TLG 2042 027 :: ORIGENES :: Homiliae in Ezechielem ORIGENES Theol., Origenes Adamantius Homiliae in Ezechielem Cf. et 2042 061–062 Citation: Page — (line) | ||
319(18) | Οὐ πάντες οἱ ἐν αἰχμαλωσίᾳ ‹ἀπαχθέντες εἰς Βαβυλῶνα› διὰ τοῦ Ναβουχοδονόσορ, δι’ | |
20 | ἁμαρτίας εἰς ‹Βαβυλῶνα› ἦλθον. Τὸ μὲν πλῆθος τοῦ λαοῦ δι’ ἁμαρ‐ τίας, οἱ δὲ ἐν αὐτοῖς δίκαιοι οὔ, οἷον Δανιήλ, Ἀνανίας, Ἀζαρίας, Μισαήλ, Ἰεζεκιὴλ οὗτος, Ζαχαρίας, Ἀγγαῖος καὶ οἱ ὅμοιοι. Ἀγαθὸς ὢν ὁ Θεὸς καὶ κολάζων τοὺς ἁμαρτωλοὺς καὶ εἰς αἰχμαλωσίαν παραδιδοὺς τοὺς μὴ δυναμένους εἶναι ἐν τῇ ἁγίᾳ γῇ διὰ τὰς ἁμαρτίας—ἀσυνύπαρκτα | |
---|---|---|
25 | γὰρ τἀναντία—, προφήτας ὁμοῦ πέμπει, μὴ τελέως ἀβοήθητοι γέ‐ | 319 |
320(27) | νωνται οἱ ἁμαρτωλοὶ αἰχμάλωτοι γενόμενοι. Τῇ γὰρ ὑποθέσει τῆς ἁμαρτίας τῶν ἁμαρτωλῶν ‹ἀπαχθέντων εἰς Βαβυλῶνα› καὶ δικαίων μὴ γενομένων παρ’ αὐτοῖς θεραπεία οὐδεμία τοῖς ἁμαρτωλοῖς ἐγίνετο. | |
30 | Ἀφάτου οὖν ἀγαθότητος τοῦτο. Οὐ γὰρ ἀκράτῳ ἐγκαταλείψει παρα‐ δίδωσι τοὺς ἁμαρτωλούς, ἀλλ’ ἐπισκέπτεται αὐτοὺς διὰ τῶν ἁγίων αὐτοῦ, περὶ ὧν εἶπεν, ὅτι ‹ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου τούτου, καὶ τὸ ἅλας τῆς γῆσ›, οὐ μόνον περὶ τῶν Ἀποστόλων, ἀλλὰ καὶ περὶ | |
τῶν ὁμοίων αὐτοῖς. | 320 | |
323(24) | ‹ὁ ἡνίοχος | |
25 | τῶν τεσσάρων τούτων ζώων› οὐχ ὅλος ἦν ‹πῦρ›, ἀλλ’ ‹ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω›, καὶ ‹ἀπὸ ὀσφύος καὶ ἕως ἄνω ἤλεκτρον›. Οὐ γὰρ μόνα κολαστήρια ἔχει ὁ λόγος, ἀλλ’ ἔχει καὶ δι’ ὧν ἀναπαύει, κολάζει δὲ διὰ τῶν κάτω δυνάμεων. Οὐ γὰρ εἶδε ‹πῦρ› περὶ τὴν κεφαλήν, οὐδὲ ‹ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ ἄνω› ‹ἡνίοχος πῦρ› ἦν, ἀλλὰ ‹ἀπὸ τῆς ὀσφύος | |
30 | ἐπὶ τὰ κάτω› ‹πῦρ› ἦν· ἵνα δηλώσῃ, ὅτι οἱ ἐν γεννήσει τυγχάνοντες | |
οὗτοι δέονται ‹πυρόσ›. ‹Ὀσφὺσ› γὰρ γεννήσεως σύμβολον. | 323 | |
