TLG 2042 026 :: ORIGENES :: Libri x in Canticum canticorum (fragmenta)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Libri x in Canticum canticorum (fragmenta)

Source: Baehrens, W.A. (ed.), Origenes Werke, vol. 8 [Die griechischen christlichen Schriftsteller 33] Leipzig: Teubner, 1925: 90–92, 96, 98, 101, 108–109, 111, 126, 128–132, 141–146, 154–155, 161–162, 165–166, 168–169, 174–175, 178–184, 191–194, 199–202, 220–221, 224, 226, 230–233, 235–237, 240–241.

Dup. partim 2042 076

Citation: Page — (line)

90

(29)

Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησίν, δι’ ἑαυτοῦ δὲ ὁμιλησάτω
30κατ’ αἴσθησιν πνευματικήν· (δι’ ἧς ὁ Ἰωάννης φησί· «καὶ αἱ χεῖρες
ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς». Ταῦτα δέ φησιν ὡς90

91

(30)

τῶν προφητῶν εἰπόντων ἀκούσασα· «ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου», καὶ ἀλλαχοῦ· «ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ
νύμφην, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί».)91

92

(31)

Ὁσάκις δέ τι ζητοῦντες θεῖον δόγμα καταλαμβάνομεν, ‹καταπεφιλῆσθαι ἀπὸ τοῦ στόματοσ› τοῦ νυμφίου νομίσωμεν· ἐν ὅσῳ δὲ ἀποροῦμεν, ὑπολάβωμεν εὐχόμενοι λέγειν τό· «φιλησάτω με ἀπὸ φιλημάτων
στόματος αὐτοῦ».92

96

(28)

Πολλῶν ὄντων οἴνων ἐν τῇ γραφῇ κρειττό‐ νων τε καὶ χειρόνων, νῦν τοῖς κρείττοσιν οἱ τοῦ νυμφίου ‹μαστοὶ›
30παρατίθενται· οὐ γὰρ ἂν τοῖς χείροσι συνεκρίθησαν. Ἡ τοίνυν νύμφη πολλοῖς καὶ διαφόροις οἴνοις εὐφρανθεῖσα καὶ ἔχουσα παρασκευὴν εἰς τὸ δέξασθαι τοὺς κρείττονας τούτων τοῦ νυμφίου μαστοὺς τοῦτό
φησι προτιμῶσα τούτους οἴνου τοῦ ‹ἐν νόμῳ τε καὶ προφήταισ›.96

98

(28)

Ὅρα δέ, ὡς ἐπὶ μὲν τῆς εὐαγγελι‐ κῆς πολιτείας ὀσμὴν ἔφη· ἐπὶ τῆς νομικῆς λατρείας αὐτὰ τέθεικε
30τὰ ἀρώματα, δηλῶν ἐκείνης τὸ ὑπερέχον καὶ πνευματικόν, ταύτης
δὲ τὸ πάχυ.98

101

(24)

Τάχα προφη‐
25τεύει τοῦ ὀνόματος τοῦ Χριστοῦ τὴν τὸν κόσμον πληρώσασαν δύνα‐ μιν κατὰ τὴν αὐτοῦ παρουσίαν, ὥστε γενέσθαι κατὰ τὸν Παῦλον «οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ἐκ ζωῆς εἰς ζωήν». Εἰ γὰρ πᾶσιν ἦν ‹εἰς ζωὴν›, εἶπεν ἂν ἡ νύμφη· διὰ τοῦτο πάντες ‹ἠγάπησάν σε›, ἀλλ’ οὐ μόνον ‹αἱ νεάνιδεσ› ‹ὁσημέραι ἀνανεούμεναι›, καὶ
30‹μὴ ἔχουσαι ῥυτίδα ἢ σπῖλον›. ‹Ἐξεκενώθη› δέ, ὡς μηκέτι σιωπᾶσθαι
κατακεκλεισμένον ἐν ἀπορρήτοις.101

108

(28)

«Εἰσήγαγέ με ὁ βασι‐ λεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ». Ἤγουν ‹ἄδυτον› τὴν ἀξιέραστον λέγει
30ψυχὴν ἢ ἐκκλησίαν ἢ τὸ ἡγεμονικὸν τοῦ Χριστοῦ, εἰς ὃ Παῦλος εἰσελ‐ θὼν ἔφη· «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα εἴδωμεν τὰ ὑπὸ τοῦ
Θεοῦ χαρισθέντα ἡμῖν». Τίνα δὲ ταῦτα; Ἃ ‹ὀφθαλμὸς οὐκ εἶδε καὶ108

109

(22)

οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ταῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν›. Ἐν γὰρ ‹τῷ ταμιείῳ› τοῦ νυμφίου ‹πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι›.
25Αὕτη μὲν γὰρ ὡς προλαβοῦσα τὰς νεάνιδας εἰσήχθη καὶ ‹παρέστη ὡς βασίλισσα ἐκ δεξιῶν τοῦ βασιλέως ἐν ἱματισμῷ διαχρύσῳ› κατὰ τὸν Δαυΐδ· περὶ δὲ τῶν νεανίδων· «ἀπενεχθήσονται τῷ βασιλεῖ παρ‐
θένοι ὀπίσω αὐτῆς» καὶ τὰ ἑξῆς.109

