TLG 2042 017 :: ORIGENES :: Fragmenta in Lucam (in catenis)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Fragmenta in Lucam (in catenis)

Source: Rauer, M. (ed.), Origenes Werke, vol. 9, 2nd edn. [Die griechischen christlichen Schriftsteller 49 (35)] Berlin: Akademie–Verlag, 1959: 227–336.

Cf. et 2042 078

Citation: Fragment — (line)

1a

Ἐπειδὴ ὑπέρογκον ἦν τὸ ἐπιχείρημα ἄνθρωπον ὄντα θεοῦ διδασκαλίαν καὶ ῥήματα συγγράφειν, εἰκότως ἀπολογεῖται ἐν τῷ προοιμίῳ.

1b

οὐχ ἁπλῶς δὲ πεπιστευμένων εἶπεν, ἀλλὰ ‹πεπληροφορημένων›, τὸ ἀπαράβατον τοῖς λεγομένοις μαρτυρῶν.

1c

‹πραγμάτων› δέ φησιν, ἐπειδήπερ οὐ κατὰ φαντασίαν κατὰ τοὺς τῶν αἱρετικῶν παῖδας ἐδραματούργησεν Ἰησοῦς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, ἀλλὰ τυγχάνων ‹ἀλήθεια› πρὸς ἀλήθειαν ἐνήργησε τὰ πράγματα.

2

[παραπλησίως δὲ καὶ Λουκᾶς] ὁ τὸ παρὸν εὐαγγέλιον συγγραψάμενος, προ‐ τραπεὶς παρὰ τοῦ κορυφαίου Πέτρου· ὥστε σημαίνει τὸ ‹ἐπεχείρησαν› τὸ χωρὶς χαρίσματος ἐλθεῖν 〈ἐπὶ〉 τὴν ἀναγραφὴν τῶν εὐαγγελίων τινάς, τὸ δὲ ‹ἀνατάξασθαι› σημαίνει τὸ ἐκθεῖναι, τὸ ἐξηγήσασθαι, τὸ συγγράψαι.

3

‹ἀνατάξασθαι› ἀντὶ τοῦ συντάξαι γραφῇ καὶ φανερῶσαι τὸν λόγον227

4

Δύνασαι δὲ καὶ ἑτέρως ... expl. παρόντες οἱ μαθηταί.

5

Ὅτι μὲν οὖν παρὰ τῶν αὐτοψίᾳ θεασαμένων καὶ αὐτηκόων γενομένων παρ‐ έλαβεν, σαφῶς ὡμολόγησεν εἰπών· ‹καθὼς παρέδοσαν ὑμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου›. καὶ χρὴ τούτῳ μὲν καὶ Μάρκῳ πείθεσθαι, ὡς ἅπερ ἀκηκόασιν ἀκριβῶς ἀναγραψαμένοις, Ἰωάννῃ
5δὲ καὶ Ματθαίῳ, ὡς ἅπερ ἑωράκασι γράφουσιν. τὰ οὖν νόμιμα εὐαγγέλια τιμητέον ἐξ ἴσου, μὴ νόμον τὴν ὄψιν τῶν ἑωρακότων τιμώντων, ἀλλὰ καὶ τὴν ἀκοὴν τῶν ἀκηκοότων· ἀληθεῖς γὰρ ἀληθῶν διάδοχοι καὶ τὸ παραδο‐ θὲν αὐτοῖς φῶς εἰς ἡμᾶς παραπέμπουσιν, ἔπαινον κομιζόμενοι δίκαιον παρ’ ἡμῶν.

6

[διαβεβαιοῦται, ὅτι παρηκολούθησεν ... ‹πᾶσιν›] τοῖς αὐτόπταις καὶ ὑπηρέταις, ἵνα μὴ τῇδε κἀκεῖσε περιφερόμενος ἀποτρα‐ πῇς τῆς εὐθείας ὁδοῦ· οὐ γὰρ ἕτερα κατηχηθείς, ἕτερα νῦν παρὰ τῆσδε τῆς γραφῆς ἐνηχηθήσῃ, ἀλλὰ ‹περὶ ὧν› τὴν γνῶσιν εἴληφας τελεωτέραν δέξῃ
5‹τὴν ἀσφάλειαν›.228

7,1a

‹Θεοφίλῳ› τινὶ ἔγραψε τὸ ‹εὐ‐ αγγέλιον› ὃς εἷς ἦν τῶν πιστευ‐ σάντων καὶ ‹ζέων τῷ πνεύματι› καὶ
5ἀπλήστως ἔχων περὶ τὰς τοῦ κυρίου πράξεις τε καὶ λόγους
8ὅνπερ ἐποίει ἀσφαλέστερον καὶ τὰ
νῦν γραφόμεναColumn end

7,2

‹Θεόφιλον› δὲ ὀνομάζει πρὸς ὅντινα προσφωνεῖ τὸ παρὸν ‹εὐαγγέλιον›, ἄνδρα πεπιστευκότα, Θεόφιλον φε‐ ρωνύμως καλούμενον ὃς ἀπλήστως
5ἔχων περὶ τὰς τοῦ κυρίου πράξεις τε καὶ λόγους ἔγγραφον ᾔτησεν ἔχειν τὸ εὐαγγέλιον·
10‹ἵνα γινώσκῃ›, ὡς αὐτός φησιν, ‹περὶ ὧν κατηχήθη λόγων τὴν
ἀσφάλειαν›.Column end

8,1

Ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράμμασιν ἐν‐ τυγχάνων ἀσφαλέστερον κατέχῃ καὶ
5τὴν πίστιν διατηρῇ.Column end

8,2

ἐπειδὴ γὰρ ἀκοῇ παρέλαβε ταῦτα, ἀσφαλέστερον αὐτὸν καὶ διὰ γραμ‐ μάτων ἐντυγχάνοντα
5ἐν τῇ πίστει διατηρεῖ.229

9

Λόγος ἐστὶ παραγραπτέος Ἰωάννην ἔτι περιόντα βίῳ ἐπὶ Νέρωνος τὰ συγγεγραμμένα εὐαγγέλια συναγαγεῖν καὶ τὰ μὲν ἐγκρῖναι καὶ ἀποδέξα‐ σθαι, ὧν οὐδὲν ἡ τοῦ διαβόλου ἐπιβουλὴ καθήψατο, τὰ δὲ ἀπολέξασθαι καὶ καταργῆσαι, ὅσα μὴ τῆς ἀληθείας ἐχόμενα συνέγνω.

10a

Ναί, ἔπαινός ἐστι τέλειος τὸ εἶναι δίκαιον ‹ἐνώπιον τοῦ θεοῦ›· αὐτὸς γὰρ ἐπίσταται καὶ ‹τῶν ἀνθρώπων τὰς καρδίας μονώτατοσ›.

10b

[οἱ γὰρ ἄνθρωποι οὐκ οἴδασι κατ’ ἀξίαν ἐπαινεῖν] πρὸς τὸ φαινόμενον μόνον ὁρῶντες, ἀγνοοῦντες δὲ τὰ κεκρυμμένα, παρ’ οἷς πρὸς τῆς ἀπλανοῦς ἡ πεπλανημένη δόξα πολλάκις εὐημερεῖ, καὶ ἑτέρως μὲν αὐτοί, ἑτέρως δὲ τὸ θεῖον τοὺς βίους δοκιμάζει· οἱ μὲν ἐκ τῶν φανερῶν, τὸ δὲ ἐκ τῶν κατὰ ψυχὴν
5ἀοράτων λογισμῶν.

10c

[μόνος δὲ ὁ θεὸς οἶδεν ἀξίως καὶ ἐπαινέσαι τὸν ἐπαινετὸν καὶ τοῦ ψεκτοῦ τὴν κρίσιν ἀξίως ποιῆσαι,] ἐπειδὴ βλέπει ἐν τῷ κρυπτῷ καὶ οὐ μόνον τὰς πράξεις, ἀλλὰ καὶ τοὺς λογισμούς· γυμνὴ γὰρ αὐτῷ τῶν πραγμάτων ἡ φύσις
θεωρεῖται καὶ ὁ σκοπὸς κατανοεῖται.230

11

Ἴσως ἐρεῖ τις, ὅτι τοῦ νόμου λέγοντος· ‹ἐὰν φυλάξῃς τὰ προστάγματα κυρίου τοῦ θεοῦ σου, πληθυνεῖ τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου καὶ οὐκ ἔσται ἔν σοι ἄγονος οὐδὲ στεῖρα›· εἰ οὖν ‹δίκαιοι› οὗτοι, ποῦ ἡ εὐλογία; ὅτι ἔθος τοῖς ἐπὶ μεγάλοις τισὶ προβιβαζομένοις παρὰ
5θεοῦ ὡς Ἰσαὰκ καὶ Σαμψὼν καὶ Σαμουὴλ ὑπερβαίνειν τὰ κατὰ τὸν νόμον· στειρωτικὴ γὰρ ὠδὶς ἐγγὺς τῆς παρθενικῆς ἐστιν.

12a

Διὰ συγκαταβάσεως ‹ὤφθη› ὁ ‹ἄγγελοσ› τῷ Ζαχαρίᾳ· οὐδὲ γὰρ φθαρ‐ τοῦ σώματος ὀφθαλμοῖς δύναταί τις ἰδεῖν ἄφθαρτον σῶμα·

12b

‹ἐκ δεξιῶν› δὲ ‹ὤφθη› ἑστὼς ὁ ‹ἄγγελος τοῦ θυσιαστηρίου›, ὅτι αἴσια αὐτῷ ἤμελλε προαγγεῖλαι.

12c

‹τοῦ θυσιαστηρίου› δὲ ‹τοῦ θυμιάματοσ› εἶπεν, ἐπειδὴ ἦν καὶ ἕτερον
θυσιαστήριον χαλκοῦν τὸ τῶν ὁλοκαρπωμάτων.231

13a

Ἐπειδὴ πάντες οἱ ὁρῶντες ἀγγέλους ἐφοβοῦντο, μήπως ὡς μέλλοντες λαβεῖν αὐτῶν τὰς ψυχὰς παρεληλύθεισαν, ὡς καὶ ὁ Μανῶέ φησιν, διὰ τοῦτο λύων αὐτοῦ τὴν ἀγωνίαν ‹ὁ ἄγγελος εἶπεν› τό· ‹μὴ φοβοῦ›· οὐ γὰρ μόνον οὐ τελευτᾷς, φησίν, ἔνθα λύπη καὶ δάκρυα, ἀλλὰ καὶ ζῇς καὶ τεκνοποιεῖς καὶ
5‹χαρὰ μεγάλη ἔσται σοι· γεννήσει› γάρ ‹σοι υἱὸν ἡ Ἐλισάβετ›, οὗ οὐ γέ‐ γονε ‹μείζων ἐν γεννητοῖς γυναικῶν›.

13b

εἶτά φησιν· ‹πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται›. εἰ γὰρ καὶ μὴ πάντες Ἰουδαῖοι, ἀλλὰ ‹πολλοὶ› ἐχάρησαν ἐπὶ τῇ παρουσίᾳ τοῦ προ‐ δρόμου διαγγέλλοντος τὴν τοῦ σωτῆρος ἐπιδημίαν, τὴν πάντων ἡμῖν γε‐ γονυῖαν τῶν ἀγαθῶν πρόξενον.

14a

Τὸ ‹μέγασ› ἐπὶ Ἰσαὰκ καὶ Μωσέως εὑρόντες καὶ νῦν ἐπὶ Ἰωάννου φαμέν, ὅτι ἐμφαίνει οὐ τὸ βλεπόμενον, ἀλλὰ τὸ τῆς ψυχῆς τὸ κατ’ ἀρετήν, ὅ ἐστιν ὁρώμενον κυρίῳ·

14b

οὐ πᾶς δὲ ‹μέγασ› εὐδόκιμος, ἀλλ’ ὁ ‹ἐνώπιον κυρίου μέγασ›, τοῦτ’ ἔστιν ὁ δίκαιος καὶ πιστός.

14c

καὶ διὰ παντὸς τὸ τῆς ψυχῆς ὄμμα πρὸς θεὸν ἀνατείνων καὶ πρὸς αὐτὸν μόνον βλέπων κατὰ τὸν λέγοντα· ‹πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν
κατοικοῦντα ἐν τῷ οὐρανῷ›.232

15

Τὸ δέ· ‹ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα›· μετῆλθε δὲ τὰ αὐτὰ καὶ πρὸς Ἰωάννην. ἀλλὰ μὴ 〈ὡσ〉 ἡ ἀκολουθία τῆς φύσεως βούλεται καρδίας τέκνων ἀκολουθεῖν μᾶλλον πατράσιν, οὐ πατέρας δουλεύειν υἱοῖς· ἀλλ’ ἐπεὶ βούλεται τῷ νέῳ λαῷ δεῖν τὸν ἀρχαῖον ἀκολουθεῖν, ὃς ἐν χώρᾳ ἦν πατέρων,
5ὁ δὲ δεύτερος καὶ νέος ἐν χώρᾳ υἱῶν—‹ἀντὶ› γὰρ ‹τῶν πατέρων σου ἐγεν‐ νήθησαν υἱοί σοι›—ἀντιστρέφει τὴν ἀκολουθίαν· καὶ γὰρ ἀποκαθιστᾷ τὴν συναγωγὴν ὑπὸ τὴν ἐκκλησίαν. ἑρμηνεύων δέ, τίνες οἱ πατέρες, τίνες δὲ τὰ τέκνα, ἐπιφέρει· ‹καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων›. δεῖ γὰρ τοὺς παλαιοὺς παρὰ Ἰουδαίοις τῇ φρονήσει τῶν δικαίων ἀκολουθῆσαι.

16

Ὁ λόγος αἰνίττεται, ὅτι σχεδὸν εἰπεῖν οἱ Ἰουδαῖοι πάντες ἦσαν ἐκ τῆς ὁδοῦ πλανηθέντες τοῦ νόμου καὶ ῥεμβόμενοι περὶ ‹ἐντάλματα καὶ διδασκαλίας ἀνθρώπων›, ἐξ ὧν ‹πολλοὺσ› ἐπέστρεψεν ἡ διδασκαλία Ἰωάννου ‹ἐπὶ› τὸν Χριστὸν τὸν ‹κύριον› καὶ ‹θεὸν› τῶν ὅλων ὅς ἐστιν ‹ἡ› ἀληθὴς ‹ὁδόσ›.

17a

Λέγεται ‹δυνάμει Ἡλίασ› ὁ Ἰωάννης καὶ ὡς πρόδρομος γεγονὼς τῆς πρώτης τοῦ Χριστοῦ παρουσίας ὡς καὶ ὁ Θεσβίτης τῆς δευτέρας.

17b

λέγεται ‹ἐν δυνάμει Ἡλίου› ὁ Ἰωάννης, ἀλλὰ καὶ ὡς ἀσκητὴς καὶ ὡς παρθένος καὶ ὡς ἐν ἐρήμοις τὰ πολλὰ διάγων καὶ ὡς πεπαρρησιασμένως ἐλέγχων τοὺς ἁμαρτάνοντας βασιλεῖς τε καὶ ἰδιώτας.

17c

διὸ καὶ εἰκότως ἐκλήθη ‹δυνάμει Ἡλίασ›· οὐ γὰρ ἐναργεῖ πράγματι ἦν Ἡλίας ὁ Ἰωάννης, ὥς φασιν οἱ μετεμψύχωσιν δοξάζοντες, λέγοντες, ὅτι ἡ ψυχὴ Ἡλίου εἰς Ἰωάννην ἦλθεν.

17d

πλὴν καὶ ὁ Ἡλίας οὔπω ἀπέθανεν, καὶ οὐ δυνατόν, οὐδὲ κατὰ τὸν ἐκείνων λόγον, μίαν ψυχὴν ἐν ἑνὶ καιρῷ ἐν δύο σώμασιν ἐνεργεῖν.

17e

ἀλλ’ οὐδὲ τοῖς πρὸς μετεμψύχωσιν βουλομένοις τὸ ῥῆμα βιάζεσθαι χώραν δίδωσιν ἡ ἱστορία. ἐτόλμησαν γὰρ πολλοὶ ταύτην ἐπιρρῖψαι τὴν θεωρίαν τῇ τοῦ κυρίου φωνῇ. καὶ εἰ ἦν Ἡλίας ἀποθανών, ἐδίδοτο πρὸς
τοῦτο χώρα αὐτοῖς·233

17f

εἰ δὲ μετὰ σώματος ἀνελήφθη, πῶς ψυχὴ ἡ ἐνσώματος εἰς ἕτερον σῶμα μετεκομίσθη; ἀλλὰ τό· ‹ἐν πνεύματι›, ὡς ἀποδέδοται, ἐν τῷ προφητικῷ λέγει χαρίσματι.

18

Ἔτι ἀπιστήσας ὁ Ζαχαρίας τῷ ἀγγέλλοντι τὴν γένεσιν τῆς δεικνυούσης τὸν λόγον φωνῆς ἀπόλλυσι τὴν φωνήν, 〈ἀνα〉λαμβάνων αὐτὴν καὶ παυό‐ μενος τῆς ἐπιπόνου σιωπῆς, ὅτε γεννᾶται ὁ πρόδρομος, τοῦ λόγου φωνή, καὶ ὅτε γράφει, ὅτι ‹Ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ›. ἐνωτίζεσθαι οὖν
5δεῖ φωνήν, ἵν’ ὁ νοῦς τὸν ὑπ’ αὐτῆς δεικνύμενον δέξηται λόγον.

19

Προακούσας ἐράσμιον πρᾶγμα ὁ Ζαχαρίας ἑαυτῷ μέλλειν ἔσεσθαι οὐκ ἔσπευσε πρὸ καιροῦ δραμεῖν πρὸς τὸ δοῦναι ὁδὸν τῇ προφητείᾳ, ἀλλ’ ἔμεινε πληρῶσαι τὴν πνευματικὴν λειτουργίαν καὶ οὕτω τῇ προφητείᾳ διὰ τῶν σαρκικῶν ἐξυπηρετήσασθαι, διδάσκων ὅτι δεῖ πάντα δεύτερα ποιεῖσθαι τῆς
5εἰς θεὸν τιμῆς.234

20a

Τὸ οὖν ὑπέρβατον οὕτως ἔχει· ‹ἀπεστάλη ὁ ἄγγελος πρὸς παρθένον ἐξ οἴκου Δαβίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ, μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ›. οὐκ ‹ἀπεστάλη› δὲ ‹πρὸσ› τὸν Ἰωσὴφ ‹ὁ ἄγγελοσ›, ἐπειδὴ οὐδὲν ἦν κοινὸν τῷ Ἰωσὴφ πρὸς τὴν τοῦ κυρίου γέννησιν·

20b

οὐ γὰρ διὰ τὸ εἶναι αὐτῆς μνηστὴρ ὠνομάσθη ἀνήρ, ἀλλ’ οἰκονομήσαντος τοῦτο διὰ πολλὰ τοῦ θεοῦ, πρῶτον μὲν ἵνα ὑποπτευθῇ παρά τισιν, ὅτι ἐξ αὐτοῦ ἐκύησεν ἡ Μαρία, καὶ μὴ λιθοβοληθῇ ὡς ἐκπαρθενεύσασα, ἔπειτα δὲ καὶ διὰ τὸν ἄρχοντα τοῦ αἰῶνος, ἵνα ἀπατηθεὶς καὶ αὐτὸς οἰηθῇ τὸν Ἰησοῦν
5ἐκ τοῦ Ἰωσὴφ ὄντα καὶ ὡς ἀνθρώπῳ ἐπίθηται καὶ ἡττηθεὶς πέσῃ, καὶ ἀνα‐ κληθῇ τὸ πτῶμα τῆς ἀνθρωπότητος ἐν Χριστῷ καὶ καταβληθῇ ὁ διάβολος.

