TLG 2042 029 :: ORIGENES :: Commentarium in evangelium Matthaei (lib. 10–11)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Commentarium in evangelium Matthaei (lib. 10–11)

Source: Girod, R. (ed.), Origène. Commentaire sur l’évangile selon Matthieu, vol. 1 [Sources chrétiennes 162] Paris: Cerf, 1970: 140–386.

Citation: Book — section — (line)

10

t

ΩΡΙΓΕΝΟΥΣ ΕΚ ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
ΤΟΜΟΣ Ιʹ

10

.

1

(1n)

Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ.
2nΚαὶ προσῆλθον 〈αὐτῷ〉 οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον
3nἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ (13, 36[—43]).
4Ὅτε μὲν μετὰ τῶν ὄχλων ἐστὶν ὁ Ἰησοῦς, οὐκ ἔστιν
5αὐτοῦ ἐν τῇ οἰκίᾳ, ἔξω γὰρ τῆς οἰκίας οἱ ὄχλοι· καὶ τῆς φιλανθρωπίας αὐτοῦ ἔργον ἐστὶ καταλιπεῖν τὴν οἰκίαν καὶ ἀπιέναι πρὸς τοὺς μὴ δυναμένους ἥκειν πρὸς αὐτόν. Αὐτάρκως δὲ τοῖς ὄχλοις διαλεχθεὶς ἐν παραβολαῖς ἀφίησιν αὐτοὺς καὶ ἔρχεται εἰς τὴν ἑαυτοῦ οἰκίαν, ἔνθα προσέρχονται
10αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀπομείναντες μετὰ τῶν ἀφεθέν‐
των ὑπ’ αὐτοῦ. Καὶ ὅσοι γε γνησιώτερον ἀκούουσι τοῦ Ἰησοῦ, πρῶτον ἀκολουθοῦσιν αὐτῷ, εἶτα πυνθανόμενοι περὶ τῆς μονῆς αὐτοῦ ἐπιτρέπονται ἰδεῖν αὐτήν, καὶ ἐλθόντες ὁρῶσι καὶ «παρ’ αὐτῷ» μένουσι, πάντες μὲν «τὴν ἡμέραν140
15ἐκείνην», τάχα δέ τινες αὐτῶν καὶ ἐπὶ πλεῖον. Καὶ τὰ τοιαῦτά γε οἶμαι δεδηλῶσθαι ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ διὰ τούτων· «Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.» Ἔτι εἰς παράστασιν τοῦ ὅτι τῶν ἐπιτραπέντων σὺν τῷ Ἰησοῦ πορεύεσθαι καὶ ἰδεῖν
20αὐτοῦ τὴν οἰκίαν ὁ διαφέρων καὶ ἀπόστολος γίνεται, ἐπι‐ φέρεται τούτοις· «Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων ὑπὸ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ.» Καὶ ἡμεῖς οὖν, εἴπερ βουλόμεθα μὴ ὡς ὄχλοι ἀκούειν τοῦ
25Ἰησοῦ οὓς ἀφιεὶς [καὶ] ἔρχεται εἰς τὴν οἰκίαν, ἐξαίρετόν τι παρὰ τοὺς ὄχλους ἀναλαμβάνοντες οἰκειωθῶμεν τῷ Ἰησοῦ, ἵν’ ὡς μαθηταὶ αὐτοῦ ἐλθόντι εἰς τὴν οἰκίαν προσέλθωμεν καὶ προσελθόντες ἀξιώσωμεν περὶ φράσεως παραβολῆς, εἴτε τῶν ζιζανίων τοῦ ἀγροῦ εἴθ’ ἡστινοσοῦν. Ἵνα δὲ ἀκρι‐
30βέστερον νοηθῇ τίνος παραστατικόν ἐστι πράγματος ἡ τοῦ Ἰησοῦ οἰκία, συναγαγέτω τις ἀπὸ τῶν εὐαγγελίων ὅσα περὶ τῆς οἰκίας Ἰησοῦ εἴρηται καὶ τίνα ἐν αὐτῇ λελάληται ἢ
πέπρακται αὐτῷ· ἐπὶ γὰρ τὸ αὐτὸ ἐπισυναχθέντα ταῦτα πείσει τὸν προσέχοντα ταύτῃ τῇ ἀναγνώσει, ὅτι οὐχ ἁπλᾶ,142
35ὡς οἴονταί τινες, ἐστὶ μόνον τὰ τοῦ εὐαγγελίου γράμματα, ἀλλὰ τοῖς μὲν ἁπλοῖς κατ’ οἰκονομίαν ὡς ἁπλᾶ γεγένηται, τοῖς δὲ ὀξύτερον ἀκούειν αὐτῶν βουλομένοις καὶ δυναμένοις ἐγκέκρυπται σοφὰ καὶ ἄξια λόγου θεοῦ πράγματα.

10

.

2

(1n)

Μετὰ ταῦτα ἀποκριθεὶς εἶπεν ἀπὸ τοῦ· ὁ σπείρων
2nτὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου ***.
3 Περὶ ὧν εἰ καὶ κατὰ τὸ δυνατὸν ἡμῖν ἐν τοῖς πρὸ τούτων διειλήφαμεν, οὐδὲν ἧττον καὶ νῦν λελέξεται τὰ δυνάμενα
5ἐκείνοις προσαρμόσαι, εἰ καὶ καθ’ ἑτέραν διήγησιν ἔχει λόγον. Καὶ πρόσχες γε εἰ δύνασαι τὸ καλὸν σπέρμα τοὺς υἱοὺς τῆς βασιλείας πρὸς τοῖς προαποδεδομένοις καὶ ἑτέρως λαβεῖν, ὅτι ὅσα ἐν τῇ ἀνθρωπίνῃ φύεται ψυχῇ καλά, ταῦτα ὑπὸ τοῦ «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» λόγου θεοῦ 〈σπείρεται〉
10γεννήματα τυγχάνοντα τῆς τοῦ θεοῦ βασιλείας, ὡς εἶναι τοὺς περὶ ἑκάστου ὑγιεῖς λόγους τοὺς υἱοὺς τῆς βασιλείας.
Κοιμωμένων δὲ τῶν μὴ κατὰ τὴν ἐντολὴν τοῦ Ἰησοῦ πρατ‐ τόντων λέγοντος· «Γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν», ὁ διάβολος ἐπιτηρῶν ἐπισπείρει144
15τὰ καλούμενα ζιζάνια, τὰ μοχθηρὰ δόγματα, ταῖς καλου‐ μέναις ὑπό τινων φυσικαῖς ἐννοίαις καὶ σπέρμασι καλοῖς τοῖς ἀπὸ τοῦ λόγου. Κατὰ δὲ τοῦτο ἀγρὸς καὶ ὁ κόσμος πᾶς λέγοιτο ἂν καὶ οὐ μόνον ἡ ἐκκλησία τοῦ θεοῦ· ἐν γὰρ παντὶ κόσμῳ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ἔσπειρε τὸ καλὸν σπέρμα,
20ὁ δὲ πονηρὸς τὰ ζιζάνια, ἅπερ εἰσὶν οἱ μοχθηροὶ λόγοι, οἱ ἀπὸ κακίας υἱοὶ τοῦ πονηροῦ. Δεήσει δὲ γενέσθαι ἐπὶ τέλει τῶν πραγμάτων ὃ καλεῖται συντέλεια τοῦ αἰῶνος θερισμόν, ἵν’ οἱ ἐπὶ τούτῳ τεταγμένοι ἄγγελοι τοῦ θεοῦ ἀναλέξωνται τὰ προσπεφυκότα τῇ ψυχῇ φαῦλα δόγματα
25καὶ παραδῶσιν αὐτὰ εἰς ἀνάλωσιν, τῷ λεγομένῳ καίειν πυρὶ ἀνατρέποντες αὐτά. Καὶ οὕτω συλλέξουσιν οἱ τοῦ λόγου ἄγγελοι καὶ ὑπηρέται ἐκ πάσης τῆς τοῦ Χριστοῦ βασιλείας πάντα τὰ ἐνυπάρχοντα ταῖς ψυχαῖς σκάνδαλα καὶ τοὺς τὴν ἀνομίαν ποιοῦντας λογισμούς, οὕστινας ἀναλίσκοντες βαλοῦσιν
30εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· ἔνθα καὶ οἱ συναισθηθέντες ἑαυτῶν διὰ τὸ κοιμᾶσθαι τὰ σπέρματα τοῦ
πονηροῦ ἐν ἑαυτοῖς εἰληφέναι κλαύσονται καὶ ὡσπερεὶ ἑαυτοῖς θυμωθήσονται. Τοῦτο γὰρ ὁ βρυγμὸς τῶν ὀδόντων, διὸ καὶ ἐν τοῖς Ψαλμοῖς τὸ «ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας146
35αὐτῶν» λέλεκται. Τότε μάλιστα οἱ δίκαιοι λάμψουσιν οὐκέτι διαφόρως, ὡς κατὰ τὰς ἀρχάς, ἀλλὰ πάντες ὡς εἷς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. Ὡς μυστήριον γοῦν δηλῶν ὁ σωτήρ, τάχα μὲν καὶ διὰ πάντων τῶν ἐν τῇ φράσει τῆς παραβολῆς, τάχα δὲ μάλιστα διὰ τοῦ τότε οἱ δίκαιοι λάμψου‐
40σιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν, ἐπιφέρει· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω», διδάσκων τοὺς οἰομένους ἐν τῇ φράσει τῆς παραβολῆς σαφέστατα αὐτὴν ἐκτεθεῖσθαι, ὡς καὶ ἐν τοῖς τυχοῦσι δύνασθαι νοηθῆναι αὐτήν, ὅτι καὶ αὐτὰ τὰ τῆς διηγήσεως τῆς παραβολῆς δεῖται σαφηνείας.

10

.

3

Ἀλλ’ ἐπεὶ ἀνωτέρω ἐφάσκομεν εἰς τὸ τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος, ὅτι οὐχ ὡς τὸ πρότερον διαφόρως λάμψουσιν οἱ δίκαιοι, ἀλλ’ ἔσονται οἱ πάντες ὡς εἷς ἥλιος, ἀναγκαίως ἐκθησόμεθα τὸ φανὲν ἡμῖν εἰς τὸν τόπον. Ἔοικεν
5ὁ Δανιήλ, «φῶς τοῦ κόσμου» ἐπιστάμενος τοὺς συνιέντας καὶ τοὺς πολλοὺς τῶν δικαίων διαφέροντας τῇ δόξῃ, εἰρηκέναι τὸ «καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ
στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι». Καὶ ὁ ἀπόστολος δέ,148
10ἐν τῷ «ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ, οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν», τὰ αὐτὰ λέγει τῷ Δανιήλ, τὸν νοῦν ἀπὸ τῆς προφητείας αὐτοῦ τοῦτον λαβών. Ζητήσει οὖν τις πῶς οἱ μὲν περὶ διαφορᾶς τοῦ ἐν τοῖς δικαίοις λέγουσι
15φωτός, ὁ δὲ σωτὴρ τοὐναντίον· ὡς εἷς ἥλιος λάμψουσιν. Ὑπολαμβάνω οὖν ὅτι παρὰ μὲν τὴν ἀρχὴν τῶν ἐν τοῖς σῳζομένοις μακαρισμῶν, ὅτι οὐδέπω ἐκαθάρθησαν οἱ μὴ τοιοῦτοι, τὰ τῆς διαφορᾶς γίνεται τοῦ τῶν σῳζομένων φωτός· ἐπὰν δέ, ὡς ἀποδεδώκαμεν, συλλεγῇ ἀπὸ τῆς
20βασιλείας ὅλης Χριστοῦ πάντα τὰ σκάνδαλα καὶ οἱ ποιοῦντες τὴν ἀνομίαν λογισμοὶ βληθῶσιν εἰς τὴν κάμινον τοῦ πυρὸς καὶ καταναλωθῇ τὰ χείρονα καὶ τούτων γινομένων εἰς συναίσθησιν ἔλθωσιν οἱ παραδεξάμενοι τοὺς υἱοὺς τοῦ πονηροῦ λόγους, τότε ἓν γενόμενοι ἡλιακὸν φῶς οἱ δίκαιοι
25λάμψουσιν ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. Τίνι δὲ λάμψουσιν ἢ τοῖς ὑποδεεστέροις ἀπολαύσουσι τοῦ φωτὸς αὐτῶν, ἀνάλογον τῷ νῦν λάμπειν τὸν ἥλιον τοῖς ἐπὶ γῆς; Οὐ γὰρ δήπου ἑαυτοῖς λάμψουσι. Μήποτε δὲ καὶ τὸ «λαμψάτω
τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων» ἀπογράψασθαι150
30δυνατόν ἐστιν «ἐπὶ τὸ πλάτος τῆς καρδίας» κατὰ τὸ εἰρημένον τῷ Σολομῶντι τριχῶς, ὥστε καὶ νῦν λάμπειν τὸ φῶς τῶν Ἰησοῦ μαθητῶν ἔμπροσθεν τῶν λοιπῶν ἀνθρώπων καὶ μετὰ τὴν ἔξοδον πρὸ τῆς ἀναστάσεως καὶ μετὰ τὴν ἀνάστασιν, ἕως ἂν καταντήσωσιν οἱ πάντες «εἰς ἄνδρα
35τέλειον» καὶ γένωνται πάντες εἷς ἥλιος· τότε λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν.

10

.

4

(1n)

Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ
2nκεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν
3n(13, 44).
4Τὰς μὲν προτέρας παραβολὰς τοῖς ὄχλοις εἶπε· ταύτην
5δὲ καὶ τὰς ἑξῆς αὐτῆς δύο, οὐ παραβολὰς ἀλλ’ ὁμοιώσεις πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν τυγχανούσας, ἔοικεν ἐν τῇ οἰκίᾳ γενόμενος πρὸς τοὺς μαθητὰς εἰρηκέναι· περὶ ἧς ὁ προσέχων τῇ ἀναγνώσει ἐξεταζέτω καὶ τῶν ἑξῆς δύο μήποτε οὐδὲ παραβολαί εἰσιν· ἐπ’ ἐκείνων μὲν γὰρ οὐκ ὤκνησεν
10ἡ γραφὴ καθ’ ἑκάστην προτάσσειν τὸ ὄνομα τῆς παραβολῆς, ἐπὶ δὲ τούτων τὸ αὐτὸ οὐ πεποίηκεν. Καὶ εἰκότως γε τοῦτο πεποίηκεν. Εἰ γὰρ τοῖς ὄχλοις ἐλάλησεν «ἐν παραβολαῖς» καὶ «ταῦτα πάντα ἐλάλησεν ἐν παραβολαῖς καὶ χωρὶς παρα‐
βολῆς οὐκ ἐλάλει αὐτοῖς», οὐ τοῖς ὄχλοις δὲ ἐλθὼν «εἰς152
15τὴν οἰκίαν» διαλέγεται ἀλλὰ τοῖς προσελθοῦσιν αὐτῷ μαθηταῖς ἐν αὐτῇ, δῆλον ὅτι οὔκ εἰσι παραβολαὶ τὰ ἐν τῇ οἰκίᾳ λελαλημένα· τοῖς γὰρ «ἔξω» ἐν παραβολαῖς λαλεῖ καὶ οἷς «οὐ δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν». Φήσει τις οὖν· εἰ μή εἰσιν αὗται παραβολαί,
20τί εἰσιν; μήποτε οὖν τῇ λέξει τῆς γραφῆς ἀκολουθοῦντες φήσομεν ὅτι ὁμοιότητές εἰσι. Διαφέρει δὲ ὁμοιότης παρα‐ βολῆς· γέγραπται γὰρ ἐν τῷ Μάρκῳ· «Τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν;» Ἐκ τούτου γὰρ παρίσταται διαφορὰν εἶναι ὁμοιώσεως καὶ
25παραβολῆς. Ἔοικεν οὖν ἡ μὲν ὁμοίωσις εἶναι γενική, ἡ δὲ παραβολὴ εἰδική. Τάχα δὲ καὶ ἡ ὁμοίωσις γενικωτάτη οὖσα τῆς παραβολῆς ἔχει ἐν εἴδει, ὥσπερ τὴν παραβολήν, οὕτω καὶ ὁμώνυμον τῷ γενικῷ τὴν ὁμοίωσιν. Ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συμβέβηκεν, ὡς τετηρήκασιν οἱ δεινοὶ περὶ
30τὴν τῶν πολλῶν ὀνομάτων θέσιν· οἵτινες λέγουσι καὶ γενικωτάτην εἶναι τὴν ὁρμὴν πολλῶν εἰδῶν 〈περιεκτικήν〉, ὥσπερ καὶ ἀφορμῆς καὶ ὁρμῆς, ἐν εἴδει λέγοντες ὁμωνύμως τῷ γενικῷ παραλαμβάνεσθαι πρὸς ἀντιδιαστολὴν τῆς
ἀφορμῆς τὴν ὁρμήν.154

10

.

5

Καὶ ἐν τούτῳ ζητητέον ἰδίᾳ τὸν ἀγρὸν καὶ ἰδίᾳ τὸν κεκρυμμένον ἐν αὐτῷ θησαυρόν, καὶ τίνα τρόπον εὑρὼν τοῦτον κεκρυμμένον τὸν θησαυρὸν ὁ ἄνθρωπος ἀπὸ τῆς χαρᾶς ἄπεισι καὶ πωλεῖ ὅσα ἔχει, ἵνα ἀγοράσῃ τὸν ἀγρὸν
5ἐκεῖνον. Ζητητέον δὲ καὶ τίνα ἐστὶν ἃ πωλεῖ. Δοκεῖ δή μοι κατὰ ταῦτα ἀγρὸς μὲν εἶναι ἡ γραφὴ καταφυτευθεῖσα τοῖς φανεροῖς τῶν ῥητῶν τῆς ἱστορίας καὶ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν λοιπῶν νοημάτων—πολλὴ γὰρ φυτεία καὶ ποικίλη ἐστὶ καὶ ἡ τῶν ῥητῶν τῆς ὅλης γραφῆς—, ὁ δὲ
10〈ἐν〉 τῷ ἀγρῷ κεκρυμμένος θησαυρὸς τὰ ἀποκεκρυμμένα καὶ ὑποκείμενα τοῖς φανεροῖς νοήματα τῆς σοφίας «ἐν μυστηρίῳ» ἀποκεκρυμμένης καὶ τῷ Χριστῷ, «ἐν ᾧ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι». Ἄλλος δ’ ἂν λέγοι «ἀγρὸν» μὲν εἶναι τὸν ἀληθῶς «πλήρη, ὃν εὐλό‐
15γησε κύριος», τὸν «Χριστὸν τοῦ θεοῦ», τὸν δ’ ἐν αὐτῷ κεκρυμμένον θησαυρὸν τὰ εἰρημένα παρὰ τῷ Παύλῳ κεκρύφ‐ θαι ἐν Χριστῷ, λέγοντι περὶ Χριστοῦ τὸ «ἐν ᾧ εἰσιν οἱ
θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι». Τὰ οὐράνια τοίνυν πράγματα καὶ ἡ βασιλεία τῶν οὐρανῶν156
20ὥσπερ ἐν εἰκόνι γέγραπται ταῖς γραφαῖς αἵτινές εἰσιν ἡ βασιλεία τῶν οὐρανῶν, ἢ αὐτός ἐστιν ὁ Χριστὸς ὁ βασιλεὺς τῶν αἰώνων ἡ βασιλεία τῶν οὐρανῶν, ὡμοιωμένη θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ.

10

.

6

Γενόμενος δὲ κατὰ τὸν τόπον ζητήσεις πότερον ἡ βασιλεία τῶν οὐρανῶν μόνῳ τῷ θησαυρῷ ὡμοίωται τῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς ἄλλον νοεῖν τῆς βασιλείας τὸν ἀγρόν, ἢ ὅλῳ τούτῳ ὡμοίωται 〈τῷ ἀγρῷ καὶ τῷ〉 θησαυρῷ
5κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς τὴν τῶν οὐρανῶν βασιλείαν εἶναι κατὰ τὴν ὁμοίωσιν καὶ τὸν ἀγρὸν καὶ τὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ θησαυρόν. Ἐλθὼν δέ τις ἄνθρωπος εἰς τὸν ἀγρόν, εἴτε τὰς γραφὰς εἴτε τὸν Χριστὸν τὸν ἐκ φανερῶν καὶ κρυπτῶν συνεστηκότα, εὑρίσκει τὸν κεκρυμμένον τῆς
10σοφίας θησαυρόν, εἴτε ἐν Χριστῷ εἴτε ἐν ταῖς γραφαῖς —ἐμπεριερχόμενος γὰρ τὸν ἀγρὸν καὶ ἐρευνῶν τὰς γραφὰς καὶ ζητῶν νοῆσαι τὸν Χριστὸν εὑρίσκει τὸν ἐν αὐτῷ θησαυ‐ ρόν—, καὶ εὑρὼν κρύπτει, οὐκ ἀκίνδυνον εἶναι νομίζων τὰ τῶν γραφῶν ἀπόρρητα νοήματα ἢ τοὺς ἐν Χριστῷ θησαυροὺς
15«σοφίας καὶ γνώσεως» ἐκφαίνειν τοῖς τυχοῦσι, καὶ
κρύψας ἄπεισι πραγματευόμενος πῶς ἀγοράσει τὸν ἀγρὸν ἤτοι τὰς γραφάς, ἵνα ἴδιον κτῆμα αὐτὰς ποιήσῃ, λαβὼν ἀπὸ τῶν τοῦ θεοῦ «τὰ λόγια τοῦ θεοῦ», ἃ πρῶτον Ἰουδαῖοι «ἐπιστεύθησαν». Καὶ ἀγοράσαντος τοῦ μαθητευθέντος158
20Χριστῷ τὸν ἀγρὸν ἀφαιρεῖται ἀπ’ ἐκείνων «ἡ βασιλεία τοῦ θεοῦ» ἥτις ἐστὶ κατ’ ἄλλην παραβολὴν ἀμπελών, καὶ δίδοται «ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς», τῷ διὰ τῆς πίστεως ἀγοράσαντι τὸν ἀγρὸν ἐκ τοῦ πεπρακέναι πάντα τὰ ὑπάρχοντα καὶ μηδὲν τῶν πρότερον ὑπαρχόντων—κακία
25δὲ ὑπῆρχεν αὐτῷ—ἔτι ἔχειν παρ’ ἑαυτῷ. Τὸ δὲ αὐτὸ ἐφαρμόσεις, κἂν ἀγρὸς ὁ ἔχων τὸν κεκρυμμένον θησαυρὸν ὁ Χριστὸς ᾖ· οἱ γὰρ «ἀφέντες πάντα» καὶ ἀκολουθοῦντες αὐτῷ οἱονεὶ κατ’ ἄλλον λόγον πεπράκασι τὰ ὑπάρχοντα αὐτῶν, ἵνα, διὰ τοῦ πεπρακέναι καὶ ἀπο〈δε〉δόσθαι ἐκεῖνα
30καὶ ἀντ’ ἐκείνων καλὴν προαίρεσιν βοηθουμένους αὐτοὺς εἰληφέναι ἀπὸ θεοῦ, ὠνήσωνται τῆς πολλῆς τιμῆς καὶ ἀξίας τοῦ ἀγροῦ τὸν ἔχοντα θησαυρὸν κεκρυμμένον ἐν ἑαυτῷ ἀγρόν.

10

.

7

(1n)

Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ
2nἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας (13, 45[46].
3Ἐπειδὴ ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστί, πολλῶν
ὄντων ἐμπόρων πολλὰ ἐμπορευομένων, οὐδενὶ μὲν ἐκείνων,160
5τῷ δὲ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας καὶ εὑρόντι ἕνα ἀντάξιον τῶν πολλῶν πολύτιμον μαργαρίτην ὃν ἀντὶ πάντων ἠγόρασεν, εὔλογον ἡγοῦμαι τυγχάνειν τὰ περὶ τῆς φύσεως τοῦ μαργαρίτου ἐξετάσαι. Παρατήρει δὲ ἐπιμελῶς ὅτι οὐκ εἶπεν ὅτι πέπρακε πάντας οὓς εἶχεν· οὐ γὰρ μόνους οὓς
10ὁ ζητῶν καλοὺς μαργαρίτας ἐώνηται πέπρακεν, ἀλλὰ καὶ πάντα ὅσα εἶχεν, ἵνα ἀγοράσῃ τὸν καλὸν μαργαρίτην ἐκεῖνον. Εὕρομεν οὖν παρὰ τοῖς περὶ λίθων πραγματευσαμένοις περὶ τῆς φύσεως τοῦ μαργαρίτου ταῦτα ὅτι τῶν μαργαριτῶν οἱ μέν εἰσι χερσαῖοι, οἱ δὲ θαλάττιοι. Καὶ οἱ μὲν χερσαῖοι
15παρ’ Ἰνδοῖς μόνοις γίνονται πρέποντες σφραγῖσι καὶ σφενδό‐ ναις καὶ ὅρμοις. Οἱ δὲ θαλάττιοι οἱ μὲν διαφέροντες παρὰ τοῖς αὐτοῖς Ἰνδοῖς εὑρίσκονται, οἵτινές εἰσι καὶ ἄριστοι ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ γινόμενοι. Δευτερεύουσι δὲ ὡς ἐν μαργαρίταις οἱ ἐκ τοῦ κατὰ Βρεττανίαν Ὠκεανοῦ λαμβα‐
20νόμενοι. Τρίτοι δὲ καὶ ἀπολειπόμενοι οὐ μόνον τῶν πρώτων, ἀλλὰ καὶ τῶν δευτέρων, οἱ κατὰ τὸν Βόσπορον περὶ τὴν Σκυθίαν εὑρισκόμενοι.
22 Ἔτι δὲ ταῦτα ἐλέγετο περὶ τοῦ Ἰνδικοῦ μαργαρίτου ὅτι ἐν κόγχοις γίνεται προσεοικόσι τὴν φύσιν εὐμεγέθεσι
25στρόμβοις. Οὗτοι δὲ ἱστοροῦνται οἱονεὶ κατὰ ἴλας τὴν θαλάττιον ποιούμενοι νομήν, καθάπερ ἀγελάρχου τινὸς ἐξηγουμένου περιόπτου τὴν χρόαν καὶ τὸ μέγεθος καὶ διαφέροντος τῶν ὑπ’ αὐτόν, ὥστε ἀναλογίαν αὐτὸν ἔχειν τῷ καλουμένῳ ἐσσῆνι μελισσῶν. Ἱστόρηται δὲ καὶ περὶ τῆς162
30θήρας τῶν διαφερόντων, τουτέστι τῶν ἐν Ἰνδίᾳ, τοιοῦτον· ὅτι περιλαμβάνοντες οἱ ἐπιχώριοι δικτύοις κύκλον αἰγιαλοῦ μέγαν κατακολυμβῶσιν, ἕνα ἐξ ἁπάντων τὸν προηγούμενον ἐπιτηδεύοντες λαβεῖν, τούτου γὰρ ἁλόντος φασὶν ἄμοχθον γενέσθαι τὴν θήραν τῆς ὑπὸ τούτῳ ἀγέλης, οὐδενὸς ἔτι
35ἀτρεμοῦντος τῶν ἀπ’ αὐτῆς, ἀλλὰ οἷον δεδεμένου ἱμάντι καὶ ἑπομένου τῷ ἀγελάρχῃ. Λέγεται δὲ καὶ ἡ γένεσις τῶν ἐν Ἰνδίᾳ μαργαριτῶν χρόνοις συνίστασθαι, τροπὰς λαμβάνοντος τοῦ ζῴου πλείονας καὶ μεταβολάς, ἕως τελειωθῇ. Ἔτι δὲ καὶ τοῦτο ἱστόρηται
40ὅτι διοίγεται ὁ κόγχος χάσμῃ παραπλησίως ὁ τοῦ φέροντος τὸν μαργαρίτην ζῴου καὶ διοιχθεὶς τὴν ἐπουράνιον εἰς ἑαυτὸν δέχεται δρόσον, ἧς ἐμπλησθεὶς καθαρᾶς καὶ ἀθολώτου περιαυγὴς γίνεται καὶ λοχεύει μέγαν καὶ εὔρυθμον τὸν λίθον. Εἰ δέ ποτε ἐπηχλυμένης καὶ ἀνωμάλου χειμερίου τε μεταλάβοι
45δρόσου, ὁμιχλώδη κύει μαργαρίτην καὶ κηλῖσιν ἐπίμωμον. Ἔτι δὲ καὶ τοῦτο εὕρομεν ὅτι εἰ μεσολαβηθείη ὁδεύων ἐπὶ τὴν πλήρωσιν οὗ κύει λίθου ὑπὸ ἀστραπῆς, μύει καὶ
ὡσπερεὶ *** τῷ δείματι σκορπίζει καὶ διαχεῖ τὸν γόνον εἰς τὰ λεγόμενα φυσήματα. Ἔστι δὲ ὅτε καθάπερ ἠλιτόμηνα164

10

.

7

(50)

γεννᾶται βραχέα καὶ ἀχλύος τι ἔχοντα, πλὴν εὔρυθμα. Ἔτι δὲ καὶ τοῦτο ἔχει ὁ Ἰνδικὸς μαργαρίτης παρὰ τοὺς ἄλλους· λευκός ἐστι τὴν χρόαν, ἀργύρῳ διαφανεῖ προσφερὴς αὐγήν τε ὑποχλωρίζουσαν ἠρέμα διαλάμπει, ὡς ἐπίπαν δὲ σχῆμα ἔχει στρογγύλον. Ἔστι δὲ καὶ τρυφερόχρως καὶ ἁπαλώτερος
55ἢ κατὰ λίθον. Οὕτως δέ ἐστιν ἐπιτερπὴς ἰδέσθαι, ὡς καὶ παρὰ τοῖς ἐμφανεστέροις, καθὰ ὁ ἀναγράψας ἔλεγε περὶ τῶν λίθων, ἀφυμνεῖσθαι. Ἔτι δὲ καὶ τοῦτο σημεῖον ἀρίστου ἐστὶ μαργαρίτου τὸ τὴν περιφέρειαν τετορνευμένην ἔχειν καὶ τὸ χρῶμα λευκότατον καὶ διαυγέστατον καὶ τῷ μεγέθει
60μέγιστον. Ταῦτα μὲν οὖν περὶ τοῦ Ἰνδικοῦ.
60 Ὁ δὲ κατὰ τὴν Βρεττανίαν (φασὶ) χρυσωπὸς μέν ἐστι τὴν ἐπίχροιαν, ὁμιχλώδης δέ τις καὶ ταῖς μαρμαρυγαῖς ἀμβλύ‐ τερος. Ὁ δὲ ἐν τῷ πορθμῷ τῷ κατὰ Βόσπορον κνεφωδέστερος τοῦ Βρεττανικοῦ καὶ πελιδνὸς καὶ τέλεον ἀμυδρός, ἁπαλός
65τε καὶ μακρομεγέθης. Καὶ γεννᾶται δὲ ὁ ἐν τῷ κατὰ Βόσπορον
πορθμῷ οὐκ ἐν ταῖς πίναις ὅ ἐστιν ὀστράκων εἶδος μαργαρι‐ τοφόρον, ἀλλ’ ἐν τοῖς προσαγορευομένοις μυσί. Τούτοις δέ, λέγω δὴ τοῖς κατὰ Βόσπορον, ἡ νομὴ ἐν τέλμασίν ἐστιν. Ἱστόρηται δὲ καὶ τέταρτον γένος εἶναι μαργαριτῶν περὶ166
70τὴν Ἀκαρνανίαν ἐν ταῖς τῶν ὀστρέων πίναις· οὐ σπουδαῖοι δὲ οὗτοι ἄναν, ἀλλὰ καὶ ἄρρυθμοι καὶ τὸ σχῆμα καὶ τὸ χρῶμα τέλεον διατεθολωμένοι καὶ ῥυπῶντες. Καὶ ἄλλοι δὲ παρὰ τούτους εἰσὶ περὶ τὴν αὐτὴν Ἀκαρνανίαν πάντων ἕνεκεν ἀπόβλητοι.

10

.

8

Ταῦτα δὲ συναγαγὼν ἐκ τῆς περὶ λίθων πραγματείας, φημὶ τὸν σωτῆρα ἐπιστάμενον διαφορὰν μαργαριτῶν, ὧν ἐν τῷ γένει εἰσὶ καὶ καλοὶ καὶ ἄλλοι φαῦλοι, εἰρηκέναι τὸ ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ
5ζητοῦντι τοὺς καλοὺς μαργαρίτας· εἰ γὰρ μὴ καὶ φαῦλοι ἦσάν τινες ἐν μαργαρίταις, οὐκ ἂν εἴρητο ζητοῦντι καλοὺς μαργαρίτας. Ἐν τοῖς παντοδαποῖς δὲ ἐπαγγελλομένοις ἀλήθειαν λόγοις καὶ τοῖς φέρουσιν αὐτοὺς ζήτει τοὺς μαργα‐ ρίτας, καὶ ἔστωσαν, ἵν’ οὕτως ὀνομάσω, οἱ ἀπὸ τῆς οὐρανίου
10δρόσου συλλαμβάνοντες κόγχοι καὶ κύοντες ἐξ οὐρανοῦ λόγον ἀληθείας προφῆται οἱ καλοὶ μαργαρῖται, οὓς ὁ κατὰ τὴν προκειμένην λέξιν ζητεῖ ἔμπορος ἄνθρωπος. Ὁ δὲ ἀγελάρχης τῶν μαργαριτῶν, ᾧ εὑρισκομένῳ καὶ οἱ λοιποὶ συνευρίσ‐
κονται, ὁ πολυτίμητος μαργαρίτης, ὁ Χριστὸς τοῦ θεοῦ, ὁ168
15ὑπὲρ τὰ τίμια γράμματα καὶ νοήματα τοῦ νόμου καὶ τῶν προφητῶν λόγος, οὗ εὑρεθέντος καὶ τἆλλα πάντα εὐμαρῶς παραλαμβάνονται. Διαλέγεται δὲ ὁ σωτὴρ τοῖς μαθηταῖς πᾶσιν ὡς ἀνθρώποις ἐμπόροις, οὐ μόνον ζητοῦσι τοὺς καλοὺς μαργαρίτας, ἀλλὰ καὶ εὑροῦσιν αὐτοὺς καὶ
20κεκτημένοις, ἐν οἷς φησι· «Μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.» Δῆλον δὲ ὅτι τοῖς μαθηταῖς ταῦτα λέλεκται ἐκ τοῦ προτετάχθαι τῶν λόγων τὸ «ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ»· ἐν γὰρ τῷ εἱρμῷ
25τῶν λόγων ἐκείνων εἴρηται· «Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί, μηδὲ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.» Μήποτε οὖν ὁ μὴ ἔχων μαργαρίτας ἢ τὸν πολύτιμον μαργα‐ ρίτην οὐδὲ μαθητής ἐστι τοῦ σωτῆρος καὶ *** τοὺς μαργαρίτας τοὺς καλούς, οὐ τοὺς νεφώδεις οὐδὲ τοὺς ἀχλυώδεις, ὁποῖοί
30εἰσιν οἱ τῶν ἑτεροδόξων λόγοι, οὐ πρὸς ἀνατολὰς γεννώμενοι
ἀλλὰ πρὸς δυσμὰς ἢ πρὸς βορρᾶν, εἰ χρὴ καὶ ταῦτα προσ‐ παραλαμβάνειν δι’ ἣν εὕρομεν διαφορὰν μαργαριτῶν ἐν διαφόροις γινομένων τόποις. Τάχα δὲ οἱ τεθολωμένοι λόγοι καὶ αἱ ἐν τοῖς ἔργοις τῆς σαρκὸς κατειλιγμέναι αἱρέσεις οἱ170
35ἀχλυώδεις εἰσὶ καὶ οἱ ἐν τέλμασι γινόμενοι μαργαρῖται οὐ καλοί.

10

.

