TLG 2042 024 :: ORIGENES :: Homiliae in Leviticum ORIGENES Theol., Origenes Adamantius Homiliae in Leviticum Citation: Page — (line) | ||
332(26) | μὴ νοήσαντες δὲ διαφορὰν | 332 |
333(18) | ἰουδαϊσμοῦ ὁρατοῦ καὶ ἰουδαϊσμοῦ νοητοῦ, τουτέστιν ‹ἰουδαϊσμοῦ φανε‐ ροῦ› καὶ ‹ἰουδαϊσμοῦ τοῦ ἐν τῷ κρυπτῷ›, οἱ ἀπὸ τῶν ἀθέων καὶ ἀσεβε‐ | |
20 | στάτων αἱρέσεων εὐθέως διέστησαν ἀπὸ τοῦ ἰουδαϊσμοῦ καὶ τοῦ Θεοῦ τοῦ δόντος ταύτας τὰς γραφὰς καὶ ἀνέπλασαν ἕτερον θεὸν παρὰ τὸν δεδωκότα Θεὸν ‹τὸν νόμον καὶ τοὺς προφήτασ›, παρὰ ‹τὸν ποιήσαντα οὐρανὸν καὶ γῆν›. τὸ δ’ οὐχ οὕτως ἔχει, ἀλλ’ ὁ δεδωκὼς τὸν νόμον δέδωκε καὶ τὸ εὐαγγέλιον· ὁ ποιήσας ‹τὰ βλεπόμενα› κατεσκεύασε | |
---|---|---|
25 | καὶ ‹τὰ μὴ βλεπόμενα›. καὶ συγγένειαν ἔχει ‹τὰ βλεπόμενα› καὶ ‹μὴ βλεπόμενα›, οὕτω δὲ ἔχει συγγένειαν, ὥστε «τὰ ἀόρατα τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶσθαι». συγγένειαν ἔχει | |
καὶ ‹τὰ βλεπόμενα› ‹τοῦ νόμου καὶ τῶν προφητῶν› πρὸς ‹τὰ μὴ βλε‐ | 333 | |
334(18) | πόμενα›, ἀλλὰ νοούμενα ‹τοῦ νόμου καὶ τῶν προφητῶν›. ἐπεὶ οὖν συνέστηκεν ἡ Γραφὴ καὶ αὐτὴ οἱονεὶ ἐκ σώματος μὲν τοῦ βλεπομένου, | |
20 | ψυχῆς δὲ τῆς ἐν αὐτῷ νοουμένης καὶ καταλαμβανομένης καὶ πνεύ‐ ματος τοῦ κατὰ ‹τὰ ὑποδείγματα καὶ σκιὰν τῶν ἐπουρανίων›· φέρε, ἐπικαλεσάμενοι τὸν ποιήσαντα τῇ Γραφῇ σῶμα καὶ ψυχὴν καὶ πνεῦμα, σῶμα μὲν τοῖς πρὸ ἡμῶν, ψυχὴν δὲ ἡμῖν, πνεῦμα δὲ τοῖς ‹ἐν τῷ μέλλοντι αἰῶνι κληρονομήσουσι ζωὴν αἰώνιον› καὶ μέλλουσιν ἥκειν | |
25 | ἐπὶ τὰ ἐπουράνια καὶ ἀληθινὰ τοῦ νόμου, ἐρευνήσωμεν οὐ τὸ γράμμα, ἀλλὰ τὴν ψυχὴν ἐπὶ τοῦ παρόντος· εἰ δὲ οἷοί τέ ἐσμεν, ἀναβησόμεθα καὶ ἐπὶ τὸ πνεῦμα κατὰ τὸν λόγον τὸν περὶ τῶν ἀναγνωσθεισῶν | |
θυσιῶν. | 334 | |
395(28) | Ἡλικίας γὰρ ἡ κλῆσις [sc. γυναικός) τῆς οὐκέτι παιδίου ὡς καὶ ἡ τοῦ ἀνδρός. κἂν τὴν ἐν τῷ σπείρειν μὴ ἔχῃ πρᾶξιν· | |
30 | Διὸ καὶ Παῦλός φησιν· «ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὑτοῦ γενό‐ μενον ἐκ γυναικός». Καὶ Ἀβραὰμ τῷ πεμφθέντι παιδὶ πρὸς τὸν Βα‐ | |
θουὴλ οὐκ εἶπε· «λήψῃ» παρθένον, ἀλλά· «γυναῖκα τῷ υἱῷ μου». | 395 | |