111

(26)

«Ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον». Ἤγουν, εἰ καὶ νῦν δι’ ἀσθένειαν ὑπὲρ τοὺς σοὺς ‹μαστοὺς ἀγαπῶμεν›, ὦ νυμφίε, ‹τὸν οἶνον›, ὅταν βελτιωθῶμεν, ‹ὑπὲρ› τοῦτον αὐτοὺς ‹ἀγαπήσομεν›. ‹Οἶνοσ› μὲν οὖν εὐφραίνων ‹νεάνιδασ›
30τὰ νομικά, ἡ δὲ τελειότης τοῦ νυμφίου ‹μαστοί›. Εἶτα εἰς ἀπολογίαν τοῦ μὴ ἤδη ἀγαπᾶν φησιν· «εὐθύτης ἠγάπησέ σε». Ἡμεῖς δὲ οὔπω τὰς
ἑαυτῶν πορείας εὐθείας ἐποιησάμεθα.111

126

(29)

‹Σκοτισθεῖσάν› με τῇ
30ἁμαρτίᾳ Χριστὸς ‹παρεῖδε› διὰ τὴν ἀπιστίαν, ὃν ‹ἥλιον δικαιοσύνησ›
ἀναγορεύουσιν αἱ γραφαί.126

128

(21)

Πρόσχες δὲ καὶ τούτοις εἰς τὸν τόπον, ὅτι ‹ὁ ἥλιοσ› λευκὸς καὶ λαμπρὸς ὢν δοκεῖ τὴν αἰτίαν ἔχειν τοῦ ‹μελανοῦν›, οὐ παρ’ ἑαυτὸν, ἀλλὰ παρὰ τόν, ὡς ἀποδεδώκαμεν, ‹μελανούμενον›. Οὕτω δὲ μήποτε καὶ ‹σκλη‐
25ρύνει Κύριος τὴν καρδίαν Φαραώ›, τῆς αἰτίας τούτου οὔσης περὶ αὐτὸν ‹κατοδυνῶντα τὴν τῶν Ἑβραίων ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοισ›, οὐχὶ τοῖς ἐν ὄρεσι καὶ βουνοῖς, ἀλλὰ ‹τοῖς ἐν τοῖς πεδίοισ›· ὑλικὸς γάρ τις ἀπὸ τῆς ἑαυτοῦ κα‐ κίας γεγενημένος καὶ κατὰ σάρκα κατὰ πάντα ζῶν, ‹πηλῷ› φίλος
30τυγχάνων βούλεται καὶ τοὺς Ἑβραίους πηλοποιεῖν τὸ ἡγεμονικὸν
ἔχων οὐ καθαρὸν ‹πηλοῦ›, ὅπερ ὡς πηλὸς ὑπὸ ἡλίου σκληρύνεται,128

129

(24)

οὕτως ὑπὸ τῶν αὐγῶν τοῦ Θεοῦ ἐπισκοπουσῶν τὸν Ἰσραὴλ ‹ἐσκλη‐
25ρύνθη›. Ὅτι δὲ τοιαῦτά ἐστιν ἐν τοῖς κατὰ τὸν τόπον καὶ οὐχ ἱστο‐ ρίαν ψιλὴν πρόκειται ἀναγράφειν τῷ θεράποντι, δῆλον ἔσται τῷ συνορῶντι ὅτι, ἡνίκα ‹κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ›, οὔτε ‹ἀπὸ τῆς πλινθείασ› οὔτε ‹ἀπὸ τοῦ πηλοῦ› οὔτε ‹ἀπὸ τῶν ἀχύρων κατεστένα‐ ξαν›, ἀλλ’ ‹ἀπὸ τῶν ἔργων›· «καὶ ἀνέβη αὐτῶν ἡ βοὴ πρὸς Θεόν»,
30οὐκ ‹ἀπὸ πηλοῦ›, ἀλλὰ πάλιν «ἀπὸ τῶν ἔργων». Διὸ καὶ «εἰσήκουσε ὁ Θεὸς τῶν στεναγμῶν αὐτῶν»· οὐκ ‹εἰσακούων στεναγμοῦ› τῶν οὐκ ‹ἀπὸ ἔργων βοώντων› πρὸς αὐτόν, ἀλλ’ ‹ἀπὸ πηλοῦ› καὶ τῶν γηίνων
πράξεων.129

130

(26)

«Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα». Ἤγουν οἱ διδάσκοντές με μαθηταὶ τοῦ Χριστοῦ, καθᾶραι με τῶν πρὸ τούτου βουλόμενοι πονηρῶν λογισμῶν καὶ τῶν
30συνεργούντων ταῦτα δαιμόνων, ‹ἐμαχέσαντο› τούτοις ‹ἐν ἐμοὶ τῆς
αὐτῆς μοι μητρὸς ὄντες υἱοί›· ‹τῆς ἐλευθέρασ› φημί· οἱ μὲν εἰς130

131

(27)

