TLG 2042 022 :: ORIGENES :: Homiliae in Genesim (in catenis)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Homiliae in Genesim (in catenis)

Source: Baehrens, W.A. (ed.), Origenes Werke, vol. 6 [Die griechischen christlichen Schriftsteller 29] Leipzig: Teubner, 1920: 23–30.

Cf. et 2042 047–048, 066

Citation: Page — (line)

23

(17)

ζητεῖται δὲ ποταπὸν δεῖ νοῆσαι τὸ σχῆμα τῆς κιβω‐ τοῦ· ὅπερ νομίζω, φησίν, ὅτι πυραμοειδές ἐστιν, ἀρχόμενον ἀπὸ μήκους τʹ πήχεων, ἀπὸ δὲ πλάτους νʹ καὶ ἐπὶ λʹ τοῦ ὕψους πήχεις ἐπι‐
20συναγόμενον, ὥστε τὴν κορυφὴν γενέσθαι μήκους καὶ πλάτους πῆχυν. Ἔστω δὲ τὰ μὲν κάτω αὐτῆς, ἅπερ ὠνόμασται κατάγαια, ὀροφῶν βʹ, τὰ δὲ ὑπὲρ τὰς δύο ὀροφὰς ἐπὶ τὸ ἀνωτέρω ὀροφῶν γʹ. Τοῦτο δὲ καὶ ὁ Σύμμαχος σαφῶς ἐξέθετο εἰπών· «κατὰ τὰ δίστεγα καὶ τρίστεγα ποιήσεις αὐτήν». Νοείσθω δὲ καθ’ ἑκάστην ὀροφὴν ἀπο〈δια〉λαμβα‐
25νόμενα χωρία ὑπὲρ τοῦ χωρίζεσθαι τὰ ἀνομοιογενῆ ζῷα ἅπερ καλεῖ νοσσιάς, ὁ δὲ Σύμμαχος καλιάς. Τετράγωνα δὲ ἔστω τὰ ξύλα· πρῶτον μὲν ἵνα μὴ πολὺς χρόνος καταναλίσκηται εἰς διαίρεσιν αὐτῶν· ἔπειτα,
ὅπερ καὶ ἀληθέστερόν ἐστιν, ἵν’ ἐξ ὁλοκλήρων ξύλων γινομένη ἀσφα‐23

24

(16)

λεστέρα τυγχάνῃ· ἤμελλε γὰρ καὶ ὄρεσι προσπελάζειν καὶ ζάλην οὐ μικρὰν ὑφίστασθαι, πρὸς ἅπερ οὐκ ἀντεῖχεν εἰ μὴ ἐξ ὁλοκλήρων κατε‐ σκεύαστο ξύλων. Αἱ δὲ νοσσιαὶ καὶ διεχώριζον τὰ ζῷα καὶ σύνδεσιν εἰργάζοντο τῷ κατασκευάσματι. Ὑπὲρ δὲ τοῦ μὴ ἔχειν παρείσδυσιν
20τὸ ὕδωρ ἀσφάλτῳ περιαληλίφθω ἔξωθέν τε καὶ ἔσωθεν· Εὖ δὲ καὶ τὸ εἶναι τὸ μῆκος τοῦ πλάτους μεῖζον· οὕτω γὰρ εὐκίνητον ἦν· τοι‐ αῦτα γὰρ τὰ σκάφη τῆς ἀναλογίας φυλαττομένης τῷ σχήματι. Ἅμα δὲ καὶ πρὸς τοσοῦτον ὕδωρ ἐτύγχανεν ἀσφαλὲς οὔτε περιτραπῆναι διὰ τὸ σχῆμα δυνάμενον ἐξ ἀνέμων ἢ τῶν κυμάτων οὔτε κλινόμενον ἢ πλα‐
25γιαζόμενον· τρόπον δὲ οἰκίας τεθεμελιωμένης ἑστώσης ἐν ὕδατι τῆς κι‐ βωτοῦ. Καὶ οὐκ ἄν τις ἀσφαλέστερον ἐπινοήσειε σχῆμα πρὸς τοσαύ‐ την φοράν τε καὶ βίαν. Εἰ δὲ ὅτι τετράγωνος κάτωθεν γέγονέ τις λέγοι, καὶ τοῦτο οὐκ ἀπεικότως· ἐπείπερ οὐκ εἰς τὸ πλεῖν προηγου‐ μένως, ἀλλ’ εἰς τὸ φυλάττειν ἐγένετο· ἄλλως τε καὶ κατεποντοῦτο
30ταχέως, εἰ μὴ τετράγωνον ἦν. Παραδέδοται δὲ οὐκ ἀπιθάνως ἥ τε χρεία τῶν δύο καταγαίων ὀροφῶν κεχωρισμένων παρὰ τὰς ἀνωτέρω καὶ τῶν τριῶν ἰδίᾳ ὠνομασμένων· ἐπεὶ γὰρ ἐνιαυτὸν πεποίηκε πάντα
τὰ ζῷα ἐν τῇ κιβωτῷ, πάντως ἔδει πρόνοιαν γενέσθαι τῆς τε ἐπιτη‐24