327(20) | Ὁ Ἰεζεκιὴλ τύπον φέρει τοῦ Χριστοῦ κατὰ πολλὰ καὶ ἄρξῃ θεωρεῖν τοῦτο ἐν τοῖς προοιμίοις τῆς προφητείας. «Ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, τε‐ τάρτῳ μηνί, πεμπτῇ τοῦ μηνός, κἀγὼ» φησιν «ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ ποταμοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί». Ταῦτα | |
25 | καὶ περὶ τοῦ Χριστοῦ γέγραπται, ὅτε ἦν ἐν τῷ κόσμῳ τούτῳ, ἐν ‹τῇ αἰχμαλωσίᾳ› ταύτῃ ἐπὶ τοῦ Ἰορδάνου, ὅτι ‹Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα›, καὶ ὅτι ‹ἠνοίχθησαν αὐτῷ οἱ οὐρανοί›. Τὰ δὲ τριά‐ κοντα ἔτη τὰ ἐν τῇ προφητείᾳ κατὰ τὸ αἰσθητόν ἐστιν ὁ χρόνος τῆς ζωῆς τοῦ προφήτου, ‹τῆσ› δὲ ‹αἰχμαλωσίασ›, ἀφ’ οὗ κατῆλθον, | |
30 | πέμπτον ἔτος. Ἀλλὰ μὴν κατὰ τὴν προσηγορίαν καὶ σύμβολον ἔχει | 327 |
328(31) | τοῦ Χριστοῦ ὁ Ἰεζεκιήλ, ὃς ἑρμηνεύεται ‘κράτος Θεοῦ‘. Καὶ τό· «υἱὲ | |
ἀνθρώπου» λακὸν εἰς ἀναγωγὴν τοῦ χρηματίσαντος ‹υἱοῦ ἀνθρώπου›. | 328 | |
329(26) | Οἱονεί φησιν· ‹ἐγὼ› ὁ μηδὲν αἰχμαλωσίας ἔχων ‹ἐν μέσῳ αἰχμαλωσίας ἤμην› δι’ οἰκονομίαν. Οὕτω καὶ ὁ Χριστὸς οὐκ αἰχμαλωτισθεὶς ἦν ἐν τῷ τόπῳ τῶν αἰχμαλώτων, ἀλλὰ λυτρώσεως αὐτῶν χάριν, ὡς καὶ ὁ προ‐ | |
30 | φήτης οὐ δι’ ἁμαρτίας ‹ἦν ἐν μέσῳ τῆς αἰχμαλωσίασ›, ἀλλ’ ἰατρείας. | 329 |
336(29) | «Νεφέλη μεγάλη ἐν τῷ | |
30 | ἐξαίροντι πνεύματι». Ὅταν ὠφεληθῇς ἐκ ‹τοῦ ἐξαίροντος πνεύματοσ›, | |
ὃ ‹ἐξῆρεν› ἀπὸ σοῦ πᾶν φαῦλον τὸ ἐνυπάρχον τῇ ψυχῇ σοῦ, τότε | 336 | |
337(22) | ἀπολαύσεις τῆς ‹νεφέλησ› τῆς ἐνυπαρχούσης ἐν ‹τῷ ἐξαίροντι πνεύ‐ ματι›. Καὶ ἔστιν αὕτη ἡ ‹νεφέλη› συγγενὴς τῆς ἐν τῷ εὐαγγελίῳ ‹νεφέλησ›, ἀφ’ ἧς ‹ἦλθε φωνὴ λέγουσα›· «οὗτός ἐστιν ὁ υἱός μου ὁ | |
25 | ἀγαπητός». ‹Πνεῦμα› οὖν ‹ἐξαῖρον›, εἶτα ‹νεφέλη μεγάλη ἐν αὐτῷ›, εἶτά τι λαμπρὸν ‹φέγγος κύκλῳ αὐτοῦ›. ‹Ἦρταί› σου τὸ φαῦλον, δέδοταί σοι ‹νεφέλη›, ὥστε ‹βρέξαι ὑετὸν ἐπὶ τὸν ἀμπελῶνα›. «Πῦρ ἐξαστράπτον καὶ ἐν μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκ‐ τρου». Διχῶς ‹ἐξαίρει› τὰ φαῦλα ἀφ’ ἡμῶν ὁ Θεός, ‹πνεύματι› καὶ | |