402(22) | Ὡς γὰρ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων μετὰ τὴν θεραπείαν ἡ οὐλὴ τοῦ παθόντος μέρους ἴχνος ἐστίν, οὕτως ἐπὶ ψυχῆς ἁμαρτούσης, κἂν θεραπευθῇ, λείπεταί τις οἷον οὐλὴ ὑπὸ Θεοῦ θεωρουμένη καὶ τῶν | |
25 | ταῦτα βλέπειν λαβόντων ἀπὸ Θεοῦ. Ὅθεν φιλοτιμητέον πᾶν ἴχνος ἀφανίσαι τοῦ τραύματος τελείαν αὐτῷ τὴν θεραπείαν προσάγοντας, περὶ ὧν τραυμάτων Ἡσαίας φησίν· «ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα». Ὅτι δὲ καὶ προσ‐ άγεται τισὶν οἱονεὶ μαλάγματα, οὐ φθάνοντα ἐπὶ τοὺς ἄγαν ἁμαρ‐ | |
30 | τωλούς, παρίστησι διὰ τοῦ· «οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους». Περὶ δὲ ‹συντριβῆσ› καὶ ‹ἀλγηρᾶς πληγῆσ› ψυχῆς καὶ ‹μετὰ πόνου θεραπευομένης ἐν παιδείᾳ στερεᾷ›, ἕως παντελῶς | |
ἰαθῇ καὶ συνουλώσῃ τὰ τραύματα, φησὶν Ἱερεμίας· «οὕτως εἶπε Κύ‐ | 402 | |
403(24) | ριος· ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου· οὐκ ἔστι κρίνων κρί‐ | |
25 | σιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης» καὶ τὰ ἑξῆς ἕως οὗ· «ἀπὸ πληγῆς ὀδυνηρᾶς ἀνάξω σε, λέγει Κύριος»· ἀνθ’ οὗ Ἀκύλας καὶ Σύμμαχος ἐξέδωκαν ὅτι «ἀνάξω συνούλωσίν σοι». Πάλιν δὲ ἑτέρωθι καὶ κατὰ τοὺς ἑβδομήκοντα φανερῶς Ἱερεμίας φησίν· «ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα, ἰατρεύσω αὐτοὺς καὶ φανερώσω αὐτοῖς εἰρήνην | |
30 | καὶ πίστιν· καὶ ἀποστρέψω τὴν ἀποικίαν Ἰούδα καὶ τὴν ἀποικίαν | |
Ἱερουσαλήμ». Οὐκοῦν μετὰ οὐλὴν ἢ οὐ τοσοῦτον μὲν ἔχουσαν τῶν | 403 | |
404(20) | προημαρτημένων ὡς εἶναι οὐλήν, σημασίαν δέ τινα, ἢ οὐδὲ σημασίαν τρανήν, ἀλλὰ τὴν καλουμένην ‹τηλαυγῆ› ‹γίνεταί› ποτε ‹ἐν τῷ δέρματι τοῦ χρωτὸς ἁφὴ λέπρασ›, ἐφ’ ᾗ νομοθετεῖται τὰ ἐπιφερόμενα. «Καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κε‐ φαλῆς ἕως ποδῶν». Τῶν παλαιῶν τις ‹χρῶτα ζῶντα› τὸν λό‐ | |
25 | γον ἐλάμβανεν. Οὗ μὴ παρόντος τῇ ψυχῇ, ὅτι ποτ’ οὖν ἐὰν γένη‐ ται, ἀνέγκλητος ὁ ἁμαρτών, ἀλόγου φέρων κατάστασιν· εἰ δὲ παρείη λόγος, ὑπεύθυνος. Τί οὖν τὸ ‹καθ’ ὅλου τοῦ σώματος γίνεσθαι τὴν ἁφήν›; μήποτε τροπικῶς φρενίτιδας ἢ μελαγχολίας | |
δηλοῖ; μὴ βοηθοῦντος γὰρ τότε λόγου μηδὲ παρούσης αἰσθή‐ | 404 | |
405(24) | σεως πᾶν τὸ πραχθὲν ἢ λεχθὲν οὐχ ἁμάρτημα, ἀλλ’ ὅτε πάρεστιν | |
25 | αἴσθησις. | |