‹τὸ κατ’ ἐκλογὴν χάριτος λεῖμμα› ἀναλαμβανόμενοι, ἐγὼ δὲ ‹τὴν› κατὰ ‹τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην› λαβοῦσα καὶ ‹ἐξ ἐπαγγελίας ἀνα‐ γεννωμένη›. Οὐ πρότερον δὲ ταύτην ‹ἔθεντο φυλάκισσαν›, εἶτα ‹ἐμα‐
30χέσαντο›· ‹μαχεσάμενοι› δὲ πρῶτον ἐπιτήδειαν ἐποίησαν τοῦ τεθῆναι
‹ἐν ἀμπελῶσιν εἰς φυλακήν›. Μωυσῆς δὲ οὗτος καὶ οἱ προφῆται, ὧν131

132

(30)

ἕκαστος ‹ἀγρὸς ἦν πλήρης, ὃν εὐλόγησε Κύριοσ› καὶ ‹ἀμπελών›· ἐν οἷς τις γενόμενος καὶ τὴν προτέραν ἕξιν ἑαυτοῦ μὴ τηρῶν ὡς ‹ἐκ Σοδό‐
μων› ὑπάρχουσαν ‹ἀμπελῶνα› τῷ παρόντι κέχρηται λόγῳ.132

141

(28)

Τὸ πολυθρύλητον δὲ παρ’ Ἕλλησιν ἐπίφθεγμα προείληπται παραδοθὲν τῷ σοφῷ Σολομῶνι,
30τό· «γνῶθι σαυτόν». Καθ’ ἣν ἀπειλεῖται νῦν ἡ ψυχὴ παρὰ τοῦ
ἐράστου καὶ νυμφίου, εἰ μὴ τὸ δοθὲν αὐτῇ ‹κατ’ εἰκόνα Θεοῦ› φυ‐141

142

(26)

λάξει κάλλος, τὴν ἔνδοθεν ἐκβολὴν καὶ τὸ ἐν ἐσχάτοις τετάχθαι ‹τοὺς σκαιοὺς ἐρίφουσ› ‹ποιμαίνουσαν›. ‹Ποιμανεῖσ› δὲ αὐτοὺς ‹ἐπὶ τοῖς τῶν ποιμένων σκηνώμασι›, ποτὲ μὲν τοῦδε, ποτὲ δὲ ἐκείνου, οἷα δή τις ἀλῆτις, μέχρι παιδευθεῖσα τῇ πείρᾳ πρὸς τὴν σεαυτῆς ἐπι‐
30στρέψειας γνῶσιν. Ἁρμόσει δὲ καὶ πρὸς τὴν ἐκκλησίαν ὁ λόγος. Γι‐142

143

(27)

νώσκει δέ τις ἑαυτὸν εἰδώς, εἰ ἀγαθὴν ἢ φαύλην ἔχει διάθεσιν καὶ εἰ πολὺ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἀπολείπεται ἢ ‹τοῖς ἔμπροσθεν ἐπεκτείνεται τῶν ὄπισθεν ἐπιλανθανόμενοσ›· εἰ δὲ καὶ μήπω ἔλαβεν
30ἢ τετελείωται ἢ προσεγγίζει τοῖς ὁρίοις τοῦ κάλλους. Ἔργον δὲ καὶ143

144

(28)

τὸ ἐφιστάνειν ἑκάστῃ πράξει, ὅπως γεγένηνται λογισμῷ τε παντὶ καὶ
λόγῳ. ‹Γυναῖκασ› δὲ τὰς μὴ καθαρὰς μηδὲ ἀδιαφόρους ψυχὰς λέγει·144

145

(21)

ἀμελοῦσα δὲ τῆς ἰδίας γνώσεως γένοιτ’ ἂν ‹κλυδωνιζομένη καὶ περι‐ φερομένη παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώ‐ πων›· καὶ πανταχοῦ μᾶλλον ποιμαίνει τὰς ἰδίας ‹σκαιὰς ἐρίφουσ› ἢ παρὰ τῷ ‹καλῷ ποιμένι› λόγῳ. (Αὕτη δὲ προσηνὴς ὁ λόγος, εἰ καὶ
25μηδέπω, λοιπὸν ἤδη ‹ἐν γυναιξίν ἐστι καλὴ› συγκαταριθμουμένη τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ καὶ τῶν ἐν αὐτῇ μικρῶν οὖσα καλλίων· αἱ γὰρ οὕτω λεγόμεναι τῆς ἐκκλησίας ‹γυναῖκεσ› τῶν ἐθνικῶν ψυχῶν ἀσυγ‐ κρίτως ἀμείνους πορευομένων ὀπίσω τῶν ἐραστῶν τῶν ἀντικειμένων δυνάμεων ‹γυναικῶν› λεγομένων, ἀλλ’ οὐ παρθένων. Πῶς γὰρ οὐκ
30ἀμείνων ἡ πρὸς τὸν κτίστην τὸν ἑαυτῆς ἀναβλέψασα; Ὅμοιον δὲ τὸ145

146

(21)

«ἔξελθε» ‹τῷ παραδοθῆναι τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸσ› ἀφο‐ ρισθέντα τῆς ἐκκλησίας μετὰ τό, καθάπερ ἔλεγε πρὸς τὰς νεάνιδας,
‹εἰσαχθῆναι παρὰ τοῦ βασιλέως εἰς τὸ ταμιεῖον αὐτοῦ›.)146

