TLG 2042 018 :: ORIGENES :: Dialogus cum Heraclide ORIGENES Theol., Origenes Adamantius Dialogus cum Heraclide = Disputatio cum Heracleida Citation: Section — (line) | ||
t | ΩΡΙΓΕΝΟΥΣ ΔΙΑΛΕΚΤΟΣ ΠΡΟΣ ΗΡΑΚΛΕΙΔΑΝ ΚΑΙ ΤΟΥΣ ΣΥΝ ΑΥΤΩ ΕΠΙΣΚΟΠΟΥΣ ΠΕΡΙ ΠΑΤΡΟΣ ΚΑΙ ΥΙΟΥ ΚΑΙ ΨΥΧΗΣ. | |
1 | Λόγων κινηθέντων ὑπὸ τῶν παρόντων ἐπισκόπων περὶ τῆς πίστεως Ἡρακλείδα τοῦ ἐπισκόπου, ἵνα ἐπὶ πάντων ὁμολογήσῃ τὸ πῶς πιστεύει, καὶ ἑκάστου εἰπόντος τὸ παραστὰν αὐτῷ καὶ πυθομένου, Ἡρακλεί‐ | |
5 | δης ἐπίσκοπος εἶπεν· «Καὶ ἐγὼ πιστεύω ἅπερ αἱ θεῖαι γραφαὶ λέγουσιν· ‘Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο | |
---|---|---|
10 | οὐδὲ ἕν‘. Ἆρα οὖν τῇ πίστει συμφερόμεθα καὶ κατὰ | |
τοῦτο καὶ πιστεύομεν ὅτι εἴληφε σάρκα ὁ Χριστός, ὅτι ἐγεννήθη, ὅτι ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ἐν τῇ σαρκὶ ᾗ ἀνέστη, ὅτι κάθηται ἐν δεξιᾷ τοῦ Πατρὸς μέλλων ἐκεῖθεν ἔρχεσθαι καὶ ‘κρίνειν ζῶντας καὶ νεκρούσ‘, θεὸς | 52 | |
15 | καὶ ἄνθρωπος.» Ὠριγένης εἶπεν· «Ἐπεὶ ἅπαξ ἀνάκρισις γίνεται εἰπεῖν τι εἰς τὸν τόπον τῆς ἀνακρίσεως, ἐρῶ. Ὅλη ἡ ἐκκλησία πάρεστιν ἀκούουσα. Οὐκ ὀφείλει ἐκκλησία ἐκκλησίας διαφορὰν ἔχειν ἐν γνώσει, ἐπεὶ οὐκ ἐστὲ | |
20 | ἐκκλησία ἡ ψευδομένη. Παρακαλῶ σε, πάπα Ἡρα‐ κλείδα· Θεός ἐστιν ὁ παντοκράτωρ, ὁ ἀγένητος, ὁ ἐπὶ πᾶσιν ποιήσας τὰ ὅλα· ἀρέσκει τοῦτο;» Ἡρακλείδης εἶπεν· «Ἀρέσκει· οὕτω γὰρ κἀγὼ πιστεύω.» | |
25 | Ὠριγένης εἶπεν· «Χριστὸς Ἰησοῦς ‘ἐν μορφῇ Θεοῦ ὑπάρχων‘, ἕτερος ὢν παρὰ τὸν Θεὸν οὗ ‘ἐν μορφῇ‘ ὑπῆρχεν, Θεὸς ἦν πρὸ τοῦ ἔλθῃ εἰς σῶμα ἢ οὔ;» Ἡρακλείδης εἶπεν· «Θεὸς πρὸ ἦν.» Ὠριγένης εἶπεν· «Θεὸς ἦν πρὶν ἔλθῃ εἰς σῶμα ἢ | |
30 | οὔ;» Ἡρακλείδης εἶπεν· «Ναί.» Ὠριγένῃς εἶπεν· «Ἕτερος Θεὸς παρὰ τοῦτον τὸν Θεὸν οὗ ‘ἐν μορφῇ‘ ὑπῆρχεν αὐτός;» | |
2 | Ἡρακλείδης εἶπεν· «Δηλονότι ἄλλου τινός, καὶ ὢν 〈ἐν〉 μορφῇ ἐκείνου ἐστὶν τοῦ πάντα κτίσαντος.» Ὠριγένης εἶπεν· «Οὐκοῦν Θεὸς ἦν Θεοῦ υἱὸς ὁ | |
μονογενὴς τοῦ Θεοῦ, ‘ὁ πρωτότοκος πάσης κτίσεωσ‘, | 54 | |
5 | καὶ οὐ δεισιδαιμονοῦμεν πῇ μὲν εἰπεῖν δύο Θεούς, πῇ δὲ εἰπεῖν ἕνα Θεόν;» Ἡρακλείδης εἶπεν· «Τοῦτο μὲν σαφὲς λέγεις· ἡμεῖς δὲ λέγομεν Θεὸν εἶναι τὸν παντοκράτορα, Θεὸν ἄναρχον, ἀτελεύτητον, ἐμπεριέχοντα τὰ πάντα καὶ μὴ ἐμπεριε‐ | |
10 | χόμενον, καὶ τὸν τούτου λόγον υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, θεὸν καὶ ἄνθρωπον, δι’ οὗ τὰ πάντα γέγονεν, θεὸν μὲν κατὰ πνεῦμα, ἄνθρωπον δὲ καθ’ ὃ γεγέννηται ἐκ τῆς Μαρίας.» Ὠριγένης εἶπεν· «Ὃ ἐπυθόμην οὐκ ἔδοξας εἰρηκέ‐ | |
15 | ναι. Σαφήνισον οὖν· ἴσως γὰρ οὐ παρηκολούθησα. Θεὸς ὁ Πατήρ;» Ἡρακλείδης εἶπεν· «Πάντως.» Ὠριγένης εἶπεν· «Ἕτερος τοῦ Πατρὸς ὁ Υἱός;» Ἡρακλείδης εἶπεν· «Πῶς γὰρ δύναται υἱὸς εἶναι, | |
20 | ἐὰν καὶ πατὴρ ᾖ;» Ὠριγένης εἶπεν· «Ἕτερος ὢν τοῦ Πατρὸς ὁ Υἱὸς καὶ αὐτός ἐστιν Θεός;» Ἡρακλείδης εἶπεν· «Καὶ αὐτός ἐστιν Θεός.» Ὠριγένης εἶπεν· «Καὶ γίνονται ἓν δύο Θεοί;» | |
25 | Ἡρακλείδης εἶπεν· «Ναί.» Ὠριγένης εἶπεν· «Ὁμολογοῦμεν δύο Θεούς;» Ἡρακλείδης εἶπεν· «Ναί· ἡ δύναμις μία ἐστίν.» Ὠριγένης εἶπεν· «Ἀλλ’ ἐπεὶ προσκόπτουσιν οἱ ἀδελφοὶ ἡμῶν δύο εἶναι Θεούς, τὸν λόγον θεραπευτέον, | 56 |
30 | καὶ 〈δεῖ〉 δεῖξαι κατὰ τί δύο εἰσὶν καὶ κατὰ τί εἷς Θεός εἰσιν οἱ δύο. Καὶ αἱ θεῖαι γραφαὶ πολλὰ δύο ἐδί‐ δαξαν εἶναι ἕν, καὶ οὐ μόνον δύο ἀλλὰ καὶ πλείονα τῶν δύο τινὰ καὶ εἰ πολλῷ πλείονα τῷ ἀριθμῷ ἐδίδαξαν εἶναι ἕν. Τὸ νῦν προκείμενόν ἐστιν οὐ λαβόντα πρό‐ | |
3 | βλημα παρέρχεσθαι καὶ εἴρειν, ἀλλὰ διαμασήσασθαι διὰ τοὺς ἀκεραιοτέρους ὡσπερεὶ τὰ κρέα καὶ κατὰ βραχὺ τὸν λόγον ἐντιθέναι ταῖς ἀκοαῖς τῶν ἀκουόντων. Πολλὰ τοίνυν δύο κατὰ τὰς γραφὰς λέγεται εἶναι ἕν. | |
5 | Ποίας γραφάς; Ἀδὰμ ἕτερος, ἡ γυνὴ ἑτέρα. Ἀδὰμ ἕτερος τῆς γυναικὸς καὶ ἡ γυνὴ ἑτέρα τοῦ ἀνδρός· καὶ εἴρηται εὐθέως ἐν τῇ Κοσμοποιΐᾳ ὅτι οἱ δύο ἕν εἰσιν· ‘Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν.‘ Οὐκοῦν ἔνεστίν ποτε δύο εἶναι μίαν σάρκα. Ἀλλὰ τήρει μοι | |
10 | ὅτι ἐπὶ τοῦ Ἀδὰμ καὶ Εὔας οὐκ εἴρηται ὅτι ἔσονται οἱ δύο εἰς πνεῦμα ἕν, οὐδὲ ἔσονται οἱ δύο εἰς ψυχὴν μίαν, ἀλλ’ ‘ἔσονται οἱ δύο εἰς σάρκα μίαν‘. Ὁ δίκαιος πάλιν ἕτερος ὢν τοῦ Χριστοῦ λέγεται ὑπὸ τοῦ ἀπο‐ στόλου πρὸς τὸν Χριστὸν εἶναι ἕν· ‘Ὁ γὰρ κολλώμενος | |
15 | τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.‘ Οὐκ ἔστιν ὃς μὲν οὐσίας ὑποδεεστέρας ἢ καταβεβηκυίας καὶ ἐλάττονος, Χριστὸς δὲ θειοτέρας καὶ ἐνδοξοτέρας καὶ μακαριωτέρας; Οὐκοῦν οὐκέτι εἰσὶν δύο; —Ἀλλὰ γὰρ ὁ ἀνὴρ καὶ γυνὴ ‘οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία‘, καὶ ὁ ἄνθρωπος ὁ | 58 |
20 | δίκαιος καὶ ὁ Χριστὸς πνεῦμα ἕν· οὕτως ὁ Σωτὴρ ἡμῶν καὶ Κύριος πρὸς τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐστὶν οὐ μία σάρξ, οὐχὶ ἓν πνεῦμα, ἀλλὰ τὸ ἀνωτέρω καὶ σαρκὸς καὶ πνεύματος, εἷς Θεός. Ἔδει γὰρ ἐπὶ μὲν ἀνθρώπων κολλωμένων ἀλλήλοις τὸ «σαρκὸς» ὄνομα | |
