώθη κατά | ||
5 | τινας παραβολὰς ἀνθρώπῳ. χρη‐ σόμεθα οὖν ταῖς ἄνθρωπον ὀνο‐ μαζούσαις παραβολαῖς τὸν θεὸν εἰς ἀπολογίαν τῶν ὅσον ἐπὶ ταῖς λέξεσιν ἀνθρωποπαθῆ φασκουσῶν | |
10 | εἶναι τὸν Χριστοῦ πατέρα, καὶ φήσομέν γε πρὸς τοὺς ἑτερο‐ δόξους, διὰ τὸ μὴ νενοηκέναι τὰ οὕτως λεγόμενα ἐν τοῖς παλαιοῖς γράμμασι προσκόπτοντας τῷ θεῷ | |
15 | νόμου καὶ προφητῶν καὶ τῆς τοῦ κόσμου κτίσεως ὅτι, εἴπερ ἀνθρώ‐ πῳ ὡμοίωται (κατὰ τὰς τοῦ εὐαγ‐ γελίου παραβολὰς) ὁ θεός, διὰ τί ἀκολούθως ταύταις ταῖς παραβο‐ | |
20 | λαῖς οὐ παραδέχεσθε παραβολὴν εἶναι τὴν ὀργὴν 〈καὶ〉 τὸν θυμὸν καὶ τὴν μεταμέλειαν καὶ τὴν ἀπο‐ στροφὴν τοῦ προσώπου καὶ τὴν κάθισιν καὶ τὴν στάσιν καὶ τὸν | |
25 | περίπατον τοῦ θεοῦ; τὸν γὰρ ἀνα‐ γεγραμμένον ἐν ταῖς προφητείαις ὕπνον αὐτοῦ ἤτοι οὐ παρετήρησαν ἢ ὁμο‐ λογήσουσιν εἶναι παραβολήν. καὶ | |
30 | ἔτι πρὸς ἐκείνους ἐροῦμεν ὅτι, εἰ μὴ βούλεσθε, ἀκολούθως τῷ ἐν παραβολῇ ἄνθρωπον λέγεσθαι τὸν θεόν, ἐν παραβολῇ ἀκούειν τῶν ἀνθρωποπαθῶς περὶ αὐτοῦ ἀπαγγελ‐ | |
35 | λουσῶν γραφῶν, παραστήσατε πῶς | |
ἄνθρωπος ὁ τῶν ὅλων κατὰ τὸ εὐαγγέλιον λέγεται θεός, οὐδὲν ἀν‐ θρώπινον (ὡς ὑμεῖς ὑπολαμβάνετε) λεγόμενος ἔχειν ἐν ἑαυτῷ. | ||
40 | Ἐκ περιουσίας δὲ ἐλέγξομεν αὐτοὺς μηδὲ τὰ τῆς καινῆς διαθή‐ κης γράμματα ἐξητακότας, ἐν οἷς κατὰ τὴν ἐνταῦθα παραβο‐ λὴν ὁ ποιῶν γάμους τῷ υἱῷ | |
45 | αὐτοῦ βασιλεὺς ἄνθρωπος ὠρ‐ γίσθη ἐπὶ τοῖς μὴ θελήσασι κατὰ τὴν κλῆσιν αὐτοῦ ἐλθεῖν εἰς τοὺς γάμους καὶ τοῖς ἀμελήσασι μὲν τοῦ δειπνῆσαι εἰς τοὺς γά‐ | |
17.18(50) | μους, ἀπεληλυθόσι δὲ εἰς τὸν ἴδιον ἀγρὸν ἢ ἐπὶ τὴν ἐμπο‐ ρίαν, ὠργίσθη δὲ καὶ ἐπὶ τοῖς κρατήσασι τοὺς δούλους αὐτοῦ καὶ ὑβρίσασι καὶ ἀποκτείνασι. | |
55 | λεγέτωσαν γὰρ ἡμῖν πότερον ὁ ὀργισθεὶς οὗτος, ἅτε ποιῶν γά‐ μους τῷ υἱῷ αὐτοῦ, ὁ πατήρ ἐστι τοῦ Χριστοῦ ἢ ἄλλος τις παρὰ τὸν (ὅσον ἐπὶ τῇ παραβολῇ) | |
60 | ὀργισθέντα πατήρ ἐστιν αὐτοῦ. ἑκα‐ τέρως δὲ στενοχωρηθήσονται, εἴτ’ ἐκ τοῦ μὴ θέλειν τὸν ὀργισθέντα ποιοῦντα γάμους τῷ υἱῷ πα‐ τέρα εἶναι τοῦ Χριστοῦ διὰ τὴν | |
65 | ὀργήν, εἴτ’ ἐκ τοῦ ἀναγκάζεσθαι διὰ τοὺς γάμους καὶ τὸν υἱὸν παραδέχεσθαι ὅτι αὐτὸς εἴη ὁ πατὴρ | |
Χριστοῦ καὶ ὅτι ὀργίζεται. ἐὰν δὲ διήγησιν τῷ ὀργίζεσθαι | ||
70 | πειραθῶσι φέρειν, φήσομεν πρὸς αὐτοὺς ὅτι· ὦ οὗτοι, τίς ἡ ἀποκλή‐ ρωσις, μὴ φεύγειν μὲν τὸν ἐν τῷ εὐαγγελίῳ ποιοῦντα γάμους τῷ υἱῷ αὐτοῦ διὰ τὴν ὀργὴν καὶ | |
75 | ἄλλον ζητεῖν, ἐν δὲ τῷ νόμῳ καὶ τοῖς προφήταις διὰ τὸ αὐτὸ τῆς ὀργῆς ὄνομα καὶ τὰ παραπλήσια αὐτῇ ζητεῖν ἀναπλάττειν ἕτερον παρὰ τὸν [τοῦ] νόμου καὶ προφητῶν θεόν; | |
17.19 | Ὅσον οὖν ἄνθρωποί ἐσμεν, καὶ οὐ συμφέρει ἡμῖν τὸν πλοῦτον «τῆς χρηστότητος» τοῦ θεοῦ καὶ τὸ «πολὺ πλῆθος τῆς χρηστότητος» | |
5 | αὐτοῦ κεκρυμμένης ὑπ’ αὐτοῦ (ἵνα μὴ βλαβῶμεν) θεωρεῖν, ἀναγ‐ καίως ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βα‐ σιλεῖ, ἵνα ἀνθρώποις λαλήσῃ ὡς | |
10 | ἄνθρωπος καὶ ἀνθρώπους οἰκονο‐ μήσῃ μὴ χωροῦντας οἰκονομηθῆναι ὑπὸ τοῦ θεοῦ, πάντη μένοντος θεοῦ καὶ ἐν τῷ λέγειν διὰ προφη‐ τῶν καὶ ἐν τῷ οἰκονομεῖν ἀνθρώ‐ | |
15 | πους. καὶ τότε παύσεται ὁμοιου‐ μένη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ, ὅταν παυσαμένου ζή‐ λου καὶ ἔριδος καὶ τῶν λοιπῶν παθῶν καὶ ἁμαρτημάτων καὶ τοῦ | |
20 | «κατὰ ἄνθρωπον» περιπατεῖν, ἄξιοι γενώμεθα ἀκοῦσαι ἀπὸ τοῦ θεοῦ· «ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ | |
ὑψίστου πάντες», ἢ τοῦ Χριστοῦ αὐτοῦ, | ||
25 | μηκέτι πράττοντες τοιαῦτα ἐφ’ οἷς λέγοιτ’ ἂν 〈ἡμῖν〉· «ὑμεῖς δὲ ὡς ἄν‐ θρωποι ἀποθνῄσκετε». ἐγὼ δ’ οἶμαι ὅτι οὐ μόνον τὸ ἀνθρώπῳ βασιλεῖ ὁμοιοῦσθαι τὴν βασιλείαν τῶν οὐ‐ | |
30 | ρανῶν παύσεται, ἀλλὰ καὶ ἄλλα μυρία ὧν χρῄζει ἁμαρτωλὸς ἄν‐ θρωπος, οἷον γέγραπται ἐν τῷ Ὠσηέ· «ἐγὼ δέ εἰμι ὡς πάνθηρ τῷ Ἐφραΐμ, καὶ ὡς λέων τῷ οἴκῳ | |
35 | Ἰούδα», καὶ ἐν ἄλλῳ τόπῳ· «ἀπαν‐ τήσομαί» φησιν «αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη». παύσεται οὖν ποτε ὢν ὡς πάνθηρ καὶ ὡς λέων καὶ ὡς ἄρκτος ἀπορουμένη, ὅτε διὰ τὸ | |
40 | τοὺς τάδε πεποιηκότας μηκέτι χρῄ‐ ζειν τοῦ ὡς πάνθηρος καὶ τοῦ ὡς λέοντος καὶ τοῦ ὡς ἄρκτου 〈ἀπο‐ ρουμένης θεοῦ〉, αὐτὸς οὐκέτι ἔχων τοὺς 〈τοιούτουσ〉 τοιούτου ἑαυτοῦ | |
45 | χρῄζοντας, ἐμφανίσει ἑαυτὸν «καθώς ἐστιν». ἐγὼ δὲ οὕτως ἀκούω καὶ τοῦ «ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον», ἐπείπερ ὅσον μὲν 〈ἐν ἡμῖν〉 ἐστι τὰ τοῦ καταναλίσκεσθαι ἄξια, | |
17.19(50) | ἐπὶ τοσοῦτον «ὁ θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον» ἐκεῖνα· | |
ἐπὰν δὲ ἀναλωθῇ ὑπὸ τοῦ κατανα‐ λίσκοντος πυρὸς τὰ πεφυκότα ὑπ’ ἐκείνου ἀναλίσκεσθαι, τότε οὐκέτι | ||
55 | μὲν ἔσται «ὁ θεὸς ἡμῶν πῦρ κατα‐ ναλίσκον», μόνον δὲ ὡς εἶπεν Ἰωάννης φῶς, λέγων· «ὁ θεὸς φῶς ἐστι». τούτων δὲ κινηθέντων πρόσχες εἰ | |
60 | δύνασαι τὸ ἀπὸ τῆς Ἰωάννου κα‐ θολικῆς ἐπιστολῆς οὕτως ἔχον· «ἀγα‐ πητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδα‐ μεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ | |
65 | ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστι», τὸν τρόπον τοῦτον ἐκλαβεῖν. νῦν μὲν γάρ, κἂν ἀξιωθῶ‐ μεν βλέπειν τὸν θεὸν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν «αὐτὸν κα‐ | |
70 | θώς ἐστιν» ἀλλὰ καθὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῖν γίνεται· ἐπὶ δὲ τέλει τῶν πραγμάτων καὶ τῆς «ἀποκαταστάσεως πάντων ὧν ἐλάλησε διὰ στόματος τῶν ἁγίων· | |
75 | ἐξ αἰῶνος προφητῶν αὐτοῦ», ὀψό‐ μεθα αὐτόν, οὐχ ὡς νῦν, ὃ οὐκ ἔστιν, ἀλλ’ ὡς πρέπει τότε, ὅ ἐστιν. | |
17.20 | Ἅπαξ δὲ ταῦτα εἰπόντες | |
εἰς τὸ ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βα‐ σιλεῖ δυνάμεθα καὶ τὴν αἰτίαν | ||
5 | εὑρεῖν τοῦ συνεχῶς τὸν σωτῆρα υἱὸν τοῦ ἀνθρώπου ἢ υἱὸν ἀνθρώπου ἑαυτὸν ὠνομακέναι, δηλοῦντα ὅτι, ὥσπερ ὁ θεὸς ἀνθρώπους οἰκονο‐ μῶν ὡς ἐν παραβολαῖς ἄνθρωπος | |
10 | λέγεται, τάχα δέ πως καὶ γίνεται, οὕτως καὶ ὁ σωτὴρ προηγουμένως 〈μὲν〉 υἱὸς ὢν τοῦ θεοῦ καὶ «θεός» ἐστι καὶ υἱὸς «τῆς ἀγάπης αὐτοῦ» | |
15 | καὶ «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου»· οὐ μένει δὲ ἐν ᾧ ἐστι προηγουμέ‐ νως, ἀλλὰ γίνεται κατ’ οἰκονομίαν (τοῦ ἐν παραβολαῖς λεγομένου ἀν‐ θρώπου ὄντος δὲ θεοῦ) | |
20 | υἱὸς ἀνθρώπου, κατὰ τὸ μιμεῖσθαι, ὅταν ἀνθρώ‐ πους οἰκονομῇ, τὸν θεόν, λεγόμενον ἐν παραβολαῖς καὶ γινόμενόν πως ἄνθρωπον. καὶ οὐ χρή τινα ἄν‐ | |
25 | θρωπον ζητεῖν κἀκείνου λέγειν υἱὸν εἶναι τὸν σωτῆρα, ἀλλὰ στάντα ἐπὶ τῆς ἐννοίας τοῦ θεοῦ καὶ τῶν λεγουσῶν παραβολῶν αὐτὸν εἶναι ἄνθρωπον συνετῶς ἀκούειν αὐτοῦ | |
30 | λέγοντος ἑαυτὸν υἱὸν τοῦ ἀνθρώπου. παρ’ ἡμῖν μὲν οὖν τοῖς ἀνθρώποις ὡμοιώθη ἡ βασιλεία τῶν οὐ‐ | |
ρανῶν 〈ἀνθρώπῳ〉 βασιλεῖ, παρὰ δὲ τοῖς κατὰ τὰς γραφὰς λε‐ | ||
35 | γομένοις θεοῖς, ὧν «ἐν συναγωγῇ ἔστη ὁ θεός, ἐν μέσῳ θεοὺς» δια‐ κρίνων, ἡ βασιλεία τῶν οὐρα‐ νῶν ἐστιν ὁμοία θεῷ βασιλεῖ. | |
17.21 | ζη‐ τήσεις δὲ εἰ, ὥσπερ ἐν ἀνθρώποις τοῖς ὑποδεεστέροις (ὅσον ἐπὶ τῇ ἑαυτῶν φύσει) ἀγγέλων καὶ θρόνων | |
5 | καὶ κυριοτήτων καὶ ἀρχῶν καὶ ἐξουσιῶν ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασι‐ λεῖ, 〈οὕτωσ〉 ἐν θρόνοις ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν θρόνῳ | |
10 | βασιλεῖ, κυριότησι δὲ κυριότητι βασιλεῖ, ἀρχαῖς δὲ ἀρχῇ βασιλεῖ, καὶ ἐξουσίαις ἐξουσίᾳ βασιλεῖ. φήσει γάρ τις· τίς ἡ ἀποκλήρωσις τοῖς μὲν ἐλάττοσιν ὡμοιῶσθαι τὴν | |
15 | βασιλείαν τῶν οὐρανῶν ἀνθρώ‐ πῳ βασιλεῖ, τοῖς δὲ κρείττοσιν ἀνθρώπων μὴ τὸ ἀνάλογον τούτῳ γίνεσθαι; Οὗτος δὴ ὁ ὁμοιωθεὶς ἀνθρώπῳ | |
20 | βασιλεῖ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς δού‐ λους αὐτοῦ καλέσαι τοὺς κε‐ κλημένους εἰς τοὺς γάμους. καὶ ἐπιστήσεις εἰ, ὥσπερ 〈ἐπὶ | |
25 | τῶν σωματικῶν〉 ἄλλη ἡ γαμουμένη νύμφη παρὰ τοὺς καλοῦντας δούλους καὶ τοὺς κεκλημένους εἰς τοὺς γάμους, οὕτως καὶ ἐπὶ τῶν μυστικῶν πραγμά‐ | |
30 | των οἱ μέν τινές εἰσιν ἀναλαμβανό‐ μενοι εἰς τὸ σύστημα τῆς νύμφης, ἄλλοι δὲ εἰς τὴν τάξιν τῶν ἀποστελ‐ λομένων δούλων καλέσαι τοὺς κεκλημένους | |
35 | εἰς τοὺς γάμους, καὶ τρίτοι παρὰ τούτους οἱ κεκλη‐ μένοι εἰς τοὺς γάμους. θεὸς δ’ ἂν εἰδείη τὰ διάφορα τάγματα τῶν ψυχῶν ἢ σὺν αὐταῖς καὶ δυνάμεων, | |
40 | καὶ τὴν αἰτίαν τοῦ τούσδε μὲν ἐπὶ τὸ σύστημα τῆς νύμφης ἀναλαμ‐ βάνεσθαι, ἑτέρους δὲ ἐπὶ τοὺς δούλους τοὺς διακονουμένους 〈ταύ‐ τῃ〉 τῇ κλήσει, καὶ ἄλλους ἐπὶ τοὺς | |
45 | καλουμένους. ἐν πνευματικοῖς δὲ γάμοις κοινω‐ νίαν νόει λόγου νυμφίου 〈ὑποδοχήν,〉 τόκον δὲ καλῶς ποιούμενα νύμφης | |
17.21(50) | ψυχῆς, γαμουμένης λόγῳ καὶ μὴ φθειρομένης ὑπ’ αὐτοῦ, ἀλλὰ καὶ καθ’ ἑκάστην τὴν πρὸς αὐτὸν κοι‐ νωνίαν ἀφθαρσίας μεταλαμβανού‐ σης καὶ γεννώσης, ὁποῖα γέ‐ | |
55 | νοιτο ἐκ τοιούτων γάμων λογικὰ γεννήματα. | |
17.22 | καὶ ἐν τοιούτοις γάμοις νόει τὸ ἑτοιμαζόμενον ἄρι‐ στον ἐκ στερεᾶς ἐν πνευματικοῖς λογίοις τροφῆς. | |