154

(28)

Ἀλλὰ καὶ ‹μέλη› Χρι‐ στοῦ, τῆς ‹ἐκκλησίασ› νύμφης ὁ Παῦλός φησιν· ἧς οἱονεὶ πρόσωπον
30οἱ τῷ κάλλει τῶν λοιπῶν διαφέροντες, αἰσχρὸν οὐδὲν ἐννοοῦντες,154

155

(26)

τὴν δὲ τῆς σωφροσύνης αὐτῇ καρποφοροῦντες αἰδῶ. Οἱ πρότερον ἴσως οὐκ ὄντες καλοὶ τοσοῦτον μετέβαλον, ὡς εἴρησθαι τῇ νύμφῃ· «τί ὡραιώθησαν αἱ σιαγόνες σου·» ‹μὴ ἔχοντες σπῖλον ἢ ῥυτίδα›. Τάχα δὲ καὶ τῷ τὸν ἕνα μόνον γινώσκειν Θεόν· καὶ ‹ἡ τρυγὼν› γὰρ ἑνὶ μόνῳ
30συνέρχεται.155

161

(27)

Τότε δὲ οὐ πολὺς ἦν οὐδὲ κεχυμένος ὁ ἄργυρος, ὀλίγα δὲ ἦν ἐν ἀποῤῥήτῳ παρὰ προφητῶν
λεγόμενα καὶ τῶν πάλαι σοφῶν. Ἐπιδημήσαντος δὲ τὰ ἐν τοῖς ἀβά‐161

162

(23)

τοις τοῦ ναοῦ τεθεώρηται τῷ βλέποντι ‹τὸ καταπέτασμα› τὸ ἀλη‐ θινὸν ‹σχιζόμενον ἄνωθεν ἕως κάτω› ἐπὶ τῷ θεωρηθῆναι τὰ ἔνδον,
25ἐπὰν ὁ ‹ἀναπεσὼν κοιμηθεὶς ὡς λέων καὶ ὡς σκύμνος ἐγερθῇ›. —Καὶ μετὰ ταῦτα. Τότε γὰρ ‹οἱ σύμμορφοι γεγενημένοι τῆς ἀναστάσεως αὐτοῦ› παραλήψονται παρ’ αὐτοῦ ἀνθ’ ‹ὁμοιωμάτων› χρυσόν, πλη‐
θυνθήσονται τῷ χρυσίῳ καὶ τῷ ἀργυρίῳ.162

165

(31)

Τὴν γὰρ τοῦ νυμφίου,
φησίν, ‹ὀσμὴν ἡ ἐμὴ νάρδοσ›, ἐν ᾗ αὐτὸν ἤλειψα, ‹δέδωκε›. ‹Τῇ› γὰρ165

166

(28)

ἑαυτῆς ‹νάρδῳ τοὺς πόδας ἀλείψασα τοῦ Ἰησοῦ καὶ ταῖς θριξὶν ἀπο‐ μάξασα› μεταπεποιημένην ἐκ ‹τῆς ὀσμῆσ› τοῦ νυμφίου ταύτην ἀνέλα‐
30βεν· ἧς αἰσθανομένη φησὶν ἐπὶ ‹τὴν κεφαλὴν› ἐλθούσης· ‹ἡ ἐμὴ νάρδος ἔδωκέ μοι τὴν τοῦ νυμφίου ὀσμήν›. Διόπερ ὡς ἀπὸ τῶν χρωτῶν
Ἰησοῦ ‹τὴν οἰκίαν ὅλην ἐπλήρωσε› τῆς μαθητρίας ‹τὸ μύρον›.166

168

(24)

«Ἀπόδεσμος τῆς στακ‐
25τῆς ἀδελφιδοῦς μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται». Εἰποῦσα ‹τὴν νάρδον› τοῦ νυμφίου ‹δεδωκέναι μοι τὴν ὀσμὴν› νῦν φημι ‹τὸν ἀδελφιδόν μου› πνέειν ‹στακτῆσ›, οὐ διαχεομένης οὐδὲ ἔξω πνεούσης, ἀλλ’ ἀποδεδεμένης καὶ πυκνότερον τὴν εὐωδίαν διδούσης. Ἀδελφὸν δὲ τὸν πρῶτον ἐσχηκυῖα λαὸν ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἐπεί‐
30περ ἐξ αὐτοῦ ‹τὸ κατὰ σάρκα ἦν ὁ Χριστόσ›, ‹υἱὸν› κέκληκεν ‹ἀδελφοῦ›168

169

(25)

τὸν νυμφίον. Τοῦ δὲ Ἀκύλα ἐκδεδωκότος ‹πατράδελφον› λεκτέον πατέρα εἶναι τῆς ἐξ ἐθνῶν ἐκκλησίας τὸν πάλαι λαόν, ἐπεὶ ἐκ τοῦ παρ’ ἐκείνοις νόμου καὶ τῶν προφητῶν ἡ ἐν Θεῷ γένεσις καὶ ἡ ἐξ ἡμῶν εἰς εὐσέβειαν ὑπῆρξε προαγωγή. Τούτου τοίνυν οὕτως ἀπο‐ δεδομένου τῆς νύμφης ‹πατρὸς ἀδελφὸσ› ὁ σωτὴρ ὁμοίως ἐκείνοις
30‹ὑπὸ νόμον γενόμενοσ›.169