21a

Ἐπειδὴ εἶπεν ὁ θεὸς τῇ Εὔᾳ· ‹ἐν λύπαις τέξῃ τέκνα›, διὰ τοῦτο λέγει ὁ ἄγγελος· ‹Χαῖρε, κεχαριτωμένη›· αὕτη γὰρ ἡ χαρὰ λύει ἐκείνην τὴν λύπην·

21b

εἰ γὰρ διὰ τὴν τῆς Εὔας κατάραν διέβη ἡ ἀρὰ ἐπὶ πᾶν τὸ τῶν θηλειῶν γένος, οὐκοῦν στοχαστέον, ὅτι διὰ τῆς πρὸς τὴν Μαρίαν εὐλογίας πλατύ‐ νεται ἡ χαρὰ ἐπὶ πᾶσαν ψυχὴν παρθένον·

21c

‹ὁ κύριος μετὰ σοῦ›· ἦν γὰρ μετ’ αὐτῆς ὁ μικρὸν ὕστερον ἐξ αὐτῆς.

21d

‹ὁ κύριος μετὰ σοῦ›· ἰστέον ὅτι ἅμα τῷ εὐαγγελίσασθαι εὐθὺς συνέ‐
λαβεν ἡ παρθένος παραδόξως.235

22a

Ἐπεὶ ‹ἐταράχθη› ξένην ἰδοῦσα τὴν τοῦ ἀγγέλου ὄψιν, ἐπιστρέφει ἀπὸ τῆς ταραχῆς καὶ ἀνακτᾶται αὐτὴν εἰπών· ‹μὴ φοβοῦ Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ›.

22b

τὸ μὲν οὖν ‹εὗρες χάριν› κοινὸν ἦν· εὗρον γὰρ πρὸ αὐτῆς καὶ ἄλλαι ‹χάριν›· τὸ δ’ εἰπεῖν ‹συλλήψῃ› οὐκέτι κοινὸν ἦν, ἀλλ’ ἰδιάζον εἰς ἐπαγ‐ γελίαν παρθένῳ [ξένον πρᾶγμα].

23

‹Εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ›, διὸ ‹μὴ φοβοῦ›· παντὸς γὰρ φόβου ἀφαίρεσις ἡ τοῦ σωτῆρος ἐπιδημία.

24

‹Ἔσται δὲ μέγασ› οὐχ ὡς Ἰωάννης, ἀλλ’ ὡς δεσπότης καὶ δημιουργὸς καὶ κύριος τοῦ παντός· ‹μέγασ› καὶ ὡς διήκων πανταχοῦ· ‹μέγασ›, γάρ φησι Δαυίδ, ‹ὁ κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ›· οὗτος γὰρ ‹μέγασ›
ἀληθῶς.236

25

Τὸ δὲ ‹ἔσται› καὶ ‹κληθήσεται› τῇ κατὰ σάρκα πρέπον οἰκονομίᾳ, καὶ τό· ‹δώσει δὲ αὐτῷ κύριοσ› τῇ οἰκονομίᾳ ἁρμόττει. εἰ δὲ καὶ λαμβάνειν λέγεται διὰ ταύτην ‹τὸν θρόνον Δαβίδ›, ἀλλ’ ἔστιν ὁ αὐτὸς καὶ βασιλεὺς αἰώνιος θεοπρεπῶς.

26

Ὅτι δὲ οὕτως ἔχει καὶ οὐκ ἐκ σπέρματος ἀνδρὸς expl. τῆς θεοτόκου μνημονευθείσης.

27a

Ὡς εὐγνώμων οὖσα ἡ Μαρία ἔφη πρὸς τὸν ἄγγελον· ‹Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου›.

27b

ὁ δὲ δεξάμενος τὴν ὁμολογίαν τῆς πίστεως τῆς παρθένου ἀπῆλθεν ἀπ’ αὐτῆς.

27c

ἡ δὲ πρὸς τὴν συγγενίδα ἀπῄει ἀναβαίνουσα ‹ἐπὶ τὴν ὀρεινὴν μετὰ σπουδῆσ›, ἀναγκαζομένη ὑπὸ τοῦ πνεύματος, ὃ ἐπεληλύθει αὐτῇ ὑπὸ τῆς δυνάμεως τοῦ ὑψίστου.

27d

καὶ ἐπεὶ εἶπεν αὐτῇ ὁ ἄγγελος· ‹ἰδοὺ ἡ συγγενής σου συνείληφεν›, ἐπῆλθεν αὐτῇ συγχαρῆναι, ἐπεὶ καὶ αὐτὴ παρὰ προσδοκίαν συνειλήφει.

27e

δι’ ὃ καὶ ἐκ τοῦ τῆς Ἐλισάβετ οἷον πεισθεῖσα· ‹ἰδού›, φησίν, ‹ἡ δούλη
κυρίου›.237

28

‹Ἰδού›, φησίν, ‹ἡ δούλη κυρίου›, ὡσεὶ ἔλεγεν· πίναξ εἰμὶ γραφόμενος, ὃ βούλεται ὁ γραφεὺς γραφέτω, ποιείτω ὃ θέλει ὁ τοῦ παντὸς κύριος.

29

Εἰς πάντα δὲ οὖσα ἐπιεικὴς ἡ παρθένος οὐ μόνον ἀπῆλθεν πρὸς τὴν Ἐλισάβετ, μὴ τυφωθεῖσα ἐκ τῶν λόγων τοῦ ἀγγέλου, ἀλλὰ καὶ προλαμβάνει ἐν τῷ ἀσπασμῷ τὴν Ἐλισάβετ, τὸ σέβας αὐτῇ ὡς παλαιοτέρᾳ καὶ τάξιν ἐπεχούσῃ μητρὸς ἀπονέμουσα. οὐ γὰρ ἡ Ἐλισάβετ πρώτη, ἀλλ’ ἡ Μαρία ‹ἠσπάσατο
5τὴν Ἐλισάβετ›.

30a

Ὀρεινὴν δὲ ἐκάλεσεν ὁ εὐαγγελιστὴς τοὺς περὶ τὴν Ἱερουσαλὴμ τόπους τῆς Γαλιλαίας ἐπὶ πεδίῳ κειμένης, ἐν ᾗπερ ἡ Ναζαρὲτ ἵδρυται.

30b

πόλιν δὲ Ἰούδα 〈ἐκάλεσε〉 τὴν Ἱερουσαλὴμ ἐν ᾗ ὁ Ζαχαρίας κατῴκει διὰ τὸ πλησιάζειν τῷ ἱερῷ.

30c

‹εἰσῆλθεν› δὲ ‹εἰς τὸν οἶκον Ζαχαρίου›, τὰ κατὰ τὴν Ἐλισάβετ μαθεῖν ἐπειγομένη καὶ τὴν 〈τῶν〉 πρὸς αὐτὴν εὐαγγελίων βεβαιωθῆναι πίστωσιν. τί δὲ τό· ‹ἠσπάσατο τὴν Ἐλισάβετ›; ἰστέον ὅτι οὐ φιλήματι, ἀλλὰ φωνῇ· δῆλον ὅτι τῇ συνήθει τοῖς φίλοις προσεφθέγξατο τὴν εἰρήνην ἐπιφωνήσασα
5τῇ συγγενίδι, ὅπερ ἔθος Ἑβραίοις ἀνέκαθεν, ἢ χαριέστερόν τινα λόγον ἐπιφθεγξαμένη, ὡς εἰώθει τῇ τῶν συνήθων φίλων θέᾳ χαριέντως ἐπι‐
λέγεσθαι.238

31a

Ὑπῆρξε δὲ τοῦτο Ἰωάννῃ, ὅπερ οὐδενὶ τῶν προφητῶν, διὰ τὸ πλησιάζειν αὐτὸν τῇ Χριστοῦ παρουσίᾳ καὶ προτρέχειν αὐτῆς·

31b

οὐ γὰρ πρότερον τοῦ ‹ἁγίου πνεύματος ἐπλήσθη›, πρὶν ἐπιστῆναι τὴν κυοφοροῦσαν τὸν Χριστόν.

31c

πρῶτον δὲ ‹τὸ βρέφοσ› ἐπληροῦτο ‹πνεύματοσ› καὶ ἐσκίρτα καὶ οὕτως τῇ μητρὶ μετεδίδου, καὶ ἀνεβόα προφητικὰ ἡ Ἐλισάβετ διὰ τὸ κυοφορού‐ μενον ἐν αὐτῇ βρέφος καὶ ἔλεγε τῇ παρθένῳ· ‹εὐλογημένη σὺ ἐν γυναιξίν›.

32a

Οἱονεὶ γὰρ τοῦτό φησιν ἡ Ἐλισάβετ πρὸς τὴν παρθένον· τί μοι τοίνυν πρώτη προσαγορεύεις; μὴ γὰρ ἐγώ εἰμι ἡ τὸν σωτῆρα τίκτουσα; ἐμὲ ἐχρῆν ἐλθεῖν πρὸς σέ·

32b

οὐδεμία γὰρ τῆς τοιαύτης χάριτος κοινωνὸς οὔτε γέγονεν οὔτε γενέσθαι δύναται.

32c

ἡ ὄντως γὰρ τεκνογονία καὶ ταύτην ἐποίει τιμίαν, ὥσπερ ἡ θεία τεκνογονία τὴν Μαρίαν καὶ τὸ σύμπαν δι’ ἐκείνην γυναικῶν γένος, ὡς λέγει καθ’ ὅλου περὶ γυναικῶν ὁ Παῦλος, ὅτι ‹σωθήσεται› ἡ γυνὴ ‹διὰ
τῆς τεκνογονίασ›, τοῦτ’ ἔστι γυνὴ τὸν Χριστὸν ἐτεκνογόνησεν.239

33a

Καρπὸν δὲ ‹κοιλίασ› εἶπεν κατὰ τὴν παρὰ τοῦ θεοῦ πρὸς τὸν Δαβὶδ ἐπαγγελίαν τὴν λέγουσαν· ‹ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου›·

33b

καλῶς δὲ καρπὸν ‹κοιλίασ› τὸ κύημα τῆς παρθένου ἡ Ἐλισάβετ ὠνόμασε διὰ τὸ μὴ ἐξ ἀνδρὸς εἶναι τὸ κυοφορούμενον, ἀλλ’ ἐκ μόνης τῆς Μαρίας πνεύματος ἁγίου ἐνοικήσαντος ἐν αὐτῇ καὶ τῆς τοῦ ‹ὑψίστου› δυνάμεως ἐπισκιασάσης αὐτῇ· οἱ γὰρ ἐκ τῶν πατέρων τὴν σπορὰν ἔχοντες ἐκείνων
5εἰσὶ καρποί,

33c

καθὼς καὶ τῷ Δαβὶδ ἐρρήθη· ‹ἐκ καρποῦ τῆς κοιλίας σου›, τοῦτ’ ἔστιν οἱ πρόγονοι τῆς παρθένου καὶ ἡ παρθένος ἐκ σπορᾶς ἀνδρῶν τοῦ γένους
σου γεννηθέντες.240

34

Σύμφωνα δὲ φθέγγεται τῷ υἱῷ ἡ Ἐλισάβετ· κἀκεῖνος γὰρ ἀνάξιον ἑαυτὸν τῆς πρὸς τὸν Χριστὸν παραστάσεως ἔλεγεν, οὕτως καὶ αὐτὴ ἀναξίαν ἑαυ‐ τὴν τῆς παρουσίας τῆς παρθένου.

35a

Μητέρα καλεῖ τὴν ἔτι παρθένον, φθάνουσα προφητικῷ λόγῳ τὴν ἔκβασιν.

35b

θεία μὲν οὖν οἰκονομία τὴν Μαρίαν ἤγαγε πρὸς τὴν Ἐλισάβετ, ἵνα καὶ ἡ μαρτυρία Ἰωάννου ἐκ μήτρας εἰς τὸν κύριον πληρωθῇ διὰ τῆς ἰδίας
μητρός.241

36a

Εἶχε δὲ καὶ ἡ πορεία τῆς παρθένου τὴν οἰκείαν αὐτῆς σπουδήν· ἦλθε γὰρ ὀψομένη τὴν Ἐλισάβετ καὶ τὸ ἐν αὐτῇ παράδοξον κύημα καὶ ἰδεῖν καὶ πιστεύσασθαι, κατὰ τὴν τοῦ ἀγγέλου φωνήν, ἵνα διὰ τούτου ὁ κατ’ αὐτὴν μείζων πιστευθῇ τοκετός, ὁ ἐξ αὐτῆς, φημί, τῆς παρθένου· καὶ συντρέχει
5πρὸς τὴν πίστιν ταύτην ὁ λόγος τῆς Ἐλισάβετ λεγούσης· ‹καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου›.

36b

βεβαιοτέρα γὰρ πρὸς τὴν πίστιν ταύτην ἐκ τούτων ἐγίνετο τῶν ῥημάτων ἡ παρθένος μακαριζομένη, ὅτι ἐπίστευσεν ἀγγέλου τε προσημαίνοντος καὶ τῆς συγγενίδος τὰ παραπλήσια προφητευούσης.

37

Πρῶτον δείκνυσιν, ὅτι πιστεύει τοῖς λεχθεῖσιν αὐτῇ διὰ τοῦ· ‹μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λαληθεῖσιν αὐτῇ παρὰ κυρίου›, φάσκουσα· ‹μεγαλύνει ἡ ψυχή μου τὸν κύριον›. ἐπειδὴ γὰρ παρθένος οὖσα ἐν γαστρὶ σωματικῶς παρὰ τὴν κοινὴν συνελάμβανε φύσιν, σωματικῶς μὲν
5ὡς ἐν σώματι, πνευματικῶς δὲ ὅτι ἄνευ κοινωνίας, ὅμως ἐπειδὴ ἐν σώματι ἐγένετο τὸ παραδόξως οἰκονομούμενον, φησίν· ‹μεγαλύνει ἡ ψυχή μου τὸν
κύριον›.242

38a

Ἐν τῷ ἐμῷ σώματι θαυμαστὰ ὁ θεὸς ἐπαγγελλόμενος ἐνεργήσει· ἀλλ’ ἄγε μοι, φησίν, ἡ ψυχὴ οὐκ ἔσται ἄκαρπος πρὸς τὸν θεόν·

38b

εἰ γὰρ ὁ τοῦ σώματος καρπὸς οὐ τῆς ἐμῆς ἐστι προαιρέσεως κατόρθωμα, ἀλλὰ τοῦ θεοῦ τοῦ θαυματουργοῦντος ἐν ἐμοὶ τὰ ὑπὲρ φύσιν, χρή με καὶ προαιρέσεως καρπὸν προσενέγκαι.

39a

‹Ἠγαλλίασε› τοίνυν ‹τὸ πνεῦμα μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρι μου›. σωτὴρ γάρ μου ἐστὶν ὁ θεὸς σωτῆρα ἐξ ἐμοῦ χαριζόμενος τῷ κόσμῳ·

39b

τινὲς δὲ ‹πνεῦμα› καὶ ψυχὴν τὸ αὐτό φασιν.

40

Εἶτα καὶ τὴν αἰτίαν λέγει τοῦ δεῖν μεγαλύνειν ‹τὸν κύριον καὶ› τοῦ ἀγαλλιᾶσθαι ἐπ’ αὐτῷ ἐπαγαγοῦσα ὅτι· ‹ἐπέβλεψεν δὲ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ›. τίς γάρ εἰμι ἐγὼ πρὸς τοσοῦτον ἔργον; αὐτὸς ‹ἐπ‐ έβλεψεν›, οὐκ ἐγὼ προσεδόκησα· ταπεινὴ γὰρ ἤμην καὶ ἀπερριμμένη, καὶ
5νῦν ἀπὸ γῆς εἰς οὐρανὸν μεταβαίνω καὶ εἰς ἄρρητον οἰκονομίαν ἕλκομαι.243

41a

‹Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με›, φησί, ‹πᾶσαι αἱ γενεαί›· δηλονότι αἱ τῶν πιστευόντων, οὐ σὺ μόνη ἡ Ἐλισάβετ.

41b

εἰ γὰρ καὶ τοῖς κατ’ ἐκεῖνο καιροῦ ἀσυμφανὴς ἦν ὁ τῆς θεοτόκου λόγος, ἀλλὰ νῦν ὁσημέραι ἐπὶ πλείω λαλεῖ καὶ φαίνεται τὸ ἀληθὲς τῶν ὑπ’ αὐτῆς προφητευθέντων.

42

Ἐπειδήπερ ἀπιστήσειεν ἄν τις πρὸς τὴν ἐνέργειαν τῆς συλλήψεως, εἴ γε παρθένος οὖσα συλλάβοι, τῷ ὀνόματι τοῦ δυνατοῦ τὴν ἀπιστίαν ἐκβάλλει, ἵνα τις τῇ δυνάμει τοῦ ἐνεργοῦντος ἀναπέμψῃ τὸ κατόρθωμα καὶ μὴ τὸ κατὰ φύσιν ἐξετάζων ἐκπέσῃ τῆς ἀληθοῦς συγκαταθέσεως τῶν ἀληθῶς
5γεγενημένων.

43

‹Ἐποίησε› δὲ ‹κράτοσ› καὶ τὰ ἑξῆς, ἐπειδὴ τῆς τοῦ θεοῦ χειρός, οὐκ ἀνθρώπου τὸ ἔργον· καὶ βραχίων τοῦ πατρὸς ὁ υἱὸς κατὰ τό· ‹ἐλυτρώσω
ἐν τῷ βραχίονί σου τὸν λαόν σου›.244

44

Τοὺς αὐτοὺς καὶ ‹δυνάστασ› καλεῖ, οὓς καθελὼν ‹ὕψωσεν› τοὺς τα‐ πεινώσαντας ἑαυτοὺς ‹ὑπὸ τὴν κραταιὰν χεῖρα› αὐτοῦ, δεδωκὼς αὐτοῖς ‹ἐξουσίαν πατεῖν ἐπάνω ὄφεως καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ›· καὶ ‹πεινῶντασ› μὲν τοὺς ἐξ ἐθνῶν, λιμώττοντας θείων
5λόγων καὶ διδασκαλίας, ‹ἐνέπλησεν ἀγαθῶν› τῶν τῆς νέας διαθήκης.