30 | ‹πυρί›. Ἐὰν καλοὶ καὶ ἀγαθοὶ γενώμεθα καὶ λόγῳ παιδευώμεθα, ‹πνεύματι› τὰ φαῦλα ‹ἐξαίρεται› κατὰ τὸ γεγραμμένον· «εἰ δὲ πνεύ‐ ματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε». Εἰ δὲ ‹τὸ | |
πνεῦμα› οὐκ ‹ἐξῆρε› τὰ φαῦλα ἀπ’ ἐμοῦ, χρεία, οἶμαι, ‹τοῦ πυρόσ›. | 337 | |
340(20) | ἔστιν ἰδεῖν ἐν ἑκάστῳ ‹ζώῳ› τὴν ψυχήν, ἐν ἑκάστῳ δὲ ‹προσώπῳ› τὰς δυνάμεις αὐτῆς, τὸ λογι‐ στικὸν ἐν τῷ ‹ἀνθρώπῳ›, τὸ θυμικὸν ἐν τῷ ‹λέοντι›, τὸ ἐπιθυμητι‐ κὸν ἐν τῷ ‹μόσχῳ›, ἐν δὲ τῷ ‹ἀετῷ› τὴν βοηθοῦσαν δύναμιν. Ὅθεν οὔτε ‹ἐκ δεξιῶν› ταῦτα εἶπεν οὔτε ‹ἐξ ἀριστερῶν›, ἀλλὰ δηλονότι τῶν | |
25 | τριῶν ‹ἀνωτέρω›. Τοῦτο δέ ἐστιν, ὡς φαίνεται, τὸ πνεῦμα τοῦ ‹ἀν‐ θρώπου› τὸ ἐν αὐτῷ, τὸ βοηθοῦν τῇ ψυχῇ ... Οὕτως οὖν ἐλαύνεται πάντα ὑπὸ τοῦ λόγου τοῦ Θεοῦ ... ἐλαύνεται οὖν ἤτοι κυβερνᾶται | |
τὰ ὑπερουράνια, ‹τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια›. | 340 | |
354(30) | Ὅσοι πονοῦσι | |
περὶ τὰ τοῦ κόσμου πράγματα τοῖς αἰσθητοῖς προσηλωμένοι καὶ οὐδὲν | 354 | |
355(26) | μεριμνῶσι περὶ τῆς πνευματικῆς ζωῆς καὶ τῆς κατὰ τῶν νοητῶν θεωρίας, ἀλλὰ τὰ τοῦ βίου, οὗτοι ‹τὰ ἴδια διανοήματα τίθενται ἐπὶ τὴν καρδίαν αὐτῶν› καὶ οὐχὶ τοὺς λόγους τοῦ Θεοῦ. Καὶ οὐ χρὴ οὕτως, καὶ μάλιστα ‹πρεσβυτέρους τοῦ Ἰσραήλ›. Διόπερ οἱ τοιοῦτοι | |
30 | ‹τίθενται τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν πρὸ προσώπου αὐτῶν›. Καὶ γὰρ ἡμεῖς ἐσμεν αἴτιοι τῶν κολάσεων ἡμῶν, ὡς καὶ δηλοῖ ὁ λέγων· «πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν καὶ τῇ φλογὶ ᾗ ἐξε‐ | |
καύσατε». | 355 | |
378(25) | ‹Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ›, ἐντολὴν ἔχει ‹ὁ πρῶτος σιωπᾶν πάντωσ›. Οὐκ ἐξιστά‐ μενοι οἱ προφῆται προεφήτευον τῷ λαῷ, ἀλλ’ ἐν τῷ κατὰ φύσιν ἱστάμενοι καὶ ἑκόντες καὶ εἰδότες ὑπούργουν τῷ πρὸς αὐτοὺς γιγνο‐ μένῳ λόγῳ· ὅστις λόγος οὐ κατὰ βούλησιν ἀνθρώπου ἠνέχθη ποτέ, | |
30 | ἀλλ’ ἐκ Θεοῦ φέρεται εἰς ἀνθρώπους, οἵτινες ἄνθρωποι ἑκόντες ὑπουργοῦσιν αὐτῷ. Διὰ τοῦτο καὶ ὁ Βαλαὰμ παραγγέλλεται ‹λαλεῖν τὰ ὑποβαλλόμενα αὐτῷ›, ὡς αὐτεξουσίως ἔχων καὶ τοῦ μὴ ‹λαλῆσαι› | |