9

Συνάψεις δὲ τῷ ζητοῦντι καλοὺς μαργαρίτας τὸ «ζητεῖτε καὶ εὑρήσετε» καὶ τὸ «πᾶς ὁ ζητῶν εὑρίσκει». Τί γὰρ «ζητεῖτε», ἢ τί «πᾶς ὁ ζητῶν εὑρίσκει»; Ἀποτολ‐ μήσας εἴπω τοὺς μαργαρίτας καὶ τὸν μαργαρίτην ὃν ὁ
5πάντα δοὺς καὶ ζημιωθεὶς κτᾶται, δι’ ὅν φησιν ὁ Παῦλος· «Τὰ πάντα ἐζημιώθην, ἵνα Χριστὸν κερδήσω», «πάντα» λέγων τοὺς καλοὺς μαργαρίτας, καὶ «Χριστὸν κερδήσω», τὸν ἕνα πολύτιμον μαργαρίτην. Τίμιον μὲν οὖν λύχνος τοῖς ἐν σκότει καὶ χρεία λύχνου ἕως ἀνατείλῃ ὁ ἥλιος· τιμία
10δὲ καὶ ἡ ἐπὶ τοῦ προσώπου Μωσέως δόξα—ἐγὼ δ’ οἶμαι ὅτι καὶ τῶν προφητῶν—καὶ καλὸν θέαμα, δι’ ἧς εἰσαγόμεθα
πρὸς τὸ δυνηθῆναι ἰδεῖν τὴν δόξαν Χριστοῦ, ᾗ μαρτυρῶν ὁ πατήρ φησιν· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ηὐδόκησα.» Ἀλλ’ «οὐ δεδόξασται τὸ δεδοξασμένον172
15ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης», καὶ χρεία ἡμῖν πρότερον δόξης τῆς ἐπιδεχομένης κατάργησιν ὑπὲρ «τῆς ὑπερβαλλούσης δόξης», ὡς χρεία γνώσεως τῆς ἐκ μέρους, ἥτις «καταργηθήσεται, ὅταν ἔλθῃ τὸ τέλειον». Πᾶσα τοίνυν ψυχὴ ἐρχομένη εἰς νηπιότητα καὶ ὁδεύουσα
20«ἐπὶ τὴν τελειότητα» δεῖται, μέχρις ἐνστῇ αὐτῇ «τὸ πλήρωμα τοῦ χρόνου», παιδαγωγοῦ καὶ οἰκονόμων καὶ ἐπιτρόπων, ἵνα μετὰ ταῦτα πάντα ὁ πρότερον μηδὲν «διαφέρων δούλου κύριος πάντων ὢν» ἀπολάβῃ ἐλευθερω‐ θεὶς ἀπὸ παιδαγωγοῦ καὶ οἰκονόμων καὶ ἐπιτρόπων τὰ
25πατρῷα, τὰ ἀνάλογον τῷ πολυτιμήτῳ μαργαρίτῃ καὶ τῷ ἐρχομένῳ τελείῳ, καταργοῦντι «τὸ ἐκ μέρους», ὅταν «τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ» χωρῆσαί τις δυνηθῇ, προεγγυμνασάμενος ταῖς, ἵν’ οὕτως ὀνομάσω, ὑπερεχο‐ μέναις γνώσεσιν ὑπὸ τῆς Χριστοῦ γνώσεως. Ἀλλ’ οἱ πολλοί,
30μὴ νοήσαντες τὸ κάλλος τῶν πολλῶν μαργαριτῶν νομικῶν καὶ τὴν ἔτι «ἐκ μέρους» γνῶσιν τὴν πᾶσαν προφητικήν, οἴονται δύνασθαι χωρὶς ἐκείνων τρανουμένων καὶ καταλαμ‐ βανομένων δι’ ὅλων εὑρεῖν τὸν ἕνα πολύτιμον μαργαρίτην καὶ θεωρῆσαι «τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ»,
35οὗ συγκρίσει πάντα τὰ πρὸ τῆς τηλικαύτης καὶ τοσαύτης γνώσεως, οὐ «σκύβαλα» τῇ ἰδίᾳ φύσει τυγχάνοντα, σκύβαλα ἀναφαίνεται ἅπερ ἐστὶ τὰ παραβαλλόμενα τάχα τῇ συκῇ ὑπὸ τοῦ ἀμπελουργοῦ κόπρια, αἴτια τυγχάνοντα τοῦ αὐτὴν καρποφορῆσαι.174

10

.

10

«Τοῖς πᾶσι τοίνυν ὁ χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανὸν» καὶ ἔστι τις «καιρὸς τοῦ συναγαγεῖν—τοὺς καλοὺς μαργαρίτας—λίθους» καὶ καιρὸς μετὰ τὴν συναγωγὴν αὐτῶν τοῦ εὑρεῖν ἕνα πολύτιμον
5μαργαρίτην, ὅτε καθήκει ἀπελθόντα πωλῆσαι πάντα ὅσα τις ἔχει, ἵνα ἀγοράσῃ τὸν μαργαρίτην ἐκεῖνον. Ὥσπερ γὰρ πάντα τὸν ἐσόμενον σοφὸν ἐν λόγοις ἀληθείας δεήσει στοι‐ χειωθῆναι πρότερον καὶ ἐπὶ πλεῖον διαβῆναι τῆς στοιχειώσεως καὶ περὶ πολλοῦ ποιεῖσθαι τὴν στοιχείωσιν, οὐ μὴν ἀπομένειν
10ἐν τῇ στοιχειώσει ὡς τιμήσαντα αὐτὴν κατὰ τὰς ἀρχάς, ἀλλὰ διαβάντα «ἐπὶ τὴν τελειότητα» χάριν ἔχειν τῇ εἰσαγωγῇ ὡς χρησίμῳ γενομένῃ κατὰ τὰ πρότερα, οὕτως τελείως νοηθέντα τὰ νομικὰ καὶ τὰ προφητικὰ στοιχείωσίς ἐστι πρὸς τελείως ἐννοούμενον τὸ εὐαγγέλιον καὶ πάντα τὸν
15περὶ τῶν Χριστοῦ Ἰησοῦ ἔργων καὶ λόγων νοῦν.

10

.

11

(1n)

Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ
2nβληθείσῃ εἰς τὴν θάλασσαν (13, 47[—50]).176
3 Ὥσπερ ἐπὶ τῶν εἰκόνων καὶ τῶν ἀνδριάντων αἱ ὁμοιότητες οὐκ ἐξ ὅλων εἰσὶν ὁμοιότητες ἐκείνων πρὸς ἃ ταῦτα γίνεται,
5ἀλλ’ ἡ μὲν ἐν ἑνὶ ἐπιπέδῳ ξύλῳ—φέρε εἰπεῖν—κηρογρα‐ φουμένη εἰκὼν τῆς ἐπιφανείας μετὰ τοῦ χρώματος ἔχει τὴν ὁμοιότητα, οὐκέτι δὲ σῴζει τὰς εἰσοχὰς καὶ τὰς ἐξοχὰς ἀλλ’ ἔμφασιν μόνην αὐτῶν, ἡ δὲ κατὰ τοὺς ἀνδριάντας πλάσις τὸ μὲν κατὰ τὰς εἰσοχὰς καὶ τὰς ἐξοχὰς πειρᾶται
10σῴζειν ὁμοίωμα, οὐκέτι δὲ καὶ τὰ κατὰ τὴν χρόαν, ἐὰν δὲ καὶ κήρινον ἐκμαγεῖον γένηται, σῴζειν μὲν πειρᾶται ἀμφότερα —λέγω δὲ καὶ τὰ κατὰ τὴν χρόαν καὶ τὰ κατὰ τὰς εἰσοχὰς καὶ ἐξοχάς—οὐ μὴν καὶ τῶν ἐν βάθει εἰκών ἐστιν, οὕτω μοι νόει καὶ ἐπὶ τῶν κατὰ τὸ εὐαγγέλιον ὁμοιώσεων τὴν βασιλείαν
15τῶν οὐρανῶν ὁμοιουμένην τινὶ ὁμοιοῦσθαι οὐ διὰ πάντα τὰ προσόντα τῷ εἰς ὃ ἡ ὁμοίωσις, ἀλλὰ διά τινα ὧν χρῄζει ὁ παραληφθεὶς λόγος.
17 Καὶ ἐνταῦθα τοίνυν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, οὐχ ὡς οἴονταί τινες
20παριστάντες τῷ λόγῳ φύσεις εἶναι ὑποκειμένας διαφόρους τῶν ὑπὸ τὴν σαγήνην ἐληλυθότων πονηρῶν καὶ δικαίων, ὥστε νομίζειν εἶναι διὰ τὸ ἐκ παντὸς γένους συναγαγούσῃ δικαίων πολλὰς καὶ διαφόρους φύσεις, ὁμοίως δὲ καὶ πονηρῶν· τῇ γὰρ τοιαύτῃ ἐκδοχῇ ἐναντιοῦνται πᾶσαι αἱ
25τὸ αὐτεξούσιον ἐμφαίνουσαι γραφαὶ καὶ αἰτιώμεναι μὲν τοὺς ἁμαρτάνοντας, ἀποδεχόμεναι δὲ τοὺς κατορθοῦντας, οὐκ ἂν δικαίως μέμψεως τοῖς ἀπὸ τῶν φαύλων γενῶν φύσει τοιούτων τυγχανόντων ἀκολουθούσης ἢ ἐπαίνου τοῖς ἀπὸ τῶν ἀστειοτέρων. Ἰχθύων γὰρ φαύλων καὶ καλῶν ἡ αἰτία178
30οὐ περὶ τὰς ψυχὰς τῶν ἰχθύων ἐστίν, ἀλλὰ περὶ ἐκεῖνο ὅπερ ἐπιστάμενος ὁ λόγος εἶπεν· «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν», ὅτε καὶ «ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν». Οὐκοῦν ἐκεῖ μὲν «πᾶσαν ψυχὴν
35ζώων ἑρπετῶν» «ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν», οὐκ οὔσης τῆς αἰτίας περὶ αὐτήν. Ἐνταῦθα δὲ ἡμεῖς ἐσμεν οἱ αἴτιοι τοῦ εἶναι καλὰ καὶ ἄξια τῶν λεγομένων ἀγγῶν γένη ἢ σαπρὰ καὶ ἄξια τοῦ ἔξω βληθῆναι· οὐ γὰρ φύσις ἐν ἡμῖν αἰτία τῆς πονηρίας, ἀλλὰ προαίρεσις ἑκούσιος οὖσα
40κακοποιητική. Οὕτως δὲ οὐδὲ φύσις αἰτία δικαιοσύνης ὡς ἀνεπίδεκτος ἀδικίας, ἀλλὰ λόγος ὃν παρεδεξάμεθα ὁ κατασκευάζων δικαίους· καὶ γὰρ τὰ μὲν τῶν ἐνύδρων γένη οὐκ ἔστιν ἰδεῖν μεταβάλλοντα ἀπὸ φαύλων ὡς ἐν ἰχθύσι γενῶν ἐπὶ τὰ ἀστεῖα, ἢ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα,
45τοὺς δὲ ἐν ἀνθρώποις δικαίους ἢ πονηροὺς ἀεὶ ἔστι θεωρεῖν ἢ ἐπὶ τὴν ἀρετὴν ἐκ κακίας φθάνοντας ἢ ἀπὸ τῆς ἐπ’ ἀρετὴν
προκοπῆς ἀναλυομένους ἐπὶ τὴν τῆς κακίας χύσιν. Διὸ καὶ ἐν τῷ Ἰεζεκιὴλ περὶ μὲν τοῦ ἀπὸ ἀνομίας ἐπι‐ στρέφοντος ἐπὶ τὴν τήρησιν τῶν θείων ἐντολῶν τοιαῦτα180

10

.

11

(50)

γέγραπται· «Καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε» καὶ τὰ ἑξῆς ἕως τοῦ «ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν», περὶ δὲ τοῦ ἀναλυομένου ἀπὸ τῆς ἐπ’ ἀρετὴν προκοπῆς ἐπὶ τὴν τῆς κακίας χύσιν τοιαῦτα· «Ἐν δὲ τῷ
55ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν» καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται». Ἢ λεγέτωσαν ἡμῖν οἱ ἐκ τῆς κατὰ τὴν σαγήνην παραβολῆς φύσεις εἰσάγοντες, «ὁ ἄνομος» ὕστερον ἀποστρέφων «ἐκ πασῶν
60τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε» καὶ φυλάσσων «πάσας τὰς ἐντολὰς» τοῦ κυρίου καὶ ποιῶν «δικαιοσύνην καὶ ἔλεον», ποίας φύσεως ἦν ἄνομος ὤν; Οὐ γὰρ δὴ τῆς ἐπαινετῆς. Ἀλλ’ εἰ ἄρα ψεκτῆς, καὶ ποίας φύσεως εὐλόγως ἂν λεχθ〈εί〉η, ὅτε ἀποστρέφει «ἐκ πασῶν τῶν ἀνομιῶν
65αὐτοῦ ὧν ἐποίησεν»; Εἰ μὲν γὰρ τῆς φαύλης διὰ τὰ πρότερα, πῶς μετέβαλλεν ἐπὶ τὰ βελτίονα; Εἰ δὲ τῆς ἀστείας διὰ τὰ δεύτερα, πῶς ἀστείας φύσεως τυγχάνων ἄνομος ἦν; Τὸ δ’ ὅμοιον ἐπαπορήσεις καὶ περὶ τοῦ ἀποστρέφοντος δικαίου «ἐκ τῆς δικαιοσύνης αὐτοῦ» καὶ ποιοῦντος «ἀδικίαν κατὰ
70πάσας τὰς ἀνομίας». Πρὶν γὰρ ἀποστρέψαι ἀπὸ τῆς δικαιοσύνης ἐν δικαίοις ἔργοις τυγχάνων φαύλης φύσεως οὐκ ἦν· φαύλη γὰρ φύσις οὐκ ἂν ἐν δικαιοσύνῃ γένοιτο, ἐπεὶ μὴ δύναται δένδρον πονηρὸν—ἡ κακία—καρποὺς ἀγαθοὺς ποιεῖν—τοὺς ἀπὸ ἀρετῆς. Πάλιν τε αὖ οὐκ ἂν
75ἀστείας καὶ ἀμεταβλήτου φύσεως ὢν ἀπὸ τοῦ καλοῦ ἀπέ‐ στρεφεν ἄν, μετὰ τὸ χρηματίσαι δίκαιος, «ἐκ τῆς δικαιοσύνης αὐτοῦ» ἐπὶ τὸ «ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας αὐτοῦ, ἃς ἐποίησε».182

10

.

12

Τούτων δὲ εἰρημένων, νομιστέον ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ εἰς παράστασιν τοῦ ποικίλου τῶν ἐν ἀνθρώποις προαιρέσεων, διαφορὰν πρὸς
5ἀλλήλας πλείστην ὅσην ἐχουσῶν, ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγαγούσῃ ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν ἢ τῶν κακιῶν ἐπιρρεπείαις.
7 Σαγήνης δὲ πλοκῇ ποικίλῃ ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κατὰ τὴν πεπλεγμένην ἐκ παντοδαπῶν καὶ ποικίλων
10νοημάτων παλαιὰν καὶ καινὴν γραφήν. Καὶ ὥσπερ τῶν ὑπὸ τὴν σαγήνην πιπτόντων ἰχθύων οἱ μὲν κατὰ τάδε τὰ μέρη τῆς σαγήνης εὑρίσκονται, οἱ δὲ καθ’ ἕτερα, καὶ ἕκαστος ὑφ’ ὃ κεκράτηται μέρος, οὕτως εὕροις ἂν καὶ ἐπὶ τῶν ὑπὸ τὴν σαγήνην τῶν γραφῶν ἐληλυθότων τινὰς μὲν κεκρατη‐
15μένους ὑπὸ τὴν προφητικὴν πλοκήν, φέρ’ εἰπεῖν, Ἡσαΐου κατὰ τόδε τὸ ῥητὸν ἢ Ἱερεμίου ἢ Δανιήλ, ἄλλους δὲ κατὰ νομικὴν καὶ ἄλλους κατὰ εὐαγγελικὴν καὶ τινὰς κατὰ ἀποστολικήν. Πρῶτον γὰρ ἁλισκόμενός τις ὑπὸ τοῦ λόγου ἢ δοκῶν ἁλίσκεσθαι, ἔκ τινος λαμβάνεται μέρους τῆς ὅλης184
20σαγήνης. Οὐδὲν δὲ ἄτοπον εἴ τινες τῶν ἁλόντων ἰχθύων ἐμπεριέχονται ὅλῃ τῇ τῆς ἐν ταῖς γραφαῖς σαγήνης πλοκῇ καὶ πανταχόθεν συνέχονται καὶ κρατοῦνται, διαδρᾶναι μὴ δυνάμενοι, ἀλλ’ ὡσπερεὶ πάντοθεν καταδουλούμενοι καὶ ἐκπεσεῖν τῆς σαγήνης οὐκ ἐώμενοι. Βέβληται δὲ ἡ σαγήνη
25αὕτη εἰς τὴν θάλασσαν, τὸν πανταχοῦ τῆς οἰκουμένης τῶν ἀνθρώπων κυματούμενον βίον, *** καὶ ἐν τοῖς ἁλμυροῖς πράγμασι τοῦ βίου νηχομένων. Αὕτη δὲ ἡ σαγήνη πρὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ὅλη μὲν πεπληρωμένη οὐκ ἦν· ἔλειπε γὰρ τῇ νομικῇ καὶ προφητικῇ πλοκῇ ὁ εἰπών· «Μὴ νομίσητε
30ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι.» Καὶ πεπλήρωται ἡ τῆς σαγήνης πλοκὴ ἐν τοῖς εὐαγγελίοις καὶ τοῖς Χριστοῦ διὰ τῶν ἀπο‐ στόλων λόγοις. Διὰ τοῦτο οὖν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς
35γένους συναγαγούσῃ.
35 Δύναται δὲ χωρὶς τῶν ἀποδεδομένων τὸ ἐκ παντὸς 〈γένουσ〉 συναγαγούσῃ δηλοῦν τὴν ἀπὸ παντὸς γένους
ἐθνῶν κλῆσιν. Οἱ δὲ διακονησάμενοι τῇ βληθείσῃ εἰς τὴν θάλασσαν σαγήνῃ ὁ κύριός ἐστι τῆς σαγήνης Ἰησοῦς Χριστὸς186
40καὶ οἱ προσελθόντες ἄγγελοι καὶ διακονησόμενοι αὐτῷ, οἵτινες οὐκ ἀναβιβάζουσιν ἀπὸ τῆς θαλάσσης τὴν σαγήνην οὐδὲ φέρουσιν ἐπὶ τὸν ἔξω αὐτῆς αἰγιαλόν, τὰ ἔξω τοῦ βίου πράγματα, ἐὰν μὴ πληρωθῇ ἡ σαγήνη, τουτέστι «τὸ πλήρωμα τῶν ἐθνῶν» εἰς αὐτὴν «εἰσέλθῃ». Ὅταν δὲ
45εἰσέλθῃ, τότε αὐτὴν ἀναβιβάζουσιν ἀπὸ τῶν τῇδε καὶ κάτω πραγμάτων, καὶ φέρουσιν ἐπὶ τὸν τροπικῶς καλούμενον αἰγιαλόν· ἔνθα ἔργον ἔσται τῶν ἀναβιβασάντων αὐτὴν καὶ καθίσαι παρὰ τῷ αἰγιαλῷ καὶ ἱδρύσαι ἑαυτοὺς ἐκεῖ, ἵνα ἕκαστον μὲν τῶν ὑπὸ τὴν σαγήνην καλῶν εἰς τὸ οἰκεῖον

10

.

12

(50)

τάγμα καταστήσωσι κατὰ τὰ ὀνομαζόμενα ἐνταῦθα αὐτῶν ἀγγεῖα, τὰ δὲ ἐναντίως ἔχοντα καὶ σαπρὰ καλούμενα ἔξω βάλωσι. Τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρός, ὡς ὁ σωτὴρ ἡρμήνευσεν εἰπών· Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν αὐτοὺς
55τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Πλὴν τηρητέον ὅτι ἤδη διὰ τῆς τῶν ζιζανίων παραβολῆς καὶ τῆς προκειμένης ὁμοιώσεως διδασκόμεθα ὅτι ἄγγελοι μέλλουσι πιστεύεσθαι τὸ διακρῖναι καὶ διαχωρίσαι τοὺς φαύλους ἀπὸ τῶν δικαίων· ἀνωτέρω
60μὲν γὰρ λέγεται ὅτι «ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». Ἐνταῦθα δέ, ὅτι
65ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός.

10

.

13

Τούτοις δὲ οὐκ ἀκολουθεῖ ὅπερ οἴονταί τινες ὅτι καὶ τῶν ἁγίων ἀγγέλων εἰσὶ κρείττους οἱ ἄνθρωποι οἱ ἐν Χριστῷ
σῳζόμενοι· πῶς γὰρ δύνανται οἱ ὑπὸ τῶν ἁγίων ἀγγέλων εἰς ἄγγη βαλλόμενοι τοῖς βάλλουσιν εἰς τὰ ἄγγη παρα‐188
5βάλλεσθαι, ὑπὸ τὴν ἐκείνων τεταγμένοι ἐξουσίαν; Ταῦτα δέ φαμεν οὐκ ἀγνοοῦντες τινῶν ἀγγέλων τῶν μὴ τοιαύτην οἰκονομίαν ἐγκεχειρισμένων—ἀλλ’ οὐδὲ τούτων πάντων— διαφέρειν τοὺς ἐν Χριστῷ σωθησομένους ἀνθρώπους· ἀνέγνωμεν γὰρ καὶ τὸ «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρα‐
10κύψαι», ἔνθα οὐκ εἴρηται· «πάντες ἄγγελοι». Οἴδαμεν καὶ τὸ «ἀγγέλους κρινοῦμεν», ὅπου μὴ λέλεκται· «πάντας ἀγγέλους».
12 Τούτων δὲ ἀναγεγραμμένων περὶ τῆς σαγήνης καὶ τῶν ὑπὸ τὴν σαγήνην, ὁ βουλόμενος, πρὸ τῆς συντελείας τοῦ
15αἰῶνος καὶ πρὸ τοῦ ἐξελθόντας τοὺς ἀγγέλους ἀφορίσαι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, μὴ εἶναι καὶ πονηροὺς ὑπὸ τὴν σαγήνην ἐκ παντὸς γένους ἔοικε μήτε τὴν γραφὴν νενοηκέναι καὶ ἀδυνάτων ἐπιθυμεῖν. Διὸ μὴ ξενιζώμεθα, ἐάν, πρὸ τοῦ ἀφορισθῆναι τοὺς πονηροὺς ἐκ μέσου τῶν
20δικαίων ὑπὸ τῶν ἐπὶ τούτῳ ἐξαποσταλησομένων ἀγγέλων, ὁρῶμεν ἡμῶν τὰ ἀθροίσματα πεπληρωμένα καὶ πονηρῶν. Ἀλλ’ εἴθε μὴ πλείους οὗτοι τυγχάνοιεν ὄντες τῶν δικαίων
οἱ βληθησόμενοι εἰς τὴν κάμινον τοῦ πυρός· Ἐπεὶ δὲ ἐλέγομεν ἐν ἀρχῇ ὅτι αἱ παραβολαὶ καὶ αἱ190
25ὁμοιώσεις οὐκ εἰς πάντα οἷς παραβάλλονται ἢ ὁμοιοῦνται παραλαμβάνονται, ἀλλ’ εἴς τινα, ἔτι τοῦτο κατασκευαστέον καὶ ἐκ τῶν λεχθησομένων, ὅτι ἐπὶ μὲν τῶν ἰχθύων, ὡς πρὸς τὴν ζωὴν αὐτῶν, φαῦλόν τι αὐτοῖς συμβαίνει τὸ ὑπὸ τὴν σαγήνην εὑρεθῆναι—τῆς γὰρ κατὰ φύσιν αὐτοῖς ζωῆς
30στερίσκονται καὶ οὔτε εἰς ἄγγη βαλλόμενοι οὔτε ἔξω ῥιπτόμενοι πλεῖόν τι πάσχουσι τοῦ ἀπολέσαι τὴν ὡς ἐν ἰχθύσι ζωήν—. Ἐπὶ δὲ τῶν δι’ ἃ λαμβάνεται ἡ παραβολή, φαῦλον μέν ἐστι τὸ εἶναι ἐν θαλάσσῃ καὶ μὴ ὑπὸ τὴν σαγήνην ἐλθεῖν ἐπὶ τῷ εἰς ἄγγη μετὰ τῶν καλῶν βληθῆναι. Οὕτω
35δὲ ἰχθῦς μὲν φαῦλοι ἔξω βάλλονται καὶ ῥιπτοῦνται, οἱ δὲ κατὰ τὴν προκειμένην ὁμοίωσιν φαῦλοι βάλλονται εἰς τὴν κάμινον τοῦ πυρός, ἵνα τὰ ἐν τῷ Ἰεζεκιὴλ περὶ τῆς καμίνου εἰρημένα καὶ ἐπὶ τούτους φθάσῃ· «καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι
40ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ» καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
ἐξέχεα τὸν θυμόν μου ἐφ’ ὑμᾶς».192

10

.

14

(1n)

Συνήκατε ταῦτα πάντα; Λέγουσι ναί (13, 51[52]).
2 Ὁ γινώσκων τὰ ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων Χριστὸς Ἰησοῦς, ὡς καὶ περὶ τούτου ἐδίδαξεν ἐν τῷ εὐαγγελίῳ ὁ Ἰωάννης, οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλ’ ἅπαξ ἀναλαβὼν
5ἄνθρωπον χρῆται καὶ τοῖς αὐτοῦ πᾶσιν, ὧν ἓν καὶ τὸ ἐρωτᾶν. Καὶ οὐ θαυμαστὸν εἰ ὁ σωτὴρ τοῦτο ποιεῖ, ὅπου γε καὶ ὁ τῶν ὅλων θεὸς τροποφορῶν τοὺς ἀνθρώπους «ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ» πυνθάνεται, ὡς ἐν τῷ «Ἀδάμ, ποῦ εἶ;» καὶ «ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός
10σου;» Βιασάμενος δέ τις ἐνταῦθα φήσει οὐκ ἐρωτηματικῶς εἰρῆσθαι ἀλλὰ ἀποφαντικῶς τὸ συνήκατε, ἐρεῖ δ’ ὅτι καὶ οἱ μαθηταὶ μαρτυροῦντες αὐτοῦ τῇ ἀποφάσει λέγουσιν αὐτῷ τὸ ναί. Πλὴν εἴτε ἐρωτᾷ εἴτε ἀποφαίνεται, ἀναγκαίως λέγεται οὐ τὸ ταῦτα μόνον δεικτικὸν ὄν, οὐδὲ τὸ πάντα
15μόνον, ἀλλὰ τὸ ταῦτα πάντα.
15 Ἔοικε δὲ νῦν τοὺς μαθητὰς παριστάναι πρὸ τῆς τῶν οὐρανῶν βασιλείας γραμματεῖς γεγονέναι· ἀλλὰ τούτῳ
ἐναντιώσεται τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τοῦτον εἰρημένον τὸν τρόπον· «Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου194
20παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόντες ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν.» Ἐπιζητήσει τις οὖν πρὸς ταῦτα· εἰ μὲν γραμματεῖς ἦσαν, πῶς «ἀγράμματοι» ἐν ταῖς Πράξεσι λέγονται «καὶ ἰδιῶται»; Εἰ δ’ ἦσαν «ἀγράμ‐
25ματοι καὶ ἰδιῶται», πῶς σαφέστατα γραμματεῖς ὑπὸ τοῦ σωτῆρος ὀνομάζονται; Λεχθείη δ’ ἂν εἰς τὰ ἐζητημένα ὅτι ἤτοι οὐ πάντες ἀλλὰ Πέτρος καὶ Ἰωάννης «ἀγράμματοι καὶ ἰδιῶται» ἐν ταῖς Πράξεσιν εἴρηνται, πλείονες δ’ ἦσαν οἱ μαθηταί, ἐφ’ οἷς συνιεῖσι πάντα λέλεκται τὸ πᾶς γραμ‐
30ματεὺς καὶ τὰ ἑξῆς· ἢ γραμματεὺς πᾶς ὁ μεμαθητευμένος τῇ κατὰ τὸ γράμμα τοῦ νόμου διδασκαλίᾳ ὀνομάζεται, ὡς καὶ τοὺς ἀγραμμάτους μὲν καὶ ἰδιώτας, ἀγομένους δὲ ὑπὸ τῷ τοῦ νόμου γράμματι, γραμματεῖς λέγεσθαι κατά τι σημαινόμενον. Καὶ ἰδιωτῶν γε μάλιστά ἐστι, μὴ εἰδότων
35τροπολογεῖν μηδὲ συνιέντων τὰ τῆς ἀναγωγῆς τῶν γραφῶν, ἀλλὰ τῷ γράμματι ψιλῷ πιστευόντων καὶ τοῦτο ἐκδικούντων, τὸ χρηματίζειν αὐτοὺς γραμματεῖς.
37 Οὕτως δέ τις διηγήσεται καὶ τὸ «οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί», ὡς παντὶ εἰρημένον τῷ πλὴν
40τοῦ γράμματος μηδὲν ἐπισταμένῳ. Ἔνθα ζητήσεις εἰ ὥσπερ νομικὸς γραμματεὺς οὕτως ἐστὶ καὶ εὐαγγελικός, καὶ ὥσπερ τὸν νόμον ἀναγινώσκων καὶ ἀκούων καὶ λέγων «ἅτινά ἐστιν ἀλληγορούμενα», οὕτω καὶ τὸ εὐαγγέλιον, ὡς εἰδέναι τηρουμένης τῆς κατὰ τὰ γενόμενα ἱστορίας τὴν196
45ἐπὶ τὰ πνευματικὰ ἄπταιστον ἀναγωγήν, ἵνα μὴ ᾖ μαθήματα «πνευματικὰ πονηρίας», ἀλλ’ ἐναντίως ἔχοντα πνευμα‐ τικοῖς πονηρίας πνευματικὰ ἀγαθότητος. Μαθητεύεται δὲ τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς κατὰ μὲν τὸ ἁπλούστερον, ὅτε ἀπὸ Ἰουδαϊσμοῦ ἀναλαμβάνει τις τὴν Ἰησοῦ Χριστοῦ

10

.

14

(50)

ἐκκλησιαστικὴν διδασκαλίαν· κατὰ δὲ τὸ βαθύτερον, ὅτε τὰς διὰ τοῦ γράμματος τῶν γραφῶν εἰσαγωγὰς παραλαβών τις ἀναβαίνει ἐπὶ τὰ πνευματικὰ ὀνομαζόμενα βασιλείαν οὐρανῶν. Καὶ καθ’ ἕκαστόν γε διανόημα ἐπιτυγχανόμενον καὶ ἐπαναβεβηκότως νοηθὲν καὶ παραδειχθὲν καὶ ἀποδειχθὲν
55ἔστι νοῆσαι βασιλείαν οὐρανοῦ, ὡς τὸν περισσεύοντα τῇ ἀψευδεῖ γνώσει ἐν τῇ βασιλείᾳ γίνεσθαι τοῦ πλήθους τῶν οὕτως ἀποδεδομένων οὐρανῶν. Οὕτω δὲ καὶ τροπολογήσεις τὸ «μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν», ἵν’ οἱ γραμματεῖς, τουτέστιν οἱ τῷ γράμματι ψιλῷ προσανα‐
60παυόμενοι, μετανοοῦντες ἀπὸ τῆς τοιαύτης ἐκδοχῆς μαθητεύωνται τῇ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἐμψύχου λόγου πνευματικῇ διδασκαλίᾳ καλουμένῃ βασιλείᾳ οὐρανῶν. Διὰ τοῦτο καὶ ὅσον μὲν Ἰησοῦς Χριστός, ὁ «ἐν ἀρχῇ πρὸς τὸν
θεὸν» θεὸς λόγος οὐκ ἐπιδημεῖ ψυχῇ, οὐκ ἔστιν ἐν ἐκείνῃ198
65ἡ βασιλεία τῶν οὐρανῶν· ὅταν δὲ ἐγγύς τις γένηται τοῦ χωρῆσαι τὸν λόγον, τούτῳ ἐγγίζει ἡ βασιλεία τῶν οὐρανῶν. Εἰ δὲ ταὐτόν ἐστιν ὑποστάσει, εἰ καὶ μὴ ἐπινοίᾳ, βασιλεία οὐρανῶν καὶ βασιλεία θεοῦ, δῆλον ὅτι πρὸς οὓς λέγεται· «Ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστι», πρὸς τούτους ἂν
70λέγοιτο καὶ τὸ «ἡ βασιλεία» τῶν οὐρανῶν «ἐντὸς ὑμῶν ἐστι», καὶ μάλιστα διὰ τὴν ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα μετάνοιαν, ὅτι «ἡνίκα ἂν ἐπιστρέψῃ» τις «πρὸς κύριον, περιαιρεῖται τὸ» ἐπὶ τῷ γράμματι «κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν». Ὁ δὲ ἀληθῶς οἰκοδεσπότης
75καὶ ἐλεύθερός ἐστι καὶ πλούσιος· πλουτῶν διὰ τὸ ἀπὸ γραμματείας μεμαθητεῦ〈σ〉θαι τῇ βασιλείᾳ τῶν οὐρανῶν «ἐν παντὶ λόγῳ» τῷ παρὰ τῆς παλαιᾶς διαθήκης «καὶ ἐν πάσῃ γνώσει» τῇ περὶ τῆς καινῆς Χριστοῦ Ἰησοῦ διδασ‐ καλίας, καὶ τὸν πλοῦτον τοῦτον ἔχων ἀποκείμενον ἐν τῷ
80αὐτοῦ θησαυρῷ, ᾧ θησαυρίζει ὡς βασιλείᾳ μαθητευθεὶς τῶν οὐρανῶν «ἐν οὐρανῷ, ὅπου οὔτε σὴς ἀφανίζει, οὔτε κλέπται διορύσσουσι». Καὶ ἔστι γε ἀληθῶς ὁρίσασθαι περὶ τοῦ —ὡς ἀποδεδώκαμεν—ἐν οὐρανοῖς θησαυρίζοντος, ὅτι οὐδὲ εἷς σὴς τῶν παθῶν ἅψασθαι αὐτοῦ τῶν πνευματικῶν καὶ
85οὐρανίων δύναται χρημάτων. Σὴς δὲ τῶν παθῶν εἶπον λαβὼν ἀφορμὴν ἀπὸ τῶν Παροιμιῶν, ἐν αἷς γέγραπται· «Ὥσπερ 〈σὴς ἐν ἱματίῳ καὶ〉 ἐν ξύλῳ σκώληξ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν»· σκώληξ γὰρ καὶ σής ἐστιν ἡ λύπη βλάπτουσα καρδίαν τὴν μὴ ἐν οὐρανοῖς καὶ
90τοῖς πνευματικοῖς ἔχουσαν τοὺς θησαυρούς, ἐν οἷς ἐάν τις
θησαυρίζῃ, ἐπεὶ «ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία», ἐν οὐρανοῖς ἔχει τὴν καρδίαν καὶ δι’ αὐτὴν λέγει· «Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου.» Οὕτω δὲ οὐδὲ κλέπται, περὶ ὧν εἶπεν ὁ σωτὴρ ὅτι200
95«πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί», διορύσσειν δύνανται τὰ ἐν οὐρανοῖς τεθησαυρισμένα καὶ τὴν παροῦσαν αὐτοῖς καρδίαν καὶ διὰ τοῦτο λέγουσαν· «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ» καὶ «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς

10

.

14

(100)

ὑπάρχει».

10

.

