TLG 2042 028 :: ORIGENES :: Commentariorum series in evangelium Matthaei (Mt. 22.34–27.63) ORIGENES Theol., Origenes Adamantius Commentariorum series in evangelium Matthaei (Mt. 22.34–27.63) Citation: Page — (line) | ||
4(23) | τὴν οὖν πρώτην ἐρωτηθεὶς ἐπήγαγε καὶ | |
25 | τὴν δευτέραν, οὐδὲν αὐτῆς ἀπο‐ δέουσαν. εἰ δὲ ἔστι τις πρώτη ἐντολὴ καὶ ἄλλη δευτέρα, εἴη ἄν τις καὶ τρίτη καὶ ἄλλη τετάρτη καὶ | |
---|---|---|
καθεξῆς. | 4 | |
21(21) | (ἀκούσαντες γὰρ) γεγραμμένου ἐν τῷ νόμῳ περὶ τῶν θείων ῥημάτων ὅτι «ἀφάψατε αὐτὰ ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτα | |
25 | πρὸ ὀφθαλμῶν ὑμῶν» οἱ τὰ ἔργα αὐτῶν ποιοῦντες «πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις», γράψαντές τινα τοῦ νόμου ῥητὰ εἰς περικομμάτια διφθε‐ ρίων δύο καὶ περιδήσαντες τὸ μὲν | |
30 | ἕτερον φοροῦσιν ὡς στέφανον ἐπὶ τῆς | 21 |
22 | κεφαλῆς τιθέντες κατὰ τοῦ μετώ‐ που τὸ γεγραμμένον, τὸ δὲ ἕτερον κατὰ τοῦ βραχίονος τῆς ἑτέρας τῶν χειρῶν· καὶ καλοῦσι ταῦτα «φυλα‐ | |
5 | κτήρια». οὕτω δὲ καὶ περὶ κρασπέδου τι εὑρόντες ἐν τῷ Δευτερονομίῳ οἴονται τηρεῖν τὸν νόμον κράσπεδόν τι ποιήσαντες ἐπί τινος κλώσματος | |
ὃ φοροῦσιν ἐπὶ τοῖς ἐνδύμασι. | 22 | |
42(15) | Οὐ δύνανται γὰρ τὸν ἐν τοῖς δώδεκα τεταγμένον Ζαχαρίαν υἱὸν Βαραχίου ἀνῃ‐ ρηκέναι οἱ νῦν ὑπὸ τοῦ σω‐ τῆρος ὀνειδιζόμενοι. ἀλλ’ εἰ‐ | |
20 | κὸς [καθώς φησιν Ἰώσηππος] Ζαχαρίαν νῦν λέγεσθαι τὸν Ἰωάννου πατέρα, περὶ οὗ ἀπὸ μὲν γραφῶν δεῖξαι οὐκ ἔχομεν οὔτε ὅτι υἱὸς ἦν Βαραχίου, οὔτε ὅτι οἱ | |
25 | γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἐφόνευσαν αὐτὸν «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου». ἀλλ’ ἦλθεν εἰς ἡμᾶς τοιαύτη τις παρά‐ | |
δοσις, ὡς ἄρα ὄντος τινὸς περὶ τὸν | 42 | |
43 | ναὸν τόπου, ἔνθα ἐξῆν τὰς μὲν παρθένους εἰσιέναι καὶ προσκυνεῖν τῷ θεῷ, τὰς δὲ ἤδη πεπειρα‐ μένας κοίτην ἀνδρὸς οὐκ ἐπ‐ | |
5 | έτρεπον ἐν ἐκείνῳ. ἡ οὖν Μαρία μετὰ τὸ γεννῆσαι τὸν σωτῆρα [ἡμῶν] ἐλθοῦσα προσκυνῆσαι ἔστη ἐν τῷ τόπῳ τῶν παρθένων. καὶ κω‐ λυόντων τῶν εἰδότων αὐτὴν | |
10 | γεννήσασαν ὁ Ζαχαρίας ἔλεγε τοῖς κωλύουσιν ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρ‐ θένων ἔτι παρθένον οὖσαν. ὡς οὖν σαφῶς παρανομοῦντα καὶ | |
15 | εἰς τὸν τόπον τῶν παρθένων ἐπι‐ τρέποντα γυναῖκα γίνεσθαι ἀπέ‐ κτειναν «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυ‐ σιαστηρίου» οἱ τῆς γενεᾶς ἐκείνης. | |
21 | ὀνειδίζονται γοῦν ὑπὸ τοῦ σω‐ τῆρος οὐχ ὡς υἱοὶ τῶν τοὺς προφή‐ τας ἀποκτεινάντων καὶ τὸν Ζαχαρίαν μετὰ τῶν προφητῶν, ἀλλ’ ὡς αὐτοὶ | |
25 | φονεύσαντες. | |
30 | οὐ θαυμαστὸν δέ, εἰ ἔτυχεν ὥσπερ ὁμωνύμους εἶναι τὸν πατέρα Ἰωάν‐ νου Ζαχαρίαν τοῦ ἐν τοῖς δώδεκα. | |
οὕτω καὶ τὸν πατέρα τοῦ πατρός. | 43 | |
54(13) | εἰ γὰρ καὶ ὤφθη τισὶν ἁγίοις μετὰ τὴν ἀνάστασιν, | |
15 | ἀλλ’ οὐχὶ τοῖς ἀπίστοις Ἰουδαίοις. | 54 |
83(2) | ἐπεὶ δὲ καὶ ἀναγωγῆς δεῖται τὸ ῥητόν, | |
17 | (βδέλυγμα ἐρημώ‐ σεως) κατὰ ἀναγωγὴν ἑτερόδοξος λόγος καὶ ἀσεβὲς δόγμα εἰσαγόμε‐ | |
20 | νον ἀπὸ τῶν ῥητῶν τῆς γραφῆς, οἷς χρῶνται οἱ ἑτερόδοξοι. τὸ δὲ «ἑστὸς» δηλοῖ ὅτι κατασκευαῖς βε‐ βαιοῦν θέλει τὰ ἑαυτοῦ δόγματα | |
ὁ Ἀντίχριστος λόγος. | 83 | |
84(6) | ἀεὶ μὲν οὖν τὸν ἀναγινώσκοντα [μάλιστα] δεῖ σπεύδειν νοεῖν τὰς γρα‐ φάς, 〈μάλιστα Kl〉 ὅτε δόγμα φανε‐ ρὸν εἰς ἐρήμωσιν τῆς ψυχῆς πρόκειται | |
10 | (φέρον εἰς ἐρήμωσιν τὴν ψυχὴν | |
κτλ. Β). | 84 | |
86(12) | ἀποτιθεμένους τὸν παλαιὸν ἄνθρωπον (τοῦτο γάρ φησι | |
τὸ ἱμάτιον) | 86 | |
93(25) | (οἱ κατὰ θεωρίαν ἐκλαμβάνοντες τὰ εἰρημένα φασί) τὸ βδέλυγμα ἕστηκε, πῶς ἔστιν ὧδε | |
ἢ ὧδε; | 93 | |
94(26) | καὶ ὁ μὲν ἔξω τῆς πίστεως καὶ τοῦ τῆς ἐκκλησίας κανόνος καὶ τῆς | |
γραφῆς λέγει· ἰδοὺ ἐν τῇ ἐρήμῳ. | 94 | |
95 | διὸ ἐπιφέρεται· μὴ ἐξέλθητε· ὁ γὰρ σοφίᾳ κοσμικῇ πιστεύσας ἐξῆλθε καὶ γέγονεν ἐθνικός. | |
8 | ὁ δὲ ἀπόκρυφα ἐπαγγελλόμενος ἐρεῖ· ἰδοὺ ἐν τοῖς ταμείοις, | |
10 | διὸ ἐπιφέρεται· μὴ πιστεύσητε. | |
21 | τροπικῶς ἡ τῆς ἀληθείας ἀστραπή, ᾗ ἔοικεν ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἐν πάσῃ ἐξομαλίζεται νο‐ μικῇ, προφητικῇ, εὐαγγελικῇ, ἀπο‐ | |
25 | στολικῇ γραφῇ. καὶ ἐξελθοῦσα ἀπὸ ἀνατολῶν, τῶν ἀρχῶν τοῦ Χριστοῦ, φαίνεται ἕως τῶν κατὰ τὴν | |
οἰκονομίαν τοῦ πάθους δυσμῶν. | 95 | |
96(12) | ὅρα δὲ εἰ μία ἀνατολὴ ὁ νόμος, μία δύσις τὸ πέρας τοῦ νόμου· ἄλλη ἀνατολὴ ἕως δύσεως Ἰησοῦς Χριστὸς | |
15 | ἕως Παύλου, ᾧ ἐσχάτῳ πάντων «ὡσπερεὶ ἐκτρώματι ἐφάνη». | |