5 | καὶ τὸ στερεὸν τῆς τροφῆς τροπο‐ λογούμενόν μοι νόει ἐν τοῖς ταύ‐ ροις, ἀλλὰ καὶ τὸ πνευματικὸν τῆς αὐτῆς θεωρίας ἐν τοῖς θυο‐ μένοις σιτιστοῖς, καὶ τὴν ἄλλην δὲ | |
10 | ποικιλίαν, τὴν ἀνάλογον τοῖς σω‐ ματικοῖς πνευματικὴν θεωρίαν, 〈ἐν〉 τῷ καὶ τὰ πάντα ἕτοιμα. ὁ γὰρ βασιλεὺς ἐν δαψιλείᾳ βασιλικῇ ἀξίως τῆς βασιλείας καὶ τοῦ πλούτου | |
15 | ἑαυτοῦ τὸ τοιοῦτον ποιεῖ ἄριστον. Δοκεῖ δή μοι εὐγενῶν τινων ψυχῶν Ἰσραηλιτικῶν γεγονέναι ἡ προηγουμένη κλῆσις εἰς τοὺς γά‐ μους. προηγουμένως γὰρ | |
20 | διὰ τῶν καλούντων τῷ τῆς δι‐ δασκαλίας λόγῳ βούλεται ὁ θεὸς ἥκειν εἰς τὴν μα‐ καρίαν ταύτην ἑστίαν τοὺς πρὸς σύνεσιν εὐφυεστέρους. καὶ ἔστιν | |
25 | ἰδεῖν ὅτι οὐ θέλουσιν οἱ τοιοῦτοι ἐλθεῖν εἰς τὴν κλῆσιν, καὶ διὰ τοῦτο ἀποστέλλονται ἄλλοι δοῦλοι προκαλούμενοι τοὺς μὴ θέλοντας ἐλθεῖν καὶ ἐπαγγελλόμενοι, εἰ ἔλ‐ | |
30 | θοιεν οἱ κεκλημένοι, μεταλήψεσθαι αὐτοὺς ἑτοιμασθέντος ὑπὸ τοῦ βα‐ σιλέως ἀρίστου, καὶ ταύρων τῶν ὡς ἐν καθαροῖς πάντων τῶν κα‐ θαρῶν μειζόνων, καὶ σεσιτευμένων | |
35 | τῇ ποικίλῃ καὶ πολλῇ ἀποδείξει τῶν εἰς ἕκαστον πρόβλημα νοημάτων. οἱονεὶ γὰρ σιτιστὸν παρατίθησι λό‐ γον ἢ διῃρημένον καὶ ἐν τροπολο‐ γίᾳ λεγόμενον τεθυμένον ὁ τὴν περὶ | |
40 | τοῦ προκειμένου προβλήματος ἀπό‐ δειξιν πολλὴν φέρων καὶ πλήρη. ὡς εἰ (καθ’ ὑπόθεσιν) ὀλίγα τινὰ καὶ ἀσθενῆ φέροιτο εἰς τὴν τῶν προβλημάτων ἀπόδειξιν κατὰ τὰ | |
45 | δοκοῦντα κατασκευάζειν αὐτά, εἶεν ἂν τὰ τεθυμένα λεπτά τινα καὶ ἰσχνὰ καὶ (ἵν’ ὁμοίως ὀνομάσω) ξηρὰ καὶ ἄσαρκα. ἀλλ’ οὐ τοιαῦτα τὰ ἑτοιμασθέντα ἐν τῷ τοῦ βα‐ | |
17.22(50) | σιλέως ἀρίστῳ, ἐν ᾧ φησιν· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, οὕτω δὲ καὶ τὰ πάντα ἕτοιμα, ἵν’ ἐν | |
55 | τῇ στάσει τῶν παίδων καὶ τῇ λει‐ τουργίᾳ τῶν πνευματικῶν οἰνο‐ χόων ἕκαστος τῶν διακόνων φέρῃ εἰς τὸ ἄριστον τεταγμένος ἐκεῖνα μάλιστα, ἐν οἷς ἔμαθε διακονεῖσθαι. | |
60 | καὶ προτρεπόμενός γε τοὺς (ὡς εἶπον) κατὰ τὴν παραβολὴν δευτέ‐ ρους, εἶπε τὸ ἰδοὺ τὸ ἄριστον ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ | |
65 | πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς | |
γάμους. | ||
17.23 | Ἀλλ’ οἱ προηγουμένως καλούμενοι ὡς πτωχοὶ καὶ ἄποροι τὸν νοῦν ἀμελήσαντες ἀπῆλθον, περι‐ | |
5 | έποντες τὰ ἴδια καὶ εὐφραινόμενοι μᾶλλον ἐπ’ αὐτοῖς ἢ οἷς ἐπηγγέλ‐ λετο διὰ τῶν ἀποσταλέντων δούλων ὁ βασιλεύς. καὶ ὅρα ὅτι ὁ μέν τις αὐτῶν ἔχων ἴδιον ἀγρὸν οὐκ | |
10 | ἦλθεν εἰς τοὺς γάμους, ὁ δὲ ἐμπορίαν κεκτημένος μιμεῖσθαί πως θέλων τὰ λεγόμενα ἐν τῇ περὶ τοῦ ἐμπόρου τῶν μαργαριτῶν παραβολῇ, ζητοῦντος τοὺς «καλοὺς | |
15 | μαργαρίτας» καὶ εὑρόντος «ἕνα πο‐ λύτιμον» καὶ ἀποδομένου τοὺς πολ‐ λούς, ἵνα ἀγοράσῃ τὸν ἕνα. πλὴν οὐκ αἴσιος ἡ ἐμπορία αὕτη, ἐφ’ ἣν | |
ἀπελθὼν ὁ κεκλημένος οὐ μετέλαβε | ||
20 | τοῦ ἑτοιμασθέντος τῷ βασιλεῖ ἀρί‐ στου καὶ τῶν τεθυμένων ταύρων καὶ σιτιστῶν καὶ πάντων τῶν ἑτοίμων. ὅσοι μὲν οὖν τῶν διορατικῶν κλη‐ | |
25 | θέντες οὐκ ἔρχονται εἰς τὴν κλῆσιν, οὐ μὴν καὶ τοὺς ἀποσταλέντας δού‐ λους ἐπὶ τὸ καλεῖν ὑβρίζουσι καὶ ἀναιροῦσι, μετριώτεροί εἰσι τῶν ταῦτα τετολμηκότων καὶ ἀναπαύον‐ | |
30 | ται ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τῇ ἐμπορίᾳ αὐτοῦ. οἱ δὲ λοιποὶ παρὰ τούτους ἴδωμεν τίνες εἰσί. δοκεῖ δή μοι ὅτι ἐκπεπτώκασιν οὗτοι ἐπὶ παρασκευὴν ἐριστικῶν καὶ | |
35 | σοφιστικῶν λόγων, ἐν οἷς κρατοῦν‐ τες τῶν ἀποστελλομένων δούλων οὐ παρεσκευασμένων πρὸς τὸ λύειν σοφίσματα ἢ κρατεῖν δοκοῦντες, ὑβρίζουσι τοὺς διακονουμένους τῇ | |
40 | κλήσει. καὶ ἔστι γε ἰδεῖν τοὺς προσπεπονθότας τῇ ἀσκήσει τῶν θείων λόγων καὶ μετὰ τῆς θείας σο‐ φίας βουλομένους αὐτοὺς πρεσβεύειν, ὑβριζομένους ὑπὸ τῶν διορατικῶν μὲν | |
45 | οὐ βουλομένων δὲ πιστεύειν τῇ ἀλη‐ θείᾳ· τινὰς δὲ αὐτῶν καὶ ἀναιρου‐ μένους ὑπ’ ἐκείνων, οἷς ὁ βασιλεὺς ὀργισθῆναι λέγεται, ἐπειδὴ «ἔφθασε ἡ» καλουμένη «ὀργὴ ἐπ’ αὐτούς». | |
17.23(50) | Τὸ δὲ ἔργον τῆς ὀργῆς ἐστι πεμφθῆναι τὸ στράτευμα τοῦ βασιλέως, ἤτοι τὸ «πλῆθος τῆς οὐ‐ ρανίου στρατιᾶς» ἢ τοὺς τεταγμέ‐ νους ἐπὶ τῶν κολάσεων ἀγγέλους· | |
55 | καὶ ἀναιροῦσί γε τοὺς φονεῖς τῶν διακόνων τοῦ λόγου καὶ πᾶσαν τὴν πόλιν αὐτῶν ἐμπίπρησιν ὁ βασι‐ λεύς. οἱονεὶ γὰρ πόλις 〈ἀσεβῶν〉 καὶ σύστημα καθ’ ἕκαστόν ἐστι τῶν συγ‐ | |
60 | κεκροτημένων ἐν τῇ σοφίᾳ «τῶν ἀρ‐ χόντων τοῦ αἰῶνος τούτου» δογμάτων, ἣν ἐμπίπρησιν ὁ βασιλεὺς καὶ ἐξα‐ φανίζει, ὡς ἐκ μοχθηρῶν οἰκοδομη‐ μάτων συνεστηκυῖαν. καὶ ἐπάν ποτε | |
65 | κατανοήσῃς καθαίρεσιν εἴτε «ψευ‐ δωνύμου γνώσεως» εἴτε ὁποιων‐ ποτοῦν λόγων ἐπαγγελλομένων ἀλή‐ θειαν, καὶ ἀνατροπὴν αὐτῶν γενναίαν, μὴ ὄκνει λέγειν τὸ τοιοῦτον γεγονέ‐ | |
70 | ναι ὑπὸ τῶν στρατιωτῶν τοῦ θεοῦ ἐμπιπράντων τὰς τῶν ἐχθρῶν τῆς ἀληθείας 〈τοῦ θεοῦ〉 πόλεις. ἐνεπρή‐ σθη μέντοι καὶ ἡ πόλις τῆς Ἰουδαϊκῆς διδασκαλίας μετὰ τὴν τοῦ Χριστοῦ | |
75 | ἐπιδημίαν, ἧς ἐμπρησθείσης εἶπε τοῖς | |
δούλοις αὑτοῦ ὁ βασιλεὺς ἀπο‐ στόλοις Χριστοῦ ἢ ἀγγέλοις θεοῦ τεταγμένοις ἐπὶ τῆς κλήσεως τῶν ἐθνῶν· ὁ μὲν γάμος ἕτοιμος, οἱ | ||
80 | δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξό‐ δους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γά‐ μους. καὶ ἔστιν ἰδεῖν ἀπὸ πάσης | |
85 | ὁδοῦ ἰδιωτικῶν καὶ οὐκ ἰδιωτικῶν δογμάτων τῶν κατὰ τὰ ἔθη τῶν ἐθνῶν καὶ πόλεων καὶ κωμῶν καὶ τόπων τοὺς καλουμένους εἰς τοὺς γάμους | |
90 | ἀπὸ τῶν προσταχθέντων τοῦτο ποιεῖν. ἐξελθόντες δὲ οἱ δοῦλοι, εἴτε ἀπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ οἱ Χριστοῦ ἀπόστολοι, εἴτε ἀπὸ τῶν ἔνδον ὁρίων ἐν οἷς ἦσαν οἱ μακάριοι | |
95 | ἄγγελοι, καὶ ἐλθόντες εἰς τὰς ὁδοὺς καὶ συνήγαγον καὶ συνάξουσι πάντας οὓς ἐὰν εὕρωσι, πονη‐ ρούς ***, ἵνα ἀποθέμενοι τὴν πο‐ | |
17.23(100) | νηρίαν (τὸ ἀλλότριον τοῦ γάμου ἔν‐ δυμα) καὶ ἐνδυσάμενοι μετὰ τῶν λεγομένων 〈ἔργων〉 ἀγαθῶν τὸ ἔν‐ δυμα τοῦ γάμου πληρώσωσι τὴν τοῦ γάμου ἑστίαν ἑαυτῶν ἀνακει‐ | |
105 | μένων. | |
17.24 | Ἐπὰν οὖν πλησθῇ ὁ γάμος ἀνακειμένων καὶ προσαναπαυσα‐ μένων τῇ πίστει καὶ τῇ θεοσεβείᾳ, τότε εἰσελεύσεται ὁ βασιλεὺς ἐπι‐ | |
5 | θεωρῆσαι καὶ κρῖναι περὶ τῶν ἀνα‐ κειμένων, ἵνα τὸν μὲν οὐκ ἔχοντα ἔνδυμα γάμου ἐλέγξας κολάσῃ, τοῖς δὲ λοιποῖς τὸ ἡτοιμασμένον ἄριστον παραθῇ | |
10 | καὶ τὰ τεθυμένα σιτιστὰ μετὰ τῶν ταύρων καὶ τὰ λοιπὰ πάντα ὅσα ἡτοίμασεν. ἕνα δὲ εἶδε τὸν οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, εἰς ἓν γένος ἢ | |
15 | εἶδος ἀναφέρων τοὺς τὴν πρὸ τῆς πίστεως κακίαν τηρήσαντας καὶ μὴ ἀποδυσαμένους αὐτήν. καὶ μέμφεταί γε τῷ τοιούτῳ, ὡς κακῶς ποιήσαντι κατὰ τὸ τετολμηκέναι εἰσελθεῖν εἰς | |
20 | τοὺς τοιούτους γάμους μὴ ἀναλα‐ βόντι τὸ τοῦ γάμου ἔνδυμα, τὸ ὕφασμα τῆς ἀρετῆς, τὸ λαμπρὸν ἱμάτιον, περὶ οὗ Σολομῶν ἐν Ἐκκλη‐ σιαστῇ ἐνετείλατο λέγων· «ἐν παντὶ | |
25 | καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά». φιμοῦται δὲ ὁ τολμήσας εἰσελθεῖν χωρὶς ἐνδύματος γάμου εἰς τὸν | |
λαμπρὸν τοῦτον γάμον καὶ οὐ δύναται λέγειν· ὅστις ὡς | ||
30 | ἄξιος κολάσεως καὶ κρίσεως καταδικάζεται ὑπὸ τοῦ εἰπόντος τοῖς διακόνοις (ἄλλοις παρὰ τὰ ἄνω στρατεύματα), ἵνα δήσαντες αὐ‐ τοῦ πόδας καὶ χεῖρας οἷς οὐκ | |
35 | εἰς δέον ἐχρήσατο (οὔτε γὰρ ἣν ἔδει πορείαν περιεπάτησεν οὔτε ἃς ἐχρῆν πράξεις ἐπετέλεσεν), ἐκβά‐ λωσιν αὐτὸν οὐ μόνον ἔξω τῆς ἑστίας τοῦ γάμου ἀλλὰ καὶ εἰ〈σβάλω‐ | |
40 | σιν εἰ〉ς τὸ ἐξώτερον σκότος καὶ πάντη φωτὸς ἀμιγές, ἵνα διψήσας φω‐ τὸς μετὰ τὸ γεγονέναι ἐν σκότῳ τῷ ἐξωτέρῳ κλαύσῃ πρὸς τὸν δυνάμενον αὐτὸν εὐεργετῆσαι κἀκεῖθεν ῥύσα‐ | |
45 | σθαι θεόν, καὶ τοὺς ὀδόντας βρύξῃ τοὺς διὰ τὴν κακίαν φαγόντας τὸν ὄμ‐ φακα καὶ διὰ τοῦτο αἱμωδιάσαντας. τοῦ γὰρ φαγόντος τὸν «ὄμφακα οἱ ὀδόντες» αἱμωδιάσουσιν· | |
17.24(50) | ὄμφακα δὲ κἀκεῖ νομιστέον λέγεσθαι τὴν κακίαν τοῦ μὴ 〈ἐπιλανθανομένου τῶν «ὀπίσω» μηδ’〉 ἐπεκτεινομένου «τοῖς ἔμπροσθεν» ἀλλὰ παραμείναν‐ τος αὐτῇ, δέον ὁδεῦσαι ἐπὶ τὸ πέπει‐ | |
55 | ρον καὶ γλυκεῖαν ποιῆσαι τὴν τῆς | |
ἀρετῆς σταφυλήν. Ἐπιφέρει δὲ ὅλῃ τῇ παραβολῇ διὰ μὲν τοὺς πολ‐ λοὺς τῶν κεκλημένων καὶ μὴ γενο‐ | ||
60 | μένων ἀξίων τὸ πολλοὶ γάρ εἰσιν κλητοί, διὰ δὲ τοὺς εἰσελθόντας εἰς τὸν γάμον καὶ ἀνακλιθέντας ἐκεῖ ὡς ὀλίγους τὸ ὀλίγοι δὲ ἐκλεκτοί. καὶ εἴ τίς | |
65 | γε κατανοήσαι τὰ πολυάνθρωπα ἀθροίσματα τῶν (ἵνα ἁπλούστερον ὀνομάσω) ἐκκλησιῶν καὶ ἐξετάσαι, πόσοι μὲν οἱ βιοῦντες ἐπιεκικέστερον καὶ μετα‐ | |
70 | μορφούμενοι «τῇ ἀνακαινώσει τοῦ νοός», πόσοι δὲ οἱ ῥᾳθυμότερον πολι‐ τευόμενοι καὶ συσχηματιζόμενοι «τῷ αἰῶνι τούτῳ», ἴδοι ἂν ὅτι χρήσιμός ἐστιν ἡ λέγουσα τοῦ σωτῆρος φωνή· | |
75 | πολλοὶ γάρ εἰσι κλητοί, ὀλί‐ γοι δὲ ἐκλεκτοί. Καὶ ἀλλαχοῦ λέλεκται· «πολλοὶ ζη‐ τήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύ‐ σουσι» καὶ «ἀγωνίζεσθε εἰσελθεῖν | |
80 | διὰ τῆς στενῆς πύλης, ὅτι ὀλίγοι εὑρίσκουσιν αὐτήν». | |
17.25(1n) | Τότε πορευθέντες οἱ | |
2n | Φαρισαῖοι συμβούλιον ἔλα‐ | |
3n | βον κατ’ αὐτοῦ ὅπως αὐτὸν | |
4n | παγιδεύσωσιν ἐν λόγῳ | |
5n | καὶ τὰ ἑξῆς | |