25

(17)

δείου πᾶσι τροφῆς αὐτάρκους πρὸς ἐνιαυτὸν καὶ τῆς τῶν ἐκκρινομέ‐ νων σκυβάλων χώρας δυναμένης μὴ ἐνοχλεῖν τοῖς ζῴοις καὶ μάλιστα τοῖς ἀνθρώποις. Φασὶ τοίνυν ὅτι ἡ μὲν κατωτέρω καὶ πρὸς τῷ
20πυθμένι τοῦ διωρόφου στέγη εἰς σκύβαλα ἀπετέτακτο· ἡ δὲ ταύτης ἀνωτέρω εἰς τὴν συναγωγὴν τῆς τροφῆς τῶν ζῴων, 〈ὥστε εὐπορεῖν τὰ μὲν σαρκοβόρα σαρκῶν, τὰ δὲ ἕτερα ζῷα παρὰ τὰ εἰς διατήρησιν εἰσαχθέντα τροφῆς ἕνεκεν εἰσαχθῆναι εἰς τὴν κιβωτόν· τὰ δὲ μὴ τοι‐ αῦτα τῆς ἐπιτηδείου ἕκαστον εὐπορῆσαι τροφῆς. Ταῦτα μὲν εἰς τὸν
25περὶ τῶν καταγαίων διωρόφων λόγον〉. Τὸ δὲ μετὰ ταῦτα τριώροφον τοῖς ζῴοις ἀπετέτακτο κατὰ τὰς ὀνομασθείσας νοσσιάς. Καὶ εἰκός, ὅτι τῷ μὲν τῶν ὄφεων γένει καὶ θηρίων ἡ τοῦ κατωτάτου τριωρό‐ φου χώρα ἀπενεμήθη, τοῖς δὲ κτήνεσι καὶ τοῖς λοιποῖς τῶν τιθασω‐ τέρων ἢ ἡμερωτέρων τάξει καὶ λόγῳ τὰ ἀνωτέρω. Ἐχρῆν δὲ τὸν
30ἄνθρωπον ὥσπερ τῇ φύσει ἄρχοντα τῶν ἀλόγων, 〈ὧν ἐπιβέβηκεν
αὐτόσ〉, οὕτω καὶ χώρᾳ τῇ ἀνωτάτω τυγχάνειν περὶ τὴν τρίτην στέ‐25

26

(19)