45a

Ἐνταῦθα καὶ πρὸς ‹τὸν κατὰ σάρκα Ἰσραὴλ› ἁρμόζει· πολλαὶ γὰρ ἐξ αὐτῶν μυριάδες πιστεύσασαι τῷ κυρίῳ ἐσώθησαν·

45b

δύναται δὲ καὶ πρὸς τὸν νοητὸν ‹Ἰσραὴλ› νοηθῆναι, τὸν ἐν τῷ νοῒ ὁρῶντα θεόν—τοῦτο γὰρ ‹Ἰσραὴλ› ἑρμηνεύεται—οἵτινές ἐσμεν οἱ ἐξ ἐθνῶν πιστεύσαντες.

46

Ἐγὼ νομίζω, ὅτι κατὰ τὸν εὐαγγελιστὴν ‹πληρωθέντος τοῦ χρόνου τοῦ τεκεῖν τὴν Ἐλισάβετ› ἡ Μαρία ‹εἰς τὸν οἶκον αὐτῆσ› ἀνεχώρησεν· εἰ γὰρ ‹τῷ ἑκτῷ μηνὶ› τῆς Ἐλισάβετ ‹ἀπεστάλη ὁ Γαβριὴλ πρὸσ› τὴν ‹παρ‐ θένον εἰς Ναζαρὲτ› εὐαγγελιζόμενος αὐτῇ, ἔδραμε δὲ ‹εἰς τὴν ὀρεινὴν›
5πρὸς τὴν ἑαυτῆς συγγενίδα ἡ παρθένος καὶ ‹ἔμεινεν› ἐκεῖ ‹ὡσεὶ μῆνας τρεῖσ›, δῆλον ὅτι ‹πληρωθέντος τοῦ χρόνου› τῆς συλλήψεως ‹εἰς τὸν οἶκον›
ἑαυτῆς ἀνεχώρησεν.245

47a

Τίνος δὲ χάριν ‹ἔμεινεν›; ἴσως καὶ ἐκεῖ τοῦ παραδόξου θεωρῆσαι τὴν ἔκβασιν καὶ ἐπὶ τοῖς καθ’ ἑαυτὴν ἀποροῦσά τε καὶ ἐκπληττομένη καὶ τί δεήσει γενέσθαι βουλευομένη·

47b

ἔθος δέ ἐστιν ὑποχωρεῖν τὰς παρθένους, ὅτε μέλλει τίκτειν ἡ ἔγκυος.

47c

διὸ ὅτε ἦλθον αἱ ἡμέραι ‹τοῦ τεκεῖν› τὴν Ἐλισάβετ, ὑπεχώρησεν ἡ Μαρία ὡς παρθένος καίπερ οὖσα ἔγκυος· καὶ ὑποπτευομένη μὲν παρὰ τοῖς οὐκ εἰδόσι τὸ μυστήριον γυνὴ συνειληφυῖα ἐξ ἀνδρός, τῇ δὲ ἀληθείᾳ οὖσα παρ‐ θένος καὶ ἀνέπαφος ἀνδρός, ἔγκυος δὲ φύσει καὶ ἀληθείᾳ ὑπὲρ φύσιν καινο‐
5πρεπῶς.246

48

Ἰωάννης μὲν οὖν χάρις θεοῦ ἑρμηνεύεται, Ζαχαρίας δὲ μνήμη θεοῦ, Ἐλισάβετ θεοῦ μου ὅρκος.

49

Ἐπειδὴ γὰρ ἑρμηνεύεται Ζαχαρίας μὲν μνήμη θεοῦ, Ἰωάννης δὲ ὁ δεικνύς, μέμνηται δέ τις τοῦ ἀπόντος, δείκνυσι δὲ τὸν παρόντα, διὰ τοῦτο οἱ τοῦ παιδὸς τούτου γεννήτορες οὐκ ἠνέσχοντο αὐτὸν καλεῖν Ζαχαρίαν, ἀλλὰ μᾶλλον Ἰωάννην ὀνομάζειν ἤθελον, διότι ἤμελλεν οὐχὶ μνημονεύειν θεοῦ
5ὡς ἀπόντος, ἀλλ’ αὐτὸν ἐκεῖνον μονονουχὶ τῷ δακτύλῳ δεικνύειν παρόντα καὶ λέγειν· ‹ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ›.

50a

Ὡς γὰρ γεγονὸς λέγει τὸ ἐσόμενον, ἤμελλεν γὰρ τῇ σαρκώσει τοῦ μονογενοῦς ἐπακολουθεῖν τὰ ἀγαθά· ‹εὐλογητόσ›, γάρ φησι, ‹κύριος, ὅτι ἐπεσκέψατο›·

50b

ἐπισκοπήσαντος γὰρ τοῦ θεοῦ καὶ βουλομένου λυτρώσασθαι τὸν λαὸν
αὐτοῦ ‹ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβίδ›.247

51a

Ποίας δὲ διαθήκης ἐμνήσθη καὶ ποίου ὅρκου πρὸς τὸν Ἀβραὰμ γενομένου, ἢ πάντως τοῦ· ‹ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη›·

51b

κἂν γὰρ νῦν τοῦτο γέγονεν, ἀλλ’ ἔκπαλαι προανεφωνήθη—τοῦτο γάρ ἐστιν τὸ ‹μνησθῆναι διαθήκησ›—καὶ ἀδύνατον ἦν μὴ ἐκβῆναι τοὺς λόγους εἰς ἔργον· ὅρκῳ γὰρ ἐβεβαίωσε τὰς ἐπαγγελίας διὰ τὸ ἀπαράβατον, ὅτι πάντως ἔσται· καὶ νῦν οἱ πιστοὶ ‹ἀφόβως ἐκ χειρὸσ› τῶν νοητῶν
5ῥύονται.

52

Τὸ δὲ εἶδος τῆς νῦν λατρείας οὐ σφάγια βοῶν καὶ ἄλλων θρεμμάτων ἢ ὀρνέων ἢ λιβανωτοῦ, ἀλλ’ ὁσιότης καὶ δικαιοσύνη, ὁσιότης μὲν πρὸς τὸ θεῖον, δικαιοσύνη δὲ πρὸς ἀνθρώπους· τοιαύταις γὰρ θυσίαις καὶ λατρείαις εὐαρεστεῖται ὁ θεός, ὅταν ἐνδελεχῶς γίνωνται ἕως τῆς τελευταίας ἀνα‐
5πνοῆς· οὐ γὰρ οἱ ἐπὶ χρόνον τινὰ ἀσκοῦντες οὗτοι δόκιμοι, ἄλλ’ οἵ τινες μέχρι τέλους τὸ αὐτὸ ἐνδείκνυνται.

53a

Τὸ δὲ ‹καὶ σὺ› ἔμφασιν ἔχει ἀντὶ τοῦ εἰπεῖν· ὥσπερ κἀγὼ καὶ οἱ προφῆται· οὐ πάντη δὲ τὸ ὅμοιον ἐμφαίνει· ἐπάγει γάρ· ‹προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ›· οἱ μὲν γὰρ ἄλλοι λόγῳ ἐκήρυξαν τὸν Χριστόν, σὺ δὲ καὶ ἰδεῖν αὐτὸν ἔχεις καὶ ὑποδεῖξαι τοῖς λαοῖς,
5καθά τις πιστὸς στρατιώτης·

53b

πῶς δὲ ‹ἑτοιμάσαι τὰς ὁδοὺς αὐτοῦ› φησιν; τὸ ποιῆσαι γνῶναι τοὺς ἀνθρώπους, ὅτι παραγέγονεν ὁ τοῖς πιστοῖς συγχωρῶν τὰ ἁμαρτήματα
αὐτῶν.248

53c

‹λαὸν› γὰρ ‹αὐτοῦ› τοὺς πιστοὺς ὠνόμασεν· τούτοις γὰρ τῆς σωτηρίας παρέσχε τὴν γνῶσιν ἐπιγνῶναι θελήσασιν, οὐκ ‹ἐξ ἔργων νόμου›, ἀλλὰ διὰ τὸ ἄφατον αὐτοῦ ἔλεος.

54a

‹Στεῖρα› ἡ μήτηρ ‹καὶ ἀμφότεροι› πρεσβύτεροι οἱ γονεῖς. τὴν δὲ τοι‐ αύτην γένεσιν ὁ ἀπόστολος κατὰ πνεῦμα εἶναι λέγει ὡς ἐπὶ τοῦ ὁμοίως γεννηθέντος Ἰσαάκ, ὅτι κατὰ πνεῦμα γεγέννηται τοῦτ’ ἔστι κατὰ δύναμιν καὶ χάριν τοῦ πνεύματος. τὸ δὲ ‹ἐν πνεύματι› γεγονὸς ‹ἐν πνεύματι› καὶ
5ηὐξάνετο· τοιοῦτον γὰρ ἔδει εἶναι καὶ τὸν ὑπηρέτην τοῦ κυρίου, τὸν ὑπερ‐ βάλλοντα προφήτας πάντας.

54b

οὕτω πάντα ξένα τὰ αὐτοῦ· καὶ ἡ τροφὴ ξένη, καὶ ἐκλεκτὸς ἀπὸ κόσμου ἅτε τὸν ὑπὲρ κόσμον μηνύων Χριστόν, καὶ ἐν ἐρήμῳ εὐθύς, ἔξω τῆς ἐν ἀνθρώποις κακίας ἀναστρεφόμενος, ἵνα καὶ ἀξιόπιστος γένηται ταύτην ἐλέγχειν· οὐ πρότερον δὲ τοῖς ἐν πόλεσιν ἐπιχωριάζειν ἤρξατο, εἰ μὴ τὸ
5ἐν αὐτῷ πνεῦμα δημοσιεῦσαι ἑαυτὸν προετρέψατο.

55

Οἰκονομικώτατα τῆς ἀπογραφῆς ὁ καιρὸς πέπομφεν εἰς Βηθλεὲμ τὴν ἁγίαν παρθένον, ἵν’ ἑτέραν ἴδωμεν προφητείαν ἐκτετελεσμένην· γέγραπται γάρ· ‹καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐξ οὗ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ
5Ἰσραήλ· καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνοσ›.249

56

Καὶ τοῦτο δὲ δεῖ εἰδέναι, ὅτι ἐπὶ μὲν τοῦ Ἰωάννου ἀναγέγραπται· ‹τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν›, ἐπὶ δὲ τῆς Μαρίας· ‹ἐπλήσθησαν αἱ ἡμέραι›. οὐ γὰρ ταὐτόν ἐστι πάντη τό· ‹ἐπλήσθησαν αἱ ἡμέραι› τῷ· ‹ἐπλήσθη ὁ χρόνοσ›. ὁ μὲν γὰρ χρόνος ἔχει καὶ νύκτας, ἐπὶ
5δὲ τοῦ Ἰησοῦ οὐδαμοῦ νύκτες, ἀλλὰ μόναι ἡμέραι πληροῦνται, ἵνα ἀποτεχθῇ. ἔτι ἡ μὲν Ἐλισάβετ ‹υἱὸν› γεννᾷ, ἡ δὲ Μαρία ‹τὸν υἱὸν› μετὰ τοῦ ἄρθρου, ἵνα ἐμφατικῶς ὁ λόγος διδάξῃ, ὅτι αὕτη μὲν ψιλὸν ἄνθρωπον υἱὸν ἐγέννησεν, ἐκείνη δὲ οὐ ψιλὸν μόνον, ἀλλὰ σαρκωθέντα τὸν υἱὸν τοῦ θεοῦ. διὸ ἐκεῖ μὲν ἐδέησαν τοῦ ἄρθρου ὡς ἐπισήμου τινὸς καὶ ἐνηλλαγμένου παρὰ τοὺς
10λοιπούς, ὧδε δὲ οὔ.250

57

Ὅτι ἐκεῖνοι μὲν ἦσαν διεφθαρμένοι καὶ τῷ φθόνῳ ἤμελλον διαπρίεσθαι, οὗτοι δὲ ἄπλαστοι ἦσαν, τὴν παλαιὰν πολιτείαν ζηλοῦντες τῶν πατριαρχῶν καὶ αὐτοῦ Μωυσέως· ποιμένες γὰρ ἦσαν καὶ οὗτοι.

58a

Ποιμέσι πρῶτον ἀποκαλύπτεται τὸ ὑπὸ τῶν ἀγγέλων ὑμνούμενον μυστήριον οἵτινες τύπον ἐπέχουσι τῶν τὰς ἐκκλησίας μελλόντων ποιμαίνειν. καὶ μάλα εἰκότως.

58b

αὐτοὺς γὰρ ἔδει τό· ‹Ἐπὶ γῆς εἰρήνη› κατὰ τὴν πρώτην τάξιν ἀκούειν, οἵτινες ἤμελλον τὴν εἰρήνην ἐπιφωνεῖν παντὶ τῷ τῆς ἐκκλησίας πληρώματι. τὸ δὲ τῶν ποιμένων πρόσωπον καὶ ἡ δι’ ἀποκαλύψεως αὐτοῖς γενομένη χαρὰ σημαίνει σαφῶς, ὡς ἐπὶ ‹τὸ πλανώμενον πρόβατον› ἦλθεν ‹ὁ ποιμὴν
5ὁ καλόσ›.

58c

ποιμένας γὰρ οὐδὲν οὕτως εὐφραίνει, ὡς ἡ τοῦ ἀπολωλότος βοσκήματος
εὕρεσις, ὅπερ οὐκ ἦν ἑτέρου τινὸς εὑρεῖν ἢ ‹τοῦ ἀρχιποιμένος Χριστοῦ›.251

59a

Διὰ μὲν γὰρ τοῦ εἰπεῖν μετ’ ἐπιτάσεως· ‹ἐν τοῖς ὑψίστοισ› ἐνέφηναν τὴν πασῶν ὑψηλοτέραν δόξαν ὀφειλομένην ἀναπέμπεσθαι τῷ Χριστῷ·

59b

οὐδενὸς γὰρ ἔστι τῶν ‹ἐπὶ γῆσ› ἀναπέμπειν τὴν ἐπὶ τῇ καταβάσει τοῦ ὑψίστου δοξολογίαν, μόλις δὲ τῶν ‹ἐν ὕψει› δυνάμεων, αἵτινες διὰ τοῦ ἀνυμ‐ νεῖν τὸν ὕψιστον μᾶλλον ὑψοῦνται· καὶ ὡς ὅτι αἱ ‹ἐν ὑψίστοισ› πασῶν τῶν δυνάμεων δύνανται ποσῶς ὑμνολογῆσαι τὸν Χριστόν·

59c

ἐπειδὴ δὲ βρέφους αὐτοῦ ὄντος ὕμνουν αὐτὸν αἱ ἄνω δυνάμεις ὡς ‹ἐν κόλποισ› ὄντα ‹τοῦ πατρόσ›, γέγονε ‹καὶ ἐπὶ γῆσ› τοῦτο· διὰ γὰρ τοῦτο εἶπεν· ‹καὶ ἐπὶ γῆς εἰρήνη καὶ ἐν ἀνθρώποις εὐδοκία›· ἐπειδὴ ὁ οὐρανὸς καὶ ἡ γῆ ἤμελλον εἰς ἑνότητα συνάπτεσθαι, καὶ οἱ ἄνθρωποι ἤμελλον
5εὐχαριστεῖν τῷ πέμψαντι εἰρήνην καὶ ἀπαλλάξαντι τῆς πρὸς θεὸν ἔχθρας.

60a

Ὢ τύπου μυστηρίου θεοπρεποῦς· Βηθλεὲμ γὰρ οἶκος ἄρτου μεθερ‐ μηνεύεται. ποῦ δὲ ἤμελλον οἱ ποιμένες μετὰ τὸ κήρυγμα τῆς εἰρήνης ἢ ἐπὶ τὸν πνευματικὸν οἶκον τοῦ οὐρανίου ἄρτου Χριστοῦ, τοῦτ’ ἔστιν τὴν ἐκ‐ κλησίαν ἐπείγεσθαι;

60b

ἐν ᾗ μυστικῶς καθ’ ἑκάστην ἱερουργεῖται ‹ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ἄρτοσ› καὶ ζωὴν διδοὺς τῷ κόσμῳ; Χριστὸς δέ ἐστιν ‹ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰσ› καὶ δοθεὶς ‹ὑπὲρ τῆς τοῦ κόσμου ζωῆσ›, ὡς αὐτὸς
ἐν εὐαγγελίοις φησίν.252

61

Τίνος χάριν οὐκ ἀλλαχοῦ τὸ σημεῖον, ἀλλ’ ἐν τῇ τοῦ αἰδοίου περιτομῇ; ἐπειδὴ δι’ οὗπερ ὀργάνου τὴν εὐπαιδίαν ἔδει γενέσθαι, δι’ αὐτοῦ καὶ τὴν τῆς εὐπαιδίας σημείωσιν ἔδει φαίνεσθαι.

62

ἄλλως τε· καὶ οὐδὲν ἕτερον τῶν ἐν μορίοις ἄχρηστον ὅτι μὴ ἀκροβυστία ἐλογίζετο.

63

Περιτέμνεται ὁ κύριος ὀκταήμερος· Ἰησοῦς ὀνομάζεται, ὃ καὶ προη‐ γόρευται· καὶ οὕτω μετὰ τὴν συμπλήρωσιν τῶν ἡμερῶν ἀνάγεται πρὸς Ἱεροσόλυμα καὶ παρίσταται τῷ κυρίῳ κατὰ τὸν νόμον τὸν λέγοντα, ὅτι ‹πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται›. καὶ τοῦτο μὲν
5ἐνταῦθα γνῶναι παντός, ὡς αὐτὸς μὲν ὁ ἁγιάζων, αὐτὸς δὲ ὁ ἁγιαζόμενος, ἐκεῖνο δὲ οὐ παντός, ὡς ἐλέγετο μὲν καὶ ἐτελεῖτο ταῦτα κοινῶς, ἐδήλου δέ τι τοῦ φαινομένου βαθύτερον· προσήγετο γὰρ ὑπὲρ ἄρρηνος πρωτοτόκου καὶ αὐτοῦ προσαγομένου ‹ζεῦγος τρυγόνων, καὶ δύο νεοσσοὶ περιστερῶν›, καὶ οἶμαι διὰ μὲν τῶν τρυγόνων τὸ σῶφρόν τε καὶ φιλέρημον δηλοῦσθαι.

64a

Ἀλλ’ ὅπου μὲν σωματικός ἐστι καθαρισμός, Μωυσέως καλεῖ τὸν νόμον, καίπερ διὰ πνεύματος ἁγίου λαληθέντα· ὅπου δὲ παράστασις ἁγίου γί‐ νεται, κυρίου καλεῖ τὸν νόμον. ἐπὶ γοῦν τοῦ πρωτοτόκου τῆς παραστάσεως ἐν νόμῳ κυρίου λέγει τιμῶν τὸ πρωτότοκον.