27 | «καὶ σάρξ, ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος». Τρίτος νόμος οὗτος περὶ λέπρας, ‹ἐὰν ἕλκος ὑγιασθῇ καὶ ἐν τῷ τόπῳ οὐλὴ λευκὴ εὑρεθῇ›. ὡς γὰρ ἐν σώματι πολλὰ νοσημάτων αἴτια, οὕτω καὶ ἐν | |
30 | ψυχῇ· καὶ παυσαμένων τῶν τραυμάτων ‹οὐλὴ λευκὴ› καὶ λεπρώδης εὑρίσκεται ‹ἢ πυρρίζουσα› ὡς ‹ταπεινοτέραν› εἶναι τῆς λοιπῆς ψυχῆς τὴν τοιαύτην κατάστασιν. | |
«Κατάκαυμα πυρός». Μήποτε κατάκαυμά ἐστιν ἐν παντὶ τῷ | 405 | |
406(22) | δεξαμένῳ ‹βέλος τοῦ πονηροῦ πεπυρωμένον›; Ἐρᾷ γὰρ οὗτος σαρκός τε καὶ αἵματος, γυναικὸς ἢ παιδός. Τοιοῦτοι καὶ οἱ πρὸς δόξαν μαι‐ νόμενοι καὶ ἀργύριον· ψυχὴ γὰρ ἐμπαθὴς ἐπὶ τοιούτοις ἐκκάεται. Κἂν | |
25 | ἀπαλλαγεῖσα τούτων ὑγιασθῇ καὶ μὴ οὕτως ὁμαλίσῃ τὸν τόπον τοῦ πάθους ὡς πρὸ τοῦ πάθους ἐτύγχανεν, ἀλλ’ ᾖ κατὰ τοῦτο ‹ταπεινο‐ τέρα›, μιαρὰ τῷ νόμῳ δοκεῖ. «Ἐν τῇ κεφαλῇ ἢ ἐν τῷ πώγωνι». Ὅρα εἰ δύναται ‹λέπρα› μὲν λαμβάνεσθαι ‹κεφαλῆσ›, ὅτε ἀντὶ τοῦ ἔχειν ‹κεφαλὴν Χριστόν›, | |
30 | ἄλλον τινά τις λόγον ἐπιγράφηται κεφαλὴν λεπρὸν καὶ ἀκάθαρτον. Ἀλλὰ καὶ ἐὰν ἤδη τις ‹γενόμενος ἀνὴρ› καὶ δοκῶν ‹κατηργηκέναι τὰ τοῦ νηπίου› ἁμαρτάνῃ, μὴ ὡς ‹νήπιοσ›, ἀλλ’ ἁμαρτίαν ἀνδρός, τάχα ἔχει ‹λέπραν ἐπὶ τοῦ πώγωνοσ›. Καὶ γυνὴ δέ, ψυχὴ ἡ μὴ προετικὴ | |
μὲν λογικῶν σπερμάτων, δεκτικὴ δέ, ἔχοι ἄν ποτε ἐπὶ τοῦ προσώπου | 406 | |
407(25) | καὶ ‹τοῦ› ἐν αὐτῇ ‹πώγωνοσ› ὅπερ ἰδίως παρὰ τὰ πρότερα καὶ ‹θραῦσμα› | |
ὠνόμασεν ὁ νόμος. | 407 | |
409(19) | Τὰ δὲ ‹δύο ζῶντα ὀρνίθια› δοκεῖ τινα φέρειν ἀναλογίαν πρὸς τοὺς | |
20 | δύο τράγους ὧν ὁ εἷς ‹τοῦ ἀποπομπαίου›. Κἀκεῖ γὰρ ὁ εἷς θύεται καὶ ὁ εἷς πέμπεται ‹εἰς τὴν ἀποπομπὴν› αὐτοῦ. Καθαροὶ δὲ ἄμφω, καθὰ καὶ τὰ νῦν ὀρνίθια· οὐκ ἀκάθαρτος γὰρ τῇ φύσει, φασί, δεδη‐ μιούργηται οὐδὲ ὁ διὰ τὴν αὐτοῦ κακίαν γενόμενος ἀποπομπαῖος. Διὰ μὲν οὖν τὴν ἀπὸ τῆς ἁμαρτίας λέπραν ὀφείλει τι τῷ ἀποπομπαίῳ | |
25 | καθαριζόμενος, εἰ καὶ ἔφυγε τὴν ἀπὸ τῆς λέπρας ἀκαθαρσίαν· διὰ δὲ τὴν καθαρότητα προσφέρεται περὶ αὐτοῦ τῶν ὀρνιθίων τὸ ἕτερον. Πλὴν τὰ δύο ἔοικεν ἕτερα εἶναι τῷ γένει παρὰ τὰ προσφερόμενα εἰς τὸ θυσιαστήριον, ‹τρυγόνας ἢ περιστεράσ›. Ὁ νεωστὶ γὰρ καθαρισθεὶς οὔπω τοῦ θυσιαστηρίου γέγονεν ἄξιος, ἀλλ’ ὅπως ἄξιος γένηται, λαμ‐ | |