γην 〈ὑποχείρια ἔχοντα τὰ λοιπὰ τῶν ζῴων〉. Πιθανὸν δὲ τὴν πλαγίαν
20θύραν, ἣν εἶπε, γεγονέναι περὶ τὴν κάτωθεν πρώτην στέγην, ἵνα ἐκεῖθεν εἰσελθόντα τὰ ζῷα πρὸς τὰς τεταγμένας χωροίη νεοττίας· εἰ γὰρ ἄνωθεν ἦν, μετὰ πολλῆς δυσκολίας ἀνῄει τε τὰ ζῷα πρὸς τὴν κιβωτὸν καὶ πρὸς τοὺς ἰδίους τόπους κατήρχετο. Θειοτέρας δὲ δυνάμεως ἔχρηζεν ἡ ἀσφάλεια τῆς κλειομένης ταύτης θύρας, οὐκέτι
25δυναμένου τινὸς ἔξωθεν ἀνθρώπου ἀσφαλτῶσαι αὐτὴν ὑπὲρ τοῦ μὴ παρεισδῦναι ὕδωρ. Διὸ ‹ἔκλεισεν ὁ θεὸσ› ὄπισθεν τοῦ Νῶε καὶ οὕτως
‹ἐγένετο ὁ κατακλυσμόσ›. μετὰ δὲ τὸν κατακλυσμὸν παρετηρήσαμεν26

27

(19)

ὅτι οὐκέτι ὡς ἐν τοῖς ἀνωτέρω θύραν ἀνέῳξεν ὁ Νῶε, ἀλλὰ ‹θυρίδα›,
20ἵνα ἀποστείλῃ τὸν κόρακα. Βίαιον δέ τις τὴν παρατήρησιν ὑπελάμ‐ βανεν, εἰ μὴ καὶ αἱ λοιπαὶ ἐκδόσεις δεύτερον μὲν θυρίδα περιεῖχον ἀνοιγομένην ὑπὸ τοῦ Νῶε, πρότερον δὲ θύραν ἢ ἄνοιγμα ἔλεγον προστεταχέναι τὸν Θεὸν τῷ Νῶε ποιῆσαι ἐκ πλαγίων τῆς κιβωτοῦ· «Θύραν» μὲν γὰρ ὁ Θεοδωτίων καὶ Σύμμαχος, «ἄνοιγμα» δὲ ὁ Ἀκύλας
25ἐποίησε. Γέγραπται δὲ περὶ τῶν τροφῶν ὅτι καὶ προσέταξεν ὁ θεὸς εἰσαγαγεῖν καὶ εἰσάγαγε Νῶε. Ἡ δὲ τῶν σκυβάλων τῶν ζῴων πάροδος καλῶς παρασεσιώπηται καὶ τοῦ Νῶε δυναμένου τὸ ἀκόλουθον περὶ τούτων σκοπῆσαι καὶ ἡμῶν τὸ παραλελειμμένον στοχάσασθαι. Ἐπηπόρουν τινές, εἰ δύναται ἡ τηλικαύτη κιβωτὸς χωρῆσαι κἂν τὸ πολ‐
30λοστὸν μόριον τῶν ἐπὶ γῆς πάντων ζῴων. Καὶ μάλιστα Ἀπελλῆς, ὁ τοῦ Μαρ‐
κίωνος γνώριμος καὶ γενόμενος ἑτέρας αἱρέσεως παρ’ ἐκεῖνον πατήρ, ἀθετεῖν27

28

(13)

βουλόμενος ὡς οὐχ ἅγια τὰ Μωυσέως συγγράμματα τοῦτο ἐπαπορήσας ἐπιφέρει, τό· ψευδὴς ἄρα ὁ μῦθος· οὐκ ἄρα ἐκ θεοῦ ἡ γραφή· μὴ συνιὼν
15ποδαποὺς τριακοσίους πήχεις καὶ ποδαποὺς πεντήκοντα πηλίκους τε τριά‐ κοντα ὠνόμασεν ἐπὶ τῆς κατασκευῆς τῆς κιβωτοῦ ἡ γραφή. Ἐμάθομεν δὲ ἡμεῖς ἀπό τινος τῶν παρ’ Ἑβραίοις ἐλλογίμων,
19ὡς ἄρα οἱ
20τʹ πήχεις ὠνομάσθησαν ὡς ἡ καλουμένη παρὰ τοῖς γεωμέτραις δύνα‐ μις τοῦ ἀπὸ τοῦ τριακόσια τετραγώνου, ὡς εἶναι τοὺς πήχεις τοῦ μήκους ἐν τῷ κάτω ἐπιπέδῳ θʹ μυριάδας· οὕτω δὲ καὶ τοῦ πλάτους δισχιλίους πεντακοσίους καὶ τοῦ ὕψους ἐννακοσίους. Καὶ γὰρ πάνυ ἂν εἴη ἀτοπώτατον τὸν ‹παιδευθέντα πάσῃ σοφίᾳ Αἰγυπτίων› τῶν γεωμε‐
25τρικωτάτων μάλιστα, καὶ ἐν οἴκῳ βασιλέως ἀνατραφέντα μὴ συνεωρακέναι, ὅτι οἱ κοινότερον νοηθέντες τʹ τοῦ μήκους καὶ νʹ τοῦ πλάτους καὶ λʹ τοῦ ὕψους οὐδὲ ἐλέφαντας ἂν
ἐχώρησαν τάχα που δʹ καὶ τὰς τούτων ἐπ’ ἐνιαυτὸν τροφὰς 〈προστά‐28