25 | καὶ γενι‐ κῶς μὲν εἷς Ἀντίχριστος, ὡς τὸ ψεῦ‐ δος ἕν· 〈ε〉ἰδικῶς δὲ πολλοὶ καὶ πολλὰ | |
ψευδῆ διδάγματα καὶ δόγματα. | 96 | |
97(3) | ὡς δὲ Χριστοῦ, ἀληθοῦς λόγου, προφῆται, καὶ Ἀντιχρίστου, ὄντος | |
5 | ψευδοῦς λόγου, ψευδοπροφῆται. | 97 |
98(8) | ὅπου γὰρ τὸ κατὰ τὴν οἰκονομίαν τοῦ πάθους πτῶμα | |
10 | πεσόντος τοῦ Ἰησοῦ, ἵνα τοὺς πεσόντας στήσῃ, συναχθήσονται οὐχ οἱ τυχόντες, ἀλλ’ οἱ πτεροφυοῦν‐ τες μαθηταὶ καὶ κατὰ τὸν Σολο‐ μῶνα κατασκευάσαντες πτέ‐ | |
15 | ρυγας ὡς ἀετοὶ μεγαλοφυῶς καὶ βασιλικῶς, | |
23 | πρὸς τὸ πάθος Χριστοῦ πεπι‐ στευκότες· διὸ οὐ γῦπες, οὐ | |
25 | κόρακες, ἀλλὰ τὸ μὴ νεκρο‐ | |
βόρον ζῷον. | 98 | |
99(10) | οἷς λεκτέον κατὰ τὸ ῥητόν, ὅτι ὡς ἀπὸ τοῦ πολλοῦ τῆς ἐκπυρώσεως καπνοῦ ἢ ἀπὸ τοῦ μη‐ κέτι τρέφεσθαι τοῖς ἀναθυμιάμασιν οἱ μεγάλοι φωστῆρες σκοτίζονται | |
15 | καὶ οὐ διδόασι τὸ φῶς, | |
19 | οὕτω μαραινομένου τοῦ ἐν τοῖς | |
20 | ἄστροις φωτὸς τὸ λεῖπον γεῶδες οὐ δυνάμενον μετεωρίζεσθαι ἔξεδρον ἀπὸ τῶν οὐρανῶν ἔσται, | |
25 | αἵ τε λογικαὶ τῶν οὐρανῶν δυνάμεις ξένον σάλον παθοῦσαι καὶ τοῦ διελη‐ λυθότος αὐτοὺς πάλιν κατιόντος σα‐ | |
λευθήσονται, τάχα ἐπὶ τὸ βέλτιον, | 99 | |
100 | τό τε σημεῖον, ᾧ εἰρηνοποιήθη τὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς φανεῖται, | |
8 | ὡς τοὺς ἀπίστους εἰς συναίσθησιν ἐλθόντας θρηνῆσαι ἐπὶ τῷ κακῶς | |
10 | εἰρηκέναι Χριστιανισμόν. | |
19 | ... ἢ ἀπὸ τοῦ μηκέτι | |
20 | τρέφεσθαι τοῖς ἀναθυμιάμασιν ...) | |
26 | ... τὸ λεῖπον γεῶδες) | 100 |
101(3) | χρηστέον εἰς ταῦτα τοῖς ἐν Ἡσαίᾳ περὶ τῆς ἡμέρας κυρίου | |
20 | καὶ τοῖς ἐν Ζαχαρίᾳ περὶ τοῦ κόψε‐ | |
σθαι τὰς φυλὰς εἰρημένοις. | 101 | |
103(8) | ἐν δὲ ἀναγωγῇ ἐρεῖς σκοτιζόμενον ἥλιον τὸν διάβολον ἐπὶ πολὺ μὲν | |
10 | μετασχηματιζόμενον ὡς ἄγγελον φωτὸς καὶ πολλοὺς ἀπατήσαντα ὡς ἥλιον, ἐπὶ δὲ συντελείας ἐλεγχθη‐ σόμενον σκότος καὶ ὑποκριτὴν ἀνα‐ τολῆς. | |
20 | σελήνην δὲ οὐ δώσουσαν «τὸ φέγγος» τὴν τῶν πονηρευομένων ἐκκλησίαν, ἐπαγγελλομένην μὲν διδόναι τὸ φῶς, τότε δὲ ἐλεγχθησομένην ἀνατραπέν‐ των αὐτῆς τῶν δογμάτων. | |
31 | τοὺς δὲ ἐν ὑψώμασι λόγων ἐπαιρο‐ μένους «κατὰ τῆς γνώσεως τοῦ θεοῦ» τοὺς πεσουμένους ἀστέρας ἐκ τοῦ | |
ἰδίου οὐρανοῦ. | 103 | |
108(2) | υἱὸν δὲ ἀνθρώπου ἑαυτόν φησιν ὡς ἐνσώματον ἐλευσόμενον | |
19 | ὥσπερ | |
20 | δέ, ὅτε μετεμορφώθη παραλαβὼν τοὺς τρεῖς μαθητάς, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, οὕτως ἐν τῇ δευτέρᾳ παρουσίᾳ ἐνδοξότερον μετα‐ μορφωθεὶς ἐπὶ πλειόνων ἥξει νεφε‐ | |
25 | λῶν, ὡς ἂν οὐ τρισὶν ἀλλὰ πλείοσιν | |
ὁρώμενος. | 108 | |
110(24) | καθὰ καὶ ἀνελήφθη ἐρχόμενος ἐν | |
25 | νεφέλαις, ὡς ἐν ταῖς Πράξεσιν ἔφησεν ὅτι «νεφέλη ὑπέλαβεν αὐτόν, καὶ ἰδοὺ ἄνδρες δύο εἶπον αὐτοῖς· οὗτος ὁ Ἰησοῦς οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον | |
30 | εἰς τὸν οὐρανόν». | 110 |
112(15) | ἐν δὲ ἀναγωγῇ νεφέλαι, ἐφ’ ὧν ἔρχεται ὁ κύριος, αἱ θεῖαι γραφαὶ δεικνύουσαι | |
τὴν ἔνδοξον τοῦ θεοῦ λόγου ἐπιδημίαν | 112 | |
113(16) | συνά‐ γονται δὲ ὑπὸ τῶν ἀγγέλων τοῦ θεοῦ ἤτοι οἱ ἀπὸ τῆς παρουσίας τοῦ Χριστοῦ μέχρι τῆς συντελείας | |
20 | κλητοὶ καὶ ἐκλεκτοὶ | |
24 | ἢ καὶ οἱ ἀπὸ κτίσεως καὶ καταβολῆς | |
25 | κόσμου χαρέντες ἐπὶ τῷ ἰδεῖν τὴν | |
ἡμέραν Χριστοῦ ὡς Ἀβραάμ. | 113 | |
114(4) | τάχα ἐν τῷ μεταξὺ παρὰ τοῖς προ‐ | |
5 | παιδεύουσι τὰ οὐράνια ἀγγέλοις δια‐ τρίβοντες, ἵν’ ὑπὸ τελείῳ διδασκάλῳ, λόγῳ 〈υἱῷ Diehl〉 θεοῦ, παιδευθέν‐ | |
τες συμβασιλεύσωσιν αὐτῷ. | 114 | |
118(15) | ἄλλως τε συκῇ παραβάλλεται ὁ πᾶς κό‐ σμος, οὗ ἡ συντέλεια προφητεύεται, ἢ ἕκαστος τῶν ἐπὶ τὸ μακαρίως ζῆν ὁδευόντων καὶ τὸ ἰδεῖν τὴν | |
20 | Χριστοῦ λόγου ἔνδοξον ἐσομένην αὐτῷ καὶ τελείαν ἐπιδημίαν. ὡς γὰρ ἡ συκῆ, | |
28 | οὕτω καὶ ὁ κόσμος καὶ ἕκαστος τῶν σῳζομένων νῦν μὲν (ὡς ἐν χειμῶνι) | |
30 | δυνάμει ἔχει φύλλα καὶ καρπούς, | |
ὕστερον δὲ ἐνεργείᾳ | 118 | |
119(9) | τῶν ἐν θέρει φανερωθησομένων. | 119 |
120(11) | καὶ ὁ χειμασθεὶς δὲ ἐν πειρασμῷ ἐπὶ θέρος ὁδεύει φέρων ἁπαλὸν κλάδον, μὴ σκληρὰν καρδίαν, | |
17 | καὶ αἱ ἐν ἔργοις προκοπαὶ φέρουσι τὰ φύλλα καὶ ἡ τελειότης τοὺς καρπούς (l. | |
20 | καὶ τελειοτάτους καρπούς Diehl). | |
23 | ὡς ἄμπελος δὲ ἀληθινὴ ὁ σωτήρ, οὕτω καὶ συκῆ τὸ ἅγιον πνεῦμα τὸ | |
25 | φέρον τοὺς σωτηρίους καρπούς, | 120 |
121 | τὰ σῦκα τὰ χρηστά, | |
6 | ὧν ἡ παλάθη ἐθεράπευσεν Ἐζεκίαν τὸν βασιλέα. | |
19 | οἱ μὲν | |