15

Ἐπεὶ δὲ πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά, δῆλον ὅτι καί, κατὰ τὴν καλουμένην τῆς προτάσεως ἀντιστροφήν,
5πᾶς ὅστις μὴ προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιὰ οὐκ ἔστι γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν. Συνάγειν οὖν παντὶ τρόπῳ πειρατέον ἐν τῇ καρδίᾳ ἡμῶν, διὰ τοῦ προσέχειν «τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ» καὶ «ἐν τῷ νόμῳ κυρίου μελετᾶν ἡμέρας
10καὶ νυκτός», οὐ μόνον τὰ καινὰ τῶν εὐαγγελίων καὶ τῶν ἀποστόλων καὶ τῆς ἀποκαλύψεως αὐτῶν λόγια, ἀλλὰ καὶ παλαιὰ τοῦ «σκιὰν» ἔχοντος «τῶν μελλόντων ἀγαθῶν» νόμου καὶ τῶν ἀκολούθως αὐτοῖς προφητευσάντων προφητῶν.
Συναχθήσεται δὲ ταῦτα, ἐπὰν καὶ ἀναγινώσκωμεν καὶ202
15γινώσκωμεν καὶ μεμνημένοι τούτων «πνευματικὰ πνευμα‐ τικοῖς» εὐκαίρως συγκρίνωμεν, οὐ τὰ ἀσύγκριτα πρὸς ἄλληλα συγκρίνοντες, ἀλλὰ συγκριτὰ καὶ ὁμοιότητά τινα ἔχοντα, λέξεως ταὐτὸν ταὐτὸν σημαινούσης καὶ νοημάτων καὶ δογμάτων, ἵν’ «ἐπὶ στόματος δύο ἢ τριῶν» ἢ καὶ
20πλειόνων «μαρτύρων» τῶν ἀπὸ τῆς γραφῆς στήσωμεν καὶ βεβαιώσωμεν «πᾶν ῥῆμα» τοῦ θεοῦ. Καὶ διὰ τούτων δὲ δυσωπητέον τοὺς ὅσον ἐφ’ ἑαυτοῖς τὴν θεότητα διαιροῦντας καὶ διακόπτοντας ἀπὸ τῶν παλαιῶν τὰ καινά, ὡς μακρὰν τυγχάνοντας τῆς πρὸς τὸν οἰκοδεσπότην ὁμοιώ‐
25σεως, προφέροντα ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
25 Ἐπεὶ δὲ ὁ ὁμοιούμενός τινι ἕτερός ἐστι παρ’ ἐκεῖνον ᾧ ὁμοιοῦται, ἔσται μὲν μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς ὁ ὁμοιούμενος, ἕτερος δὲ παρὰ τοῦτον ὁ οἰκοδεσπότης, ὃς προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ
30καὶ παλαιά· ὁ δὲ ὁμοιούμενος αὐτῷ, ὡς τοῦτον μιμούμενος, τὸ παραπλήσιον ποιεῖν βούλεται. Μήποτε οὖν ὁ μὲν οἰκοδεσ‐
πότης ἄνθρωπος αὐτός ἐστιν ὁ Ἰησοῦς προφέρων ἐκ τοῦ θησαυροῦ αὐτοῦ, κατὰ τὸν καιρὸν τῆς διδασκαλίας, καινὰ μὲν τὰ πνευματικὰ καὶ ἀεὶ ἀνακαινούμενα ὑπ’ αὐτοῦ ἐν204
35τῷ ἔσω τῶν δικαίων ἀνθρώπῳ καὶ ἀεὶ ἀνακαινουμένῳ «ἡμέρᾳ καὶ ἡμέρᾳ», παλαιὰ δὲ τὰ «ἐν γράμμασιν ἐντετυπωμένα λίθοις» καὶ λιθίναις καρδίαις τοῦ παλαιοῦ ἀνθρώπου, ἵνα τῇ συγκρίσει τοῦ γράμματος καὶ τῇ παρα‐ στάσει τοῦ πνεύματος πλουτίσῃ τὸν μαθητευθέντα τῇ βασιλείᾳ
40τῶν οὐρανῶν γραμματέα καὶ ποιήσῃ ἑαυτῷ ὅμοιον, ἕως ὁ μαθητὴς «γένηται ὡς ὁ διδάσκαλος», μιμούμενος πρῶτον τὸν μιμητὴν τοῦ Χριστοῦ, μετὰ δὲ τοῦτον καὶ αὐτὸν 〈τὸν〉 Χριστὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Παύλου· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.» Δύναται δὲ καὶ
45ἁπλούστερον Ἰησοῦς ὁ οἰκοδεσπότης προφέρειν ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ μὲν τὴν εὐαγγελικὴν διδασκαλίαν, παλαιὰ δὲ τὴν σύγκρισιν τῶν ἀπὸ νόμου καὶ προφητῶν παραλαμβανομένων ῥητῶν, ὧν παραδείγματα ἔστιν ἐν τοῖς εὐαγγελίοις εὑρεῖν. Περὶ δὲ τούτων τῶν παλαιῶν καὶ

10

.

15

(50)

καινῶν ἀκουστέον καὶ τοῦ πνευματικοῦ νόμου λέγοντος ἐν Λευϊτικῷ· «Καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ
παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε· καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν»· ἐσθίομεν γὰρ ἐν εὐλογίᾳ τὰ παλαιά, τοὺς προφητικοὺς λόγους, καὶ τούτων τῶν παλαιῶν τὰ παλαιά,206
55τοὺς νομικούς, καὶ ἐλθόντων τῶν νέων καὶ εὐαγγελικῶν βιοῦντες κατὰ τὸ εὐαγγέλιον τὰ παλαιὰ τοῦ γράμματος ἐκ προσώπου νέων ἐκφέρομεν, καὶ τίθησι τὴν ἑαυτοῦ σκηνὴν ἐν ἡμῖν πληρῶν ἣν εἶπεν ἐπαγγελίαν· «Ἐνοικήσω καὶ
ἐμπεριπατήσω ἐν αὐτοῖς.»208

10

.

16

(1n)

Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς
2nταύτας, μετῆρεν ἐκεῖθεν. Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ
3n(13, 53[—58]).
4Ἐπεὶ ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν μήποτε τὰ μὲν τοῖς
5ὄχλοις λελαλημένα παραβολαὶ ἦσαν, τὰ δὲ τοῖς μαθηταῖς ὁμοιότητες, καὶ τὰς εἰς τοῦτο ὑποπεσούσας παρατηρήσεις ἐξεθέμεθα, ὡς οἶμαι, οὐκ εὐκαταφρονήτους τυγχανούσας, χρὴ εἰδέναι ὅτι δόξει ἐκείνοις πᾶσιν ἐναντιοῦσθαι τὸ ἐπι‐ λέγεσθαι οὐκ ἐπὶ ταῖς παραβολαῖς μόνον, ἀλλὰ καὶ ἐπὶ ταῖς
10—ὡς ἐξεδώκαμεν—ὁμοιότησι τὸ καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. Ζητοῦμεν οὖν πότερον ἐκεῖνα πάντα ἀθετητέον, ἢ δύο γένη παραβολῶν λεκτέον, τῶν τε τοῖς ὄχλοις λαλουμένων καὶ τῶν τοῖς μαθηταῖς ἐπαγγελλομένων, ἢ καὶ ὁμώνυμον τὸ τῆς παραβολῆς
15ὄνομα νομιστέον ἢ τὸ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας ἐπὶ τὰς ἀνωτέρω παραβολὰς μόνας τὰς πρὸ τῶν ὁμοιώσεων ἀνακτέον. Διὰ γὰρ τὸ «ὑμῖν δέδοται
γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς», οὐχ οἷόν τε λέγειν τοῖς μαθηταῖς210
20ἅτε οὐκ οὖσι τῶν ἔξω ἐν παραβολαῖς ἐκείναις τὸν σωτῆρα λελαληκέναι. Τούτῳ δὲ ἀκολουθεῖ ἤτοι τὸ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν ἀναφέρεσθαι ἐπὶ τὰς ἀνωτάτω εἰρημένας παραβολάς, ἢ ὁμώνυμον εἶναι τὸ τῆς παραβολῆς ὄνομα, ἢ δύο γένη εἶναι
25παραβολῶν, ἢ μηδ’ ὅλως εἶναι παραβολὰς ἃ ὠνομάσαμεν ὁμοιώσεις.
26 Πρόσχες δὲ ὅτι ἔξω τῆς πατρίδος αὐτοῦ λέγει τὰς παρα‐ βολὰς ἃς ὅτε ἐτέλεσε, μετῆρεν ἐκεῖθεν, καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν.
30Καὶ ὁ Μᾶρκος δέ φησι· «Καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.» Ζητητέον οὖν καὶ κατὰ τὴν λέξιν, πότερον Νάζαρα λέγει τὴν πατρίδα αὐτοῦ ἢ Βηθλεέμ· Νάζαρα μὲν διὰ τὸ «Ναζωραῖος κληθή‐ σεται», Βηθλεὲμ δὲ ἐπεὶ ἐν αὐτῇ γεγένηται. Ἔτι δὲ
35ἐφίστημι μήποτε δυνάμενοι οἱ εὐαγγελισταὶ εἰπεῖν· ἐλθὼν εἰς Βηθλεὲμ ἢ ἐλθὼν εἰς Νάζαρα, τοῦτο μὲν οὐ πεποιήκασι, πατρίδα δὲ ὠνομάκασι διά τι μυστικῶς ἐν τῷ τόπῳ περὶ τῆς πατρίδος αὐτοῦ δηλούμενον ὅλης 〈οὔσησ〉 τῆς Ἰουδαίας, ἐν ᾗ ἠτίμωται κατὰ τὸ οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν
40τῇ πατρίδι αὐτοῦ. Καὶ ἐάν τις κατανοήσῃ Ἰησοῦν Χριστὸν
«Ἰουδαίοις μὲν σκάνδαλον», παρ’ οἷς μέχρι τοῦ νῦν διώκεται, ἐν δὲ τοῖς ἔθνεσι κηρυσσόμενον καὶ πεπιστευμέ‐ νον—ἕως γὰρ πάσης τῆς γῆς ἔδραμεν ὁ λόγος αὐτοῦ, — ὄψεται ὅτι Ἰησοῦς ἐν μὲν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ εἶχε,212
45παρὰ δὲ τοῖς ξένοις «τῶν διαθηκῶν» τιμᾶται, τοῖς ἔθνεσι. Τίνα δὲ διδάσκων ἔλεγεν ἐν τῇ συναγωγῇ αὐτῶν, οὐκ ἀναγεγράφασιν οἱ εὐαγγελισταί, ἀλλ’ ὅτι τηλικαῦτα καὶ τοιαῦτα ἦν, ὥστε ἐκπλήττεσθαι πάντας· καὶ εἰκὸς ὅτι ὑπὲρ γραφὴν ἦν τὰ εἰρημένα. Πλὴν ἐν τῇ συναγωγῇ αὐτῶν

10

.

16

(50)

ἐδίδασκεν, οὐ σχιζόμενος ἀπ’ αὐτῆς οὐδὲ ἀθετῶν αὐτήν.

10

.

17

Τὸ δὲ τούτῳ πόθεν ἡ σοφία αὕτη; πλείονα σαφῶς ἐμφαίνει καὶ ἐξαίρετον σοφίαν τῶν λόγων τοῦ Ἰησοῦ, ἀξίαν τοῦ «καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε». Καὶ δυνάμεις μείζους ἐποίει τῶν ἐν Ἠλίᾳ καὶ ἐν Ἐλισσαίῳ καὶ ἔτι
5πρότερον ἐν Μωσῇ καὶ Ἰησοῦ τοῦ Ναυῆ. Ἔλεγον δὲ οἱ θαυμάζοντες, οὐκ εἰδότες αὐτὸν παρθένου υἱόν, οὐδὲ πισ‐ τεύοντες, εἰ καὶ ἐλέγετο, ἀλλ’ ὑπολαμβάνοντες εἶναι Ἰωσὴφ τοῦ τέκτονος· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Καὶ ὅλην γε τὴν φαινομένην αὐτοῦ ἐγγυτάτω συγγένειαν ἐξευτελί‐
10ζοντες ἔφασκον τὸ οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; Ὤιοντο οὖν αὐτὸν εἶναι Ἰωσὴφ καὶ Μαρίας υἱόν. Τοὺς δὲ ἀδελφοὺς Ἰησοῦ φασί τινες εἶναι, ἐκ παραδόσεως214
15ὁρμώμενοι τοῦ ἐπιγεγραμμένου κατὰ Πέτρον εὐαγγελίου ἢ τῆς βίβλου Ἰακώβου, υἱοὺς Ἰωσὴφ ἐκ προτέρας γυναικὸς συνῳκηκυίας αὐτῷ πρὸ τῆς Μαρίας. Οἱ δὲ ταῦτα λέγοντες τὸ ἀξίωμα τῆς Μαρίας ἐν παρθενίᾳ τηρεῖν μέχρι τέλους βούλονται, ἵνα μὴ τὸ κριθὲν ἐκεῖνο σῶμα διακονήσασθαι
20τῷ εἰπόντι λόγῳ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι», γνῷ κοίτην ἀνδρὸς μετὰ τὸ ἐπελθεῖν ἐν αὐτῇ πνεῦμα ἅγιον καὶ τὴν ἐπεσκια‐ κυῖαν αὐτῇ δύναμιν ἐξ ὕψους. Καὶ οἶμαι λόγον ἔχειν ἀνδρῶν μὲν καθαρότητος τῆς ἐν ἁγνείᾳ ἀπαρχὴν γεγονέναι
25τὸν Ἰησοῦν, γυναικῶν δὲ τὴν Μαρίαν· οὐ γὰρ εὔφημον ἄλλῃ παρ’ ἐκείνην τὴν ἀπαρχὴν τῆς παρθενίας ἐπιγράψασθαι. Ἰάκωβος δέ ἐστιν οὗτος ὃν λέγει Παῦλος ἰδεῖν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ εἰπών· «Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ
εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.» Ἐπὶ216
30τοσοῦτον δὲ διέλαμψεν οὗτος ὁ Ἰάκωβος ἐν τῷ λαῷ ἐπὶ δικαιοσύνῃ ὡς Φλάβιον Ἰώσηπον ἀναγράψαντα ἐν εἴκοσι βιβλίοις τὴν Ἰουδαϊκὴν ἀρχαιολογίαν, τὴν αἰτίαν παραστῆσαι βουλόμενον τοῦ τὰ τοσαῦτα πεπονθέναι τὸν λαὸν ὡς καὶ τὸν ναὸν κατασκαφῆναι, εἰρηκέναι κατὰ μῆνιν θεοῦ ταῦτα
35αὐτοῖς ἀπηντηκέναι διὰ τὰ εἰς Ἰάκωβον τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ ὑπ’ αὐτῶν τετολμημένα. Καὶ «τὸ θαυμαστόν ἐστιν» ὅτι, τὸν Ἰησοῦν ἡμῶν οὐ καταδεξάμενος εἶναι Χριστόν, οὐδὲν ἧττον Ἰακώβῳ δικαιοσύνην ἐμαρτύρησε τοσαύτην. Λέγει δὲ ὅτι καὶ ὁ λαὸς ταῦτα ἐνόμιζε διὰ τὸν
40Ἰάκωβον πεπονθέναι. Καὶ Ἰούδας ἔγραψεν ἐπιστολὴν ὀλιγόστιχον μέν, πεπληρωμένην δὲ τῶν τῆς οὐρανίου χάριτος ἐρρωμένων λόγων· ὅστις ἐν τῷ προοιμίῳ εἴρηκεν· «Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου.» Περὶ δὲ
Ἰωσὴφ καὶ Σίμωνος ἡμεῖς οὐδὲν ἱστορήσαμεν.218
45 Τὸ δὲ καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; δοκεῖ μοι τοιοῦτόν τι σημαίνειν· τὰ ἡμέτερα φρονοῦσιν οὐ τὰ τοῦ Ἰησοῦ, καὶ οὐδὲν ξένον ἔχουσιν ἐξαιρέτου συνέσεως ὡς ὁ Ἰησοῦς. Μήποτε δὲ ἐμφαίνεται διὰ τούτων ἐπαπόρησις περὶ τοῦ μηδὲ ἄνθρωπον εἶναι, ἀλλά τι θειότερον τὸν Ἰησοῦν,

10

.

17

(50)

υἱὸν μὲν ὄντα, ὡς ὑπελάμβανον, Ἰωσὴφ καὶ Μαρίας, ἀδελφὸν δὲ τεσσάρων 〈ἀρρένων〉, οὐδὲν δ’ ἧττον καὶ ἑτέρων θηλειῶν, καὶ μηδὲν ἔχοντά τινι τῶν ἐκ γένους παραπλήσιον μηδ’ ἐκ παιδεύσεως καὶ διδασκαλίας ἐπὶ τοσοῦτον σοφίας καὶ δυνάμεως ἐληλακότα. Καὶ γὰρ ἀλλαχοῦ λέγουσι· «Πῶς
55οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς;» ὧν παραπλήσιόν ἐστι καὶ τὸ ἐνταῦθα λεγόμενον. Πλὴν οἱ λέγοντες ταῦτα καὶ ἐπὶ τοσοῦτον ἐπαποροῦντες καὶ ἐκπλησσόμενοι οὐκ ἐπίστευον μέν, ἐσκανδαλίζοντο δὲ ἐν αὐτῷ, ὡσεὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας κρατούμενοι ὑπὸ δυνάμεων ἃς ἔμελλεν ἐν τῷ
60καιρῷ τοῦ πάθους θριαμβεύειν ἐν τῷ ξύλῳ.

10

.

18

(1n)

Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστι προφήτης
2nἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ.
3 Ζητητέον πότερον καθολικῶς ἴσον δύναται ἐπὶ πάντα προφήτην ἀναφερόμενον τὸ λεγόμενον, ὡς ἑκάστου τῶν
5προφητῶν ἐν τῇ ἰδίᾳ πατρίδι ἀτιμωθέντος μόνῃ—οὐ παντὸς τοῦ ἀτιμωθέντος ἐν τῇ πατρίδι ἀτιμωθέντος—, ἢ διὰ τὸ ἑνικῶς εἰρῆσθαι περὶ ἑνὸς ταῦτα λέλεκται. Εἰ μὲν οὖν περὶ ἑνὸς ταῦτα λέγεται, ἀρκεῖ τὰ εἰρημένα, ἀναφερόντων ἡμῶν τὸ γεγραμμένον εἰς τὸν σωτῆρα. Εἰ δὲ καθολικόν ἐστιν,220
10ἀπὸ μὲν τῆς ἱστορίας οὐκ ἀληθές—οὔτε γὰρ Ἠλίας ἐν Θεσβὼν τῆς Γαλαὰδ ἠτιμώθη οὔτε Ἐλισσαῖος ἐν Ἐβαλ‐ μαουλὰ οὔτε [ὁ] Σαμουὴλ ἐν Ἀρμαθαῒμ οὔθ’ Ἱερεμίας ἐν Ἀναθώθ—, τροπολογούμενον δὲ καὶ πάνυ ἀληθές. Χρὴ γὰρ πατρίδα νομίζειν αὐτῶν τὴν Ἰουδαίαν καὶ συγγενεῖς
15τὸν Ἰσραὴλ ἐκεῖνον, οἰκίαν δὲ τάχα τὸ σῶμα· ἠτιμώθησαν γὰρ πάντες ἐν τῇ Ἰουδαίᾳ ὑπὸ τοῦ «κατὰ σάρκα» Ἰσραὴλ ἔτι ὄντες ἐν τῷ σώματι, ὡς ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι γέγραπται ἐν ἐλεγμῷ λεγόμενον πρὸς τὸν λαόν· «Τίνα γὰρ τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; 〈καὶ
20ἀπέκτειναν〉 τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου;» Παρὰ δὲ τῷ Παύλῳ ἐν τῇ πρὸς Θεσσαλονι‐ κεῖς προτέρᾳ τὰ ὅμοια λέλεκται· «Ὑμεῖς δὲ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ
25ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόν‐ των, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων.» Οὐκ ἔστιν οὖν προφήτης ἄτιμος ἐν τοῖς ἔθνεσιν· ἢ γὰρ οὐδ’ ὅλως οἴδασιν
30αὐτὸν ἢ μαθόντες καὶ παραδεξάμενοι αὐτὸν προφήτην
τιμῶσι. Τοιοῦτοι δὲ οἱ ἀπὸ ἐκκλησίας. Ἀτιμάζονται δὲ οἱ προφῆται πρῶτον μὲν διωχθέντες κατὰ ἱστορίαν ὑπὸ τοῦ λαοῦ, δεύτερον δὲ μὴ πιστευομένης αὐτῶν τῆς προφητείας ὑπὸ τοῦ λαοῦ. Εἰ γὰρ ἐπίστευον Μωσῇ καὶ προφήταις,222
35ἐπίστευον ἂν Χριστῷ τῷ παραστήσαντι, ὅτι ἀκολουθεῖ τοῖς πιστεύουσι Μωσῇ καὶ προφήταις 〈τὸ〉 πιστεύειν Χριστῷ καὶ τοῖς μὴ πιστεύουσι Χριστῷ τὸ μὴ πιστεύειν Μωσῇ. Ἔτι δὲ ὥσπερ «διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν» ἀτιμάζειν ὁ ἁμαρτάνων λέγεται, οὕτω διὰ τοῦ
40μὴ πιστεύειν τῷ προφητευομένῳ ἀτιμάζεται ὑπὸ τοῦ ἀπιστοῦντος ταῖς προφητείαις ὁ προφήτης.
41 Χρήσιμον δὲ ὡς πρὸς τὴν ἱστορίαν ἀναλέξασθαι ἃ πέπονθεν Ἱερεμίας ἐν τῷ λαῷ, ἐφ’ οἷς εἶπε· «Καὶ εἶπα· οὐ μὴ λαλήσω οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου», καὶ πάλιν
45ἀλλαχοῦ· «Διετέλεσα μυκτηριζόμενος.» Ὅσα δὲ καὶ ὑπὸ τοῦ τότε βασιλέως τοῦ Ἰσραὴλ πέπονθεν, ἐν τῇ προφητείᾳ αὐτοῦ ἀναγέγραπται. Καὶ Μωσέα δὲ ὅτι ἦλθον πολλάκις λιθόλευστον ποιῆσαι οἱ ἀπὸ τοῦ λαοῦ, καὶ τοῦτο γέγραπται, καὶ ἦν αὐτῷ πατρὶς οὐχ οἱ λίθοι τινὸς τόπου, ἀλλ’ οἱ ἀκολου‐

10

.

18

(50)

θήσαντες αὐτῷ, ὁ λαός, παρ’ οἷς καὶ αὐτὸς ἠτιμώθη. Καὶ
Ἡσαΐας δὲ πεπρῖσθαι ὑπὸ τοῦ λαοῦ ἱστόρηται. Εἰ δέ τις οὐ προσίεται τὴν ἱστορίαν, διὰ τὸ ἐν τῷ ἀποκρύφῳ Ἡσαΐᾳ αὐτὴν φέρεσθαι, πιστευσάτω τοῖς ἐν τῇ πρὸς Ἑβραίους οὕτω γεγραμμένοις· «Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσ‐224
55θησαν»· τὸ γὰρ «ἐπρίσθησαν» ἐπὶ τὸν Ἡσαΐαν ἀναφέρεται, ὥσπερ τὸ «ἐν φόνῳ μαχαίρας ἀπέθανον» ἐπὶ τὸν Ζαχαρίαν φονευθέντα «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου», ὡς ὁ σωτὴρ ἐδίδαξε μαρτυρῶν, ὡς οἶμαι, γραφῇ οὐ φερομένῃ μὲν ἐν τοῖς κοινοῖς καὶ δεδημευμένοις βιβλίοις, εἰκὸς δ’ ὅτι
60ἐν ἀποκρύφοις φερομένῃ. Ἠτιμώθησαν δὲ ἐν τῇ πατρίδι παρὰ τοῖς Ἰουδαίοις καὶ περιελθόντες «ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι» καὶ τὰ ἑξῆς. «Πάντες» γὰρ «οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται». Εἰκὸς δ’ ὅτι τοῦτο ἐπιστάμενος
65ὁ Παῦλος, τὸ προφήτην ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχειν, πολλαχοῦ τὸν λόγον κηρύξας, οὐκ ἐκήρυξεν ἐν Ταρσῷ. Καὶ οἱ ἀπόστολοι διὰ τοῦτο κατέλιπον τὸν Ἰσραήλ, ἐποίησαν δὲ τὸ προστεταγμένον ὑπὸ τοῦ σωτῆρος· «Μαθητεύσατε πάντα τὰ ἔθνη» καὶ τὸ «ἔσεσθέ μοι μάρτυρες ἔν τε
70Ἱερουσαλὴμ καὶ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς». Πεποιήκασι μὲν οὖν τὸ προστεταγμένον
ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ· ἀλλ’ ἐπεὶ προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει, μὴ παραδεξαμένων Ἰουδαίων τὸν λόγον, ἀπεληλύθασιν εἰς τὰ ἔθνη. Πρόσχες δὲ εἰ226
75δύνασαι, διὰ τὸ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσι» πεπληρωμένον μετὰ τὴν παρου‐ σίαν τοῦ σωτῆρος ἐν ταῖς ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαις, λέγειν ὅτι οἱ πρότερον ἐκ τοῦ κόσμου καὶ διὰ τοῦ πιστεύειν γενόμενοι οὐκέτι ἐκ τοῦ κόσμου ἐν τῇ ἰδίᾳ πατρίδι, τῷ κόσμῳ, ἅγιον
80πνεῦμα λαβόντες καὶ προφητεύσαντες τιμὴν οὐκ ἔχουσιν, ἀλλὰ ἀτιμάζονται. Διὸ μακάριοί εἰσι τὰ αὐτὰ τοῖς προφήταις παθόντες κατὰ τὸ ὑπὸ τοῦ σωτῆρος λεγόμενον· «Κατὰ ταὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.» Τούτοις δέ τις ἐμμελῶς προσέχων, εἰ διὰ τὸ πάνυ εὐτόνως
85βιοῦν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας μισοῖτο καὶ ἐπι‐ βουλεύοιτο, ὡς διωκόμενος καὶ ὀνειδιζόμενος «ἕνεκεν δικαιοσύνης» οὐ μόνον οὐ λυπηθήσεται, ἀλλὰ καὶ χαρήσεται καὶ ἀγαλλιάσεται, πειθόμενος διὰ ταῦτα μισθὸν ἔχειν πολὺν «ἐν τοῖς οὐρανοῖς» ἀπὸ τοῦ ὁμοιώσαντος αὐτὸν τοῖς
90προφήταις ἐκ τοῦ ταὐτὰ πεπονθέναι. Ἀτιμάζεσθαι τοίνυν ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἁμαρτάνουσι, βαρουμένοις τῷ βίῳ τοῦ δικαίου, χρὴ τὸν ζηλοῦντα βίον προφητικὸν καὶ χωρήσαντα τὸ ἐν ἐκείνοις πνεῦμα.

10

.

19

Ἑξῆς ἔστιν ἰδεῖν τὸ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις
πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. Διὰ τούτων δὲ διδασκόμεθα ὅτι αἱ δυνάμεις ἐν τοῖς πιστεύουσιν ἐγίνοντο, ἐπεὶ «παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται», ἐν ἀπίστοις228
5δὲ οὐ μόνον οὐκ ἐνήργουν αἱ δυνάμεις, ἀλλ’ ὡς ὁ Μᾶρκος ἀνέγραψεν, οὐδὲ ἐδύναντο ἐνεργεῖν. Πρόσχες γὰρ τῷ «οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν ποιῆσαι δύναμιν»· οὐ γὰρ εἶπεν «οὐκ ἤθελεν», ἀλλ’ «οὐκ ἠδύνατο», ὡς ἐρχομένης μὲν ἐπὶ τὴν ἐνεργοῦσαν δύναμιν συμπράξεως ὑπὸ πίστεως ἐκείνου
10εἰς ὃν ἐνήργει ἡ δύναμις, κωλυομένης δὲ ἐνεργεῖν ὑπὸ τῆς ἀπιστίας. Ὅρα οὖν ὅτι πρὸς τοὺς εἰπόντας· «Διὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;» εἶπε· «Διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν», καὶ πρὸς τὸν ἀρξάμενον καταποντίζεσθαι Πέτρον λέλεκται· «Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;» Ἀλλὰ καὶ ἡ
15αἱμορροοῦσα, μὴ ἀξιώσασα περὶ τῆς θεραπείας, ἀλλὰ μόνον λογισαμένη, εἰ ἅψαιτο «τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ», ὅτι ἰαθήσεται, «ἰάθη παραχρῆμα», καὶ ὁμολογεῖ τῷ τρόπῳ τῆς ἰάσεως ὁ σωτὴρ λέγων· «Τίς μου ἥψατο; Ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ.» Καὶ
20τάχα ὥσπερ ἐπὶ τῶν σωμάτων ἐστί τισι πρός τινα φυσικὴ ὁλκή, ὡς τῇ μαγνησίᾳ λίθῳ πρὸς σίδηρον καὶ τῷ καλουμένῳ νάφθᾳ πρὸς πῦρ, οὕτως τῇ τοιᾷδε πίστει πρὸς θείαν δύναμιν· καθὸ εἴρηται καὶ τὸ «ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως,
ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι ἔνθεν ἐκεῖ, καὶ μετα‐230
25βήσεται». Ἀκριβῶς δὲ δοκοῦσί μοι ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος τὸ ὑπερέχον τῆς θείας δυνάμεως παραστῆσαι βουλόμενοι ὅτι καὶ ἐν ἀπιστίᾳ δύναται, ἀλλ’ οὐκ ἐπὶ πλεῖον δύναται, ὅσον δύναται ἐν πίστει τῇ τῶν εὐεργετουμένων, εἰρηκέναι οὐχ ὅτι οὐκ ἐποίησε δυνάμεις διὰ τὴν ἀπιστίαν
30αὐτῶν, ἀλλ’ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς. Καὶ ὁ Μᾶρκος δὲ οὐκ εἶπεν ὅτι «οὐκ ἐδύνατο ἐκεῖ οὐδεμίαν ποιῆσαι δύναμιν» καὶ ἔστη ἐπὶ τούτῳ, ἀλλὰ προσέθηκεν· «Εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε», νικώσης τῆς ἐν αὐτῷ δυνάμεως καὶ οὕτως τὴν ἀπιστίαν.
35 Δοκεῖ δέ μοι ὅτι, ὥσπερ ἐπὶ τῶν σωματικῶν οὔτε αὐτάρκης γεωργία πρὸς συγκομιδὴν καρπῶν, ἐὰν μὴ τὸ περιεχόμενον εἰς τοῦτο συνεργῇ—μᾶλλον δὲ τὸ περιέχον—ποιότητι ὁποίᾳ βούλεται ὁ κοσμῶν καὶ ποιῶν αὐτὸ ὁποῖον θέλει, οὔτε τὸ περιέχον χωρὶς γεωργίας—μᾶλλον δὲ ὁ προνοῶν
40οὐ ποιήσαι ἂν ἀνατεῖλαι ἀπὸ τῆς γῆς τὰ ἀπὸ τῆς γῆς ἀνατέλ‐ λοντα χωρὶς γεωργίας· ἅπαξ γὰρ τοῦτο πεποίηκεν ἐν τῷ «βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα»—, οὕτω δὴ οὔτε τὰ ἐνεργή‐ ματα τῶν δυνάμεων χωρὶς πίστεως τῆς τῶν θεραπευομένων
45τὸ αὐτοτελὲς ἔργον ἐπιδείκνυται πρὸς ἴασιν οὔθ’ ἡ πίστις, ὁποία ποτ’ ἂν ᾖ, χωρὶς τῆς θείας δυνάμεως. Καὶ τὸ γεγραμ‐ μένον δὲ περὶ σοφίας ἐφαρμόσεις καὶ τῇ πίστει καὶ ταῖς ἀρεταῖς κατ’ εἶδος, ὥστε τοιοῦτον ποιῆσαι λόγον· «Κἂν γάρ τις ᾖ τέλειος» ἐν πίστει «ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ

10

.

19

(50)

σοῦ» δυνάμεως «ἀπούσης εἰς οὐδὲν λογισθήσεται», ἢ «τέλειος» τῇ σωφροσύνῃ, ὡς «ἐν υἱοῖς ἀνθρώπων, τῆς
ἀπὸ σοῦ» σωφροσύνης «ἀπούσης, εἰς οὐδὲν λογισθήσεται», ἢ «τέλειος» ἐν δικαιοσύνῃ καὶ ταῖς λοιπαῖς ἀρεταῖς, «τῆς ἀπὸ σοῦ» δικαιοσύνης 〈ἀπούσησ〉 καὶ τῶν ἀπὸ σοῦ λοιπῶν232
55ἀρετῶν «εἰς οὐδὲν λογισθήσεται». Ὅθεν «μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ»· τὸ γὰρ καυχήσεως ἄξιον οὐχ ἡμέτερον, ἀλλὰ δῶρόν ἐστι τοῦ θεοῦ ἡ ἀπ’ αὐτοῦ σοφία καὶ ἡ ἀπ’ αὐτοῦ
ἰσχὺς καὶ οὕτω τὰ λοιπά.234

10

.