64b

καὶ ὁ μὲν νόμος πᾶν ἀρσενικὸν πρωτότοκον ἅγιον καλεῖ, οὐ μὴν γυναῖκα· οὐδὲ γὰρ γυνὴ ἤμελλε τῷ κόσμῳ σωτὴρ ἀναφαίνεσθαι ὁ Χριστός· διά
γ’ οὖν αὐτὸν τὸν μέλλοντα διανοίγειν μήτραν ὁ νόμος οὗτος ἐτέθη.253

65

‹τοῦ δοῦναι θυσίαν κατὰ τὸ› γεγραμμένον. Τὸ προηγούμενον ἀμνὸς ἐνιαύσιος ‹εἰς ὁλοκαύτωμα› καὶ νοσσὸς περιστερᾶς ἢ τρυγὼν ‹περὶ ἁμαρτίας· ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεῖρ› τῆς γυναικὸς ‹τὸ ἱκανὸν εἰς ἀμνόν, λήμψεται›, φησίν, ‹δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν, μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν
5περὶ ἁμαρτίασ›.

66a

Οὗτος ‹ἦν κεχρηματισμένος ὑπὸ τοῦ ἁγίου πνεύματοσ› μὴ πρότερον τελέσαι τὸν βίον, ἕως ‹ἂν ἴδῃ τὸν Χριστόν›· ἐξεδέχετο οὖν ἰδεῖν τὸν Χριστὸν κυρίου πρὶν τελευτῆσαι, ἐξεδέχετο τὴν ἐπαγγελίαν, ἔμενεν ἐν τῷ ναῷ ἔσω ἐκεῖνο λέγων ἐν ἑαυτῷ· ὅπου ἂν γένηται, πάντως ἐνταῦθα ἀπαντᾷ,

66b

καὶ δεξάμενος ‹εἰς τὰς ἀγκάλασ› αὐτοῦ τὸν Ἰησοῦν ‹ηὐλόγησε τὸν θεὸν› λέγων· ‹νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα›. πόθεν ‹ἀπολύεισ›; ἐκ τοῦ βιωτικοῦ σκάμματος· λύτρα γὰρ καὶ δεσμωτήριον ὁ βίος.

66c

ὁ γὰρ μέλλων εἰρηνοποιεῖν τὸν κόσμον παρεγένετο, ὁ συνάπτων τὸν οὐρανὸν τῇ γῇ, ὁ κατασκευάζων τὴν γῆν οὐρανὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας.

66d

‹ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου›· πρότερον μὲν γάρ, φησίν, ἐπίστευον ἐν διανοίᾳ, τῷ λογισμῷ ἐγίνωσκον, νῦν δὲ καὶ τοῖς τῆς σαρκὸς ὀφθαλμοῖς μου τεθέαμαι, ὡς τετελείωμαι· ‹εἶδον γὰρ τὸ σωτήριόν σου›, ὅς ἐστι Χριστός· τοῦτο δὲ ὃ εἶδον οὐ μόνον σωτηρία ἐστὶν Ἰουδαίων, ἀλλὰ
5καὶ παντὸς τοῦ κόσμου.

66e

τί δὲ εἶδον; ‹τὸ σωτήριόν σου›, φησίν, ‹ὃ ἡτοίμασας κατὰ πρόσωπον› οὐ τοῦ λαοῦ τοῦ ἑνὸς οὔτε τοῦ Ἰσραὴλ μόνον οὔτε τῶν Ἰουδαίων, ἀλλὰ ‹κατὰ πρόσωπον πάντων τῶν λαῶν›.

66f

‹φῶς εἰς ἀποκάλυψιν ἐθνῶν›· ‹φῶσ› δέ ἐστιν ‹ἐθνῶν› ὁ Χριστός, ἐπειδὴ τὰ ἐσκοτισμένα ἔθνη ἤμελλεν φωτίσαι τῇ διδασκαλίᾳ· νῦν γὰρ εἰσεδέξατο ὁ πατὴρ τοὺς ἐξ ἐθνῶν σύνθημα δοὺς αὐτοῖς εἰρήνης, τὴν σωτηρίαν τὴν διὰ τῆς εἰς Χριστὸν πίστεως.

66g

‹καὶ δόξαν λαοῦ σου Ἰσραήλ›· ὧδε ‹δόξα›, ἐκεῖ ἀποκάλυψις· ἐκεῖ γὰρ τοῖς ἔθνεσι διδασκαλίας ἀρχή, ἐνταῦθα δὲ τῷ Ἰσραὴλ ἀκόλουθος ἡ μάθησις· εἴ τις τοίνυν οἶδεν τὸν Χριστόν, οὗτος Ἰσραηλίτης, εἴ τις μὴ οἶδεν, οὔκ
ἐστιν Ἰσραηλίτης· ‹Ἰσραὴλ› γὰρ ἑρμηνεύεται νοῦς ὁρῶν θεόν.254

66h

‹καὶ δόξα λαοῦ σου Ἰσραήλ›· ‹δόξα› δὲ Ἰουδαίων ἐστὶν τὸ εἰς Χριστὸν πιστεῦσαι τὸν κηρυχθέντα ὑπὸ τῶν προφητῶν· ‹δόξα› γὰρ τῶν προσδο‐ κώντων ἡ ἀπάντησις τοῦ προσδοκουμένου.

67a

Ὅταν λέγῃ Παῦλος· ‹ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι›, ὁ αὐτὸς ἀσθενεῖ, εἰ καὶ δυνατός ἐστιν, ἀλλ’ ἀσθενεῖ μὲν τῇ σαρκί, δυνατὸς δέ ἐστι τῷ πνεύ‐ ματι.

67b

οὕτως καὶ ὁ κύριος οὐχὶ τοῖς μὲν τοῦ πίπτειν τὰς ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι.

67c

οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως, ἐν ᾗ ποτε ἦσαν, καταπίπτουσι δηλονότι· οὐδέποτε δὲ εἱστήκει ὁ ἄπιστος χαμαὶ συρόμενος μετὰ τοῦ ὄφεως,
ᾧ συνέπεσεν· οὐκ ἔχει οὖν, ὅθεν πέσῃ διὰ τὸ καταβεβλῆσθαι τῇ ἀπιστίᾳ.255

68

Ἐπεὶ δὴ μέχρι τοῦ νῦν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου, οἱ μὲν ἀνειληφέναι αὐτὸν σῶμα, οἱ δὲ ἀσώματον αὐτὸν τὴν ἐπιδημίαν διοριζόμενοι, καὶ οἱ μὲν παθητὸν ἐσχηκέναι τὸ σῶμα, οἱ δὲ φαντα‐ σίᾳ τινὶ τὴν διὰ τοῦ σώματος οἰκονομίαν πληροῦν, καὶ ἄλλοι χοϊκὸν ἄλλοι
5δὲ ἐπουράνιον σῶμα, καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ τῆς παρθένου τὴν ἀρχὴν ἐσχηκέναι, διὰ τοῦτο εἶναι ‹σημεῖον ἀντιλεγόμενον›.

69

Ῥομφαίαν λέγει τὸν λόγον τὸν πειραστικόν, τὸν διϊκνούμενον ‹ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ› κριτικὸν ‹ἐνθυμήσεων›.

70

Ἔδει δὲ τὸν κύριον ‹ὑπὲρ παντὸσ› γεύσασθαι ‹θανάτου› καὶ ‹ἱλαστήριον›
γενόμενον τοῦ κόσμου πάντας δικαιῶσαι ‹ἐν τῷ αὐτοῦ αἵματι›.256

71a

Αἰνίττεται δέ, ὅτι μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ σταυρῷ γενό‐ μενον τοῖς μαθηταῖς καὶ τῇ Μαρίᾳ ταχεῖά τις ἴασις ἐπακολουθήσει, βεβαι‐ οῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπ’ αὐτὸν πίστιν·

71b

οὕτως γὰρ καὶ Πέτρον ἀντισχόμενον εἴδομεν τῆς εἰς Χριστὸν πίστεως·

71c

τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ κυρίου δειχθῇ.

72

Ὡς ἀπαραλείπτως ὑποσχόμενος ὁ εὐαγγελιστὴς πάντα εἰπεῖν οὐδὲ τὸ τῆς Ἄννης παρεσιώπησε πρόσωπον, ἀπὸ δύο προφητῶν τὸ ἀληθὲς συνιστῶν τῶν λαληθέντων περὶ Χριστοῦ· καὶ γὰρ καὶ αὐτὴ ὡς ‹προφῆτισ› πᾶσιν ἔλεγεν, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς ὁ μέλλων λυτρώσασθαι τὴν Ἱερουσα‐
5λήμ, τοῦτ’ ἔστι τὴν τῶν ἐν θεοσεβείᾳ διαπρεπόντων καὶ ἐν γνώσει γραφῶν
πόλιν· Ἱερουσαλὴμ γὰρ ὅρασις ὑψίστου ἑρμηνεύεται.257

73

Τιμᾷ τὸν μνηστευσάμενον ἡ παρθένος καὶ πατέρα καλεῖ τοῦ Ἰησοῦ· οἶμαι διὰ τρεῖς αἰτίας, ἢ ὅτι ἀνεθρέψατο αὐτόν, ἢ ἵνα ἡ γενεαλογία λόγον ἔχῃ ἐπιτήδειον ἐρχομένη ἐπὶ τὸν Ἰωσὴφ ὡς μνήστορα τῆς παρθένου· ἔθος γὰρ τῇ γραφῇ γυναῖκα μὴ γενεαλογεῖν [ἢ διὰ τὴν ὑποψίαν τῶν Ἰουδαίων
5νομιζόντων ἐκ πορνείας αὐτὸν γεγενῆσθαι].

74a

Ἤιδει μὲν ἡ παρθένος μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσήφ, ἀλλ’ εἰς πα‐ τέρα τούτῳ τὸν ἑαυτῆς ἐγκρίνει μνηστῆρα διὰ τὴν τῶν Ἰουδαίων ὑποψίαν, οἰομένων αὐτὸν ἐκ πορνείας γεγεννῆσθαι. διὰ τοῦτο καί φησιν· ‹τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;›

74b

καὶ ἐπειδὴ εἶπεν ὅτι ‹ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε›, ὁ σωτὴρ πρὸς τοῦτο λέγει· ‹οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; οὐ συνῆκαν› δὲ ‹τὸ ῥῆμα, ὃ ἐλάλησεν αὐτοῖσ›, τὸ περὶ τοῦ ἱεροῦ.

75

Ὅμως, ὅτε ‹δώδεκα ἐτῶν› γεγονὼς ἦν, ἄνεισιν μὲν ἅμα τοῖς γονεῦσιν εἰς Ἱερουσαλήμ, τὴν ἑορτὴν τοῦ Πάσχα τελεσόμενος. ὡς δὲ ἐκείνη πέρας εἶχεν ἐν ἡμέραις ἑπτὰ τελουμένη, αὐτοὶ μὲν ὑπέστρεφον, Ἰησοῦς δὲ ὑπομένει
τούτους λαθών· καὶ οἱ μὲν ‹ἐζήτουν›, ὁ δὲ τριῶν ἡμερῶν ἄδηλος ἦν.258

76

Οὐ τῇ πρώτῃ δὲ ἢ τῇ δευτέρᾳ ‹ηὗρον αὐτόν›, ἀλλὰ τῇ τρίτῃ, ὅτε αὐτὸς ἠθέλησεν ἐμφανὴς γενέσθαι τοῖς ζητοῦσιν αὐτόν. ἔχει δὲ καὶ αἴνιγμα ὁ λόγος· ἐν τῷ δωδεκάτῳ ἔτει τρεῖς ἡμέρας κρύπτεται, πρὸ τοῦ πάθους τὸ πάθος καταγγέλλων τὸ ἐπὶ τῶν δώδεκα μαθητῶν, ὅτε δὴ καὶ τούτους ἔλαθε καὶ
5πάλιν ἀναστὰς ἐφάνη [πρὸ τῶν τριῶν], τὸν τριήμερον κηρύσσων πρὸ τοῦ καιροῦ καιρόν.

77

Διὸ καὶ αὐτὴ ὡς ἐκείνου πατέρα τὸν Ἰωσὴφ ὠνόμασε διὰ τοὺς Ἰουδαίους. αὐτὸς τὴν ὑπόνοιαν ἐκκόπτων ταύτην πάλιν ἔλεγεν· ‹οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με›, πατέρα αὐτοῦ δηλῶν τὸν θεόν, ἀλλ’ οὐ τὸν Ἰωσήφ· ‹ἐν τοῖς τοῦ πατρὸσ› δὲ εἶπεν διὰ τὸν ναόν, ἐν ᾧ ἦν, ὅπου
5καὶ εὑρέθη ζητούμενος.

78

‹Οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;› ἐνταῦθα οἱ ἀπὸ Οὐαλεντίνου ἀκούοντες, ὅτι θεοῦ ἦν ὁ ναὸς καὶ ἦν ἐν ἰδίοις ὁ Χριστός, ὁ καὶ πάλαι διὰ τοῦ νόμου γραφόμενος καὶ ὡς ἐν σκιαῖς καὶ τύποις μορ‐ φούμενος, αἰδείσθωσιν λέγοντες, ὅτι οὐχ ὁ Δημιουργὸς οὐδὲ ὁ θεὸς τοῦ
5νόμου οὐδὲ ὁ θεὸς τοῦ ναοῦ οὗτός ἐστιν ὁ πατὴρ τοῦ Χριστοῦ.259

79

[καὶ ποιῶσιν, ὅσα ἐπιτάσσουσι] πλὴν ἐκείνων, ὅσα εἰς θεοσέβειαν βλάπτει· διὰ τοῦτο γὰρ καὶ ‹ἔμεινεν› ἐν τῷ ναῷ, ἵνα προτιμήσῃ τὴν θεοσέβειαν καὶ τὸν ἀληθῆ πατέρα αὐτοῦ καὶ θεὸν τῶν κατὰ σάρκα συγγενῶν.

80

Ποῖα δὲ ῥήματα ‹συνετήρει› ἡ παρθένος ἢ ὅσα ὁ ἄγγελος εἶπε πρὸς αὐτήν, ὅσα οἱ ποιμένες, ὅσα ὁ Συμεὼν καὶ ἡ Ἄννα καὶ ὅσα νῦν αὐτὸς πρὸς αὐτούς· εἰ γὰρ καὶ μὴ τελείως ἔγνωσαν τὰ εἰρημένα παρ’ αὐτοῦ, πλὴν συνῆ‐ κεν ἡ θεοτόκος, ὅτι θεῖα ὑπῆρχον καὶ ὑπὲρ ἄνθρωπον.

81

Οὐδὲν γὰρ ὡς ἔτυχεν ἢ λαλούμενον ἢ γινόμενον ἐδέχετο, ἀλλ’ εἶχε ‹πάντα ἐν› ἑαυτῇ, τὰ μὲν νοοῦσα, τὰ δὲ περιεργαζομένη, εἰδυῖα, ὅτι ἔσται καιρός, καθ’ ὃν τὸ κεκρυμμένον ἐν αὐτῷ φανερωθήσεται.

82

Ἐν τῷ πρώτῳ καὶ τεσσαρακοστῷ ἔτει Καίσαρος Αὐγούστου ἐγεννήθη ὁ Χριστός, καὶ ἐβασίλευσεν Αὔγουστος ἔτη πεντήκοντα ἕξ, λοιπὰ δέκα πέντε· εἶτα ἐβασίλευσεν μετ’ αὐτὸν Τιβέριος, καὶ τῷ ‹πεντεκαιδεκάτῳ ἔτει τῆς Τιβερίου› βασιλείας ‹ἦλθεν› Ἰωάννης βαπτίζων, ὅτε καὶ ὁ Ἰησοῦς ἐβα‐
5πτίσθη ‹ὢν ἐτῶν ὡσεὶ τριάκοντα›, ὡς ἐν τοῖς ἑξῆς φησιν ὁ εὐαγγελιστής.260

83

Ἐμνήσθη δὲ καὶ τῶν ἀρχιερέων Ἄννα καὶ Καϊάφα, ἵνα δείξῃ, ὅτι ἀπὸ τοῦ καιροῦ, καθ’ ὃν ἦλθεν ὁ Ἰωάννης κηρύσσων, ἦσαν οὗτοι ἀρχιερεῖς, ἐν ἐκείνῳ τῷ καιρῷ ἀρξάμενοι, μείναντες δὲ ἕως τοῦ πάθους τοῦ κυρίου ἐν τῇ ἀρχιερωσύνῃ. φησὶ γὰρ περὶ τοῦ Καϊάφα, ὅτι προεφήτευσεν, εἰπὼν περὶ
5τοῦ Χριστοῦ, ὅτι ‹συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ›, καὶ ἐπήγαγεν εὐθύς· ‹ἦν γὰρ ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου›, ἤτοι πρὸ δύο ἐτῶν τοῦ πάθους εἶπεν τοῦτο· τῷ γὰρ τρίτῳ καὶ τριακοστῷ ἔτει μετὰ μῆνας τρεῖς ἔπαθεν ὁ κύριος.

84

Ποῦ δὲ ἔδει τὸν βαπτιστὴν κηρύσσειν ἢ ‹εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου›, ἵνα ἐάν τις βούληται μετανοεῖν, εὐθέως εὐπορῇ τοῦ ποταμοῦ πρὸς τὸ βαπτί‐ ζεσθαι; ἄλλως τε Ἰορδάνης ἑρμηνεύεται καταβαίνων, ἐφ’ ὃ κατέβη ὁ ποτα‐ μὸς τοῦ θεοῦ, τὸ ἀληθινὸν πόμα, τὸ τῆς ζωῆς ὕδωρ, ὁ Χριστός. κηρύσσει
5δὲ ‹βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν› τίνι ἢ τῷ μηκέτι ἁμαρτάνοντι; τὸ μὲν γὰρ Χριστοῦ βάπτισμα τελείως ἔχει ἄφεσιν ἁμαρτιῶν ἐξ αὐτοῦ τοῦ βαπτίζεσθαι· τὸ δὲ Ἰωάννου, εἰ καὶ εἶχεν ἄφεσιν ἁμαρτιῶν, ἀλλὰ διὰ μετα‐ νοίας· ἀτελὲς γὰρ ἦν, εἰ καὶ τῶν Ἰουδαϊκῶν βαπτισμάτων τελειότερον ὑπῆρχεν. ἐπειδὴ δὲ ὁ Ἰωάννης πρόδρομος ἦν ἑτέρου λόγου, εἰκότως ‹φωνὴ›
10ὠνόμασται, οὐ λόγος· παράγει γὰρ τὸν Ἡσαΐαν τὸν λόγον βεβαιῶν καὶ φησίν, ὡς γέγραπται· ‹φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ›.

85a

Τοῦτο δέ φησιν ὡς ἂν Ἡσαίου αὐτοῦ ἀκούοντος τῶν λόγων Ἰωάννου· [ἀπόλεκτος γὰρ ἦν εἰς ἀποστολὴν Ἰωάννης καὶ τέλειος τῶν προφητῶν]

85b

‹Ἐν τῇ ἐρήμῳ› δὲ εἰκότως, ὅτι ἡ ἔρημος ἤμελλεν ὑπακούειν,
ἡ δὲ πόλις ἀπειθεῖν· ἔρημον δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν φησίν.261

86

Μόνος δὲ οὗτος expl. προφητικὰ τοὺς εὐαγγελιστάς.