20 | πλείους ἀνοίσουσι τὸν λόγον ἐπὶ τὴν καθαίρεσιν τῆς Ἱερουσαλήμ, ἣν εἶδον οἱ καὶ τὸ πάθος τοῦ Χριστοῦ ἰδόντες. λέγει οὖν ὅτι πάντως ἐκ‐ βήσεται τὰ εἰρημένα καὶ μενεῖ ἡ | |
25 | γενεὰ τῶν πιστῶν ... | |
31 | ἢ ἐπεὶ πολύσημος ἐν τῇ γραφῇ ἡ γενεὰ λέξις (δηλοῖ γὰρ καὶ τὸν ἐκ | |
περιτομῆς λαὸν καὶ τὸν ἐξ ἐθνῶν) | 121 | |
122(13) | ἀκουστέον, ὅτι οὐ μὴ παρέλθῃ ἡ ἐν ὄψει τοῦ σωτῆρος τῆς καινῆς | |
15 | διαθήκης γενεὰ οὐδὲ ἐλεύσεται ἐπὶ τὰς ἐπαγγελίας, ἕως οὗ πάντα ἃ εἶπεν ὁ σωτὴρ γένηται. καὶ ἑκάστῳ δὲ ἡμῶν ταῦτα γενέσθαι μυστικῶς δεῖ, | |
26 | ἐὰν ἀπὸ τῆς διδασκαλίας ἕως τέλους ἐν πᾶσι τις διαρκέσας μείνῃ ἀπαθὴς | |
ἄχρι τῆς ἐνδόξου Χριστοῦ παρουσίας. | 122 | |
123 | τοὺς ἐν οὐρανῷ καὶ ἐν γῇ μετωνυμικῶς οὐρανὸν καὶ γῆν λεγομένους διελεύ‐ σεσθαι πᾶσαν τὴν ἑαυτῶν κατά‐ | |
5 | στασιν, ἵνα ἔλθωσιν ἐπὶ τὰ ὑπερέ‐ χοντα. | |
17 | οἱ γὰρ τοῦ σω‐ τῆρος λόγοι ἀεὶ τὰ οἰκεῖα ἐνεργή‐ σουσιν ὡς τέλειοι καὶ οὐκ ἐπιδεχό‐ | |
20 | μενοι βελτίους γενέσθαι παρελθόν‐ τες ὅ εἰσιν. ἀλλ’ «ὁ οὐρανὸς μὲν καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι αὐτοῦ μενοῦσι» λόγοι ὄντες τοῦ δι’ | |
οὗ τὰ πάντα ἐγένετο· | 123 | |
124(5) | ὁ γὰρ λόγος τῶν γεγονότων οὐ παρέρ‐ | |
χεται, εἰ καὶ αὐτὰ παρέρχεται. | 124 | |
125(4) | ὃ δὲ | |
5 | λέξει, πρὸ μὲν τῆς οἰκονομίας τὸν Χριστὸν τοῦτο λέγειν, | |
11 | μετὰ δὲ τὴν οἰκονομίαν οὐκέτι, ὅτε «ὁ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρί‐ | |
σατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». | 125 | |
126(4) | ἀπέκρυψεν ὁ υἱὸς | |
5 | εἰπὼν μὴ γινώσκειν εἰς τὸ συμφέρον τῶν μαθητῶν. | |
10 | ἕτερος δέ φησιν, ὅτι ὥσπερ ὁ Παῦλός φησι «τότε καὶ ὁ υἱὸς ὑποταγήσεται τῷ πατρὶ» | |
21 | οὐχ ὡς ἀνυποτάκτου (l. ἂν ὑποτάκ‐ του? Diehl) ποτὲ ὄντος, ἀλλ’ ὡς μηδέπω τῶν μελῶν αὐτοῦ πάντων τελειωθέν‐ | |
25 | των, | |
30 | οὕτως ἐπεὶ τὸ σῶμα τοῦ Χριστοῦ οὐκ οἶδε τὴν ἡμέραν ἐκείνην ἢ τὴν | |
ὥραν, οὐδὲ αὐτὸς λέγει εἰδέναι ... | 126 | |
127(6) | καὶ κατὰ τὴν τῆς γραφῆς περὶ τοῦ εἰδέναι συνήθειαν | |
10 | καὶ «ὁ φυλάσσων ἐντολὰς οὐ γνώσεται πταῖσμα» ἀντὶ τοῦ οὐ πείσεται· | |
14 | καὶ «τὸν μὴ γνόντα ἁμαρτίαν ἁμαρ‐ | |
15 | τίαν ὑπὲρ ἡμῶν ἐποίησε». | |
19 | τοιοῦτόν τι σημαίνει καὶ τὸ | |
20 | «οὐδὲ ὁ υἱός» καὶ κατὰ τὸ «ἔγνω Ἀδὰμ | |
Εὔαν τὴν γυναῖκα αὐτοῦ» | 127 | |
128 | νῦν μὲν προπαρασκευάζει τὴν γνῶσιν τῆς ἡμέρας καὶ ὥρας τοῖς κληρονό‐ μοις· τῆς ἐπαγγελίας τῆς ἀφ’ οὗ «ἑαυτὸν ἐκένωσεν», ἵνα ἅπαντες δι’ | |
5 | οὓς ἀνέλαβε τὴν τοῦ «δούλου μορφήν», γνῶσι τὰ τῆς ἡμέρας καὶ ὥρας, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς | |
10 | ἀγαπῶσιν αὐτόν». | 128 |
130(30) | τὸ γὰρ ἑκάστου τῆς ἐξόδου τέλος | |
μόνος οἶδεν ὁ θεὸς καὶ ὁ πνεῦμα | 130 | |
131 | θεοῦ ἔχων, ὡς Σαμουὴλ τοῦ Σαοὺλ (I. Regn. 28,19) | |
5 | καὶ Ἡλίας τοῦ Ὀχοζίου. | 131 |
132(5) | ἢ δύο ἐν τῷ ἀγρῷ τῷ ἡγεμονικῷ, ὅ τε τοῦ σπουδαίου νοῦς καὶ ὁ τοῦ φαύλου, καὶ τῶν ἀληθουσῶν ἐν τῷ βαρεῖ μυλῶνι τοῦ κόσμου ψυχῶν ἔνθα ἡ μὲν καλὴ καὶ ἀγαθὴ | |
10 | παραλαμβάνεται, ἡ δὲ φαύλη ὡς ἀναξία ἀφίεται. | |
24 | δύναται δὲ σημαίνε‐ | |
25 | σθαι καὶ τὰ δύο ἐπὶ μιᾶς ὕλης σώματα, ὧν τὸ μὲν τοῦ δικαίου ὁ ἕτερός ἐστι τῶν ἐπὶ τῆς μιᾶς κλίνης ὁ παραλαμ‐ βανόμενος, τὸ δὲ τοῦ ἀδίκου ὁ ἕτερος καὶ ἀφιέμενος. καὶ τὸ μὲν σῶμα ὡς | |
30 | ἀσθενὲς ἐπὶ κλίνης ἐστὶν κἂν παρα‐ λαμβάνηται, ἡ δὲ ψυχὴ διὰ πολλῶν, 〈ὧν Kl〉 ἀνέχεται ἐν τῷ βίῳ, ἀλήθει | |
ἐν τῷ μυλῶνι τοῦ κόσμου. | 132 | |
133(7) | τού‐ των οὖν τῶν ἑξῆς οὐχ ὡς περὶ τῆς καθολικῆς, ὡς δὲ περὶ τῆς ἑκάστου | |
10 | συντελείας μάλιστα ἐκληπτέον τὸν λόγον. | |
17 | οὗτοι γὰρ ἤκουσαν γρηγορεῖν, ὧν μακρὰν τὸ καθολικώτερον ἦν, διὰ τὴν ἐσομένην ἐν αὐτοῖς ἐπιδημίαν | |
20 | τοῦ λόγου, οὔπω ὡς ἔμελλεν ἔσεσθαι | |
γενομένην ἐν αὐτοῖς. | 133 | |
134(3) | καὶ ὁ μὲν κύριος ἐλθὼν εἰσέρχεται εἰς | |
5 | οἰκίαν ψυχὴν οἰκοδεσπότης νοῦ(ς), ὁ δὲ κλέπτης ἀντικείμενος | |
19 | διορύσσων τὰς φυσικὰς ἐννοίας τῆς | |
20 | ψυχῆς, ἃς ᾠκοδόμησεν ὁ λόγος, καὶ | |
ἀνατρέπων, ἵνα σκυλεύσῃ, τὸν νοῦν. | 134 | |
135(17) | καὶ πᾶς δέ, ὃν γρηγοροῦντα ὁ λόγος (εἰ καὶ μηδέπω ὡς ἥλιος, ἀλλ’ ὡς λύχνος) | |
20 | φωτίζει, | 135 |
136 | ἐπιτηρεῖν ὀφείλει καὶ τὸν λύχνον | |
τοῦ κυρίου | 136 | |
137(9) | ἐπὶ δύσει, εἴτε ἐν τῇ ἐξόδῳ τοῦ βίου, | |
10 | εἴτε καθ’ ἣν συντέλεια τοῦ αἰῶνος τούτου γίνεται αὐτῷ. | |
27 | τάχα δὲ μετὰ τὸν κλέπτην ἔρχεται ὁ κύριος· ἐπ’ ἐκεῖνον δὲ ἔρχεται, οὗ ὁ κλέπ‐ | |