6n | ἕως τοῦ | |
7n | καὶ ἀφέντες αὐτὸν ἀπῆλθον | |
8n | (Matth. 22, 15—22). | |
9 | Τὸ βούλημα τῆς ἐκκειμένης | |
10 | λέξεως κατὰ τὸ ῥητὸν τοιοῦτον εἶναί μοι φαίνεται. Ἰουδαῖοι, ἅτε ἰδίαν ἔχοντες τὴν κατὰ τὸν Μωσέως νόμον διδασκαλίαν καὶ πολιτείαν ἀπεξε‐ νωμένην τῆς τῶν ἐθνῶν ἀγωγῆς καὶ | |
15 | δόγμα ἔχοντες τὸ λέγον· «ἕως θανά‐ του ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ κύριος πολεμήσει περὶ σοῦ», ἀνθί‐ σταντο τοῖς κρατοῦσιν αὐτῶν ἔθνεσιν ὑπὲρ τοῦ μὴ παραβῆναι τὸν νόμον | |
20 | τοῦ θεοῦ. καὶ πολλάκις γε ἄρδην ἀπολέσθαι κεκινδυνεύκασιν ἐπὶ Ῥω‐ μαίων βουλομένων ἀνδριάντα Καί‐ σαρος εἰσαγαγεῖν εἰς τὸν νεὼν τοῦ θεοῦ, ἀνθιστάμενοι καὶ κωλύοντες | |
25 | τοὺς ἰσχυροτέρους αὐτῶν γενομένους ἐκ τοῦ ἡμαρτηκέναι Ἰουδαίους. εὕ‐ ρομεν δὲ ἐκ τῶν κατὰ τὸν χρόνον Τιβερίου Καίσαρος ἱστοριῶν γραφάς, ὡς ἄρα ἐπὶ Ποντίου Πιλάτου ἐκιν‐ | |
30 | δύνευσεν ὁ λαός, τοῦ μὲν Πιλάτου | |
βιαζομένου ἀνδριάντα Καίσαρος ἀνα‐ θεῖναι ἐν τῷ ναῷ τῶν δὲ καὶ παρὰ δύναμιν κωλυόντων· τὸ δ’ ὅμοιον ἀναγέγραπται γεγονέναι καὶ κατὰ | ||
35 | τοὺς χρόνους Γαΐου Καίσαρος. καὶ στοχαζόμεθα ὅτι, ὅσον μὲν ἐπεσκο‐ πεῖτο ὁ λαὸς καὶ τὸν λεγόμενον κατὰ τοὺς προφήτας φραγμὸν περιτε‐ τείχιστο «ὁ ἀμπελὼν τοῦ κυρίου | |
40 | οἶκος Ἰσραήλ, καὶ τὸ ἠγαπημένον νεόφυτον αὐτοῦ ἄνθρωπος Ἰούδα», οὐδὲν τηλικοῦτον ἐγένετο. τὸ παρα‐ δοξότατον δέ· αὐτὸς πρῶτος ἐτόλμη‐ σε μιᾶναι τὸν ναὸν τοῦ θεοῦ ὁ Πιλᾶ‐ | |
45 | τος, ᾧ παρέδωκαν τὸν Ἰησοῦν. Καὶ κατὰ τὸν χρόνον οὖν τοῦ σω‐ τῆρος, ἡνίκα φόρον ἐπετάχθησαν δοῦ‐ ναι Ἰουδαῖοι Ῥωμαίοις, σκέψις καὶ βουλὴ ἦν ἐν Ἰουδαίοις περὶ τοῦ πότε‐ | |
17.25(50) | ρον καθήκει τοὺς ἀνακειμένους τῷ θεῷ καὶ μερίδα ὄντας αὐτοῦ διδόναι φόρον τοῖς ἄρχουσιν ἢ ὑπὲρ ἐλευθε‐ ρίας πολεμεῖν, εἰ μὴ συγχωροῖντο | |
ζῆν ὡς βούλονται, | ||
55 | καὶ μὴ διδόναι φόρον. καὶ ἱστόρηται ὅτι Ἰούδας μὲν ὁ Γαλι‐ λαῖος, οὗ μέμνηται καὶ Λουκᾶς ἐν ταῖς τῶν ἀποστόλων Πράξεσιν, ἀπο‐ στήσας πολὺ πλῆθος Ἰουδαίων, ἐδί‐ | |
60 | δασκε μὴ δεῖν διδόναι Καίσαρι φόρον μηδὲ κύριον ἀναγορεύειν τὸν Καί‐ σαρα· ὁ δὲ κατὰ τὸν καιρὸν αὐτοῦ τετράρχης πείθειν ἐβούλετο τὸν λαὸν εἴκειν τῇ παρούσῃ καταστάσει καὶ | |
65 | μὴ αὐθαίρετον αἱρεῖσθαι πρὸς ἰσχυ‐ ροτέρους πόλεμον, διδόναι δὲ τοὺς φόρους. καὶ ἡ προκειμένη δὲ τοῦ εὐαγγελίου λέξις οὐ σαφῶς μὲν 〈ἀλλὰ〉 ἐμφαίνει τὰ τοιαῦτα, τῷ | |
70 | δὲ δυναμένῳ βεβασανισμένως ὁρᾶν τὸ ἐκκείμενον ῥητὸν παρίστησι ταῦτα οὕτως ἔχειν. χώραν γὰρ οὐκ εἶχον 〈ἂν〉 Φαρισαῖοι βουλόμενοι παγι‐ δεῦσαι ἐν λόγῳ τὸν Ἰησοῦν, ἀπο‐ | |
75 | στείλαντες ἑαυτῶν τοὺς μαθητὰς μετὰ τῶν Ἡρωδιανῶν πυθέσθαι τοῦ Ἰησοῦ, πότερον ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ, εἰ ὁμολο‐ γούμενον ἦν ὅτι οὐ δεῖ δοῦναι, | |
80 | καὶ εἰ συμπεφωνημένον ἦν τὸ 〈μὴ〉 διδόναι. | |
17.26 | Καὶ ὅρα εἰ μὴ δηλοῦται τὰ | |
τῆς ἐκκειμένης ἱστορίας ἐκ τοῦ τοὺς βουλομένους παγιδεῦσαι ἐν λόγῳ τὸν Ἰησοῦν Φαρισαίους μὴ μόνους | ||
5 | ἀπεσταλκέναι τοὺς μαθητὰς ἑαυ‐ τῶν πευσομένους περὶ τοῦ κήνσου, ἀλλὰ μετὰ τῶν Ἡρωδιανῶν. εἰκὸς γὰρ ὅτι ἐν τῷ λαῷ τότε οἱ μὲν διδάσκοντες τελεῖν τὸν φόρον | |
10 | Καίσαρι ἐκαλοῦντο Ἡρωδιανοὶ ὑπὸ τῶν μὴ θελόντων τοῦτο γίνεσθαι· οἱ δὲ φαντασίᾳ ἐλευθερίας κωλύοντες διδόναι τὸν φόρον τῷ Καίσαρι, ἐδό‐ κουν εἶναι οἱ ἀκριβοῦντες τὰ Ἰου‐ | |
15 | δαίων μαθήματα Φαρισαῖοι. εἰ δὲ μὴ βούλεταί τις ταῦθ’ οὕτως ἔχειν, δηλωσάτω πῶς βουλόμενοι αὐ‐ τὸν παγιδεῦσαι ἐν λόγῳ ἀποστέλ‐ λουσι τοὺς ἑαυτῶν μαθητὰς οἱ | |
20 | Φαρισαῖοι, ἀποστέλλουσι δὲ καὶ τοὺς Ἡρωδιανοὺς πευσομένους περὶ τοῦ φόρου. ποία γὰρ παγὶς ἦν ἐν τῷ ἀποκρίνεσθαι τὸν Ἰησοῦν, εἴτε βούλεται κῆνσον δίδοσθαι Καίσαρι | |
25 | εἴτε μή, εἰ μὴ (ὡς ἀποδεδώκαμεν) κωλύοντος μὲν αὐτοῦ διδόναι κῆνσον Καί‐ σαρι, ἔμελλον Ἡρωδιανοὶ παρα‐ διδόναι αὐτὸν Ῥωμαίοις, ὡς ἀπο‐ | |
30 | στασίαν διδάσκοντα, ἐπιτρέποντος δὲ οἱ Φαρισαῖοι ἔμελλον κατηγο‐ ρεῖν τοῦ Ἰησοῦ ὡς βλέποντος εἰς πρόσωπον ἀνθρώπου μᾶλλον ἤπερ διδάσκοντος ἐν ἀληθείᾳ τὴν | |
35 | ὁδὸν τοῦ θεοῦ; βασάνισον δὲ | |
παρὰ σαυτῷ ὅτι οἱ τῶν Φαρισαίων μαθηταὶ λέγοντες· διδάσκαλε, οἴ‐ δαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ δι‐ | ||
40 | δάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου οἷον προ‐ καλοῦνται αὐτὸν διὰ 〈τούτου〉 τοῦ ἐπαίνου ἐπὶ τὸ μὴ λαβεῖν πρόσωπον | |
45 | τῶν Ἡρωδιανῶν καὶ τῶν οἳ ἐφρόνουν τὰ Καίσαρος, ἵνα ἀποφηνάμενος κατὰ τὸ βούλημα τῶν Φαρισαίων περὶ τοῦ μὴ δεῖν Καίσαρι διδόναι φόρον, ὑπ’ αὐτῶν παραδοθῇ τοῖς Ἡρωδιανοῖς. | |
17.26(50) | ὅρα δὲ καὶ τὸ γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πανουργίαν αὐτῶν εἶπε· τί με πειράζετε, ὑποκριταί; οὐκοῦν ᾔδει πειραζόμενος ὑπὸ τῶν Φαρισαίων μετὰ πανουργίας αὑτῷ | |
55 | προσερχομένων, ἵν’ ὅ τί ποτ’ ἂν ἀποκρίνηται ἐκ τῆς ἀποκρίσεως ἐπι‐ βουλεύσωσιν αὐτῷ. Ταῦτα μὲν οὖν ἐκ τοῦ προκειμέ‐ νου εὐαγγελίου λελέχθω εἰς τὸν τόπον | |
60 | ὡς πρὸς τὴν λέξιν, οἷς συνᾴδει καὶ | |
τὰ τοῦ Μάρκου καὶ τοῦ Λουκᾶ ῥητὰ περὶ τῶν ὁμοίων, ὡς δυνατόν σοι παραθεμένῳ τὰ εὐαγγέλια καὶ συν‐ εξετάζοντι αὐτὰ ἀλλήλοις ἰδεῖν· οὐκ | ||
65 | ἄλλος γὰρ νοῦς ἐστι παρὰ τοῦτον εἰρημένος τῷ Ματθαίῳ περὶ τῶν κατὰ τὸν τόπον, καὶ παραπλησίως Ματθαίῳ παρὰ τῷ Μάρκῳ. ἅμα δὲ καὶ διδασκόμεθα ἀπὸ τοῦ | |
70 | σωτῆρος ἡμῶν μὴ τοῖς ὑπὸ τῶν πολλῶν λεγομένοις καὶ διὰ τοῦτο ἐνδόξοις φαινομένοις προφάσει τῆς εἰς θεὸν εὐσεβείας προσέχειν, ἀλλὰ 〈τοῖσ〉 ὑπὸ τῆς ἐξετάσεως καὶ | |
75 | τῆς ἀκολουθίας τοῦ λόγου παριστα‐ μένοις. πρόσχες γὰρ ὅτι, ζητουμένου τοῦ εἰ δεῖ διδόναι Καίσαρι κῆνσον ἢ μή, οὐχ ἁπλῶς ἀπεφήνατο τὸ δοκοῦν ἑαυτῷ ἀλλὰ εἰπὼν ἐπιδεί‐ | |
80 | ξατέ μοι τὸ νόμισμα τοῦ κήν‐ σου ἐπύθετο, τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή, καὶ εἰποῦσιν ὅτι Καίσαρος, ἀπεκρίνατο ὅτι δεῖ ἀπο‐ διδόναι τῷ Καίσαρι τὰ αὐτοῦ αἰ‐ | |
85 | τοῦντι καὶ μὴ ἀποστερεῖν αὐτὸν τῶν ἰδίων φαντασίᾳ θεοσεβείας· οὐ δήπου δὲ τὰ μὲν Καίσαρος ἀπο‐ διδόναι δεῖ τῷ Καίσαρι οὐχὶ δὲ καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ, | |
90 | καὶ οὐ κωλύεταί τις ἀποδιδοὺς Καίσαρι τὰ Καίσαρος ἀποδι‐ δόναι τῷ θεῷ τὰ τοῦ θεοῦ. | |
17.27 | Δύναται δέ τις τὰ κατὰ τὸν τόπον οὕτως τροπολογῆσαι. συν‐ εστήκαμεν ἐκ ψυχῆς καὶ σώματος (ὑπερκείσθω δὲ νῦν λέγειν ὅτι καὶ ἐκ | |
5 | πνεύματος) καὶ ὀφείλομέν τινα διδό‐ ναι ὡσπερεὶ φόρον σωμάτων ἄρχοντι λεγομένῳ Καίσαρι, τὰ ἀναγκαῖα τῷ σώματι, ἔχοντα τὴν εἰκόνα τοῦ τῶν σωμάτων ἄρχοντος σωματικήν· | |
10 | ταῦτα δέ ἐστι τροφὴ καὶ σκέπη καὶ ἀναγκαία διανάπαυσις καὶ ὕπνοι. καὶ ἄλλα ὀφείλομεν, ἐπεὶ ἡ ψυχὴ φύ‐ σει κατ’ εἰκόνα ἐστὶ θεοῦ, τῷ βασιλεῖ αὐτῆς θεῷ, ἅπερ ἐστὶ συμφέροντα καὶ | |
15 | κατάλληλα τῇ τῆς ψυχῆς φύσει καὶ οὐσίᾳ· ταῦτα δέ εἰσιν 〈πᾶσαι〉 αἱ ἐπ’ ἀρετὴν ἄγουσαι ὁδοὶ καὶ αἱ κατ’ ἀρετὴν πράξεις. οἱ οὖν διδασκόμενοι τὸν νόμον τοῦ | |
20 | θεοῦ περὶ τῶν τοῦ σώματος πραγμά‐ των καὶ ὀφειλομένων αὐτῷ οὐ τὰ αὐτὰ δοξάζουσιν. οἱ μὲν γὰρ τὸ ἀνά‐ λογον ποιοῦσι τοῖς συμβουλεύουσι | |
25 | μὴ διδόναι κῆνσον Καίσαρι, ὅση δύναμις νηστείαις καὶ ἀγρυπνίαις κα‐ κοῦντες τὸ σῶμα καὶ ἀποχῇ πάσῃ τῇ διὰ τὸ σῶμα καὶ τὰς ἀναγκαίας | |
αὐτοῦ πράξεις. | ||
30 | ἕτεροι δὲ παρὰ τούτους εἰσίν, οἳ ἀτρανώτως μὲν διαλαμβάνουσι περὶ τῶν κατὰ τὸν τόπον, φαντάζονται δὲ ὅτι καὶ τῷ σώματι χρὴ | |
35 | διδόναι τὰς ὀφειλάς. ἀλλ’ ὁ σωτὴρ ἡμῶν «ὁ λόγος τοῦ θεοῦ», τρανῶς χωρίζων τὰς εὐλό‐ γους τῷ σώματι ὀφειλὰς ἀπὸ τῶν 〈πνευματικῶν〉 ὀφειλῶν τῆς ψυχῆς | |
40 | φησιν· ἀπόδοτε τὰ Καίσαρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ· εἰκόνα γὰρ ἔχει Καίσαρος καὶ σωματικῶν πραγμάτων | |
ὁ φόρος, | ||
45 | ὃν μόνον καὶ οὐδὲν πλέον αὐτοῦ ὀφείλομεν τῷ σώματι. | |
17.28 | Οἶδα δὲ καὶ ἄλλην εἰς τὸν τόπον τοιαύτην φερομένην διήγησιν. ὁ μὲν ἄρχων τοῦ αἰῶνος τούτου ἐν τροπολογίᾳ καλεῖται Καῖσαρ | |
5 | ὁ δὲ 〈πάντων〉 τῶν αἰώνων βασιλεὺς ἐν οὐδενὶ συμβόλῳ τυγχάνων θεὸς πανταχοῦ ὀνομάζεται. ἐπεὶ τοίνυν ἔχομέν τινα τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, τουτέστι τὰ κατὰ κακίαν, καὶ | |
10 | οὐ πρότερον δυνάμεθα ἀποδιδόναι τὰ τοῦ θεοῦ τῷ θεῷ, ἐὰν μὴ ἀποδῶ‐ μεν, ἀποθέμενοι πάντα τὰ τῆς κακίας, τῷ Καίσαρι τὰ τοῦ Καίσαρος, διὰ τοῦτο ὁ σωτὴρ ἐπιδειχθέντος τοῦ | |
15 | νομίσματος καὶ τῆς ἐν αὐτῷ εἰκόνος φησίν· ἀπόδοτε τὰ Καίσαρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ | |
τῷ θεῷ. καὶ τοῦτο δὲ κατὰ τὸν τόπον σκοπήσωμεν ὅτι, ἐάν ποτε | ||
20 | πειραζόμενοι ὑπὸ τῶν ζητούντων ἀφορμάς, προτεινόντων προβλήματά 〈τινα〉 οὐχ ἵνα μάθωσιν ἀλλ’ ἵνα ὅση δύναμις ἡμῶν κατηγορήσωσιν, ἀκούωμεν λόγους πειραστικοὺς ἡμῶν, | |
25 | οὔτε πάντη σιωπᾶν ὀφείλομεν οὔτε ὡς ἔτυχεν ἀποκρίνασθαι, ἀλλὰ περι‐ εσκεμμένως καὶ μετὰ περισκέψεως, εἰς τὸ (ὅση δύναμις) ἐκκόψαι τὰς ἀφορμὰς «τῶν θελόντων» ἀφορμάς, | |
30 | καὶ διδάσκειν ἀνεπιλήπτως τὰ σῴ‐ ζοντα τοὺς βουλομένους ἐν τῷ ἀκούειν σῴζεσθαι. δύνανται δὲ οἱ μὲν Φαρισαῖοι λαμ‐ βάνεσθαι εἰς τοὺς διδασκάλους τῶν | |