87

Φασὶ δὲ τὴν ἔχιδναν ἐν τῷ συλλαμβάνειν ἀναιρεῖν τὸν ἐξ οὗ συλλαμβάνει ἄρρενα, οὗ ἡ σπορὰ αὐξάνουσα τὴν συλλαβοῦσαν ἀναιρεῖ, καὶ οὕτως εἰς φῶς ἐξέρχεται, διαρρήξασα τῆς μητρὸς τὴν γαστέρα, ποινὴν ὥσπερ τοῦ διαφθα‐ ρέντος πατρός· πατρολῶον οὖν καὶ μητρολῶον τῆς ἐχίδνης τὸ γέννημα.
5τοιοῦτοι καὶ οἱ Ἰουδαῖοι τοὺς πνευματικοὺς αὐτῶν πατέρας καὶ διδασκάλους διαφθείροντες χερσίν.

88

Εἰκότως τοίνυν ‹γεννήματα ἐχιδνῶν› πάντας τοὺς ἀπίστους καλεῖ· ὁ γὰρ μὴ καταλιμπάνων τὰ ἐν αὐτῷ ἔθη οὐ μόνον οὐ λαμβάνει καλῶς τὸ βάπτισμα,
ἀλλ’ ἔστι γέννημα ἐχίδνης, ἐν ἑαυτῷ τὸν ἰὸν τῆς πονηρίας ἔχων.262

89

Οἱ μέντοι κατ’ ἀναλογίαν τοῦ πλήθους καὶ τοῦ μεγέθους τῶν προημαρτη‐ μένων ἐργαζόμενοι τὸ ἀγαθὸν ποιοῦσι ‹καρποὺσ› τοῦ πνεύματος ‹ἀξίους τῆς μετανοίασ›, δι’ οὓς οἱ πρότερον γενόμενοι ‹γεννήματα ἐχιδνῶν› μετα‐ βαλόντες γίνονται ‹υἱοὶ τοῦ ἐν οὐρανοῖς πατρόσ›.

90

Νόει δὲ καὶ τελώνας τὰς ἀντικειμένας δυνάμεις, αἵτινες καθέζονται ἐν τοῖς τέρμασι τοῦ βίου ἡμῶν, ἐὰν εὕρωσί τινα ἔχοντά τι τῶν αὐτοῖς προσηκόντων ὅ ἐστιν ἁμαρτίαν, αὐτὸν κατέχουσι ὅλον εἰς τὸ τιμω‐ ρηθῆναι ἀνθ’ ὧν ἔπραξεν.

91

Οὐκ ἄκαιρον παραθέσθαι ... expl. καθ’ ἑαυτόν, υἱὸν τοῦ θεοῦ.

92

‹Αὐτὸς ὑμᾶς βαπτίσει›· θεοπρεπὲς ἀξίωμα μεμαρτύρηκε τῷ Χριστῷ· τίς γὰρ ὁ εἰς ἅγιον πνεῦμα βαπτίζων τοὺς ἀνθρώπους, τίς δὲ ὁ τοὺς ἀπειθήσαν‐ τας τῷ εὐαγγελίῳ βαπτίσων ὡς κριτὴς τῷ ‹πυρὶ› τῆς γεέννης; ἆρα οὐχ
ὡς θεὸς ὁ Χριστός;263

93

k.λ: Οὐ γὰρ ὁ ἄνεμος, εἴτουν ὁ πειρασμὸς νικήσας τινὰ ἄχυρον αὐτὸν ποιεῖ, τοῦτ’ ἔστιν κοῦφον καὶ ἄπιστον, ἀλλ’ ὄντα τοιοῦτον ἐλέγχει. κἂν πειρασμόν τις ὑπομείνῃ, οὐχ ὁ πειρασμὸς αὐτὸν πεποίηκε πιστὸν καὶ ὑπομονητικόν, ἀλλ’ οὖσαν ἐν αὐτῷ δύναμιν ὑπομονητικὴν ἐφανέρωσεν.
5C: οὐχὶ ποιοῦντες πιστὸν ἢ ἄπιστον τὸν πειραζόμενον, ἀλλ’ ἐλέγχοντες (d hat dafür den Satz: οὗτοι γὰρ ἐλέγχουσι τὸν γνήσιον ἐν πίστει καὶ τὸν ἄλλως ἔχοντα.)

94

Ὅτι δὲ τοῦτό ἐστιν, ἔνθεν ἐστὶν σημειώσασθαι· ἐν γὰρ τῷ αὐτῷ ἔτει, καθ’ ὃ ὁ Ἰωάννης ἦλθε βαπτίσων, ἐν ᾧ καὶ ἀπετμήθη ὑπὸ Ἡρώδου, ἀμφότεροι ἦσαν ἄρχοντες τετράρχαι, ὁ μὲν Ἡρώδης τῆς Γαλιλαίας, ὁ δὲ Φίλιππος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας.

95

Τοιοῦτον δέ τι ἐστὶ νοεῖν ἐπὶ τῷ πειρασμῷ τοῦ κυρίου· μαθὼν γὰρ τοῦ πονηροῦ τὴν ἔννοιαν ἀνῆλθεν εἰς τὴν ἔρημον, ἐπείνασεν ἑκών, ἐκείνου νομί‐ ζοντος διὰ τροφῆς αὐτὸν δύνασθαι καθάπερ τὸν Ἀδὰμ ἀπατᾶν, εἰ πει‐ νάσειεν. καὶ πρὸς τὴν ἔννοιαν ἐκείνου πάλιν ἀνῆλθεν εἰς τὸ πτερύγιον· εἰ
5δὲ καὶ εἰς τὸ ὄρος, φησίν, ἀνήνεγκα τοῦτον, ἐδείκνυον 〈ἂν〉 αὐτῷ ‹πάσας τὰς βασιλείας τῆς γῆσ›, ὅθεν ἀνῆλθεν ἑκών. οὕτω καὶ πάλαι ὁ θεὸς ὁρῶν αὐτὸν σκοποῦντα ὡς· εἰ δυνατὸν ἦν ὄφιν λαλῆσαι, προσῆλθον ἂν δι’ αὐτοῦ εἰς ἀπάτην τοῖς πρωτοπλάστοις, συνεχώρησε τοῦτο, παρασκευάσας λαλῆσαι τὸ ἴδιον δημιούργημα· ἐπειδὴ καὶ ἐπὶ τοῦ Ἰὼβ τὴν τῶν τοσούτων ἀναίρεσιν
10συνεχώρησεν ἐκείνου σκοποῦντος ὡς· εἰ συνεχωρήθη, ἤλεγχον 〈ἂν〉 αὐτοῦ τὴν ἐπίπλαστον ἀρετήν, ἣν ἔχειν διὰ τὸν πλοῦτον δοκεῖ· ὁ γὰρ ἐκεῖ διάλογος τοιαύτην ἔχει τὴν δύναμιν σαφηνείας ἕνεκα, τῆς γραφῆς τῷ σχήματι τοῦ
λόγου τὰς ἐννοίας λογοποιούσης.264

96

Ὁ Μᾶρκος καὶ ὁ Λουκᾶς εἶπον, ὅτι ‹ἐν τεσσαράκοντα ἡμέραις ἦν πειρα‐ ζόμενοσ›, ὡς εἶναι δῆλον, ὅτι ἐν ἐκείναις μὲν πόρρωθεν αὐτὸν ἐπείραζεν δι’ ὕπνου, δι’ ἀκηδίας, διὰ δειλίας καὶ τῶν τοιούτων. ἐπεὶ δὲ ἔγνω πεινάσαντα, λοιπὸν προσῆλθεν ἐγγὺς καὶ φανερῶς προσβάλλει. καὶ σκόπει, τί ποιεῖ.
5ἤκουσε καὶ παρὰ τοῦ Ἰωάννου καὶ παρὰ τῆς ἐνεχθείσης ἄνωθεν φωνῆς, ὅτι ‹οὗτός ἐστιν 〈υἱὸσ〉 τοῦ θεοῦ›, καὶ ἀγνοῶν, ὅτι ‹ὁ υἱὸς τοῦ θεοῦ› ἐνηνθρώπησεν —ἔλαθε γὰρ αὐτὸν ἡ ἀπόρρητος ἐνανθρώπησις—ὑπέλαβεν, ὅτι ἄνθρωπος ὢν ηὐδοκήθη τῷ θεῷ διὰ τὰς ἀρετὰς αὐτοῦ, καὶ λοιπὸν ἐφθόνησεν αὐτῷ τῆς τηλικαύτης τιμῆς, ὥσπερ καὶ τῷ παλαιῷ Ἀδάμ, καὶ ἔσπευσεν ὥσπερ ἐκεῖ‐
10νον ἐκβαλεῖν καὶ τοῦτον αὐτῆς. διὸ καὶ προσελθὼν ἐγγὺς πρώτην προσάγει πεῖραν τῆς γαστριμαργίας, δι’ ἧς εἷλε καὶ τὸν πρῶτον Ἀδάμ. καὶ ἐπεὶ οὐδαμοῦ βρώσιμόν τι ἦν διὰ τὴν ἄγαν ἐρημίαν, ἐγίνωσκε δὲ τῇ πείνῃ τὸν ἄρτον εἶναι κατάλληλον, αὐτὸς μὲν οὐ προσφέρει, διότι οὐκ ἤμελλεν αὐτὸν παρὰ τοῦ πολεμουμένου λαβεῖν ὁ Χριστός, ἐπιτάσσει δὲ αὐτῷ ποιῆσαι τοὺς
15ὑποδεικνυμένους λίθους ἄρτους. καὶ ἵνα μὴ νοήσῃ τὴν ἐπιβουλὴν ὁ Χριστός, ὅρα μηχανὴν καὶ πονηρίας ὑπερβολήν· οὐκ εἶπεν ἁπλῶς, ὅτι· ποίησον τοὺς λίθους ἄρτους, ἀλλὰ προσέταξε τό· ‹εἰ υἱὸς εἶ τοῦ θεοῦ›, ἵνα δείξῃ, ὅτι πρὸς ἀπόδειξιν τοῦ εἶναι αὐτὸν υἱὸν θεοῦ ζητεῖ γενέσθαι τοῦτο· ᾤετο γάρ, ὅτι παρακνηθήσεται τῷ λόγῳ, καθάπερ ὀνειδισθεὶς ἐπὶ τῷ μὴ εἶναι ‹υἱὸς θεοῦ›,
20καὶ ἀγνοῶν τὸν δόλον μεταβαλεῖ τοὺς λίθους εἰς ἄρτους, ὡς ἔχων ἐκ θεοῦ δύναμιν, καὶ λοιπὸν ἰδὼν αὐτοὺς πάνυ πεινῶν ἡττηθήσεται τῆς γαστρός. ἀλλ’ οὐκ ἔλαθε τὸν ‹δρασσόμενον τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν›· ὁ δὲ ἀποκριθεὶς εἶπεν· ‹γέγραπται· οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωποσ› καὶ τὰ ἑξῆς, συνεὶς τὴν πανουργίαν αὐτοῦ. τὸ μὲν ἐπιζητηθὲν σημεῖον οὐκ ἐποίησεν,
25διότι τὰ σημεῖα δι’ ὠφέλειαν τῶν ὁρώντων εἴωθε γίνεσθαι, ὁ δὲ διάβολος οὐδὲν ἤμελλεν ἐντεῦθεν ὠφεληθῆναι· καὶ γὰρ ὕστερον ἰδὼν πάντα, ὅσα ἐποίησεν ὁ Χριστός, οὐδὲν μετεβλήθη. πρὸς δὲ τὸν κεκρυμμένον αὐτοῦ σκοπὸν ἀπολογεῖται καὶ ἀπὸ τῆς ἐν τῇ βίβλῳ τοῦ Δευτερονομίου γραφῆς ἐπιστομίζει αὐτὸν ὡσανεὶ λέγων· τί μοι ποιεῖν ἄρτους ἐκ λίθων ἐπιτάσσεις;
30πάντως διὰ τὴν συνέχουσάν με πεῖναν, ἵνα φανέντων δελεασθῶ· ‹ἀλλ’ οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωποσ›. ἀλλ’ ἔστι καὶ ἕτερος τρόπος τροφῆς· καὶ γὰρ ‹πᾶν ῥῆμα ἐκπορευόμενον διὰ στόματος θεοῦ› ἐπὶ τὸν πεινῶντα δίκην τροφῆς συνέχει τὴν ζωὴν αὐτοῦ καὶ ἀρκεῖ αὐτῷ. οὕτως μακροθύμως ἀπε‐
κρούσατο τὴν τῆς γαστριμαργίας μηχανήν.265

97a

Εἰπὼν δὲ ὁ εὐαγγελιστὴς ὅτι ‹ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου›, ἀντὶ τοῦ· διέγραψε τῷ λόγῳ τὴν οἰκου‐ μένην, φησί, καὶ ὥσπερ τρόπον τινὰ ἐν τῇ διανοίᾳ αὐτοῦ ὑπεδείκνυεν ὡς ᾤετο· οὐδὲν ἠγνόει ὁ πάντα ποιήσας.

97b

εἰ γὰρ μὴ τοῦτό ἐστι, πῶς ἠδύνατο αὐτὸς τοὺς τῶν περάτων τόπους εἰς ἕνα τόπον πρὸς θεωρίαν σωματικὴν ἀγαγεῖν;

98

οἷον φέρε εἰπεῖν τὴν Περσῶν ἡγεμονίαν ἢ τὴν Ἰνδῶν, τοῦ κόσμου οὖν παντὸς τὴν δόξαν ἐδείκνυε καὶ πάσας ‹τὰς βασιλείασ›, ἀλλ’ ‹ἐδείκνυεν αὐτῷ τὰς βασιλείας τοῦ κόσμου›, τίνα τρόπον ἰσχύει αὐτῶν βασιλεύειν, ὅθεν ὡς ψιλὸν ἄνθρωπον προέτρεπεν ἐπὶ τοῦτο, βουλόμενος καὶ αὐτοῦ ὡς καὶ
5τῶν λοιπῶν περιγενέσθαι.

99a

Νομίζω δὲ αὐτόθεν καθαίρεσιν μᾶλλον εἶναι τῆς δόξης τοῦ Ἰησοῦ ἤπερ σύστασιν τῆς ἐν αὐτῷ θεότητος, τὸ δεῖσθαι αὐτὸν ἀγγέλων θεοῦ αἰρόντων αὐτὸν ‹ἐπὶ› τῶν ‹χειρῶν› ὑπὲρ τοῦ μὴ προσκόψαι ‹πρὸς λίθον τὸν πόδα αὐτοῦ›.

99b

ἐπεὶ δὲ εἰκός τινας expl. καὶ ψευδοῦς λόγου266

100,1

αὐτὸς γὰρ αἰχμαλώτους ὄντας ἐρ‐ ρύσατο
5τὸν ἀποστάτην τύραννον καθελών, τοῦτ’ ἔστι τὸν Σατανᾶν
10αὐτὸς ἐνήστραψε τὸ νοητὸν καὶ θεῖον καὶ οὐράνιον φῶς τοῖς ἐσκο‐ τισμένην ἔχουσι τὴν καρδίαν, καθὼς αὐτός φησιν, ὅτι ‹ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα›·
16αὐτὸς ἀπέλυσε δεσμῶν, δηλονότι τῶν εἰς ἁμαρτίαν, τοὺς συντεθραυ‐ σμένην ἔχοντας τὴν καρδίαν,
22ἀλλὰ τὴν μέλλουσαν αὐτὸς ὑπέδειξε ζωὴν καὶ τὴν δικαίαν ἠπείλησε κρίσιν, αὐτὸς ἐκήρυξεν ‹ἐνιαυτὸν κυρίου
25δεκτόν›, καθ’ ὃν τὸ κήρυγμα τοῦ σωτῆρος ἐγένετο· ‹ἐνιαυτὸν› γὰρ ‹δεκτὸν› τὴν προτέραν αὐτοῦ οἶμαι λέγεσθαι παρουσίαν·
31‹ἡμέραν› δὲ ‹ἀνταποδόσεωσ› τὴν τῆς κρίσεως ἡμέραν. αὐτὸς ἐκήρυξεν ‹ἐνιαυτὸν κυρίου› δεκτὸν οὗ ὁ πάνσοφος Παῦλος μνη‐
35μονεύει λέγων· ‹ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα
σωτηρίασ›.Column end

100,2

‹καὶ τοῖς αἰχμαλώτοις ἄφεσιν›· τίνας δὲ αἰχμαλώτους φησὶν ἢ τοὺς αὐτοὺς οὓς πρώην αἰχμαλωτευθέν‐ τας καὶ δεσμευθέντας ὑπὸ τοῦ δια‐
5βόλου ἐλθὼν ὁ Χριστὸς καὶ καθελὼν τὸν ἀποστάτην καὶ ἀλαζόνα τύραννον τὸν Σατανᾶν ἠλευθέρωσε τῆς αἰχμα‐ λωσίας· τοὺς αὐτοὺς καὶ τυφλοὺς καὶ ‹τεθραυσμένουσ› φησίν·
10αὐτὸς γὰρ ἐξήστραψε τοῖς ἐσκοτι‐ σμένην ἔχουσι τὴν διάνοιαν τὸ νοητὸν φῶς·
15 ἀφῆκεν τε ἤγουν ἀπέλυσε δεσμῶν τῶν τῆς ἁμαρτίας τοὺς ‹τεθραυσμέ‐ νουσ› καὶ συντετριμμένους τῇ καρ‐ δίᾳ, τοῦτ’ ἔστιν τοὺς συντριβέντας
20ὑπὸ τοῦ βάρους τῆς ἁμαρτίας ἢ τοὺς ταπεινοὺς τῷ πνεύματι·
23οἷς καὶ κηρύσσει ‹ἐνιαυτὸν κυρίου
δεκτόν›. ποῖος δὲ οὗτός ἐστιν;267
25ἢ καθ’ ὃν τὸ κήρυγμα τοῦ σωτῆρος ἐγένετο
28ἢ καθ’ ὃν ὁ ἀμνὸς ὁ ἀληθινὸς ὑπὲρ τῆς ἁμαρτίας τοῦ κόσμου προσε‐
30φέρετο.Column end

101

[Ἐφίστησι τῇ τοῦ Σίμωνος οἰκίᾳ ὁ σωτὴρ καὶ εὑρίσκει ‹πυρέττουσαν τὴν αὐτοῦ πενθεράν·]

101a

‹καὶ ἐπιστὰς ἐπετίμησε τῷ πυρετῷ καὶ ἀφῆκεν αὐτήν›. μήποτε οὖν ἐν μὲν τῷ· ‹ἀφῆκεν αὐτὴν ὁ πυρετὸσ› εἰρημένῳ ὑπὸ Ματθαίου καὶ Μάρκου καὶ ὅλῃ τῇ φράσει οὐδὲν ὡς περὶ ζῴου ἐμφαίνηται τοῦ τὸν πυρετὸν ἐνεργοῦντος.