174

(27)

Νῦν ἔοικε πρό‐ τερον ἐνεωρακέναι τρανότερον τῷ τοῦ νυμφίου κάλλει ἡ νύμφη καὶ
διὰ τῶν ‹περιστερῶν› αὐτῆς ‹ὀφθαλμῶν› αἴσθεσθαι τῆς ἐν τῷ κάλλει174

175

(23)

τοῦ λόγου ὑπεροχῆς. Τάχα δὲ ‹κλίνην› κοινὴν ἑαυτῆς καὶ τοῦ νυμ‐ φίου τὸ σῶμα αἰνίττεται, ἐν ᾧ ἔτι οὖσα ἡ ψυχὴ ἀξιοῦται τῆς τοῦ
25λόγου κοινωνίας. Λέγει γοῦν Παῦλος· «τὰ σώματα ὑμῶν μέλη Χρι‐ στοῦ ἐστι». Διὰ γὰρ τοῦ ‹ὑμῶν› τῆς νύμφης εἶναι λέγει τὸ σῶμα, διὰ δὲ τοῦ ‹μέλη Χριστοῦ› τοῦ νυμφίου. ‹Σύσκιον› δέ φησι τὸν νυμ‐ φίον διὰ τὴν πυκνότητα τῶν ἐν τῷ λόγῳ καὶ τῇ σοφίᾳ θεωρημάτων. (Ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλής, οὐδὲν θαυμαστὸν θείας
30δυνάμεως ἡγουμένης καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος
πρᾶξιν ἀγαθὴν δηλοῦσθαι.)175

178

(23)

«Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων». ‹Ἄνθοσ› λέγει τὸ ὁδεῦον ἐπὶ τὸ γενέσθαι
25καρπός. Ἐν οὖν τῷ περιγείῳ τόπῳ ‹πεδίῳ› ῥηθέντι ‹ἄνθοσ› ἐστὶν ὁ νυμφίος λόγος, ὡς πρὸς τὰ μέλλοντα· ‹ὅταν γὰρ ἔλθῃ τὸ τέλειον›, μεταβαλεῖ τὸ ‹ἄνθοσ› εἰς τὸ γενέσθαι καρπός. Καὶ ἐπεὶ μὴ πλέον χωροῦσι, οὗ ὡς ‹ἄνθοσ› λέγει, οἱ ἐπὶ γῆς, διὰ τοῦτο γέγονεν ὁ νυμ‐ φίος ὡς ‹ἄνθος τοῦ πεδίου›. «Ἑαυτὸν» γὰρ «ἐκένωσε μορφὴν δούλου
30λαβὼν» πρὸς τὸ δυνηθῆναι ‹τὴν δόξαν› αὐτοῦ μετὰ ταῦτα ‹θεάσασθαι›178

179

(22)

ἡμᾶς. Μήποτε δὲ τοῖς μὲν εὐγενεστέροις καὶ ὁμαλέσι ‹πεδίοισ› ὀνο‐ μαζομένοις ‹ἄνθοσ› ἐστί, τοῖς δὲ τούτων κατωτέροις καὶ κοιλοτέροις ‹κρίνον›. Ταῦτα φήσας ὁ νυμφίος παραβάλλει ‹τὴν πλησίον› αὐτοῦ
25ἄλλαις ‹θυγατράσι›, ταῖς λοιπαῖς ψυχαῖς, αἵτινές εἰσιν ‹ἄκανθαι› ταύτῃ παραβαλλόμεναι. Τοιαῦται δὲ αἱ μὴ ‹πλησίον› τοῦ νυμφίου ψυχαί, ἡ δὲ ‹πλησίον› ‹κρίνον ἐν μέσῳ› διαλάμπον αὐτῶν). «Ὡς μῆλον ἐν τοῖς ξύ‐ λοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ὑπὸ τὴν
30σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ
λάρυγγί μου.» Ἔπρεπε τῇ νύμφῃ τοῦ κάλλους ὅλῃ τοῦ νυμφίου γε‐179

180

(27)

γενημένῃ περὶ ἑαυτῆς μὲν λέγειν οὐδέν, πρὸς οἷς δὲ ὁ νυμφίος ἔφη περὶ ἑαυτοῦ, ‹μήλῳ› παραβάλλειν αὐτόν, τοὺς παρ’ αὐτὸν δὲ ‹υἱοὺσ› ‹ξύλοις δρυμοῦ›· ὑπερβολῇ δὲ πόθου τὸ καὶ ‹σκιᾶσ› ἐπιθυμεῖν τῆς
30αὐτοῦ καὶ παραπέμψαι τῷ βάθει τὴν τούτου ποιότητα. Ἔοικε δὲ ταῦτα λέγειν πρὸς ‹τὰς νεάνιδασ› ὡς πρὸς ‹τοὺς ἑταίρουσ› ὁ νυμφίος τὰ πρῶτα. ‹Υἱοὺσ› δὲ ἢ ‹τοὺς ἑταίρουσ› λέγει, οὓς παραθέσει τοῦ
νυμφίου ‹ξύλοις ἀκάρποισ› παρείκασεν, ἢ τοὺς ἀλλοτρίους αὐτοῦ.180