25 | κεῖσθαι, ἐπὶ δὲ δικαίου ἀνθρώπου κολλωμένου Χριστῷ τὸ «πνεῦμα» ὄνομα κεῖσθαι, ἐπὶ δὲ Χριστοῦ ἑνουμέ‐ νου τῷ Πατρὶ οὐ τὸ «σάρξ», οὐ τὸ «πνεῦμα» ὄνομα | |
4 | κεῖσθαι, ἀλλὰ τούτων τιμιώτερον τὸ «Θεός». Ὅθεν τὸ ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν‘ οὕτω νοῶμεν. Εὐχώ‐ μεθα διὰ μὲν τοὺς τηροῦντες τὴν δυάδα, διὰ δὲ τοὺς ἐμποιοῦντες τὴν ἑνάδα, καὶ οὕτως οὐδὲ εἰς τὴν γνώμην | |
5 | τῶν ἀποσχισθέντων ἀπὸ τῆς ἐκκλησίας εἰς φαντασίαν μοναρχίας ἐμπίπτομεν, ἀναιρούντων Υἱὸν ἀπὸ Πατρὸς καὶ δυνάμει ἀναιρούντων καὶ τὸν Πατέρα, οὔτε εἰς | |
ἄλλην ἀσεβῆ διδασκαλίαν ἐμπίπτομεν τὴν ἀρνουμένην τὴν θεότητα τοῦ Χριστοῦ. Πῶς οὖν λέγουσιν αἱ θεῖαι | 60 | |
10 | γραφαὶ ὥσπερ ἐν τῷ ‘Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται‘ καὶ ἐν τῷ ‘Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν Θεὸς πλὴν ἐμοῦ‘. Ταύταις ταῖς φωναῖς οὐ νομιστέον τὸ ἓν ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων † τῷ ἀχράντῳ χωρὶς Χριστοῦ· μήτε μὴν Χριστοῦ χωρὶς | |
15 | Θεοῦ· ἀλλὰ οὕτως λέγωμεν εἶναι ὡς Ἰησοῦς λέγει τὸ ‘Ἐγὼ καὶ ὁ Πατήρ μου ἕν ἐσμεν‘. 〈Ἐν〉 τούτοις τοῖς λόγοις μελετᾶν δεῖ διὰ τὸ πολλὰ κεκινῆσθαι ἐν ταύτῃ τῇ ἐκκλησίᾳ. Πολλάκις γράφουσιν ὑπογράψαι, καὶ τὸν ἐπίσκοπον ὑπογράψαι καὶ τοὺς | |
20 | ὑπονοουμένους καὶ ὑπογράψαι ἐπὶ τοῦ λαοῦ παντός, ἵνα μηκέτι περὶ τούτου γένηται στάσις ἢ ζήτησίς τις. Ἐπιτρέποντος οὖν τοῦ Θεοῦ, δεύτερον καὶ τῶν ἐπι‐ σκόπων, τρίτον τῶν πρεσβυτέρων καὶ τοῦ λαοῦ δέ, τὸ κινοῦν με πάλιν εἰς τὸν τόπον ἐρῶ. Ἀεὶ προσφορὰ | |
25 | γίνεται Θεῷ παντοκράτορι διὰ Ἰησοῦ Χριστοῦ, ὡς προσφόρου τῷ Πατρὶ τὴν θεότητα αὐτοῦ· μὴ δὶς ἀλλὰ | |
Θεῷ διὰ Θεοῦ προσφορὰ γινέσθω. Τολμηρὸν δόξω λέγειν, εὐχόμενοι ἐμμένειν ταῖς συνθήκαις· ἐὰν μὴ γένηται, ‘οὐ μὴ λήμψῃ πρόσωπον ἀνθρώπου οὐδὲ θαυμάσεις πρόσ‐ | 62 | |
5 | ωπον δυνάστου‘ ἐπίσκοπός ἐστιν αν † οὕτως καὶ ἀνίσταται ἐπὶ πάντων εἰ μὴ τοῦτο γίνεται ουτ † συν‐ θήκας ταύτας ἀφορμὰς παρέχοι ζητήσεσιν και‐ ναι † ἐπίσκοπος ἢ πρεσβύτερος οὐκ ἔστιν ἐπίσκοπος, | |
5 | οὐκ ἔστιν πρεσβύτερος· εἰ διάκονος, οὐκ ἔστιν διάκονος οὐδὲ λαικός· εἰ λαικός ἐστιν, οὐκ ἔστιν λαικὸς οὐδὲ | |
συνάγεται. Εἰ δοκεῖ, αὗται αἱ συνθῆκαι γενέσθωσαν. Ἐπιλέγουσίν τινες ὅτι τὰ μὲν περὶ τῆς θεότητος οὐσιωδῶς οὕτω προσφέρων Ἰησοῦ Χριστῷ τὴν θεότητα | 64 | |
10 | ὡμολόγησα ἀνάστασιν νεκροῦ σώματος ἐπὶ τῆς ἐκκλη‐ σίας. Ἐπεὶ δὲ ἀνέλαβεν σῶμα ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, τὸ σῶμα ἐξετάσωμεν τί ἦν. Μόνη ἡ ἐκκλησία 〈παρὰ〉 πάσας τὰς αἱρέσεις ἀρνουμένας τὴν ἀνάστασιν ὁμολογεῖ ἀνάστασιν νεκροῦ σώματος, ὡς ἀκολούθου | |
15 | ὄντος τῷ τὴν ἀπαρχὴν ἐγηγέρθαι ἐκ νεκρῶν τοῦ τοὺς νεκροὺς ἐγείρεσθαι. ‘Ἀπαρχὴ Χριστόσ‘· διὰ τοῦτο νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα. Εἰ γὰρ μὴ νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα, δυνάμενον ἑλιγῆναι σινδόνι, σμύρναν λαβεῖν καὶ ὅσα ἄλλα τοῖς νεκροῖς, καὶ ἀπο‐ | |
20 | τεθῆναι ἐν μνήματι, —ταῦτα δὲ σῶμα πνευματικὸν παθεῖν οὐ δύναται· πάντῃ γὰρ τὸ πνευματικὸν νεκρω‐ θῆναι οὐχ οἷόν τέ ἐστιν, ἢ ἀναίσθητον τὸ πνευματικὸν γενέσθαι οὐχ οἷόν τέ ἐστιν· εἰ γὰρ δύναται πνευματικὸν νεκρωθῆναι, φόβος ἐστὶν μὴ μετὰ τὴν ἀνάστασιν τῶν | |
25 | νεκρῶν, ὅταν ἐγερθῇ ἡμῶν τὸ σῶμα κατὰ τὸν ἀπό‐ στολον λέγοντα ‘Σπείρεται ψυχικόν, ἐγείρεται πνευμα‐ | 66 |
6 | τικόν‘, ἀποθνῄσκωμεν πάντες. ‘Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει.‘ Οὐ μόνον δὲ ‘Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει‘ ἀλλὰ καὶ ‘οἱ τοῦ Χριστοῦ‘ ἐγερθέντες ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκουσιν. | |
5 | Εἰ ἀρέσκει ταῦτα, καὶ ταῦτα ἐπὶ διαμαρτυρίας τοῦ λαοῦ ἔσται νενομοθετημένα καὶ πεπηγμένα. Τί ἄλλο περὶ τῆς πίστεως; δοκεῖ σοι ταῦτα, Μάξιμε, † ειπεναι;» Μάξιμος εἶπεν· «Γένοιτο πάντας ὁμοίους μοι | |
10 | γενέσθαι. Ἐπὶ Θεοῦ καὶ ἐκκλησίας, καὶ 〈ὑπο〉γράφω καὶ καταθεματίζω· πλὴν μέντοι ἵνα μὴ δισταχθεὶς ὅλως καὶ διψυχήσω † περί τινος πυνθάνομαι· καὶ γὰρ τοῦτο οἴδασιν οἱ ἀδελφοὶ ὅτι ἔλεγον· «Ἔχω παρὰ τοῦ ἀδελφοῦ ὠφεληθῆναι καὶ τοῦτο διδαχθῆναι.» Ὄντος | |
15 | τοῦ πνεύματος παραδεδομένου τῷ Πατρὶ κατὰ τὸ ‘Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου‘, τοῦ τε πνεύματος χωρὶς τῆς σαρκὸς ἀποθανούσης καὶ κειμένης ἐν μνημείῳ, ὡς ἀνοίγεται καὶ οἱ νεκροὶ πῶς ἀνίστανται;» | |
20 | Ὠριγένης εἶπεν· «Σύνθετον εἶναι τὸν ἄνθρωπον μεμαθήκαμεν ἀπὸ τῶν ἱερῶν γραφῶν. Φησὶν γὰρ ὁ | |
ἀπόστολος· ‘Ὁ δὲ Θεὸς ἁγιάσαι ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα·‘ τὸ δὲ ‘Ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ | 68 | |
25 | σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη‘, —τοῦτο τὸ πνεῦμα οὐκ ἔστιν τὸ ἅγιον πνεῦμα, ἀλλὰ μέρος τῆς τοῦ ἀνθρώπου συστάσεως, ὡς διδάσκων ὁ αὐτὸς ἀπόστολος λέγει· ‘Τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν.‘ Εἰ | |