20

(1n)

Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης
2nτὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν ἑαυτοῦ· οὗτός ἐστιν
3nἸωάννης ὁ βαπτιστής (14, 1. 2[—11]).
4Παρὰ δὲ τῷ Μάρκῳ οὕτως καὶ παρὰ τῷ Λουκᾷ οὕτως.
5 Διαφόρους δόξας εἶχον περὶ τῶν πραγμάτων Ἰουδαῖοι, τινὰς μὲν ψευδεῖς, ὁποίας ἐφρόνουν οἱ Σαδδουκαῖοι περὶ ἀναστάσεως νεκρῶν ὡς οὐκ ἐγειρομένων, καὶ περὶ ἀγγέλων ὡς οὐχ ὑπαρχόντων, ἀλλὰ τροπολογουμένων τῶν περὶ αὐτῶν ἀναγεγραμμένων μόνον καὶ μηδὲν ὡς πρὸς τὴν
10ἱστορίαν ἀληθὲς ἐχόντων· ἑτέρας δὲ [ὡς] ἀληθεῖς, ὡς περὶ ἀναστάσεως νεκρῶν ὅτι ἐγείρονται, ἐδίδασκον οἱ Φαρισαῖοι. Τὸ οὖν ζητούμενον κατὰ τὸν τόπον ἐστίν, εἰ τοιαύτη τις ἦν περὶ ψυχῆς δόξα, ἣν ἐφρόνει Ἡρώδης ἐσφαλμένως καί τινες τῶν ἀπὸ τοῦ λαοῦ, ὅτι ὁ πρὸ ὀλίγου236
15ἀναιρεθεὶς ὑπ’ αὐτοῦ Ἰωάννης ἀνέστη ἀπὸ τῶν νεκρῶν μετὰ τὸ ἀποκεφαλισθῆναι, καὶ ἦν αὐτὸς ἑτέρῳ ὀνόματι χρώμενος καὶ καλούμενος νῦν Ἰησοῦς, δεκτικὸς τῶν αὐτῶν δυνάμεων, αἳ πρότερον ἐνήργουν ἐν τῷ Ἰωάννῃ. Ποίαν οὖν ἔχει πιθα‐ νότητα τὸν ἐπὶ τοσοῦτον γνώριμον παντὶ λαῷ καὶ διαβόητον
20ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, ὃν ἔλεγον υἱὸν εἶναι «τοῦ τέκτονος» καὶ Μαρίας καὶ ἀδελφοὺς ἔχειν τοιούσδε καὶ ἀδελφάς, νομίζεσθαι εἶναι οὐχ ἕτερον Ἰωάννου, ᾧ πατὴρ ἦν Ζαχαρίας καὶ μήτηρ Ἐλισάβετ, οὐδ’ αὐτοὶ ἄσημοι ἐν τῷ λαῷ; Εἰκὸς δ’ ὅτι ὁ λαὸς φρονοῦντες περὶ τοῦ Ἰωάννου «ὅτι
25ὄντως προφήτης ἦν», καὶ τοσοῦτοι τυγχάνοντες ὡς φοβεῖσθαι τοὺς Φαρισαίους, διὰ τὸ μὴ δυσάρεστον δοκεῖν τῷ λαῷ λέγειν, ἀποκρίνεσθαι, πότερον «ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων» τὸ βάπτισμα αὐτοῦ, οὐκ ἠγνόουν υἱὸν αὐτὸν τυγχάνειν Ζαχαρίου. Τάχα δὲ καὶ εἴς τινας ἔφθασεν αὐτῶν
30τὰ τῆς ἑωραμένης ὀπτασίας ἐν τῷ ναῷ, φανέντος τῷ Ζαχαρίᾳ
τοῦ Γαβριήλ. Ποίαν δὴ οὖν ἔχει πιθανότητα ἡ τοῦ εἴτε Ἡρώδου εἴτε τινῶν ἀπὸ τοῦ λαοῦ ἀπάτη, πρὸς τὸ νομίσαι ὅτι οὐ δύο τινὲς γεγόνασιν ὁ Ἰωάννης καὶ ὁ Ἰησοῦς, ἀλλ’ εἷς καὶ ὁ αὐτὸς ὢν Ἰωάννης, ἀναστὰς μετὰ τὸ ἀποκεφαλισθῆναι238
35ἐκ τῶν νεκρῶν, ἐκλήθη Ἰησοῦς; Λέγοι δ’ ἄν τις τὴν τῆς μετενσωματώσεως ψευδοδοξίαν γεγονέναι ἐν τῷ Ἡρώδῃ καί τισι τῶν ἀπὸ τοῦ λαοῦ, ἀφ’ ἧς ᾤοντο τόν ποτε Ἰωάννην ἐν γενέσει γενέσθαι καὶ ἐκ νεκρῶν ἐληλυθέναι εἰς τὸν βίον ὡς Ἰησοῦν. Ἀλλ’ οὐδὲ ταύτην τὴν
40ψευδοδοξίαν πιθανὴν ἐᾷ νομισθῆναι ὁ μεταξὺ χρόνος τῆς γενέσεως Ἰωάννου καὶ Ἰησοῦ, οὐ πλεῖον μηνῶν ἓξ τυγχάνων. Τάχα δὲ μᾶλλον τοιαύτη τις ὑπόληψις ἦν ἐν τῷ Ἡρώδῃ, ὅτι αἱ ἐνεργήσασαι δυνάμεις ἐν τῷ Ἰωάννῃ μετέστησαν ἐπὶ τὸν Ἰησοῦν, ἀφ’ ὧν ὁ Ἰωάννης βαπτιστὴς εἶναι πεπίσ‐
45τευτο ἐν τῷ λαῷ. Καὶ χρήσαιτό τις ἐπιχειρήματι τοιούτῳ· ὥσπερ διὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν Ἠλίου καὶ οὐ διὰ τὴν ψυχὴν αὐτοῦ περὶ Ἰωάννου λέγεται· «Αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι», τοῦ ἐν Ἠλίᾳ πνεύματος καὶ τῆς ἐν ἐκείνῳ δυνάμεως μετεληλυθυιῶν ἐπὶ τὸν Ἰωάννην,

10

.

20

(50)

οὕτως ᾤετο ὁ Ἡρώδης τὰς ἐν Ἰωάννῃ δυνάμεις ἐν μὲν τῷ Ἰωάννῃ ἐνηργηκέναι τὰ τοῦ βαπτίσματος καὶ τῆς διδασκαλίας —«Ἰωάννης γὰρ ἐποίησε σημεῖον οὐδὲ ἕν»—, ἐν δὲ τῷ Ἰησοῦ τὰς τεραστίους δυνάμεις. Τὸ δ’ ὅμοιόν τις φήσει ὑπειληφέναι τοὺς εἰρηκότας Ἠλίαν πεφηνέναι ἐν τῷ Ἰησοῦ,
55ἢ προφήτην ἕνα «τῶν ἀρχαίων» ἐγηγέρθαι. Οὐδὲν δὲ ζητήσεως ἔχεται τὸ δόγμα τῶν εἰρηκότων «ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν» ἦν Ἰησοῦς. Ψευδὴς μὲν οὖν ὁ τοῦ εἴτε Ἡρώδου λόγος, 〈ὃσ〉 περὶ τοῦ Ἰησοῦ ἐστιν ἀναγεγραμμένος, εἴτε ὁ ὑπό τινων εἰρημένος. Πλὴν δοκεῖ240
60μοι μᾶλλον ἔχεσθαι πιθανότητος τὸ ἀνάλογον τῷ «ἐν πνεύματι καὶ δυνάμει Ἠλίου» προεληλυθέναι τὸν Ἰωάννην τοῖς νῦν ὑπονοουμένοις περὶ Ἰωάννου καὶ Ἰησοῦ ὑπὸ τούτων.
63 Ἐπεὶ δὲ πρῶτον μὲν ἐμάθομεν ὅτι μετὰ τὸν πειρασμὸν
65ὁ σωτὴρ «ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν», δεύτερον δὲ ὅτι 〈Ἰωάννησ〉 ἐν τῷ δεσμωτηρίῳ τυγχάνων, ἀκούσας τὰ περὶ τοῦ Ἰησοῦ, «πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» καὶ τρίτον ἁπαξαπλῶς ὅτι
70Ἡρώδης εἶπε περὶ τοῦ Ἰησοῦ, ὅτι αὐτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, οὐδαμόθεν δὲ προέγνωμεν τὸν τρόπον τῆς ἀναιρέσεως τοῦ βαπτιστοῦ, διὰ τοῦτο νῦν καὶ τοῦτο ἀνέγραψεν ὁ Ματθαῖος, καὶ ὁ Μᾶρκος δὲ αὐτῷ παραπλησίως· ὁ δὲ Λουκᾶς τὰ πολλὰ τῆς
75παρὰ τούτοις παρεσιώπησεν ἱστορίας.

10

.

21

(1n)

Ἔχει δὲ οὕτως ἡ τοῦ Ματθαίου λέξις· Ὁ γὰρ
2nἩρώδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν ἐν τῇ
3nφυλακῇ.
4Εἰς ταῦτ’ οὖν δοκεῖ μοι ὅτι, ὥσπερ «ὁ νόμος καὶ οἱ
5προφῆται μέχρι Ἰωάννου» μεθ’ ὃν ἔληξεν ἡ προφητικὴ ἀπὸ
Ἰουδαίων χάρις, οὕτως ἡ τῶν βασιλευσάντων ἐν τῷ λαῷ ἐξουσία μέχρι τοῦ ἀναιρεῖν τοὺς νομιζομένους ἀξίους θανάτου αὐτοῖς ὑπάρχουσα ἕως Ἰωάννου ἦν, καὶ ἀναιρεθέντος τοῦ τελευταίου τῶν προφητῶν παρανόμως ὑπὸ τοῦ Ἡρώδου242
10ἀφῃρέθη ὁ Ἰουδαίων βασιλεὺς τῆς τοῦ ἀναιρεῖν ἐξουσίας. Εἰ γὰρ μὴ ἀφῄρητο αὐτὴν ὁ Ἡρώδης, οὐκ ἂν ἐδίκασεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν τὴν ἐπὶ θανάτῳ, ἀλλ’ ἤρκεσεν ἂν εἰς τοῦτο Ἡρώδης μετὰ τῆς τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ εἰς τοῦτο βουλῆς. Καὶ τότε, οἶμαι, πεπλήρωται
15τὸ ὑπὸ τοῦ Ἰακὼβ πρὸς Ἰούδαν τοῦτον εἰρημένον τὸν τρόπον· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐξ Ἰσραήλ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Τάχα δὲ καὶ ἀφῃρέθησαν τὴν ἐξουσίαν ταύτην Ἰουδαῖοι, τῆς θείας παρασχούσης προνοίας τῇ τοῦ Χριστοῦ
20διδασκαλίᾳ ἐν τῷ λαῷ νομήν, ἵνα, κἂν κωλύηται ὑπὸ Ἰουδαίων αὕτη, ἀλλὰ μὴ μέχρι ἀναιρέσεως τῶν πιστευόντων χωρῇ, δοκούσης κατὰ νόμον γίγνεσθαι. Ἡρώδης δὲ κρατήσας τὸν Ἰωάννην ἔδησεν ἐν φυλακῇ καὶ ἀπέθετο σύμβολον ποιῶν τοῦ—τὸ ὅσον ἐφ’ ἑαυτῷ καὶ
25τῇ κακίᾳ τοῦ λαοῦ—καταδῆσαι καὶ κατακλεῖσαι λόγον τὸν προφητικὸν καὶ κωλῦσαι αὐτὸν ἔτι μένειν τῆς ἀληθείας κήρυκα ἐπ’ ἐλευθερίᾳ, ὡς τὸ πρότερον. Τοῦτο δὲ πεποίηκεν Ἡρώδης διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ·
ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· οὐκ ἔξεστί σοι ἔχειν αὐτήν.244
30Οὗτος δὲ ὁ Φίλιππος ἦν τετράρχης «τῆς Ἰτουραίας καὶ Τρα‐ χωνίτιδος χώρας». Τινὲς μὲν οὖν οἴονται ὅτι, ἀποθανόντος Φιλίππου θυγατέρα καταλιπόντος, Ἡρωδιάδα ἔγημε τὴν τοῦ ἀδελφοῦ γυναῖκα ὁ Ἡρώδης, τοῦ νόμου τὸν γάμον ἐν ἀπαιδίᾳ συγχωροῦντος. Ἡμεῖς δέ, μηδαμῆ σαφῶς εὑρίσκοντες
35τεθνηκέναι τὸν Φίλιππον, μεῖζον ἔτι τὸ παρανόμημα τῷ Ἡρώδῃ λογιζόμεθα γεγονέναι, ὅτι καὶ ζῶντος ἀπέστησε τοῦ ἀδελφοῦ τὴν γυναῖκα.

10

.

22

Διόπερ προφητικῇ παρρησίᾳ κεκοσμημένος ὁ Ἰωάννης καὶ μὴ καταπληττόμενος τὸ βασιλικὸν ἀξίωμα τοῦ Ἡρώδου, μηδὲ διὰ τὸ δέος τοῦ θανάτου παρασιωπῶν περὶ τοῦ τηλικού‐ του ἁμαρτήματος, ἔλεγε τῷ Ἡρώδῃ θείου πληρωθεὶς
5φρονήματος· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν· οὐ γὰρ «ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου». 〈Καὶ〉 ὁ μὲν Ἡρώδης, κρατήσας τὸν Ἰωάννην, δήσας ἀπέθετο ἐν τῇ φυλακῇ, μὴ τολμῶν πάντη ἀποκτεῖναι «τὸν προφητικὸν λόγον» καὶ ἀνελεῖν ἀπὸ τοῦ λαοῦ· ἡ δὲ τοῦ βασιλέως τῆς
10Τραχωνίτιδος γυνή, πονηρά τις οὖσα δόξα καὶ μοχθηρὰ διδασκαλία, θυγατέρα ἐγέννησεν ὁμώνυμον, ἧς τὰ δοκοῦντα εὔρυθμα κινήματα ἀρέσαντα τῷ Ἡρώδῃ τὰ γενέσεως ἀγαπῶντι πράγματα, αἴτια γεγένηται τοῦ μηκέτι εἶναι ἐν τῷ λαῷ κεφαλὴν προφητικήν. Μέχρι δὲ τοῦ δεῦρο νομίζω246
15τὰ δοκοῦντα κατὰ τὸν νόμον εἶναι κινήματα τοῦ λαοῦ τῶν Ἰουδαίων μὴ ἄλλο τι τυγχάνειν ἢ τῆς Ἡρωδιάδος θυγατρός. Ἀλλ’ ἡ Ἡρωδιάδος ὄρχησις ἐναντία ἦν ὀρχήσει ἁγίᾳ, ἣν οἱ μὴ ὀρχησάμενοι ὀνειδισθήσονται ἀκούοντες· «Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε.» Καὶ ἐν γενεθλίοις δὲ παρανόμου
20βασιλεύοντος αὐτῶν λόγου ὀρχοῦνται, ὡς ἀρέσκειν ἐκείνῳ τῷ λόγῳ τὰς κινήσεις αὐτῶν. Ἐτήρησε μὲν οὖν τις τῶν πρὸ ἡμῶν τὴν ἀναγεγραμμένην ἐν Γενέσει τοῦ Φαραὼ γενέθλιον καὶ διηγήσατο ὅτι ὁ φαῦλος τὰ γενέσεως ἀγαπῶν πράγματα ἑορτάζει γενέθλιον. Ἡμεῖς δὲ ἀπ’ ἐκείνου ταύτην εὑρόντες
25ἀφορμὴν ἐπ’ οὐδεμιᾶς γραφῆς εὕρομεν ὑπὸ δικαίου γενέθλιον
ἀγομένην. Ἄδικος γὰρ μᾶλλον ἐκείνου τοῦ Φαραὼ ὁ Ἡρώδης· καὶ γὰρ ὑπ’ ἐκείνου μὲν ἐν γενεθλίῳ ἀρχισιτο‐ ποιὸς ἀναιρεῖται, ὑπὸ δὲ τούτου Ἰωάννης, οὗ «μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς ἐγήγερται», περὶ οὗ ὁ σωτὴρ248
30λέγει· «Ἀλλὰ τί ἐξεληλύθατε; προφήτην ἰδεῖν; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.» Ἀλλὰ εὐχαριστητέον τῷ θεῷ ὅτι, εἰ καὶ ἡ προφητικὴ ἀπὸ τοῦ λαοῦ ἦρται χάρις, ἡ πάσης ἐκείνης μείζων ἐξεχύθη εἰς τὰ ἔθνη διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, «ὃς ἐγένετο ἐν νεκροῖς ἐλεύθερος». «Εἰ γὰρ
35καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ.» Ἔτι δὲ ὅρα τὸν λαὸν παρ’ ᾧ καθαρὰ μὲν καὶ ἀκάθαρτα ἐξετάζεται βρώματα, καταφρονεῖται δὲ προφητεία ἐπὶ πίνακι ἀντὶ ὄψου προσαγομένη. Τὴν δὲ κεφαλὴν τῆς προ‐ φητείας Ἰουδαῖοι οὐκ ἔχουσι, τὸ κεφάλαιον πάσης προφητείας
40Χριστὸν Ἰησοῦν ἀρνούμενοι. Καὶ ἀποκεφαλίζεται ὁ προφήτης δι’ ὅρκους, ἐφ’ οἷς μᾶλλον ἐπιορκεῖν ἢ εὐορκεῖν ἔδει· οὐ ταὐτὸν γὰρ ἦν ἔγκλημα προπετείας ὅρκων καὶ τῆς διὰ τὴν προπέτειαν ἐπιορκίας 〈καὶ τὸ δι’ εὐορκίασ〉 ἔγκλημα ἀναιρέσεως προφητικῆς. Καὶ οὐ διὰ τοῦτο μόνον ἀποκεφα‐
45λίζεται, ἀλλὰ καὶ 〈διὰ〉 τοὺς συνανακειμένους, βουλομένους μᾶλλον ἀναιρεθῆναι τὸν προφήτην ἢ ζῆν. Συνανάκεινται δὲ καὶ συνεστιῶνται λόγῳ μοχθηρῷ Ἰουδαίων βασιλεύοντι οἱ ἐπὶ τῇ γενέσει αὐτοῦ εὐφραινόμενοι. Χρήσῃ δέ ποτε χαριέντως τῷ ῥητῷ πρὸς τοὺς προπετῶς ὀμνύοντας καὶ θέλοντας

10

.

22

(50)

ἐμπεδοῦν ὅρκους ἐπὶ παρανομίᾳ παραληφθέντας, λέγων ὅτι οὐ πᾶσα τήρησις ὅρκων ἐστὶ καθήκουσα, ὡς οὐδὲ ἡ τοῦ
Ἡρώδου. Ἔτι δὲ πρόσχες ὅτι οὐ μετὰ παρρησίας, ἀλλὰ κρύφα καὶ ἐν φυλακῇ φονεύει τὸν Ἰωάννην ὁ Ἡρώδης· καὶ γὰρ οὐ μετὰ παρρησίας ἀρνεῖται ὁ νῦν Ἰουδαίων λαὸς250
55τὰς προφητείας, δυνάμει δὲ καὶ ἐν κρυπτῷ αὐτὰς ἀρνεῖται καὶ ἐλέγχεται αὐταῖς ἀπιστῶν. Ὥσπερ γὰρ εἰ ἐπίστευον Μωσῇ, τῷ Ἰησοῦ ἐπίστευσαν ἄν, οὕτως εἰ ἐπίστευον τοῖς προφήταις, προσήκαντο ἂν τὸν προφητευόμενον. Ἀπιστοῦντες δὲ τούτῳ κἀκείνοις ἀπιστοῦσι καὶ ἀποτέμνουσιν
60ἐν φυλακῇ κατακλείσαντες «τὸν λόγον τὸν προφητικόν», καὶ ἔχουσιν αὐτὸν νεκρὸν καὶ διαιρεθέντα καὶ μηδαμοῦ ὑγιῆ, ἐπεὶ μὴ νοοῦσιν αὐτόν. Ἀλλ’ ἡμεῖς ὁλόκληρον ἔχομεν τὸν Ἰησοῦν, πληρωθείσης τῆς περὶ αὐτοῦ λεγούσης προφητείας· «Ὀστοῦν 〈αὐτοῦ〉 οὐ συντριβήσεται.»

10

.

23

Οἱ μαθηταὶ δὲ ἐλθόντες τοῦ Ἰωάννου θάπτουσιν αὐτοῦ τὸ λείψανον, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. Ὁ δὲ ἀνεχώρησεν εἰς ἔρημον τόπον, τὰ ἔθνη· καὶ μετὰ τὴν τῶν προφητῶν ἀναίρεσιν ὄχλοι αὐτῷ ἠκολούθησαν ἀπὸ τῶν παν‐
5ταχοῦ πόλεων. Ὅντινα πολὺν ὄντα θεασάμενος ἐσπλαγχνίσθη καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν, καὶ μετὰ τοῦτο τρέφει τοῖς εὐλογηθεῖσι καὶ πλεονάσασιν ἐξ ὀλίγων ἄρτων τοὺς ἀκολουθήσαντας αὐτῷ. Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ
10εἰς ἔρημον τόπον κατ’ ἰδίαν (14, 12. 13[—14]). Τὸ μὲν ῥητὸν διδάσκει ἡμᾶς ὅση δύναμις ἀπὸ τῶν διω‐ κόντων καὶ τῆς προσδοκίας τοῦ διὰ τὸν λόγον ἐπιβου‐ λεύεσθαι ἀναχωρεῖν· τοῦτο μὲν γὰρ κατὰ τὸ εὐλόγιστον γένοιτ’ ἄν, τὸ δὲ δυνάμενον ἔξω εἶναι τῶν περιστατικῶν252
15ὁμόσε χωρεῖν αὐτοῖς προπετές ἐστι καὶ θρασύ. Τίς δὲ ἔτι ἀμφιβάλοι ἂν περὶ τοῦ ἐκκλίνειν τὰ τοιαῦτα, τοῦ Ἰησοῦ οὐ μόνον ἐπὶ τοῖς κατὰ τὸν Ἰωάννην ἀναχωρήσαντος, ἀλλὰ καὶ διδάσκοντος καὶ λέγοντος· «Ἐὰν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν.» Ἐπελθόντα
20μὲν οὖν οὐ παρ’ ἡμᾶς πειρασμὸν ἀναγκαῖον ὑπομένειν εὐγενῶς λίαν καὶ τεθαρρηκότως· παρὸν δὲ ἐκκλίνειν, τοῦτο μὴ ποιεῖν τολμηρόν. Ἐπεὶ δὲ μετὰ τὸ ῥητὸν καὶ κατὰ ἀναγωγὴν τὸν τόπον ἐξεταστέον, λεκτέον ὅτι ἐπιβουλευθείσης παρὰ Ἰουδαίοις τῆς προφητείας καὶ ἀναιρεθείσης, διὰ τὸ
25τιμᾶσθαι παρ’ αὐτοῖς τὰ γενέσεως πράγματα καὶ κατὰ ἀποδοχὴν κενῶν κινήσεων γεγενημένων, ὡς μὲν παρ’ ἀληθείᾳ δικαζούσῃ, ἀρρύθμων καὶ ἐκμελῶν, ὡς δ’ ὑπολαμβάνει ὁ τῶν φαύλων ἄρχων καὶ οἱ συνεστιώμενοι αὐτῷ, εὐρύθμων καὶ ἀρεσκόντων ἐκείνοις, ἀναχωρεῖ ὁ Ἰησοῦς ἀπὸ τοῦ
30τόπου ἐν ᾧ προφητεία ἐπιβουλευθεῖσα κατεδικάσθη. Ἀνα‐ χωρεῖ δὲ εἰς τὸν ἔρημον θεοῦ παρὰ τοῖς ἔθνεσι τόπον, ἵνα ὁ τοῦ θεοῦ λόγος, αἰρομένης τῆς βασιλείας ἀπ’ ἐκείνων καὶ διδομένης «ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς», γένηται ἐν τοῖς ἔθνεσι, καὶ δι’ αὐτὸν «πολλὰ» γένηται254
35«τὰ τέκνα τῆς ἐρήμου μᾶλλον» μήτε νόμον μήτε προφήτας δεδιδαγμένης «ἢ τῆς ἐχούσης τὸν ἄνδρα», τὸν νόμον.
36 Ὅτε μὲν οὖν πάλαι ὁ λόγος παρὰ Ἰουδαίοις ἦν, οὐχ οὕτως ἦν παρ’ αὐτοῖς, ὡς παρὰ τοῖς ἔθνεσι· διὸ λέλεκται ἐν πλοίῳ, τουτέστι τῷ σώματι, εἰς τὸν ἔρημον τόπον κατ’ ἰδίαν
40γεγονέναι, ἀκούσαντα περὶ τῆς ἀναιρέσεως τοῦ προφήτου. Κατ’ ἰδίαν δέ, γενόμενος εἰς τὴν ἔρημον, ἦν ἐν αὐτῇ, τῷ ἰδιάζοντα εἶναι τὸν λόγον καὶ τὴν διδασκαλίαν αὐτοῦ παρὰ τὰ εἰθισμένα ἐν τοῖς ἔθνεσι γίνεσθαι καὶ νενομισμένα. Καὶ οἱ ἐν τοῖς ἔθνεσιν ὄχλοι ἀκούσαντες λόγον ἐπιδεδημηκέναι
45τῇ ἐρήμῳ αὐτῶν καὶ τοῦτον κατ’ ἰδίαν τυγχάνειν, ὡς προα‐ ποδεδώκαμεν, ἠκολούθησαν αὐτῷ ἀπὸ τῶν ἰδίων πόλεων τῷ ἕκαστον καταλελοιπέναι τὰ πάτρια τῆς δεισιδαιμονίας ἔθη καὶ τῷ τοῦ Χριστοῦ προσεληλυθέναι νόμῳ. Πεζῇ δὲ αὐτῷ καὶ οὐκ ἐν πλοίῳ ἠκολούθησαν, ἅτε μὴ τῷ σώματι,

10

.

23

(50)

ἀλλὰ γυμνῇ τῇ ψυχῇ καὶ τῇ ἀπὸ τοῦ λόγου πεισθείσῃ προαιρέσει ἠκολουθηκότες τῇ εἰκόνι τοῦ θεοῦ. Καὶ πρὸς τούτους γε ὁ Ἰησοῦς ἐξέρχεται μὴ χωροῦντας προσιέναι πρὸς αὐτόν, ἵνα τοῖς ἔξω γενόμενος, ἔσω τοὺς ἔξω εἰσαγάγῃ. Πολὺς δὲ ὁ ἔξω ὄχλος, εἰς ὃν ἐξέρχεται ὁ τοῦ θεοῦ λόγος,256
55καὶ ἐκχέας τὸ φῶς τῆς ἐπισκοπῆς αὐτοῦ εἰς αὐτὸν εἶδεν αὐτόν, καὶ ἰδὼν τοῦ ἐλεεῖσθαι μᾶλλον αὐτοὺς ἀξίους διὰ τὸ ἐν τοιοῖσδέ τισιν εἶναι, ὡς φιλάνθρωπος πέπονθεν ὁ ἀπαθὴς τῷ σπλαγχνισθῆναι, καὶ οὐ μόνον ἐσπλαγχνίσθη ἀλλὰ καὶ τοὺς ἀρρώστους αὐτῶν ἐθεράπευσεν ἔχοντας ποικίλα καὶ
60παντοδαπὰ ἀπὸ τῆς κακίας ἀρρωστήματα.

10

.

24

Εἰ δὲ θέλεις ἰδεῖν ποῖά ἐστι τὰ τῆς ψυχῆς ἀρρωστή‐ ματα, κατανόει μοι τοὺς φιλαργύρους καὶ τοὺς φιλοδόξους καὶ τοὺς φιλόπαιδας καὶ εἴ τίς ἐστι φιλόγυνος· καὶ τούτους γὰρ ἐν τοῖς ὄχλοις ἰδὼν καὶ σπλαγχνισθεὶς ἐπ’ αὐτοῖς
5ἐθεράπευσεν. Οὐ πᾶν δὲ ἁμάρτημα νομιστέον ἀρρωστίαν εἶναι, ἀλλ’ ὅπερ ἐναπέσκηψεν ὅλῃ τῇ ψυχῇ. Οὕτω γὰρ ἔστιν ἰδεῖν τοὺς μὲν φιλαργύρους ὅλους τεταμένους ἐπὶ τὸ ἀργύριον καὶ τὴν τούτου φρουρὰν καὶ συναγωγήν, τοὺς δὲ
φιλοδόξους ἐπὶ τὸ δοξάριον, κεχήνασι γὰρ περὶ τὸν ἀπὸ τῶν258
10πολλῶν καὶ χυδαιοτέρων ἔπαινον. Καὶ τὸ ἀνάλογον νοήσεις ἐπὶ ὧν ὠνομάσαμεν λοιπῶν, καὶ εἴ τι ἄλλο τούτοις ἐστὶ παραπλήσιον. Ἐπεὶ οὖν διηγούμενοι τὸ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν εἴπομεν μὴ πᾶν ἁμάρτημα εἶναι ἀρρώσ‐ τημα, ἄξιον ἀπὸ τῆς γραφῆς καὶ περὶ τῆς διαφορᾶς τούτων
15παραμυθήσασθαι. Φησὶ δὴ ὁ ἀπόστολος Κορινθίοις ποικίλα ἔχουσιν ἁμαρτήματα γράφων· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.» Ἄκουε γὰρ ἐν τούτοις τοῦ «καὶ» συνδέσμου, πλέκοντος καὶ συμπε‐ πλεγμένον ποιοῦντος ἐκ διαφόρων ἁμαρτημάτων, καθὸ οἱ
20μέν εἰσιν ἀσθενεῖς, ἕτεροι δὲ ἄρρωστοι πλέον ἢ ἀσθενεῖς, καὶ ἄλλοι παρ’ ἀμφοτέρους οἱ κοιμώμενοι. Οἱ μὲν γὰρ ὀλισθηρῶς διὰ τὴν τῆς ψυχῆς ἀδυναμίαν πρὸς τὸ ὁτιποτοῦν ἁμαρτάνειν ἔχοντες, κἂν μὴ ὅλοι ὦσιν εἴδους τινὸς ἁμαρτίας ὡς οἱ ἄρρωστοι, ἀσθενεῖς εἰσι μόνον. Οἱ δὲ ὅλῃ ψυχῇ καὶ
25ὅλῃ καρδίᾳ καὶ ὅλῃ διανοίᾳ, ἀντὶ τοῦ τὸν θεὸν ἀγαπᾶν, ἀγαπῶντες ἀργύρια ἢ δοξάρια ἢ γύναια ἢ παῖδας, οὗτοι πλέον ἢ ἀσθενείας πεπόνθασιν καί εἰσιν ἄρρωστοι. Κοιμῶνται δὲ οἱ, δέον προσέχειν καὶ ἐγρηγορέναι τῇ ψυχῇ, τοῦτο μὲν οὐ ποιοῦντες, ἀπὸ δὲ πολλῆς ἀπροσεξίας νυστάζοντες τὴν
30προαίρεσιν καὶ ὑπνώττοντες τοῖς λογισμοῖς· οἵτινες «ἐνυ‐ πνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν». Οὗτοι δὲ διὰ τὸ κοιμᾶσθαι ἐν κεναῖς εἰσι φαντασίαις καὶ παραβαλλομέναις ἐνυπνίοις, ταῖς περὶ τῶν πραγμάτων, τὰ μὲν ὕπαρ καὶ ἀληθῆ οὐκ
35ἀποδεχόμενοι, ὑπὸ δὲ τῶν ἐν ταῖς κεναῖς φαντασίαις ἀπατώ‐ μενοι. Περὶ ὧν καὶ ἐν τῷ Ἡσαΐᾳ λέγεται τὸ «ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐν Ἱερουσαλήμ».260
40Εἰ καὶ ἐδόξαμεν οὖν παρεκβεβηκέναι, διηγούμενοι διαφορὰν ἀσθενῶν καὶ ἀρρώστων καὶ κοιμωμένων, διὰ τὸ τὸν ἀπόσ‐ τολον ἐν τῇ πρὸς Κορινθίους εἰρηκέναι ἃ ἐξεθέμεθα, τὴν παρέκβασιν πεποιήμεθα βουληθέντες παραστῆσαι τί σημαίνε‐ ται νοητὸν ἐκ τοῦ καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν.

10

.

25

(1n)

Μετὰ τοῦτό φησιν ὁ λόγος ὅτι ὀψίας δὲ γενομένης
2nπροσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν
3nὁ τόπος καὶ ἡ ὥρα παρῆλθεν ἤδη· ἀπόλυσον οὖν τοὺς
4nὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς
5nβρώματα (14, 15[—21]).
6 Καὶ πρῶτόν γε τήρησον ὅτι μέλλων τοὺς τῆς εὐλογίας ἄρτους διδόναι τοῖς μαθηταῖς, ἵνα παραθῶσι τοῖς ὄχλοις, «ἐθεράπευσε τοὺς ἀρρώστους», ἵν’ ὑγιάναντες τῶν τῆς εὐλογίας μεταλάβωσιν ἄρτων· οὐ γὰρ δύνανται οἱ ἔτι
10ἄρρωστοι χωρῆσαι τοὺς τῆς Ἰησοῦ εὐλογίας ἄρτους. Ἀλλὰ
καὶ ἐάν τις, δέον ἀκούειν τοῦ «δοκιμαζέτω δὲ ἕκαστος ἑαυτόν, καὶ οὕτως ἐσθιέτω ἐκ τοῦ ἄρτου» καὶ τὰ λοιπά, τούτων μὲν μὴ κατακούῃ, ὡς ἔτυχε δὲ μεταλαμβάνῃ ἄρτου κυρίου καὶ ποτηρίου αὐτοῦ, ἀσθενὴς ἢ ἄρρωστος γίνεται262
15ἢ καὶ ἐκ τοῦ, ἵν’ οὕτως εἴπω, καροῦσθαι ὑπὸ τῆς τοῦ ἄρτου
δυνάμεως κοιμώμενος.264

11

t

ὨΡΙΓΕΝΟΥΣ ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
ΕΥΑΓΓΕΛΙΟΝ ἘΞΗΓΗΤΙΚΩΝ
ΤΟΜΟΣ ΙΑʹ

11

.

1

Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ—τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ’ ὃν ἔστιν εὐκαίρως εἰπεῖν τὸ «ἐσχάτη ὥρα ἐστίν», ἐν τῇ Ἰωάννου ἐπιστολῇ κείμενον—, οἵτινες μηδέπω νοοῦντες ὃ
5ἔμελλε ποιεῖν ὁ λόγος φασὶν αὐτῷ ὅτι ἔρημός ἐστιν ὁ τόπος, ὁρῶντες τὴν τοῦ θείου [καὶ] νόμου καὶ λόγου ἐρημίαν ἐν τοῖς πολλοῖς. Λέγουσι δ’ αὐτῷ τὸ καὶ ἡ ὥρα 〈ἤδη〉 παρῆλθεν, οἱονεὶ παρελήλυθε τὸ εὔκαιρον νόμου καὶ προφητῶν. Τάχα δὲ τοῦτο ἔλεγον, ἀναφέροντες τὸν λόγον, καὶ διὰ τὸ τὸν
10Ἰωάννην ἀποκεκεφαλίσθαι καὶ τὸν νόμον καὶ τοὺς προφήτας, οἳ ἦσαν μέχρι Ἰωάννου, πεπαῦσθαι. Παρῆλθεν οὖν, φασίν, ἡ ὥρα, καὶ οὐ πάρεστι τροφὴ τῷ τὸν καιρὸν αὐτῆς μηκέτι ἐνεστηκέναι, ἵν’ οἱ ἐν τῇ ἐρήμῳ ἀκολουθήσαντές σοι νόμῳ καὶ προφήταις δουλεύσωσι. Καὶ ἔτι φασὶν οἱ μαθηταί·
15Ἀπόλυσον οὖν αὐτούς, ἵν’ ἕκαστος, εἰ μὴ δύναται ἀπὸ τῶν
πόλεων, ἀλλ’ ἀπὸ τῶν κωμῶν, τῶν ἀτιμοτέρων χωρίων, ὠνήσηται βρώματα. Ταῦτα μὲν ἔφασκον οἱ μαθηταί, ἀπο‐ γινώσκοντες τοῖς ὄχλοις εὑρεθήσεσθαι, μετὰ τὸ καταλελύσθαι τὸ γράμμα τοῦ νόμου καὶ πεπαῦσθαι προφητείας, παραδόξους266
20καὶ καινὰς τροφάς. Ἀλλ’ ὁ Ἰησοῦς ὅρα τί ἀποκρίνεται τοῖς μαθηταῖς, μονονουχὶ βοῶν καὶ σαφῶς λέγων· ὑμεῖς μὲν ὑπολαμβάνετε ὅτι, ἐὰν ἀπέλθωσιν ἀπ’ ἐμοῦ ὁ πολὺς ὄχλος χρῄζοντες τροφῶν, ταύτας εὑρήσουσιν ἐν κώμαις μᾶλλον ἢ παρ’ ἐμοί, καὶ ἐν συστήμασιν ἀνθρώπων—οὐ πολιτῶν
25ἀλλὰ κωμητῶν—μᾶλλον ἢ ὅτε παραμενοῦσί μοι. Ἐγὼ δὲ ὑμῖν ἀποφαίνομαι ὅτι, οὗ μὲν ὑπολαμβάνετε χρῄζειν αὐτούς, οὐ χρῄζουσιν—οὐ γὰρ χρείαν ἔχουσι τοῦ ἀπελθεῖν—· οὗ δὲ νομίζετε αὐτοὺς μὴ ἔχειν χρείαν—τουτέστιν ἐμοῦ, ὡς μὴ δυναμένου αὐτοὺς τρέφειν—, τούτου παρὰ τὴν ὑμετέραν
30προσδοκίαν χρείαν ἔχουσιν. Ἐπεὶ οὖν παιδεύσας ὑμᾶς ἱκανοὺς ἐποίησα πρὸς τὸ διδόναι τοῖς δεομένοις λογικὴν τροφήν, ὑμεῖς δότε τοῖς ἀκολουθήσασί μοι ὄχλοις φαγεῖν· ἔχετε γὰρ δύναμιν ἀπ’ ἐμοῦ λαβόντες τοῦ δοῦναι τοῖς ὄχλοις φαγεῖν, ᾗτινι εἰ ἦτε ἐπιστάντες, κατενοήσατε ἄν, ὅτι πολλῷ
35πλεῖον ἐγὼ δύναμαι αὐτοὺς θρέψαι, καὶ οὐκ εἰρήκειτε ἄν· Ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες ἀγοράσωσιν ἑαυτοῖς βρώματα.