181

(26)

‹Ὑπὸ σκιὰν› δὲ ‹αὐτοῦ
ἐπεθύμησέ› τε καθῖσαι ‹καὶ κεκάθικεν›. Λέγει καὶ Ἱερεμίας ἐν Θρήνοις·181

182

(26)

«πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, ᾧ εἴπομεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι». Πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτία ‹ἡ σκιὰ αὐτοῦ› γενέσθαι γενομένοις ἐλευθέροις ‹τῆς τοῦ νόμου σκιᾶσ› («σκιὰν γὰρ εἶχεν ὁ νό‐
30μος τῶν μελλόντων ἀγαθῶν»), μηκέτι οὖσιν ‹ὑπὸ νόμον, ἀλλ’ ὑπὸ
χάριν›; εἰ καὶ νῦν ἐσμεν ‹ὑπὸ σκιὰν› πολλῷ διαφέρουσαν· μετὰ τὸν182

183

(24)

παρόντα γὰρ βίον οὐκέτι ‹δι’ ἐσόπτρου› καὶ ‹ἐν αἰνίγματι›, ἀλλὰ ‹πρό‐
25σωπον πρὸς πρόσωπον› τὴν ἀλήθειαν ‹θεωρήσομεν›. Λέξει δὲ καὶ ἡ νύμφη· «ἕως οὗ διαυγήσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί». Ἔστι γὰρ ‹ὁ βίοσ› ἡμῶν ὡς ‹σκιὰ› καὶ ‹ἐν σκιᾷ θανάτου› οἱ ἐξ ἐθνῶν ‹ἐκαθ‐
έζοντο› καὶ οἱ ἀπιστοῦντες ἔτι ‹καθέζονται›.183

184

(26)

«Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου». Ταῦτα πρὸς τοὺς φίλους τοῦ νυμφίου φησί, τοὺς ἁγίους ἀγγέλους ἢ Ἀποστόλους τε καὶ προφήτας, μονονουχὶ λέγουσα· συγκε‐
ράσατέ με τῷ σώματι τοῦ Χριστοῦ.184

191

(25)

«Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ». Ὁ Σύμμαχος
οὕτως ἐκδέδωκεν· «ἐπανακλίνατέ με οἰνάνθῃ», τουτέστιν εὐώδεσι δέν‐191

192

(27)

δροις τοῖς καλὸν καρπὸν ποιοῦσιν ἀνθοῦντα, τῶν φαύλων λεγομένων δένδρων ἀκάρπων ἢ κακοκάρπων ὄντων. Τινὰ δὲ τῶν ἀντιγράφων ἔχει· «στηρίσατέ με ἐν ἀμύροις». Ὃ νοητέον ἢ πιστοὺς μέν, οὐ μὴν
30ὡς χρηματίζειν ‹μέλη› ‹τῆς μὴ ἐχούσης σπῖλον ἢ ῥυτίδα›, ἢ ἀλλοτρίους192

193

(28)

τῆς πίστεως Χριστοῦ. Τὸ δέ· «στοιβάσατέ με ἐν μήλοις» σαφη‐ νίζων ὁ Σύμμαχος· «περικυλίσατέ με μῆλα» εἶπε. Βούλεται γὰρ ἡ
30νύμφη ἐν πολλοῖς ‹περικυλιομένοισ› αὐτὴν ‹μήλοισ› ἀναπαύεσθαι,193

194

(26)

ἅτινα, οἶμαι, καρπός ἐστι ‹τοῦ μήλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ›, νυμφίου, ἵνα τῆς αὐτῶν μεταλάβῃ ποιότητος. «Τέτρωμαι γὰρ φίλ‐ τρῳ» φησὶ κατὰ Σύμμαχον, ἀπὸ ‹τοῦ ἐκλεκτοῦ βέλουσ› κατὰ τὸν
Ἠσαίαν.194

199

(26)

«Φωνὴ τοῦ ἀδελφιδοῦ μου». Τοῦτό τινες τοῖς προλαβοῦσιν ἀπέδωκαν, τὸ δὲ ἑβραϊκὸν ἐξ ἰδίας τάττει περικοπῆς. Καὶ δῆλόν ἐστιν, ὡς ἡ νύμφη διαλεγομένη ‹ταῖς θυγατράσιν Ἱερουσαλὴμ› αἰφνίδιον αἰσθάνεται ‹τῆσ› τοῦ νυμφίου ‹φω‐
30νῆσ› διαλεγομένου τισίν, ὡς εἰκός· ἧς αἰσθανομένης ‹ἐπὶ τῶν ὀρῶν› καὶ ‹τῶν βουνῶν› τῶν παρακειμένων τῷ τόπῳ τῆς νύμφης διάλλεται ὡς μηδὲν ἀπᾴδειν ‹νεβρῷ›. Εἶτα σπουδῇ τῇ περὶ τὴν νύμφην ἐγένετο
πλησίον τοῦ οἴκου καὶ παρέστησεν ‹ὄπισθεν› αὐτοῦ. Εἶτα ‹πηδήσασ›199