101b

ἐν δὲ τῷ· ‹ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησε τῷ πυρετῷ καὶ ἀφῆκεν αὐτὴν› εἰρημένῳ ὑπὸ Λουκᾶ οὐκ οἶδα εἰ μὴ ἀναγκασθησόμεθα τὸ ἐπιτιμώ‐ μενον καὶ ἀφιὲν ζῷον εἰπεῖν μὴ χωροῦν τὴν τοῦ ἐπιτιμῶντος ἐνέργειαν. ἄψυχον γὰρ καὶ μὴ αἰσθανόμενον ἐπιτιμίας ἐπιτιμᾶσθαι οὐκ εὔλογον
5λέγειν.

101c

οὐδὲν δὲ θαυμαστὸν εἶναί τινας κακωτικὰς τοῦ ἀνθρωπίνου σώματος δυνάμεις, καὶ οὐ πάντως κατηγορήσωμεν τῆς ψυχῆς τῶν πασχόντων ὡς ἐκ τούτων βλαπτομένης· οὐδὲ γάρ, ἐπεὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ λαβὼν ὁ διάβολος τὴν ἐξουσίαν εἰς τὸ διὰ τοῦ σώματος πειράσαι αὐτόν, περὶ τοῦτο
5κατηγορητέος ὁ Ἰώβ, ἀθλήσας καὶ γενναίως ὑπομείνας τὴν πληγήν. μόνον εἴη λέγεσθαι, εἴ ποτε κατὰ σωματικοὺς πειραζόμεθα πόνους, τό· ‹ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ›, ὡς καὶ ὁ κύριος ἐπιτιμῶν ἰᾶται τοὺς 〈κακῶσ〉
ἔχοντας.268

102

‹ἐπετίμησεν› ἀντὶ τοῦ· ἐπέταξεν.

103

Περὶ δυσμὰς δὲ τούτους προσῆγον ἤτοι μεθ’ ἡμέραν· αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, ἢ καὶ περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες μὴ ἐξεῖναι θεραπεύειν ἐν σαββάτῳ· ἐπεσημήνατο γὰρ ὁ εὐαγγελιστὴς ὅτι ‹ἦν διδάσκων αὐτοὺς ἐν σαββάτῳ› διὰ τοῦτο περὶ δύσιν ἡλίου τοὺς κακῶς
5ἔχοντας προσέφερον οἱ προσήκοντες, ὁ δὲ ‹αὐτοὺς ἐθεράπευσεν›.269

104

Ὁ δὲ ‹εἱστήκει παρὰ τὴν λίμνην Γενησαρέτ› ἢ καὶ κατὰ Ματθαῖον καὶ Μᾶρκον, ‹περιεπάτει παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίασ›· καὶ δόξαιεν μὲν ἐναντία λέγειν οἱ εὐαγγελισταί, πλὴν ὁ ἐπιχειρῶν ἀπὸ τῆς γραφῆς τοιαῦτα δύναται εἰς τὸν τόπον τοῦτον λέγειν· εἰ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε
5θαλάσσας ἐν τῇ ἀρχῇ τῆς κοσμοποιΐας ὁ θεός, συστήματα δὲ τῶν ὑδάτων εἰσὶ καὶ ὁ ποταμοί, κατὰ τοῦτο τὸ σημαινόμενον καὶ οὗτοί εἰσι θάλασσαι· ὥσπερ καὶ ἡ γλυκυτάτη καὶ ποτιμωτάτη Γενησαρὲτ λίμνη, ἡ νῦν καλουμένη Τιβεριὰς θάλασσα ἐν τοῖς εὐαγγελίοις, μάλιστα ἐπεὶ καὶ αὐτὴ σύστημά ἐστιν ὑδάτων. ἔστι δὲ ἡ Γενησαρὲτ χώρα τῆς μερίδος τοῦ Χαναναίου, ἐν ᾗ
10ἐποιχόμενος τὰ πρὸς θάλασσαν ὁ κύριος εὗρε τοὺς περὶ Πέτρον καὶ Ἰωάννην καὶ ἐπανεκαλέσατο αὐτοὺς μετὰ τὴν ἄγραν τῶν ἰχθύων, ὄντας τὸ πρότερον Ἰωάννου τοῦ βαπτιστοῦ μαθητάς.

105

Ἱστορικῶς δέ· μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνιθίου expl. διὰ δὲ τῶν ὀφρύων, ἅπασαν οἴησιν.

106

Τὸ δὲ τὸ στόμα κεκαλύφθαι δηλοῖ, ὅτι χρὴ ἑαυτὸν καταδικάζειν τῇ σιωπῇ· μέχρις ἂν ὑποστρέψας καθαρίσῃ ἑαυτόν· οὐκ ἄκαιρον δὲ χρήσασθαι τῷ ῥητῷ πρὸς τοὺς ἐνόχους ἁμαρτίαις, καὶ περὶ τῶν θείων διδάσκειν προῃρη‐
μένους.270

107

Εἰ δὲ βούλει, ζῶντα χρῶτα τὸν λόγον λάμβανε, οὗ μὴ παρόντος τῇ ψυχῇ, ὁτιποτοῦν ἐὰν γένηται, ἀνέγκλητος ὁ ἁμαρτάνων, ἀλόγου φέρων κατάστασιν· εἰ δὲ παρείη λόγος, ὑπεύθυνος. τί οὖν τὸ καθ’ ὅλου τοῦ σώματος γίνεσθαι τὴν ἁφήν; μήποτε τροπικῶς φρενίτιδας ἢ μελαγχολίας δηλοῖ ἢ τὴν ἐν τῇ βρεφῶν
5ἡλικίᾳ κατάστασιν; μὴ βοηθοῦντος γὰρ τότε λόγου μηδὲ παρούσης αἰσθήσεως πᾶν τὸ πραχθὲν ἢ λεχθὲν οὐχ ἁμάρτημα, ἀλλ’ ὅτε πάρεστιν αἴσθησις. λεκτέον δὲ καὶ οὕτως· κατὰ διττὸν τρόπον εὐαρεστοῦμεν θεῷ· εἰ γὰρ ζῶμεν θεῷ, μηδὲν ἔστω νεκρὸν ἐν ἡμῖν, εἰ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, μηδὲν αὐτῆς ἔστω ζῶν ἐν ἡμῖν· ζῶντες γὰρ ἐν αὐτῷ τὴν ἀπὸ τῆς ἁμαρτίας παραιτώμεθα νέκρωσιν,
10ἀποθανόντες δὲ κόσμῳ μὴ πρὸς τὰ πάθη παλινδρομήσωμεν. ἀποθνῄ‐ σκομεν δὲ τῇ ἁμαρτίᾳ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· ‹οἵτινες δὲ ἀπε‐ θάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν αὐτῇ;› μολυσμὸς ἄρα τοῦτο κἂν ἐπὶ σμικρὸν γένηται καὶ κατὰ νόμον ἀκάθαρτον, ὥσπερ καθαρὸν τὸ τῆς ἁμαρ‐ τίας τεθνάναι καθόλου· ‹μικρὰ γάρ› φησι ‹ζύμη ὅλον τὸ φύραμα ζυμοῖ›.
15τινὲς δὲ ἀκάθαρτον νεκρότητα τὴν ἀπὸ κακίας εἶπον καὶ διαθέσεως, οἷον ἐξ ἀκολασίας ἢ ἀδικίας, καθαρὰν δὲ τὴν μὴ διακρίνουσάν τι σωματικόν, ὃ μὴ κατὰ κακίαν γίνηται· οὐ γάμον ἀλλόφυλον, εἰ μὴ ἐξ ἀσελγείας· οὐ βρῶμα, εἰ μὴ ἐξ ἀκρασίας· οὐκ ἐργασίαν σαββατικήν, εἰ μὴ τὴν ἐπὶ κέρδει. κατὰ δέ τινας πάλιν τὸν ὁλόλεπρον ὁ νόμος καθαρίζει, δεικνὺς ὡς ὁ θεὸς τὸ
20ποικίλον μισεῖ· σαφέστερον δὲ προϊὼν τοῦτο δηλοῖ ἐν τῷ· ‹τὸν ἀμπελῶνα σου οὐ κατασπερεῖς διάφορον· καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον· καὶ τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ›, πανταχοῦ προτιμῶν τὴν ἁπλό‐ τητα· ἥτις καὶ ἐν τῷ ὁλολέπρῳ θεωρεῖται.

108

‹Ἐξῆλθεν› οὖν, φησίν, ‹καὶ ἐθεάσατο τελώνην καλούμενον Λευΐν›· ἔστι δὲ οὗτος Ματθαῖος ὁ εὐαγγελιστής. Μᾶρκος μὲν καὶ Λουκᾶς τὸ ὄνομα αὐτοῦ κρύπτουσι τῇ προτέρᾳ προσηγορίᾳ, ὁ δὲ Ματθαῖος τὸ ἑαυτοῦ φανερὸν
ποιεῖται ὄνομα λέγων· ‹ἐθεάσατο Ματθαῖον τὸν τελώνην›. ταῦτα δὲ λέγει,271
5ἵνα ἡμεῖς, θαυμάσαντες τὴν τέχνην τοῦ ἰατρεύσαντος αὐτὸν θεοῦ, πιστεύω‐ μεν εἰς αὐτὸν ἀκριβέστατα.

110

Γέλωτα ἐπαγγέλλεται τὸν ἀπὸ χαρᾶς καὶ ἱλαρότητος ὡς καὶ ἐν τῷ Ἰώβ φησιν· ‹ἀληθινὸν στόμα ἐμπλήσει γέλωτοσ›· τάχα δὲ διὰ τοῦτο καὶ εἷς τῶν πατριαρχῶν γέλως λέγεται τὴν θείαν ἱλαρότητα σημαίνοντος τοῦ ὀνό‐ ματος.

111

Τῶν πλουσίων ὁ σπόρος ἐπ’ ἀκάνθας ἔπεσε συμπνιγόμενος καὶ ‹οἱ βουλό‐ μενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν›, οἷς παράγγελται ‹μὴ ὑψηλο‐ φρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι›, διό· ‹μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωποσ› καὶ ‹πλοῦτος ἐὰν ῥέῃ μὴ προστίθεσθε καρδίαν› καὶ
5‹αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύσ›· ὁ πλούσιος γοῦν μετὰ ἔξοδον κολάσεται καὶ πλουσίῳ λέγεται· ‹ἄφρων, τῇ νυκτὶ ταύτῃ τὴν ψυχήν σου
ἀπαιτοῦσιν ἀπὸ σοῦ›.272

112

‹Δένδρον ἀγαθὸν› τὸ πνεῦμα τὸ ἅγιον, ‹δένδρον πονηρὸν› ὁ διάβολος καὶ οἱ τούτου ὑπηρέται. ὁ οὖν ἔχων τὸ πνεῦμα τὸ ἅγιον τοὺς τούτου καρποὺς ἐπιδείκνυται, οὓς ἀπαριθμεῖται ὁ ἀπόστολος λέγων· ‹ὁ καρπὸς τοῦ πνεύ‐ ματός ἐστιν· ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη,
5πίστις, πραότης, ἐγκράτεια›· ὁ δὲ δύναμιν ἀντικειμένην ἔχων τῆς ἀτιμίας τὰ πάθη ἀκάνθας καὶ τριβόλους καρποφορεῖ.

113

Ἡ μὲν οὖν τελειοτέρα ψυχή, καλῶς λατρεύσασα τῷ λόγῳ τοῦ θεοῦ, παρ‐ ρησίαν ἔχει ἐπ’ αὐτὴν ἐλθεῖν τὴν κεφαλήν—κεφαλὴ δὲ Χριστοῦ ὁ θεός· —ὥστε καταχέαι μύρον αὐτῆς καὶ εὐωδίαν τῇ δόξῃ τοῦ θεοῦ περιποιῆσαι· δοξάζεται γὰρ ὁ θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων. ἡ δὲ ἀτε‐
5λεστέρα γυνὴ καὶ ψυχὴ περὶ τοὺς πόδας καὶ τὰ ταπεινότερα στρέφεται, ἧς ἐγγὺς ἐσμὲν ἡμεῖς· οὐδὲ γὰρ μετενοήσαμεν ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν· ποῦ ἡμῶν τὰ δάκρυα, ποῦ ὁ κλαυθμός, ἵνα κἂν παρὰ τοὺς πόδας Ἰησοῦ ἐλθεῖν δυνηθῶμεν; ἐπ’ αὐτὴν γὰρ οὔπω δυνάμεθα φθάσαι τὴν κεφαλήν. ἀγαπητὸν δὲ μετὰ τὰ ἁμαρτήματα φέρειν μετανοίας εὐωδίαν,
10ἵνα τις δυνηθῇ ἡ δευτέρα εἶναι, ἡ τοὺς πόδας ἀλείφουσα, ἀλλὰ μὴ τὴν κεφαλήν, τοῦτ’ ἔστιν ἡ μὴ ἁπτομένη τῶν τελεωτέρων καὶ ὑψηλοτέρων, ἀλλὰ
τῶν ἄκρων καὶ τελευταίων.273

115

Τίνα διαφορὰν ἔχει ταῦτα expl. ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.

116

Ὁμοίωμα καὶ παραβολὴ τὴν διαφοράν expl. τὸ οὖν πρὸς τοὺς μαθητὰς λεγόμενον ὁμοίωσις λέγοιτ’ ἄν, ὡς τὸ περὶ τοῦ θησαυροῦ· παραβολὴ δὲ τὰ πρὸς τοὺς ὄχλους, ὡς ὁ τοῦ σπόρου λόγος.

117

Καθ’ ἑτέραν δὲ ἐκδοχὴν εἴη ἂν expl. θελήμασι τοῖς αὐτοῦ.274

118

Οἵ γε μὴ περὶ μαργαριτῶν expl. τὴν γνῶσιν τοῦ Χριστοῦ.

119

Ἔτι σαγήνη ἐστὶν ἡ ἐκ τῶν παλαιῶν expl. τὴν κάμινον τοῦ πυρός.

120

Οὐ περὶ αἰσθητοῦ λύχνου, ἀλλὰ νοητοῦ ταῦτα λέγεται· οὐκ ἂν γὰρ τοῦτον ‹ἅψασ› τις καλύψαι ‹σκεύει ἢ ὑποκάτω κλίνησ› θείη, ‹ἀλλ’ ἐπὶ› τῆς ἐν αὐτῷ ‹λυχνίασ›. εἴη δ’ ἂν σκεύη μὲν οἰκίας αἱ τῆς ψυχῆς δυνάμεις· κλίνη δὲ τὸ σῶμα· ‹εἰσπορευόμενοι› δὲ οἱ ἀκροαταὶ τοῦ μεταδιδόντος· λυχνία δὲ
5τὸ ἡγεμονικὸν τόπος οὖσα τοῦ λόγου ἤγουν τὸ στόμα ἡνίκα τις αὐτὸ ἀνοίξει λόγῳ θεοῦ—καθ’ ἑκάτερον γὰρ ὄψονται ‹τὸ φῶσ› οἱ πρὸς θεὸν τὴν εἴσ‐ οδον ποιησάμενοι ἄνθρωποι—‹φῶσ› δὲ ἣν ἐφώτισεν ἑαυτῷ γνῶσιν.

121a

Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς τελειωτάτοις τῶν τοῦ Ἰησοῦ μαθητῶν δυσωπήσει ἡμᾶς ἀπὸ τῶν περὶ Ἰωάννου εἰρημένων, ὅτι ‹ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων›· ἀλλὰ καὶ ‹ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμὸσ› ἀναφερόμενος ἐπὶ τὸν ἐν ἑκάστῳ νοῦν. ἀλλὰ
5καὶ τό· ‹ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι› πρὸς πάντας εἴρηται τοὺς μαθητὰς τοῦ Ἰησοῦ. οὐ δεῖ τοίνυν τὸν ἅψαντα λύχνον ἐν ψυχῇ λογικὸν κρύ‐ πτειν αὐτόν, ἀλλ’ ἐπιτιθέναι λυχνίᾳ, ἧς σύμβολον Μωϋσῆς ‹ἀπέθετο ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου›.

121b

μοδίῳ μὲν γὰρ σιτομετρείσθωσαν ὑπὸ τοῦ ‹πιστοῦ [καὶ] φρονίμου οἰκονόμου› οἱ σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύχνου ἐπικει‐ μένου τῇ λυχνίᾳ καὶ εἰς φανερὸν διὰ λόγου προσαγομένου ‹οἱ ἐν τῇ οἰκίᾳ πάντεσ›, τοῦτ’ ἔστιν οἱ ἐν τῇ ἐκκλησίᾳ.

121c

ἀλλ’ οὐδὲ ‹ὑπὸ τὴν κλίνην› τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινος ‹σκεύους ὑποκάτω›· τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται
τῶν εἰσπορευομένων εἰς τὴν οἰκίαν, οἷς δεῖ τίθεσθαι τὸν λύχνον.275

121d

οἱ τῷ ‹ἀληθινῷ φωτὶ› καὶ λόγῳ τῷ λαμπρῷ καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάπτοντες τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα, καθ’ ἣν κατεσκεύασεν αὐτὸν ὁ Δημιουργός, λύχνου δέονται τῆς ἀπὸ τοῦ λόγου καὶ σοφίας καὶ τῆς ἀλη‐ θείας τοῦ ἀληθινοῦ φωτὸς ἀνάψεως.

121e

καὶ νομιστέον τὴν ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι ἐντολὴν πληροῦ‐ σθαι ὑπὸ τῶν προνοουμένων ἔχειν ἐν τῇ ψυχῇ τὸν νοῦν διορατικώτατον καὶ μετέχοντα τοῦ εἰπόντος· ‹ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα›. οἱ γὰρ καίοντες τὸν ‹λύχνον› καὶ τιθέντες ‹ἐπὶ τὴν λυχνίαν›, ἵνα λάμπῃ ‹πᾶσι τοῖς ἐν τῇ
5οἰκίᾳ›, προτρέψονται καὶ τοὺς ‹ἐν τῇ οἰκίᾳ› βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοὺς καίειν τὴν ἑαυτῶν λυχνίαν.