35 | διαφόρων Ἰουδαϊκῶν παραδόσεων, οἱ δὲ Ἡρωδιανοὶ εἰς τὸν νομιζόμενον παρὰ τοῖς πολλοῖς βασιλικὸν Ἰου‐ δαίων τῶν οὕτως ἁπλούστερον λε‐ γομένων λόγον. ἀφ’ ἑκατέρων οὖν | |
40 | πυνθάνονται τοῦ σωτῆρος τὰ περὶ τοῦ κήνσου. ὁ δὲ αὐτοῖς ἀποκρίνεται, ὡς ἀποδεδώκαμεν· πλὴν ἐπεὶ οὐ μαθεῖν βούλονται ἐκ τοῦ ἐρωτᾶν αὐ‐ τόν, ἀλλὰ παγιδεῦσαι ἐν λόγῳ καὶ | |
45 | πειράζειν αὐτόν, διὰ τοῦτο ἀκού‐ σαντες τὰ δοκοῦντα αὐτῷ πρὸς | |
τὸ πύσμα αὐτῶν καὶ θαυμάσαντες, ὅτι μὴ ἔδωκεν αὐτοῖς ἀφορμὰς τοῦ αὐτῷ ἐπιβουλεύειν οὐκ ἔμειναν μὲν | ||
17.28(50) | παρ’ αὐτῷ, ὡς οἱ μαθηταί, οὐδὲ ἁπλῶς ἀπῆλθον, ὡς περὶ ἄλλων γέγραπται, ἀφέντες δὲ αὐτὸν ἀπ‐ ῆλθον. καὶ τοιοῦτοί γέ εἰσιν οἱ ἀφιέντες τὸν λόγον καὶ ἀπιστοῦντες | |
55 | αὐτῷ καὶ ἀπιόντες ἀπ’ αὐτοῦ μετὰ τὸ ἀκοῦσαι αὐτοῦ. καὶ οὐχ ἁμαρτήσει λέγων περὶ τῶν μετὰ τὸ ἀκοῦσαι ἀποστάντων καὶ τοῦ ἀκούειν, ὅτι οἱ τοιοῦτοι ἀφέντες τὸν Ἰησοῦν ἀπ‐ | |
60 | ῆλθον· ἡμεῖς δὲ ἐροῦμεν τὸ τῆς νύμφης· «ἐκράτησα αὐτόν, καὶ οὐκ ἀφῆκα αὐτόν». | |
17.29(1n) | Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ | |
2n | προσῆλθον αὐτῷ Σαδδουκαῖοι | |
3n | λέγοντες μὴ εἶναι ἀνάστασιν | |
4n | καὶ τὰ ἑξῆς, | |
5n | ἕως τοῦ ἐξεπλήσσοντο ἐπὶ | |
6n | τῇ διδαχῇ αὐτοῦ. (Matth. 22, | |
7n | 23—33). τὰ δὲ ἰσοδυναμοῦντα τού‐ | |
8 | τοις ἢ τὰ αὐτὰ αὐτοῖς εἴρηται καὶ παρὰ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ ἐν | |
10 | ἄλλαις κατ’ ὀλίγα λέξεσιν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ποίᾳ | |
ἢ ὅτε «πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ», καὶ | ||
15 | πυνθάνονται τὰ περὶ τοῦ κήνσου; εἰκὸς γὰρ ὅτι, ἀποκριναμένου τοῦ σωτῆρος ἡμῶν περὶ τοῦ κήνσου, καὶ εἰπόντος· «ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ», | |
20 | καὶ θαυμασάντων 〈πάντων〉 τὴν ἀπόκρισιν αὐτοῦ, ᾠήθησαν οἱ Σαδ‐ δουκαῖοι, εἰδότες αὐτοῦ τὰς συν‐ ετὰς ἀποκρίσεις, ἤτοι αὐτοὶ διὰ τῆς ἐπαπορήσεως παραστήσειν ἑαυτοὺς | |
25 | κρείττονα λόγον ἔχοντας, μὴ εἶναι λέγοντας ἀνάστασιν τῶν ἐλπιζόντων αὐτήν, ἢ τάχα καὶ μαθήσεσθαι, πῶς δύναται εἶναι ἀνά‐ στασις κατὰ τὴν Μωσέως γραφὴν | |
30 | καὶ ποῖος ὁ βίος ἔσται τῶν ἀναστη‐ σομένων. παρατήρει δὲ ὅτι σχεδὸν πᾶσα ἡ τοῦ καιροῦ τούτου τοῦ σω‐ τῆρος ἡμῶν διδασκαλία πρὸς πεύσεις ἐγίνετο. καὶ πρῶτόν γε «ἐλθόντος | |
35 | αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσ‐ βύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς ἔδωκέ σοι τὴν ἐξουσίαν ταύτην;» πρὸς οὓς | |
40 | ἀντερωτήσας τὰ περὶ Ἰωάννου ἔδο‐ ξεν εὐλόγως παρῃτῆσθαι τὴν πρὸς τὸ βούλημα αὐτῶν ἀπόκρισιν. εἶτα μετὰ τοῦτο λέγει παραβολὴν τὴν περὶ | |
τῶν δύο τέκνων, τοῦ τε 〈μὴ〉 ὑπο‐ | ||
45 | σχομένου ἐργάσασθαι «ἐν τῷ ἀμπε‐ λῶνι» καὶ [μὴ] ἐργασαμένου, καὶ τοῦ ἐπαγγειλαμένου μὲν μὴ ἐργασαμένου δέ. εἶτα μετὰ ταῦτα λέγει τὴν περὶ τοῦ ἀμπελῶνος παραβολὴν καὶ τῶν | |
17.29(50) | ἀποκτεινάντων γεωργῶν τοὺς δού‐ λους καὶ τὸν υἱόν, καὶ τὰ ἑξῆς τού‐ των περὶ τῶν εἰς τοὺς γάμους κλη‐ τῶν ἄλλην παραβολήν. καὶ μετὰ τοῦ‐ το δευτέραν πεῦσιν τὴν περὶ τοῦ | |
55 | κήνσου ἀνέγραψεν ὁ Ματθαῖος, καὶ τρίτην τὴν τῶν Σαδδουκαίων περὶ ἀναστάσεως ἐπαπόρησιν. ἀλλὰ καὶ τετάρτη μετὰ ταύτην ἐπερώτησις γε‐ γένηται ἀπό τινος Φαρισαίου πειρά‐ | |
60 | ζοντος αὐτὸν περὶ τοῦ· «ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;» τοσούτων δὲ ἐρωτήσεων προσαγομένων αὐτῷ καὶ αὐτὸς «συνηγμένων τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς» τὰ «περὶ τοῦ | |
65 | Χριστοῦ». Οἱ Σαδδουκαῖοι μέντοι λέ‐ γοντες μὴ εἶναι ἀνάστασιν, οὐ 〈μόνον〉 τὴν ἐν τῇ συνηθείᾳ τῶν ἁπ‐ λουστέρων ὀνομαζομένην ἀνάστα‐ | |
70 | σιν σαρκὸς ἠθέτουν, ἀλλὰ καὶ παντε‐ λῶς ἀνῄρουν τὴν τῆς ψυχῆς οὐ μόνον ἀθανασίαν ἀλλὰ καὶ ἐπιδιαμονήν, οἰόμενοι μη‐ δαμοῦ ἐν τοῖς Μωσέως γράμμασι | |
75 | σημαίνεσθαι τὴν τῆς ψυχῆς μετὰ | |
ταῦτα ζωήν. τὸ δὲ αὐτὸ τοῖς Σαδδου‐ καίοις δόγμα περὶ τῆς τῶν ἀνθρώ‐ πων ψυχῆς φρονοῦσι μέχρι τοῦ δεῦρο Σαμαρεῖς | ||
80 | καὶ οἱ δοκοῦντες ἐξ αὐτῶν εἶναι νομο‐ μαθεῖς καὶ ἕως θανάτου ἀγωνιζόμενοι περὶ τοῦ Μωσέως νόμου καὶ τῆς περιτομῆς. τοῦτο δὲ τὸ περὶ ἀνα‐ στάσεως σημαινόμενον (λέγω δὲ τὸ | |
85 | παρὰ Σαδδουκαίοις καὶ Σαμαρεῦσιν, 〈τοῖσ〉 ἀθετοῦσι τὴν τῆς ψυχῆς μετὰ ταῦτα ζωήν) νοοῦντές τινες 〈καὶ〉 τῶν κατὰ τὸν τοῦ ἀποστόλου χρόνον Κορινθίων | |
90 | ἐδογμάτιζον μὴ εἶναι ἀνάστα‐ σιν, περὶ ὧν ταῦτα γράφει· «εἰ δὲ Χριστὸς κηρύσσεται ἐκ νεκρῶν ὅτι ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;» | |
95 | ὅτι δὲ οἱ ἐν Κορίνθῳ λέγοντες μὴ εἶναι ἀνάστασιν νεκρῶν κατὰ τὸ Σαδδουκαίων σημαινόμενον ἠθέτουν [τὴν ἀνάστασιν] τὴν ἐπι‐ διαμονὴν τῆς ψυχῆς, δῆλον ποιεῖ ἐκ | |
17.29(100) | τοῦ «εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν». ὅπερ ἐπιμελῶς ἐξετάσας ὄψει ὅτι | |
ὁ μὲν ἀθετῶν τὴν ἐν τῇ ἐκκλησίᾳ | ||
105 | πεπιστευμένην ἀνάστασιν νεκρῶν, κἂν ψευδόμενος ἀθετῇ, οὐ πάντως ἐν «τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ» ἠλπι‐ κώς ἐστι «μόνον». ἵνα γὰρ καθ’ ὑπόθεσιν μὴ ᾖ ἀληθὴς | |
110 | ἡ πεπιστευμένη παρὰ τοῖς πολλοῖς ἀνάστασις, οὐκ «ἐν ταύτῃ τῇ ζωῇ» ἤλπικε «μόνον» «ἐν Χριστῷ» ὁ ἐκείνην ἀθετῶν ζώσης τῆς ψυχῆς, οὐκ ἐκεῖνο μὲν ἀπολαμβανούσης τὸ σῶμα ἐν‐ | |
115 | δυομένης δὲ αἰθέριόν τι καὶ κρεῖττον. ἀλλ’ οὐδὲ «ἐλεεινότεροι πάντων ἀν‐ θρώπων ἐσμέν», εἰ τὴν μὲν ψυχὴν λέγοιμεν ζῆν καὶ ὑπάρχειν, τὸ δὲ σῶμα τοῦτο μὴ περιτιθεῖμεν αὐτῇ | |
120 | μηδὲ λέγοιμεν ἀπολαμβάνειν αὐτό. Ἔτι δὲ εἰς κατασκευὴν τοῦ πρὸς τὸ σημαινόμενον τοῦτο μάλιστα ἵστασθαι τὸν ἀπόστολον ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ συγχρησόμεθα | |
125 | καὶ τῷ «εἰ ὅλως νεκροὶ οὐκ ἐγείρον‐ ται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;» καὶ τῷ «εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι | |
130 | τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν». ἔστω γὰρ τὸ νομι‐ σθὲν παρὰ τοῖς πολλοῖς ἀληθὲς εἶναι μὴ εἶναι ἀληθὲς τὸ περὶ τῆς ἀνα‐ | |
135 | στάσεως τῶν νεκρῶν, πῶς τούτῳ | |
ἀκολουθεῖ τὸ μάτην ἡμᾶς κινδυνεύειν ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν ἀγωνιζομένους; πῶς δὲ οὐδὲν ὄφελος τῷ διὰ Χριστὸν θηριομαχήσαντι *** | ||
140 | οἰκονομουμένῃ κατ’ ἀξίαν, τὸ δὲ πρότερον σῶμα μὴ ἀπολαμβάνοι; πῶς δὲ ἀκολουθεῖ τῷ μὴ εἶναι σαρ‐ κὸς ἀνάστασιν τὸ «φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν»; | |
145 | οὐ ταῦτα δέ φαμεν ἀπιστοῦντες τῷ ἐν Ἡσαΐᾳ γεγραμμένῳ τοῦτον τὸν τρόπον· «ὄψεται πᾶσα σὰρξ τὸ σω‐ τήριον τοῦ θεοῦ» ἢ τῷ ὑπὸ τοῦ Ἰὼβ λεγομένῳ· «ὅτι ἀένναός ἐστιν ὁ ἐκλύ‐ | |
17.29(150) | ειν με μέλλων ἐπὶ τῆς γῆς, καὶ ἀνα‐ στῆσαι τὸ δέρμα μου τὸ ἀνατλοῦν ταῦτα». οὐκ ἀπιστοῦμεν δὲ οὐδὲ τῇ ἀποστολικῇ φωνῇ λεγούσῃ· «ζῳο‐ ποιήσει τὰ θνητὰ ὑμῶν σώματα διὰ | |
155 | τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν». ἀλλ’ ὅση δύναμις καθαίρωμεν τὸ ἐν τῇ ἐκκειμένῃ λέξει τοῦ εὐαγγελίου σημαινόμενον ἀπὸ τῆς ἀνάστασις φω‐ νῆς, διὸ παρεθέμεθα καὶ τὰ ἀπὸ τῆς | |
160 | προτέρας πρὸς Κορινθίους ῥητά. Προσῆλθον οὖν τῷ Ἰησοῦ Σαδδουκαῖοι, οἵτινες ἔλεγον μὴ εἶναι ἀνάστασιν, ἀνάστασιν δὲ τὴν (ὡς ἀποδεδώκαμεν) κατ’ αὐτούς, | |
165 | καὶ ἐπηρώτησαν ἡμῶν τὸν κύριον λέγοντες· Μωσῆς εἶπεν· ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐ‐ τοῦ τὴν γυναῖκα αὐτοῦ καὶ | |
170 | ἀναστήσει σπέρμα τῷ ἀδελ‐ φῷ αὐτοῦ. | |
17.30 | ἄξιον οὖν εἰς τοῦτό μοι δοκεῖ παραθέσθαι τὴν Μωσέως λέξιν, εἰς ἣν ἀνέφερον Σαδδου‐ καῖοι τὰ ἐν τῷ εὐαγγελίῳ γεγραμ‐ | |
5 | μένα ὑπ’ αὐτῶν εἰρῆσθαι. ἔχει οὖν οὕτως ἐν τῷ Δευτερονομίῳ τὸ ῥητόν· «ἐὰν δὲ κατοικήσωσιν ἀδελφοὶ ἐπὶ τὸ αὐτό, καὶ ἀποθάνῃ εἷς ἐξ αὐτῶν» | |
καὶ τὰ ἑξῆς | ||
10 | ἕως τοῦ «οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα». τούτου δὴ τοῦ ῥητοῦ οἱ Σαδδου‐ καῖοι, ὡς τὴν ἐλπίδα τῆς ἀναστάσεως μὴ | |
15 | ἔχοντες, φαύλως ἀκούσαντες καὶ μηδὲν θεοῦ ἄξιον ἐνθυμηθέντες εἰς τὸν ἐκκείμενον νόμον, ᾠήθησαν ἀκολουθεῖν τῷ εἶναι ἀνάστασιν τὸ καὶ τὸν ἄνδρα ἄνδρα πάλιν ἔσεσθαι | |
20 | ἀναστάντα ἄρρενα μόρια ἔχοντα, καὶ τὴν γυναῖκα γυναῖκα ἀναστήσεσθαι σῶμα γυναικεῖον περικειμένην. καὶ ταπεινῶς ὑπολαμβάνοντες λέγε‐ σθαι τὰ περὶ ἀναστάσεως ἐκ τοῦ | |
25 | ταῦτα αὐτοῖς νομίζειν ἀκολουθεῖν, πλάσαντές τινα μῦθον τὸν περὶ ἑπτὰ ἀδελφῶν γαμησάντων μίαν γυναῖκα, ἐπηπόρουν τίνος ἂν γέ‐ νοιτο γυνὴ τοιαύτη ἀναστᾶσα, φθά‐ | |
30 | σασα ἅπαξ ἑπτὰ χρηματίσαι ἀν‐ δρῶν γυνή. ἐδύναντο δὲ καὶ χωρὶς τοῦ τοιούτου πλάσματος ἐπαπορῆσαι ἐκ τῶν πολυγάμων γυναικῶν, τάχα δὲ καὶ πολυγάμων ἀνδρῶν. | |
35 | καὶ ὁ σωτὴρ ἡμῶν ἀποκρινόμενος αὐτοῖς τὸ μὲν βούλημα τοῦ κατὰ Μωσέα νόμου οὐ διηγήσατο, ὡς οὐκ | |
ἀξίοις γνώσεως τηλικούτου μυστη‐ ρίου· μόνον δὲ ἁπ〈λῶς ἀπ〉εφήνατο | ||
40 | λέγων καὶ τὰς θείας γραφὰς ἀπαγ‐ γέλλειν περὶ τῆς ἐκ νεκρῶν ἀναστά‐ σεως ὅτι ἐκεῖ μή εἰσι γάμοι, ἀλλὰ γίνονται οἱ ἐκ νεκρῶν ἀνιστάμενοι ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι, | |