αὐτά. Καὶ τοῦτο δὲ αὐτὸ βεβαιοῖ Ἰωνᾶς. | 378 | |
390(16) | ‹Παροδεύει› ἡμῶν τὴν ψυ‐ χὴν ποικίλη δύναμις ἀντικειμένη καὶ ‹ζητεῖ› τόπον τοῦ εἰσελθεῖν καὶ ‹πορνεῦσαι› μετὰ τῆς ψυχῆς, οἱονεὶ ὡς ὁ δαίμων τοῦ θυμοῦ, ὁ δαί‐ μων τῆς κενοδοξίας, ὁ δαίμων τῆς λύπης καὶ ἁπαξαπλῶς ἑκάστου | |
20 | πάθους ἡ δύναμις ‹παροδεύει› διὰ τῆς ψυχῆς καὶ θέλει ‹πορνεῦσαι› μετ’ αὐτῆς, ἐπιπλακεῖσα τῇ προαιρέσει αὐτῆς. (Τοιοῦτόν τι ᾐνίξατο ὁ Νάθαν πρὸς τὸν Δαυὶδ καλῶν τὸν δαίμονα τῆς πορνείας ‹ὁδοι‐ πόρον›.) ... ‹Τὰ ἱμάτιά› ἐστιν ἐν τῷ | |
25 | μέρει τούτῳ αἱ ἱεραὶ γραφαὶ καὶ ὁ ἐν αὐταῖς νοῦς. Ἡ οὖν ἐκπεσοῦσα τῆς ἀληθείας ψυχὴ σχίζει τὰ δοθέντα αὐτῇ εἰς εὐσχημοσύνην ‹ἱμάτια›. Οἱονεὶ διελεῖται τὰς γραφὰς καὶ συῤῥάπτει ῥητῷ ῥητὸν οὐ μετὰ τῆς δεούσης πλοκῆς· καὶ συῤῥάψασα ποιεῖ ‹εἴδωλα› τὰ ἀσεβῆ νοήματα, ἐν οἷς λατρεύουσα ‹πορνεύει›. Τοιαύτη ἐστὶν ἡ ψυχὴ τοῦ αἱρετικοῦ. | |
30 | Αἱρετικὸς δέ ἐστιν οὐ μόνον ὁ κατὰ τὸ φρόνημα ἀπεσχισμένος τῆς | |
ἀληθείας, ἀλλὰ καὶ ὁ κατὰ πρᾶξιν. | 390 | |
396(25) | «Καὶ ᾠκοδόμησας ἑαυτῇ οἶκον πορνικόν». Ἐὰν ἴδῃς ψυχὴν ἐγκειμένην τοῖς βουλομένοις ἐρασταῖς, ὄψει ὅτι ‹πεποίηκεν οἴκημα πορνικὸν› καὶ ἐπιδέχεται πάν‐ τας τοὺς προαιρουμένους ‹πορνεύειν› μετ’ αὐτῆς, δηλονότι τὰς ἀκα‐ θάρτους δυνάμεις. Καὶ μετ’ ὀλίγα· Ἔχει ἡ ψυχὴ κάλλος ὑπὲρ τοὺς | |
30 | μοιχούς· ἐκεῖνοι γὰρ ἀπώλεσαν τὸ ἑαυτῶν κάλλος. Διὰ τοῦτο καὶ μοιχοί εἰσι καὶ ἐρῶνται φθεῖραι αὐτῆς τὸ κάλλος ... Ἐν τῇ σωμα‐ τικῇ πορνείᾳ σώματα ‹φθείρεται› καὶ ἐν τῇ πνευματικῇ πορνείᾳ ‹νοή‐ | |
ματα φθείρεται›. Καὶ τοῦτο δηλοῖ ὁ Ἀπόστολος. | 396 | |
426(21) | Κατὰ μὲν τὸ ῥη‐ τὸν ὁ πρῶτος ‹ἀετόσ› ἐστιν ὁ Ναβουχοδονόσορ, ὃς ‹εἰσῆλθεν εἰς τὸν Λίβανον›, τὴν ‹Ἱερουσαλήμ›, καὶ ‹ἔλαβεν ἐκ τῶν ἄκρων τῆς κέδρου› ‹τὸν βασιλέα τῆς Ἱερουσαλὴμ καὶ τοὺς ἄρχοντας αὐτῆσ› καὶ ‹ἤνεγκεν | |
25 | εἰς γῆν Χαλδαίων›, ‹εἰς τὴν Βαβυλῶνα›· ‹Ἐφύτευσε› γὰρ ἐν τῇ αἰχμα‐ λωσίᾳ λαβὼν τοὺς υἱοὺς Ἰσραὴλ σὺν ‹τοῦ βασιλικοῦ σπέρματοσ› καὶ τοῦ ἀρχοντικοῦ καὶ τὸ ἄλλο πλῆθος γέγονεν εἰς ‹ἄμπελον›, οὐχ οὕ‐ τως ἰσχυρὰν ὡς ὅτε ἦν μετὰ Θεοῦ. ‹Ὁ δεύτερος ἀε‐ | |