200

(24)

μέχρι τῶν τοῦ οἴκου φθάνει ‹θυρίδων›, ἐρωτικῶς ὥσπερ ἐθέλων εἰς
25αὐτὴν ‹παρακύψαι›. Ἐγγὺς δὲ τῆς οἰκίας, ἔνθα ἡ νύμφη, ‹δίκτυα› πολλὰ ἐπ’ ἐνέδρᾳ τῆς νύμφης καὶ τῶν περὶ αὐτὴν ἐκπεπέτασται, ἅπερ ‹διακόψασ› ὁ νυμφίος ὡς ἰσχυρότερος ‹διέκυψε δι’› αὐτῶν καὶ καλεῖ τὴν νύμφην ‹πλησίον ἐλθεῖν› παραθαῤῥύνων ἔργῳ ‹τῶν δικτύων› καταφρονεῖν ὡς ἤδη σχισθέντων καὶ τοῦ χαλεποῦ δι’ αὐτῶν ‹παρα‐
30δραμόντοσ› καιροῦ, ὃν ‹χειμῶνα› καλεῖ ἀνωφελῆ φέροντα καὶ σφοδρὸν ‹ὑετόν›. Προτρέπεται δὲ καὶ διὰ τῶν καλῶν τοῦ παρόντος καιροῦ ‹ἄνθη› λέγων ὡς ἐν ἔαρι καὶ θεραπείαν ‹ἀμπέλων›. ‹Τρυγόνοσ› τε
‹φωνὴν› καὶ ‹συκῆς ὀλύνθουσ› καὶ ‹κυπριζούσας ἀμπέλουσ› διαγράφει200

201

(19)

καὶ τὸν, ἔνθα συναναπαύσεται, τόπον, ἔνθα γενομένην ἐβούλετο αὐ‐
20τὴν ὅλῳ ‹προσώπῳ› τῷ νυμφίῳ φανῆναι καὶ ‹τῆς ἡδείασ› αὐτῇ ‹παρ‐ έχειν ἀκοῦσαι φωνῆσ›. Ἢ καὶ ‹ὄρη› τοὺς προφήτας φησὶν ἀρτίους τῷ φρονήματι, τῶν ἀληθινῶν θεωρητάς. Οἶμαι δὲ καὶ τοὺς Ἀποστόλους, ἐπεὶ κατὰ γενεὰν ἡ σοφία εἰς ψυχὰς
25μεταβαίνει. ‹Ὄρη› δέ, ἐπεὶ ἀνισχόντος ἡλίου πρῶτα καταλάμπονται, ‹βουνοὺσ› δὲ τοὺς ἔλαττον χωρήσαντας τὴν τοῦ πνεύματος ἐπιφά‐ νειαν. Λέγοις δ’ ἂν καὶ ‹ὄρη› τὰ ἐν νόμῳ νοήματα, ‹βουνοὺσ› δὲ τὸ τῶν λοιπῶν προφητῶν. Ἢ καὶ ὁ θεωρήσας τὸν ἐν καινῇ διαθήκῃ λόγον βλέπει τὸν ‹ἐπὶ τὰ ὄρη πηδῶντα›, ‹ἐπὶ› δὲ ‹τοὺς βουνοὺς διαλ‐
30λόμενον› τὸν ἐν τῷ παλαιῷ γράμματι. ‹Νεβρῷ› δὲ ‹ἐλάφων› ὁ νυμ‐
φίος ἀπείκασται, οὐ μόνον ὡς ἀναλίσκων τοὺς ὄφεις, ἀλλ’ ὅτι καὶ201

202

(31)

‹παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν› καὶ ὅτι ‹ἐταπείνωσεν ἑαυ‐
τόν›· ἦ γὰρ ἂν ‹ἔλαφοσ› ὑπῆρχε τελεία.202

220

(30)

«Ἀνάστα», φησίν, ἀπὸ
τῶν αἰσθητῶν πρὸς τὰ νοητά, ἵνα συνῇ μὲν δι’ ὧν αὐτὰ θεωρεῖς.220

221

(23)

«Ὁ γὰρ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν». Εἴποιμεν ἂν ‹ὑετὸν› γεγονέναι τὸν πρὸ τῆς ἐπιδημίας ‹καιρὸν τοῦ Θεοῦ ἐντειλαμένου ταῖς
25νεφέλαις ὕειν› τὸν νομικὸν καὶ προφητικὸν λόγον, πεπαῦσθαι δὲ τοῦτον, ἐπειδὴ ‹ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου›· ἔαρ δὲ καὶ θέρος μετὰ τὴν ἐπιδημίαν, ὅτε μηκέτι ‹ὑετῶν› χρεία, ὅτε ‹τὰ› διὰ Χριστὸν ‹ἄνθη ὤφθη ἐν τῇ γῇ›. Καὶ ἀπὸ τῆς ἐπιδημίας αὐτοῦ ‹ἡ συκῆ› οὐκ ἐκκόπτεται, ἄκαρπος ἐν τῷ προτέρῳ γενομένη καιρῷ·
30νυνὶ γὰρ ‹ὀλύνθους ἐξήνεγκε› καὶ ‹κυπρίζουσιν αἱ ἄμπελοι›. Διό φη‐
σιν ἓν τῶν κλημάτων· «Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ».221