45 | καὶ ὥσπερ οἱ ἐν τῷ οὐρανῷ ἄγ‐ γελοι οὔτε γαμοῦσιν οὔτε γα‐ μοῦνται, οὕτω (φησὶ) καὶ οἱ ἀνι‐ στάμενοι ἀπὸ τῶν νεκρῶν. ἐγὼ δ’ οἶμαι διὰ τούτων δηλοῦσθαι ὅτι | |
17.30(50) | οὐ μόνον κατὰ τὸ μὴ γαμεῖν καὶ τὸ μὴ γαμεῖσθαι ὡς οἱ ἐν τῷ οὐρα‐ νῷ ἄγγελοι γίνονται οἱ καταξιού‐ μενοι τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἀλλὰ | |
55 | καὶ κατὰ τὸ μετασχηματιζόμενα αὐτῶν τὰ σώματα «τῆς ταπεινώσεως» γίνεσθαι τοιαῦτα, ὁποῖά ἐστι τὰ τῶν ἀγγέλων σώματα, αἰθέρια καὶ αὐ‐ γοειδὲς φῶς. | |
60 | Ξενίζον δέ τι τοὺς πολλοὺς τῶν πιστευόντων δόγμα ζητήσαι τις ἄν, τάχα μὲν καὶ πολλαχόθεν σαφῶς δ’ ὅτι καὶ ἐντεῦθεν ἐπαπορῶν, εἰ ὥσπερ εἰσὶν οἱ ἀνιστάμενοι ἐκ νεκρῶν ὡς | |
65 | οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ καὶ τάγμα τι ἀγγέλων, μεταβάλλοντες ἐξ ἀνθρώπων, οὕτως καὶ ἄλλοι ἐν τῷ οὐρανῷ ἄγγελοι, ἄνθρωποί ποτε ὄντες καὶ καλῶς ἀγωνισάμενοι ἐν | |
70 | ἀνθρώπου σώματι, γεγόνασιν ἐν τῷ οὐρανῷ ἄγγελοι ὥς τινες ἕτεροι πρὸ αὐτῶν. ὁ δὲ τὸ ξενίζον τοῦτο | |
δόγμα ζητῶν ἐκ τῆς προκειμένης λέ‐ ξεως, τάχα δὲ καὶ ἀλλαχόθεν, ὁράτω | ||
75 | περιαθρήσας ὅλην τήν τε γραφὴν καὶ τὴν ἀκολουθίαν τῶν πραγμάτων, καὶ τί ἕπεται τῷ ταῦτα τιθέντι, 〈καὶ〉 σκοπείτω εἰ χρὴ παραδέξασθαι τοιοῦ‐ τον λόγον ᾧ ἕπεται τοιαῦτα ἅτινα | |
80 | δηλοῦται ἐκ τοῦ «ἀγγέλους κρινοῦ‐ μεν» καὶ τοῦ «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι». εἰ δὲ καὶ τὴν Ἰούδα προσοῖτό τις ἐπιστολήν, ὁράτω τί ἕπεται τῷ λόγῳ διὰ τὸ «ἀγγέλους | |
85 | τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέ‐ ρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν». ὁράτω δὲ ὁ τὰ τοιαῦτα | |
90 | τολμῶν ζητεῖν, πῶς αὐτῶν δεῖ ἀκούειν τῶν ἐν Γενέσει γεγραμ‐ μένων ὅτι «ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώ‐ πων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς | |
95 | εἰς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξε‐ λέξαντο». σαφῶς δὲ τὰ κατὰ τὸν τόπον ἐπαπορῆσαι καὶ τὴν ἀκολου‐ θίαν αὐτῶν ἐπισκοπῆσαι καὶ χάρτῃ πιστεῦσαι τὴν τῶν τηλικούτων σα‐ | |
17.30(100) | φήνειαν, μήποτε οὐκ ἀσφαλὲς ᾖ· ἀρκεῖ γὰρ καὶ ἐπὶ τοῖς εἰρημένοις ἡμᾶς ἐπὶ τοσοῦτον παρακεκινδυ‐ νευκέναι. | |
17.31 | Οὐκ ἄκαιρον δὲ νομίζω ἅπαξ ἐκθεμένους τὴν λέξιν τοῦ | |
νόμου ἀπὸ τοῦ Δευτερονομίου, ἰδεῖν ὁποῖόν γέ ἐστιν αὐτοῦ τὸ βούλημα. | ||
5 | ζητητέον οὖν ἐν αὐτῷ τίς ἡ μία γυνὴ καὶ τίνες οἱ δύο ἄνδρες οἱ ἀλλήλων ἀδελφοί, 〈ὧν〉 πρότερον μὲν γαμῶν ὁ ἕτερός 〈ἐστι〉 τὴν γυναῖκα οὐ καρποφορῶν δὲ ἐξ αὐτῆς, δεύτερον | |
10 | δὲ γαμῶν ὁ τοῦ τεθνηκότος ἀδελφὸς καὶ γεννῶν παιδίον ἐξ ὀνόματος τοῦ τετελευτηκότος. καὶ μετὰ ταῦτα ζη‐ τήσεις τίς ἐστιν ὁ μὴ βουλόμενος «λα‐ βεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἑαυτοῦ» | |
15 | καὶ διὰ τοῦτο «ἐναντίον τῆς γερουσίας» ὑπολυόμενος «τὸ ἓν ὑπόδημα» καὶ ἐμπτυόμενος «εἰς τὸ πρόσωπον» ὑπὸ τῆς γυναικὸς καὶ ἀναβάσης «ἐπὶ τὴν πύλην» καὶ λεγούσης· «οὐ θέλει ὁ | |
20 | ἀδελφὸς τοῦ ἀνδρός μου ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ ἐν Ἰσραήλ». ζητηθείη δ’ ἂν ἐν τῷ τόπῳ καὶ τίς ἡ γερουσία καὶ ἡ πύλη ἐφ’ ἣν ἀναβαίνει «ἡ γυνὴ» | |
25 | λέγουσα τὰ γεγραμμένα. ὅτι μὲν οὖν σεμνόν τι εἶναι καὶ αἰδοῦς ἄξιον χρὴ πεπεῖσθαι πάντα νόμον ἐπαγγελλόμενον εἶναι θεοῦ ἢ μὴ ὄντα σεμνὸν μὴ εἶναι νόμον θεοῦ, | |
30 | πᾶς ὁ μὴ πάντη ἀσύνετος ὁμολογή‐ σαι ἄν· εἰ δὲ εὑρίσκομεν ἡμεῖς τὸ τοῦ νόμου τούτου σεμνὸν καὶ αἰδέ‐ σιμον ἢ μή, πρῶτον μὲν ὁ θεὸς ἂν εἰδείη καὶ ὁ Χριστὸς αὐτοῦ, | |
35 | μετὰ δὲ ταῦτα καὶ ὁ κατὰ τὴν γραφὴν ὀνομαζόμενος δόκιμος τρα‐ πεζίτης καὶ εἰδὼς «πάντα» δοκιμά‐ ζειν καὶ τὸ μὲν «καλὸν» κατέχειν, ἀπέχεσθαι δὲ «παντὸς εἴδους πονη‐ | |
40 | ροῦ». φέρε οὖν τὸ προκείμενον πρόβλημα νομικὸν διηγήσασθαι θέ‐ λοντες, ἐπικαλεσάμενοι τὸν εἰπόντα· «φθέγξομαι προβλήματα ἀπ’ ἀρ‐ χῆς», εἴπωμεν «καλὸν» μὲν εἰ 〈κα‐ | |
45 | τέχομεν〉 τὰ ὑπ’ αὐτοῦ διδόμενα, εἰ δὲ μή γε τὰ ὑποπίπτοντα ἡμῖν εἰς τὸν τόπον· κρινεῖ δὲ ὁ ἐντυγχάνων τοῖς λεχθησομένοις. Δοκεῖ δή μοι κατὰ μίαν διή‐ | |
17.31(50) | γησιν γυνὴ εἶναι ἡ τοῦ ἀνθρώπου ψυχή, γαμουμένη πρότερον μὲν τῷ τοῦ νόμου γράμματι καὶ μὴ τεκνοῦσα ἐξ αὐτοῦ, δεύτερον δὲ τῷ πνευμα‐ τικῷ νόμῳ καὶ ἀπὸ τούτου καρπο‐ | |
55 | φοροῦσα καὶ γεννῶσα καὶ μὴ ἀφισταμένη ἐν τῷ γεγεννημένῳ τῆς πρὸς τὸν ἀποθανόντα αὐτῇ νόμον γράμματος τιμῆς. καὶ τάχα ἑκάστη ἡ ἐσομένη μακαρία ψυχὴ καὶ τρο‐ | |
60 | πικῶς 〈λεγομένη〉 γυνὴ πάντως γα‐ μεῖται πρότερον κατὰ τὰς εἰσαγωγὰς τῷ τοῦ νόμου γράμματι, ὃς ἀποθνῄ‐ σκει προκοπτούσης τῆς γυναικὸς ψυχῆς, ἵν’ αὐτὴ τοῦ σεμνοτέρου καὶ | |
65 | τεκνοποιοῦ ἐπιτύχῃ γάμου, ὅτε «σω‐ θήσεται διὰ τῆς τεκνογονίας», ἐπὰν τὰ τέκνα μείνῃ «ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύ‐ νης», οὐ σωθησομένη πρὸ τῆς | |
70 | τεκνογονίας ἢ χωρὶς αὐτῆς. τέκνα δὲ τῆς γυναικὸς ταύτης ψυχῆς ἀπὸ τοῦ δευτέρου ἀνδρός, τοῦ πνευματι‐ κοῦ νόμου, τὰ κατ’ αὐτόν ἐστιν ἔργα. ἀδελφοὶ δὴ 〈δύο〉 καὶ ἀπὸ μιᾶς μητρὸς | |
75 | διανοίας γεννώμενοι οἱ δύο νόμοι ***, οἵτινες ἀεὶ κατοικοῦσιν «ἐπὶ τὸ αὐτό»· οὐ γὰρ κεχώρισται ὁ οἶκος αὐτῶν ἀπ’ ἀλλήλων, ἀλλ’ «ἀδελφοί» εἰσι καὶ ἀμφότεραι αἱ | |
80 | ἐκδοχαὶ ὡς ἐν οἴκῳ ἑνὶ τῷ περιέ‐ | |
χοντι αὐτοὺς γράμματι. καὶ ὅρα εἰ μὴ τοῦτο δηλοῦσθαι δύνα‐ ται ἐκ τοῦ «ἂν δὲ κατοικῶσιν ἀδελφοὶ ἐπὶ τὸ αὐτό». εἶτα ἑξῆς ἐστι· «καὶ | ||
85 | ἀποθάνῃ εἷς ἐξ αὐτῶν, σπέρμα δὲ μὴ ᾖ αὐτῷ», ἃ κατὰ δύναμιν διηγησάμην. ἴδωμεν δὲ καὶ τὸ «οὐκ ἔσται ἡ γυνὴ τοῦ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι», καὶ τίς μὲν | |
90 | γυνὴ ψυχὴ παραβαίνει τοῦτον τὸν νόμον τίς δὲ τηρεῖ. ὡς ἐν τοιούτοις δὴ τόποις ὑπολαμ‐ βάνω μετὰ τὸν θάνατον τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς τοῦ νόμου καὶ τὴν | |
95 | ἀνατροπὴν αὐτῆς τὴν μέν τινα ψυχὴν ποιοῦσαν παρὰ τὴν θείαν ἐντολήν, γυναῖκα πρότερον γενομένην τοῦ τεθνηκότος καὶ ἐκείνῳ πιστεύσασαν, «ἔξω» πάντη γίνεσθαι τοῦ νόμου | |
17.31(100) | «ἀνδρὶ μὴ ἐγγίζοντι», ὅτε παρα‐ δέχεται λόγον αὐτὸν 〈μὴ〉 ἐγγί‐ | |
ζοντα *** τῇ ἐκδοχῇ τοῦ γράμματος, ἀλλὰ πάντη ἀλλότριον (τοιαῦται δέ εἰσιν αἱ τῶν ἑτεροδόξων ψυχαί, | ||
105 | αἷς καὶ ἡ ἐκδοχὴ τοῦ κατὰ τὸν νόμον γράμματος ἐτελεύτα, καὶ οὐκ ἐβουλήθησαν τῷ 〈ἀεὶ〉 «ἐπὶ τὸ αὐτὸ» ἐκείνῳ οἰκοῦντι γαμηθῆναι πνευ‐ ματικῷ νόμῳ, | |
110 | ἀλλά τινι «ἔξω» ἀμφοτέρων τούτων λόγῳ καὶ μηδαμῶς «ἐγγίζοντι» κοινωνῆσαι). ἑτέραν δὲ ψυχὴν 〈γυναῖκα εἶναι τὴν〉 κατὰ θεὸν βιοῦσαν ἀποθανόντος καὶ | |
115 | ἀνατραπέντος τοῦ προτέρου ἀνδρός, οὐ βουλομένην «ἔξω» γενέσθαι καὶ «ἀνδρὶ μὴ ἐγγίζοντι», ἀλλὰ γαμου‐ μένην τῷ ἀδελφῷ τοῦ τετελευτηκότος καὶ | |
120 | «ἐπὶ τὸ αὐτὸ» αὐτῷ οἰκήσαντι, ὅτε «ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσέρχεται πρὸς αὐτὴν» καὶ γίνεται ἔνδον τῆς ψυχῆς αὐτῆς καὶ λαμβάνει «αὐτὴν ἑαυτῷ εἰς γυναῖκα» καὶ | |
125 | συνοικεῖ αὐτῇ τῇ ψυχῇ ἐπὶ μακα‐ ρισμῷ αὐτῆς, ἅτε κατὰ τὸ βούλημα τοῦ θεοῦ γαμουμένης τῷ δευτέρῳ καὶ πνευματικῷ νόμῳ. «τὸ δὲ παι‐ δίον ὃ ἐὰν τέκῃ» καὶ γεννήσῃ ἡ | |
130 | συνοικήσασα τῷ δευτέρῳ καὶ πνευ‐ ματικῷ ἀδελφῷ ψυχὴ γυνή, καθίσταται «ἐκ τοῦ ὀνόματος» τοῦ ἀδελφοῦ αὐτοῦ «τοῦ τετελευτηκό‐ τος», καὶ γίνεται οὐκ ἐκ τοῦ προ‐ | |
135 | τέρου μὲν ὁμώνυμος δὲ τῷ προ‐ τέρῳ· ὄνομα γὰρ τῷ γεννήματι ἐκ τοῦ πνευματικοῦ νόμου ἐστὶ τὸ ὄνομα τοῦ τετελευτηκότος, ἐπεὶ κἀκεῖνος ἐκαλεῖτο νόμος 〈νόμοσ〉 | |
140 | θεοῦ, καὶ οὐ χρή γε ἐξαλείφεσθαι ἀπὸ τοῦ διορατικοῦ καὶ ἀληθῶς Ἰσραὴλ «τὸ ὄνομα» τοῦ ἀποθανόντος ἀν‐ δρός, κἂν αὐτὸς ἐξαλειφθῇ. | |
17.32 | Ταῦτα μὲν οὖν ἐκ μέρους εἰρήσθω περὶ τοῦ νόμου. θεοῦ δὲ ἡμῖν πάλιν ἢ καὶ μᾶλλον χρεία, ἐν Χριστῷ φωτίζοντος τὸν νοῦν ἡμῶν | |
5 | πρὸς θέαν τῶν ἑξῆς. «ἐὰν» γὰρ «μὴ βούληται (φησὶν) ὁ ἄνθρωπος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀναβήσεται ἡ γυνὴ τοῦ ἀδελφοῦ | |
10 | αὐτοῦ ἐπὶ τὴν πύλην ἐπὶ τὴν γε‐ ρουσίαν καὶ ἐρεῖ» τὰ ἐπιφερόμενα. | |
καὶ πρῶτόν γε παρατήρει ὅτι, ἐς ὅσον 〈μὲν〉 καὶ ἡ γυνὴ ἐποίει τὸ ὑπὸ τοῦ νόμου προστεταγμένον, καὶ ὁ | ||
15 | ἀνὴρ εἰσιὼν πρὸς αὐτὴν συνῴκει αὐτῇ καὶ ἐτέκνου ἐξ αὐτῆς, ἄνθρωπος οὐκ εἴρητο ἀλλὰ «ἀδελφὸς» ἀνδρὸς τῆς γυναικός· ὅτε δὲ οὐ βούλεται «λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ | |
20 | αὐτοῦ» καὶ «οὐ θέλει ἀναστῆσαι τοῦ ἀδελφοῦ αὐτοῦ τὸ ὄνομα ἐν Ἰσραήλ», καὶ καλούμενος ὑπὸ τῆς γερουσίας «τῆς πόλεως» λέγει· «οὐ βούλομαι λαβεῖν αὐτὴν» | |
25 | καὶ ἀτιμοῦται ὑπολυόμενος «τὸ ὑπό‐ δημα» καὶ ἐμπτύεται «εἰς τὸ πρό‐ σωπον» ἀπὸ τῆς γυναικὸς καὶ μετο‐ νομάζεται, ἵνα «τὸ ὄνομα αὐτοῦ» ᾖ «[ὁ] οἶκος τοῦ ὑπολυθέντος τὸ | |
30 | ὑπόδημα», τότε 〈οὐκέτι ἀδελφὸς ἀλλ’〉 «ἄνθρω‐ πος» λέγεται· οἱονεὶ γὰρ διὰ μὲν τῆς τηρήσεως τοῦ νόμου ἐλέγετο αὐτῷ τὸ «ἐγὼ εἶπα· θεοί ἐστε 〈καὶ | |