30 | γὰρ ἦν τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἂν ἔλεγεν· ‘Τὸ πνεῦμα | |
7 | συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν.‘ Ὁ τοίνυν Σωτὴρ καὶ Κύριος ἡμῶν θέλων ἄνθρωπον σῶσαι ὥσπερ ἠθέ‐ λησεν σῶσαι, διὰ τοῦτο οὕτως ἠθέλησεν σῶσαι σῶμα, ὡς ἠθέλησεν ὁμοίως 〈σῶσ〉αι καὶ ψυχήν, ἠθέλησεν καὶ | |
5 | τὸ λεῖπον τοῦ ἀνθρώπου σῶσαι, τὸ πνεῦμα. Οὐκ ἂν δὲ ὅλος ἄνθρωπος ἐσώθη, εἰ μὴ ὅλον τὸν ἄνθρωπον ἀνειλήφει. Ἀθετοῦσι τὴν σωτηρίαν τοῦ σώματος τοῦ ἀνθρωπίνου πνευματικὸν λέγοντες τὸ σῶμα τοῦ Σωτῆ‐ ρος· ἀθετοῦσι τὴν σωτηρίαν τοῦ ἀνθρωπίνου πνεύματος | |
10 | περὶ οὗ λέγει ὁ ἀπόστολος· ‘Οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ.‘ Θέλων σῶσαι τὸ πνεῦμα τοῦ ἀνθρώπου, περὶ οὗ τάδε εἶπεν ὁ ἀπόστολος, ἀνέλαβεν καὶ ἀνθρώ‐ που πνεῦμα. Τὰ τρία ταῦτα παρὰ τὸν καιρὸν τοῦ | |
15 | πάθους διηρέθη, τὰ τρία ταῦτα παρὰ τὸν καιρὸν τῆς ἀναστάσεως ἡνώθη. Παρὰ τὸν καιρὸν τοῦ πάθους διηρέθη. Πῶς; Τὸ σῶμα ἐν τῷ μνημείῳ, ἡ ψυχὴ ἐν ᾅδου, τὸ πνεῦμα παρέθετο τῷ Πατρί. Ἡ ψυχὴ ἐν ᾅδου· ‘Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν | |
20 | ᾅδην.‘ Εἰ παρέθετο τὸ πνεῦμα τῷ Πατρί, παρακατα‐ θήκην δέδωκεν τὸ πνεῦμα. Ἄλλο ἐστὶν χαρίσασθαι, καὶ ἄλλο παραδοῦναι, καὶ ἄλλο τὸ παρακαταθέσθαι. Ὁ παρακατατιθέμενος παρακατατίθεται ἵνα ἀπολάβῃ τὴν παρακαταθήκην. Τίνι οὖν ἔδει τὴν παρακαταθήκην | 70 |
25 | παραθέσθαι τὸ πνεῦμα τῷ Πατρί; Ὑπὲρ ἐμέ ἐστιν καὶ τὴν ἐμὴν ἕξιν καὶ τὸν ἐμὸν νοῦν, —οὐ γάρ εἰμι τηλι‐ κοῦτος εἰπεῖν ὅτι ὥσπερ τὸ σῶμα οὐχ οἷόν τε ἦν εἰς | |
8 | ᾅδου καταβῆναι, κἂν τοῦτο λέγωσιν οἱ πνευματικὸν λέγοντες τὸ σῶμα τοῦ Ἰησοῦ, οὕτως οὐδὲ τὸ πνεῦμα οἷόν τε ἦν καταβῆναι εἰς ᾅδου, διὸ παρακαταθήκην ἔδωκεν ἕως ἀναστῇ ἐκ νεκρῶν τὸ πνεῦμα τῷ Πατρί. | |
5 | Ταύτην τὴν παραθήκην παραθέμενος τῷ Πατρί, ἀπο‐ λαμβάνει. Πότε; Οὐχ ἅμα τῇ ἀναστάσει, ἀλλ’ εὐθέως μετὰ τὴν ἀνάστασιν. Μάρτυρά μοι φέρε τὴν γραφὴν τὴν εὐαγγελικήν. Ἀνέστη ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐκ νεκρῶν· ἀπήντησεν αὐτῷ ἡ Μαρία, καί φησιν πρὸς | |
10 | αὐτήν· «‘Μή μου ἅπτου.‘» Ἐβούλετο γὰρ τὸν ἁπτό‐ μενον αὐτοῦ ὁλοτελοῦς ἅψασθαι, ἵνα ἁψάμενος ὁλοτε‐ λοῦς ὠφεληθῇ ἀπὸ τοῦ σώματος τὸ σῶμα, ἀπὸ τῆς ψυχῆς τὴν ψυχήν, τὸ πνεῦμα ἀπὸ τοῦ πνεύματος· »‘Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα‘»· ἀναβαίνει | |
15 | πρὸς τὸν Πατέρα καὶ ἔρχεται πρὸς τοὺς μαθητάς. Οὐκοῦν ἀναβαίνει πρὸς τὸν Πατέρα. Ἕνεκα τίνος; τὴν παρακαταθήκην ἀπολαβεῖν. Τὰ μὲν περὶ τῆς πίστεως, ὅσα ἔσηνεν ἡμᾶς, συν‐ | |
εξετάσθη· εἰδέναι δὲ χρὴ ὅτι κρινόμεθα ἐν τῷ θείῳ | 72 | |
20 | δικαστηρίῳ οὐ περὶ πίστεως μόνης, ὡς τοῦ βίου μὴ ἐξεταζομένου, οὐδὲ περὶ βίου μόνου, ὡς τῆς πίστεως μὴ ἐρευνωμένης. Ἐξ ἀμφοτέρων κατορθουμένων δι‐ καιούμεθα, ἐξ ἀμφοτέρων μὴ κατορθουμένων ἐπ’ ἀμφοτέροις κολαζόμεθα. Εἰσὶν δέ τινες οὐκ ἐπ’ ἀμφο‐ | |
25 | τέροις κολασθησόμενοι, ἀλλ’ ἐπὶ τῷ ἑτέρῳ, οἱ μὲν ἐπὶ τῇ πίστει ὡς ἐπταισμένῃ, ἀλλ’ οὐκ ἐπὶ τῷ βίῳ ὡς οὐ | |
9 | κατωρθωμένῳ, οἱ δὲ ἀνάπαλιν ἐπὶ τῇ πίστει οὐ κολα‐ σθήσονται, ἐπὶ δὲ τῷ βίῳ ὡς παρὰ τὸν ὀρθὸν λόγον βιώσαντες κολασθήσονται. Ἐγὼ νομίζω ἐν ταῖς Σολο‐ μῶντος Παροιμίαις τὰ γενικὰ ταῦτα δύο, —λέγω δὲ | |
5 | τὸ περὶ τοῦ πῶς πιστεύομεν καὶ γινώσκομεν καὶ τὸ περὶ τοῦ πῶς βιοῦμεν, —λέγεσθαι ὑπὸ τοῦ Σολο‐ μῶντος τοῦτον τὸν τρόπον· ‘Τίς καυχήσεται ἁγνὴν ἔχων τὴν καρδίαν; Ἢ τίς παραστήσεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;‘ Τὴν γὰρ διαφορὰν τούτων οὕτω | |
10 | λαμβάνομεν, περὶ μὲν φρόνημα τὴν καρδίαν, περὶ δὲ τὰς πράξεις τὰς ἁμαρτίας. ‘Τίς καυχήσεται ἁγνὴν ἔχων τὴν καρδίαν‘ μὴ μεμολυμμένην ‘ψευδωνύμῳ γνώσει‘, μὴ μεμολυμμένην ψεύδει; ‘Ἢ τίς παραστή‐ σεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν‘ ἐν τῷ | |
15 | πρακτικῷ μηδὲν ἁμαρτήσας; Εἴπερ οὖν βουλόμεθα σώζεσθαι, μὴ περὶ τὴν πίστιν μὲν γινόμενοι περὶ τὴν πρᾶξιν ἀμελῶμεν τοῦ βίου, μὴ οὐδὲ πάλιν τῷ βίῳ θαρρῶμεν· ἐξ ἀμφοτέρων γινώσκωμεν, καταλαμβά‐ | |
νωμεν, πιστεύωμεν ἢ τὸ ἀνέγκλητον ἕξειν ἢ καὶ τὸ | 74 | |
20 | μακάριον, ἢ τὸ ἐναντίον τούτοις. Τῶν οὖν κολαζομένων ἐστὶν οὐ μόνον τὰ φρικτὰ καὶ φοβερά, ἃ οὐδὲ ὀνομά‐ ζεσθαι ὀφείλει ἐν ἀμφοτέροις, ἀλλὰ καὶ τὰ νομιζόμενα εἶναι ὑποδεέστερα. Διὰ τοῦτο δοκεῖ ὁ ἀπόστολος κατειλεχέναι τοῖς (εἰ δεῖ οὕτως ὀνομάσαι) τοῖς ἀθεμίτοις | |
10 | καὶ μυσαροῖς καὶ μιαροῖς τὰ ὑπὸ τῶν πολλῶν κατα‐ φρονούμενα. Τί γὰρ λέγει; ‘Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι βασιλείαν Θεοῦ | |
5 | κληρονομήσουσιν.‘ Ὁρᾷς τοῖς τηλικούτοις κακοῖς, τῷ ἀρσενοκοίτῃ, τῷ μαλακῷ, τῷ μοιχῷ, τῷ πόρνῳ συνη‐ ρίθμησεν τὸν μέθυσον, τὸν λοίδορον, ἁμαρτήματα καταφρονούμενα ὑπὸ πάντων ἡμῶν, ἵνα διδαχθῶμεν ὅτι οὐκ ἐπ’ ἐκείνοις μόνοις ἐκβαλλόμεθα ἐκ τῆς βασι‐ | |
10 | λείας τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐπὶ τούτοις ἃ νομίζεται εἶναι ἐλάττονα. Διόπερ μήτε λοιδορῶμεν, μήτε μεθύω‐ μεν, μήτε ἁρπάζωμεν, μήτε κλέπτωμεν, μηδὲ τὰ οὐ θεμιτὰ πράττωμεν, κἂν πλανώμεθα. Εἴ τι περὶ κανόνος λείπει, ὑπομνήσατε· ἔτι λοιπὸν | |