30 | βάνεται ταῦτα περὶ αὐτοῦ, ‹ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ›, μηδεμίας ὑπερθή‐ | |
σεως μετὰ τὴν ἡμέραν τοῦ καθαρισμοῦ γινομένης. Δεῖ δὲ καὶ ‹ξύλῳ› | 409 | |
410(21) | καθαρισθῆναι ‹κεδρίνῳ›, ὅπερ σύμβολον τοῦ σωτηριώδους ξύλου, ἐν ᾧ ‹ἐθριάμβευσεν ἀπεκδύσασ› ἡμᾶς ὁ Σωτὴρ ‹τὰς ἀρχὰς καὶ τὰς ἐξουσίασ›. Τοῦ δὲ τι‐ | |
25 | μίου αἵματος διὰ τὸ χρῶμα τὸ ‹κόκκινον› σύμβολον. Τοιοῦτον καὶ τὸ ‹δεθὲν› ἐν τῇ γενέσει τοῦ Φαρὲς καὶ τὸ δειχθὲν ἀπὸ Ῥαὰβ τῆς πόρνης τοῖς κατασκόποις ‹σημεῖον›. Σμηκτικὸς δὲ ‹ὁ ὕσσωποσ›. Οὐκ αὐτὸς δὲ ὁ ἱερεὺς σφάζει τὸ ὀρνίθιον· οὔπω γὰρ ἄξιος ἱερέως ‹ἐν ἡμέρᾳ τοῦ καθαρίζεσθαι›· ὅθεν οὐδὲ τὸ αἷμα τῷ θυσιαστηρίῳ | |
30 | προσφέρεται· δέχεται δὲ τοῦτο ‹ἀγγεῖον ὀστράκινον ὕδατος ζῶντοσ› | 410 |
411(24) | προεμβληθέντος, ἵνα γένηται ὁ καθαρισμὸς ‹ὕδατι καὶ αἵματι›, ἅπερ | |
25 | ‹ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶσ› τοῦ Σωτῆρος κατὰ τὸν Ἰωάννην, ὃς καί φησιν ἐν τῇ ἐπιστολῇ τὰ καθαρίζοντα εἶναι ‹πνεῦμα καὶ ὕδωρ καὶ αἷμα›· καὶ ἐνταῦθα δὲ ‹αἷμα καὶ ὕδωρ καὶ› τοῦ σφαγέντος ὀρνιθίου ‹τὸ πνεῦμα›, δι’ ὧν καθαίρεται πρὸς τῇ ἀπὸ τῆς λέπρας καθαρότητι. Ἄνω γὰρ εἶπεν· «ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ», νυνὶ δέ· «καὶ κα‐ | |
30 | θαρὸς ἔσται». Καὶ καθαρθεὶς γὰρ τῆς λέπρας ὅμως ὑπὲρ τοῦ μολυσμοῦ τοῦ φθάσαντος χρόνου δεῖται τοῦ παρόντος καθαρισμοῦ, μᾶλλον δὲ καὶ | |
ἄλλων τριῶν. Εἷς γὰρ καθαρισμὸς τό· «ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ» καὶ τρεῖς | 411 | |
412(22) | μεταξὺ τῷ· «καὶ καθαρὸς ἔσται» τρίτον λεγομένῳ δηλούμενοι· καὶ πέμπ‐ τος καὶ τελευταῖος διὰ τοῦ· «καὶ καθαρισθήσεται». Εἰσὶ γὰρ οἷον καὶ καθαρισμῶν προκοπαὶ πρὶν εἰς τὴν τελείαν ἐλθεῖν καθαρότητα. Μετὰ | |
25 | γοῦν τὴν ἀποστολὴν τοῦ ὀρνιθίου πρῶτον ‹τὰ ἱμάτια πλύνεται ὁ καθαρισθείσ›, εἶτα ‹πᾶσαν τρίχα ξυρᾶται› καὶ ἐπὶ τούτοις ‹λούεται ὕδατι›, μεθ’ ὃ ἐπιφέρεται τό· «καὶ καθαρὸς ἔσται», ὡς ἐκτὸς τούτων οὐκ ἂν ἀρκέσαντος τοῦ ῥηθέντος ἐπὶ τοῦ ῥαντισμοῦ· «καὶ καθαρὸς ἔσται». Καὶ μετὰ τὸν ῥαντισμὸν γὰρ ῥυπαρὰ εἶχε τὰ ἱμάτια. Ἅπερ | |
30 | εἴη ἂν πολιτεία μὴ πάντῃ κακῶς ὑφασμένη, ἐπεὶ κἂν ἀπέθετο ταῦτα. | |