122

Τάχα δὲ ‹λύχνον› ἑαυτὸν καλεῖ ὁ κύριος, πᾶσι λάμποντα τοῖς ἐν τῇ οἰκίᾳ, λέγω τῷδε τῷ κόσμῳ, ὡς κατὰ φύσιν θεὸς ὑπάρχων καὶ σὰρξ κατ’ οἰκονο‐ μίαν γενόμενος, οἷα δὴ φῶς κατ’ οὐσίαν λύχνου δίκην ἀπεριγράφως διὰ μέσης ψυχῆς ὡς διὰ θρυαλλίδος πῦρ τῷ τῆς σαρκὸς ὀστράκῳ κρατούμενος.
5‹λυχνίαν› δὲ ὀνομάζει τὴν ἁγίαν ἐκκλησίαν, ἐφ’ ἧς τῷ κηρύγματι λάμπων ὁ τοῦ θεοῦ λόγος πάντας τοὺς ἐν τῷδε τῷ κόσμῳ ὡς ἐν οἰκίᾳ τινι τυγχάνοντας καταφωτίζει ταῖς ἀκτῖσι τῆς ἀληθείας, τὰς πάντων διανοίας θείας πληρῶν ἐπιγνώσεως. ‹μόδιον› δὲ συμβολικῶς κέκληκε τὴν συναγωγὴν τῶν Ἰου‐ δαίων καὶ τὴν σωματικὴν τοῦ νόμου λατρείαν τῶν πάλαι ἐν τῷ γράμ‐
10ματι συμβόλων παντελῶς ἀδιάγνωστον ἔχουσαν τὸ φῶς τῆς ἐν νοήμασιν ἀληθοῦς ἐπιγνώσεως· ὑφ’ ὃν μόδιον κρατεῖσθαι ὁ λόγος οὐ βούλεται, τῷ
ὕψει ἐπικεῖσθαι θέλων καὶ τῷ μεγέθει τοῦ κάλλους τῆς ἐκκλησίας.276

123

Πάντας γὰρ ἂν τῷ γράμματι τοῦ νόμου καθάπερ μοδίῳ κρατούμενος ἐστέ‐ ρησε φωτὸς ἀϊδίου, μὴ διδοὺς θεωρίαν πνευματικὴν τοῖς τὴν αἴσθησιν ὡς ἀπατηλὴν ἐκδύσασθαι σπεύδουσιν. ‹ἀλλ’ ἐπὶ τὴν λυχνίαν τίθεται›· λέγω δὲ τὴν ἐκκλησίαν ἤγουν τὴν ἐν πνεύματι λογικὴν λατρείαν, ἵνα πάντας
5φωτίσῃ, διδάσκων τοὺς ἐν παντὶ τῷ κόσμῳ λόγῳ ζῆν μόνῳ καὶ πολιτεύεσθαι. μὴ τοίνυν τὸν θεῖον λύχνον, ἤγουν τὸν φωτιστικὸν λόγον, ἀνάπτοντες διὰ θεωρίας καὶ πράξεως ὑπὸ μόδιον θήσομεν, ἵνα μὴ κατακριθῶμεν ὡς περι‐ γράφοντες τῷ γράμματι τὴν τῆς σοφίας ἀπερίληπτον δύναμιν· ‹ἀλλ’ ἐπὶ τὴν λυχνίαν›, φημὶ τὴν ἁγίαν ἐκκλησίαν ἐν τῷ ὕψει τῆς ἀληθοῦς θεωρίας,
10πᾶσι τὸ φῶς τῶν θείων δογμάτων πυρσεύουσαν [ἀλλὰ περὶ τούτων καὶ ἐν τῷ Ματθαίῳ εἴρηται· διὸ καὶ περιττὸν ἐνταῦθα μηκύνειν].

124

Πέμπει αὐτὸν ‹εἰς τὸν οἶκον› αὐτοῦ· οὐ γὰρ τοσοῦτον μέτρον δυνάμεως εἶχεν ὁ ἀνήρ, ἵνα πρὸς τὸ καθίσαι ‹παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἱματισμένοσ› χωρήσῃ καὶ τὸ ‹εἶναι σὺν αὐτῷ›. τῶν δὲ ἀπὸ τῆς περιχώρου τὴν Ἰησοῦ παρου‐ σίαν οὐ χωρούντων οὐδὲν ἧττον προενοήσατο τῆς τῶν δυναμένων ἐκεῖ ἀκούειν
5σωτηρίας, τὸν αὐτάρκως παρακαθίσαντα τοῖς ποσὶν αὐτοῦ ἀπολύσας, ἵνα διδάσκῃ, ἃ ‹ἐποίησεν› αὐτῷ ‹ὁ θεόσ›· εἶεν δ’ ἄν τινες τοῦ τοιούτου ἀκροαταὶ καὶ μαθηταί, πλείονα μὲν οὐ χωρήσαντος, ἐξ ὀλίγων δὲ ὧν εἴληφε κηρύσ‐ σοντος. ἀναφέροις δ’ ἂν τὸν λόγον καὶ ἐπὶ τὴν ἀνθρώπου φύσιν τοῦ ἔξω Ἰσραήλ, δι’ ὃν καταπλεῖ Ἰησοῦς ἐπὶ τὴν χώραν τῶν Γεργεσηνῶν καὶ πρὸς
10ὃν ἔξεισιν Ἰησοῦς ἐπὶ τὴν γῆν. ‹ἱμάτιον› δέ, φησίν, ‹οὐκ ἐνεδιδύσκετο› ὁ ἄνθρωπος· οὐκ ἐνεδύσατο γὰρ τὸ καλύπτον αὐτοῦ τὴν ἀσχημοσύνην· ‹καὶ ἐν οἴκῳ οὐκ ἔμενεν›· οὐ γὰρ ἦν ὡς Ἰακὼβ ‹ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν›· διὸ καὶ τοῦτον ‹αὐτὸν ἀπέλυσε λέγων· ὑπόστρεφε εἰς τὸν οἶκόν σου›. καὶ ‹ἐν τοῖς μνήμασιν ἔμενεν›, οὐ μετὰ τῶν ζώντων, μετὰ
15νεκρῶν δέ· ‹ἦν δέ›, φησίν, ‹ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει›· μήποτε δὲ χοῖροι οὐ βόσκονται ἐν τῷ ὄρει, πῶς οὖν ‹κατὰ τοῦ κρημνοῦ ὥρμησεν ἡ ἀγέλη›; μή ποτε οὖν οἱ φιλήδονοι καὶ γαστρὶ καὶ τοῖς ὑπὸ γαστέρα φίλοι, ὅπου τὰ μνημεῖα, καὶ πλησίον τοῦ λεγεῶνος τῶν δαιμόνων βό‐ σκονται; ἀγαθότητι δὲ Ἰησοῦς τὴν ζωὴν τῶν χοίρων ἀφανίζει ἐν τῷ ὕδατι
20καὶ τῶν φιληδόνων καὶ φιλοσωμάτων κακῶν ἐμποδίζει τῇ ἀναπνοῇ διὰ δαιμόνων. τάχα καὶ σωφρονεῖ ὁ τοιοῦτος· εἴ τις δὲ σωφρονεῖ, παρὰ τῷ Ἰησοῦ ἐστίν, ἀλλ’ ὁ ἀρχόμενος σωφρονεῖν ‹παρὰ τοὺς πόδασ› ἐστὶν αὐτοῦ.277

125

Πλὴν ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ θαύματος ἱστορία, χρὴ δὲ ἴσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. οἱ μὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ θεοῦ κατὰ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σω‐ ματικῶς νοούμενα. οἱ δὲ δυνάμενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ‹ταῦτα
5τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι’ ἡμᾶσ›, εὐξάμενοι τῷ θεῷ αἰτήσω‐ μεν λόγον ἐλθεῖν τὸν σαφηνίζοντα καὶ ταῦτα, πῶς ὁ Ἰησοῦς πρὸς τὴν ἀρχι‐ συναγώγου θυγατέρα προηγουμένως ἀπῄει, οὐ πρὸς τὴν αἱμορροοῦσαν καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσαν, καὶ ὅτι προηγουμένως ἀπιόντος αὐτοῦ πρὸς ἐκείνην πρώτη αὕτη θεραπεύεται. ἦλθε γὰρ ὁ υἱὸς τοῦ θεοῦ προηγου‐
10μένως μὲν πρὸς τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα, τὴν τῶν Ἰουδαίων συναγωγήν, καὶ εὗρεν αὐτὴν νοσοῦσαν καὶ ἀποθανοῦσαν· τὰ γὰρ παραπτώ‐ ματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν. ἡ δὲ αἱμορροοῦσα, ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, ἡ ῥέουσα ‹οὐκ ἐν καιρῷ ἀφέδρου›, ἀλλ’ ἀεὶ αἱμορροοῦσα καὶ νοσοῦσα τὴν φοινικὴν ἁμαρτίαν, ἡ ἐξ ἐθνῶν ἐκκλησία,
15αὕτη πρὸ ἐκείνης πιστεύει τῷ υἱῷ τοῦ θεοῦ. καὶ ἐκεῖ μὲν οὗτος ἀπέρχεται, αὕτη δὲ ἀκολουθοῦσα κἂν ‹κρασπέδου τοῦ ἱματίου αὐτοῦ› ἅψασθαι θέλει. ὁ δὲ Λουκᾶς, ὃ μὴ εἶπε Ματθαῖος, προσέθηκεν, ὅτι δωδεκαετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ καὶ ἡ αἱμορροοῦσα δώδεκα ἔτη εἶχεν αἱμορροοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνης αὕτη αἱμορροεῖ. ἐν ἀπειθείᾳ γάρ ἐστιν
20ἐκείνη, ὅσον χρόνον ζῇ ἡ συναγωγή, καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστίν. δώδεκα γὰρ ἐτῶν ἐκείνη ἀποθνῄσκει, καὶ δώδεκα ἐτῶν τοῦ πάθους αὕτη πιστεύσασα θεραπεύεται, ‹ἥτις οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸσ› τῶν ἰατρῶν ‹θεραπευθῆναι›· πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦν‐
25τας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώμενοι. ἀλλ’
αὕτη δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα ‹οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸσ› τῶν ἰατρῶν ‹θεραπευθῆναι›· ἁψαμένη δὲ τοῦ κρασπέδου Ἰησοῦ τοῦ μόνου ψυχῶν καὶ σωμάτων ἰατροῦ διὰ τῆς ἐμπύρου καὶ θερμῆς πίστεως ἰάθη παραχρῆμα. ἐὰν ἴδωμεν τὴν πίστιν ἡμῶν τὴν εἰς Χριστὸν Ἰησοῦν καὶ νοή‐278
30σωμεν, πηλίκος ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα, ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων κρασπέδου ἡψάμεθα. ἀλλ’ ὅμως τὸ κράσπεδον θεραπεύει ἡμᾶς καὶ ποιεῖ ἡμᾶς ἀκούειν ἀπὸ τοῦ Ἰησοῦ· ‹θύγατερ, ἡ πίστις σου σέσωκέ σε›· καὶ ἐὰν θεραπευθῶμεν, καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυναγώγου· ‹ὅταν› γάρ φησι ‹τὸ πλήρωμα τῶν ἐθνῶν
35εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται›.

126

Καὶ οἱ μὲν μαθηταὶ αὐτοῦ ἥψαντο καὶ ἐψηλάφησαν αὐτόν, ἡ δὲ αἱμορροοῦσα
οὐκ αὐτοῦ, οὐ γὰρ ἐτόλμα, ἀλλὰ τοῦ κρασπέδου δι’ εὐλάβειαν.279

127a

Μάστιξ γὰρ ἦν ἡ αἱμόρροια· οὕτως ἐρεῖς καὶ τὰ ἄλλα πάθη τὰ σωματικὰ μάστιγας εἶναι θεοῦ, διὰ τῶν τοιούτων τοὺς ἀξίους τῆς ἑαυτοῦ παιδείας μαστιγοῦντος· ‹μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται›· διὸ ἔλεγε τῷ παραλυτικῷ, καὶ αὐτὸν μάστιγος ἀπολύσας· ‹ἴδε ὑγιὴς γέγονας, μηκέτι
5ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται›.

127b

πρότερον μὲν οὐκ ἐτόλμα δι’ εὐλάβειαν ἄντικρυς ἀπαντᾶν καὶ περὶ θεραπείας ἀξιοῦν, ζητουμένη δὲ ἀπαντᾷ πρεπόντως, ἔμφοβός τε καὶ εὐλαβὴς καὶ τὸ σέβας ἁρμόττον προσφέρουσα· καὶ τὴν ὁμολογίαν τῆς ἰάσεως εἰς ἐμφανὲς πᾶσι ποιεῖται, οὐ τῷ πάντα εἰδότι, ἀλλὰ τοῖς ἀγνοοῦσιν, αἰσθήσει
5τὴν ἴασιν ἐπεγνωκυῖα. λέγει γὰρ καὶ τοῦτο ὁ Μᾶρκος, ὅτι ‹ἔγνω τῷ σώ‐ ματι, ὅτι ἰᾶται ἀπὸ τῆς μάστιγοσ›.

127c

κἀνταῦθα δὲ ἣν ἐκ τῆς ἐπαφῆς ἔλαβεν ἡ γυνὴ θεραπείαν ταύτην καὶ διὰ τοῦ λόγου ἐβεβαίωσεν ὁ σωτὴρ εἰπών· ‹πορεύου εἰς εἰρήνην· καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου›. καὶ ὑγίαινε πρῶτον τῇ πίστει τὴν ψυχήν, εἶτα δὲ καὶ τὸ σῶμα.

128

Ἆρα πρὸ τούτων πέμπων τοὺς δώδεκα expl. ἀναστάντα μαθηταί.

129

Ἔστι τις ἁμαρτία ψυχῆς θάνατος, ἣν ὁ Ἰωάννης ‹ἁμαρτίαν πρὸς θάνατον› λέγει· καὶ ἔστιν ἁμαρτία ψυχῆς ἀσθένεια καὶ ἔστιν ἁμαρτία ψυχῆς ζημία, ὡς ἐνταῦθα εἴρηται τὸ ‹ζημιωθείσ›, καὶ παρὰ τῷ ἀποστόλῳ τό· ‹εἴ τινος 〈τὸ〉 ἔργον κατακαήσεται, ζημιωθήσεται›. [ταῦτα Ὠριγένης εἰπὼν τὴν δια‐
5φορὰν οὐ προσέθηκεν.]280

130

Ὁ δὲ Ματθαῖός φησιν expl. φεύγετε εἰς τὴν ἑτέραν.

131

Κατὰ δὲ ἀναγωγὴν expl. τρέφοντες ἑκάστην φυλήν.

132

Ἐρωτᾷ δὲ οὐκ ἀγνοῶν expl. ἀστεῖον αὔξωμεν.

133

Τάχα δὲ καὶ οἱ μὲν Ἰωάννην expl. συμβολικὰ αὐτοῦ ἀνειλήφασιν.

134

Πυνθάνεται δὲ τῶν μαθητῶν expl. εἰσελεύσονται ἐν αὐτῇ.

135

Ἑτέρως δὲ ἀρνεῖταί τις ἑαυτόν expl. ἐν τῷ κατορθοῦν σωζομένην.

136

Ταῦτα ἐπὶ Πέτρον καὶ Ἰάκωβον expl. τῆς μεταμορφώσεως αὐτοῦ.281

137

Εἰ δὲ χρή τι καὶ περιεργότερον expl. προφητεύων ἐπηγγείλατο.

138

‹Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ›· Ματθαῖος μὲν ‹ἓξ› λέγει μήτε τὴν ἡμέραν ἐν ᾗ ἐλέχθη μήτε τὴν ἐν ᾗ μετεβλήθη ψηφίσας,
ἀλλὰ μόνας τὰς ἓξ τὰς μέσας· οὗτος δὲ ὅλας συνῆψεν.282

139a

Ζητήσωμεν πῶς ὁ μὲν Λουκᾶς φησιν· ‹ἐγένοντο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ›, ὁ δὲ Μᾶρκος· ‹ὡσεὶ μεθ’ ἡμέρας ἕξ›. ὅσον ἐπὶ τῷ ῥητῷ τῷ· ‹ἐγένοντο ὡσεὶ ἡμέραι ὀκτώ›, ὁ Λουκᾶς μετρεῖ καὶ ταύτην τὴν ἡμέραν, [καὶ] ἐν ᾗ γίνεται, Μᾶρκος δὲ μετρεῖ τὰς μέσας μόνας, καὶ
5οὐκ ἔστι διαφωνία πρὸς τὸ ῥητόν·

139b

ἀλλ’ εἴποιμι ἂν ἀνάγων τὸν λόγον, ὅτι οὐκ εἰκῇ, ὃ ἐπηγγείλατο ὁ σωτήρ, οὐκ εὐθέως, ἀλλὰ μεθ’ ἡμέρας ἓξ πεποίηκεν.

139c

σύμβολον δὲ αἱ ἓξ ἡμέραι τῆς κοσμοποιΐας, τοῦτ’ ἐστιν μετὰ τὸν κόσμον τοῦτον. τότε γὰρ ἀναβιβάζει ὁ Ἰησοῦς ‹εἰς τὸ ὄρος τὸ ὑψηλόν›, ἐὰν ᾖ τις Πέτρος ἢ Ἰακωβὸς ἢ Ἰωάννης· ἄλλος γὰρ οὐδεὶς ἀναβαίνει παρὰ τοὺς τρεῖς, ἵνα ἴδῃ τὴν μεταμόρφωσιν Ἰησοῦ καὶ τοὺς ὀφθέντας ἐν δόξῃ Μωϋσῆν καὶ
5Ἡλίαν.

140

Ἡ ἐν τῷ ὄρει μεταμόρφωσις παραδειχθεῖσα τοῖς μαθηταῖς τῆς μελλούσης τοῦ σωτῆρος δόξης ὑπόδειγμα ἐδήλου· καὶ σωματικῶς ἐπεδείκνυτο πρὸς τὸ καὶ τοῖς θνητοῖς αὐτῶν εἰς θέαν ὑποπεσεῖν ὀφθαλμοῖς, εἰ καὶ τὴν ὑπερ‐ βολὴν οὐκ ἤνεγκαν τῆς λαμπρότητος καὶ οὕτως ἄκρατον καὶ οὐ φορητὴν
5οὖσαν τοῖς ἡμετέροις ὄμμασιν· ὅτι δὲ ἡ τῇ οὐσίᾳ τῇ θείᾳ πρέπουσα δόξα πάσῃ γενητῇ φύσει ἀθέατός ἐστι καὶ ἀπρόσιτος, ἔδειξαν οἱ μαθηταὶ μηδὲ ταύτην αὐτὴν τὴν παραδειχθεῖσαν αὐτοῖς ἐπὶ τοῦ ὄρους σωματικὴν ὄψιν δυνηθέντες ἐνεγκεῖν, ἀλλὰ καταπεσόντες εἰς γῆν· τότε δέ τις ὁρᾷ τὸν λόγον μεταμορφούμενον ἐνδόξως, ὅτε συνάνεισί τε αὐτῷ καὶ συνυψοῦται
10καὶ ὁρᾷ αὐτὸν ὡς αὐτολόγον καὶ ὡς ἀρχιερέα κοινολογούμενον καὶ εὐχό‐ μενον τῷ πατρί. ἐπειδὴ δὲ οὔπω τελείως τὸ σῶμα εἰς ἀφθαρσίαν ἀμετά‐ θετον ἀγαγὼν ἦν, ὤφθη μετὰ τῶν φθαρτῶν ἱματίων λάμψας σὺν αὐτοῖς· ὅταν γὰρ ἀναστῶσιν οἱ δίκαιοι ἐν δόξῃ ἐν τῇ δευτέρᾳ Χριστοῦ παρουσίᾳ, οὐ μέλλουσιν ἔχειν ἱμάτια αἰσθητά, ἀλλὰ λαμπραί τινες περιβολαὶ περι‐
15βληθήσονται αὐτοῖς. ὡς δὲ τὸ τούτων εἶδος οὐκ ἐγένετο ἕτερον παρὰ τὸ τῆς μεταμορφώσεως, οὕτως ἐν τῇ ἀναστάσει πολλῷ ἐνδοξότερον τὸ περὶ τοὺς ἁγίους εἶδος ἔσται, παρ’ ὃ εἶχον ἐν τῷ βίῳ τούτῳ, οὐχ ἕτερον δέ. οἱ δὲ περὶ Ἰησοῦν ἐνδόξως ὤφθησαν τοῖς μαθηταῖς, Μωϋσῆς μὲν τοῦ νόμου τὸ πρόσωπον δηλῶν, Ἡλίας δὲ τῶν προφητῶν· αὐτὸς γὰρ ἦν ὁ νόμου καὶ283
20προφητῶν κύριος. ὁ τοίνυν νοήσας τὸν πνευματικὸν νόμον καὶ τὴν ἐν τοῖς προφήταις ‹ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν› ὁρᾷ Μωϋσῆν καὶ Ἡλίαν ‹ἐν δόξῃ›.