35 | υἱοὶ〉 ὑψίστου 〈πάντεσ〉»· διὰ δὲ τοῦ τὰ ἐναντία τῷ νόμῳ ποιεῖν οἱονεὶ ἐλέγχεται ὑπὸ τοῦ λόγου φάσκοντος πρὸς αὐτόν· «ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε». | |
40 | καὶ πρόσχες εἰ δύνασαι νοῆσαι μετὰ τὸν θάνατον τῆς ἐκδοχῆς τοῦ γράμματος εἶναι ἄλλην 〈τινὰ〉 ἐκ‐ δοχὴν τοῦ νόμου διημαρτημένην καὶ οὐ πνευματικὴν οὐδὲ ἀνεπίληπτον, | |
45 | πλὴν τὴν γένεσιν ἔχουσαν 〈ἐκ τοῦ νόμου〉 ἡμαρτημένην μὲν ἀπὸ δὲ τῆς ἀφορμῆς τῶν ἐν τῷ νόμῳ γεγραμμέ‐ νων ἀρχομένην, καὶ οὐ βουλομένην «ἀναστῆσαι τὸ ὄνομα | |
17.32(50) | τοῦ ἀδελφοῦ αὐτοῦ» καὶ τιμῆσαι τὸ ὄνομα τοῦ νόμου. οὐ βούλεται δὲ ἡ τοιαύτη ἐκδοχὴ παραλαβεῖν τὴν γυναῖκα τοῦ ἀδελ‐ φοῦ αὐτοῦ ψυχήν· οὐδὲ γὰρ θέλει | |
55 | καρποφορῆσαι ἐπὶ τῷ δοξάσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἀδελφοῦ. διὸ ἡ γυνὴ οὐ κάτω ἕστηκεν ἡ ἑτοίμη τιμῆσαι τὸν πρότερον ἄνδρα αὐτῆς, ἀλλὰ ἀναβαίνει «ἐπὶ τὴν πύλην» καὶ τὴν | |
60 | εἴσοδον τῆς πόλεως ἑαυτῆς ἔχουσαν καὶ «γερουσίαν». καὶ νοείσθω ταῦτα γινόμενα κατὰ τὴν ἐκκλησίαν καὶ τὴν εἰς αὐτὴν εἰσαγωγὴν καὶ εἴσοδον. | |
65 | Ἐλέγχει οὖν ἡ γυνὴ τὸν μὴ βουλόμενον ἄνδρα καρποφορῆσαι τὸν τοιόνδε λόγον καὶ λέγει· «οὐ θέλει | |
ὁ ἀδελφὸς τοῦ ἀνδρός μου ἀναστῆ‐ σαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ | ||
70 | ἐν Ἰσραήλ». εἶτα «ἡ γερουσία τῆς πόλεως» ἐκείνης ἐξετάζουσα τὸν τοιοῦτον ἄνδρα πυνθάνεται εἰ ἀληθῶς οὐ βούλεται. | |
75 | ἀποκριναμένου δὲ ἐκείνου τὸ μὴ βούλεσθαι, προσέρχεται αὕτη πρὸς τὸν μὴ βουληθέντα ἐξαναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐπὶ τῆς γερουσίας ἐλέγχει αὐτὸν καὶ | |
80 | ἀτιμάζει ὑπολύουσα «τὸ ὑπόδημα αὐτοῦ τὸ ἕν». καὶ σκόπει ἐν τού‐ τοις διὰ τὸ «λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου» εἰρημένον πρὸς Μωσέα καὶ Ἰησοῦν καὶ τὸ «〈οὗ〉 οὐκ | |
85 | εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ», γεγραμ‐ μένον ἐν τῷ κατὰ Λουκᾶν καὶ 〈ἐν τῷ〉 κατὰ Μᾶρκον καὶ ἐν τῷ κατὰ Ἰωάννην, | |
90 | μήποτε οὐ ταὐτόν ἐστι τὸ λῦσαι τὸ ὑπόδημα τῷ ὑπολῦσαι· οὐ γὰρ ὑπολύσασθαι κελεύεται Μωσῆς ἢ Ἰησοῦς, οὐδὲ Ἰωάννης περὶ τοῦ | |
σωτῆρος ὠνόμασε τὸ ὑπο〈λῦσαι | ||
95 | ἀλλὰ τὸ〉 λῦσαι. οὗτος οὖν ὁ παρα‐ νομῶν οὔτε ἐξ ὅλων ὑπολέλυται οὔτε πάντη τῇ ὑποδέσει κεκόσμηται, ἀλλ’ ἐξ ἡμισείας ἑκάτερον ἔχει. διὸ ἐμ‐ | |
17.32(100) | πτύει «εἰς τὸ πρόσωπον αὐτοῦ» ἡ ἐπὶ τῆς γερουσίας ἐλέγξασα αὐτὸν γυνή· ἐμπτύει γὰρ πᾶσα ψυχὴ τῷ οὐ τεκνοποιοῦντι οὐδὲ καρποφοροῦντι λόγῳ, καὶ διὰ τῆς | |
105 | ἀνατροπῆς ὑπολύει αὐτὸν ἐν οἷς πταίει καὶ «ἀποκριθεῖσα» λέγει ὅτι «οὕτως ποιήσουσι τῷ ἀνθρώπῳ ὃς οὐκ οἰκοδομεῖ τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ». | |
110 | καὶ πρόσχες πάλιν ἐνταῦθα ὅτι δεύτερον τὸ ἄνθρωπος ὠνόμασται ἐπὶ τοῦ ἁμαρτάνοντος, νῦν δ’ ἤδη καὶ μὴ οἰκοδομοῦντος «τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ». | |
115 | πᾶς οὖν ὁ βλέπων τοῦτον τὸν ἄνθρω‐ πον ὑπολυόμενον ἀπὸ γυναικὸς καὶ ἐμπτυόμενον καὶ ἀκούων αὐτῆς λε‐ γούσης· «οὕτω ποιήσουσι τῷ ἀν‐ θρώπῳ, ὃς οὐκ οἰκοδομεῖ τὸν οἶκον | |
120 | τοῦ ἀδελφοῦ αὐτοῦ», «πάντα πρὸς οἰκοδομὴν» τοῦ ἀδελφοῦ ποιείτω· εἰ γὰρ μὴ οἰκοδομήσαι «τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ» 〈νόμου〉, ὑπο‐ λυθήσεται «τὸ ἓν ὑπόδημα» καὶ ἐμ‐ | |
125 | πτυσθήσεται καὶ «τὸ ὄνομα» παντὸς τοῦ τοιούτου «ἐν Ἰσραὴλ» παρὰ 〈πᾶσι〉 τοῖς ὁρῶσι «κληθήσεται οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα». Ἴδωμεν δὲ καὶ δευτέραν εἰς | |
130 | τὸν ἐκκείμενον τόπον διήγησιν, καὶ ἔστωσαν δύο νόμοι ἀδελφοί, καθ’ οὓς ὁ μὲν τηρήσας τὸν πρότερον οὐκ ἦν «ἄνομος θεοῦ», ὁ δὲ τὸν δεύτερον φυλάσσων ἐστὶν «ἔννο‐ | |
135 | μος Χριστοῦ». καὶ νόει μοι κατὰ τὴν Χριστοῦ παρουσίαν τεθνηκέναι τὸν πρότερον νόμον, ἄνθρωπον τῆς τῶν ἀνθρώπων ψυχῆς, ἐπεὶ μὴ «δεδό‐ ξασται τὸ δεδοξασμένον ἐν τούτῳ | |
140 | τῷ μέρει» πρότερον «ἕνεκεν τῆς | |
ὑπερβαλλούσης δόξης» τῆς κατὰ τὸ δεύτερον· δεύτερον δὲ νόμον τοῦ Χριστοῦ, ἀδελφὸν ὄντα τοῦ προ‐ τέρου καὶ διὰ Μωσέως καὶ υἱὸν τοῦ | ||
145 | αὐτοῦ λόγον, ὃς καὶ τὸν πρότερον ἐγέννησε. κατοικούντων οὖν τού‐ των τῶν δύο ἀδελφῶν «ἐπὶ τὸ αὐτὸ» μάλιστα κατὰ τὴν παρου‐ σίαν ἀπέθανεν ὁ εἷς ἐξ αὐτῶν καὶ | |
17.32(150) | οὐκ ἦν αὐτῷ σπέρμα. ἀλλὰ ἡ γυνὴ τοῦ τεθνηκότος μετὰ τὸν θάνατον τοῦ προτέρου ἀνδρός, ἡ ὑπὸ νόμον ψυχή, οὐ γίνεται «ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι»· ἐγγίζει γὰρ ἀνήρ, ὁ | |
155 | τοῦ εὐαγγελίου νόμος, ὡς ἀδελφὸς τοῦ ἀνδρὸς τεθνηκότος τῷ προ‐ τέρῳ νόμῳ, καὶ εἰσέρχεται πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ. οἷον ὡς ἐπὶ παραδείγματος ἰδέ μοι τὴν | |
160 | Παύλου ψυχὴν «ὑπὸ νόμον», εἶτα διὰ Χριστὸν ἐξαγοράσαντα αὐτὸν ἀπὸ τοῦ νόμου γενομένην ὑπὸ τὸ εὐαγγέλιον. καὶ ὅρα εἰ μὴ ἀπέθανεν ὁ ἀνὴρ τῆς Παύλου ψυχῆς, καὶ οὐδὲν | |
165 | ἧττον ἀποθανόντος ἐκείνου ἡ γυνὴ τοῦ τεθνηκότος οὐ γέγονεν «ἔξω», ὡς οἴονται οἱ ἀπὸ τῶν αἱρέσεων, οὐδὲ «ἀνδρὶ μὴ ἐγγίζοντι». ὁ γὰρ «ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς» εἰσῆλθε | |
170 | πρὸς αὐτὴν καὶ ἔλαβεν «αὐτὴν ἑαυτῷ εἰς γυναῖκα» καὶ συνῴκησεν αὐτῇ, καὶ γέγονεν ὁ καρπὸς καὶ τὸ γέννημα καὶ «τὸ παιδίον» καὶ τὸ | |
τεχθὲν «ἐκ τοῦ ὀνόματος τοῦ τετε‐ | ||
175 | λευτηκότος». κατὰ γὰρ τὸν πνευ‐ ματικὸν νόμον τὸ εὐαγγέλιον ὀνο‐ μάζει πάντα, καὶ οὐκ ἐξήλειπται τὸ ὄνομα τοῦ τετελευτηκότος, ὅτε ἐλήλυθεν ὁ νόμος τοῦ εὐαγγελίου· | |
180 | παρὰ γὰρ τῷ ἀληθινῷ Ἰσραὴλ τηρεῖται καὶ τὸ ὄνομα τοῦ προτέρου. τίς δὲ μετὰ ταῦτα ὁ μὴ βουλόμενος ἄνθρωπος «λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἑαυτοῦ» ἢ ὁ ἐν ταῖς αἱρέ‐ | |
185 | σεσι λόγος, μὴ βουλόμενος τὴν τιμήσασαν ψυχὴν τὸν πρότερον ἄνδρα καὶ τὴν μνήμην τοῦ προτέρου ἀν‐ δρὸς παραδέξασθαι; καθ’ οὗ ἀνα‐ βαίνει ἡ γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ | |
190 | «ἐπὶ τὴν πύλην», περὶ ἧς λέλεκται τὸ «αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ» καὶ ἀνα‐ βαίνει «ἐπὶ τὴν γερουσίαν» καὶ διαμαρτύρεται περὶ τοῦ μὴ βου‐ | |
195 | λομένου «ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ ἐν Ἰσραὴλ» μηδὲ τιμῆσαι τὸν τοῦ θεοῦ διὰ Μωσέως νόμον. ἐπὰν οὖν «ἡ γερουσία» πύ‐ θηται τοῦ τοιούτου ἀνθρώπου εἰ | |
17.32(200) | ἀληθῆ περὶ αὐτοῦ λέγει ἡ γυνὴ καὶ οὐ βούλεται ἐξαναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ, τότε προσέρχε‐ ται «ἡ γυνὴ» τοῦ τεθνηκότος «ἐναν‐ τίον τῆς γερουσίας» καὶ ὑπολύει | |
205 | «τὸ ὑπόδημα τὸ ἓν ἀπὸ τοῦ ποδὸς αὐτοῦ», ἵνα κἂν ᾖ ὑποδεδεμένος τὸ Χριστοῦ ὄνομα, ὑπολελυμένος τε ᾖ τὸ τοῦ θεοῦ ὄνομα καὶ διὰ τοῦτό γε οὐκ ἐνδόξως οὐδὲ ἀληθῶς τὸ | |
210 | Χριστοῦ φορῶν ὄνομα. ἐμπτύει δὲ | |
καὶ «εἰς τὸ πρόσωπον» τοῦ τοιούτου ἡ γυνὴ καὶ ὀνειδίζει ὡς ἀνθρώπῳ αὐτῷ, καὶ οὐ βουληθέντι θεοποιη‐ θῆναι ἐκ τοῦ καρποφορῆσαι· καί | ||
215 | φησιν οὕτω παντὶ ἔσεσθαι τῷ μὴ οἰκοδομήσαντι «τὸν οἶκον τοῦ ἀδελ‐ φοῦ αὐτοῦ», τοῦ εὐαγγελικοῦ λόγου, ὃς νομικός ἐστι καὶ προφητικός. καὶ ἄλλο ὄνομα οὐχ ἕξει ὁ μὴ οἰκο‐ | |
220 | δομῶν τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς Ἰσραηλίταις ἢ τοῦτο ὅτι «οἶκός» ἐστιν οὗτος «τοῦ ὑπολυθέντος τὸ ὑπόδημα». πᾶς οὖν ὁ ἐν αἱρέσεσι, μάλιστα ταῖς διακοπτούσαις τὴν | |
225 | θεότητα καὶ τὸν νόμον ἀπὸ τοῦ εὐαγγελίου χωριζούσαις, καλινδού‐ μενος «οἶκός» ἐστι «τοῦ ὑπολυ‐ θέντος ὑπόδημα», ἐμπτυόμενος «εἰς πρόσωπον» καὶ ὑπολυόμενος «τὸ ἓν | |
230 | ὑπόδημα». Καὶ τρίτην δὲ τοιαύτην ὑπό‐ νοιαν εἰς τὸν τόπον ἐξεδεξάμεθα, ἣν διὰ βραχέων ἐροῦμεν. γυνὴ μὲν ἡ σοφία εἴρηται διὰ τὸ «ταύτην | |
235 | ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ», 〈ἣν〉 καὶ ἐρᾶν δεῖ κατὰ τὸν εἰπόντα Σολομῶνα· «ἐράσθητι αὐ‐ τῆς, καὶ τηρήσει σε», ἀνὴρ δὲ αὐτῆς ὁ σοφός. ἐὰν οὖν ὁ σοφὸς μὴ γεννή‐ | |
240 | σας τινὰς ἐκ τῆς σοφίας ἀπαλλαγῇ τοῦ βίου, ὁ κατοικήσας μετ’ αὐτοῦ ἀδελφὸς καὶ ἐν τοῖς αὐτοῖς ἀνα‐ παυσάμενος λόγοις πρεσβευέτω τῶν αὐτῶν, ἵνα γεννηθῇ ἐκ τῆς σοφίας ὁ | |
245 | κλέος περιποιήσων τῷ ἀπαλλαγέντι | |
τῆς συμβιώσεως 〈τῷ〉 τὸν καρπὸν παραστῆσαι. εἰ δὲ μὴ βούλοιτο πρεσβεῦσαι ὁ καταλειπόμενος ἀδελ‐ φὸς τῶν λόγων, ἀτιμασθήσεται ὑπὸ | ||
17.32(250) | τῆς σοφίας ἐξ ἡμισείας αὐτὸν ὑπο‐ λυούσης· οὔτε γὰρ οὐχ ὑπολυθή‐ σεται ὁ τοιοῦτος οὔτε τελείως ὑπολυ‐ θήσεται. εἰς δὲ κατασκευὴν τοῦ τὸν | |
255 | νόμον ἄνδρα λέγεσθαι κατὰ τὴν γραφὴν γυναικὸς τῆς ψυχῆς, παραθησόμεθα τὰ ἀπὸ τῆς πρὸς Ῥωμαίους οὕτως ἔχοντα· «ἢ ἀγνο‐ εῖτε, ἀδελφοί, γινώσκουσι γὰρ νόμον | |
260 | λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ;» καὶ τὰ ἑξῆς ἕως τοῦ «γενομένην ἀνδρὶ ἑτέρῳ». | |
265 | εἴρηται δὲ πλείονα ἡμῖν εἰς τὸν τόπον διηγουμένοις τὸ χωρίον του〈τὶ〉 τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς ἐν τοῖς εἰς αὐτὴν ἐξηγητικοῖς. | |
17.33 | ταῦτα μέν, εἰ καὶ μετὰ παρεκβάσεως λε‐ λέχθαι δοκεῖ, εἰρήσθω εἰς σαφήνειαν τοῦ παρὰ Μωσεῖ νόμου, οὗ μνη‐ | |
5 | σθέντες οἱ Σαδδουκαῖοι ἐπύθοντο τοῦ σωτῆρος λέγοντες τὸ Μωσῆς εἶπεν· ἐάν τις ἀποθάνῃ μὴ ἔχων | |