15 | εἰς τὴν γραφὴν ἐροῦμεν.» Διονύσιος εἶπεν· «Εἰ ἡ ψυχὴ τὸ αἷμα;» Ὠριγένης εἶπεν· «Ἦλθέν μου εἰς τὰς ἀκοάς, καὶ πεπληροφορημένος λέγω, ὅτι τινὲς τῶν ἐνταῦθα καὶ τῶν ἐν τοῖς ἀστυγείτοσιν οἴονται μετὰ τὴν ἐντεῦθεν | |
20 | ἀπαλλαγὴν τὴν ψυχὴν μηδὲν αἰσθάνεσθαι, ἀλλὰ εἶναι ἐν τῷ μνημείῳ, ἐν τῷ σώματι. Καὶ οἶδα περὶ τούτου τραχύτερον ἐνεχθεὶς πρὸς τὸν ἄλλον Ἡρακλείδαν καὶ Κέλερα τὸν πρὸ αὐτοῦ, καὶ τοσοῦτον τραχύτερον ὥστε καταλιπεῖν καὶ θελῆσαι ἀπελθεῖν· καίτοι τιμῆς ἕνεκεν | 76 |
25 | καὶ τοῦ λόγου μετεπέμψατο ἡμᾶς· συγκατέβημεν εἰς | |
11 | τὸν λόγον, ἔδωκεν φωνὴν ὡς ἐκεῖνος ἐκάθαρεν αὑτὸν ὡς πρὸς ἡμᾶς φωναῖς πίστεως † ὅτι ὡς πρὸς Θεόν. Ἀναγκαίως οὖν καὶ τοῦτο ζητεῖ ὁ ἀγαπητὸς Διο‐ νύσιος. Τὰ ῥητὰ ὑφ’ ὧν περισπῶνται, μή τί με λάθῃ | |
5 | αὐτῶν, πρῶτον ἐκθήσομαι, καὶ πρὸς ἕκαστον, Θεοῦ διδόντος, κατὰ τὴν εὐχὴν ὑμῶν ἀποκρινούμεθα. —Τὸ μὲν περισπάσαν ἐστὶν ὅτι ‘Ἡ ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν‘· καὶ τοῦτο τὸ ῥητὸν δεινῶς ἐκίνησεν τοὺς μὴ νοήσαντας αὐτό· καὶ ‘Οὐ φάγεσθε τὴν ψυχὴν μετὰ | |
10 | τῆς σαρκός· πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα· οὐ φάγεσθε τὴν ψυχὴν μετὰ τῆς σαρκόσ‘. Τὸ περισπάσαν τοῦτό ἐστιν· τὰ γὰρ ἕτερα τὰ περισπάσαντα πολλῷ ἐλάττονά ἐστιν τῆς ἐμφάσεως τῆς κατὰ ταῦτα διανοίας. Ἐγὼ δὲ κατὰ τὰ ἐμὰ μέρη, εὐχόμενος βοηθεῖσθαι ἐν | |
15 | τῷ ἀναγινώσκειν τὰ θεῖα (βοηθείας γὰρ δεόμεθα ἵνα μὴ ἄλλο τι παρὰ τὴν ἀλήθειαν φρονήσωμεν) ... Εὗρον ὁμωνύμως πᾶσι τοῖς σωματικοῖς ὀνομαζόμενα οὐ σωμα‐ τικά, ἵνα τὰ μὲν σωματικὰ ᾖ κατὰ τὸν ἔξω ἄνθρωπον, | |
τὰ δὲ ὁμώνυμα τοῖς σωματικοῖς κατὰ τὸν ἔσω. Δύο | 78 | |
20 | ἀνθρώπους ἡ γραφὴ λέγει εἶναι τὸν ἄνθρωπον· ‘Εἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ‘· καὶ ‘Συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.‘ Τούτους τοὺς δύο ἀνθρώπους ὁ μὲν ἀπόστολος πανταχοῦ | |
12 | παρίστησιν καθ’ ἕκαστον. Δοκεῖ δέ μοι οὐκ αὐτὸς τετολμηκέναι τοῦτον τὸν λόγον καινοτομεῖν, ἀλλ’ ἀπὸ τῶν γραφῶν ἀσαφέστερον εἰρηκυιῶν γυμνότερον νε‐ νοηκὼς εἰρηκέναι. Οἴονταί τινες ἐν τῇ Κοσμοποιΐᾳ | |
5 | ἐπανάλημψιν εἶναι μετὰ τὴν κτίσιν τοῦ ἀνθρώπου τὸ ‘Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπον‘. Τούτοις ἀκολουθεῖ τὸ ‘κατ’ εἰκόνα‘ τὸ σῶμα εἶναι καὶ τὸν Θεὸν ἀνθρωπόμορφον διδόναι, ἢ τὴν μορφὴν τοῦ Θεοῦ εἶναι κατὰ τοῦτο τὸ σχῆμα. Ἡμεῖς | |
10 | δὲ οὐχ οὕτως μεμήναμεν ὡς εἰπεῖν ἢ σύνθετον εἶναι τὸν Θεὸν ἐκ χείρονος καὶ κρείττονος, ἵνα τὸ ‘κατ’ εἰκόνα‘ ἐπ’ ἀμφότερον 〈ᾖ〉, ἢ ὁλόκληρον, † ὄντος τοῦ Θεοῦ, τὸ ‘κατ’ εἰκόνα‘ γέγονεν ἐν τῷ χείρονι μᾶλλον, καὶ μὴ ἐν | |
τῷ κρείττονι. | 80 | |
15 | Οἱ λόγοι λεπτότεροί εἰσιν· δεόμεθα ἀκροατῶν ἰσχνὴν διάνοιαν ἐχόντων. Παρακαλῶ οὖν τοὺς ἀκροατὰς προσέχειν ἑαυτοῖς, μή ποτε αἴτιοί μοι γένωνται τοῦ ἐγκληθῆναι ὅτι τὰ ἅγια παραβάλλω κυσίν, ἀναιδέσι ψυχαῖς. Οἱ γὰρ ὑλακτικοί, οἱ κυνώδεις, οἱ ταῖς πορ‐ | |
20 | νείαις, οἱ ταῖς λοιδορίαις τεταμένοι οὐδὲν ἄλλο ποιοῦσιν ἢ βαϋβίζουσιν, καὶ οὐ δεῖ τὰ ἅγιά με τοῖς τοιούτοις παραβάλλειν. Οὕτω δὲ καὶ παρακαλῶ τοὺς ἀκροατὰς μὴ αἰτίους μοι γενέσθαι τοῦ ἐγκληθῆναι ὡς μαργαρί‐ τας τηλικούτους, οὓς συναγαγεῖν πειρώμεθα ὡς καλοὶ | |
13 | ἔμποροι, παρατιθέντες τοῖς ἐγκυλιομένοις ἐν ταῖς ἀκα‐ θαρσίαις τῶν σωμάτων, καὶ διὰ τοῦτο χρηματίζουσιν χοίροις· εἴποιμι γὰρ ἂν τὸν ἐν σωματικοῖς ἀεὶ κυλιόμε‐ νον καὶ ἐγκυλινδόμενον ἐπὶ τοῖς βορβόροις τοῦ βίου καὶ | |
5 | μὴ σπεύδοντα ἐπὶ τὸν καθαρὸν βίον, ἐπὶ τὸν ἅγιον, τοῦτον πάντα εἶναι χοῖρον. Ἐὰν οὖν, ὁμοιουμένης ‘τῆς βασιλείας τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτασ‘, εὑρίσκω τοὺς καλοὺς μαργαρίτας, καὶ ὠνούμενος καὶ καμάτοις καὶ ἀγρυπνίαις παραβάλλω | |
10 | ψυχαῖς φιληδόνοις, καὶ τοῖς περὶ τὰ σωματικὰ βορβό‐ ροις καὶ ἐν ταῖς ἀκαθαρσίαις ἐγκυλιομέναις, ἔσομαι κἀγὼ παρανομήσας ὅτι ἔβαλον τοὺς μαργαρίτας τοῖς χοίροις. Οἱ χοῖροι δὲ παραλαβόντες τοὺς μαργαρίτας, ἅτε μὴ βλέποντες αὐτῶν τὸ κάλλος μηδὲ αἰσθανόμενοι | |
15 | τῆς ὑπεροχῆς αὐτῶν, καταπατοῦσιν αὐτούς, διὰ τὸ κακῶς λέγειν τὰ καλῶς λεγόμενα, καὶ οὐ μόνον κατα‐ πατοῦσιν τοὺς μαργαρίτας, ἀλλὰ καὶ στρεφόμενοι | |
τοὺς διακόνους τῶν μαργαριτῶν ῥηγνύουσιν. Δέομαι οὖν ὑμῶν, μεταμορφώθητε· θέλετε μαθεῖν | 82 | |
20 | ὅτι ἐν ὑμῖν ἔστιν τὸ μεταμορφωθῆναι, καὶ ἀποθέσθαι τὴν τοῦ χοίρου μορφήν, οὖσαν κατὰ τὴν ἀκάθαρτον ψυχήν, καὶ τὴν μορφὴν τοῦ κυνός, οὖσαν κατὰ τὸν ὑλακτικὸν καὶ βαϋβίζοντα καὶ κακολογοῦντα ἄνθρωπον. Ἔστιν δὲ | |
14 | μεταμορφωθῆναι ἀπὸ ὄφεων· πονηρὸς γὰρ ἄνθρωπος ἀκούει ‘ὄφισ‘ καὶ ‘γεννήματα ἐχιδνῶν‘· εἰ τοίνυν θέλο‐ μεν ἀκούειν ὅτι ἐν ἡμῖν ἔστιν μεταμορφωθῆναι ἀπὸ ὄφεων, ἀπὸ χοίρων, ἀπὸ κυνῶν, μάθωμεν ἀπὸ τοῦ ἀπο‐ | |