224

(27)

«Τομῆς καιρὸς» ὁ τῆς τῶν περιττῶν ἀποθέσεως. «Φωνὴ τῆς τρυγόνος». Ἢ καὶ «τρυγόνος»
30λέγει ‹τῆς ἀποῤῥήτου καὶ ἀγνώστου σοφίασ›· φιλέρημον γὰρ τὸ ζῶον
Ἧς ‹ἡ φωνὴ ἀκούεται› τοῖς ἔτι γήινον σῶμα περικειμένοις.224

226

(27)

οὗτος (sc. καιρὸς) δέ ἐστιν ὁ τῆς αὐτοῦ παρουσίας, ἐν ᾧ δεῖ τὰ σωματικὰ τοῦ νόμου καὶ τῆς ἐν τοῖς προφήταις ἱστορίας περιπεφυκότα τοῖς πνευματικοῖς
30περιτέμνεσθαι καὶ μεῖναι τὰ κρείττονα. ‹Καιρὸσ› δὲ πάλιν καὶ τῆς
τῶν ἁμαρτημάτων ἐκκοπῆς καὶ ἀφέσεως ‹διὰ λουτροῦ παλιγγενεσίασ›.226

230

(26)

Βούλεται τὴν ψυχὴν ὑπερβῆναι τὰ αἰσθητά· ὡσεὶ πόλεως δὲ τεῖχος καὶ ‹προτείχισμα› τὸν
αἰσθητὸν κόσμον καλεῖ. Δεῖ οὖν τὴν τῷ λόγῳ κοινωνήσουσαν ψυχὴν230

231

(24)

‹ἐν σκέπῃ τῆς πέτρασ›, οὐ μόνον ἔξω τοῦ τείχους τῆς πόλεως, ἀλλὰ
25καὶ ‹τοῦ προτειχίσματοσ› γενέσθαι· ὡς πλησίον γενομένην ‹ἀνακεκα‐ λυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρίζεσθαι› πειθομένην
τῷ λέγοντι· «δεῖξόν μοι τὴν ὄψιν σου». Ἐπιθυμεῖ δὲ καὶ διαλεγο‐231

232

(31)

μένης ἀκοῦσαι ‹τὴν φωνήν›, ὡς ‹ἡδεῖαν› θαυμάζων. ‹Προτείχισμα› δέ232

233

(23)

ἐστιν, ὅπερ Ἠσαΐας ‹περίτειχοσ› ὀνομάζει λέγων· «θήσει τεῖχος καὶ περίτειχος». Βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν οὐ μόνον
25ἐν τῷ ‹τείχει› γενέσθαι—ὅπερ εἶναι τὸν περὶ τοῦ κόσμου λόγον νομίζω—, ἀλλὰ καὶ ‹ἐχόμενα τοῦ προτειχίσματοσ›, ὃς λόγος μέν ἐστι
τελευταῖος τῶν σωματικῶν, ἀρχὴ δὲ τῶν ἀσωμάτων.233

235

(25)

Ταῦτα τοῖς φίλοις ὁ νυμφίος ἤτοι ἀγγέλοις ἢ ἀνδράσιν ἁγίοις, ὅσοι τῆς ἐκκλησίας διδά‐ σκαλοι. Ὑπὲρ σωτηρίας δὲ ‹τῶν ἀμπελώνων› ἡ προτροπή, ἵνα τῶν πανούργων συλλαμβανομένων δυνάμεων, αἳ διαφθείρουσι τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ καρποῦ, δυνηθῶσιν ‹αἱ ἄμπελοι› προκόψαι
30ἀπὸ τοῦ ‹κυπρίζειν› μέχρι τῆς τοῦ καρποῦ τελειώσεως, ὑπὸ τοῦ Θεοῦ235

236

(32)

γεωργουμέναι, διὰ δὲ τὸ αὐτεξούσιον δυνάμεναι ἐνέγκαι καρπόν τε236

237

(27)

καὶ μή. Ἢ τάχα καὶ ἄνθρωποι ‹ἀλώπεκέσ› τινες, δι’ ἑτεροδόξου δρι‐
μύτητος ἐμποδίζοντες τοῖς ἀρξαμένοις τρέχειν καλῶς·237

240

(28)

οὓς ἔτι ‹μικροὺσ› ὄντας βούλεται ‹συλληφθῆναι›, πρὶν ἐπὶ πλέον ἀσεβείας προκόψωσιν. Μέγας γὰρ ‹ἀλώπηξ› γενόμενος ἐκείνοις μὲν ἀνάλωτος,
30ὑπὸ μόνου δὲ τοῦ νυμφίου θηρεύεται· ἀρχόμενοι γὰρ ἐνεργεῖν τὰ χεί‐240

241

(19)

ρονα καὶ τοῖς φίλοις εὐάλωτοι. Λέγοι δ’ ἂν καὶ ‹μικροὺς ἀμπελῶνασ›·
20οὐ δύνανται γὰρ κατὰ τῶν μεγάλων ‹ἀλώπεκεσ›.241