30 | τὸσ› ὁ ‹Φαραώ› ἐστι. Γέγονε ‹πόλεμος τοῦ Φαραὼ› πρὸς Ναβουχο‐ δονόσορ καὶ λαβόμενος ἀφορμὴν ὁ λαὸς ἠβουλήθη ἀφηνιάσαι ἀπὸ τοῦ ζυγοῦ τοῦ Ναβουχοδονόσορ, εἰς ὃν παρέδωκεν αὐτοὺς ὁ Θεὸς διὰ | |
τὰς ἁμαρτίας αὐτῶν, καὶ προσκλῖναι τῷ ζυγῷ τοῦ ‹Φαραὼ› οὐ κατὰ | 426 | |
427(29) | βούλησιν Θεοῦ καὶ οὐ μᾶλλον τῷ Θεῷ προσκλῖναι. Διὰ τοῦτο δει‐ | |
30 | νότερα πείσονται παρὰ τοῦ ‹Φαραὼ› τῶν παρὰ τοῦ Ναβουχοδονόσορ. Ταῦτα δὲ περὶ τοῦ λαοῦ τοῦ ὑπολειφθέντος καὶ τοῦ ληφθέντος ὑπὸ | |
τοῦ Ναβουχοδονόσορ κατὰ τὸ ῥητόν. | 427 | |
434(31) | Διὰ τὰς ἁμαρ‐ | |
τίας κυριεύεταί τις ὑπὸ τοῦ πονηροῦ ‹διδοὺσ› αὐτῷ ‹τόπον› ἐπιβῆναι | 434 | |
435(26) | ἐπ’ αὐτόν. Καὶ τοῦτο εἰδὼς ὁ Παῦλος ἔλεγε· «μὴ δότε τόπον τῷ | |
διαβόλῳ». | 435 | |
450(26) | Πολλὰς ‹πύλασ› διαγρά‐ | |
φει ‹ὁ υἱὸς τοῦ ἀνθρώπου Ἰεζεχιὴλ› καὶ περὶ ἑκάστης διηγήσατό τι· | 450 | |
451(24) | νῦν δὲ διηγεῖται ‹τοῖς ἔχουσιν ὦτα› περὶ ‹τῆς πύλης τῶν ἁγίων τῆς | |
25 | ἐξωτέρας τῆς κατὰ ἀνατολάσ›, περὶ ἧς γέγραπται ὅτι· «ἡ πύλη αὕτη κεκλεισμένη ἔσται». οὐ μόνον ‹ὅτι Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ διέρχεται διὰ τῆς πύλης, κέκλεισται›, ἀλλ’ ὅτι καὶ ‹ὁ ἡγούμενος ἐπικάθηται ἐν ἐκείνῃ τῇ πύλῃ τοῦ φαγεῖν ἄρ‐ | |
30 | τον ἐναντίον Κυρίου κατὰ τὴν ὁδὸν Αἰλὰμ›, ὅπερ ἑρμηνεύεται πρό‐ | |
θυρον πύλης. | 451 | |
452(26) | εἰ ‹ἡ γνῶσισ› ‹κλεῖδα› ἔχει, ὡς ὁ Κύριος λέγει τοῖς νομικοῖς, ... ἄρα ‹πύλη› ἐστὶ τοῖς μὲν ἀνθρώποις κεκλεισμένη ... ὁμοῖον δὲ τῆς ‹πύλησ› ταύτης ἔχει νοῦν καὶ τὸ γεγραμμένον ἐν τῷ Ἠσαίᾳ ‹βιβλίον ἐσφραγισμένον›. Τὸ αὐτὸ τοῦτο ‹βιβλίον› λευκο‐ | |
30 | τέρως εὑρήσεις καὶ ἐν τῇ Ἀποκαλύψει Ἰωάννου καὶ τὰ περὶ αὐτοῦ γεγραμμένα καὶ πῶς ‹ἤνοιξεν ὁ ἐκ φυλῆς Ἰούδα› τοῦτο καὶ μόνος. Μέχρις οὗ γὰρ ἦλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ‹ἐκέκλειστο› | |
ὁ νόμος, ὁ λόγος ὁ προφητικός. | 452 |