5 | στόλου τὴν ἐφ’ ἡμῖν μεταμόρφωσιν. Φησὶν γὰρ οὕτως· ‘Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα.‘ Εἰ ὑλακτικὸς ἦς καὶ ὁ λόγος σε ἔπλασεν καὶ μετεποίησέν σε, μετεμορφώθης ἀπὸ κυνὸς | |
10 | εἰς ἄνθρωπον. Εἰ ἀκάθαρτος ἦς καὶ ὁ λόγος καθίκετό σου τῆς ψυχῆς καὶ παρέσχες σεαυτὸν τῇ τοῦ λόγου πλάσει, μετέβαλες ἀπὸ χοίρου εἰς ἄνθρωπον. Εἰ θηριώδης ἦς, ἀκούων λόγον τὸν ἡμεροῦντα, τὸν τιθασ‐ σεύοντα, τὸν εἰς ἄνθρωπόν σε μεταβάλλοντα ἐπὶ τῷ | |
15 | βουλήματι τοῦ λόγου, οὐκέτι ἀκούσει ‘ὄφις, γεννήματα ἐχιδνῶν‘. Οὐκ ἂν γὰρ εἰ ἀδύνατον ἦν τοὺς ὄφεις τού‐ τους, 〈τοὺσ〉 κατὰ ψυχὴν διὰ κακίαν ὄφεις, μεταβαλεῖν, ὁ Σωτὴρ ἔλεγεν (ἢ ὁ Ἰωάννης)· ‘Ποιήσατε οὖν καρ‐ ποὺς ἀξίους τῆς μετανοίας.‘ Μετανοήσας οὐκέτι εἶ | |
20 | ‘ὄφις, γεννήματα ἐχιδνῶν‘. Ἐπεὶ τοίνυν περὶ ἀνθρώπου πρόκειται λέγειν, καὶ περὶ τῆς ψυχῆς τοῦ ἀνθρώπου ζητεῖν εἰ μή ἐστιν αἷμα, | |
καὶ ὁ λόγος ἡμᾶς ἀπῄτησε φθάσαι ἐπὶ τὸν περὶ δύο ἀνθρώπων καθ’ ἕκαστον λόγον, καὶ ἤλθομεν ἐπὶ λόγον | 84 | |
25 | μυστικόν, παρακαλοῦμεν ὑμᾶς ἵνα μὴ ἐγκληθῶ δι’ ὑμᾶς ὡς τοὺς μαργαρίτας χοίροις, ὡς τὰ ἅγια κυσὶ | |
15 | βαλών, ὡς ῥίψας τὰ θεῖα τοῖς ὄφεσιν, ὡς μεταδοὺς ‘τοῦ ξύλου τῆς ζωῆσ‘ τῷ ὄφει. Ἵνα μὴ ἐγκληθῶ, μεταμορφώθητε, ‘ἀπόθεσθε τὴν κακίαν‘, στάσιν, ‘ὀργήν‘, μάχας, ‘θυμόν‘, λύπας, διχόνοιαν, ἵνα μὴ ᾖ | |
5 | μηκέτι ‘ἐν ὑμῖν σχίσματα ἀλλ’ ἦτε κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ‘. Ἀγωνιῶ καὶ εἰπεῖν, ἀγωνιῶ καὶ μὴ εἰπεῖν. Διὰ τοὺς ἀξίους θέλω εἰπεῖν, μὴ ἐγκληθῶ ὡς τῶν δυναμένων ἀκούειν ἀποστερήσας τὸν λόγον· διὰ τοὺς μὴ ἀξίους | |
10 | ὀκνῶ εἰπεῖν, διὰ τὰ προειρημένα, μή ποτε ῥίψω τὰ ἅγια κυσὶν καὶ βαλῶ τοὺς μαργαρίτας τοῖς χοίροις. Ἰησοῦ μόνου ἔργον ἦν εἰδέναι χωρίζειν ἐν τοῖς ἀκροα‐ ταῖς τοὺς ἔξω ἀπὸ τῶν ἔσω, ἵνα τοῖς μὲν ἔξω ἐν παρα‐ βολαῖς λέγῃ, τοῖς δὲ εἰσελθοῦσιν αὐτοῦ εἰς τὴν οἰκίαν | |
15 | λύσῃ τὰς παραβολάς. Τὸ ἔξω καὶ τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν μυστικόν ἐστιν. ‘Τί γάρ μοι τοὺς ἔξω κρίνειν;‘ Πᾶς ὁ ἁμαρτάνων ἔξω ἐστίν· διὰ τοῦτο ἐν παραβολαῖς λεγέσθω τοῖς ἔξω, ἐάν πως δυνηθῶσιν καταλιπόντες τὰ ἔξω γενέσθαι ἔσω. Τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν μυ‐ | |
20 | στικόν ἐστιν· εἰσέρχεται εἰς τὴν Ἰησοῦ οἰκίαν ὁ γνήσιος αὐτοῦ μαθητής, εἰσέρχεται διὰ τοῦ φρονεῖν τὰ ἐκκλη‐ σιαστικά, διὰ τοῦ βιοῦν ἐκκλησιαστικῶς. Τὸ ἔσω καὶ τὸ | |
ἔξω πνευματικόν ἐστιν. Ὁρᾷς πόσα λέγω ἐν προοιμίῳ εὐτρεπίζων τοὺς | 86 | |
25 | ἀκροατάς. Ὀκνῶ εἰπεῖν μέλλων ἐν τῷ λέγειν ὑπερτι‐ θέμενος. Τί ποιῆσαι βούλομαι; Λαβεῖν λόγον θερα‐ πεύοντα τὰς ψυχὰς τῶν ἀκουόντων. Ὁ ἄνθρωπος τοίνυν κτιζόμενος πρότερον μὲν ἐκτίσθη ὁ ‘κατ’ εἰκόνα‘, οὗ ὕλη οὐχ εὑρίσκεται· οὐδὲ γὰρ ἐξ | |
30 | ὕλης ἐστὶν ὁ ‘κατ’ εἰκόνα‘· ‘Καὶ εἶπεν ὁ Θεός· Ποιή‐ σωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέ‐ | |
16 | ραν· καὶ ἀρχέτωσαν‘ καὶ τὰ ἑξῆς· ‘Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον‘ οὐ ‘χοῦν ἀπὸ τῆς γῆσ‘ λαβὼν ὡς ἐπὶ τοῦ δευτέρου, ἀλλὰ ‘κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν‘. Ὅτι δὲ τὸ ‘κατ’ εἰκόνα Θεοῦ‘ οὐ μόνος Μωϋσῆς | |
5 | οἶδεν ἄϋλον, κρεῖττον πάσης σωματικῆς ὑποστάσεως, ἀλλὰ καὶ ὁ ἀπόστολος, παρίστησιν ἡ λέξις αὐτοῦ λέγοντος· ‘Ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτί‐ | |
10 | σαντος.‘ Δύο οὖν καθ’ ἕκαστον ἡμῶν εἰσιν ἄνθρωποι. Πῶς λέγεται ‘ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν‘; Μέγα τὸ πρόβλημά ἐστιν. Ὡς οὖν ὁμωνυμεῖ ὁ ἔξω ἄνθρωπος τῷ ἔσω, οὕτω καὶ τὰ μέλη αὐτοῦ, ὥστε εἰπεῖν ὅτι πᾶν | |
15 | μέλος τοῦ ἔξω ἀνθρώπου ὀνομάζεται καὶ κατὰ τὸν ἔσω ἄνθρωπον. Ὀφθαλμοὺς ἔχει ὁ ἔξω ἄνθρωπος, καὶ ὁ ἔσω λέγε‐ ται ἔχειν ὀφθαλμούς· ‘Φώτισον τοὺς ὀφθαλμούς μου, | |
μή ποτε ὑπνώσω εἰς θάνατον.‘ Οὐ περὶ τούτων τῶν | 88 | |
20 | ὀφθαλμῶν λέγει, οὔτε περὶ τοῦ αἰσθητοῦ ὕπνου, οὔτε περὶ τοῦ κοινοῦ θανάτου. ‘Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούσ‘· οὐχὶ ἐκ τοῦ τηρεῖν τὰς ἐντολὰς τοῦ Κυρίου ὀξυδερκέστεροι γινόμεθα κατὰ τὸ σῶμα, ἀλλ’ ἐκ τοῦ τηρεῖν τὰς θείας ἐντολὰς κατὰ τὸν νοῦν | |
25 | γινόμεθα ὀξυδερκέστεροι. Οἱ ὀφθαλμοὶ τοῦ ἔσω ἀνθρώ‐ που μᾶλλον ἡμῶν διαβλέπουσιν· ‘Ἀποκάλυψον τοὺς | |
17 | ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια τοῦ νόμου σου‘, ὡς κεκαλυμμένων αὐτοῦ τῶν ὀφθαλμῶν οὐχί, ἀλλ’ εἰσὶν οἱ ὀφθαλμοὶ ἡμῶν ὁ νοῦς. Τοῦ Ἰησοῦ μόνου ἐστὶν ἀποκαλύψαι, ἵνα δυνηθῶμεν τὰ γεγραμ‐ | |
5 | μένα θεωρῆσαι καὶ τὰ κεκρυμμένως εἰρημένα κατα‐ νοῆσαι. Ὦτα ἔχει ὁ ἔξω ἄνθρωπος, καὶ ὁ ἔσω ἄνθρωπος λέγεται ὦτα ἔχειν. ‘Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.‘ Πάντες εἶχον ὦτα τὰ τῆς αἰσθήσεως, ἀλλ’ οὐ πάντες | |
10 | ἦσαν κατωρθωκότες τὸ ἔχειν τὰς ἔνδον ἀκοὰς κεκα‐ θαρμένας. Ταῦτα τὰ ὦτα οὐκ ἐφ’ ἡμῖν, ἐκεῖνα ἐφ’ ἡμῖν· καὶ ἐπεὶ ἐφ’ ἡμῖν ἐστιν ἔχειν ἐκεῖνα τὰ ὦτα, διὰ τοῦτο λέγει ὁ προφήτης· ‘Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν· καὶ τίς κωφὸς ἀλλ’ ἢ οἱ παῖδές μου | |