τέκνα | ||
10 | καὶ τὰ ἑξῆς. Φέρε δὲ μετὰ ταῦτα τὰ ἄλλα τοῦ εὐαγγελίου ἐξετάσωμεν τὰ ἀπὸ τοῦ ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας | |
15 | ἐτελεύτησε καὶ τὰ ἑξῆς. ὁ μὲν Ἡσαΐας ἐν τῇ προφητείᾳ φησίν· «ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀν‐ θρώπου ἑνὸς λέγουσαι· τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια | |
20 | ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνο‐ μα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν». οἱ δὲ προσελθόντες Σαδδουκαῖοι τῷ σω‐ τῆρι τὸ ἀνάπαλιν τῇ προφητείᾳ | |
25 | φασὶ περὶ ἀνδρῶν ἑπτὰ γαμησάν‐ των μίαν γυναῖκα. πλάσμα δὲ δοκεῖ μοι εἶναι τὸ πρόβλημα αὐτῶν, προθεμένων διὰ τοῦ πλάσματος τὸν περὶ ἀναστάσεως ἀθετῆσαι λόγον | |
30 | καὶ οἰηθέντων ἀκολουθεῖν τῇ ἀναστά‐ σει τὸ ἕκαστον τῶν ἀνισταμένων τὴν αὐτὴν ἔχειν σχέσιν πρὸς οὓς εἶχεν ἐν τῷ βίῳ τούτῳ, ἵν’ ὁ μὲν ἀνὴρ | |
35 | ἀπολάβῃ καὶ τὴν γυναῖκα μετὰ τὸ τυχεῖν ἀναστάσεως, ὁ δὲ πατὴρ μείνῃ ἐν τῇ σχέσει τῇ πρὸς τὸν υἱὸν καὶ ὁ ἀδελφὸς πρὸς τὸν ἀδελ‐ φόν. | |
40 | ἠγνόουν δὲ ἄρα ὅτι ὁ δημιουργὸς πάντα ποιῶν πρὸς τὸ χρήσιμον, | |
ὅπου μὲν γένεσίς ἐστι καὶ φθορά, πεποίηκεν ἀναγκαίως τὰς τοιαύτας σχέσεις, ἵν’ ὁ μέν τις ᾖ ἀνὴρ διὰ | ||
45 | γυναικὸς διακονούμενος παίδων γε‐ νέσει, οἱ δὲ γεννώμενοι σχῶσί τι ἐκ τῆς διὰ τῶν αὐτῶν γενέσεως συγ‐ γενές, ὄντες ἀδελφοί· γενέσεως δὲ ἔργον ἦν καὶ πατὴρ καὶ υἱὸς καὶ | |
17.33(50) | μήτηρ καὶ θυγάτηρ. εἰ οὖν ἐν τῇ μακαριότητι οἱ γέρως ἀξιούμενοι διὰ τὸν ἐνεστηκότα αἰῶνα ἐν ᾧ καλῶς ἐβίωσαν ἐν ἐκείνῃ ἔσονται τῇ ζωῇ, καὶ οὐδεὶς τῶν μὴ ἀγωνισα‐ | |
55 | μένων ἐνταῦθα καταξιοῦται τῆς ἐκ νεκρῶν ἀναστάσεως, δηλονότι ὧν ἐνταῦθα διὰ γένεσιν χρεία ἦν, ταῦτα οὐκ ἔσται ἐκεῖ. οὐδὲν γὰρ παρέλκον ὁ θεὸς ποιεῖ οὐδὲ μάτην τι παρ’ | |
60 | αὐτῷ γίνεται. ἐχρῆν δὲ ὁρᾶν 〈τότε〉 τοὺς Σαδδου‐ καίους τὸ ἀκόλουθον αὐτῶν τῇ ὑπονοίᾳ περὶ τοῦ ἕκαστον ἀπο‐ λήψεσθαι τὴν ἑαυτοῦ γυναῖκα, ὅτι | |
65 | πάλιν ἐκεῖ τεκνογονίαι καὶ παίδων γενέσεις καὶ θάνατοι· εἰ δὲ ταῦτα καὶ νόσοι, εἰ δὲ γενέσεις καὶ νη‐ πιότητες καὶ προβάσεις ἀπὸ νη‐ πιότητος ἐπὶ τὸ συμπληροῦσθαι | |
70 | 〈τὴν〉 διάλεκτον καὶ ὕστερον τὸν λό‐ γον καὶ ἐν τῇ συμπληρώσει τοῦ λόγου κακίαν, καὶ μόλις ποτὲ πάλιν ἀρε‐ τὴν ἐν ὀλίγοις τοῖς ζητοῦσιν αὐτὴν | |
εὑρίσκεσθαι. | ||
75 | Τούτων δὲ τί ἂν εἴη ματαιότε‐ ρον; καὶ βέλτιόν γέ ἐστι μὴ εἶναι ἀνάστασιν τοῦ τοιαύτην εἶναι ὁποίαν ὑπενόουν οἱ Σαδδουκαῖοι, ὑπολαμβάνοντες ἀκολουθεῖν τῇ ἐκ | |
80 | νεκρῶν ἀναστάσει τὸ ἀπολαμβά‐ νειν ἕκαστον τὴν γυναῖκα· ᾧ ἀκόλου‐ θον ἦν καὶ ἕκαστον τῶν εἰρημένων ἔσεσθαι. εἴπερ οὖν καινὸς αἰών ἐστιν ἐλπιζόμενος καὶ (ὡς ὠνό‐ | |
85 | μασεν Ἡσαΐας) «οὐρανὸς καινὸς καὶ γῆ καινὴ» καὶ ὡς ἐν τῷ εὐαγγε‐ λίῳ γέγραπται «ποτήριον» καινῆς διαθήκης, ἀπὸ ἀμπέλου οἶμαι καινῆς, ἑτεροῖα δεῖ εἶναι πάντα τὰ τῆς | |
90 | ἐκεῖσε ζωῆς καὶ ἀληθῶς μακάρια. ὥσπερ δέ, ὡς ὁ λόγος ἀπέδειξεν, ἠκολούθησε τῷ εἶναι γυναῖκα καὶ ἄνδρα τὸ ἔσεσθαι καὶ τέκνα πα‐ τέρων καὶ ἀδελφοὺς ἀδελφῶν καὶ | |
95 | μητέρας τῶν γεννωμένων, οὕτω μή‐ ποτε ἀκολουθεῖ τῷ μὴ εἶναι γυ‐ ναῖκα ἢ ἄνδρα τὸ μηκέτι ἔσεσθαι πατέρα καὶ μητέρα καὶ ἀλλήλων τινὰς ἀδελφούς, τάχα οὐ περὶ μελλόν‐ | |
17.33(100) | των μόνον ἀλλὰ καὶ τῶν παρεληλυ‐ θότων. ἐκεῖ γὰρ οὐκέτι τοῦ κατὰ σάρκα γένους ἔσται μνήμη παρὰ τοῖς εὐλόγως ἀκούουσι τοῦ «μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ | |
105 | ἀρχαῖα μὴ συλλογίζεσθε· ἰδοὺ ποιῶ καινὰ πάντα». καὶ κατὰ τοῦτο ἐν τῷ μέλλοντι αἰῶνι οὐ χρηματίσει πατὴρ τοῦ Ἀβραὰμ ὁ Θάρρα οὐδὲ | |
τοῦ Ἰσμαὴλ καὶ τῶν ἀπὸ Χεττού‐ | ||
110 | ρας ὁ Ἀβραάμ, τάχα δὲ οὐδὲ τοῦ Ἰσαάκ· «τὰ γὰρ ἀρχαῖα παρῆλθε» καὶ τότε λεχθήσεται τὸ «ἰδοὺ γέγονε καινὰ πάντα». εἰ δέ ἐστιν ἄλλως τις παρὰ «τὸ κατὰ | |
115 | σάρκα» ἀδελφὸς καὶ ἑτέρως παρὰ τὰ ἐν γενέσει πράγματα πατὴρ καὶ υἱός, οὐκέτι διὰ γυναικὸς οὐδὲ δι’ ἀσχημόνων μερῶν τοῦ σώματος, | |
120 | ἀλλὰ ἀνάλογον τῷ καὶ τὸν σωτῆρα υἱὸν εἶναι τοῦ θεοῦ, ἐπιστήσει ὁ δυνάμενος τὰ τηλικαῦτα ὀρθῶς ζη‐ τεῖν χωρήσας «τὸ πάντα» ἐρευνῶν «πνεῦμα, καὶ τὰ βάθη τοῦ θεοῦ». | |
125 | Ἐγὼ δὲ οὐ μόνον ἐπὶ τούτων τὸ ἑτεροῖον καὶ ὥσπερ ὁμώνυμον παραλαμβάνω, λέγω τὰ ἀδελφοῦ καὶ πατρὸς καὶ υἱοῦ, ἀλλὰ καὶ περὶ γυναικὸς | |
130 | καὶ ἀνδρός. ἐν γὰρ τῇ ἀναστάσει τῶν νε‐ κρῶν ἀληθὲς καὶ τὸ οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, | |
135 | ἀληθὲς δὲ καὶ τὸ ὡς ἐν παραβολῇ εἰρημένον περὶ ἑτεροίου παρὰ τοὺς ἐπὶ γῆς γάμους ἐν τῷ «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις | |
140 | ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ» καὶ | |
τὰ ἑξῆς καὶ ἐν τῷ «τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρ‐ θένοις, αἵτινες λαβοῦσαι τὰς λαμ‐ | ||
145 | πάδας αὐτῶν» καὶ τὰ ἑξῆς. οὐκοῦν ὁ υἱὸς τοῦ βασιλέως ἐν τῇ ἀναστάσει τῶν νεκρῶν γαμεῖ γάμον παρὰ πάντα γάμον, ὃν ὀφθαλμὸς εἶδε καὶ οὖς ἤκουσε «καὶ ἐπὶ | |
17.33(150) | καρδίαν ἀνθρώπου» ἀνέβη· καὶ ἔσται ὁ σεμνὸς καὶ θεῖος ἐκεῖνος καὶ πνευματικὸς γάμος ἐν ἀρρήτοις ῥή‐ μασιν, ἃ μὴ ἔξεστιν ἀνθρώπῳ λα‐ λεῖν. ζητήσει δέ τις εἰ ἀνάλογον | |
155 | τῷ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν τοῦ νυμφίου γάμῳ εἰσὶ καὶ ἄλλοι γάμοι ἢ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν μόνος ὁ νυμφίος, καταρ‐ γήσας πάντα γάμον, γαμεῖ γάμον, | |
160 | οὐχ ὅπου «ἔσονται οἱ δύο εἰς σάρκα μίαν», ἀλλ’ ὅπου κυριώτερόν ἐστιν εἰπεῖν ὅτι ἓν πνεῦμά εἰσιν ὁ νυμ‐ φίος καὶ ἡ νύμφη. ἀλλ’ ὅρα μή‐ ποτε ὀλίσθῃς ἀκούων τοιούτων λό‐ | |
165 | γων πρὸς τὸ τὴν περὶ τῶν αἰώνων μυθοποιίαν, ἀρρένων καὶ θηλειῶν, παραδέξασθαι κατὰ τοὺς ἀναπλά‐ σαντας τὰς συζυγίας αὐτῶν οὐδαμῶς 〈οὔσας οὐδ’〉 ὑπὸ τῶν ἱερῶν γραμ‐ | |
170 | μάτων δηλουμένας. | |
17.34 | Ἐπεὶ οὐδεμιᾶς τροπο‐ | |
λογίας δεῖται τὸ πύσμα τῶν Σαδ‐ δουκαίων περὶ τῶν ἑπτὰ ἀδελφῶν ἐσχηκότων μίαν γυναῖκα, | ||
5 | φέρε κατανοήσωμεν τοὺς τοῦ σωτῆ‐ ρος περὶ ταῦτα λόγους, ἐν οἷς φησι· πλανᾶσθε μὴ εἰδότες τὰς γρα‐ φὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. ἐν γὰρ τῇ ἀναστάσει | |
10 | οὔτε γαμοῦσιν οὔτε γαμίζον‐ ται, ἀλλ’ εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ. πρὸς τοῦτο δὲ ζητήσει τις τοιαῦτα· ὁ λέγων σω‐ τὴρ τοῖς Σαδδουκαίοις· πλανᾶσθε | |
15 | μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ ἐμφαί‐ νει κατὰ τὰς γραφὰς παρίστασθαι τὸ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν μὴ εἶναι γάμους, ἅτε τῶν ἀνθρώπων | |
20 | 〈ὁμοιωθ〉ησομένων τοῖς ἐν οὐ‐ ρανῷ ἀγγέλοις παρ’ οἷς οὐκ ἔστι γάμος. ποία οὖν γραφὴ δηλοῖ ὅτι ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν | |
25 | οὔτε γαμίζονται; καὶ ποῦ τοῦ νόμου ἢ τῶν προφητῶν μανθάνο‐ μεν περὶ τῶν ἀναστησομένων ὅτι ἔσονται ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι; σαφῶς γὰρ τοιαῦτα ἐν τῇ | |
30 | παλαιᾷ γραφῇ οὐχ εὑρίσκομεν. κατὰ μὲν τὸν Λουκᾶν τοῦτο οὐ ζητηθήσεται, ἀναγράψαντα τὸν σω‐ τῆρα εἰρηκέναι· «οἱ υἱοὶ τοῦ αἰῶνος | |
τούτου γεννῶσι καὶ γεννῶνται, γα‐ | ||
35 | μοῦσι καὶ γαμίσκονται» καὶ 〈τὰ〉 ἑξῆς καὶ μὴ εἰπόντα ἐν τῷ τόπῳ τούτῳ τι πρὸς τοὺς Σαδδουκαίους καὶ περὶ τοῦ ἐν ταῖς γραφαῖς ταῦτα δηλοῦσθαι. κατὰ δὲ τὸν | |
40 | Ματθαῖον ζητηθείη ἄν, ὁμοίως δὲ καὶ κατὰ τὸν Μᾶρκον· κατ’ αὐτὸν γὰρ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε τοῖς Σαδδουκαίοις· «οὐ διὰ τοῦτο πλα‐ νᾶσθε μὴ γινώσκοντες τὰς γραφὰς | |
45 | μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γα‐ μοῦσιν οὔτε γαμίσκονται, ἀλλ’ εἰσὶν ὡς οἱ ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς». Ἕκαστος μὲν οὖν τῶν ἐπιστη‐ | |
17.34(50) | σάντων τῇ ἐπαπορήσει ἡμῶν ζη‐ τείτω ἀπὸ τῶν γραφῶν παριστάμενα τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα περὶ τῶν μετὰ τὴν ἀνάστασιν. | |
55 | ἡμεῖς δὲ τοιαῦτα φήσομεν ὅτι πε‐ ριέχουσι ταῦτα αἱ γραφαὶ οὐκ αὐτο‐ λεξεὶ οὐδ’ ὥστε τοῖς τυχοῦσι νοη‐ θῆναι, ἀλλ’ ἐν τροπολογίᾳ. | |
60 | «σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελ‐ λόντων ἀγαθῶν» καὶ νομοθετήσας τινὰ περὶ γυναικῶν καὶ ἀνδρῶν καὶ διηγησάμενος γάμους δικαίους, οὐ περὶ τούτων προηγουμένως λέγει ἃ | |
65 | ἐκ τῆς προχείρου λέξεως ἐκλάβοι τις ἄν, ἀλλὰ περὶ ὧν καὶ ἡμεῖς | |
προαπεφήναμεν παραθέμενοι τὰ περὶ τοῦ γάμου τοῦ σωτῆρος 〈καὶ τῆς ἐκκλησίασ〉 ἐσομένου ἐν τῷ μέλλοντι | ||
70 | αἰῶνι. οἷον 〈εἰ〉 «Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας, καὶ ὁ μὲν ἐκ τῆς παι‐ δίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγ‐ | |
75 | γελίας», οὐ πάντως στῆναί με δεῖ ἐπὶ τοῦ αἰσθητοῦ γάμου τῆς ἐλευ‐ θέρας καὶ τῆς πρὸς τὴν παιδίσκην κοινωνίας· ταῦτα γάρ «ἐστιν ἀλλη‐ γορούμενα». ἀλλ’ εἰ καὶ «ἕνεκεν | |
80 | τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυ‐ ναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», οὐχ οὕτως ἀκουστέ‐ | |