30 | της γρηγοροῦντος ἀπέσχετο. | 137 |
138(14) | ὅρα δὲ εἰ μὴ | |
15 | καὶ τοὺς τὰ τοιαῦτα ἐγχειρισθέντας ἐπισκόπους καὶ διδασκάλους δυσωπεῖ | |
ὁ λόγος. | 138 | |
140(9) | τὸ παρὰ τοῦ Δανιὴλ | |
10 | εἰρημένον πρὸς θάτερον τῶν κατει‐ πόντων τῆς ἁγίας Σωσάννης πρεσ‐ βυτέρων «ἤδη γὰρ ὁ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον» [ἑρμηνεύων Ὠριγένης λέγει] | |
15 | γενήσεσθαι πάντως αὐτῷ τοῦτο ἐν τῇ κρίσει κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ | |
κυρίου, ὅτι «καὶ διχοτομήσει αὐτόν». | 140 | |
144(9) | διχοτόμησις ὅτι (l. | |
10 | διχοτομήσει δὲ ὅτε Diehl Kl) «τὸ πνεῦμα ἐπιστρέφει πρὸς τὸν θεὸν ὃς ἔδωκεν αὐτό», ἡ δὲ ψυχὴ μετὰ τοῦ λεγομένου ἐν τῷ εὐαγγελίῳ σώματος ἄπεισιν «εἰς γέενναν». | |
28 | κλαίουσι τοίνυν ἀνθ’ | |
ὧν ἐγέλων, | 144 | |
145 | βρύξουσι δὲ τοὺς ὀδόντας λογιζό‐ μενοι τὸ τέλος τοῦ πόνου καὶ τὴν ὑπερβολὴν τῆς κολάσεως οἱονεὶ θέ‐ λοντες αὐτὰ γενναίως φέρειν. | |
18 | δέκα παρθένους εἶναί φησι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰσθήσεις | |
20 | ἀποστάσας τῆς εἰδωλολατρείας τῷ παραδέξασθαι «εἴτε προφάσει εἴτε ἀληθείᾳ» τὸν τοῦ θεοῦ καθαρὸν λόγον | |
καὶ παρθενοποιηθείσας. | 145 | |
146(4) | ... αἳ καὶ ἀντανακολουθοῦσαι ὡς αἱ | |
5 | ἀρεταὶ τῇ ὑποστάσει τοῦ Χριστοῦ (var. lect. ὁ Χριστός). | |
13 | εἰσὶ δὲ αἵ τε κοινῶς νοούμεναι καὶ αἱ ἐν Παροιμίαις κείμεναι, | |
25 | διὸ καὶ ἐν τῇ πεντάδι οὐχ αἳ μὲν μωραὶ αἳ δὲ φρόνιμοι, ἀλλ’ εἰ μία καὶ πᾶσαι. | |
32 | ... λαμπάδες δὲ τὰ | |
ὄργανα τοῦ καλῶς καὶ κατὰ λόγον | 146 | |
147 | βιοῦντος ἢ ἐναντίως. | |
4 | ἐξῆλθον | |
5 | δὲ εἰς ἀπάντησιν αἱ παραδεξάμεναι τὸ περὶ Χριστοῦ καὶ ἐκκλησίας μυ‐ στήριον· ἐξίασι γὰρ ἀπὸ τῆς τοῦ κόσμου πλάνης πρὸς τὸν ἑτοίμως ὁρμῶντα πρὸς | |
10 | αὐτάς. | |
15 | ... ἔλαιον ὁ ἐπιχεόμενος λόγος τοῦ ψυχικοῦ, τοῦ τὴν ἀγαθὴν πρᾶξιν ἐργαζο‐ | |
μένου | 147 | |
148 | ... καθεύδουσιν οἱ ἀπαν‐ ιστάμενοι τοῦ ζωτικοῦ τόνου· οὐκ ἀπολλύουσι γοῦν τὰς λαμπάδας αἱ φρόνιμοι οὐδὲ ἀπροσεκτοῦσι περὶ | |
5 | τὴν τήρησιν τοῦ ἐλαίου. | |
18 | ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέ‐ ναις (κοιμωμένων Diehl) | |
20 | αἰσθήσεσι διεγείροντες αὐτάς, τουτ‐ έστι τὰ «λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς | |
μέλλοντας κληρονομεῖν σωτηρίαν». | 148 | |
149(4) | πωλοῦσι δὲ τὸ ἔλαιον | |
5 | οἱ διδάσκοντες μισθοῦ προσεδρίας, προσοχῆς, φιλομαθίας, σπουδῆς, φι‐ λοπονίας. | |
26 | πολλοὶ γάρ εἰσιν, οἳ αὐτάρκη μὲν πρὸς τὴν χρῆσιν τῆς πολιτείας ἔχουσι λόγον, οὐ μὴν ὥστε καὶ ἑτέρους διδάξαι. | |
32 | ὁ δὲ μὴ ἐν καιρῷ τὸ | |
λογικὸν ἔλαιον κτώμενος ἀπόλλυσιν | 149 | |
150 | ὄντως τὸ συνεισελθεῖν εἰς τοὺς γά‐ μους τῷ νυμφίῳ· | |
6 | ὁποῖοί εἰσιν οἱ πρὸς τὴν ἔξοδον μαν‐ θάνειν ἀρξάμενοι. | |
17 | ... κόσμος λαμπά‐ δων ἡ κατὰ τὰς αἰσθήσεις εὐαγγελικὴ χρῆσις, ὀφθαλμῶν ἐπὶ τῷ θαυμά‐ | |
20 | ζειν τὸν πεποιηκότα καὶ μύειν «ἵνα μὴ ἴδωσιν ἀδικίαν», ἀκοῆς μὴ παρα‐ δεχομένης μάταιον μηδὲ «κρίσιν αἵ‐ ματος», τοῦ δὲ Ἰησοῦ λόγους, | |
31 | γεύσεως ἐσθιούσης Χριστὸν κύριον, ὀσφρήσεως Χριστοῦ εὐωδίας (II. Cor. 2,15) ἀπολαυούσης καὶ τοῦ ἐκκε‐ | |
νωθέντος μύρου (Cant. 1,3), ἁφῆς | 150 | |
151 | ἁπτομένης τοῦ λόγου ὡς Ἰωάννης λέ‐ γει «αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς» (I. Joh. 1,1). | |
14 | συμπέρασμα δὲ τοῦ | |
15 | λόγου, παντὶ καιρῷ παρεσκευάσθαι | |
πρὸς τὴν ἔξοδον. | 151 | |
156(10) | μὴ θαύμαζε δὲ εἰ ἕνεκα τοῦ μὴ διδάξαι τὸν λόγον τοιαῦτά τις πείσεται· Παῦλος γὰρ λέγει· «οὐαί μοι γάρ ἐστιν ἐὰν μὴ | |
εὐαγγελίζωμαι». | 156 | |
157(6) | ... ὅθεν καὶ οὐχ οἱ δοῦλοι πρὸς τὸν κύριον, ἀλλ’ ἐκεῖνος ἔρχεται, ἵνα κρίνας τὸ | |
κατ’ ἀξίαν ἀποδῷ. | 157 | |
159(24) | καὶ ἃ σπείρει | |
25 | ὁ δίκαιος «εἰς τὸ πνεῦμα», ἐξ οὗ «θερί‐ | |
ζει ζωὴν αἰώνιον», θεοῦ ἐστι κτῆμα. | 159 | |
160 | πάλιν ὁ δίκαιος «ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν»· ταῦτα δὲ συνάγει ὁ κύριος εἰς ἑαυτὸν λογιζόμενος· | |
13 | «ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν», τὰ εἰς μικροὺς γενόμενα | |
15 | εἰς ἑαυτὸν συνάγων. | 160 |
161(3) | σπείρωμεν γοῦν καὶ ἀναφέρωμεν αὐτῷ δεκάτας καὶ | |
5 | ἀπαρχάς. | |
9 | πονηρὸς οὖν | |
10 | ἐπειδὴ μηδεὶς ἀπέλαυσεν οὗ ἔσχεν ἀργυρίου τῶν δυναμένων συνεξετά‐ σαι αὐτῷ τὰ θεῖα μυστήρια. ὀκνηρὸς δὲ ἐπεὶ ἐδειλίασεν ἐργάσασθαι. | |