15 | καὶ τίς τυφλὸς ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.‘ Ὅτι ἐφ’ ἡμῖν ἐστιν τὸ κωφωθῆναι ... (προσέχωμεν· μέλλει ἅπτεσθαι πάν‐ των ἡμῶν τὰ λεγόμενα· τὸν ἔσω ἄνθρωπον δεῖ δια‐ γράψαι ἵνα τὸ αἷμα εὑρεθῇ), ὅτι ἐφ’ ἡμῖν ἐστιν τὸ | |
20 | κωφωθῆναι κατ’ ἐκείνας τὰς ἀκοάς, ἄκουε τοῦ προφήτου λέγοντος· ‘Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ | |
μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψευδῆ. Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ | 90 | |
18 | ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων αὐτῇ φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ.‘ Καὶ ὑμεῖς, ὅσοι συνοί‐ δατε ἑαυτοῖς ἐν αἰτίᾳ εἶναι, εἰ ἀκούετε λόγου καὶ ‘φαρ‐ | |
5 | μάκου φαρμακευομένου παρὰ σοφοῦ‘ καὶ ἀκούετε λόγων ἐπᾳδόντων, ἵνα καταστείλῃ ὑμῶν τὸν θυμὸν καὶ τὴν κακίαν, εἶτα βύετε τὰ ὦτα οὐκ ἀνοίγοντες οὐδὲ ἀναπεταννύντες αὐτὰ πρὸς παραδοχὴν τῶν λεγομένων, φθάσει ἐφ’ ὑμᾶς τὸ ‘Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν | |
10 | τοῦ ὄφεως ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων φαρ‐ μάκου τε φαρμακευομένου παρὰ σοφοῦ‘. Ὁ ἔξω ἄνθρωπος ὀσφραίνεται μυκτῆρσιν, ἀντιλαμ‐ βανόμενος εὐωδίας καὶ δυσωδίας· καὶ ὁ ἔσω ἄνθρωπος | |
15 | ἀντιλαμβάνεται εὐωδίας δικαιοσύνης καὶ δυσωδίας ἁμαρτημάτων ἄλλοις μυκτῆρσιν, εὐωδίας μὲν ὡς ὁ ἀπόστολος διδάσκει λέγων· ‘Εὐωδία Χριστοῦ ἐσμεν τῷ Θεῷ ἐν παντὶ τόπῳ, ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, | |
20 | οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν.‘ Φησὶν δὲ καὶ ὁ Σολο‐ μὼν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων ἐκ προσώπου τῶν νεανίδων τῶν θυγατέρων Ἱερουσαλήμ· ‘Ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν.‘ Ὥσπερ οὖν τοῖς | |
19 | μυκτῆρσιν ἀντιλαμβανόμεθα αἰσθητῆς εὐωδίας καὶ αἰσθητῆς δυσωδίας, οὕτως κατὰ τὸν ἔσω ἄνθρωπον ἔστιν ἀντίλημψις τοῦ ὑγιαίνοντος κατὰ τὰ θεῖα αἰσθη‐ τήρια, εὐωδίας δικαιοσύνης, ἣν εἶχεν ὁ ἀπόστολος, | |
5 | καὶ δυσωδίας ἁμαρτημάτων. Ποίας δυσωδίας ἁμαρ‐ | |
τημάτων; Περ[ὶ] ἧς λέγει ὁ προφήτης οὕτως· ‘Προσ‐ ώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.‘ Ὁ ἔξω ἄνθρωπος ἔχει τὸ γευστικόν, καὶ ὁ ἔσω | 92 | |
10 | ἄνθρωπος ἔχει τὸ πνευματικὸν γευστικόν, περὶ οὗ εἴρηται· ‘Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος.‘ Ὁ ἔξω ἄνθρωπος ἔχει ἁφὴν τὴν αἰσθητήν, καὶ ὁ ἔσω ἄνθρωπος ἔχει ἁφήν, ἐκείνην τὴν ἁφὴν ᾗ ἥψατο ἡ αἱμορροῦσα τοῦ κρασπέδου τοῦ Ἰησοῦ. Ἥψατο· ἐμαρ‐ | |
15 | τύρησεν γὰρ ὁ εἰπών· ‘Τίς ἥψατό μου;‘ Καί γε πρὸ βραχέος ὁ Πέτρος αὐτῷ ἔλεγεν· «‘Οἱ ὄχλοι θλίβουσίν σε καὶ σὺ λέγεις Τίς ἥψατό μου;‘» Οἴεται ὅτι οἱ ἁπτό‐ μενοι σωματικῶς ἅπτονται, οὐ πνευματικῶς. Οἱ οὖν θλίβοντες τὸν Ἰησοῦν οὐχ ἥπτοντο αὐτοῦ· οὐ γὰρ | |
20 | πίστει αὐτοῦ ἥπτοντο. Ἐκείνη δὲ μόνη ἔχουσα θείαν τινὰ ἁφὴν ἥψατο τοῦ Ἰησοῦ καὶ διὰ τοῦτο ἐθεραπεύθη· καὶ ἐπεὶ θείᾳ αὐτοῦ ἁφῇ ἥψατο, διὰ τοῦτο δύναμις | |
20 | τοῦ Ἰησοῦ ἐξῆλθεν ἐπὶ τὴν θείαν αὐτῆς ἁφήν. Λέγει οὖν· «‘Τίς ἥψατό μου; Ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξ‐ εληλυθυῖαν ἀπ’ ἐμοῦ‘». Περὶ ταύτης τῆς θειοτέρας ἁφῆς Ἰωάννης λέγει. ‘Καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν | |
5 | περὶ τοῦ λόγου τῆς ζωῆς.‘ Οὕτως ἔχομεν ἄλλας χεῖρας, περὶ ὧν λέγεται· ‘Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.‘ Ο[ὐ] γὰρ ἐὰν ταύτας ἐπάρω τὰς χεῖρας, κάτω δέ μου κέωνται αἱ χεῖρες τῆς ψυχῆς, καὶ μὴ ἐπάρω αὐτὰς διὰ τῶν | |
10 | ἁγίων καὶ ἀγαθῶν πράξεων γίνεταί μου ‘ἔπαρσις τῶν χειρῶν θυσία ἑσπερινή‘. Ἔχω καὶ ἄλλους πόδας, περὶ ὧν ἐπηγγείλατό μοι ὁ Σολομὼν λέγων· ‘Ὁ πούς σου | |
μὴ προσκόψῃ.‘ Λέγεται 〈ἄτοπόν〉 τι ἐν τῷ Ἐκκλησιαστῇ· τῷ μὴ | 94 | |
15 | συνιέντι γὰρ δόξει ἀνόητον εἶναι, τῷ δὲ σοφῷ ἀπὸ Ἐκκλησιαστοῦ εἴρηται· ‘Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ.‘ Ἐν ποίᾳ κεφαλῇ; Παντὸς γὰρ ἀνθρώπου, καὶ τοῦ ἀνοήτου καὶ τοῦ ἄφρονος, οἱ αἰσθητοὶ ὀφθαλμοὶ ἐν κεφαλῇ αἰσθητῇ εἰσιν, ἀλλὰ ‘τοῦ σοφοῦ | |
20 | οἱ ὀφθαλμοὶ‘ οἱ προειρημένοι, οἱ φωτιζόμενοι ὑπὸ τῆς τοῦ Κυρίου ἐντολῆς, ‘ἐν κεφαλῇ‘ αὐτοῦ, ἐν Χριστῷ, ἐπεὶ ‘Κεφαλὴ ἀνδρὸς ὁ Χριστόσ‘, ὁ ἀπόστολος λέγει. Τὸ διανοητικόν ἐστιν ἐν Χριστῷ. ‘Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ‘, εἶπεν | |
21 | Ἱερεμίας. Ποίαν κοιλίαν ἀλγεῖ; Ἣν καὶ ἡμεῖς ἀλγοῦ‐ μεν, ᾗ ἐπεὶ ὤ[δ]ινεν τὸν λαὸν ‘τὴν κοιλίαν ἀλγῶ‘ καὶ ‘τὰ αἰσθητήρια‘, οὐ ταῦτα ἀλλὰ ‘τῆς καρδίας μου‘. Ἐὰν καὶ ἐπὶ τὰ λεπτὰ μέρη ἔλθω τοῦ σώματος, | |
5 | βλέπω αὐτὰ ἄσα[ρ]κα ἐπὶ τὴν ψυχήν. ‘Κύριε, μὴ τῷ θ[υ]μῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαι με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.‘ Ποῖα ὀστᾶ ἐτα‐ ράχθη τοῦ προφήτου; Ἡ ἁρμονία τῆς ψυχῆς καὶ τὸ | |