85 | ον τοῦ λεγομένου ὡς οὐδὲν μυστή‐ ριον δηλοῦντος· «τὸ» γὰρ «μυστή‐ ριον τοῦτο μέγα ἐστὶ» καὶ (ὡς Παῦλός φησιν) «εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν» ἀναφερόμενον. | |
90 | καὶ πρὸ βραχέος δὲ ἐκθέμενοι τὸ περὶ τῆς γαμουμένης τῷ ἀδελφῷ τοῦ τετελευτηκότος ἀνδρὸς αὐτῆς ὡς ἐδυνήθημεν ἐξητάσαμεν τὸ βού‐ λημα τοῦ νόμου. | |
95 | εἰσὶ δὲ καὶ ἄλλοι μυρίοι περὶ γυ‐ ναικὸς καὶ ἀνδρὸς νόμοι (ὡς περὶ τοῦ βιβλίου τοῦ ἀποστα‐ σίου καὶ περὶ τῶν δύο γυναικῶν | |
ἑνὶ ἀνδρὶ γινομένων, μιᾶς μὲν ἀγα‐ | ||
17.34(100) | πωμένης ἑτέρας δὲ μισουμένης, καὶ περὶ τῆς γαμουμένης αἰχμαλώτου τῷ αὐτῆς ἐρασθέντι, γαμουμένης δὲ μετὰ τὸ ξύρασθαι καὶ ἐν πενθικοῖς κλαῦσαι τὸν πατέρα καὶ τὴν μητέρα | |
105 | αὐτῆς), ὧν ἕκαστος τὸ σεμνὸν καὶ θεῖον ἔχει ἐν τῇ εὑρισκομένῃ ἀληθινῇ τροπολογίᾳ. εἴ τις οὖν ἀναγινώσκων τὸν νόμον καὶ τὰ περὶ γάμων | |
110 | γυναικῶν καὶ ἀνδρῶν διεξερχόμενος οἴεται μηδὲν πλέον τῶν ὑπὸ τοῦ γράμματος σημαινομένων *** δηλοῦ‐ σθαι, πλανᾶται μὴ εἰδὼς τὰς γρα‐ φὰς μηδὲ τὴν δύναμιν τοῦ | |
115 | θεοῦ. | |
17.35 | Ζητήσαι δ’ ἄν τις εἰ 〈τὸ〉 πλανᾶσθε μὴ εἰδότες τὰς γρα‐ φὰς λεγόμενον τοῖς Σαδδουκαίοις, μὴ προσιεμένοις ἄλλην γραφὴν ἢ | |
5 | τὴν νομικήν, ἀναφορὰν ἔχει καὶ ἐπὶ ἑτέρας παρὰ τὸν Μωσέως νόμον γραφάς. ὁ μὲν οὖν τις φήσει κατ’ αὐτὸ τοῦτο ἐγκαλεῖσθαι τοὺς Σαδ‐ δουκαίους ὅτι μὴ προσιέμενοι τὰς | |
10 | ἑξῆς τῷ νόμῳ γραφὰς πλανῶνται μὴ εἰδότες αὐτάς. | |
ἕτερος δὲ ἐρεῖ· ἀρκεῖ πρὸς τὸ τὴν πλάνην ἐλέγχεσθαι τῶν Σαδδου‐ καίων τὸ μὴ εἰδέναι αὐτοὺς τὰς κατὰ | ||
15 | Μωσέα γραφὰς τῷ μὴ ἐκλαμβάνειν τὸν ἐν ταύταις θεῖον νοῦν. δύο μέν‐ τοιγε πράγματά φησι μὴ εἰδέναι τοὺς Σαδδουκαίους, ἓν μὲν τὰς γρα‐ φάς, ἕτερον δὲ τὴν δύναμιν τοῦ | |
20 | θεοῦ, ἀφ’ ἧς δυνάμεως τὰ τῆς ἀνα‐ στάσεως γίνεται καὶ ἡ καινὴ ἐν αὐτῇ ζωή. δύναται δέ τις 〈λέγειν〉 τὸ μηδὲ τὴν δύναμιν τοῦ θεοῦ εἰδέναι λέγεσθαι τοὺς Σαδδουκαίους | |
25 | ἀναφέρειν ἐφ’ ἑαυτὸν τὸν σωτῆρα· ἐπείπερ Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ σοφία, καὶ ἠγνόουν αὐτὸν οἱ Σαδδουκαῖοι, ὡς μὴ εἰδότες τὰς περὶ αὐτοῦ γραφὰς μηδὲ οἷα δια‐ | |
30 | κονήσεται τῇ ἐκ νεκρῶν ἀναστάσει τῶν σωθησομένων. ὁ δὲ μὴ ἀρεσκό‐ μενος τῷ διὰ τῆς τροπολογίας λύε‐ σθαι τὸ περὶ τοῦ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν | |
35 | δύναμιν τοῦ θεοῦ ἐπηπορη‐ μένον, δυεῖν θάτερον ποι〈εῖν δε〉ήσει, ἢ ἀπι‐ στήσει τοῖς ἐκκειμένοις ῥητοῖς ὡς οὐ καλῶς ἀναγεγραμμένοις, τῷ μὴ ἂν | |
40 | τὸν σωτῆρα τὰ μὴ γεγραμμένα εἰρηκέναι ὡς γεγραμμένα, ἢ τολμή‐ σει ἀπιστῆσαι ὡς οὐκ ἀληθεύσαντι | |
τῷ Ἰησοῦ. καὶ τρίτος δ’ ἄν τις, ἐπὶ τοὺς ἀπο‐ | ||
45 | κρύφους καταφεύγων λόγους, ἔνθα δοκεῖ σαφέστερον τὰ περὶ τῆς μακαρίας γεγράφθαι ζωῆς, φήσει ἐπ’ ἐκείνους τὴν ἀναφορὰν εἶναι τῶν ἐνταῦθα γεγραμμένων ἐν τῷ | |
17.35(50) | πλανᾶσθε μὴ εἰδότες τὰς γρα‐ φάς. καὶ ὅρα εἰ μὴ πάντοθεν ἀτό‐ ποις περιπεσεῖται διὰ τὸ φεύγειν τὴν τροπολογίαν. | |
55 | εἴτε γὰρ τῇ γραφῇ ἀπιστεῖ, παρὰ τὸν ἐκκλησιαστικὸν ποιήσει λόγον· εἴτε τῷ Ἰησοῦ, ὡς κατὰ σάρκα Ἰουδαῖος τὸ τοιοῦτο ποιήσει· εἴτε ἐπὶ τοὺς ἀποκρύφους 〈λόγουσ〉 καταφεύξεται, | |
60 | οὐκ ἐπὶ ὁμολογούμενον πρᾶγμα παρὰ τοῖς πεπιστευκόσιν ἐλεύσεται. διόπερ ἐμοὶ οὐκ ἄλλως φαίνεται δύ‐ νασθαι λύεσθαι τὸ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν | |
65 | δύναμιν τοῦ θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γα‐ μοῦσιν οὔτε γαμίσκονται ἢ διὰ τῆς ἀνάλογον κειμένης ἀλλη‐ γορίας | |
70 | παρὰ τῷ ἀποστόλῳ ἐν τῇ πρὸς Γα‐ λάτας ἐπιστολῇ περὶ παιδίσκης καὶ ἐλευθέρας, ἀποδοθησομένης καὶ εἰς τὰς λοιπὰς γραφὰς ἔνθα περὶ ἀνδρὸς καὶ γυναι‐ | |
75 | κὸς λέλεκταί τι. καὶ ὥσπερ πλα‐ νῶνται οἱ διὰ τὸ μὴ τροπολογεῖν τὰ | |
προφητικὰ οἰόμενοι μέλλειν ἡμᾶς μετὰ τὴν ἀνάστασιν ἐσθίειν καὶ πί‐ νειν σωματικὰ βρώματα 〈καὶ πό‐ | ||
80 | ματα〉, ἐπεὶ 〈καὶ〉 αἱ λέξεις τῶν 〈προφητικῶν〉 γραφῶν τοιαῦτα πε‐ ριέχουσιν, οὕτως καὶ τὰ περὶ γάμων γεγραμμένα καὶ ἀνδρῶν καὶ γυναικῶν τηροῦντες ἐπὶ τοῦ ῥητοῦ καὶ οἰόμενοι | |
85 | συνουσίαις ἡμᾶς καὶ τότε χρήσεσθαι, δι’ ἃς οὐδὲ σχολάζειν ἐστὶ «τῇ προσ‐ ευχῇ» δυνατὸν ἐν μολυσμῷ πως ὄντων καὶ ἀκαθαρσίᾳ τινὶ τῶν χρω‐ μένων ἀφροδισίοις. | |
17.36 | Μετὰ ταῦτα ζητῶ πότερον τὸ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ ἐπὶ μόνον ἀναφέρεται τὸ ἐν | |
5 | γὰρ τῇ ἀναστάσει οὔτε γα‐ μοῦσιν οὔτε γαμίσκονται ἢ καὶ ἐπὶ τὸ ἀλλ’ εἰσὶν ὡς οἱ ἄγγε‐ λοι ἐν τῷ οὐρανῷ. οὐ γὰρ εὑρί‐ σκω, ποῦ τῆς γραφῆς λέγονται οἱ | |
10 | σωθησόμενοι εἶναι ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ· εἰ μὴ ἄρα τις καὶ τοῦτο φήσει δηλοῦσθαι ἐν τῷ «σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, τραφεὶς ἐν γήρᾳ καλῷ» καὶ | |
15 | 〈τῷ «προσετέθη πρὸς τὸν λαὸν αὐ‐ | |
τοῦ» ἢ〉 τῷ «προσετέθη πρὸς τὸ γένος αὐτοῦ». ἢ τῷ ἐν Δευτερονομίῳ λεγομένῳ περὶ ἀνθρώπου ὡς τεταγμένου ὑπὸ θεοῦ | ||
20 | ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· ἑαυτῷ δὲ τὴν λέξιν τηρήσας εὑρήσεις. ἑξῆς τούτῳ ἔστιν ἰδεῖν τὸ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ | |
25 | τοῦ θεοῦ λέγοντος· ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν ἀλλὰ ζώντων. καὶ εἰς τοῦτο δὲ | |
30 | φήσομεν ὅτι μυρία δυνάμενος περὶ τοῦ ὑπάρχειν τὴν μέλλουσαν ζωὴν τοῖς ἀνθρώποις παραθέσθαι ἀπὸ προφητῶν ὁ σωτήρ, τοῦτο οὐ πεποίηκεν, | |
35 | διὰ τὸ τοὺς Σαδδουκαίους μόνην προσίεσθαι τὴν Μωσέως γραφήν, ἀφ’ ἧς ἐβουλήθη αὐτοὺς συλλογισμῷ δυ‐ σωπῆσαι τοιοῦτό τι δηλοῦντι· ὁ θεὸς εἶπε Μωσεῖ· «ἐγώ εἰμι θεὸς | |
40 | Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ», ἡνίκα ἐπὶ τῆς βάτου ἐχρη‐ μάτισεν αὐτῷ. ἤτοι οὖν ὁ θεὸς θεὸς ὄντων ἐστὶν ἢ θεὸς οὐκ ὄντων. ἀλλ’ ἄτοπον λέγειν ὅτι ὁ θεὸς ὁ | |
45 | εἰπών· 〈«ἐγώ εἰμι〉 ὁ ὤν», «τοῦτό μοί ἐστιν ὄνομα», τῶν οὐδαμῶς ὄντων θεός ἐστιν. εἰ δὲ τοῦτο ἄτοπον, ὄντων θεός ἐστι καὶ ζώντων καὶ ὑφεστη‐ κότων καὶ αἰσθανομένων τῆς χά‐ | |
17.36(50) | ριτος, ἧς αὐτοῖς ὁ θεὸς ἐδωρήσατο, θεὸν ἑαυτὸν ἀναγορεύων αὐτῶν καὶ λέ‐ γων· «τοῦτό μού ἐστι μνημόσυνον αἰώνιον». ζῶσιν ἄρα αἰσθανόμενοι | |
55 | τοῦ θεοῦ καὶ τῆς χάριτος αὐτοῦ ὁ Ἀβραὰμ καὶ ὁ Ἰσαὰκ καὶ ὁ Ἰακὼβ 〈καὶ〉 καθ’ ἕκαστον αὐτῶν ἰδίως χρηματίζει θεός· οὐ γὰρ γέγραπται· «ἐγὼ θεὸς Ἀβρα‐ | |
60 | ὰμ» καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἀλλ’ «ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ». καὶ οὕτως γε ἀνέγραψαν Ματθαῖος καὶ Μᾶρκος καὶ Λουκᾶς, ἵν’ (οἶμαι) | |
65 | παραστήσωσι τοῖς προσέχουσι τῇ ἀναγνώσει ὅτι καθ’ ἕκαστον αὐτῶν ὁ θεὸς θεός ἐστι, τοῦτ’ ἐξαίρετον αὐτοῖς χαριζόμενος. οὐ γὰρ ἦσαν ὅμοιοι τοῖς Ἑβραίοις, ἵνα συλληπτι‐ | |
70 | κῶς ὥσπερ ἐκείνων οὕτω καὶ τού‐ | |
των ὁ θεὸς λέγηται. ἐπ’ ἐκείνων μὲν γὰρ γέγραπται· «ὁ θεὸς τῶν Ἑβραίων ἀπέστειλέ με», ἐπὶ δὲ τούτων κατὰ ἕνα, ἵνα παρα‐ | ||
75 | στήσῃ ὁ λόγος ὅτι εἷς Ἀβραὰμ ἰσό‐ τιμος ὅλῳ ἔθνει Ἑβραίων ἐστίν· οὐ γὰρ ἐπίσης ἐστὶν ὁ θεὸς θεὸς Ἀβραὰμ καὶ θεὸς Ἑβραίων. τὸ δ’ ὅμοιον ἐρεῖς καὶ περὶ τοῦ θεὸν αὐτὸν | |
80 | εἶναι τοῦ Ἰσαὰκ καὶ θεὸν τοῦ Ἰακὼβ ὡς θεὸν τῶν Ἑβραίων. τοιαύτης δὲ τιμῆς ἠξιῶσθαι νομίζω καὶ τὸν Ἠλίαν, διὸ ἀναγέγραπται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «ὁ θεὸς Ἠλιοῦ». | |
85 | Τοῦ μὲν οὖν Ἀβραὰμ θεὸς μό‐ νον ἦν ὁ θεός, ὁμοίως δὲ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ. τοῦ δὲ κρείττονος αὐτῶν σωτῆρος ἡμῶν οὐ μόνον θεός ἐστιν ὁ θεός, ἀλλὰ καὶ | |
90 | πατήρ. διὸ καλῶς λέγεται παρὰ τῷ ἀποστόλῳ· «εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ». οὗτος δὴ Ἰησοῦς Χριστός, οὗ «εὐλογητὸς ὁ θεὸς καὶ πατήρ», | |
95 | ἐχαρίσατο τοῖς γνησίοις αὐτοῦ μα‐ θηταῖς τὸ τὸν αὐτὸν εἶναι αὐτῶν οὐ μόνον θεὸν ἀλλὰ καὶ πατέρα. φησὶ γὰρ ἀναστὰς ἐκ νεκρῶν πρὸς τὴν Μαριάμ· | |
17.36(100) | «μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου | |
καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ | ||
105 | θεόν μου καὶ θεὸν ὑμῶν». ἐγὼ δ’ οἶμαι ὅτι τότε καὶ τῷ Ἀβρα‐ ὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ἐχαρίσατο, ἵνα μηκέτι μόνον θεὸς ᾖ αὐτῶν ὁ θεὸς ἀλλ’ ἤδη καὶ πατήρ. | |
110 | ὁ δὲ Λουκᾶς προσέθηκε τῷ «οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν ἀλλὰ ζών‐ των», κειμένῳ καὶ παρὰ Ματθαίῳ καὶ Μάρκῳ, τὸ «πάντες γὰρ αὐτῷ ζῶσιν». ὅπερ ἦν οὐχ ὁ τυχὼν ἔπαινος | |
115 | τῶν πατριαρχῶν, ἅτε τοῦ τηλικού‐ του σωτῆρος ἡμῶν μαρτυροῦντος αὐτοῖς οὐ μόνον ὅτι ζῶσιν, ἀλλὰ καὶ ὅτι ὃ ζῶσι θεῷ ζῶσι καὶ οὐκ ἄλλῳ τινί. | |
120 | τοῦτο δὲ τὸ «πάντες γὰρ αὐτῷ ζῶσι» καλὸν παντὶ τρόπῳ ἀσκεῖν ἡμᾶς καὶ ἀναλαβεῖν, ἵνα πάντες μηδενὶ ἄλλῳ ἢ τῷ θεῷ ζήσωμεν ἐν Χριστῷ. | |
125 | τὴν δὲ ἐν βραχυλογίᾳ ἀπόδειξιν ἐκ τῶν Μωσέως γραμμάτων, τοῖς μόνα ἐκεῖνα παραδεχομένοις ὡς θεῖα περὶ τοῦ ζῆν τοὺς πατριάρχας, ἀκούσαν‐ τες οἱ ὄχλοι ἐξεπλήσσοντο, | |
130 | τὴν διδαχὴν ἀποδεχόμενοι τοῦ σωτῆ‐ ρος σοφωτάτην καὶ δυναμένην τοὺς δυσπίστως ἔχοντας ἐπιστρέψαι πρὸς | |
αὐτόν. |