11

.

2

μὲν οὖν Ἰησοῦς, δι’ ἣν ἔδωκε δύναμιν καὶ ἑτέρων θρεπτικὴν τοῖς μαθηταῖς, εἶπε· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ μὴ ἀρνούμενοι μὲν τὸ δύνασθαι διδόναι ἄρτους, πολλῷ δὲ ὀλιγωτέρους αὑτοὺς νομίζοντες εἶναι καὶ οὐχ ἱκανοὺς
5τρέφειν τοὺς ἀκολουθήσαντας τῷ Ἰησοῦ, οὐδὲ θεωροῦντες ὅτι ἕκαστον ἄρτον 〈ἢ〉 λόγον ὁ Ἰησοῦς λαβὼν εἰς ὅσον βούλεται ἐκτείνει, ποιῶν αὐτὸν διαρκῆ πᾶσιν ὅσους ἐὰν θρέψαι θέλῃ, φασίν· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας, πέντε μὲν ἴσως αἰνισσόμενοι ἄρτους εἶναι τοὺς268
10αἰσθητοὺς τῶν γραφῶν λόγους καὶ διὰ τοῦτο ἰσαρίθμους ταῖς πέντε αἰσθήσεσιν, δύο δὲ ἰχθῦς ἤτοι τὸν προφορικὸν καὶ τὸν ἐνδιάθετον λόγον, ὡσπερεὶ ὄψον τυγχάνοντας τῶν ἐν ταῖς γραφαῖς αἰσθητῶν κειμένων, ἢ τάχα καὶ τὸν φθάσαντα ἐπ’ αὐτοὺς περὶ πατρὸς καὶ υἱοῦ λόγον. Διὸ καὶ αὐτὸς
15«ἔφαγεν ἰχθύος ὀπτοῦ» ἀναστὰς «μέρος λαβὼν» ἀπὸ τῶν μαθητῶν, καὶ ἀποδεξάμενος ἣν ἐδύναντο ἐκ μέρους ἀπαγγεῖλαι αὐτῷ περὶ τοῦ πατρὸς θεολογίαν. Ἡμεῖς μὲν οὖν οὕτως τῷ περὶ τῶν πέντε ἄρτων καὶ δύο ἰχθύων ἐπιβαλεῖν δεδυνήμεθα λόγῳ· εἰκὸς δὲ ὅτι οἱ μᾶλλον ἡμῶν συναγαγεῖν
20δυνάμενοι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας παρ’ ἑαυτοῖς πλείονα καὶ κρείττονα δύναιντ’ ἂν ἀποδοῦναι περὶ τούτων νοῦν. Παρατηρητέον μέντοι ὅτι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας οἱ μαθηταὶ λέγουσιν ἔχειν παρὰ τῷ Ματθαίῳ
25καὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ, οὔθ’ ὅτι πύρινοι οὔθ’ ὅτι κρίθινοι ἦσαν ὑποσημειωσάμενοι· ὁ δὲ Ἰωάννης μόνος
κριθίνους εἶπεν εἶναι τοὺς ἄρτους, διὸ τάχα οὐδὲ οἱ μαθηταὶ ὁμολογοῦσιν 〈ἔχειν〉 αὐτοὺς παρ’ ἑαυτοῖς ἐν τῷ τοῦ Ἰωάννου εὐαγγελίῳ, ἀλλὰ λέγουσι παρ’ αὐτῷ ὅτι «ἔστι παιδάριον270
30ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια». Καὶ ὅσον μὲν οἱ πέντε ἄρτοι οὗτοι καὶ οἱ δύο ἰχθύες οὐκ ἐφέροντο ὑπὸ τῶν μαθητῶν τῷ Ἰησοῦ, οὐκ ηὔξανον οὐδὲ ἐπλήθυνον οὐδὲ ἐδύναντο τρέφειν πλείονας· ὅτε δὲ λαβὼν αὐτοὺς ὁ σωτὴρ πρῶτον ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ταῖς ἀκτῖσι τῶν
35ὀφθαλμῶν αὐτοῦ οἱονεὶ καταβιβάζων δύναμιν ἐκεῖθεν, τὴν ἀνακραθησομένην τοῖς ἄρτοις καὶ τοῖς ἰχθύσι, μέλλουσι τρέφειν τοὺς πεντακισχιλίους, καὶ μετὰ τοῦτο ηὐλόγησε τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, τῷ λόγῳ καὶ τῇ εὐλογίᾳ αὔξων καὶ πληθύνων αὐτούς, καὶ τρίτον μερίζων
40καὶ κλῶν ἔδωκε τοῖς μαθηταῖς, ἵν’ ἐκεῖνοι τοῖς ὄχλοις παραθῶσι, τότε διήρκεσαν οἱ ἄρτοι καὶ οἱ ἰχθύες, ὡς φαγεῖν πάντας καὶ κορεσθῆναι καί τινας τῶν εὐλογηθέντων ἄρτων μὴ χωρῆσαι φαγεῖν. Ἐπερίσσευσε γὰρ τοῖς ὄχλοις τοσαῦτα ἃ κατὰ μὲν τοὺς ὄχλους οὐκ ἦν, κατὰ δὲ τοὺς δυναμένους
45μαθητὰς ἆραι τὸ περισσεῦον τῶν κλασμάτων καὶ ἀποθέσθαι εἰς κοφίνους πληρουμένους τῶν περισσευμάτων, ὄντας τὸν ἀριθμὸν τοσούτους ὅσαι αἱ φυλαὶ τοῦ Ἰσραήλ. Περὶ μὲν οὖν τοῦ Ἰωσὴφ ἐν Ψαλμοῖς γέγραπται· «Αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν», περὶ δὲ τῶν Ἰησοῦ μαθητῶν

11

.

2

(50)

ὅτι ἦραν τὸ περισσεῦον τῶν κλασμάτων οἱ δώδεκα, οἶμαι, δώδεκα κοφίνους οὐχ ἡμιτελεῖς, ἀλλὰ πλήρεις. Καί εἰσιν, οἶμαι, μέχρι τοῦ δεῦρο καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ πλήρεις κόφινοι δώδεκα τῶν κλασμάτων ἄρτου ζῶντος, οὓς μὴ δύνανται οἱ ὄχλοι ἐσθίειν, παρὰ τοῖς τῶν ὄχλων
55κρείττοσι μαθηταῖς τοῦ Ἰησοῦ. Ἦσαν δὲ οἱ ἐσθίοντες ἀπὸ τῶν πέντε ἄρτων τῶν πρὸ τῶν περισσευσάντων κοφίνων δώδεκα συγγενεῖς τῷ πέντε ἀριθμῷ μέχρι τῶν αἰσθητῶν φθάσαντες καὶ διὰ τοῦτο πεντακισχίλιοι· ἢ καὶ μέχρι τῶν αἰσθητῶν ἔφθασαν οἱ φαγόντες, ἐπεὶ καὶ οὗτοι ἀπὸ τοῦ272
60ἀναβλέψαντος εἰς οὐρανὸν ἐτράφησαν καὶ εὐλογήσαντος καὶ κλάσαντος αὐτούς, καὶ οὐ παῖδες οὐδὲ γυναῖκες, ἀλλ’ ἄνδρες. Εἰσὶ γὰρ καὶ ἐν αἰσθηταῖς, οἶμαι, τροφαῖς διαφοραί, ὡς τινὰς μὲν αὐτῶν εἶναι 〈τῶν〉 καταργησάντων «τὰ τοῦ νηπίου», τινὰς δὲ τῶν νηπίων ἔτι καὶ σαρκίνων «ἐν
65Χριστῷ».

11

.

3

Καὶ ταῦτα δὲ ἡμῖν λέλεκται διὰ τὸ οἱ ἐσθίοντες ἦσαν ἄνδρες πεντακισχίλιοι χωρὶς παιδίων καὶ γυναικῶν· ὅπερ ἀμφίβολόν ἐστιν· ἢ γὰρ οἱ φαγόντες ἦσαν ἄνδρες πεντα‐ κισχίλιοι καὶ οὐδεὶς ἦν ἐν τοῖς ἐσθίουσι παιδίον ἢ γυνή, ἢ
5ὅτι μόνον ἄνδρες πεντακισχίλιοι ἦσαν μὴ ἀριθμουμένων μήτε παίδων μήτε γυναικῶν. Τινὲς μὲν οὖν, ὡς φθάσαντες εἰρή‐ καμεν, οὕτως ἐξειλήφασιν, ὅτι οὔτε παιδία οὔτε γυναῖκες παρῆσαν τοῖς ηὐξηκόσι καὶ πεπληθυσμένοις ἀπὸ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. Εἴποι δ’ ἄν τις ὅτι, πολλῶν
10φαγόντων καὶ κατ’ ἀξίαν καὶ δύναμιν μετειληφότων ἀπὸ τῶν τῆς εὐλογίας ἄρτων, οἱ μὲν ἀριθμῶν ἄξιοι—ἀνάλογον τοῖς ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν ἀριθμηθεῖσιν εἰκοσαετέσιν
Ἰσραηλίταις—ἄνδρες ἦσαν· οἱ δὲ μὴ ἄξιοι τηλικούτου λόγου καὶ ἀριθμοῦ παῖδες ἦσαν καὶ γυναῖκες. Τροπολόγει274
15δέ μοι καὶ τοὺς παῖδας κατὰ τὸ «οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ», καὶ τὰς γυναῖκας κατὰ τὸ «βούλομαι δὲ τοὺς πάντας ὑμᾶς παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ», τοὺς δὲ ἄνδρας κατὰ τὸ «ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ
20νηπίου».
20 Μὴ παρέλθωμεν 〈δὲ〉 ἀδιήγητον καὶ τὸ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ
25τοῖς ὄχλοις. Καὶ ἔφαγον πάντες. Τί γὰρ σημαίνει τὸ καὶ κελεύσας πάντας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου καὶ τί ἄξιόν ἐστι τῆς κελεύσεως Ἰησοῦ νοῆσαι κατὰ τὸν τόπον; Νομίζω δὲ ὅτι τοὺς ὄχλους ἐκέλευσεν ἀνακλιθῆναι ἐν τῷ χόρτῳ διὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον «πᾶσα σὰρξ
30χόρτος», τουτέστιν ὑποκάτω ποιῆσαι τὴν σάρκα καὶ ὑποτάξαι «τὸ φρόνημα τῆς σαρκός», ἵν’ οὕτω τις δυνηθῇ
ὧν εὐλογεῖ ἄρτων 〈ὁ〉 Ἰησοῦς μεταλαβεῖν. Εἶτα ἐπεὶ τάγματα διάφορά ἐστι τῶν δεομένων τῆς ἀπὸ Ἰησοῦ τροφῆς, μὴ πάντων τοῖς ἴσοις λόγοις τρεφομένων,276
35διὰ τοῦτο οἶμαι τὸν μὲν Μᾶρκον πεποιηκέναι· «Καὶ ἐπέταξεν αὐτοῖς πᾶσιν ἀνακλιθῆναι συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. Καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ πεντήκοντα», τὸν δὲ Λουκᾶν· «Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ
40ἀνὰ πεντήκοντα.» Ἔδει γὰρ τοὺς ἀναπαυσομένους ἐπὶ ταῖς Ἰησοῦ τροφαῖς ἤτοι ἐν τάγματι εἶναι τῶν ἑκατόν, 〈ὄντοσ〉 ἱεροῦ ἀριθμοῦ καὶ τῷ θεῷ διὰ τὴν μονάδα ἀνακει‐ μένου, ἢ ἐν τάγματι τῶν πεντήκοντα, ἀριθμῷ περιέχοντι τὴν ἄφεσιν κατὰ τὸ μυστήριον τοῦ Ἰωβηλαίου γινομένου
45διὰ πεντηκονταετίας, καὶ τῆς κατὰ τὴν Πεντηκοστὴν ἑορτῆς. Οἶμαι δὲ ὅτι οἱ δώδεκα κόφινοι ἦσαν παρὰ τοῖς μαθηταῖς πρὸς οὓς εἴρηται· «Καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Καὶ ὥσπερ λέγοιτο ἂν μυστήριον εἶναι θρόνος κρίνοντος φυλὴν

11

.

3

(50)

Ῥουβεὶμ καὶ θρόνος κρίνοντος φυλὴν Συμεὼν καὶ ἄλλος φυλὴν Ἰούδα καὶ οὕτω καθεξῆς, οὕτως εἴη ἂν καὶ κόφινος τροφῆς Ῥουβεὶμ καὶ ἄλλος Συμεὼν καὶ ἄλλος Λευΐ. Οὐ κατὰ τὸν παρόντα δέ ἐστι λόγον νῦν τοσοῦτον ἐκβῆναι τοῦ προκειμένου, ὡς συναγαγεῖν τὰ περὶ τῶν δώδεκα φυλῶν
55καὶ ἰδίᾳ τὰ περὶ ἑκάστης αὐτῶν καὶ εἰπεῖν τίς ἑκάστη τοῦ
Ἰσραὴλ φυλή.278

11

.

4

(1n)

Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ
2nπλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσει
3nτοὺς ὄχλους (14, 22[—36]).
4Παρατηρητέον ποσάκις εἴρηται κατὰ τοὺς αὐτοὺς τόπους
5τὸ ὄνομα οἱ ὄχλοι καὶ ἄλλο ὄνομα οἱ μαθηταί, ἵν’ ἐκ τῆς παρατηρήσεως καὶ τῆς περὶ τούτου συναγωγῆς θεωρηθῇ ὅτι τὸ προκείμενον τοῖς εὐαγγελισταῖς ἦν διὰ τῆς εὐαγγελι‐ κῆς ἱστορίας παραστῆσαι διαφορὰς τῶν προσερχομένων τῷ Ἰησοῦ· ὧν οἱ μέν εἰσιν ὄχλοι καὶ οὐ χρηματίζουσι μαθηταί,
10ἕτεροι δὲ οἱ μαθηταὶ κρείττους τυγχάνοντες τῶν ὄχλων. Ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος ὀλίγα ῥητὰ ἡμᾶς παραθέσθαι, ἵνα ἀπὸ τούτων κινηθείς τις τὸ ὅμοιον ποιήσῃ ἐπὶ ὅλων τῶν εὐαγγελίων. Γέγραπται τοίνυν, ὡς κάτω τῶν ὄχλων τυγχανόντων,
15τῶν δὲ μαθητῶν ἀναβάντι εἰς τὸ ὄρος τῷ Ἰησοῦ δυναμένων προσελθεῖν ἔνθα οὐχ οἷοί τε ἦσαν οἱ ὄχλοι γενέσθαι, τοιαῦτα· «Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· μακάριοι οἱ πτωχοὶ
20τῷ πνεύματι» καὶ τὰ ἑξῆς. Καὶ πάλιν ἐν ἄλλῳ τόπῳ, ὡς τῶν ὄχλων δεομένων θεραπείας, λέλεκται· «Ἠκολού‐ θησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτούς.» Οὐχ εὕρομεν δὲ περὶ τῶν μαθητῶν ἀναγεγραμμένην θεραπείαν· ἐπεὶ εἴ τίς ἐστιν ἤδη μαθητὴς τοῦ Ἰησοῦ, ὑγιαίνει ἐκεῖνος280
25καὶ καλῶς ἔχων δεῖται τοῦ Ἰησοῦ οὐχ ᾗ ἰατροῦ, ἀλλὰ κατὰ τὰς ἄλλας αὐτοῦ δυνάμεις. Πάλιν ἐν ἄλλῳ τόπῳ· «Λαλοῦν‐ τος αὐτοῦ τοῖς ὄχλοις, ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ εἱστήκεσαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ»· ὅπερ αὐτῷ ἐδηλώθη, πρὸς ὃν ἀπεκρίνατο «ἐκτείνας τὴν χεῖρα», οὐκ
30ἐπὶ τοὺς ὄχλους ἀλλ’ «ἐπὶ τοὺς μαθητάς, καὶ εἶπεν· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου», καὶ μαρτυρῶν τοῖς μαθηταῖς ὡς ποιοῦσι τὸ θέλημα τοῦ ἐν οὐρανοῖς πατρὸς καὶ διὰ τοῦτο ἀξιωθεῖσι τῶν συγγενῶν καὶ οἰκειοτάτων ὀνομάτων πρὸς τὸν Ἰησοῦν, ἐπιφέρει τῷ «ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ
35ἀδελφοί μου»· «Ὅστις ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός 〈μου〉 τοῦ ἐν τοῖς οὐρανοῖς, αὐτός μου καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί.» Καὶ πάλιν ἐν ἄλλῳ τόπῳ γέγραπ‐ ται ὅτι «πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει, καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς»· εἶτα μετὰ τὴν
40τοῦ σπόρου παραβολὴν «προσελθόντες», οὐκέτι οἱ ὄχλοι ἀλλ’ «οἱ μαθηταί, εἶπον αὐτῷ», οὐχὶ «διὰ τί ἐν παρα‐ βολαῖς» ἡμῖν «λαλεῖς;» ἀλλὰ «διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;» Ὅτε καὶ «ἀποκριθεὶς εἶπεν», οὐ τοῖς ὄχλοις ἀλλὰ τοῖς μαθηταῖς τὸ «ὑμῖν δέδοται γνῶναι τὰ
45μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν», «τοῖς δὲ λοιποῖς ἐν
παραβολαῖς». Οὐκοῦν τῶν προσερχομένων τῷ ὀνόματι τοῦ Ἰησοῦ οἱ μὲν γινώσκοντες «τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν» μαθηταὶ χρηματίζοιεν ἄν· οἷς δὲ τὸ τοιοῦτον «οὐ δέδοται», ὄχλοι οἱ τῶν μαθητῶν ἥττους λέγοιντ’ ἄν.282

11

.

4

(50)

Πρόσχες γὰρ ἐπιμελῶς ὅτι τοῖς μαθηταῖς εἶπε τὸ «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν», περὶ δὲ τῶν ὄχλων τὸ «ἐκείνοις δὲ οὐ δέδοται». Καὶ ἐν ἄλλῳ τόπῳ ἀφίησι μὲν «τοὺς ὄχλους», οὐχὶ δὲ τοὺς μαθητάς, καὶ ἔρχεται «εἰς τὴν οἰκίαν»· καὶ «εἰς τὴν οἰκίαν» αὐτοῦ
55«προσῆλθον αὐτῷ», οὐχὶ οἱ ὄχλοι ἀλλ’ «οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ». Ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ, ἡνίκα «ἀκούσας» τὰ περὶ Ἰωάννου «ὁ Ἰησοῦς ἀνεχώρησεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν», «οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ», ὅτε
60«ἐξελθὼν εἶδε πολὺν ὄχλον καὶ σπλαγχνισθεὶς ἐπ’ αὐτοῖς ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν», τῶν ὄχλων οὐχὶ τῶν μαθητῶν· «ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ», οὐχ οἱ ὄχλοι ἀλλ’ «οἱ μαθηταί, λέγοντες», ὡς ἕτεροι τῶν ὄχλων, «ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς
65κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα». Ἀλλὰ καὶ ἡνίκα «λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε καὶ κλάσας τοὺς ἄρτους» οὐ τοῖς ὄχλοις ἀλλὰ «τοῖς μαθηταῖς ἔδωκεν», ἵνα οἱ μαθηταὶ δῶσι «τοῖς ὄχλοις», μὴ χωροῦσιν ἀπ’ αὐτοῦ λαβεῖν ἀλλὰ μόγις διὰ
70τῶν μαθητῶν δεχομένοις τοὺς τῆς εὐλογίας Ἰησοῦ ἄρτους· καὶ οὐδὲ τούτους πάντας ἐσθίουσι, χορτασθέντες γὰρ οἱ ὄχλοι καταλελοίπασι «τὸ περισσεῦον» ἐν κοφίνοις οὖσι πλήρεσι δώδεκα ***.284

11

.

5

Οὗ δὲ ἕνεκεν ταῦτα παρειλήφαμεν, ἐστὶ τὸ προκείμενον ὅτι χωρίσας ὁ Ἰησοῦς τῶν ὄχλων τοὺς μαθητὰς ἠνάγκασεν αὐτοὺς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσει αὐτὸς τοὺς ὄχλους. Οὐ γὰρ ἠδύναντο
5οἱ ὄχλοι εἰς τὸ πέραν ἀπελθεῖν, ὡς οὐ μυστικῶς Ἑβραῖοι οἵτινες ἑρμηνεύονται περατικοί· ἀλλὰ τοῦτο ἔργον ἦν τῶν Ἰησοῦ μαθητῶν, λέγω δὲ 〈τὸ〉 εἰς τὸ πέραν ἀπελθεῖν καὶ ὑπερβῆναι «τὰ βλεπόμενα» καὶ σωματικὰ ὡς «πρόσ‐ καιρα», φθάσαι δὲ ἐπὶ «τὰ μὴ βλεπόμενα καὶ αἰώνια».
10Εὐεργεσία οὖν αὐτάρκης ἦν τοῖς ὄχλοις ἀπὸ τοῦ Ἰησοῦ αὐτοῖς διδομένη, μὴ δυναμένοις διὰ τὸ ὄχλους εἶναι ἀπελθεῖν εἰς τὸ πέραν, ἀπολυθῆναι ἀπὸ τοῦ Ἰησοῦ. Ἥντινα ἀπόλυσιν οὐδεὶς ἔχει ἐξουσίαν ἀπολύειν ἢ ὁ Χριστὸς μόνος, καὶ οὐχ οἷόν τέ ἐστιν ἀπολυθῆναί τινα μὴ πρότερον φαγόντα ἄρτων
15ὧν ὁ Ἰησοῦς εὐλογεῖ, οὐχ οἷόν τε δὲ φαγεῖν 〈τινα〉 τῶν ἄρτων τῆς εὐλογίας Ἰησοῦ εἰ μὴ ὡς ἐκέλευσεν ὁ Ἰησοῦς
ποιήσαντα καὶ ἀνακλιθέντα «ἐπὶ τοῦ χόρτου», ὡς ἀποδε‐ δώκαμεν. Ἀλλ’ οὐδὲ τοῦτο οἷόν τε ποιῆσαι τοὺς ὄχλους μὴ ἀκολουθήσαντας τῷ Ἰησοῦ ἀπὸ τῶν ἰδίων πόλεων286
20«ἀναχωρήσαντι εἰς ἔρημον τόπον κατ’ ἰδίαν». Καὶ πρότερον μὲν ἀξιούμενος ὑπὸ τῶν μαθητῶν ἀπολῦσαι «τοὺς ὄχλους», οὐκ ἀπέλυσεν, ἕως ἔθρεψε τοῖς ἄρτοις τῆς εὐλογίας· νῦν δὲ ἀπολύει, τῶν μαθητῶν πρότερον ἀναγκασθέντων ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ ἀπολύει αὐτοὺς κάτω που τυγχάνοντας,
25κάτω γὰρ ἡ ἔρημος· αὐτὸς δὲ ἀνέβη εἰς τὸ ὄρος προσεύ‐ ξασθαι.
26 Καὶ τοῦτο δὲ παρατηρητέον, ὅτι εὐθέως μετὰ τὸ τραφῆναι τοὺς πεντακισχιλίους ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν. Πλὴν
30οὐ δεδύνηνται οἱ μαθηταὶ προάγειν τὸν Ἰησοῦν εἰς τὸ πέραν, ἀλλὰ μέχρι τοῦ μέσου τῆς θαλάσσης φθάσαντες, βασανιζο‐ μένου τοῦ πλοίου τῷ τὸν ἄνεμον αὐτοῖς εἶναι ἐναντίον, ἐφοβήθησαν, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἐλθόντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ. Καὶ εἰ μὴ ἀναβεβήκει εἰς τὸ πλοῖον
35ὁ Ἰησοῦς, οὔτ’ ἂν ὁ τοῖς πλέουσι μαθηταῖς ἐναντιούμενος ἐπαύσατο ἄνεμος, οὔτ’ ἂν «διαπεράσαντες ἦλθον» εἰς τὸ πέραν οἱ πλέοντες. Καὶ τάχα βουλόμενος τῇ πείρᾳ αὐτοὺς διδάξαι ὅτι οὐχ οἷόν τέ ἐστι χωρὶς αὐτοῦ ἀπελθεῖν εἰς τὸ πέραν, ἠνάγκασε μὲν ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν
40αὐτὸν εἰς τὸ πέραν· μὴ δυνηθεῖσι δ’ αὐτοῖς πλέον τοῦ μέσου τῆς θαλάσσης διελθεῖν ἐπιφανεὶς καὶ ποιήσας τὰ
γεγραμμένα, ἔδειξεν ὅτι ὁ εἰς τὸ πέραν γιγνόμενος Ἰησοῦ αὐτῷ συμπλέοντος φθάνει ἐκεῖ. Τί δὲ τὸ πλοῖον εἰς ὃ ἠνάγκασεν ἐμβῆναι τοὺς μαθητὰς ὁ Ἰησοῦς, ἢ τάχα ὁ τῶν288
45πειρασμῶν καὶ περιστάσεων ἀγών, εἰς ὃν ἀναγκαζόμενός τις ὑπὸ τοῦ λόγου καὶ οἱονεὶ οὐχ ἑκὼν ἔρχεται, βουλομένου τοῦ σωτῆρος γυμνάσασθαι τοὺς μαθητὰς ἐν τῷ βασανιζομένῳ τούτῳ πλοίῳ ὑπὸ τῶν κυμάτων καὶ τοῦ ἐναντίου ἀνέμου;
48 Ἐπειδὴ δὲ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς

11

.

5

(50)

τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ὀλίγον 〈δ’〉 ἐναλλάξας τὴν λέξιν ἀνέγραψε καὶ ὁ Μᾶρκος ποιήσας· «καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν εἰς Βηθσαϊδᾶ», ἀναγκαῖον ἐπιστῆσαι τῷ ἠνάγκασεν, ἐπὰν πρότερον ἴδωμεν
55τὰ τῆς ὀλίγης παραλλαγῆς τοῦ Μάρκου, ὡρισμένον πλεῖον ἐμφαίνοντος διὰ τῆς τοῦ ἄρθρου προσθήκης· οὐ γὰρ ταὐτὸν ἐμφαίνεται ἀπὸ τοῦ εὐθέως ἠνάγκασε τοὺς μαθητάς, ἔχει δέ τι πλεῖον τὸ «τοὺς μαθητὰς αὐτοῦ» παρὰ τῷ Μάρκῳ γεγραμμένον παρὰ τὸ ἁπλῶς τοὺς μαθητάς. Τάχα οὖν ἵνα
60καὶ τῇ λέξει παραστῶμεν, οἱ μὲν μαθηταὶ δυσαποσπάστως ἔχοντες τοῦ Ἰησοῦ οὐδὲ κατὰ τὸ τυχὸν αὐτοῦ χωρίζεσθαι δύνανται, βουλόμενοι παρεῖναι αὐτῷ· ὁ δὲ κρίνας αὐτοὺς πεῖραν λαβεῖν κυμάτων καὶ ἐναντίου ἀνέμου, οὐκ ἂν γενομένου εἰ ἦσαν μετὰ τοῦ Ἰησοῦ, ἀνάγκην αὐτοῖς ἐπήρτησε χωρισ‐
65θεῖσιν αὐτοῦ ἐμβῆναι εἰς πλοῖον. Ἀναγκάζει μὲν οὖν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον τῶν πειρασμῶν ὁ σωτὴρ καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν καὶ ἐπέκεινα τῶν περι‐ στάσεων διὰ τὸ νικᾶν αὐτὰς γενέσθαι. Οἱ δὲ εἰς τὸ μέσον τῆς θαλάσσης καὶ τῶν ἐν πειρασμοῖς γενόμενοι κυμάτων290
70καὶ τῶν ἐναντίων ἀνέμων κωλυόντων αὐτοὺς ἀπελθεῖν εἰς τὸ πέραν, παλαίοντες οὐ δεδύνηνται χωρὶς τοῦ Ἰησοῦ νικῆσαι τὰ κύματα καὶ τὸν ἐναντίον ἄνεμον καὶ φθάσαι εἰς τὸ πέραν. Διόπερ ἐλεήσας αὐτοὺς ὁ λόγος πάντα τὰ παρ’ ἑαυτοῖς πράξαντας, ἵνα εἰς τὸ πέραν γένωνται, ἦλθε πρὸς
75αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν αὐτῷ μὴ ἔχουσαν κύματα οὐδὲ ἄνεμον ἐναντιοῦσθαι δυνάμενον, εἰ καὶ ἐβούλετο. Καὶ γὰρ οὐ γέγραπται ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὰ κύματα, ἀλλ’ ἐπὶ τὰ ὕδατα. Ὁ δὲ Πέτρος εἶπε· Κέλευσόν με ἐλθεῖν πρός σε, οὐκ ἐπὶ τὰ κύματα, ἀλλ’ ἐπὶ τὰ ὕδατα·
80ὅστις κατὰ τὰς ἀρχάς, εἰπόντος αὐτῷ τοῦ Ἰησοῦ ἐλθέ, καταβὰς ἀπὸ τοῦ πλοίου περιεπάτησεν, οὐκ ἐπὶ τὰ κύματα, ἀλλ’ ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν, ἐπεὶ δὲ ἐδίστασεν, εἶδεν ἰσχυρὸν τὸν ἄνεμον, οὐκ ὄντα ἰσχυρὸν τῷ ἀποθεμένῳ τὴν ὀλιγοπιστίαν καὶ τὸν δισταγμόν. Καὶ
85ἀναβάντος τοῦ Ἰησοῦ μετὰ Πέτρου εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος, μηδὲν ἔτι δυνάμενος ἐνεργεῖν εἰς αὐτὸ ἀναβάντος τοῦ Ἰησοῦ.

11

.

6

Καὶ τότε οἱ μαθηταὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν
Γενησαρέτ, ἧς τὴν ἑρμηνείαν εἰ ἔγνωμεν, καὶ ἀπ’ αὐτῆς ὠνάμεθα ἄν τι πρὸς τὴν τῶν προκειμένων διήγησιν. Παρα‐ τήρει δέ, ἐπεὶ «πιστὸς ὁ θεός», οὐκ ἐῶν πειρασθῆναι τοὺς292
5ὄχλους ὑπὲρ ὃ δύνανται, τίνα τρόπον ὁ υἱὸς τοῦ θεοῦ τοὺς μὲν μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς τὸ πλοῖον, ὡς ἰσχυρο‐ τέρους καὶ δυναμένους ἐπὶ τὸ μέσον τῆς θαλάσσης φθάσαι καὶ ὑπομεῖναι τὴν ἀπὸ τῶν κυμάτων βάσανον, ἕως ἄξιοι τῆς θείας βοηθείας γένωνται καὶ ἴδωσι τὸν Ἰησοῦν καὶ
10ἀκούσωσιν 〈λαλοῦντος αὐτοῦ καὶ δυνηθῶσιν〉 ἀναβάντος αὐτοῦ διαπεράσαι καὶ ἐλθεῖν εἰς τὴν γῆν Γενησαρέτ, τοὺς δὲ ὄχλους ἀπολύσας, οὐ λαβόντας πεῖραν ὡς ἀσθενεσ‐ τέρους πλοίου καὶ κυμάτων καὶ ἐναντιουμένου ἀνέμου, ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. Περὶ τίνος δὲ
15προσεύξασθαι, ἢ τάχα περὶ μὲν τῶν ὄχλων, ἵνα ἀπολυθέντες μετὰ τοὺς τῆς εὐλογίας ἄρτους μηδὲν ἐναντίον τῇ ἀπὸ τοῦ Ἰησοῦ ἀπολύσει πράξωσι, περὶ δὲ τῶν μαθητῶν, ἵνα ἀναγκασθέντες ὑπ’ αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν μηδὲν πάθωσιν ἐν τῇ θαλάσσῃ, μήθ’
20ὑπὸ τῶν βασανιζόντων τὸ πλοῖον αὐτῶν κυμάτων μήθ’ ὑπὸ τοῦ ἐναντίου ἀνέμου; Καὶ θαρρήσας εἴποιμι ἂν ὅτι, διὰ τὴν τοῦ Ἰησοῦ πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν εὐχήν, οὐδὲν πεπόνθασιν οὗτοι, θαλάσσης καὶ κυμάτων
καὶ ἐναντίου ἀνέμου αὐτοῖς ἀντιπρασσόντων.294
25 Ὁ μὲν οὖν ἁπλούστερος ἀρκείσθω τῇ ἱστορίᾳ· ἡμεῖς δέ, εἴ ποτε ἀνάγκαις πειρασμῶν περιπίπτομεν, ἀναμιμνη‐ σκώμεθα ὅτι ἠνάγκασεν ἡμᾶς ὁ Ἰησοῦς ἐμβῆναι εἰς τὸ πλοῖον, αὐτὸν βουλόμενος ἡμᾶς προάγειν εἰς τὸ πέραν. Οὐ γὰρ δυνατὸν μὴ πειρασμοὺς ὑπομείναντας κυμάτων καὶ
30ἀνέμου ἐναντίου εἰς τὸ πέραν φθάσαι. Εἶτ’ ἐπειδὰν ἴδωμεν πολλὰ τὰ περιεστηκότα ἡμᾶς πράγματα καὶ χαλεπὰ καὶ κάμνοντες μετρίως αὐτὰ ἐπὶ ποσὸν διανηξώμεθα, λογι‐ ζώμεθα ὅτι τὸ πλοῖον ἡμῶν μέσον ἐστὶ τῆς θαλάσσης τότε βασανιζόμενον ὑπὸ τῶν κυμάτων βουλομένων ἡμᾶς
35ναυαγῆσαι «περὶ τὴν πίστιν» ἤ τινα τῶν ἀρετῶν. Ἀλλ’ ἐπὰν τὸ πνεῦμα τοῦ πονηροῦ βλέπωμεν ἀντιπρᾶττον ἡμῶν τοῖς πράγμασιν, ἐννοήσωμεν ὅτι τότε ἡμῖν ἐναντίος ἐστὶν ὁ ἄνεμος. Ἐπὰν οὖν ταῦτα πάσχοντες τρεῖς φυλακὰς τῆς νυκτὸς τοῦ ἐν τοῖς πειρασμοῖς σκότους διανύσωμεν, κατὰ
40τὸ δυνατὸν ἀγωνιζόμενοι καλῶς καὶ τηροῦντες ἑαυτοὺς πρὸς τὸ μὴ ναυαγῆσαι «περὶ τὴν πίστιν» ἤ τινα τῶν ἀρετῶν, πρώτην φυλακὴν τὸν πατέρα τοῦ σκότους καὶ τῆς κακίας, καὶ δευτέραν τὸν υἱὸν αὐτοῦ τὸν ἀντικείμενον καὶ ἐπαιρόμενον «ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα», καὶ τρίτην τὸ
45ἐναντίον τῷ ἁγίῳ πνεύματι πνεῦμα, τότε πιστεύωμεν ὅτι τετάρτης ἐνεστηκυίας φυλακῆς, ὅτε «ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν», ἐλεύσεται πρὸς ἡμᾶς ὁ υἱὸς τοῦ θεοῦ, ἵν’ εὐτρεπίσῃ ἡμῖν τὴν θάλασσαν περιπατῶν ἐπ’ αὐτῆς. Καὶ ἐπὰν ἴδωμεν τὸν λόγον ἡμῖν ἐμφανιζόμενον, ταραχθη‐296

11

.