10 | στερρὸν τῆς διανοίας αὐτοῦ ἦν τεταραγμένον, καὶ παρα‐ καλεῖ περὶ τῆς ἀποκαταστάσεως ἐκείνων τῶν ὀστέων. ‘Ἐσκορπίσθησαν τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.‘ Ποῖα ὀστᾶ τοῦ λέγοντος ἐσκορπίσθη παρὰ τὸν ᾅδην; Ἐὰν ἴδῃς μοι τὸν ἡμαρτηκότα καὶ ἴδης αὐτοῦ τὰς ἁρμονίας | |
15 | ἐν τῷ χωρίῳ τῆς ἁμαρτίας, ἐν τῷ χωρίῳ τῶν νεκρῶν, | |
ἐν τῷ χωρίῳ τῆς κακίας, ἐρεῖς περὶ τοῦ τοιούτου ὅτι τὰ ὀστᾶ αὐτοῦ ἐσκορπίσθη. ‘Πάντα τὰ ὀστᾶ μου ἐροῦ‐ σιν· Κύριε, τίς ὅμοιός σοι;‘ Ταῦτα τὰ ὀστᾶ λαλεῖ, διαλέγεται, λέγει, αἰσθάνεται τοῦ Θεοῦ, καὶ ταῦτα | 96 | |
20 | ἀναίσθητα ὡς ἰατρῶν παῖδες παριστᾶσιν πρίζοντες ὀστᾶ τοῦ μὴ αἰσθανομένου ἐν τῇ πρίσει. ‘Πάντα οὖν τὰ ὀστᾶ μου ἐροῦσιν· Κύριε, τίς ὅμοιός σοι;‘ Ὀστᾶ | |
22 | πάντα ἔχει ὁ ἔσω ἄνθρωπος. Ἔχει καρδίαν ὁ ἔσω ἄνθρωπος· ‘Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν.‘ Ἐκεῖνοι καρδίαν εἶχον ταύτην τὴν τοῦ σώματος· οὐ γὰρ ἀπόλλυται ἐκείνη ἡ | |
5 | καρδία. Ὅταν δέ τις ἀμελήσῃ τῆς γεωργίας τῆ[ς] ἕξεως νοητικῆς, καὶ ἀπὸ πολλῆς ἀ[ρ]γίας ἀποθῆται τὸ διανοητικόν, ἀπολώ[λ]εκεν τὴν καρδίαν, καὶ λέγεται πρὸς τὸν τοιοῦτον. ‘Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν.‘ | |
10 | ‘Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠρι‐ θμημέναι εἰσίν.‘ Ποῖαι τρίχες; Δι’ ὃ ἦσαν πνευματικῶς ναζιραῖοι. Ἐπεὶ ἔχεις ταῦτα πάντα τοῦ αἰσθητοῦ σώματος περὶ τὸν ἔσω ἄνθρωπον, μηκέτι δίσταζε καὶ περὶ τοῦ | |
15 | αἵματος ὅτι ὁμωνύμως τῷ αἰσθητῷ αἵματι, ὡς καὶ τὰ ἄλλα μέλη τοῦ σώματος, ἐστὶν κατὰ τὸν ἔσω ἄνθρω‐ πον. Ἐκεῖνο τὸ αἷμα ψυχῆς ἁμαρτωλοῦ ἐκχεῖται· καὶ γὰρ ‘Τὸ αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητηθήσεται‘. Οὐκ εἶπεν Τὸ αἷμα ὑμῶν, ἀλλὰ ‘Τὸ αἷμα τῶν ψυχῶν | |
20 | ὑμῶν‘. Καὶ ‘Τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω‘. Ποῖον αἷμα ἐκζητεῖ ὁ Θεὸς ‘ἐκ χειρὸς τοῦ σκοποῦ‘ ἢ | |
ἐκεῖνο τὸ ἐκχεόμενον τοῦ ἁμαρτωλοῦ; Οὕτως ἀπόλλυ‐ ται καρδία τοῦ ἄφρονος, καὶ λέγεται ‘Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν‘, ὡς ἐκχεῖται τὸ αἷμα | 98 | |
23 | καὶ ἡ δύναμις ἡ ζωτικὴ τῆς ψυχῆς. Εἰ νενόηται ἡ ψυχή, καὶ νενόηται κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ νενόηται ὅτι ἐν ἐκείνῃ ἐστὶν τὸ ‘κατ’ εἰκόνα‘, δῆλον ὅτι καλῶς ὁ Παῦλος λέγει· ‘Κάλλιον | |
5 | γ[ὰ]ρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.‘ Πρὸ τῆς ἀνα‐ στάσεως σὺν Χριστῷ ἐστιν ὁ [δ]ίκαιος καὶ ἐν αὐτῇ τῇ ψυχῇ ζῇ μετ[ὰ] Χριστοῦ. Διὰ τοῦτο ‘κάλλιον γὰρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι‘. Κατὰ δὲ ὑμᾶς τοὺς λέγοντας ὅτι ἡ ψυχὴ κεῖται ἐν τῷ μνημείῳ μετὰ τοῦ | |
10 | σώματος, οὐκ ἐξῆλθεν ἀπὸ τοῦ σώματος, οὐκ ἀνα‐ παύεται, οὐ γέγονεν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, οὐκ ἀναπαύεται [ἐ]ν κόλποις Ἀβραάμ· κατὰ δὲ ὑμᾶς [τ]οὺς τὰ τοσαῦτα λέγοντας οὐ ‘κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι‘· οὐ γὰρ σὺν Χριστῷ ἐστιν ἅμα τῷ | |
15 | ἀναλῦσαι, εἰ ἡ ψυχὴ αἷμα. Εἰ ἡ ψυχὴ κεῖται ἐν τοῖς μνημείοις, πῶς δύναται ‘εἶναι σὺν Χριστῷ‘; Κατὰ δὲ ἐμὲ καὶ τὸν λόγον τοῦ Θεοῦ, ἡ ἀναλύσασα ἀπὸ τῶν καμάτων, ἡ ἀναλύσασα ἀπὸ τῶν ἱδρώτων ψυχή, ἡ ἀπολυθεῖσα τοῦ σώματος, ἡ δυναμένη λέγειν ‘Νῦν | |
20 | ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, μετ’ εἰρήνησ‘, ἐξέρχεται ἐν εἰρήνῃ καὶ μετὰ Χριστοῦ ἀναπαύεται. Οὕτως ἡ ψυχὴ τοῦ Ἀβραὰμ ἤκουσεν· ‘Σὺ δὲ ἀπε‐ λεύσει πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης τραφεὶς ἐν γήρει καλῷ.‘ Ἀπέρχεται πρὸς τοὺς πατέρας. Ποίους | |
24 | πατέρας; Περὶ ὧν λέγει ὁ Παῦλος· ‘Τούτου χάριν κάμπτω μου τὰ γόνατα πρὸς τὸν Πατέρα ἐξ οὗ πᾶσα πατριά.‘ Οὕτω καθ’ ἡμᾶς ‘ἀπελύθη Ἀαρών‘· καὶ γὰρ | |
ἐν τῷ Ἐκκλησιαστῇ γέγραπται περὶ τοῦ δικαίου τοῦ | 100 | |
5 | καλῶς ἀγωνισαμένου, τοῦ ἐξελθόντος ἀπὸ τοῦ σωματι‐ κοῦ δεσμοῦ [ὅ]τι ‘Ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσε‐ [τα]ι τοῦ βασιλεῦσαι‘. Οὕτω πείθομαι ἀ[πο]θνῄσκειν ὑπὲρ ἀληθείας, οὕτως [ἑ]τοίμου τοῦ λεγομένου θανάτου καταφρονῶ, οὕτως φέρε θηρία, φέρε σταυρούς, φέρε | |
10 | πῦρ, φέρε βασάνους. Οἶδα ὅτι ἅμα τῷ ἀπαλλαγῆναι ἐξέρχομαι τοῦ σώματος, μετὰ Χριστοῦ ἀναπαύομαι. Διὰ τοῦτο ἀγωνισώμ[εθα], διὰ τοῦτο παλαίσωμεν, στενάζωμ[ε]ν ὄντες ἐν [τ]ῷ σώματι, οὐχ ὡς πάλιν ἐσό‐ μενοι ἄρτι ἐν τοῖς μνημείοις ἐν τῷ σώματι, ἀλλ’ ἀπο‐ | |
15 | λυθησόμενοι μέν, μεταβαλοῦντες δὲ τὸ σῶμα ἐπὶ τὸ πνευματικώτερον· ἀναλύσοντες δὲ καὶ σὺν Χριστῷ ἐσόμενοι, πῶς στενάζομεν οἱ ὄντες ἐν τῷ σώματι;» Εἰσελθόντος Φιλίππου ἐπισκόπου, Δημήτριος, ἄλλος ἐπίσκοπος, εἶπεν· «Διδάσκει ὁ ἀδελφὸς Ὠριγένης ὅτι | |
20 | ἡ ψυχὴ ἀθάνατός ἐστιν.» Ὠριγένης εἶπεν· «Ὁ λόγος τοῦ πάπα Δημητρίου ἄλλου προβλήματος δέδωκεν ἡμῖν ἀρχήν. Ἔφασκεν ἡμᾶς εἰρηκέναι ὅτι ἀθάνατος ἡ ψυχή. Πρὸς τοῦτον τὸν | |
25 | λόγον ἐρῶ ὅτι καὶ ἀθάνατος ἡ ψυχὴ καὶ οὐκ ἀθάνα‐ τος ἡ ψυχή. Τὸ ὄνομα τοῦ θανάτου πρῶτον διαστείλω‐ μεν καὶ ὅσα σημαίνεται ἐκ τῆς τοῦ θανάτου φωνῆς. Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθ’ | |