20 | τραπεζῖται δὲ οἱ ἀκροαταὶ οἱ τὰ μὲν καλὰ κατέ‐ χοντες δόγματα, τῶν δὲ φαύλων ἀπεχόμενοι. | |
26 | ἀργύρια τοίνυν τοῦ κυρίου εἰσὶ τὰ ἔχοντα τὴν βασιλικὴν τοῦ θεοῦ μορφὴν καὶ τὴν εἰκόνα | |
τοῦ λόγου αὐτοῦ. | 161 | |
162(18) | οἷον πίστιν ἔχοντι τὴν ἐκ τοῦ ἐφ’ ἡμῖν δοθήσεται χάρισμα πίστεως, | |
20 | καὶ ἁπλῶς τῷ ἔχοντί τι τῶν ἐκ κα‐ τασκευῆς φυσικῆς ἐνυπαρχόντων αὐτῷ βελτιωθὲν προσοχῇ καὶ ἐπι‐ μελείᾳ τὸ ἐνδέον ἀπὸ θεοῦ δοθήσε‐ | |
ται. | 162 | |
163(9) | σκότος δὲ ἐξώτερόν | |
10 | φησιν, ἔνθα οὐδεὶς φωτισμός ἐστιν, τάχα μὲν οὐδὲ σωματικός, πάντως δὲ οὐδεμία ἐπισκοπὴ θείου φωτός. | |
19 | εἰ δὲ τὸ σκότος ἐπάνω τῆς ἀβύσσου, | |
20 | αὕτη δὲ ἔξω τοῦ κόσμου, ὥς φασί τινες, κατὰ τοῦτο οἱ ἀνάξιοι τοῦ παντὸς κόσμου ἐκ‐ βάλλονται εἰς τὴν ἄβυσσον ἐκείνην, οὐδενὸς φωτίζοντος τὰ ἔξω τῆς τοῦ | |
25 | παντὸς κόσμου κατασκευῆς. | 163 |
166(17) | πρόβατα δὲ καλεῖ τοὺς ἁγίους διὰ τὸ ἥμερον ... | |
25 | τοὺς δὲ ἀσεβεῖς ἐρίφους διὰ τὸ πη‐ | |
δητικόν. | 166 | |
171(18) | καλεῖ δὲ αὐτοὺς κα‐ τηραμένους οὐκ ἀπὸ τοῦ πατρός· | |
20 | τὰ γὰρ ἴδια αὐτῶν ἔργα ποιεῖ αὐτοὺς | |
ἐπικαταράτους. | 171 | |
178(18) | δοκεῖ μέν τισι μία εἶναι καὶ ἡ αὐτὴ | |
παρὰ τοῖς εὐαγγελισταῖς ἅπασιν. | 178 | |
180 | τάχα μὲν εἴποι τις τέσσαρας εἶναι τὰς γυναῖκας περὶ ὧν ἀνέγραψαν οἱ εὐαγγελισταί. ἐγὼ δὲ μᾶλλον προστίθημι τῷ τρεῖς αὐτὰς | |
5 | εἶναι, καὶ μίαν μὲν περὶ ἧς ἀνέ‐ γραψε (ἀνέγραψαν Koe) Ματθαῖος καὶ Μᾶρκος 〈ὡς Kl〉 ἐν πολλοῖς ἄλλοις συνᾴδοντες τῆς εὐαγγελικῆς γραφῆς, ἑτέραν δὲ περὶ ἧς ὁ Λουκᾶς, | |
10 | διαφέρουσαν δέ τινα τῶν προειρη‐ μένων, περὶ ἧς ὁ Ἰωάννης· | |
16 | εἰ γὰρ καὶ ἐν Βηθανίᾳ ἀνέγραψαν τὰ κατὰ τὴν γυναῖκα γενόμενα, | |
20 | Ματθαῖος καὶ Μᾶρκος ἐν οἰκίᾳ Σί‐ μωνος τοῦ λεπροῦ διηγήσαντο τὰ περὶ τούτων ἀπηντηκέναι, Ἰωάννης δέ φησιν ὅτι «πρὸ ἓξ ἡμε‐ ρῶν τοῦ πάσχα ἦλθεν Ἰησοῦς εἰς | |
25 | Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν | |
ἤγειρεν ἐκ νεκρῶν» καὶ τὰ ἑξῆς. | 180 | |
189(7) | ἕτερος δέ φησι· «πρὸ μιᾶς τῶν ἀζύμων», ἡμέρας μνημονεύσας ἐκείνης, καθ’ | |
10 | ἣν ἐν τῇ ἑσπέρᾳ τὸ πάσχα ἔμελλε | |
θύεσθαι κτλ. | 189 | |
191(28) | οἱ δὲ λοιποὶ μαθηταί, εἰ καὶ καθαρὸν εἶχον τὸ συνειδός, | |
30 | ἀλλ’ οὖν ἐκείνῳ μᾶλλον ἢ ἑαυτοῖς | |
πιστεύοντες ἠγωνίων. | 191 | |
192(3) | ἐνόμιζε γὰρ ὅτι | |
ἔλαθεν τὸν κύριον κτλ. | 192 | |
206(11) | τὸ δὲ τῆς λύπης πάθος ἢ (l. καὶ? Diehl) τῆς ἀδημονίας οὐ περὶ αὐτὴν γένοιτ’ ἂν τὴν θείαν φύσιν· παντὸς γὰρ | |
15 | ἐπέκεινα πάθους ἐστί. | |
17 | θελῆσαι δέ φαμεν τὸν σαρκω‐ θέντα λόγον καὶ τῶν τῆς ἀνθρω‐ | |
πότητος καθικέσθαι μέτρων κτλ. | 206 | |
219(20) | φασὶ δέ τινες ὅτι εἶχέ τι αἰδοῦς πρὸς τὸν διδάσκαλον ὁ | |
Ἰούδας. | 219 | |
220(14) | τούτῳ τῷ ὀνόματι | |
15 | οὐδένα οἴδαμεν τῶν ἀστείων καλού‐ μενον· καὶ γὰρ καὶ ὁ μὴ ἔχων ἔνδυμα γάμου οὕτω ἐκλήθη· «ἑταῖρε, πῶς εἰσῆλθες ὧδε;» καὶ πρὸς τὸν γογ‐ | |
20 | γύσαντα ἐργάτην λέλεκται· «ἑταῖρε, | |
οὐκ ἀδικῶ σε». | 220 | |
222(16) | ταῦτα δὲ εἶπεν, ἵνα | |
μὴ οἰηθῶσιν ὅτι ἄκων ἔπαθεν. | 222 | |
227(5) | καὶ οἱ δύο οὗτοι συμφωνήσαντες ψευδῆ εἶπον· οὐ γὰρ εἶπεν ὁ κύριος, ὅτι λύω τὸν ναόν, ἀλλὰ «λύσατε», καὶ οὐκ εἶπε «λύσατε τὸν ναὸν τοῦ | |
10 | θεοῦ», ἀλλὰ «λύσατε τὸν ναὸν τοῦτον», | |
19 | περὶ τοῦ ἰδίου σώματος λέγων, οἱ | |
20 | δὲ Ἰουδαῖοι καὶ (L. ὡς? Kl) ψευδῆ | |
οὖσαν ταύτην τὴν φωνὴν ἐδέξαντο. | 227 | |
229(21) | ἄλλο τί ἐστιν ὁ ὅρκος παρὰ τὸν ἐξορκισμόν· | |
27 | οἱ γὰρ δαίμονες πνεύματα ἀόρατα ὄντες ἐξορκίζονται, ἵνα ἐξομολογή‐ σωνται. σὺ δέ, ὦ Καϊάφα, ἑώρας | |
30 | τὸν Ἰησοῦν ἑστῶτα καὶ χωρὶς ἐξορ‐ | |
κισμοῦ ἐπιτάσσοντα τοῖς δαίμοσι | 229 | |
230 | καὶ τοιαύτην ἐξουσίαν τοῖς μαθηταῖς χαρισάμενον. | |
11 | ἐπεὶ οὖν οὐ γνησίως αὐτὸν ἐπηρώτη‐ σεν, ἀρνήσασθαι | |
15 | μὲν ἑαυτὸν οὐκ ἐδύνατο ὁ Χριστὸς υἱὸν εἶναι τοῦ θεοῦ, ἀλλ’ οὐδὲ διὰ τὴν προπέτειαν τοῦ ἐρωτῶντος | |
ἀπεκρίθη. | 230 | |
233(19) | δεικνὺς αὐτοῦ τὴν ἀσχημοσύ‐ | |
20 | νην (τὴν γύμνωσιν τῆς ψυχῆς) καὶ σύμβολον τοῦ διερρῆχθαι τῆς πα‐ | |
λαιᾶς ἀρχιερωσύνης τὸ ἔνδυμα. | 233 | |
236(30) | εἰ δὲ μηδεὶς δύναται εἰπεῖν «κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύ‐ | |
ματι ἁγίῳ», «οὔπω» δὲ «ἦν πνεῦ‐ | 236 | |
237 | μα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη», | |
6 | οὐχ οἷόν τε ἦν οὐδὲ Πέτρον ὁμολο‐ γῆσαι, διὸ οὐδὲ ἐγκαλεῖται. | |
9 | πρὸς γοῦν τοὺς ὁμολογοῦντας λέγει | |