‹Τρίχεσ› δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ ψυχῇ, αἷς ἐναντίαι αἱ τοῦ | 412 | |
413(23) | Σαμουὴλ καὶ τῶν Ναζιραίων καὶ αἱ τῶν μαθητῶν ‹ἠριθμημέναι›. Τῶν γὰρ Ναζιραίων ‹σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀναβαίνει›. «Πάντα, ὅσα | |
25 | ἂν ποιῶσιν, εὐοδούμενα πραττόντων ὡς μήτε φύλλον αὐτῶν καρ‐ ποφορούντων ἀπορρεῖν». Ἤδη δὲ καὶ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μολυσμὸν ἀποτίθεται. Μετὰ δὲ τὸ τρίτον ‹καθαρὸν› γενέσθαι τῆς μὲν παρεμβολῆς ἄξιος γίνεται· εἰς δὲ τὸν ἴδιον οἶκον οὐκ εἰσεῖσιν ἕως ‹ἡμερῶν ἑπτὰ› καὶ τοῦ πάλιν ξυρηθῆναι. Ὡς μὴ ἀρκούσης τῆς | |
30 | δευτέρας ξυρήσεως ἁπλούστερον εἰρημένης τῆς δευτέρας κατ’ ἐξαίρε‐ | |
τον ἐχούσης—κεφαλὴν καθαιρομένου διὰ τὰ τῶν δογμάτων κεφα‐ | 413 | |
414(25) | λαιωδέστερα καὶ ‹πώγωνα› μετ’ αὐτὴν ἀποτιθεμένου τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα, διὰ δὲ ‹τῶν ὀφρύων› ἅπασαν οἴησιν—οὕτω καὶ ‹πλύνει τὰ ἱμάτια› δεύτερον καὶ δεύτερον ‹λούεται› καὶ οὕτω ‹καθαρὸσ› τέ‐ ταρτον ἤδη γίνεται. ‹Τῇ δὲ ὀγδόῃ› τῆς ἐν τῇ παρεμβολῇ διαγωγῆς ‹ἡμέρᾳ› οὐκέτι λήψονται ἕτεροι αὐτῷ, ἀλλ’ αὐτὸς ‹ἑαυτῷ ἀφήσει ζῷα | |
30 | καὶ ἔλαιον καὶ σὺν ἐλαίῳ σεμίδαλιν› ὡς ἂν ἐν τῇ καθάρσει τελειωθῇ· | 414 |
415(23) | Καὶ τῆς ‹ἐν τόπῳ ἁγίῳ› θυσίας ἄξιος γίνεται ὁ ἐπὶ τὸν πέμπτον φθάσας καθαρισμὸν καὶ τὸ θῦμα αὐτοῦ ‹ἅγια ἁγίων› ἐστίν. Ὁ μὲν | |
25 | οὖν ‹περὶ πλημμελείας ἀμνὸσ› ἀνδραγάθημα καθαιρετικὸν ἡμαρτημέ‐ νων· ὁ δὲ ‹ὁλοκαρπούμενοσ› ἤδη καρπὸς ἄξιος ὢν καὶ δι’ ὅλων ἀνα‐ τεθῆναι τῷ Θεῷ τροφὴ τῷ πυρὶ ‹τοῦ θυσιαστηρίου› γινόμενος. Μεθ’ οὓς ‹τὸ πρόβατον›· οἱ παραμείναντες τῇ ψυχῇ τοῦ καθαριζομένου καρποὶ ἐπ’ αὐτὸν ἀναφερόμενοι τὸν καθαριζόμενον. Εἰς δὲ τὰς τρεῖς | |
30 | θυσίας τὰ ‹τρία δέκατα› διαιρεῖται ‹τῆς σεμιδάλεωσ›· ἐπὶ τῷ πέμπτῳ | |
καθαρισμῷ οὐκ ἄλευρον δέ φησιν, ἀλλὰ ‹σεμίδαλιν›, ὕλην ἄρτου κα‐ | 415 | |
416(26) | θαροῦ· ‹ἐν ἐλαίῳ δὲ πεφύραται›· φωτὸς δὲ τοῦτο τροφή, οὐχ ἁπλῶς πυρός. Δι’ ἑτέρου δὲ ‹κοτύλης ἐλαίου› πάλιν καθαρίζεται ὁ δεόμενος ἱερέως τοῦ ‹στήσοντος αὐτὸν› οὐ μόνον ἔσω τῆς παρεμβολῆς ἀλλὰ καὶ | |
‹παρ’ αὐτὴν τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου›. | 416 |