6

(50)

σόμεθα μὲν πρὶν τρανῶς καταλαβεῖν ὅτι ὁ σωτὴρ ἡμῖν ἐπιδεδήμηκεν, οἰόμενοι ἔτι φάντασμα θεωρεῖν, καὶ φοβού‐ μενοι κεκραξόμεθα· ἀλλ’ αὐτὸς εὐθέως ἡμῖν λαλήσει λέγων· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Καὶ θερμότερον κινούμενος ἀπὸ τοῦ θαρσεῖτε εἴ τις ἐν ἡμῖν εὑρεθείη Πέτρος,
55ὁδεύων μὲν «ἐπὶ τὴν τελειότητα», οὐδέπω δὲ τοιοῦτος γεγενημένος, καταβὰς ἀπὸ τοῦ πλοίου, ὡς ἔξω τοῦ πειρασμοῦ γινόμενος ἐκείνου ἐν ᾧ ἐβασανίζετο, περιπατήσει μὲν κατ’ ἀρχὰς βουλόμενος ἐλθεῖν πρὸς τὸν Ἰησοῦν ἐπὶ τὰ ὕδατα, ὡς ἔτι δὲ ὀλιγόπιστος καὶ ὡς ἔτι διστάζων ὄψεται ἰσχυρὸν
60τὸν ἄνεμον καὶ φοβηθήσεται καὶ ἄρξεται μὲν καταποντί‐ ζεσθαι, οὐ πείσεται δὲ τοῦτο διὰ τὸ τὸν Ἰησοῦν μεγάλῃ καλεῖν φωνῇ καὶ λέγειν αὐτῷ· Κύριε, σῶσόν με. Εἶτ’ εὐθέως ἔτι λαλοῦντος τοῦ τοιούτου Πέτρου καὶ λέγοντος· Κύριε, σῶσόν με, ἐκτενεῖ τὴν χεῖρα ὁ λόγος, ὀρέγων τῷ
65τοιούτῳ βοήθειαν, καὶ ἐπιλήψεται αὐτοῦ ἀρξαμένου κατα‐ ποντίζεσθαι καὶ ὀνειδίσει αὐτῷ ἐπὶ τῇ ὀλιγοπιστίᾳ καὶ τῷ δισταγμῷ. Πλὴν τήρει ὅτι οὐκ εἶπεν· ἄπιστε, ἀλλά· ὀλιγόπιστε, καὶ ὅτι λέλεκται· εἰς τί ἐδίστασας, ἔχων
μέν τι τῆς πίστεως, κλίνων δὲ καὶ πρὸς τὸ ἐναντίον αὐτῇ;298

11

.

7

Καὶ ἐπὶ τούτοις γε καὶ ὁ Ἰησοῦς καὶ ὁ Πέτρος ἀνα‐ βήσονται εἰς τὸ πλοῖον καὶ κοπάσει ὁ ἄνεμος καὶ οἱ ἐν τῷ πλοίῳ ἐννοήσαντες ἀφ’ οἵων διεσώθησαν κινδύνων, προσ‐ κυνήσουσι λέγοντες, οὐχ ἁπλῶς· θεοῦ υἱὸς εἶ, ὡς καὶ οἱ
5δύο δαιμονιζόμενοι, ἀλλά· ἀληθῶς θεοῦ υἱὸς εἶ· ὅπερ λέγουσιν οἱ ἐν τῷ πλοίῳ μαθηταί, οὐ γὰρ ἄλλους τῶν μαθητῶν νομίζω τοῦτο εἰρηκέναι.
7 Ἐπὰν δὲ ἐν τούτοις ὅλοις γενώμεθα διαπεράσαντες, ἐλευσόμεθα εἰς τὴν γῆν, ἔνθα προάγειν ἡμῖν ἐκέλευσεν ὁ
10Ἰησοῦς. Τάχα δὲ καὶ δηλοῦταί τι ἀπόρρητον καὶ κεκρυμ‐ μένον μυστήριον περί τινων σεσωσμένων ὑπὸ τοῦ Ἰησοῦ ἀπὸ τοῦ καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, δῆλον δ’ ὅτι τοῦ ἐν τῷ πέραν, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, περίχωρον τοῦ πέραν—οὐκ ἐν αὐτῷ
15〈τῷ〉 πέραν, ἀλλὰ περὶ αὐτό, —καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας. Ἐν τούτῳ δὲ τήρει ὅτι προσήνεγκαν αὐτῷ οὐ πολλοὺς κακῶς ἔχοντας μόνον, ἀλλὰ πάντας τοὺς ἐν τῇ περιχώρῳ ἐκείνῃ. Οἱ δὲ προσενεχθέντες αὐτῷ κακῶς ἔχοντες παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον
20ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, χάριν ἀπ’ αὐτοῦ αἰτοῦντες ταύτην, ἐπεὶ μὴ ἦσαν ὁποία ἡ «αἱμορροοῦσα γυνὴ τὰ δώδεκα ἔτη» καὶ «προσελθοῦσα ὄπισθεν» καὶ ἁψαμένη «τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ», ὅτι «ἔλεγεν ἐν
ἑαυτῇ· εἰ μόνον ἅψομαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι»300
25—τήρει γὰρ 〈τὸ σύμφωνον〉 ἐν τοῖς περὶ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ—διὸ «παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς». Οἱ δὲ ἀπὸ τῆς περιχώρου τῆς γῆς Γενησαρέτ, εἰς ἣν διαπεράσαντες ἦλθον ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀφ’ ἑαυτῶν προσῆλθον τῷ Ἰησοῦ ἀλλὰ προσήχθησαν
30ὑπὸ τῶν ἀποστειλάντων, ἅτε μὴ δυνάμενοι διὰ τὸ σφόδρα κακῶς ἔχειν προσελθεῖν ἀφ’ ἑαυτῶν, καὶ οὐδὲ μόνοι ἥψαντο τοῦ κρασπέδου, ὡς ἡ αἱμορροοῦσα, ἀλλὰ παρακαλεσάντων ἐκείνων. Πλὴν καὶ τούτων ὅσοι ἥψαντο διεσώθησαν. Εἰ δὲ ἔστι τις διαφορὰ τοῦ διεσώθησαν ἐπὶ τούτων εἰρημένου
35πρὸς τὸ σωθῆναι 〈ἐκείνην〉—εἴρηται γὰρ πρὸς τὴν αἱμορ‐ ροοῦσαν· «ἡ πίστις σου σέσωκέ σε»—, καὶ αὐτὸς
ἐπιστήσεις.302

11

.

8

(1n)

Τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι
2nκαὶ γραμματεῖς λέγοντες· διὰ τί οἱ μαθηταί σου παραβαί‐
3nνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται
4nτὰς χεῖρας ὅταν ἄρτον ἐσθίωσιν (15, 1. 2[—9]).
5 Ὁ παρατηρήσας κατὰ ποῖον καιρὸν προσῆλθον τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες· Διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων καὶ τὰ ἑξῆς, εἴσεται ὅτι ἀναγκαίως ὁ Ματθαῖος οὐχ ἁπλῶς ἀνέγραψε προσεληλυθέναι τοὺς ἀπὸ Ἱεροσολύμων
10Φαρισαίους καὶ γραμματεῖς τῷ σωτῆρι πυνθανομένους αὐτοῦ τὰ ἐκκείμενα, ἀλλὰ πεποίηκε· Τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων. Πότε οὖν τότε, κατανοητέον. Ἡνίκα «διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρὲτ» τῷ πλοίῳ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, κοπάσαντος
15τοῦ ἀνέμου ἀφ’ οὗ ἐπιβέβηκεν ὁ Ἰησοῦς τῷ πλοίῳ, καὶ ὅτ’ «ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας καὶ παρεκάλουν ἵνα κἂν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι
20ἥψαντο διεσώθησαν», τηνικάδε προσῆλθον αὐτῷ ἀπὸ
Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς, μὴ καταπλαγέντες τὴν ἐν τῷ Ἰησοῦ δύναμιν ἰασαμένην τοὺς κἂν «μόνον τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ» ἁψαμένους, φιλαιτίως δὲ ἐγκαλοῦντες ἐπὶ τοῦ διδασκάλου, οὐ περὶ παραβάσεως304
25ἐντολῆς θεοῦ ἀλλὰ παραδόσεως μιᾶς Ἰουδαϊκῶν πρεσβυτέρων.
25 Καὶ εἰκὸς ὅτι αὐτὸ τὸ τῶν φιλαιτίων ἔγκλημα παρίστησι τὴν τῶν μαθητῶν Ἰησοῦ εὐλάβειαν, μηδεμίαν ἀφορμὴν διδόντων ἐπιλήψεως ὡς περὶ παραβάσεως ἐντολῶν θεοῦ τοῖς Φαρισαίοις καὶ γραμματεῦσιν, οἵτινες οὐκ ἂν προσή‐
30νεγκαν τὸ περὶ παραβάσεως τοῖς μαθηταῖς Ἰησοῦ ἔγκλημα ὡς παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων, εἴπερ εἶχον ἐπιλαμβάνεσθαι τῶν ἐγκαλουμένων καὶ ἀποδεικνύναι αὐτοὺς παραβαίνοντας ἐντολὴν θεοῦ. Μὴ νομίσῃς δὲ ταῦτα κατασκευαστικὰ εἶναι τοῦ δεῖν
35τηρεῖσθαι τὸν κατὰ τὸ γράμμα Μωσέως νόμον, ἐπεὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ ἕως τότε αὐτὸν ἐφύλαττον· οὐ γὰρ πρὸ τοῦ παθεῖν «ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου» ὁ ἐν τῷ παθεῖν ὑπὲρ ἀνθρώπων «γενόμενος ὑπὲρ ἡμῶν κατάρα». Ἀλλ’ ὡσπερεὶ καθηκόντως καὶ Παῦλος «τοῖς
40Ἰουδαίοις Ἰουδαῖος» ἐγένετο, «ἵνα Ἰουδαίους κερδήσῃ», τί ἄτοπον τοὺς ἀποστόλους ἐν Ἰουδαίοις ποιουμένους τὰς
διατριβάς, κἂν τὰ πνευματικὰ νοῶσι τοῦ νόμου, χρῆσθαι τῇ συμπεριφορᾷ, ὡς καὶ Παῦλος Τιμόθεον περιτεμὼν καὶ θυσίαν κατά τινα νομικὴν εὐχὴν προσαγαγών, ὡς ἐν ταῖς306
45τῶν ἀποστόλων γέγραπται Πράξεσι; Πλὴν πάνυ φαίνονται φιλεγκλήμονες οἱ περὶ μὲν ἐντολῆς θεοῦ μηδὲν ἔχοντες ἐγκαλεῖν τοῖς Ἰησοῦ μαθηταῖς, μόνον δὲ περὶ πρεσβυτέρων παραδόσεως μιᾶς. Καὶ μάλιστα ἐμφαίνεται οὕτως τὸ φιλέγκλημον, ὅτι παρ’ αὐτοῖς τοῖς ἰαθεῖσιν ἀπὸ τοῦ κακῶς

11

.

8

(50)

ἔχειν προσάγουσι τὸ ἔγκλημα, τῷ μὲν δοκεῖν κατὰ τῶν μαθητῶν, τὸ δ’ ἀληθὲς τὸν διδάσκαλον διαβάλλειν προαιρού‐ μενοι· ὅ〈τι〉 καὶ παράδοσις ἦν τῶν πρεσβυτέρων τὸ νίπτεσθαι ὡς ἀναγκαῖον πρὸς εὐσέβειαν. Ὤιοντο γὰρ κοινὰς μὲν καὶ ἀκαθάρτους εἶναι χεῖρας τὰς τῶν μὴ νιψαμένων
55πρὸ τοῦ ἀρτοφαγεῖν, καθαρὰς δὲ καὶ ἁγίας γεγονέναι τὰς τῶν ἀποπλυνομένων ὕδατι, οὐ συμβολικῶς, 〈ἀλλ’〉 ἀνάλογον τῷ κατὰ τὸ γράμμα Μωσέως νόμῳ. Ἡμεῖς δὲ οὐ κατὰ τὴν τῶν παρ’ ἐκείνοις πρεσβυτέρων παράδοσιν, ἀλλὰ κατὰ τὸ εὔλογον καθαίρειν πειρώμεθα ἑαυτῶν τὰς πράξεις καὶ
60οὕτως τὰς τῶν ψυχῶν νίπτεσθαι χεῖρας, ὅταν μέλλωμεν ἐσθίειν οὓς αἰτοῦμεν ἀπὸ τοῦ φίλου ἡμῖν θέλοντος εἶναι Ἰησοῦ «τρεῖς ἄρτους»· «κοιναῖς» γὰρ καὶ «ἀνίπτοις» καὶ οὐ καθαραῖς χερσὶν οὐ χρὴ τῶν ἄρτων μεταλαμβάνειν.

11

.

9

Ὁ δὲ Ἰησοὺς οὐκ ἐγκαλεῖ περὶ παραδόσεως αὐτοῖς
πρεσβυτέρων Ἰουδαίων, ἀλλὰ περὶ τῶν ἐντολῶν θεοῦ ἀναγκαιοτάτων δύο, ὧν ἡ μὲν ἑτέρα πέμπτη ἦν τῆς δεκαλόγου οὕτως ἔχουσα· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου,308
5ἵν’ εὖ σοι γένηται, καὶ γένῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσί σοι», ἡ δὲ λοιπὴ ἐν τῷ Λευϊτικῷ τοῦτον ἐγέγραπτο τὸν τρόπον· «Ἐὰν ἄνθρωπος κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω· πατέρα αὐτοῦ ἢ μητέρα κακῶς εἶπεν, ἔνοχος
10ἔσται.» Ἀλλ’ ἐπεὶ αὐτὴν θέλομεν ἰδεῖν τὴν λέξιν ἣν ἐξέθετο ὁ Ματθαῖος, ὅτι ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω, ἐπίστησον μήποτε ἐλήφθη ἀπὸ τοῦ τόπου ἔνθα γέγραπται· «Ὃς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω» καὶ «ὁ κακολογῶν
15πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω». Οὕτως μὲν οὖν εἶχον αἱ ἀπὸ τοῦ νόμου λέξεις περὶ τῶν δύο ἐντολῶν. Ὁ δὲ Ματθαῖος ἐκ μέρους καὶ ἐπιτετμημένως αὐτὰς ἐξέθετο καὶ οὐκ αὐταῖς λέξεσι.
18 Τί δὲ ἐγκαλεῖ τοῖς ἀπὸ Ἱεροσολύμων Φαρισαίοις καὶ
20γραμματεῦσιν ὁ σωτήρ, λέγων αὐτοὺς παραβαίνειν τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν ἑαυτῶν παράδοσιν, κατανοητέον. Καὶ ὁ μὲν θεὸς εἶπε· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου», διδάσκων τὴν δέουσαν τιμὴν ἀπονέμειν γονεῦσι τὸν ἐξ αὐτῶν γεννώμενον. Ταύτης τῆς πρὸς τοὺς γονεῖς
25τιμῆς μέρος ἦν καὶ τὸ κοινωνεῖν αὐτοῖς τῶν βιωτικῶν χρειῶν εἰς διατροφὰς καὶ σκεπάσματα καὶ εἴ τι ἄλλο οἷός τε ἦν χαρίζεσθαί 〈τισ〉 τοῖς ἑαυτοῦ γονεῦσιν. Οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμματεῖς τοιαύτην ἐναντιουμένην τῷ νόμῳ παρά‐ δοσιν ἐκδεδώκασιν, ἀσαφέστερον ἐν τῷ εὐαγγελίῳ κειμένην,310
30ᾗ οὐδ’ αὐτοὶ ἐπιβεβλήκειμεν ἄν, εἰ μὴ τῶν Ἑβραίων τις ἐπιδέδωκεν ἡμῖν τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα. Ἔσθ’ ὅτε, φησίν, οἱ δανεισταὶ δυστραπέλοις περιπίπτοντες χρεώ‐ σταις καὶ δυναμένοις μέν, μὴ βουλομένοις δὲ ἀποδιδόναι τὸ χρέος, ἀνετίθεσαν τὸ ὀφειλόμενον εἰς τὸν τῶν πενήτων
35λόγον, οἷς ἐβάλλετο εἰς τὸ γαζοφυλάκιον ὑπὸ ἑκάστου, ὡς ἐδύνατο, τῶν βουλομένων αὐτοῖς κοινωνεῖν. Ἔλεγον οὖν ἔσθ’ ὅτε τοῖς ὀφείλουσι κατὰ τὴν οἰκείαν διάλεκτον· Κορβᾶν ἐστιν ὃ ὀφείλεις μοι, τουτέστι δῶρον· ἀνέθηκα γὰρ αὐτὸ εἰς λόγον τῆς εἰς θεὸν εὐσεβείας τοῖς πένησιν. Εἶτα ὁ
40χρεώστης, ὡς μηκέτι ἀνθρώποις, ἀλλὰ τῷ θεῷ ὀφείλων καὶ τῇ εἰς αὐτὸν εὐσεβείᾳ, οἱονεὶ συνεκλείετο πρὸς τὸ καὶ μὴ βουλόμενος ἀποδοῦναι τὸ χρέος, οὐκέτι μὲν τῷ δανειστῇ, ἤδη δὲ εἰς τὸν λόγον τῶν πενήτων τῷ θεῷ ἐξ ὀνόματος τοῦ δανειστοῦ. Ὅπερ οὖν ὁ δανειστὴς ἐποίει τῷ χρεώστῃ, τοῦτό
45ποτέ τινες τῶν υἱῶν τοῖς γονεῦσιν, καὶ ἔλεγον αὐτοῖς ὅτι, ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς, πάτερ ἢ μῆτερ, τοῦτο ἴσθι ἀπὸ τοῦ κορβᾶν λαμβάνειν, ἐκ τοῦ λόγου τῶν θεῷ ἀνακειμένων
πενήτων. Εἶτα ἀκούοντες οἱ γονεῖς ὅτι κορβᾶν ἐστιν ἀνακείμενον τῷ θεῷ τὸ διδόμενον αὐτοῖς, οὐκέτι ἐβούλοντο312

11

.

9

(50)

λαμβάνειν, εἰ καὶ πάνυ ἔχρῃζον τῶν ἀναγκαίων, ἀπὸ τῶν υἱέων. Οἱ οὖν πρεσβύτεροι τοιαύτην παράδοσιν εἰς τοὺς ἀπὸ τοῦ λαοῦ ἔλεγον ὅτι, ὅστις ἂν τῷ πατρὶ ἢ τῇ μητρὶ εἴπῃ τὸ διδόμενόν τινι αὐτῶν κορβᾶν εἶναι καὶ δῶρον, οὗτος οὐκέτι ὀφειλέτης ἐστὶ πρὸς τὸν πατέρα ἢ τὴν μητέρα ἐν
55δόσει τῶν πρὸς τὰς τοῦ βίου χρείας.
55 Ταύτην οὖν ἐλέγχει ὡς οὐχ ὑγιῶς ἔχουσαν παράδοσιν ὁ σωτήρ, ἀλλὰ ἐναντιουμένην τῇ ἐντολῇ τοῦ θεοῦ. Εἰ γὰρ ὁ μὲν θεὸς λέγει τὸ τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἡ δὲ παράδοσις ἔλεγεν· οὐκ ὀφείλει τιμᾶν τὸν πατέρα ἢ τὴν
60μητέρα τῇ δόσει ὁ ἀναθεὶς τῷ θεῷ ὡς κορβᾶν τὸ δοθησόμενον ἂν τοῖς γεγεννηκόσι, δῆλον ὅτι ἠκυροῦτο ἡ τοῦ θεοῦ περὶ τιμῆς γονέων ἐντολὴ ὑπὸ τῆς τῶν Φαρισαίων καὶ γραμματέων παραδόσεως, λεγούσης μηκέτι δεῖν τιμᾶν τὸν πατέρα καὶ τὴν μητέρα τὸν ἅπαξ ἀνατεθεικότα τῷ θεῷ ὃ ἔλαβον ἂν οἱ
65γεγεννηκότες. Καὶ ὡς φιλάργυροί γε οἱ Φαρισαῖοι, ἵνα τῇ προφάσει τῶν πενήτων λαμβάνωσι καὶ τὰ δοθησόμενα ἂν τοῖς γονεῦσί τινος, τὰ τοιαῦτα ἐδίδασκον. Καὶ μαρτυρεῖ γε αὐτῶν τῇ φιλαργυρίᾳ τὸ εὐαγγέλιον λέγον· «Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὄντες καὶ ἐξεμυκτή‐
70ριζον αὐτόν.» Εἴ τις οὖν καὶ τῶν λεγομένων ἐν ἡμῖν πρεσβυτέρων, ἢ ὅπως ποτὲ ἀρχόντων τοῦ λαοῦ, μᾶλλον τῷ ὀνόματι τοῦ κοινοῦ βούλεται διδόναι τοῖς πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ314
75δύναιντο οἱ διδόντες ἀμφότερα ποιεῖν, ἀδελφὸς ἂν οὗτος ἐνδίκως λέγοιτο τῶν ἀκυρωσάντων τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ἑαυτῶν Φαρισαίων καὶ ἐλεγχθέντων ὑπὸ τοῦ σωτῆρος ὑποκριτῶν. Καὶ σφόδρα γε ἀποτρεπτικά ἐστιν ἐκ τοῦ λόγου τῶν πενήτων λαμβάνειν τινὰ προθύμως καὶ
80νομίζειν «πορισμὸν εἶναι τὴν ἑτέρων εὐσέβειαν», οὐ μόνα 〈δὲ〉 ταῦτα, ἀλλὰ καὶ τὰ περὶ τοῦ προδότου Ἰούδα γεγραμ‐ μένα, ὃς τῷ μὲν δοκεῖν ἐπρέσβευε περὶ τῶν πενήτων καὶ ἀγανακτῶν ἔλεγεν· «Ἠδύνατο τοῦτο τὸ μύρον πραθῆναι δηναρίων τριακοσίων, καὶ δοθῆναι πτωχοῖς», τὸ δ’ ἀληθὲς
85«κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν». Εἴ τις οὖν καὶ νῦν τὸ τῆς ἐκκλησίας ἔχων γλωσσόκομον λέγει μέν, ὡς καὶ ὁ Ἰούδας, ὑπὲρ πενήτων, τὰ δὲ βαλλόμενα βαστάζει, τὴν μερίδα ἑαυτῷ τιθείη μετὰ τοῦ ταῦτα πράξαντος Ἰούδα. Δι’ ἃ ὡς γάγγραινα νομὴν
90ἐσχηκότα ἐν τῇ ψυχῇ αὐτοῦ, ὁ διάβολος ἔβαλεν αὐτοῦ «εἰς
τὴν καρδίαν» τὸν σωτῆρα παραδοῦναι, καὶ παραδεξάμενον «τὸ πεπυρωμένον» περὶ τούτου «βέλος» ὕστερον, αὐτὸς εἰσελθὼν εἰς τὴν ψυχὴν αὐτοῦ ἐπλήρωσεν αὐτόν. Καὶ τάχα ἐπὰν λέγῃ ὁ ἀπόστολος· «Ῥίζα πάντων τῶν κακῶν316
95ἐστιν ἡ φιλαργυρία», διὰ τὴν Ἰούδα λέγει φιλαργυρίαν, ἥτις ῥίζα πάντων τῶν κακῶν ἐστι τῶν κατὰ τοῦ Ἰησοῦ.

11

.

10

Ἀλλὰ γὰρ ἐπανέλθωμεν ἐπὶ τὰ προκείμενα, ἐν οἷς ὁ σωτὴρ δύο ἀπὸ τοῦ νόμου ἐπιτεμόμενος ἐντολὰς ἐξέθετο, τὴν μὲν ἀπὸ τῆς δεκαλόγου ἀπὸ τῆς Ἐξόδου, τὴν δὲ ἀπὸ τοῦ Λευϊτικοῦ ἢ τῶν ἄλλων ἀπό τινος τῶν ἐν τῇ
5Πεντατεύχῳ. Εἶτα ἐπεὶ διηγησάμεθα πῶς ἠκύρωσαν τὸν λόγον τοῦ θεοῦ φάσκοντα· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, οἱ λέγοντες· οὐ τιμήσει τὸν πατέρα ἢ τὴν μητέρα αὐτοῦ, ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ αὐτοῦ· δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ζητήσαι τις ἂν πῶς οὐ παρέλκει
10τὸ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. Ἔστω γάρ, οὐ τιμᾷ τὸν πατέρα καὶ τὴν μητέρα τῷ καλουμένῳ κορβᾶν ἀνατιθεὶς τὰ δοθησόμενα ἂν εἰς τιμὴν πατρὸς καὶ μητρός, πῶς οὖν ἡ τῶν Φαρισαίων παράδοσις ἀκυροῖ καὶ τὸν λέγοντα· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ
15τελευτάτω; Ἀλλὰ μήποτε ὃς ἐὰν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς ὡσπερεὶ λοιδορίαν ἐπιφέρει τῷ πατρὶ ἢ τῇ μητρί, οἷον ἱεροσύλους λέγων τοὺς γονεῖς λαμβάνοντας τὰ ἀνακείμενα τῷ κορβᾶν ἀπὸ τοῦ
ἀνατεθεικότος αὐτὰ αὐτῷ.318
20 Ἰουδαῖοι οὖν υἱοὺς ὡς κακολογοῦντας πατέρα ἢ μητέρα τοὺς λέγοντας τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς κολάζουσι κατὰ τὸν νόμον· ὑμεῖς δὲ τῇ μιᾷ ὑμῶν παραδόσει δύο ἐντολὰς τοῦ θεοῦ ἀκυροῦτε. Εἶτα οὐκ αἰδεῖσθε ἐγκαλοῦντες τοῖς ἐμοῖς μαθηταῖς οὐδεμίαν μὲν
25ἐντολὴν παραβαίνουσι—πορεύονται γὰρ «ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ καὶ δικαιώμασιν ἀμέμπτωσ»—, παρα‐ βαίνουσι δὲ πρεσβυτέρων παράδοσιν εὐλαβείᾳ τοῦ μὴ παραβῆναι ἐντολὴν θεοῦ. Ὅπερ εἰ καὶ ὑμῖν προέκειτο, τὴν μὲν περὶ τιμῆς πατρὸς καὶ μητρὸς ἐντολὴν ἐφυλάξατε
30ἂν καὶ τὴν λέγουσαν ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω, τὴν δὲ ἐναντιουμένην ταῖς ἐντολαῖς ταύταις τῶν πρεσβυτέρων παράδοσιν οὐκ ἂν ἐφυλάξατε.

11

.

11

Μετὰ δὲ ταῦτα ὅλας τὰς παρὰ Ἰουδαίοις τῶν πρεσβυτέρων παραδόσεις ἀπὸ τῶν προφητικῶν βουλόμενος διαβάλλειν λόγων, παρέθετο ῥητὸν ἀπὸ τοῦ Ἡσαΐου, ὅπερ αὐταῖς λέξεσιν οὕτως ἔχει· «Καὶ εἶπε κύριος· ἐγγίζει
5μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτῶν» καὶ τὰ ἑξῆς. Καὶ προείπομέν γε ὅτι οὐκ αὐταῖς λέξεσιν ἀνέγραψεν ὁ Ματθαῖος
τὸ προφητικόν. Εἰ δὲ δεῖ, διὰ τὸ εὐαγγέλιον χρησάμενον αὐτῷ, κατὰ τὸ δυνατὸν αὐτὸ διηγήσασθαι, προσληψόμεθα τὴν ἀνωτέρω λέξιν, χρησίμως, οἶμαι, ἡμῖν τετηρημένην εἰς320
10διήγησιν τῆς ἐν τῷ εὐαγγελίῳ ἀπὸ τοῦ προφήτου εἰλημμένης. Ἔχει δὲ οὕτως ἀπ’ ἀρχῆς τὸ ἐν τῷ Ἡσαΐᾳ ῥητόν· «Ἐκλύθητε καὶ ἔκστητε, κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδ’ ἀπὸ οἴνου· ὅτι πεπότικεν ὑμᾶς κύριος πνεῦμα κατα‐ νύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν
15προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά. Καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ἀνάγνωθι ταῦτα· καὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. Καὶ
20δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπιστα‐ μένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· ἀνάγνωθι τοῦτο· καὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα. Καὶ εἶπε κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος» καὶ τὰ ἑξῆς ἕως τοῦ «οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν».
25 Προσλαβὼν τοίνυν τὴν προκειμένην ἐν τῷ εὐαγγελίῳ λέξιν ἐθέμην τινὰ τῶν πρὸ αὐτῆς καί τινα τῶν ἑξῆς αὐτῆς, ἵνα παραστήσωμεν τίνα τρόπον ἀπειλεῖ καμμύσειν «τοὺς ὀφθαλμοὺς» τῶν ἀπὸ τοῦ λαοῦ ὁ λόγος ἐκστάντων καὶ κραιπαλησάντων καὶ πεποτισμένων «πνεύματι κατανύ‐
30ξεως», ἀπειλεῖ δὲ καμμύσαι καὶ τοὺς προφήτας αὐτῶν καὶ τοὺς ἐπαγγελλομένους ὁρᾶν «τὰ κρυπτὰ» ἄρχοντας αὐτῶν. Ἅπερ, οἶμαι, γεγένηται μετὰ τὴν τοῦ σωτῆρος ἐπιδημίαν ἐν τῷ λαῷ ἐκείνῳ· γέγονε γὰρ αὐτοῖς πάντα τὰ ῥήματα ὅλων μὲν τῶν γραφῶν, καὶ τοῦ Ἡσαΐου δέ, «ὡς
35λόγοι βιβλίου ἐσφραγισμένου». Τὸ δὲ «ἐσφραγισμένου» εἴρηται οἱονεὶ κεκλεισμένου τῇ ἀσαφείᾳ καὶ μὴ ἠνοιγμένου τῇ σαφηνείᾳ· ὅπερ ἐπίσης τοῖς μηδὲ τὴν ἀρχήν, διὰ τὸ μὴ εἰδέναι γράμματα, ἀναγνῶναι αὐτὸ δυναμένοις καὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματά ἐστιν ἀσαφές, οὐ γινώσ‐322
40κουσι τὸν ἐν τοῖς γεγραμμένοις νοῦν. Καλῶς οὖν ἐπιφέρει 〈τού〉τοις ὅτι, ἐπὰν ἐκλυθεὶς ἀπὸ τῶν ἁμαρτημάτων ὁ λαὸς καὶ ἐκστὰς μανῇ κατ’ αὐτοῦ, οἷς καὶ κραιπαλήσει κατ’ αὐτοῦ «πνεύματι κατανύξεως», ὃ ποτισθήσεται ὑπὸ τοῦ κυρίου καμμύοντος αὐτῶν τοὺς ὀφθαλμοὺς ὡς ἀναξίους
45τοῦ βλέπειν, καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν τῶν ἐπαγγελλομένων βλέπειν τὰ κρυπτὰ τῶν ἐν ταῖς θείαις γραφαῖς μυστηρίων, καὶ ἐπὰν καμμύσωσιν αὐτῶν οἱ ὀφθαλμοί, τότε αὐτοῖς ἔσται τὰ προφητικὰ ῥήματα ἐσφραγισμένα καὶ ἐπικεκρυμμένα· ὅπερ πεπόνθασιν ὁ

11

.

11

(50)

λαὸς ὁ τῶν μὴ πιστευόντων εἰς τὸν Ἰησοῦν ὡς Χριστόν. Ἐπὰν δὲ γένηται τὰ προφητικὰ αὐτοῖς «ὡς λόγοι βιβλίου ἐσφραγισμένου», οὐ μόνον τοῖς μὴ εἰδόσιν, ἀλλὰ καὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματα, τότε εἶπεν ὁ κύριος μόνῳ «τῷ στόματι» ἐγγίζειν τὸν λαὸν τῶν Ἰουδαίων τῷ
55θεῷ· καὶ «τοῖς χείλεσι» τιμᾶν αὐτόν φησι, διότι «ἡ καρδία αὐτῶν» διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν πόρρω ἐστὶν ἀπὸ κυρίου.
57 Καὶ νῦν μάλιστα, ἐξ οὗ τὸν σωτῆρα ἡμῶν ἠρνήσαντο, λεχθείη ἂν ὑπὸ τοῦ θεοῦ περὶ αὐτῶν τὸ μάτην δὲ σέβονταί
60με· οὐκέτι γὰρ διδάσκουσιν ἐντάλματα θεοῦ, ἀλλὰ ἀνθρώπων καὶ διδασκαλίας οὐκέτι τὰς ἀπὸ τῆς τοῦ πνεύματος σοφίας, ἀλλὰ τὰς ἀνθρωπίνας. Ὅθεν τούτων αὐτοῖς συμβαινόντων, μετέθηκεν ὁ θεὸς τὸν τῶν Ἰουδαίων λαὸν καὶ ἀπώλεσε «τὴν σοφίαν» αὐτῶν τῶν παρ’ αὐτοῖς σοφῶν—οὐκέτι324
65γάρ ἐστι σοφία παρ’ αὐτοῖς ὡς οὐδὲ προφητεία—, ἀλλὰ καὶ «τὴν σύνεσιν τῶν συνετῶν» τοῦ λαοῦ κατορώρυχέ που καὶ ἔκρυψεν ὁ θεός, καὶ οὐκέτι ἐστὶ λαμπρὰ καὶ ἐπιφανής. Διὸ κἂν δοκῶσι βουλήν τινα «βαθέως» ποιεῖν, οὐ διὰ τοῦ κυρίου αὐτὴν ποιοῦντες ταλανίζονται· κἂν κρυπτά τινα
70ἐπαγγέλλωνται βουλῆς θείας, ψεύδονται, ἐπεὶ τὰ ἔργα αὐτῶν οὐ φωτός ἐστιν 〈καὶ ἡμέρασ〉, ἀλλὰ σκότους καὶ νυκτός. Διὰ βραχέων δὲ ἔδοξεν ἡμῖν ἐκθέσθαι τὴν προφη‐ τείαν καὶ τὴν ἐπὶ ποσὸν σαφήνειαν αὐτῆς, ἐπείπερ ἐμνήσθη αὐτῆς ὁ Ματθαῖος. Ἐμνήσθη 〈δὲ〉 καὶ ὁ Μᾶρκος, ἀφ’ οὗ
75χρησίμως παραστησόμεθα περὶ τῆς παραβάσεως τῶν πρεσβυτέρων δοξάντων νίπτειν τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίωσιν οἱ Ἰουδαῖοι, τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα· «Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν
80τῶν πρεσβυτέρων, καὶ ἀπ’ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσι, καὶ ἄλλα τινά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισ‐
μοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκείων καὶ κλινῶν.»326

11

.