10 | ὁ σωτήρ· «οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦν‐ τες, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ τὸ λαλοῦν ἐν ὑμῖν». | |
17 | ἐν δὲ τῇ αὐλῇ τοῦ ἀποκτιννύντος γράμματος ἔτι ὢν καὶ ἐν Ἰουδαϊκαῖς παραδόσεσι καὶ ἐντάλ‐ | |
20 | μασι καὶ διδασκαλίαις ἀνθρώπων οὐχ ὁμολογεῖ Χριστόν. | |
31 | τήρει δὲ ὅτι ἡ δευ‐ τέρα ἄρνησις οὐκ ἔξω τοῦ πυλῶνος, | |
ἀλλ’ ἐν αὐτῷ. | 237 | |
238(3) | αἱ οὖν τρεῖς ἀρνήσεις ἐν νυκτὶ καὶ πρὶν ἐπιστῆναι τὸ ση‐ | |
5 | μεῖον τῆς ἡμέρας τὸ διανιστᾶν ἐξ ὕπνου πεφυκός. τάχα δὲ εἰ μετ’ ἀλεκτοροφωνίαν ἠρνεῖτο, ὅτε λέγεται «ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγι‐ κεν», ἀσύγγνωστος ἦν. | |
21 | τάχα δὲ καὶ | |
27 | ὁ «τὸ πνεῦμα τῆς χάριτος» ἐνυβρίσας | |
οὐχ ἁρμόζει Πέτρῳ· | 238 | |
239(3) | οὐ γὰρ ἦν «πνεῦμα». | 239 |
240 | ἀλλὰ καὶ ὁ γνοὺς τὸ «ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παι‐ δίσκης σου» ἔξω γίνεται τῆς ἀρνεῖ‐ σθαι Χριστὸν ποιούσης παιδίσκης. | |
7 | ὁ τοίνυν ἀκούσας τὸ «ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον πάντες οἱ δοῦλοι κυρίου οἱ ἑστῶτες ἐν | |
10 | οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν» κτλ. | |
13 | ἵνα δὲ καὶ τῆς ἄλλης παιδίσκης ἀποστῶμεν, νοήσωμεν τὸ | |
15 | «ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλ‐ μοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν | |
ἡμῶν». | 240 | |
241(7) | ἐν τούτοις ὁ Πέτρος ἐξελθὼν ἀπὸ τῶν ἀρνεῖσθαι ποιούν‐ των αὐτὸν ἐκ τῆς ἐν τῷ ἡμαρτηκέναι | |
10 | πικρότητος πικροποιὸν ἐποιήσατο ἐν τῇ μετανοίᾳ τὸν κλαυθμόν. | |
15 | οἱ μὲν Χριστοῦ μα‐ θηταὶ νυκτὸς σκανδαλίζονται, οὗτοι δὲ οὐκ ἐν σκότει προσέχοντες (l. προσκόπτοντες Kl) διὰ τὸ περιέχον, ἀρχομένης δὲ αὐτοῖς ἡμέρας ἐν | |
20 | ἀπροσεξίᾳ ἁμαρτάνοντες οὐ συγ‐ | |
γνωστοί. | 241 | |
242 | πεπλάνηνται δὲ καὶ οἰόμενοι θανα‐ τώσαντες τὸν Ἰησοῦν σβέσαι αὐτοῦ τὴν διδασκαλίαν καὶ παύσειν τοὺς πιστεύοντας. | |
7 | αὐτοὶ μὲν οὖν ἔδησαν τὸν «λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθετε» καὶ τοῖς πεπεδημένοις «λύεσθε», πληροῦντες | |
10 | τὴν λέγουσαν προφητείαν «δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν» (Jes. 3,10). αὐτὸς δὲ εἰπὼν «διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν» | |
λέγει καὶ τὰ ἑξῆς ἐν τῷ ψαλμῷ. | 242 | |
244(6) | ἀλλ’ οὖν τὸ ἐν αὐτῷ λεῖμμα τῶν Χριστοῦ λόγων ἐνίκησε τὴν φιλαργυρίαν. | |
22 | διὸ οὐ μετὰ τὴν ἀνά‐ στασιν αὐτοῦ οἷον ἐκβιαζόμενος, πρὸ δὲ τῆς ὑπὸ Πιλάτου κατακρίσεως | |
25 | τὴν μετάνοιαν δείκνυσιν. | |
28 | τάχα δὲ καὶ ἰδὼν τὸν Ἰησοῦν παραδοθέντα Πιλάτῳ ὑπε‐ | |
30 | μνήσθη ὅτι καὶ τοῦτο εἰρήκει ὁ Ἰησοῦς καὶ | |
ὅτι ἀναστήσεται. | 244 | |
245(4) | ἀπήγξατο μὲν εἰ | |
5 | καὶ διαπύρως μετανοῶν, «ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν» ... | |
9 | ἴσως δὲ ᾠήθη προλαβὼν τὸν | |
10 | Ἰησοῦν τεθνηξόμενον καὶ ὑπαντήσας αὐτῷ ἱκετεύειν γυμνῇ τῇ ψυχῇ ὁμο‐ λογῶν τὴν καθ’ ἑαυτοῦ κρίσιν, ὡς δεχθῆναι αὐτοῦ τὴν ἐξομολόγησιν. | |
16 | ... οὐδὲ μνησθεὶς μεθ’ ὅσας περιστάσεις Ἰὼβ λέγει «εἰ γὰρ ὄφελον ἐμαυτὸν χειρώσα‐ σθαι ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει | |
20 | μοι τοῦτο», ἅτινα τὸ ὁπωσοῦν ἐξάγειν ἑαυτὸν τοῦ βίου ἀναιρεῖ. | |
28 | διὸ οὐ μετὰ τὴν ἀνάστασιν αὐτοῦ οἷον ἐκβιαζόμενος, | |
30 | πρὸ δὲ τῆς ὑπὸ Πιλάτου κατακρίσεως | |
τὴν μετάνοιαν δείκνυσιν. | 245 | |
246(2) | ἐπειδὴ μήπω κατα‐ κέκριτο ὑπὸ Πιλάτου ὁ Ἰησοῦς, «ὁ παραδιδοὺς αὐτὸν» Ἰούδας οὐ νο‐ | |
5 | μίζων θανάτου ψῆφον ἐξοίσειν κατ’ αὐτοῦ τοὺς ἀρχιερεῖς καὶ προγνοὺς τοῦτο γεγονὸς ἐν συμβουλίῳ δυνάμει εἶδεν τὸν Ἰησοῦν δι’ ὅλου κατα‐ κριθέντα. | |
13 | ἤτοι ἐπὶ τὸν Ἰούδαν ἀναφέρεται τὸ «κατεκρίθη» αἰσθόμενον οἷον κακὸν | |
15 | ἦν ὑπὸ θεοῦ καταδικασθείς | |
22 | ἢ ὁ «μετὰ τὸ ψωμίον εἰσελθὼν εἰς αὐτὸν σατανᾶς», παρὼν αὐτῷ, ἕως Ἰησοῦς παρεδόθη Πιλάτῳ, «ἀπέστη | |
25 | ἀπ’ αὐτοῦ ἕως καιροῦ», | |
33 | ὡς χωρῆσαι τὴν μεταμέλειαν ... | 246 |
247(27) | φησὶ δὲ «ἥμαρτον παραδοὺς αἷμα ἀθῷον» οἰόμενός τι ἀνύσειν. διὸ ἀκούσας ὅτι «τί πρὸς ἡμᾶς; σὺ ὄψει» | |
30 | ῥίπτει τὸ ἀργύριον καὶ ἀπάγχεται μὴ | |
φέρων «τὴν περισσοτέραν λύπην». | 247 | |
248 | ... καὶ γέγονε πνικτι‐ κὸς καὶ ἀκάθαρτος ἀπομείναντος τῇ σαρκὶ τοῦ αἵματος. καὶ τάχα δευτέρῳ κακῷ «τῇ περισσοτέρᾳ λύπῃ» κατα‐ | |
5 | ποθεὶς τοῦτο ποιεῖ, οὐ ζητήσας ὀρθῶς «τόπον μετανοίας» ... | |
14 | ὅρα δὲ εἰ μεῖζόν | |
15 | τι περὶ τοῦ σωτῆρος ἐννοῶν ἐκεῖ | |
ἔρριψε τὰ ἀργύρια. | 248 | |