5 | Ἕ[λ]ληνας, ἀλλ’ ὅσα σημαίνεται κατὰ [τὴ]ν θείαν γραφήν. Ἴσως μέν μο[υ σ]οφώτερος καὶ ἄλλα σημαι‐ νόμ[ε]να παραστήσει· ἐγὼ μέντοι γε ἐπὶ τοῦ παρόντος | |
οἶδα τρεῖς θανάτους. Ποίους τούτους τρεῖς θανάτους; ‘Ζῇ‘ τις ‘τῷ Θεῷ‘ καὶ ‘ἀπέθανεν τῇ ἁμαρτίᾳ‘ κατὰ | 102 | |
10 | τὸν ἀπόστολον. Οὗτος μακάριος ὁ θάνατος· ἀποθνῄσκει τις τῇ ἁμαρτίᾳ· τοῦτον τὸν θάνατον ὁ [Κύριός] μου ἀπέθανεν. ‘Ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέ[θ]ανεν.‘ Οἶδα καὶ ἄλλον θάνατον καθ’ ὃν ἀποθνῄσκει τις τῷ Θεῷ, περὶ οὗ εἴρηται· ‘Ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ | |
15 | ἀποθανεῖται.‘ Οἶδα καὶ τρίτον θάνατον καθ’ ὃν κοινῶς νομίζομεν τοὺς ἀπαλλαγέντας τοῦ σώματος ἀποτεθνά‐ ναι· ‘ἔζησεν‘ γὰρ Ἀδὰμ ‘ἔτη τριάκοντα καὶ ἐνακόσια, καὶ ἀπέθανεν‘. Τριῶν τοίνυν ὄντων θανάτων, ἴδωμεν ἡ ψυχὴ ἀνθρω‐ | |
20 | πίνη πότερόν ἐστιν κατὰ τοὺς τρεῖς θανάτους ἀθάνατος, ἢ οὐ κατὰ τοὺς τρεῖς θανάτους, ἀλλὰ κατά τινας τού‐ των ἀθάνατος. Κατὰ τὸν μέσον θάνατον πάντες ἄνθρω‐ ποι ἀποθνῄσκομεν· ὃν διάλυσιν νομίζομεν εἶναι. 〈Τοῦτον〉 τὸν θάνατον οὐδεμία ψυχὴ ἀνθρώπου ἀπο‐ | |
26 | θνῄσκει· εἰ γὰρ ἀπέθνῃσκεν, οὐκ ἂν ἐκολάζετο μετὰ τὸν θάνατον. ‘Ζητήσουσιν, φησίν, οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐχ εὑρήσουσιν αὐτόν.‘ Αἱ γὰρ κολαζό‐ μεναι ψυχαὶ ζητήσουσιν τὸν θάνατον, θελήσουσιν μᾶλ‐ | |
5 | λον εἰ μὴ ἔσονται ἤπερ ἵνα ὦσιν μέν, [κ]ολάζωνται δέ· διὰ τοῦτο ‘ζητήσουσι[ν ο]ἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσου[σι]ν αὐτόν‘. Κατὰ τοῦτο τὸ σημαι‐ νόμεν[ο]ν πᾶσα ἡ ψυχὴ ἡ ἀνθρωπίνη ἀθάνατος. Κατὰ δὲ τὰ λοιπὰ τὰ σημαινόμενα, κατὰ μὲν τὸ ἕτερον | |
10 | θνητὴ ψυχή, καὶ μακαρία ἐὰν ἀποθάνῃ τῇ ἁμαρτίᾳ. Περὶ τούτου τοῦ θανάτου Βαλαὰμ προφητεύων ἔλεγεν | |
εὐχόμενος ἐν πνεύματι θείῳ· ‘Ἀποθάνοι ἡ ψυχή [μου] ἐν ψυχαῖς δικαίων.‘ Περὶ τούτου τοῦ θανάτου π[α]ρα‐ δόξως ἐπροφήτευσεν ὁ Βαλαάμ, καὶ ἑαυτῷ ἐν λόγῳ | 104 | |
15 | Θεοῦ τὰ κάλλιστα ηὔχετο· ηὔχετο γὰρ τῇ ἁμαρτίᾳ ἀποθανεῖν ἵνα ζήσῃ τῷ Θεῷ· καὶ διὰ τοῦτο ἔλεγεν· ‘Ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.‘ Ἄλλος δὲ θάνατος ἔστιν, καθ’ ὃν οὐκ ἐσμὲν μὲν ἀθάνατοι, δυνά‐ | |
20 | μεθα δὲ ἐκ τοῦ φυλάττεσθαι μὴ ἀποθανεῖν. Καὶ τάχα τὸ θνητὸν τῆς ψυχῆς οὐκ ἀεί ἐστιν θνητόν· ὅσον μὲν γὰρ ἐπιδέχεται τὸ ἁμαρτάνειν τοιαύτην ἁμαρτίαν ὥστε γενέσθαι ‘ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται‘, θνητὴ τοῦ ὄντως θανάτου ἐστὶν ἡ ψυχή· ἐὰν δὲ γένηται | |
27 | ἐν βεβαιώσει τῆς μακαριότητος ὥστε ἀνεπίδεκτος εἶναι τοῦ θανάτου, ἡ δὲ ἔχουσα τὴν αἰώνιον ζωὴν οὐκέτι ἐστὶν θνητή, ἀλλὰ γέγονεν καὶ κατὰ τοῦτο τὸ σημαι‐ νόμενον ἀ[θ]άνατος. —Πῶς εἴρηται παρὰ τῷ ἀπο[σ‐ | |
5 | τ]όλῳ ‘Ὁ μόνος ἔχων ἀθανασίαν‘ [ἐπὶ] τοῦ Θεοῦ; Ζητῶ ἵν’ εὕρω ὅτι Χριστὸς Ἰησοῦς ‘ὑ[πὲ]ρ πάντων ἀπέθανεν χωρὶς Θεοῦ‘. Ἔχ[ει]ς ὅπως μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν. Ἀναλαμβάνωμεν οὖν τὴν αἰώνιον ζωήν· ἀναλαμ‐ | |
10 | βάνωμεν ἐκ τοῦ ἐφ’ [ἡ]μῖν. Οὐ δίδωσιν αὐτὴν [ἡ]μῖν ὁ Θεός, ἀλλὰ παρατίθησιν· ‘Ἰδοὺ δέδω[κα] πρὸ προσώ‐ | |
που σου τὴν ζωήν.‘ Ἐφ’ [ἡμῖ]ν ἐστιν ἐκτεῖνα[ι] τὴν χεῖρ[α, π]ρᾶξα[ι πρ]άξεσιν ἀγαθαῖς καὶ λαβεῖν τὴν [ζω]ὴν καὶ ἐναποθέσθαι τῇ ψυχῇ. Α[ὕτη ἡ] ζωὴ | 106 | |
15 | Χριστός ἐστιν εἰπών· ‘Ἐγώ εἰ[μι ἡ ζω]ή‘, αὕτη ἡ ζωὴ ἣ νῦν μὲν [δικαίοις] πάρεστιν ἐν σκιᾷ, ‘τότε δὲ πρ[ό]σωπον πρὸς πρόσωπον‘· ‘Πνεῦμα‘ γὰρ ‘πρὸ προσ‐ ώπου ἡμῶν Χριστὸς [Κύριος] οὗ εἴπωμεν· Ἐν τῇ σ[κ]ιᾷ αὐτοῦ ζ[ησό]μεθα ἐν τοῖς ἔθνεσιν‘. Ε]ἰ τοσαῦτα | |
20 | ἀ[γα]θὰ παρέχει ἡ σκιά σου τῆς ζωῆς, οἵαν εἶχεν Μωϋσῆς προφητεύων, ὁποίαν εἶχεν Ἡσαΐας βλέπων ‘τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου‘, ὁποίαν εἶχεν Ἱερεμίας ἀκούων ‘Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ | |
28 | σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε‘, ὁποίαν εἶχεν Ἰεζεκιὴλ βλέπων τὰ Χερουβίμ, βλέπων τοὺς τροχούς, τὰ ἀπόρρητα μυστήρια, πῶς ζησόμεθα, ὅταν μηκέτι ὑπὸ τὴν σκιὰν ζῶμεν τῆς ζωῆς, ἀλλὰ γενώμεθα ἐν | |
5 | αὐτῇ τῇ ζωῇ. Νῦν γὰρ ‘ἡ ζ[ω]ὴ‘ ἡμῶν ‘κέκρυπται σὺν τῷ Χριστῷ· [ὅ]ταν δὲ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, [τό]τε καὶ‘ ἡμεῖς ‘σὺν αὐτῷ‘ φανερωθ[ησ]ό‐ μεθα ‘ἐν δόξῃ‘. Ἐπὶ ταύτην τὴν ζωὴν σπεύσωμεν, στε‐ νάζοντες, λυπούμενοι ὅτι ἐσμὲν ἐν τῷ σκηνώματι, ὅτι | |
10 | ἐνδημοῦμεν ἐν τῷ σώματι. Ὅσον ‘ἐνδημοῦμεν ἐν τῷ σώματι, ἐκ[δ]ημοῦμεν ἀπὸ τοῦ Κυρίου‘. Ἐ[πιπ]οθή‐ σωμεν ‘ἐκδημῆσαι ἀπὸ το[ῦ σώ]μ[ατος κ]αὶ ἐνδημῆσαι πρὸς τὸν [Κύριον]‘, ἵν’ ἐ[νδ]ημοῦντε[ς] αὐτῷ γενώ‐ [με]θα ἓν πρὸς τὸν Θεὸν τῶν ὅλων [καὶ] τὸν μονογενῆ | |
15 | αὐτοῦ Υἱὸν [ὁρῶμεν] πρὸς πάντα σωζόμενοι καὶ μακά‐ ρι[οι γ]ινόμενοι, ἐν Ἰησοῦ Χριστῷ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμ[ή]ν.» | 108 |
28n | Ὠριγένους διάλεκτοι· πρὸς Ἡρακλείδην καὶ τοὺς σὺν αὐτῷ ἐπισκόπους, | |
περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ψυχῆς. | 110 |