12

(1n)

Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς·
2nἀκούετε καὶ συνίετε καὶ τὰ ἑξῆς (15, 10—20).
3 Σαφῶς διὰ τούτων ὑπὸ τοῦ σωτῆρος διδασκόμεθα, ἀναγινώσκοντες ἐν τῷ Λευϊτικῷ καὶ ἐν τῷ Δευτερονομίῳ
5τὰ περὶ καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων, ἐφ’ οἷς ὡς παρανομοῦσιν ἐγκαλοῦσιν ἡμῖν οἱ σωματικοὶ Ἰουδαῖοι καὶ οἱ ὀλίγῳ διαφέροντες αὐτῶν Ἐβιωναῖοι, μὴ νομίζειν τὸν σκοπὸν εἶναι τῇ γραφῇ τὸν πρόχειρον περὶ τούτων νοῦν. Εἰ γὰρ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον,
10ἀλλὰ τὸ ἐξερχόμενον ἐκ τοῦ στόματος, καὶ μάλιστα ἐπεὶ καὶ ἐν τῷ κατὰ τὸν Μᾶρκον ταῦτα ἔλεγεν ὁ σωτὴρ «καθα‐ ρίζων πάντα τὰ βρώματα», δῆλον ὅτι οὐ κοινούμεθα μὲν ἐσθίοντες ἃ Ἰουδαῖοί φασι, τῷ γράμματι τοῦ νόμου δουλεύειν ἐθέλοντες, εἶναι ἀκάθαρτα, τότε δὲ κοινούμεθα ὅτε, δέον
15τὰ χείλη ἡμῶν δεδέσθαι «αἰσθήσει» καὶ ποιεῖν ἡμᾶς οἷς λέγομεν «ζυγὸν καὶ σταθμόν», λέγομεν μὲν τὰ παρα‐ τυχόντα, διαλογιζόμεθα δὲ τὰ μὴ δέοντα, ἀφ’ ὧν ἡ πηγὴ ἡμῖν ἔρχεται τῶν ἁμαρτημάτων. Καὶ πρέπον γέ ἐστι θεοῦ νόμῳ ἀπαγορεύειν τὰ ἀπὸ κακίας καὶ προστάσσειν τὰ κατ’
20ἀρετήν, τὰ δὲ τῷ ἰδίῳ λόγῳ ἀδιάφορα ταῦτα ἐᾶν ἐπὶ χώρας, δυνάμενα διὰ τὴν προαίρεσιν καὶ τὸν ἐν ἡμῖν λόγον ἁμαρ‐ τανόμενα μὲν κακῶς πράττεσθαι, κατορθούμενα δὲ γίγνεσθαι καλῶς. Ταῦτα δέ τις ἐπιμελῶς νοήσας ὄψεται ὅτι καὶ τὰ νομιζόμενα ἀγαθὰ οἷόν τέ ἐστι κακῶς καὶ ἀπὸ πάθους328
25λαβόντα ἁμαρτάνειν, καὶ τὰ λεγόμενα ἀκάθαρτα δυνατὸν κατὰ λόγον ἐν χρήσει ἡμῖν γινόμενα λογίζεσθαι καθαρά. Ὥσπερ γὰρ τοῦ 〈μὲν〉 ἁμαρτάνοντος Ἰουδαίου ἡ περιτομὴ εἰς ἀκροβυστίαν λογισθήσεται, τοῦ δὲ κατορθοῦντος ἀπὸ τῶν ἐθνῶν ἡ ἀκροβυστία εἰς περιτομήν, οὕτως τὰ μὲν
30νομιζόμενα καθαρὰ λογισθήσεται εἰς ἀκάθαρτα τῷ μὴ δεόντως αὐτοῖς μηδὲ ὅτε δεῖ, μηδὲ ὅσον δεῖ, μηδὲ ὅθεν δεῖ χρωμένῳ, τὰ δὲ λεγόμενα ἀκάθαρτα «πάντα» γίνεται «καθαρὰ τοῖς καθαροῖς· τοῖς γὰρ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἐπεὶ μεμίανται αὐτῶν καὶ ὁ νοῦς
35καὶ ἡ συνείδησις»· καὶ ταῦτα μεμιασμένα ἅπαντα ποιεῖ μιαρὰ ὧν ἂν ἅψηται, ὡς πάλιν ἐκ τοῦ ἐναντίου ὁ καθαρὸς νοῦς καὶ ἡ καθαρὰ συνείδησις πάντα ποιεῖ καθαρά, κἂν δοκῇ ἀκάθαρτα τυγχάνειν· οὐδὲ γὰρ ἀπὸ ἀκολασίας οὐδὲ ἀπὸ φιληδονίας οὐδὲ μετὰ διακρίσεως περιελκούσης εἰς
40ἑκάτερα οἱ δίκαιοι χρῶνται τοῖς βρώμασιν ἢ πόμασι, μεμνημένοι τοῦ «εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ἄλλο ποιεῖτε, εἰς δόξαν θεοῦ ποιεῖτε». Εἰ δὲ χρὴ ὑπογράψαι τὰ κατὰ τὸ εὐαγγέλιον ἀκάθαρτα βρώματα, φήσομεν ὅτι τοιαῦτά ἐστι τὰ ἀπὸ πλεονεξίας
45πεπορισμένα καὶ ἀπὸ αἰσχροκερδείας περιγεγενημένα καὶ ἀπὸ φιληδονίας λαμβανόμενα καὶ ἀπὸ τοῦ θεοποιεῖσθαι τιμωμένην τὴν γαστέρα, ὅταν αὐτὴ καὶ αἱ κατ’ αὐτὴν ὀρέξεις καὶ μὴ ὁ λόγος ἄρχῃ τῆς ψυχῆς ἡμῶν. Ἀλλὰ καὶ γινώσκοντες δαιμονίοις κεχρῆσθαί τινα, ἢ μὴ γινώσκοντες

11

.

12

(50)

μέν, ὑπονοοῦντες δὲ καὶ διακρινόμενοι περὶ τούτου, εἰ χρησαίμεθα τοῖς τοιούτοις, οὐκ «εἰς δόξαν θεοῦ» αὐτοῖς κεχρήμεθα οὐδὲ ἐν ὀνόματι Χριστοῦ, οὐ μόνον τῆς περὶ τοῦ εἰδωλόθυτα εἶναι ὑπολήψεως κατακρινούσης τὸν ἐσθίοντα, ἀλλὰ καὶ τῆς περὶ τούτου διακρίσεως. «Ὁ γὰρ διακρι‐330
55νόμενος, κατὰ τὸν ἀπόστολον, ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν.» «Ἐκ πίστεως» μὲν οὖν ἐσθίει ὁ πεπιστευκὼς μὴ ἐν εἰδωλείοις τεθύσθαι τὸ ἐσθιόμενον μηδὲ πνικτὸν αὐτὸ εἶναι ἢ αἷμα, οὐκ «ἐκ πίστεως» δὲ ὁ περὶ τούτων τινὸς
60διακρινόμενος· καὶ κοινωνὸς δὲ «τῶν δαιμονίων» γίνεται ὁ καὶ αὐτὰ εἰδὼς «δαιμονίοις» τεθύσθαι καὶ οὐδὲν ἧττον χρώμενος μετὰ μεμολυσμένης τῆς περὶ τῶν δαιμονίων κοινωνησάντων τῷ θύματι φαντασίας. Καὶ ὁ ἀπόστολος μέντοι ἐπιστάμενος μὴ τὴν φύσιν τῶν βρωμάτων αἰτίαν
65εἶναι βλάβης τῷ χρωμένῳ ἢ ὠφελείας τῷ ἀπεχομένῳ, ἀλλὰ τὰ δόγματα καὶ τὸν ἐνυπάρχοντα λόγον, εἶπε· «Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσευόμεθα, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.» Καὶ ἐπείπερ ἠπίστατο τοὺς μεγαλοφυέστερον νοοῦντας κατὰ
70τὸν νόμον, τίνα τὰ καθαρὰ καὶ τίνα τὰ ἀκάθαρτα, ἀποστάντας τῆς περὶ τοῦ χρῆσθαι ὡς καθαροῖς καὶ ἀκαθάρτοις διαφορᾶς καὶ δεισιδαιμονίας—οἶμαι—ἐν διαφόροις, ἀδιαφορεῖν τῇ χρήσει τῶν βρωμάτων καὶ διὰ τοῦτο ὑπὸ Ἰουδαίων ὡς παρανόμους κρίνεσθαι, διὰ τοῦτο εἶπέ που· «Μὴ οὖν
75κρινέτω τις ὑμᾶς ἐν βρώσει ἢ ἐν πόσει» καὶ τὰ ἑξῆς, διδάσκων ἡμᾶς ὅτι τὰ μὲν κατὰ τὸ γράμμα σκιά ἐστι, τὰ δ’ ἀληθῆ τοῦ νόμου ἐναποκείμενα τούτοις νοήματα μέλλοντά
ἐστιν ἀγαθά, ἐν οἷς ἔστιν εὑρεῖν, τίνα τὰ καθαρὰ τῆς ψυχῆς πνευματικὰ βρώματα καὶ τίνα τὰ ἀκάθαρτα ἐν λόγοις332
80ψευδέσι καὶ ἐναντίοις βλάπτοντα τὸν τρεφόμενον ἐν αὐτοῖς· «σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν».

11

.

13

Ὥσπερ δὲ ἐν πολλοῖς κατανοητέον τὸ θαυμαζόμενον παρὰ Ἰουδαίοις ἐπὶ τοῖς τοῦ σωτῆρος λόγοις ὅτι ἐν ἐξουσίᾳ ἐλέγοντο, οὕτως καὶ ἐπὶ τῶν κατὰ τὸν τόπον. Τὸν ὄχλον γοῦν προσκαλεσάμενος εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε
5καὶ τὰ ἑξῆς, καὶ τοῦτ’ ἔλεγε Φαρισαίων σκανδαλιζομένων ἐπὶ τούτῳ τῷ λόγῳ, ὡς διὰ τὰ μοχθηρὰ δόγματα καὶ τὴν φαύλην περὶ τοῦ νόμου ἐκδοχὴν οὐκ ὄντων φυτείας τοῦ ἐν οὐρανοῖς ἑαυτοῦ πατρὸς καὶ διὰ τοῦτο ἐκριζουμένων· ἐξερριζώθησαν γὰρ μὴ παραδεξάμενοι τὴν ἀπὸ τοῦ πατρὸς
10γεωργουμένην ἄμπελον ἀληθινὴν Ἰησοῦν Χριστόν. Πῶς γὰρ ἠδύναντο εἶναι φυτεία τοῦ πατρὸς οἱ ἐπὶ τοῖς Ἰησοῦ σκανδαλισθέντες λόγοις, ἀφιστᾶσι μὲν τοῦ «μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς, ἃ ἦν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων»,
15προσάγουσι δὲ τὸν συνετὸν ἑαυτῶν ἀκροατὴν τῷ «τὰ ἄνω»
περὶ τούτων ζητεῖν καὶ «μὴ 〈τὰ〉 ἐπὶ γῆς», ὡς οἱ Ἰουδαῖοι; Καὶ ἐπεὶ διὰ τὰ μοχθηρὰ δόγματα οὐ φυτεία ἦσαν τοῦ ἐν οὐρανοῖς πατρὸς οἱ Φαρισαῖοι, διὰ τοῦτο ὡς περὶ ἀνιάτων αὐτῶν λέγει τοῖς μαθηταῖς τὸ ἄφετε αὐτούς·334
20ἄφετε διὰ τοῦτο ὅτι τυφλοὶ ὄντες, δέον αὐτοὺς αἰσθάνεσθαι τῆς τυφλότητος καὶ ζητεῖν ὁδηγούς, οἱ δὲ καὶ ἐπαγγέλλονται ἀναισθητοῦντες τῆς ἑαυτῶν τυφλότητος ὁδηγεῖν τυφλούς, οὐ λογιζόμενοι ἐμπεσεῖσθαι εἰς βόθυνον, περὶ οὗ ἐν Ψαλμοῖς γέγραπται· «Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ
25ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο.» Ἀλλαχοῦ μὲν οὖν γέγραπται ὅτι «ἰδὼν τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ», ἐνταῦθα δὲ ὀρέγει χεῖρα τῷ ὄχλῳ, προσκαλεσάμενος αὐτὸν καὶ ἀφιστὰς τῆς ῥητῆς τῶν κατὰ νόμον ἐρωτημάτων ἐκδοχῆς,
30ὅτε πρῶτον μὲν ἔλεγεν αὐτοῖς· ἀκούετε καὶ συνίετε, οὐδέπω συνιεῖσιν ὧν ἤκουον, ἑξῆς δὲ ὡς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον.

11

.

14

Μετὰ ταῦτα ἄξιον ἰδεῖν λέξιν συκοφαντουμένην ὑπὸ τῶν φασκόντων οὐ τὸν αὐτὸν εἶναι νόμου καὶ εὐαγγελίου Ἰησοῦ Χριστοῦ θεόν· οἵτινές φασιν ὅτι οὐκ ἔστιν ὁ Ἰησοῦ
Χριστοῦ οὐράνιος πατὴρ γεωργὸς τῶν κατὰ τὸν Μωσέως336
5νόμον οἰομένων θεὸν εὐσεβεῖν. Αὐτὸς εἶπεν ὁ Ἰησοῦς τοὺς Φαρισαίους, οἳ ἦσαν λατρεύοντες τῷ κτίσαντι τὸν κόσμον καὶ τὸν νόμον θεῷ, εἶναι φυτείαν ἣν οὐκ ἐφύτευσεν ὁ οὐράνιος αὐτοῦ πατήρ, καὶ διὰ τοῦτο αὐτὴν ἐκριζοῦσθαι. Εἴποιεν δ’ ἂν καὶ ταῦτα ὅτι οὐκ ἄν, εἴπερ πατὴρ ἦν τοῦ Ἰησοῦ ὁ
10«εἰσαγαγὼν» καὶ φυτεύσας τὸν ἀπὸ Αἰγύπτου ἐξελθόντα λαὸν «εἰς ὄρος κληρονομίας» ἑαυτοῦ, «εἰς ἕτοιμον κατοι‐ κητήριον» ἑαυτοῦ, εἶπεν ἂν ὁ Ἰησοῦς ἐπὶ τοῖς Φαρισαίοις ὅτι πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. Πρὸς ταῦτα δὲ φήσομεν ὅτι ὅσοι διὰ τὴν
15μοχθηρὰν περὶ τῶν κατὰ τὸν νόμον ἐκδοχὴν οὐκ ἦσαν φυτεία τοῦ ἐν οὐρανοῖς πατρός, οὗτοι τετύφλωντο «τὰ νοήματα», ὡς «μὴ πιστεύοντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδο‐ κοῦντες τῇ ἀδικίᾳ» ὑπὸ τοῦ θεοποιηθέντος ἀπὸ τῶν υἱῶν τοῦ αἰῶνος τούτου καὶ διὰ τοῦτο λεγομένου παρὰ τῷ
20Παύλῳ θεοῦ «τοῦ αἰῶνος τούτου». Καὶ μὴ νομίσῃς Παῦλον ἡμῶν ἀληθῶς εἶναι λέγειν αὐτὸν θεόν· ὡς γὰρ μὴ οὖσα θεὸς «ἡ κοιλία» τῶν ὑπερτιμώντων τὴν ἡδονὴν φιληδόνων μᾶλλον ἢ φιλοθέων λέγεται ὑπὸ Παύλου εἶναι «θεὸς» αὐτῶν, οὕτως μὴ ὢν θεὸς ὁ ἄρχων τοῦ αἰῶνος
25τούτου, περὶ οὗ φησιν ὁ σωτήρ· «νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται», θεὸς εἶναι λέγεται τῶν μὴ βουληθέντων τὸ «πνεῦμα τῆς υἱοθεσίας» λαβεῖν, ἵνα γένωνται υἱοὶ τοῦ αἰῶνος ἐκείνου καὶ «τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν», καὶ διὰ τοῦτο μεινάντων ἐν τῇ υἱότητι τοῦ αἰῶνος τούτου.
30Ταῦτα δέ μοι ἔδοξεν, εἰ καὶ παρεκβατικῶς εἴρηται, ἀναγκαίως παρειλῆφθαι διὰ τὸ τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν. Τίνες δή; οἱ Φαρισαῖοι, ὧν «ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα», ὄντων «ἀπίστων» παρὰ τὸ μὴ πεπιστευκέναι εἰς Ἰησοῦν Χριστόν, καὶ ἐτύφλωσεν «εἰς τὸ μὴ αὐγάσαι338
35αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ τοῦ Χριστοῦ». Οὐ μόνον δὲ ἀπ’ ἐκείνων φευκτέον ὁδηγεῖσθαι τυφλῶν τῶν αἰσθανομένων δεῖσθαι ὁδηγῶν, παρὰ τὸ μηδέπω αὐτοὺς ἀπειληφέναι τὴν δύναμιν τοῦ δι’ αὑτῶν βλέπειν· ἀλλὰ γὰρ καὶ ἐπὶ πάντων τῶν
40ἐπαγγελλομένων ὁδηγεῖν ἐν ὑγιεῖ διδασκαλίᾳ ἐπιμελῶς ἀκουστέον, καὶ κρίσιν ὑγιῆ τοῖς λεγομένοις προσακτέον, μήποτε κατ’ ἄγνοιαν τυφλῶν καὶ μὴ βλεπόντων τὰ πράγματα τῆς ὑγιοῦς διδασκαλίας ὁδηγούμενοι, τυφλοὶ καὶ αὐτοὶ διὰ τὸ μὴ βλέπειν τὸν νοῦν τῶν γραφῶν τυγχάνοντες φανῶμεν,
45ὡς ἀμφοτέρους, τόν τε ὁδηγοῦντα καὶ 〈τὸν〉 ὁδηγούμενον, ἐμπεσεῖν εἰς τὸν βόθυνον περὶ οὗ προειρήκαμεν.
46 Ἑξῆς δὲ τούτοις γέγραπται τίνα τρόπον ὁ Πέτρος ἀποκριθεὶς εἶπε τῷ σωτῆρι—ὡς μὴ νοήσας τὸ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ

11

.

14

(50)

ἐκπορευόμενον ἐκ τοῦ στόματος—τὸ φράσον ἡμῖν τὴν παραβολήν. Πρὸς ὃ ὁ σωτήρ φησι τὸ ἀκμὴν καὶ ὑμεῖς
ἀσύνετοί ἐστε, οἱονεὶ τοσούτῳ μοι συνόντες χρόνῳ ἔτι οὐ συνίετε τοῦ βουλήματος τῶν λεγομένων, καὶ ἔτι οὐ νοεῖτε ὅτι διὰ τοῦτο οὐ κοινοῖ τὸν ἄνθρωπον, ἐπεὶ τὸ εἰσερχόμενον340
55αὐτοῦ εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ προχωροῦν ἀπ’ αὐτῆς εἰς ἀφεδρῶνα βάλλεται. Οὐ παρὰ τὸν νόμον, ᾧ πιστεύειν ἐδόκουν, οὐκ ἦσαν φυτεία τοῦ πατρὸς Ἰησοῦ Φαρισαῖοι, ἀλλὰ παρὰ τὴν μοχθηρὰν περὶ τοῦ νόμου καὶ τῶν ἐν αὐτῷ γεγραμμένων ἐκδοχήν. Δύο γὰρ νοουμένων
60κατὰ τὸν νόμον, διακονίας τε «θανάτου» τῆς ἐντετυπω‐ μένης «γράμμασι» καὶ οὐδὲν οἰκεῖον ἐχούσης πρὸς τὸ πνεῦμα, καὶ διακονίας ζωῆς τῆς νοουμένης ἐν τῷ πνευματικῷ νόμῳ, οἱ μὲν δυνάμενοι ἀπὸ διαθέσεως ἀληθευούσης λέγειν τὸ «οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστι», καὶ διὰ
65τοῦτο «ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή», οὗτοι ἦσαν φυτεία ἣν ἐφύτευσεν ὁ οὐράνιος πατήρ· οἱ δὲ μὴ τοιοῦτοι ἀλλὰ τὸ ἀποκτεῖνον «γράμμα» περιέ‐ ποντες μόνον οὐκ ἦσαν φυτεία τοῦ θεοῦ, ἀλλὰ τοῦ πωρώσαντος αὐτῶν τὴν καρδίαν καὶ κάλυμμα ἐπιθέντος αὐτῇ, ἰσχύον
70ἐν ἐκείνοις ὅσον οὐκ ἐπέστρεφον πρὸς τὸν κύριον· «ἐὰν γάρ τις ἐπιστρέψῃ πρὸς τὸν κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν.»
72 Εἴποι δ’ ἄν τις κατὰ τὸν τόπον γενόμενος ὅτι, ὥσπερ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, κἂν
75νομίζηται εἶναι ὑπὸ Ἰουδαίων κοινόν, οὕτως οὐ τὸ εἰσερχό‐ μενον εἰς τὸ στόμα ἁγιάζει τὸν ἄνθρωπον, κἂν ὑπὸ τῶν ἀκεραιοτέρων νομίζηται ἁγιάζειν ὁ ὀνομαζόμενος ἄρτος τοῦ κυρίου. Καὶ ἔστιν, οἶμαι, ὁ λόγος οὐκ εὐκαταφρόνητος καὶ διὰ τοῦτο δεόμενος σαφοῦς διηγήσεως οὕτως ἐμοὶ342
80δοκούσης ἔχειν. Ὥσπερ οὐ τὸ βρῶμα, ἀλλ’ ἡ συνείδησις τοῦ μετὰ διακρίσεως ἐσθίοντος κοινοῖ τὸν φαγόντα—«ὁ» γὰρ «διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίσ‐ τεως», καὶ ὥσπερ οὐδὲν καθαρὸν οὐ παρ’ αὐτό ἐστι τῷ μεμιασμένῳ καὶ ἀπίστῳ, ἀλλὰ παρὰ τὸν μιασμὸν αὐτοῦ
85καὶ τὴν ἀπιστίαν, οὕτως τὸ ἁγιαζόμενον «διὰ λόγου θεοῦ καὶ ἐντεύξεως» οὐ τῷ ἰδίῳ λόγῳ ἁγιάζει τὸν χρώμενον. Εἰ γὰρ τοῦτο, ἡγίαζεν ἂν καὶ τὸν ἐσθίοντα «ἀναξίως» τοῦ κυρίου, καὶ οὐδεὶς ἂν διὰ τὸ βρῶμα τοῦτο ἀσθενὴς ἢ ἄρρωστος ἐγίνετο ἢ ἐκοιμᾶτο· τοιοῦτον γάρ τι ὁ Παῦλος
90παρέστησεν ἐν τῷ «διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί». Καὶ ἐπὶ τοῦ ἄρτου τοίνυν τοῦ κυρίου ἡ ὠφέλεια τῷ χρωμένῳ ἐστίν, ἐπὰν ἀμιάντῳ τῷ νῷ καὶ καθαρᾷ τῇ συνειδήσει μεταλαμβάνῃ τοῦ ἄρτου. Οὕτω δὲ οὔτε ἐκ τοῦ μὴ φαγεῖν, παρ’ αὐτὸ τὸ
95μὴ φαγεῖν ἀπὸ τοῦ ἁγιασθέντος λόγῳ θεοῦ καὶ ἐντεύξει ἄρτου, «ὑστερούμεθα» ἀγαθοῦ τινος, οὔτε ἐκ τοῦ φαγεῖν
«περισσεύομεν» ἀγαθῷ τινι. Τὸ γὰρ αἴτιον τῆς ὑστερήσεως ἡ κακία ἐστὶ καὶ τὰ ἁμαρτήματα, καὶ τὸ αἴτιον τῆς περισ‐ σεύσεως ἡ δικαιοσύνη ἐστὶ καὶ τὰ κατορθώματα· ὡς τοιοῦτο344

11

.

14

(100)

εἶναι τὸ παρὰ τῷ Παύλῳ λεγόμενον ἐν τῷ «οὔτε ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερού‐ μεθα». Εἰ δὲ πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, καὶ τὸ ἁγιαζόμενον βρῶμα «διὰ λόγου θεοῦ καὶ ἐντεύξεως»
105κατ’ αὐτὸ μὲν τὸ ὑλικὸν εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται. Κατὰ δὲ τὴν ἐπιγενομένην αὐτῷ εὐχὴν «κατὰ τὴν ἀναλογίαν τῆς πίστεως» ὠφέλιμον γίνεται καὶ τῆς τοῦ νοῦ αἴτιον διαβλέψεως ὁρῶντος ἐπὶ τὸ ὠφελοῦν· καὶ οὐχ ἡ ὕλη τοῦ ἄρτου ἀλλ’ ὁ ἐπ’ αὐτῷ εἰρημένος
110λόγος ἐστὶν ὁ ὠφελῶν τὸν μὴ «ἀναξίως» τοῦ κυρίου ἐσθίοντα αὐτόν. Καὶ ταῦτα μὲν περὶ τοῦ τυπικοῦ καὶ συμβολικοῦ σώματος. Πολλὰ δ’ ἂν καὶ περὶ αὐτοῦ λέγοιτο τοῦ λόγου, ὃς γέγονε «σὰρξ» καὶ «ἀληθινὴ βρῶσις», ἥντινα ὁ φαγὼν πάντως «ζήσεται εἰς τὸν αἰῶνα»,
115οὐδενὸς δυναμένου φαύλου ἐσθίειν αὐτήν· εἰ γὰρ οἷόν τε ἦν ἔτι φαῦλον μένοντα ἐσθίειν τὸν γενόμενον σάρκα λόγον, ὄντα καὶ ἄρτον ζῶντα, οὐκ ἂν ἐγέγραπτο ὅτι «πᾶς ὁ
φαγὼν τὸν ἄρτον τοῦτον ζήσεται εἰς τὸν αἰῶνα».346

11

.

15

Ἑξῆς τούτῳ ἴδωμεν πῶς τὰ ἐκπορευόμενα καὶ κοινοῦντα τὸν ἄνθρωπον οὐ παρὰ τὸ ἐκ τοῦ στόματος ἐκπορεύεσθαι κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὴν αἰτίαν ἔχει τῆς κοινώσεως ἐν τῇ καρδίᾳ, ὅτε ἐξέρχονται ἀπ’ αὐτῆς,
5πρὸ τῶν ἐκπορευομένων διὰ τοῦ στόματος, διαλογισμοὶ πονηροί, ὧν ἐν εἴδει εἰσὶ φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι· ταῦτα γάρ ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον, ὅτε ἐξέρχεται ἀπὸ τῆς καρδίας καὶ ἐξελθόντα ἀπ’ αὐτῆς διαπορεύεται διὰ τοῦ στόματος, ὡς εἰ ἔξω τῆς
10καρδίας μὴ ἐγίνετο ἀλλ’ αὐτοῦ που περὶ τὴν καρδίαν κατείχετο, οὐκ ἐπιτρεπόμενα διὰ τοῦ στόματος λαλεῖσθαι, τάχιστα ἂν ἠφάνιστο καὶ οὐκέτι ἄνθρωπος ἐκοινοῦτο. Πηγὴ οὖν καὶ ἀρχὴ πάσης ἁμαρτίας διαλογισμοὶ πονηροί· μὴ γὰρ ἐπικρατησάντων τούτων, οὔτε φόνοι οὔτε μοιχεῖαι οὔτ’
15ἄλλο τι τῶν τοιούτων ἔσονται. Διὰ τοῦτο πάσῃ φυλακῇ τηρητέον ἑκάστῳ τὴν ἑαυτοῦ καρδίαν· καὶ γὰρ ἐν ἡμέρᾳ κρίσεως ἐλθὼν «ὁ κύριος» «φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν», «μεταξὺ» πάντων «τῶν λογισμῶν» ἀνθρώπων «κατηγο‐
20ρούντων ἢ καὶ ἀπολογουμένων», ἡνίκα ἐὰν κυκλώσῃ αὐτοὺς τὰ διαβούλια ἑαυτῶν. Τοιοῦτοι δ’ εἰσὶν οἱ πονηροὶ διαλογισμοί, ὡς ἔσθ’ ὅτε καὶ
τὰ δοκοῦντα ἀγαθὰ καί, ὅσον ἐπὶ τῇ κρίσει τῶν πολλῶν, ἐπαινετὰ ψεκτὰ ποιεῖν. Ἐὰν γοῦν ποιῶμεν «ἐλεημοσύνην»348
25«ἔμπροσθεν τῶν ἀνθρώπων», ἐν τοῖς διαλογισμοῖς ἡμῶν σκοποῦντες «τὸ θεαθῆναι» τοῖς ἀνθρώποις φιλάν‐ θρωποι καὶ ἐπὶ φιλανθρωπίᾳ δοξασθῆναι, ἀπέχομεν «τὸν» ἀπὸ τῶν ἀνθρώπων «μισθόν»· καὶ ἁπαξαπλῶς πᾶν τὸ γινόμενον μετὰ τοῦ ἐν τῷ πράττοντι συνειδότος ἐπὶ τῷ
30δοξασθῆναι «ὑπὸ τῶν ἀνθρώπων» οὐκ ἔχει τέλος ἀπὸ τοῦ βλέποντος «ἐν τῷ κρυπτῷ» καὶ ἀποδιδόντος τὸν μισθὸν τοῖς ἐν τῷ κρυπτῷ καθαροῖς. Οὕτως οὖν καὶ ἡ δοκοῦσα ἁγνεία, ἐὰν διαλογισμοὺς ἔχῃ τοὺς ἐπὶ κενοδοξίᾳ ἢ φιλοκερδίᾳ, καὶ ἡ νομιζομένη ἐκκλησιαστικὴ διδασκαλία,
35ἐὰν ἐν λόγῳ κολακείας ἀνελευθερία γίνηται ἢ προφάσει πλεονεξίας ἢ ζητοῦντός τινος τὴν ἀπὸ ἀνθρώπων ἐπὶ διδασ‐ καλίᾳ δόξαν, οὐκ ἔστι λελογισμένη ὑπὸ τῶν τεθέντων ἀπὸ τοῦ θεοῦ «ἐν τῇ ἐκκλησίᾳ» πρῶτον ἀποστόλων, δεύτερον προφητῶν καὶ τρίτον διδασκάλων. Τὸ δ’ ὅμοιον ἐρεῖς καὶ
40ἐπὶ τοῦ ὀρεγομένου «ἐπισκοπῆς» διὰ τὴν παρὰ ἀνθρώποις δόξαν ἢ τὴν ἀπὸ ἀνθρώπων κολακείαν ἢ τὸν ἀπὸ τῶν προσιόντων τῷ λόγῳ πορισμὸν διδόντων προφάσει εὐσεβείας.
Ὁ γοῦν τοιοῦτος ἐπίσκοπος οὐ «καλοῦ ἔργου ἐπιθυμεῖ» οὐδὲ δύναται εἶναι ἀνεπίληπτος οὐδὲ νηφάλιος οὐδὲ σώφρων,350
45μεθύων ὑπὸ δόξης καὶ ἀκολάστως αὐτῆς ἐμφορούμενος. Τὸ δὲ αὐτὸ καὶ περὶ πρεσβυτέρων καὶ διακόνων ἐρεῖς. Ταῦτα δέ, εἰ καὶ δόξομέν τισιν ἐν παρεκβάσει εἰρηκέναι, ὅρα εἰ μὴ ἀναγκαίως λέλεκται διὰ τὸ πηγὴν εἶναι πάντων τῶν ἁμαρτη‐ μάτων τοὺς πονηροὺς διαλογισμούς, δυναμένους μολῦναι

11

.

15

(50)

καὶ τά, εἰ χωρὶς αὐτῶν πράττοιντο, δικαιώσαντα ἂν τὸν ποιήσαντα. Τίνα μὲν οὖν τὰ κοινοῦντα, κατὰ δύναμιν ἡμῖν ἐξήτασται. Τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· ἀλλά, εἰ δεῖ τολμήσαντα εἰπεῖν, κοινοῖ τὸ ἀνίπτῳ καρδίᾳ ὁτιποτοῦν φαγεῖν, ὃ πέφυκε τὸ ἡγεμονικὸν
55ἡμῶν ἐσθίειν.352

11

.

16

(1n)

Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ
2nμέρη Τύρου καὶ Σιδῶνος, καὶ ἰδοὺ γυνὴ Χαναναία (15, 21. 22
3n[—28]).
4Πόθεν ἐκεῖθεν ἢ ἀπὸ γῆς Γενησαρέτ, περὶ ἧς προείρητο·
5«Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ»; Ἀνεχώρησε δὲ τάχα διὰ τὸ σκανδαλίζεσθαι τοὺς Φαρισαίους ἀκούσαντας ὅτι «οὐ τὸ εἰσερχόμενον, ἀλλὰ τὸ ἐκπορευόμενον κοινοῖ τὸν ἄνθρωπον». Ὅτι δὲ διὰ τοὺς ὑπονοουμένους ἐπιβουλεύειν, εἴ ποτε, ἀνεχώρησε, δῆλον ἐκ τοῦ «ἀκούσας
10δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν». Τάχα διὰ τοῦτο καὶ ὁ Μᾶρκος ἀναγράφων τὰ κατὰ τὸν τόπον φησὶν ὅτι «ἀναστὰς ἦλθεν εἰς τὰ ὅρια Τύρου. Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν οὐδένα ἠθέλησε γνῶναι»· 〈καὶ〉 εἰκὸς ὅτι τοὺς σκανδαλισθέντας ἐπὶ τῇ διδασκαλίᾳ αὐτοῦ Φαρισαίους
15περιίστατο, περιμένων τὸν ἐπιτηδειότερον εἰς τὸ παθεῖν καὶ καλῶς ὡρισμένον καιρόν. Εἴποι δ’ ἄν τις ὅτι Τύρος καὶ Σιδὼν ἀντὶ τῶν ἐθνῶν λέλεκται· ἀναχωρήσας οὖν ἀπὸ τοῦ Ἰσραὴλ εἰς τὰ μέρη τῶν ἐθνῶν παραγίνεται. Τύρος μὲν οὖν παρ’ Ἑβραίοις ὀνομαζομένη μεταλαμβάνεται Σόρ,
20ἥτις ἑρμηνεύεται ‘συνοχή‘· Σιδὼν δὲ οὕτως καὶ παρ’
Ἑβραίοις ὀνομαζομένη μεταλαμβάνεται εἰς τὸ ‘θηρῶντεσ‘. Ἐν δὲ τοῖς ἔθνεσι καὶ οἱ θηρῶντές εἰσιν αἱ πονηραὶ δυνάμεις, καὶ πολλὴ συνοχὴ παρ’ αὐτοῖς ἡ ἐν τῇ κακίᾳ καὶ τοῖς πάθεσιν. Ἐξελθὼν οὖν ἀπὸ τῆς Γενησαρὲτ ὁ Ἰησοῦς ἀνεχώρησε μὲν354
25ἀπὸ τοῦ Ἰσραήλ, ἦλθε δὲ οὐκ εἰς Τύρον καὶ Σιδῶνα ἀλλ’ εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, τῷ ἐκ μέρους νῦν πιστεύειν τοὺς ἀπὸ τῶν ἐθνῶν, ὡς εἰ εἰς πᾶσαν Τύρον καὶ Σιδῶνα ἐπεδήμησεν, οὐδεὶς ἄπιστος ἐν αὐτῇ κατελείφθη. Κατὰ δὲ τὸν Μᾶρκον «ἀναστὰς ὁ Ἰησοῦς ἦλθεν εἰς τὰ ὅρια
30Τύρου», τῆς συνοχῆς τῶν ἐθνῶν, ἵνα καὶ ἀπὸ τῶν ὁρίων ἐκείνων οἱ πιστεύοντες σωθῆναι δυνηθῶσιν, ἐπὰν ἐξέλθωσιν αὐτά. Πρόσχες γὰρ τῷ καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραξε λέγουσα· ἐλέησόν με, 〈κύριε〉 υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου δεινῶς δαιμονίζεται.»
35Καὶ οἶμαι ὅτι οὐκ ἂν μὴ ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων κράζειν πρὸς Ἰησοῦν ἐδύνατο ἀπὸ μεγάλης, ὡς ἐμαρτυρήθη, πίστεως. Καὶ «κατὰ τὴν ἀναλογίαν γε τῆς πίστεως» ἐξέρχεταί τις ἀπὸ τῶν ἐν τοῖς ἔθνεσιν ὁρίων, ἃ «ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος, ἔστησε κατὰ ἀριθμὸν υἱῶν
40Ἰσραὴλ» καὶ τὴν ἐπὶ πλεῖον φορὰν αὐτῶν ἐκώλυσεν. Ἐνταῦθα μὲν οὖν ὅρια εἴρηταί τινα Τύρου καὶ Σιδῶνος, ἐν δὲ τῇ Ἐξόδῳ ὅρια τοῦ Φαραώ, ἐν οἷς, φασί, γίνονται αἱ κατὰ τῶν Αἰγυπτίων μάστιγες. Καὶ νομιστέον γε ἕκαστον ἡμῶν ἁμαρτάνοντα μὲν ἐν τοῖς ὁρίοις εἶναι Τύρου356
45ἢ Σιδῶνος ἢ Φαραὼ καὶ τῆς Αἰγύπτου ἤ τινος τῶν ἔξω τῆς τοῦ θεοῦ κληροδοσίας, μεταβάλλοντα δὲ ἀπὸ τῆς κακίας εἰς ἀρετὴν ἐξέρχεσθαι μὲν ἀπὸ τῶν κατὰ τὰ φαῦλα ὁρίων, φθάνειν δὲ ἐπὶ τὰ ὅρια τῆς μερίδος τοῦ θεοῦ, καὶ ἐν τούτοις οὔσης διαφορᾶς, ἥτις φανεῖται τοῖς τὰ τοῦ μερισμοῦ καὶ

11

.