250(16) | ... ὁ δὲ Ἰησοῦς ἠρέμα ὑπαι‐ νιττόμενος τὸ ναὶ ὡς πάντων ἀνθρώ‐ πων βασιλεὺς ἔφη τὸ «σὺ λέγεις». | |
24 | ὡς ἐπὶ | |
25 | δημοσίῳ ἐγκλήματι παραδοθέντα αὐτὸν ἐρωτᾷ ὁ Πιλᾶτος λέγων «σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» ζητή‐ σεις εἰ μυκτηρίζων ἢ ἀμφιβάλλων | |
οὕτως ἐρωτᾷ. | 250 | |
251(5) | ... ἐπεὶ ὁ μὲν ἀρχιερεὺς διστα‐ 〈κ〉τικῶς ἠρώτησε λέγων· «εἰπὲ ἡμῖν, εἰ σὺ εἶ ὁ Χριστός», Πιλᾶτος δὲ ἀποφαντικῶς. | |
22 | ὅρα δὲ εἰ μὴ τὸ μὲν «σὺ εἶπας» τῷ ἀρχιερεῖ λεγόμενον τὸν δισταγμὸν αὐτοῦ λεληθότως ἐλέγχει, τὸ δὲ | |
25 | «σὺ λέγεις» τῷ Πιλάτῳ τὴν ἀπό‐ | |
φασιν αὐτοῦ κυροῖ ... | 251 | |
252(15) | διὰ τὸ ἀμετάτρεπτον αὐτῶν οὐδὲν αὐτοῖς ἀντιφθέγγεται, | |
21 | καλῶς δὲ οὐδὲ τῷ Πιλάτῳ ἀπεκρίθη, ὅτι ἀμφιβάλλει εἰ χρὴ αὐτὸν πρὸς τὰς ἀδίκους κατηγορίας ἀπολογεῖ‐ σθαι | |
29 | καὶ ὅτι διχογνώμων ἐστὶ περὶ αὐτόν. | 252 |
253(3) | δῆλον γὰρ ἦν ὅτι, εἰ ἀπελογήσατο καὶ παρέστησεν ἑαυτὸν οὐδενὶ ἔνοχον | |
5 | ἐγκλήματι, ἀπέλυσεν ἂν ὁ δικαστὴς αὐτὸν λαβὼν ὁδὸν τοῦ χρηστὰ περὶ αὐτοῦ ἀποφήνασθαι· ὅθεν καὶ ὁ ἡγεμὼν «ἐθαύμαζεν» αὐτόν, πῶς δυ‐ νάμενος εἰπεῖν πολλὰς ἀπολογίας | |
10 | ἐσιώπα ... | |
16 | οὐχ ἁπλῶς δὲ θαυμάζει, ἀλλὰ καὶ «λίαν»· τάχα μὲν διὰ τὸ ἄτρεπτον αὐτοῦ καὶ ἀτάραχον πρὸς θάνατον καὶ τὸ ἐν τούτοις γαληνὸν τοῦ | |
20 | προσώπου, τάχα δὲ ἐθαύμαζε καὶ τὴν ὑπὲρ ἄνθρωπον μακροθυμίαν. | |
28 | εἰκὸς | |
ἄρτι ὑποσπόνδων γενομένων Ῥω‐ | 253 | |
254 | μαίοις Ἰουδαίων τὸν (l. τὸ? Kl) κεχαρισμένον αὐτοῖς ἐν τῇ ἑορτῇ συγχωρεῖσθαι. | |
9 | καὶ Σαοὺλ δὲ συγχωρήσας τῷ | |
10 | λαῷ τὸν Ἰωνάθαν δηλοῖ πά‐ | |
τριον αὐτοῖς τὸ τοιοῦτο. | 254 | |
255(25) | παλαιοῖς δὲ πάνυ ἀντιγράφοις ἐντυ‐ χὼν εὗρον καὶ αὐτὸν τὸν Βαραββᾶν Ἰησοῦν λεγόμενον. οὕτως γοῦν εἶχεν ἡ τοῦ Πιλάτου πεῦσις ἐκεῖ· «τίνα θέλετε τῶν δύο ἀπολύσω ὑμῖν, | |
30 | Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν | |
λεγόμενον Χριστόν;» | 255 | |
257(6) | ὅτι γὰρ φθόνῳ παρεδόθη, καὶ Πιλάτῳ δῆλον ἦν. | |
9 | ἄλλως τε δὲ προνοίας | |
10 | ἔργον τὸ ὄναρ, | |
16 | οὐ λεγόμενον μὲν τί ἦν, δεικνύον δὲ ὅτι οὐχ ἵνα μὴ πάθῃ ὁ Ἰησοῦς ἐδείχθη, ἀλλ’ ἵνα σωθῇ ἡ γυνή. | |
21 | μακαρία δὲ ἀπέχουσα ἐν ὀνείροις τὸ | |
παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. | 257 | |
258(3) | εἰ δὲ σύμβολόν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομένης ἀπὸ τῶν | |
5 | ἐθνῶν ἐκκλησίας καὶ οὐκέτι οὔσης αὐτῷ ὑποχειρίου διὰ τὴν εἰς Χριστὸν πίστιν, ζητήσεις· ἀλλόφυλος γὰρ ἡ | |
γυνή. | 258 | |
259(16) | ὡς ἀφοσιούμενος τὸ πρᾶγμα τοῦτο ἐποίησεν ὁ Πιλᾶτος δίκαιον λέγων τὸν σωτῆρα. παρὰ δὲ τὰ νῦν ἔθη Ῥωμαίων ἐνίψατο | |
20 | τὰς χεῖρας, ἴσως Ἰουδαϊκὸν ἔθος | |
ποιῶν. | 259 | |
260(14) | εἰκὸς δὲ κατ’ | |
15 | ἀρχὰς τῆς Ῥωμαϊκῆς βασιλείας τὴν στρατιωτικὴν ἐπιστήμην οὔπω τὴν πρέπουσαν τάξιν ἔχειν, διὸ παρὰ τὰ 〈νῦν Kl〉 Ῥωμαίων ἔθη συνάγεται ἐπ’ αὐτὸν ἡ σπεῖρα | |
20 | καὶ ποιεῖ τὰ γεγραμμένα, | |
24 | διὰ τὸ ἀκοῦσαι αὐτὸν βασιλέα χλευ‐ | |
25 | αστικῶς ταῦτα ποιοῦντες. εἰ δὲ ἡ σπεῖρα σύμβολον τῆς στρατιᾶς τοῦ πονηροῦ καὶ εἰ ὑπὸ τῶν ἀοράτων βασιλειῶν ἐνηργοῦντο (☩ ταῦτα Koe) ἀγνοουσῶν τὴν οἰκο‐ | |
30 | νομίαν, ζητήσεις· | 260 |
261(4) | «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον | |
5 | τῆς δόξης ἐσταύρωσαν» φησὶν ὁ ἀπόστολος. | |
13 | μὴ νοοῦντες ἃ ἐποίουν. | |
21 | ὁ «στέφανος» δὲ ὁ «ἐξ ἀκανθῶν» αἱ ὑπὸ μεριμνῶν τοῦ βίου | |
συμφυεῖσαι ἁμαρτίαι, | 261 | |
262 | ἃς ἀναλίσκει τῇ ἑαυτοῦ κεφαλῇ ὡς θεός. | |
10 | ἣν λαβὼν ἀφ’ ἡμῶν ὁ Χριστὸς αὐτὸς μὲν οὐκ ἐβλάβη, ἐποί‐ ησε δὲ ἰσχυράν, πολὺ τῆς προτέρας στερροτέραν. ἀντέδωκε δὲ ἡμῖν σκῆπ‐ | |
τρον οὐρανῶν βασιλείας. | 262 | |
263(5) | κατὰ μὲν τοὺς τρεῖς Σίμων βαστάζων ἀναφέρεται τὸν Ἰησοῦ σταυρόν, κατὰ δὲ Ἰωάννην ἑαυτῷ βαστάζων ὁ Ἰησοῦς αὐτόν. | |
18 | εἰ δὲ γέγονε κατὰ τὸ ῥητὸν ἀμ‐ φότερα, ζητήσεις, καὶ τί πρότερον, | |
24 | πότερον τὸ τέλος τοῦ βαστάζειν τὸν | |
25 | σταυρὸν Ἰησοῦς ἔλαβεν ἢ Σίμων· εἰκὸς γὰρ μηδενὸς θελήσαντος βαστά‐ σαι τὸν σταυρὸν οὗτος ἔσωθεν πρῶ‐ τον ἐβάστασεν αὐτόν, ἐν δὲ τῇ ὁδῷ | |
ἐπέθηκαν αὐτὸν ἐπὶ Σίμωνα, | 263 | |
264(6) | οὐ συντυχικῶς μὲν ἀγγαρευθέντα, προ‐ ορισθέντα δὲ ὑπὸ θεοῦ διακονῆσαι τῷ σταυρῷ Ἰησοῦ, ἐν ᾧ «κόσμος | |
10 | ἐσταύρωται» τοῖς ἁγίοις «καὶ» οἱ ἅγιοι «κόσμῳ». | |
17 | ἐπεὶ δὲ Κυρήνη τῆς Πενταπόλεώς ἐστιν, τροπικῶς φασιν τὰς 〈εʹ Diehl〉 αἰσθήσεις βαστάζειν τὸν τῆς οἰκο‐ | |