29

(13)

ξαντος τοῦ θεοῦ ‹δύο δύο› ἀπὸ τῶν ἀκαθάρτων εἰσέρχεσθαι ζῴων εἰς τὴν κιβωτόν〉. Εἰ δὲ χρὴ ἐπὶ τοῦ τρανότερον νοῆσαι τό· «ἐπισυνάγων ποιήσεις
15τὴν κιβωτὸν καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν» ἐκθέσθαι τὸν οἱονεὶ ἀρχιτεκτονικὸν περὶ τῆς κιβωτοῦ λόγον, φέρε, ὡς ὑποπέπτωκεν ἡμῖν καὶ μεμαθήκαμεν, αὐτὸν ἐκθώμεθα. Νόει μοι τριακοσίων πηχέων τῶν εἰρημένων κατὰ τὴν καλουμένην δύναμιν εἶναι κατωτάτω τὸ τῆς κιβωτοῦ μῆκος καὶ πεντήκοντα πλάτος, εἶτα κατὰ πῆχυν ἐπισυνάγεσθαι
20τοῦ μὲν μήκους ιʹ πήχεις, τοῦ δὲ πλάτους ἕνα δίμοιρον· ὥστε γενέσθαι τὸ τριακοστὸν τοῦ ὕψους πῆχυν, δέκα μὲν τοῦ μήκους, ἑνὸς δὲ καὶ διμοίρου τοῦ πλάτους· εἶτα μετὰ τοῦτο συντελεῖσθαι εἰς πῆχυν τὴν ἐπισυναγωγήν. Εἰ δέ τῳ βίαιος εἶναι δόξει ὁ πῆχυς τριακοστὸς καὶ πρῶτος ὢν τοῦ ὕψους, προσεχέτω τῇ λέξει
25λεγούσῃ· «καὶ λʹ πήχεων τὸ ὕψος αὐτῆς· ἐπισυναγαγὼν ποιήσεις τὴν κιβωτόν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν 〈ἄνωθεν〉». Οἶμαι γὰρ ἐμ‐ φαίνεσθαι μετὰ τό· «καὶ λʹ πήχεων τὸ ὕψος» τὸν πρῶτον καὶ τρια‐ κοστὸν πῆχυν διὰ τοῦ· «καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν». Ἐγένετο δὲ οὕτως ἵνα ἡ τῶν ὑδάτων ἐπιφορὰ ἔχῃ τὸν ὄλισθον καὶ μὴ
30καθάπερ εἰς πέτραν παντόθεν ἔχουσαν ὕψος προσαράττῃ τὰ κύματα. Καὶ τὸ τὴν θύραν δὲ ἐκ πλαγίων γενέσθαι ἐπιτηδείως προσετάττετο·
ἐν ὀροφῇ μὲν γὰρ εἰ γέγονεν ἐκ τῶν ὄμβρων ἐπλήρου τὴν κιβωτόν,29

30

(31)

ἐκ δὲ τῶν πλαγίων ταχθεῖσα τὸ ἀσφαλὲς τοῖς ἔνδον παρείχετο, τῆς μὲν κιβωτοῦ ἐφ’ ὕδατος φερομένης, τῆς δὲ θυρίδος ἀνωτέρω τούτου
τυγχανούσης.30