16

(50)

τῆς κληροδοσίας τοῦ Ἰσραὴλ δυναμένοις ἀνάλογον τῷ πνευματικῷ συνιστάναι νόμῳ. Πρόσχες δὲ καὶ τῇ οἱονεὶ ἀπαντήσει γενομένῃ τοῦ Ἰησοῦ πρὸς τὴν Χαναναίαν γυναῖκα· ὁ μὲν γὰρ ἔρχεται ὡς ἐπὶ τὰ μέρη Τύρου καὶ Σιδῶνος, ἡ δὲ ἐξελθοῦσα τῶν ὁρίων ἐκείνων κέκραγε λέγουσα· ἐλέησόν
55με, κύριε υἱὲ Δαυίδ. Χαναναία δὲ ἦν ἡ γυνή, ὅπερ μεταλαμ‐ βάνεται εἰς τὸ ‘ἡτοιμασμένη ταπεινώσει‘. Οἱ μὲν δίκαιοι ἡτοιμασμένοι εἰσὶν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ τῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὑψώσει· οἱ δὲ ἁμαρτωλοὶ ἡτοιμασμένοι ταπεινώσει τῆς ἐν αὑτοῖς κακίας καὶ τῶν κατ’ αὐτὴν πράξεων
60—ἑτοιμαζόντων αὑτοὺς αὐτῇ—καὶ τῆς βασιλευούσης «ἐν τῷ θνητῷ αὐτῶν σώματι» ἁμαρτίας. Πλὴν ἡ Χαναναία ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξῄει ἀπὸ τοῦ ἡτοιμάσθαι τῇ ταπεινώσει, κεκραγυῖα καὶ λέγουσα· «ἐλέησόν με,
κύριε υἱὲ Δαυίδ.»358

11

.

17

Συνάγαγε δὲ ἀπὸ τῶν εὐαγγελίων, τίνες μὲν αὐτὸν καλοῦσιν υἱὸν Δαυίδ, ὡς αὕτη καὶ οἱ ἐν Ἱεριχοῖ τυφλοί, τίνες δὲ υἱὸν θεοῦ καὶ ἤτοι χωρὶς τῆς ἀληθῶς προσθήκης, ὡς οἱ δαιμονιζόμενοι λέγοντες· «Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ
5θεοῦ», τίνες δὲ μετὰ τῆς ἀληθῶς προσθήκης, ὡς οἱ ἐν τῷ πλοίῳ προσκυνοῦντες, «ἀληθῶς θεοῦ υἱὸς εἶ» λέγοντες αὐτῷ. Καὶ γὰρ χρήσιμος, οἶμαι, ἔσται σοι ἡ τούτων συναγωγὴ πρὸς τὸ ἰδεῖν τὴν διαφορὰν τῶν προσιόντων, τίνες μὲν οἱονεὶ τῷ γενομένῳ «ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα»
10προσίασι, τίνες δὲ τῷ ὁρισθέντι υἱῷ θεοῦ «ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης», καὶ τούτων τίνες μὲν μετὰ τοῦ ἀληθῶς, τίνες δὲ χωρὶς τούτου. Εἶτα πρόσχες ὅτι ἡ Χαναναία μὲν οὐ περὶ υἱοῦ, ὃν οὐδὲ τὴν ἀρχὴν γεγεννηκέναι φαίνεται, ἀλλὰ περὶ θυγατρὸς παρακαλεῖ δεινῶς δαιμονιζομένης,
15ἄλλη δὲ μήτηρ υἱὸν ἐκκομιζόμενον νεκρὸν ἀπολαμβάνει ζῶντα. Καὶ πάλιν ὁ μὲν ἀρχισυνάγωγος περὶ δωδεκαετοῦς θυγατρὸς ἀξιοῖ ὡς ἀποτεθνηκυίας, ὁ δὲ βασιλικὸς περὶ υἱοῦ ὡς ἔτι νοσοῦντος καὶ ἀποθνῄσκειν μέλλοντος. Δαιμονῶσα τοίνυν θυγάτηρ καὶ υἱὸς νεκρὸς δύο ἦσαν μητέρων, καὶ
20τεθνηκυῖα θυγάτηρ καὶ υἱὸς πρὸς θάνατον ἀσθενῶν τῶν δύο πατέρων, ὧν ὁ μὲν ἀρχισυνάγωγος, ὁ δὲ βασιλικὸς ἦν. Ἔχειν δὲ ταῦτα πείθομαι λόγους περὶ γενῶν ἐν ψυχαῖς διαφόρων, ἅστινας ὁ Ἰησοῦς ζωοποιῶν ἰᾶται. Καὶ πάντα
δέ, ὅσα θεραπεύει ἐν τῷ λαῷ, μάλιστα ὑπὸ τῶν εὐαγγελιστῶν360
25ἀναγεγραμμένα γέγονε μὲν τότε, ἵνα οἱ μὴ ἄλλως πιστεύοντες, ἐὰν μὴ ἴδωσι «σημεῖα καὶ τέρατα», πιστεύσωσι· σύμβολα δὲ ἦν τὰ τότε τῶν ἀεὶ ὑπὸ τῆς δυνάμεως Ἰησοῦ ἐπιτελουμένων. Οὐκ ἔστι γὰρ ὅτε ἕκαστον τῶν γεγραμμένων ὑπὸ τῆς δυνάμεως Ἰησοῦ κατὰ τὴν ἑκάστου ἀξίαν οὐ γίνεται.
29
30 Γένους μὲν οὖν χάριν ἡ Χαναναία οὐδὲ ἀποκρίσεως ἀξία ἦν τῆς ἀπὸ Ἰησοῦ τυχεῖν, ὁμολογοῦντος οὐκ ἐπ’ ἄλλο τι ἀπεστάλθαι παρὰ τοῦ πατρὸς ἢ πρὸς τὰ πρόβατα τὰ ἀπολω‐ λότα οἴκου Ἰσραήλ, γένος ψυχῶν διορατικῶν ἀπολωλός. Προαιρέσεως δὲ ἕνεκα καὶ τοῦ προσκεκυνηκέναι Ἰησοῦ
35υἱῷ τοῦ θεοῦ ἀποκρίσεως τυγχάνει, ἐλεγχούσης αὐτῆς τὴν δυσγένειαν καὶ τὴν ἀξίαν αὐτῆς παριστάσης, ὅτι ψιχίων ὡς κυνίδιον καὶ οὐκ ἄρτων ἦν ἀξία. Ὡς δὲ ἐπιτείνασα τὴν προαίρεσιν καὶ παραδεξαμένη τὸν Ἰησοῦ λόγον ἐπιδικάζεται, κἂν ὡς κυνίδιον τυχεῖν ψιχίων, καὶ ὁμολογεῖ κυρίους τοὺς
40εὐγενεστέρους, τότε τυγχάνει ἀποκρίσεως δευτέρας μαρτυ‐ ρούσης αὐτῆς τῇ πίστει ὡς μεγάλῃ καὶ ἐπαγγελλομένης ἔσεσθαι αὐτῇ ὃ βούλεται. Ἀνάλογον δ’ οἶμαι τῇ «ἄνω Ἱερουσαλὴμ» ἐλευθέρᾳ, μητρὶ Παύλου καὶ τῶν παρα‐ πλησίων αὐτῷ, δεήσει νοῆσαι τὴν Χαναναίαν, μητέρα τῆς
45δεινῶς δαιμονιζομένης, σύμβολον τυγχάνουσαν μητρὸς τοιᾶσδε ψυχῆς. Καὶ ἐπίστησον εἰ μὴ εὔλογόν ἐστιν εἶναι καὶ πολλοὺς πατέρας καὶ πολλὰς μητέρας, ἀνάλογον τοῖς πατράσιν Ἀβραάμ, πρὸς οὓς ἀπῄει ὁ πατριάρχης, καὶ τῇ Ἱερουσαλὴμ μητρί, ὡς Παῦλός φησι περὶ ἑαυτοῦ καὶ τῶν362

11

.

17

(50)

ὁμοίων αὐτῷ. Εἰκὸς δὲ ἐξεληλυθυῖαν ταύτην, ἧς σύμβολον ἡ Χαναναία, ἀπὸ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ὧν τύποι ἦσαν οἱ ἐπὶ γῆς τόποι, προσεληλυθυῖαν τῷ σωτῆρι ἠξιωκέναι αὐτὸν καὶ ἔτι νῦν ἀξιοῦν λέγουσαν· ἐλέησόν με, κύριε υἱὲ Δαυίδ· ἡ
55θυγάτηρ μου δεινῶς δαιμονίζεται. Εἶτα ὁ καὶ τοῖς ἔξωθεν καὶ τοῖς μαθηταῖς, ὅτε δεῖ, ἀποκρινόμενος εἶπε τὸ οὐκ ἀπεστάλην, διδάσκων ὅτι εἰσί τινες προηγούμεναι ψυχαὶ νοεραὶ καὶ διορατικαὶ ἀπολωλυῖαι, τροπικῶς λεγόμεναι πρόβατα οἴκου Ἰσραήλ, ἅπερ, οἶμαι, οἱ ἁπλούστεροι ἐπὶ
60τοῦ «κατὰ σάρκα» Ἰσραὴλ νομίζοντες λελέχθαι, ἀναγκαίως προσήσονται ὅτι ὁ σωτὴρ ἡμῶν ἀπεστάλη ὑπὸ τοῦ πατρὸς οὐχὶ πρὸς ἄλλους ἢ τοὺς Ἰουδαίους ἐκείνους ἀπολωλότας. Ἡμεῖς δὲ οἱ εὐχόμενοι ἐξ ἀληθείας λέγειν· «Εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν»,
65ἴσμεν τοῦ λόγου προηγούμενον εἶναι ἔργον σῴζειν τοὺς συνετωτέρους· οἰκειότεροι γὰρ οὗτοι παρὰ τοὺς ἀμβλυτέρους αὐτῷ τυγχάνουσιν. Ἀλλ’ ἐπεὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ παρὰ τὸ «κατ’ ἐκλογὴν χάριτος λεῖμμα» ἠπείθησαν τῷ λόγῳ, διὰ τοῦτο «ἐξελέξατο τὰ μωρὰ τοῦ364
70κόσμου, τὸν μὴ Ἰσραὴλ μηδὲ διορατικόν, ἵνα καταισχύνῃ τοὺς σοφοὺς» τοῦ Ἰσραήλ, καὶ ἐκάλεσε «τὰ μὴ ὄντα» συνετὸν ἔθνος, παραδοὺς αὐτοῖς ὃ ἠδύναντο χωρῆσαι, «τὴν μωρίαν τοῦ κηρύγματος», καὶ εὐδοκήσας «σῶσαι» τοὺς εἰς τοῦτο «πιστεύοντας», ἵνα διελέγξῃ «τὰ ὄντα»,
75«ἐκ τοῦ στόματος νηπίων καὶ θηλαζόντων» καταρ‐ τισάμενος αὐτῷ «αἶνον», ἐπεὶ γέγονεν ἐχθρὰ τῇ ἀληθείᾳ. Ἐλθοῦσα δὲ ἡ Χαναναία προσεκύνει ὡς θεῷ τῷ Ἰησοῦ λέγουσα· κύριε, βοήθησόν μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυνα‐
80ρίοις. Ζητήσαι δ’ ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μὲν παρόντος ἄρτων, ὡς μὴ δύνασθαι καὶ τὰ τέκνα ἐσθίειν ἄρτους καὶ κυνίδια τῆς οἰκίας, ἢ κάλλους ἄρτων εὖ εἰργασμένων, 〈ὡσ〉 οὐχ οἷόν τε κατὰ τὸ εὔλογον κυνιδίοις δίδοσθαι τροφὴν τὸν καλῶς εἰργασμένον τῶν
85τέκνων ἄρτον, οὐδὲν δὴ τοιοῦτον φαίνεται ἐπὶ τῆς Ἰησοῦ δυνάμεως, ἀφ’ ἧς δυνατὸν ἦν καὶ τὰ τέκνα μεταλαμβάνειν καὶ τὰ λεγόμενα κυνίδια. Ὅρα οὖν μήπως, πρὸς τὸ οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων, λεκτέον ὅτι ὁ κενώσας
ἑαυτὸν τῷ «μορφὴν δούλου» ἀνειληφέναι μέτρον δυνάμεως,366
90καθ’ ὃ ἐχώρει τὰ ἐν κόσμῳ πράγματα, ἐκόμισεν· ἀφ’ ἧς δυνάμεως καὶ ᾐσθάνετό τινα ἐξέρχεσθαι ποσότητα ἀπ’ αὐτοῦ, ὡς δῆλον ἐκ τοῦ «ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ». Ἀπὸ τούτου οὖν τοῦ μέτρου τῆς δυνάμεως ἐταμιεύετο, τοῖς μὲν προηγουμένοις καὶ
95καλουμένοις υἱοῖς πλείονα ἐπιδιδούς, τοῖς δὲ μὴ τοιούτοις ἐλάττονα, ὡς τοῖς κυνιδίοις. Ἀλλ’ εἰ καὶ ταῦτα οὕτως ἐγίνετο, οὐδὲν ἧττον, ὅπου μεγάλη πίστις, ἔδωκε τὸν ἄρτον τῶν τέκνων ὡς τέκνῳ τῇ διὰ τὴν ἐν Χαναναίᾳ δυσγένειαν κυνιδίῳ τυγχανούσῃ. Τάχα δὲ καὶ τῶν λόγων Ἰησοῦ εἰσί

11

.

17

(100)

τινες ἄρτοι, οὓς τοῖς λογικωτέροις ὡς τέκνοις ἔξεστι διδόναι μόνοις, καὶ ἄλλοι λόγοι οἱονεὶ ψιχία ἀπὸ τῆς μεγάλης ἑστίας καὶ τραπέζης τῶν εὐγενεστέρων καὶ κυρίων, οἷς χρήσαιντ’ ἄν τινες ψυχαὶ ὡς κύνες. Καὶ κατὰ τὸν Μωσέως δὲ νόμον περί τινων γέγραπται «τῷ κυνὶ» ἀπορρίψαι αὐτά, καὶ ἐμέλησε
105τῷ ἁγίῳ πνεύματι ἐντείλασθαι περί τινων βρωμάτων, ἵνα κυσὶ παραλειφθῇ. Ἄλλοι μὲν οὖν ὑπολαμβανέτωσαν, ξένοι τοῦ ἐκκλησιασ‐ τικοῦ λόγου, μεταβαίνειν τὰς ψυχὰς ἀπὸ σωμάτων ἀνθρωπίνων ἐπὶ σώματα κύνεια κατὰ τὴν διάφορον κακίαν. Ἡμεῖς δὲ
110μηδαμῶς τοῦτο εὑρίσκοντες ἐν τῇ θείᾳ γραφῇ, φαμὲν ὅτι κατάστασις λογικωτέρα μεταβάλλει εἰς ἀλογωτέραν, ἐκ πολλῆς ῥᾳθυμίας καὶ ἀμελείας τὸ τοιοῦτον πάσχουσα· ὁμοίως δὲ καὶ ἀλογωτέρα προαίρεσις παρὰ τὸ τοῦ λόγου
ἠμεληκέναι ἐπιστρέφει ποτὲ εἰς τὸ λογικὴ εἶναι, ὡς τό368
115ποτε κυνίδιον, τὸ ἀγαπῶν ἐσθίειν ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτοῦ, ἥκειν εἰς κατάστασιν τέκνου. Μέγα γὰρ συμβάλλεται ἀρετὴ μὲν πρὸς τὸ ποιῆσαι τέκνον θεοῦ, κακία δὲ καὶ τὸ λυσσῶδες ἐν λόγοις ὑβριστικοῖς καὶ τὸ ἀναιδὲς πρὸς τὸ ποιῆσαί τινα
120χρηματίσαι, κατὰ τὸν τῆς γραφῆς λόγον, κύνα. Τὸ δ’ ὅμοιον νοήσεις καὶ ἐπὶ τῶν λοιπῶν ὀνομάτων τῶν κατὰ τὰ ἄλογα ζῶα. Πλὴν ὁ ἐλεγχθεὶς ὡς κύων καὶ μὴ ἀγανακτήσας ἐπὶ τῷ ἀνάξιος εἶναι λέγεσθαι ἄρτου τέκνων, καὶ μετὰ πάσης ἀνεξικακίας εἰπὼν τὸν τῆς Χαναναίας ἐκείνης λόγον
125τὸν φήσαντα· ναί, κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν, τεύξεται τῆς προσηνεστάτης ἀποκρίσεως Ἰησοῦ λέγοντος αὐτῷ· μεγάλη σου ἡ πίστις, ἐπὰν τηλικαύτην ἀναλάβῃ πίστιν, καὶ λέγοντος· γενέσθω σοι ὡς θέλεις,
130ἵνα καὶ αὐτὸς ἰαθῇ καί, εἴ τινα καρπὸν ἐγέννησε δεόμενον
ἰάσεως, καὶ οὗτος θεραπευθῇ.370

11

.

18

(1n)

Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς—δῆλον δὲ ἐκ τῶν
2nπροειρημένων, ὅτι ἀπὸ τῶν μερῶν Τύρου καὶ Σιδῶνος
3nἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας ἥτις ἐστὶν ἡ
4nσυνήθως ὀνομαζομένη Γενησαρῖτις λίμνη, καὶ πάλιν ἀνέβη
5nεἰς τὸ ὄρος ἔνθα ἀναβὰς ἐκαθέζετο (15, 29[—31]).
6 Ἔστιν οὖν εἰπεῖν ὅτι εἰς τὸ ὄρος τοῦτο, ὅπου καθέζεται ὁ Ἰησοῦς, οὐχ ὑγιαίνοντες ἀναβαίνουσι μόνον, ἀλλὰ μετὰ τῶν ὑγιαινόντων καὶ οἱ διάφορα πάθη πεπονθότες. Καὶ τάχα τοῦτο τὸ ὄρος, ἔνθα ἀναβὰς καθέζεται ὁ Ἰησοῦς, ἡ κοινοτέρως
10ἐστὶν ὀνομαζομένη ἐκκλησία, ἀνεστηκυῖα διὰ τὸν λόγον τοῦ θεοῦ παρὰ τὴν λοιπὴν γῆν καὶ τοὺς ἐπ’ αὐτῆς· ὅπου προσέρχονται οὐχ οἱ μαθηταὶ καταλιπόντες τοὺς ὄχλους, ὡς ἐπὶ τῶν μακαρισμῶν, ἀλλὰ πολλοὶ ὄχλοι, οἵτινες αὐτοὶ μὲν οὐ κατηγοροῦνται ὡς κωφοὶ ἤ τι πεπονθότες, ἔχουσι
15δὲ μεθ’ ἑαυτῶν τοὺς τοιούτους. Καὶ γὰρ ἔστιν ἰδεῖν μετὰ
τῶν προσερχομένων ὄχλων εἰς τοῦτο τὸ ὄρος, ἔνθα ὁ υἱὸς καθέζεται τοῦ θεοῦ, τινὰς μὲν κεκωφωμένους πρὸς τὰ ἐπαγγελλόμενα, ἄλλους δὲ τυφλοὺς τὴν ψυχὴν καὶ μὴ βλέποντας «τὸ ἀληθινὸν φῶς», καὶ ἄλλους χωλοὺς καὶ372
20μὴ δυναμένους κατὰ λόγον πορεύεσθαι, καὶ ἄλλους κυλλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον ἐργάζεσθαι. Οὗτοι τοίνυν οἱ ταῦτα κατὰ ψυχὴν πεπονθότες, οἱ μετὰ τῶν ὄχλων εἰς τὸ ὄρος ἀναβάντες, ἔνθα ἦν ὁ Ἰησοῦς, ὅσον μὲν ἔξω τῶν ποδῶν εἰσι τοῦ Ἰησοῦ, οὐ θεραπεύονται ὑπ’ αὐτοῦ· ἐπὰν δέ, ὡς
25τοιαῦτα πεπονθότες, ῥιφῶσιν ὑπὸ τῶν ὄχλων παρὰ τοὺς πόδας αὐτοῦ καὶ τὰ τελευταῖα τοῦ σώματος τοῦ Χριστοῦ, οὐδὲ τούτων ἄξιοι τὸ ὅσον ἐφ’ ἑαυτοῖς τυγχάνοντες, τότε ὑπ’ αὐτοῦ θεραπεύονται.
28 Καὶ ἐπὰν ἴδῃς ἐν τῷ τῆς κοινότερον ἐκκλησίας λεγομένης
30ἀθροίσματι ἐρριμμένους μετὰ τοὺς τελευταίους αὐτῆς, οἱονεὶ καὶ παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ σώματος, τῆς ἐκκλησίας, τοὺς κατηχουμένους προσελθόντας μετὰ τῆς ἰδίας κωφότητος καὶ τυφλότητος χωλότητός τε καὶ κυλλό‐ τητος, καὶ τῷ χρόνῳ θεραπευομένους κατὰ τὸν λόγον, οὐκ
35ἂν ἁμάρτοις τοὺς τοιούτους λέγων ἀναβάντας μετὰ τῶν ὄχλων τῆς ἐκκλησίας εἰς τὸ ὄρος, ὅπου ἦν ὁ Ἰησοῦς, ἐρρίφθαι παρὰ τοὺς πόδας αὐτοῦ καὶ τεθεραπεῦ〈σ〉θαι αὐτούς, ὥστε τὸν ὄχλον τῆς ἐκκλησίας θαυμάζειν βλέποντας ἀπὸ τηλικούτων κακῶν μεταβολὰς ἐπὶ τὸ βέλτιον γενομένας,
40ὥστ’ ἂν εἰπεῖν· οἱ πρότερον κωφοὶ ὕστερον λαλοῦσι τὸν λόγον τοῦ θεοῦ καὶ οἱ «χωλοὶ περιπατοῦσι», πληρουμένης καὶ τῆς τοῦ Ἡσαΐου οὐ μόνον ἐν σωματικοῖς ἀλλὰ καὶ ἐν
πνευματικοῖς προφητείας, λέγοντος· «Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων.»374
45Κἀκεῖ δέ, εἰ μὴ ἀποκληρωτικῶς εἴρηται τὸ «ὡς ἔλαφος ἁλεῖται ὁ χωλός», φήσομεν μὴ μάτην ἐλάφῳ καθαρῷ ζώῳ καὶ πολεμίῳ τῶν ὄφεων καὶ μηδὲν βλάπτεσθαι ὑπὸ ἰοῦ αὐτῶν δυναμένῳ παραβεβλῆσθαι τοὺς πρότερον χωλοὺς καὶ διὰ τὸν Ἰησοῦν ἁλλομένους ὡς ἔλαφον. Πληροῦται δὲ καὶ κατὰ

11

.

18

(50)

τὸ βλέπεσθαι κωφοὺς λαλοῦντας ἡ λέγουσα προφητεία· «καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων» ἢ μᾶλλον ἡ φάσκουσα· «οἱ κωφοὶ ἀκούσατε.» Καὶ οἱ τυφλοὶ δὲ βλέπουσι κατὰ τὴν λέγουσαν προφητείαν ἑξῆς τῷ «οἱ κωφοὶ ἀκούσατε» καὶ «οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν».
55Οἱ τυφλοὶ δὲ βλέπουσιν, ὅτε βλέποντες τὸν κόσμον «ἐκ μεγέθους τοῦ κάλλους τῶν κτισμάτων ἀναλόγως» αὐτοῖς τὸν γενεσιουργὸν θεωροῦσι, καὶ ὅτε «τὰ ἀόρατα αὐτοῦ (τοῦ θεοῦ) ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα» καθορῶσι, τουτέστιν ἐπιμελῶς καὶ σαφῶς ὁρῶσι καὶ νοοῦσι.
59
60 Ταῦτα δὲ βλέποντες οἱ ὄχλοι ἐδόξαζον τὸν θεὸν Ἰσραήλ, καὶ δοξάζουσι πειθόμενοι ὅτι ὁ αὐτὸς θεὸς πατήρ ἐστι τοῦ θεραπεύσαντος τοὺς προειρημένους καὶ θεὸς τοῦ Ἰσραήλ·
οὐ γὰρ «Ἰουδαίων μόνον ὁ θεός» ἐστιν, ἀλλὰ «καὶ ἐθνῶν». Ἀναβιβάζωμεν οὖν μεθ’ ἑαυτῶν ἐπὶ τὸ ὄρος ἔνθα καθέζεται376
65ὁ Ἰησοῦς, τὴν ἐκκλησίαν αὐτοῦ, τοὺς βουλομένους ἀναβαίνειν ἐπ’ αὐτὸ μεθ’ ἡμῶν κωφούς, τυφλούς, χωλούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ῥίπτωμεν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἵνα θεραπεύσῃ αὐτούς, ὥστε θαυμάσαι ἐπὶ τῇ τούτων θεραπείᾳ τοὺς ὄχλους. Οἱ γὰρ μαθηταὶ οὐκ ἀναγε‐
70γραμμένοι εἰσὶ τὰ τοιαῦτα θαυμάζειν, καίτοιγε παρόντες τῷ Ἰησοῦ καὶ τότε, ὡς δῆλον ἐκ τοῦ «ὁ δὲ Ἰησοῦς προσ‐ καλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον» καὶ τὰ ἑξῆς.
73 Τάχα δὲ εἰ ἐπιμελῶς προσέχοις τῷ προσῆλθον αὐτῷ
75ὄχλοι πολλοί, εὕροις ἂν ὅτι οἱ μαθηταὶ τότε οὐ προσῆλθον αὐτῷ, ἀλλὰ πάλαι ἀρξάμενοι ἀκολουθεῖν καὶ εἰς τὸ ὄρος ἠκολούθησαν αὐτῷ. Προσῆλθον δὲ αὐτῷ οἱ τῶν μαθητῶν ἐλάττους καὶ τότε πρῶτον αὐτῷ προσιόντες, 〈οἵτινεσ〉 οὐ τὰ ὅμοια τοῖς μετ’ αὐτῶν ἀναβεβηκόσι πεπόνθασι. Παρατήρει
80δὲ ἐν τῷ εὐαγγελίῳ τίνες μὲν ἀναγεγραμμένοι εἰσὶν ἠκολου‐ θηκέναι τῷ Ἰησοῦ, τίνες δὲ προσεληλυθέναι, τίνες δὲ προσῆχθαι, καὶ τίνες διῃρῆσθαι εἰς προάγοντας καὶ εἰς ἀκολουθοῦντας, καὶ τῶν προσεληλυθότων τίνες αὐτῷ ἐν τῇ οἰκίᾳ προσῆλθον καὶ τίνες ἀλλαχοῦ τυγχάνοντι. Πολλὰ γὰρ
85ἂν εὕροις ἐκ τῆς παρατηρήσεως «πνευματικοῖς πνευματικὰ»
συγκρίνων ἄξια τῆς ἐν τοῖς εὐαγγελίοις ἀκριβοῦς σοφίας.378

11

.

19

(1n)

Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ
2nεἶπεν (15, 32[—39]).
3 Ἀνωτέρω μὲν ἐπὶ τῆς ὁμοίας ταύτῃ περὶ τῶν ἄρτων ἱστορίας πρὸ τῶν ἄρτων «ἐξελθὼν (ὁ Ἰησοῦς) εἶδε πολὺν
5ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτὸν καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. Καὶ ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα παρῆλθεν ἤδη· ἀπόλυσον αὐτοὺς» καὶ τὰ ἑξῆς· νῦν δὲ μετὰ τὴν θεραπείαν τῶν κωφῶν καὶ τῶν λοιπῶν σπλαγχνίζε‐
10ται ἐπὶ τὸν ὄχλον τρεῖς ἤδη ἡμέρας προσμένοντα αὐτῷ καὶ μὴ ἔχοντα φαγεῖν. Καὶ ἐκεῖ μὲν οἱ μαθηταὶ περὶ τῶν πεντακισχιλίων ἀξιοῦσιν, ἐνθάδε δὲ ἀφ’ ἑαυτοῦ περὶ τῶν τετρακισχιλίων λέγει. Κἀκεῖνοι μὲν ὀψίας τρέφονται ἡμέραν αὐτῷ συνδιατρίψαντες, οὗτοι δὲ μαρτυρηθέντες
15ὅτι αὐτῷ τρεῖς ἡμέρας προσέμειναν μεταλαμβάνουσι τῶν ἄρτων, ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. Κἀκεῖ μὲν «πέντε ἄρτους καὶ δύο ἰχθύας» φασὶν οἱ μαθηταὶ ἔχειν μόνους οὐ πυθομένῳ, ἐνθάδε δὲ πυθομένῳ ἀποκρίνονται περὶ ἑπτὰ ἄρτων καὶ ὀλίγων ἰχθυδίων. Κἀκεῖ μὲν κελεύει «τοὺς
20ὄχλους ἀνακλιθῆναι» οὐκ ἀναπεσεῖν «ἐπὶ τοῦ χόρτου»· καὶ γὰρ ὁ Λουκᾶς «κατακλίνατε αὐτοὺς» ἀνέγραψε
καὶ ὁ Μᾶρκος «ἐπέταξε» φησὶν «αὐτοῖς πάντας ἀνα‐ κλῖναι», ἐνθάδε δὲ οὐ κελεύει ἀλλὰ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν. Πάλιν ἐκεῖ μὲν 〈ταῖσ〉 αὐταῖς λέξεσιν οἱ τρεῖς380
25εὐαγγελισταί φασιν ὅτι «λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησεν», ἐνθάδε δέ, ὡς ὁ Ματθαῖος καὶ Μᾶρκος ἀνέγραψαν, εὐχαρισ‐ τήσας ὁ Ἰησοῦς ἔκλασε. Κἀκεῖ μὲν «ἐπὶ τοῦ χόρτου» ἀνακλίνονται, ἐνθάδε δὲ ἐπὶ τὴν γῆν ἀναπίπτουσι. Ζητήσεις
30δὲ ἐν τοῖς κατὰ τοὺς τόπους τὸ τοῦ Ἰωάννου παρηλλαγμένον, ὃς ἐπ’ ἐκείνης μὲν τῆς πράξεως ἀνέγραψεν ὅτι εἶπεν ὁ Ἰησοῦς· «Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν» καὶ ὅτι «εὐχαριστήσας ἔδωκε τοῖς ἀνακειμένοις» ἀπὸ τῶν ἄρτων, ταύτης δὲ οὐδὲ τὴν ἀρχὴν ἐμνημόνευσε.
34
35 Προσέχων οὖν τῇ διαφορᾷ τῶν κατὰ τοὺς τόπους ἐπὶ τοῖς ἄρτοις γεγραμμένων, τούτους νομίζω τάγματος εἶναι διαφέροντος παρ’ ἐκείνους· διόπερ οὗτοι μὲν ἐν ὄρει τρέφονται, ἐκεῖνοι δὲ ἐν ἐρήμῳ τόπῳ, καὶ οὗτοι μὲν τρεῖς παραμείναντες τῷ Ἰησοῦ ἡμέρας, ἐκεῖνοι δὲ μίαν, ἧς ἐν
40τῇ ἑσπέρᾳ ἐτράφησαν. Ἔτι δὲ εἰ μὴ ταὐτόν ἐστι τὸ ἀφ’ ἑαυτοῦ ποιῆσαι τὸν Ἰησοῦν τῷ ἀπὸ τῶν μαθητῶν ἀκούσαντα πρᾶξαι, ὅρα εἰ μὴ διαφέρουσιν οἱ εὐεργετηθέντες ὑπὸ τοῦ Ἰησοῦ αὐτόθεν ἐπὶ τῷ εὐεργετῆσαι θρέψαντος αὐτούς ***. Εἰ δὲ κατὰ τὸν Ἰωάννην κρίθινοι ἦσαν οἱ ἄρτοι, ἀφ’ ὧν
45«ἐπερίσσευσαν» οἱ δώδεκα κόφινοι, οὐδὲν δὲ τοιοῦτον
περὶ τούτων λέγεται, πῶς οὐ βελτίους οὗτοι παρὰ τοὺς προτέρους; Κἀκείνων μὲν «τοὺς ἀρρώστους ἐθεράπευσεν», ἐνταῦθα δὲ τοὺς μετὰ τῶν ὄχλων οὐκ ἀρρώστους θεραπεύει, ἀλλὰ τυφλοὺς καὶ χωλοὺς καὶ κωφοὺς καὶ κυλλούς· διὸ382

11

.

19

(50)

καὶ ἐπὶ τούτοις μὲν θαυμάζουσιν οἱ τετρακισχίλιοι, ἐπὶ δὲ τοῖς ἀρρώστοις οὐδὲν τοιοῦτον λέλεκται. Κρείττους δέ εἰσιν, οἶμαι, οἱ φαγόντες ἀπὸ τῶν ἑπτὰ εὐχαριστηθέντων ἄρτων τῶν φαγόντων ἀπὸ τῶν πέντε εὐλογηθέντων, καὶ οἱ φαγόντες ἀπὸ τῶν ὀλίγων ἰχθυδίων παρὰ τοὺς φαγόντας
55ἀπὸ τῶν δύο· τάχα δὲ καὶ οἱ ἀναπεσόντες ἐπὶ τὴν γῆν παρὰ τοὺς ἀνακλιθέντας «ἐπὶ τοῦ χόρτου». Καὶ ἐκεῖνοι μὲν ἀπὸ ὀλιγωτέρων ἄρτων «δώδεκα κοφίνους» καταλείπουσιν, οὗτοι δὲ ἀπὸ πλειόνων ἑπτὰ σπυρίδας, τῷ χωρητικώτεροι εἶναι μειζόνων. Καὶ τάχα οὗτοι μὲν
60ἐπιβαίνουσι πάντων τῶν γηΐνων καὶ ἀναπίπτουσιν ἐπ’ αὐτῶν, οἱ δ’ «ἐπὶ τοῦ χόρτου» ἐπὶ μόνης τῆς σαρκὸς αὐτῶν· «πᾶσα» γὰρ «σὰρξ χόρτος». Πρόσχες καὶ μετὰ ταῦτα ὅτι τούτους ἀπολῦσαι ὁ Ἰησοῦς νήστεις οὐ θέλει, ἵνα μὴ ἐκλυθῶσιν ὡς κενοὶ τῶν ἄρτων Ἰησοῦ, καὶ
65ἔτι ἐν τῇ ὁδῷ τυγχάνοντες τῇ ἐπὶ τὰ οἰκεῖα βλαβῶσι. Σημείωσαι δὲ εἴ που ἀναγέγραπται ὁ Ἰησοῦς ἀπολελυκέναι, ἵν’ ἴδῃς διαφορὰν τῶν μετὰ τὸ τραφῆναι ὑπ’ αὐτοῦ ἀπολυ‐ θέντων καὶ τῶν ἄλλως ἀπολυθέντων· παράδειγμα δὲ ἄλλως ἀπολυθέντος τὸ «γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου».
70Πρὸς δὲ τούτοις οἱ μὲν ἀεὶ συνόντες τῷ Ἰησοῦ μαθηταὶ οὐκ
ἀπολύονται ἀπ’ αὐτοῦ, οἱ δὲ ὄχλοι φαγόντες ἀπολύονται. Καθὰ πάλιν οἱ μαθηταὶ μηδὲν μέγα φρονοῦντες περὶ τῆς Χαναναίας φασίν· «Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν», ὁ δὲ σωτὴρ οὐδαμῶς αὐτὴν ἀπολύων φαίνεται·384
75εἰπὼν γὰρ αὐτῇ· «Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενη‐ θήτω σοι ὡς θέλεις», ἰάσατο μὲν τὴν θυγατέρα αὐτῆς «ἀπὸ τῆς ὥρας ἐκείνης», οὐ μέντοι γέγραπται ὅτι ἀπέλυσεν αὐτήν.
78 Τοσαῦτα καὶ εἰς τὸ ἐκκείμενον ῥητὸν ἐπὶ τοῦ παρόντος
80ἐξετάσαι καὶ ἰδεῖν δεδυνήμεθα.386