20 | νομίας σταυρόν. | |
23 | καὶ ἐπεὶ Σίμων ἑρμηνεύεται ΥΠΑΚΟΗ, ὁ τῆς ὑπακοῆς ἐπώνυμος | |
25 | αἴρει αὐτόν. | 264 |
265(2) | περὶ τοῦ κρανίου τόπου ἦλθεν εἰς ἐμέ, ὅτι Ἑβραῖοι παραδιδόασι τὸ σῶμα | |
5 | τοῦ Ἀδὰμ ἐκεῖ τετάφθαι, ἵν’ ἐπεὶ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκομεν, ἀναστῇ μὲν ὁ Ἀδάμ, ἐν Χριστῷ | |
δὲ πάντες ζῳοποιηθῶμεν. | 265 | |
266(13) | τὸν γὰρ οἶνον μετὰ χολῆς ἔφη Ματθαῖος γευσάμενον μὴ θελῆσαι | |
15 | πιεῖν, μὴ γεύσασθαι δὲ τὴν ἀρχὴν | |
ἐσμυρνισμένον οἶνον Μᾶρκος. | 266 | |
270(20) | ὁ μὲν Ματθαῖος παρατρέχων εἶπεν ὅτι καὶ οἱ συσταυρωθέντες ὠνείδιζον αὐτόν· ἀκριβέστερον δὲ οὗτος—ὥσπερ καὶ | |
25 | ἐπηγγείλατο— ἐξηγούμενος ἕνα φησὶν εἶναι τὸν βλασφημήσαντα, τὸν δ’ ἕτερον ἐπι‐ | |
τιμᾶν αὐτῷ. | 270 | |
271(4) | εἰκὸς δὲ καὶ κατὰ μὲν τὴν ἀρχὴν | |
5 | ἀμφοτέρους ὠνειδικέναι, ὕστερον δὲ τὸν ἕτερον μεταβεβλη‐ κέναι ἐπὶ τὸ πιστεῦσαι αὐτῷ, ὑπο‐ μνησθέντα τε ὧν ἐποίει σημείων καὶ ἰδόντα ἀρχόμενον σκοτίζεσθαι τὸν | |
10 | ἀέρα. | |
18 | ὅρα δὲ εἰ ὁ σῳζόμενος λῃστὴς σύμ‐ βολόν ἐστιν τῶν μετὰ ἁμαρτίας εἰς | |
20 | Ἰησοῦν πιστευσάντων καὶ λεγόντων· «Χριστῷ συνεσταύρωμαι», συμμορ‐ φιζομένων τῷ θανάτῳ αὐτοῦ, οἳ καὶ τῆς ἐν παραδείσῳ καταξιοῦνται δια‐ τριβῆς διὰ τὸ εἰρηκέναι τὸν κύριον | |
25 | τὸ «σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ | |
παραδείσῳ». | 271 | |
272(8) | τότε γὰρ γίνονται ἐκλείψεις ὅτε πλησιάσωσιν ἀλλήλοις οἱ δύο | |
10 | οὗτοι φωστῆρες. γίνεται γὰρ ἔκλειψις ἡλίου, συνόδῳ ὑποδραμούσης αὐτὸν σελήνης, οὐ πανσελήνῳ ὅτε διά‐ | |
μετρός ἐστι τῇ σελήνῃ. | 272 | |
273(13) | καὶ Φλέγων δέ τις παρ’ Ἕλλησι φιλόσο‐ | |
15 | φος μέμνηται τούτου τοῦ σκότους | |
κτλ. | 273 | |
274(4) | Ματθαῖός | |
5 | τε καὶ Μᾶρκος οὔτε ἥλιον οὔτε ἔκλειψιν ὠνόμασαν, Λουκᾶς δὲ ... | |
20 | ὥσπερ ἡ περὶ τὴν Ἰουδαίαν γῆ καὶ | |
αἱ πέτραι καὶ τὰ μνημεῖα. | 274 | |
275 | πολλαχοῦ γὰρ ἡ γραφὴ πᾶσαν γῆν τὴν Ἰουδαίαν ὀνομάζει ... | |
26 | εἴτε σκοτεινῆς νεφέλης ἢ νεφῶν ὑπο‐ δραμουσῶν τὰς φθανούσας ἐπὶ τὴν | |
Ἰουδαίαν γῆν ἡλιακὰς ἀκτῖνας | 275 | |
276(5) | ἢ τοῦ ἐκεῖσε ἀέρος παχυνθέντος συμ‐ παθοῦντος καὶ αὐτοῦ τῷ γεγονότι ... ὅτε «τοῖς Αἰγυπτίοις πεπολέμηκε δι’ | |
αὐτούς». | 276 | |
277(3) | ... καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ | |
5 | ἄνθρωπος, | |
8 | καὶ εἰκὸς τὸν ἄνθρωπον τῇ ἕκτῃ ὥρᾳ ἐσφάλθαι, | |
10 | τάχα διὰ τοῦτο ὁ ὑπὲρ σωτηρίας ἀνθρώπων πάσχων ὥρᾳ ἕκτῃ ἐκρε‐ μάσθη (☩ τῆς ἕκτης ἡμέρας Πluc ἕκτῃ ἡμέρᾳ καὶ ἕκτῃ ὥρᾳ Theophyl.) | |
22 | εἰκὼν δὲ τὸ σκότος τοῦ σκοτίζεσθαι τοὺς ἐπιβαλόντας χεῖρα τῷ φωτί· | |
28 | ὡς γὰρ Αἰγυπτίοις σκότος | |
33 | καὶ τοῖς υἱοῖς | 277 |
278 | Ἰσραὴλ φῶς, | |
3 | οὕτω καὶ νῦν | |
7 | τῇ μὲν ἐκκλησίᾳ φῶς, τοῖς δὲ Ἰουδαίοις σκότος | |
14 | τριῶν ὡρῶν, φωτὸς πατρικοῦ, ἀπαυ‐ | |
15 | γάσματος Χριστοῦ, ἐλλάμψεως ἁγίου | |
πνεύματος. | 278 | |
283(5) | ἡ δὲ φωνή ἐστιν αὕτη· «πάτερ, εἰς χεῖράς σου παρα‐ | |
τίθημι τὸ πνεῦμά μου». | 283 | |
284(25) | ἀλλ’ ἕως μὲν οὔπω τῆς ἡμετέρας ὑπεραθλήσας ζωῆς τὸν τῆς σαρκὸς θάνατον ὑπέμεινεν ὁ Χριστός, ἥπλωτό πως ἔτι τὸ | |
καταπέτασμα. | 284 | |
287(8) | ἐπεὶ δὲ καὶ «πέτρα ὁ Χριστός», καὶ οἱ μιμηταὶ αὐτοῦ ἀπό‐ | |
10 | στολοι καὶ προφῆται πέτραι ὀνομάζονται ... | |
20 | «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος | |
ἀκρογωνιαίου Ἰησοῦ Χριστοῦ». | 287 | |
293(9) | καὶ | |
10 | νῦν δὲ ἡ καταλιποῦσα τὴν ΚΑΤΑ‐ ΚΥΛΙΣΤΙΚΗΝ καὶ ΑΣΤΑΤΟΝ Γαλι‐ λαίαν ψυχὴ καὶ ἑπομένη τῷ λόγῳ καὶ ποιοῦσα τὰ προσταττόμενα ὁρᾷ κατὰ ἀλήθειαν καὶ τὴν νεκρότητα | |
15 | τοῦ σώματος Ἰησοῦ καὶ τὸν τρόπον τοῦ μετ’ εὐχῆς αὐτὸν παραθέσθαι τὸ πνεῦμα τῷ πατρί ... | |
30 | πολλῶν δὲ οὐσῶν καὶ ἄλλων γυναικῶν κατ’ ἐξοχὴν αὗται ὠνομάσθησαν αἱ μᾶλλον θεωροῦσαι καὶ διακο‐ νοῦσαι καὶ κρεῖττον ἀκολουθοῦσαι· | |
35 | ἡ ἀπὸ τοῦ μεγαλυσμοῦ Μαρία | 293 |
294 | (Μάγδαλα γὰρ ΜΕΓΑΛΥΣΜΟΣ ἑρμηνεύεται) | |
7 | καὶ ἡ τῶν ἐπωνύμων τῶν πατριαρ‐ χῶν μήτηρ, τοῦ ΠΤΕΡΝΙΣΑΝΤΟΣ τὸν ἀδελφόν, καὶ ἐφ’ ᾧ γεννηθέντι | |
10 | λέγει ἡ μήτηρ «προσθέτω μοι ὁ θεὸς υἱὸν ἕτερον», | |
19 | καὶ ἡ τῶν ΥΙΩΝ ΤΗΣ ΒΡΟΝΤΗΣ | |
20 | μήτηρ ὀνομαζομένη (☩ παρὰ Μάρκῳ Β Matthaei) | |
29 | Σαλώμη ὅ ἐστιν ΕΙΡΗΝΗ (l. | |
30 | ΕΙΡΗΝΙΚΗ? Kl) | 294 |
295(8) | τέλος δὲ τῶν καταλιπόντων τὴν Γαλι‐ | |
10 | λαίαν τῶν ἐθνῶν καὶ ἀκολουθούν‐ των Ἰησοῦ τὸ μὴ μόνον ἀναβαίνειν | |
εἰς Ἱερουσαλήμ, ἀλλὰ καὶ σὺν αὐτῷ. | 295 |