141

Καὶ συνομιλοῦσιν ἀλλήλοις, ὅ ἐστι σύμφωνα ἑαυτοῖς λαλοῦσι· τοὺς ἐν τῇ παλαιᾷ δὲ συνῆψε τοῖς ἀποστόλοις παραδεικνύς, ὅτι ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ πάντες συναφθήσονται οἱ δίκαιοι.

142

Καὶ τοίνυν ἵνα καὶ ἐπαναλαβὼν expl. καὶ τὸ πάθος τὸ ἅγιον.

143

Ἐπεὶ γὰρ ἐν ἓξ ἡμέραις expl. τῷ βλέποντι θεωρούμενον.284

144

Μὴ φέροντες τὴν τῆς φωνῆς δύναμιν expl. ἐκεῖ ἐμφανίζεσθαι πολλοῖς.

145

Ὠριγένης εἰς τό· ‹ἰδοὺ ἄνδρες δύο συνελάλουν› Ἄξιον ἐπιστῆσαι expl. οἷς ἡτοίμασται, διὰ τούτους λελέχθαι.

146

Ἀκούσας ὅτι μέλλει παθεῖν ὁ Χριστός, καὶ νομίσας καιρὸν εὑρεῖν τοῦ εἰπεῖν, ἃ οὐκ ἤθελε γενέσθαι, ᾔτει τὸν κύριον ἄνω μεῖναι ἐν τῷ ὄρει διηνεκῶς, ἵνα μὴ κατελθόντα εὕρωσιν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἀποκτείνωσιν, ἀγνοῶν τὰ ἐκ τοῦ πάθους καὶ τῆς ἀναστάσεως μέλλοντα ἔσεσθαι πᾶσιν ἀγαθά.
5‹ταῦτα δὲ αὐτοῦ λέγοντος νεφέλη ἐπεσκίασεν αὐτούσ›, τὸ περίεργον δια‐ κόπτουσα τοῦ ὑπὲρ δύναμιν τὴν ἑαυτῶν ζητεῖν τι, καὶ διὰ τούτου προδια‐ τυπῶν, ὅτι μέλλουσι πάντες οἱ ἅγιοι οἱ πρὸ τῆς ἐπιδημίας καὶ οἱ μετὰ τὴν ἐπιδημίαν ἅμα γενέσθαι, καὶ ὅτι εἰς τὰς αὐτὰς σκηνὰς ἀνάγουσι νόμος καὶ προφῆται καὶ εὐαγγέλιον, τρεῖς μὲν ἀριθμούμεναι, πρὸς ἓν δὲ τέλος ὁρῶσαι,
10καὶ ὅτι ἐν τῇ ἀναστάσει μέλλουσιν ‹ἁρπαγῆναι ἐν νεφέλαισ› οἱ ἅγιοι ‹εἰς ἀπάντησιν τοῦ κυρίου καὶ σὺν αὐτῷ εἶναι› διηνεκῶς.

147

Ἡ δὲ ἐκ τῆς νεφέλης expl. ὅθεν ἐληλύθεισαν.285

148

Οὐδὲ βούλεται Ἰησοῦς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος δόξης αὐτοῦ· ἐβλάβησαν γὰρ ἂν οἱ ἀκούοντες καὶ μάλιστα οἱ ὄχλοι τὸν οὕτω δεδοξασμένον θεωροῦντες σταυρούμενον. οὐ τοίνυν φθονήσαντες ἔκρυψαν, ἀλλ’ ὡς φοβηθέντες, μὴ ἀπιστηθῶσιν. φησὶ γὰρ ὁ Λουκᾶς· ‹καὶ αὐτοὶ
5ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωρά‐ κασιν›. πότε οὖν ‹ἀπήγγειλαν›; μετὰ τὴν ἀνάληψιν, μετὰ τὴν τοῦ πνεύματος παρουσίαν· τότε γὰρ ἐπλήσθησαν παρρησίας καὶ πνεύματος κατηξιώθησαν καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον λοιπὸν εὐπαράδεκτα ἦν.

149

Ἐπιβλεπτέον δὲ τούτοις ὑψηλότερον expl. ἐν τοῖς κλάδοις τῆς τοιαύτης πίστεως.

150

Ὑπὸ τίνος δὲ ἄρα μέλλει παραδίδοσθαι; expl. ἐφ’ ἡμᾶς φῶς τοῦ θεοῦ.

151

Τοῦτο τοίνυν φησίν· εἰ καὶ ἐπὶ τοῦ παρόντος οὐ νοεῖτε τοὺς λόγους τούτους, ἐν καιρῷ αὐτοὺς νοήσετε τὴν ἄγνοιαν ἀποθέμενοι, ἐπὰν τελείως ἐπιστρέ‐ ψητε πρός με καὶ περιαιρεθῆτε τὸ κάλυμμα, ὅπερ ἐν αὐτῷ τῷ πάθει περιελῶ ἀφ’ ὑμῶν, οὗ σύμβολον ὄψεσθε καταπέτασμα τοῦ ναοῦ ἐσχισμένον, τάχα
5δὲ καὶ καθόλου ἐν τοῖς μανθάνουσι πρῶτον δεῖ ἀγνοεῖσθαι τοὺς λόγους
τῶν παραδιδομένων καὶ παρακεκαλύφθαι τὰ ῥήματα, ἵν’ ὕστερον μετὰ τὸ ἀπο‐ θέσθαι τοὺς ἀκροατὰς εἰς τὰ ὦτα ἑαυτῶν τοὺς λόγους ἡ σαφήνεια φανερωθῇ μετατιθεμένων τῶν λόγων ἀπὸ τῶν ὤτων εἰς τὴν καρδίαν. ὅρα γοῦν ὅτι καὶ αὐτοῖς τοῖς μαθηταῖς πρότερον ἐν παραβολαῖς ἐλάλει ἀκούουσι μετὰ286
10τῶν ἔξω, εἶτα μετὰ τοῦτο ‹κατ’ ἰδίαν› αὐτοῖς ‹ἐπέλυε πάντα›· καὶ ἡμεῖς δὲ πολλάκις τὰς γραφὰς καταμελετήσαντες καὶ μηδαμῶς αὐτὰς συνέντες οἱονεὶ ἀναβλέπομεν ἐν τῇ συνεχεῖ μελέτῃ, κατὰ βραχὺ ἐλλάμποντος ‹ἐν ταῖς καρδίαις ἡμῶν› τοῦ λόγου ‹πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ›, ὅς ἐστι Χριστός. τὸ δὲ ‹μέλλει παραδίδοσθαι› παρὰ Ματθαίῳ καὶ Λουκᾷ γεγραμ‐
15μένον οὐ παρίστησι σαφῶς τὸ ὑπὸ τίνος; διόπερ ὡς ἔφαμεν ὁ μέν τις ἐρεῖ· ὑπὸ τοῦ Ἰούδα, ὁ δέ· ὑπὸ τοῦ λαοῦ· ἡμεῖς δὲ ἐπείπερ Ἰούδας καὶ ὁ λαὸς ἄνθρωποι ἦσαν, ἐφιστῶμεν, μήποτε βέλτιόν ἐστι κατακολουθήσαντας ἡμᾶς Παύλῳ λέγοντι περὶ τοῦ πατρός, ὅς γε ‹τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν›, φάσκειν τῷ ‹παραδεδόσθαι› λείπειν
20τό· ὑπὸ τοῦ θεοῦ. ἐνθάδε δὲ γενόμενος ζητήσεις, εἰ ταὐτὸ σημαινόμενόν ἐστι τοῦ ‹παραδεδόσθαι› τασσομένου ἐπὶ Ἰούδα καὶ ἐπὶ τοῦ θεοῦ· ὁ μὲν οὖν τις φάσκων ταὐτὸν εἶναι τῇ προθέσει δώσει τὴν διαφοράν, καθ’ ἣν ὁ μὲν Ἰούδας ἅτε ἀργυρίου αὐτὸν παραδιδοὺς ἐπιβουλευτικῶς παρέδωκεν αὐτόν, ὁ δὲ πατὴρ εὐεργετικῶς. ἔτι πρόσχες πῶς εἴρηται, ἵνα μὴ αἴσθωνται αὐτό·
25ὥσπερ γάρ ἐστιν ἐν αἰσθήσει τὸ μὴ αἰσθάνεσθαι πολλάκις τῶν αἰσθητῶν κατὰ πάθος γινόμενον, οὕτως ἔστι καὶ ἢ κατὰ τὸ ἡγεμονικὸν ἀναισθητεῖν λόγων καὶ ῥήματος ἢ δυσαισθητεῖν. ἐπεὶ δὲ ‹φόβος κυρίου ἀρχὴ αἰσθήσεωσ›, μήποτε ὁ φόβος, ὃν ἐφοβήθησαν οἱ μαθηταί, ὡς φαῦλος ἀπὸ τῆς ἐν αὐτοῖς ἀγνοίας τοῦ ῥήματος γέγονε, καὶ τοῦ παρακαλύμματος ἐμποδίζοντος αὐτοῖς
30διὰ τῆς ἐπερωτήσεως μαθεῖν· ὁ γὰρ οἰκονομῶν τὴν ἄγνοιαν καὶ παρακαλύ‐ πτων ἀπ’ αὐτῶν τὸ ῥῆμα ἑώρα ἀπὸ τῆς ἐπερωτήσεως, εἰ ἀπεκρίνατο ἐπερω‐ τώμενος ὁ σωτήρ, περιαιρεθησομένους τὴν ἄγνοιαν καὶ τὸ παρακάλυμμα. ἅμα δὲ καὶ σύγκρινον, ὅτι ἐπὶ μὲν τῶν παραβολῶν ‹ἠρώτων αὐτὸν κατ’ ἰδίαν οἱ μαθηταὶ› καὶ οὐκ ‹ἐφοβοῦντο ἐπερωτῆσαι›· νῦν δὲ ‹ἐφοβήθησαν αὐτὸν
35ἐπερωτῆσαι περὶ τοῦ ῥήματος τούτου›, οἰκονομοῦντός τι τοῦ τὴν ἄγνοιαν ἐμποιοῦντος καὶ τὴν παρακάλυψιν ἐν αὐτοῖς. ἐταμιεύετο δὲ εἰς ἐπιτήδειον καιρὸν τὴν περιαίρεσιν τῆς ἀγνοίας καὶ τοῦ παρακαλύμματος, μέλλων
‹παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων›.287

152

Ἐπεὶ ἀχώριστός ἐστιν ὁ υἱὸς expl. καὶ ἀπόνηρον παιδίον.

153

Οἵαν γὰρ τὸ παιδίον ἐκ τῆς γεννήσεως expl. γέγονεν εἰς τὰ παιδία.

154

Εἰ μὲν οὖν ἕτοιμος εἶ, ὦ οὗτος, ὁμοίως ἐμοὶ οὐκ ἔχοντι ‹ποῦ τὴν κεφαλὴν κλῖναι›, αἱρήσῃ διὰ τὴν ἐμὴν διδασκαλίαν τὸ ἀκατάστατον ἐνταῦθα ἐλπίδι τῆς τῶν οὐρανῶν βασιλείας, [ἐπ’ οὐδενὶ] τὴν ἀνάπαυσιν ἐνταῦθα μὴ προσδο‐ κῶν, ἀλλ’ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. οἱ γὰρ ἐμοὶ μαθηταὶ δικαιοσύνην ἀσκοῦν‐
5τες ‹ἐν τῷ κόσμῳ θλίψιν ἕξουσιν›· ‹πονηροὶ δὲ καὶ γόητεσ›, ἀλώπεξι καὶ πετεινοῖς οὐρανοῦ παραβαλλόμενοι ἐν τῷ βίῳ τούτῳ, ‹προκόψουσι πλανῶντες καὶ πλανώμενοι›. μάλιστα δὲ ἁρμόζει πρὸς τό· ‹ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι› τὸ ‹ἀστατοῦμεν› ὑπὸ Παύλου, ἐν ᾧ Χριστὸς ἐλάλει, ῥηθέν.

155

Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ μὴ τῶν πετεινῶν καὶ θηρίων ἤτοι τῶν δαιμό‐ νων σαυτὸν ἀπαλλάξεις, οὐ δύναμαι ἐν σοὶ καταλῦσαι οὔτε σὺ τοιοῦτος ὢν
δύνασαι τὸ ἀποστολικὸν ἀξίωμα λαβεῖν.288

156

Ὑψηλότερον δέ· ὅτε ἐτεθνήκει τῷ νεανίσκῳ ὁ πατὴρ καὶ ἦν νεκρός, τότε ὑπὸ τοῦ σωτῆρος ἐκλήθη. νομίζω δὲ ὅτι, ὥσπερ ὁ κόσμος Παύλῳ ἐσταύ‐ ρωτο καὶ νεκρὸς ἦν, ἐπεὶ τέθνηκεν αὐτῷ τὰ τοῦ κόσμου πράγματα, μηκέτι αὐτὰ σκοποῦντι ὡς ‹βλεπόμενα καὶ πρόσκαιρα›, οὕτως ἑκάστῳ δικαίῳ τέ‐
5θνηκεν ὁ διάβολος, ὅστις αὐτῷ ἔζη ἁμαρτάνοντι· πᾶς γὰρ ‹ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγένηται›, παντὶ δὲ ἁμαρτάνοντι καὶ σκοποῦντι τὰ τῇδε ζῇ ὁ πονηρὸς πατήρ. παντὶ δέ, ᾧ τέθνηκεν ὁ πονηρός, λέγοιτ’ ἂν ὑπὸ τοῦ σωτῆρος τό· ‹ἀκολούθει μοι›. καὶ τάχα τοιοῦτόν ἐστι μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ’ ἡμῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι
10ἔσεσθαι τοῦ Ἰησοῦ. τὸ δέ· ‹τοὺς νεκροὺς θάψαι› τοὺς ἑαυτῶν νεκροὺς ἀλλη‐ γορεῖται μόνον· θάπτουσι γάρ πως νεκροὶ ‹τοὺς ἑαυτῶν νεκροὺσ› ἐν ἑαυτοῖς, τάφοι καὶ μνημεῖα αὐτῶν γενόμενοι. τέλεον δὲ καταλείπει τὸν νεκρὸν καὶ οὐδαμῶς ἔτι αὐτοῦ ἅπτεται ὁ πειθόμενος τῷ Ἰησοῦ· οἶδε γὰρ ὅτι ὁ ἁπτό‐ μενος νεκροῦ μολύνεται.

157

Ἕκαστος ἡμῶν ἑαυτοῦ ἀρότης ἐστὶν γῆν ἔχων τὴν ἰδίαν ψυχήν, ἣν ὀφείλει νεοῦν ἀρότρῳ λογικῷ συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας ἀπὸ τῶν γραφῶν τῶν καθαρῶν· τότε γὰρ νέαν ποιήσει τὴν ὑπὸ πολλῆς ἀργίας τῆς ἐν τῷ παρελ‐ θόντι χρόνῳ παλαιωθεῖσαν ψυχὴν καὶ πολλὴν ἐξενεγκοῦσαν κακίαν καὶ ἔργα
5ἄκαρπα, ἃ ἐκτεμὼν τῷ ἀρότρῳ τοῦ λόγου καὶ ποιήσας νέωμα σπερεῖ ἀπὸ τῆς θείας διδασκαλίας σπέρματα νομικά, προφητικά, εὐαγγελικά, μεμνημένος καὶ μελετῶν αὐτά. διό φησι καὶ διὰ Ἱερεμίου τοῦ προφήτου ὁ τῶν ὅλων θεός· ‹νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ’ ἀκάνθαισ›· οὐ γάρ ἐστι θεῖον ἁπλῶς δέξασθαι σπόρον καὶ καρποφορῆσαι, μὴ πρότερον ἐκκα‐
10θάραντας τὰς ψυχὰς καὶ πᾶν ἐκβαλόντας πάθος καὶ τὰς βιωτικὰς μερίμνας καὶ ἡδονάς, αἵ εἰσιν αἱ ἄκανθαι· διό φησιν· ‹ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίη‐
σον ἀγαθόν›.289

158

Ἀλλ’ ὁ μὲν Λουκᾶς ταῦτα περὶ τῶν ἑβδομήκοντά φησιν, ὁ δὲ Μᾶρκος λέγει, ὅτι ‹προσκαλεσάμενος τοὺς δώδεκα, ἀπέστειλεν ἀνὰ δύο δύο, δοὺς αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων›. τοῦτο δὲ τὸ ‹ἀνὰ δύο› ὑπηρετεῖ‐ σθαι τῷ λόγῳ βουλήματι θεοῦ ἔοικεν εἶναι ἀρχαῖον ἀπὸ Μωϋσέως καὶ Ἀαρὼν
5ἐν τῷ ‹ἐξελθεῖν› τὸν λαὸν ‹ἐκ γῆς Αἰγύπτου›· ἐξήγαγε γὰρ τὸν Ἰσραὴλ ὁ θεὸς ‹ἐν χειρὶ Μωϋσέως καὶ Ἀαρών›. καὶ ‹Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ καὶ Χαλὲβ ὁ τοῦ Ἰεφονή›, οἱ ἀμφότεροι ὁμονοήσαντες, κατέστειλαν τὸν λαὸν παροξυνό‐ μενον ὑπὸ τῶν δέκα· καὶ Ἐλδὰδ καὶ Μωδὰδ ἀμφότεροι προεφήτευον ἐν τῇ σκηνῇ ὁμονοήσαντες. ἀλλὰ καὶ ὕστερον Παῦλον καὶ Βαρνάβαν ἐξαπέστειλεν
10εἰς τὰ ἔθνη, καὶ παράδειγμά γε οἱ τοιοῦτοι ἦσαν τῶν συμφωνούντων ‹δύο ἐπὶ τῆς γῆσ›. ἐφαρμόσεις δὲ τούτοις καὶ τό· ‹ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθού‐ μενος, ὡς πόλις ὀχυρά›, καὶ τό· ‹ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα›. τὸ δὲ κατὰ δύο τετάχθαι καὶ τοὺς δώδεκα ἐμφαίνει ἐν τῷ καταλόγῳ αὐτῶν ὁ Ματθαῖος, κατὰ συζυγίαν αὐτοὺς τάξας.

159

Ὥσπερ εὐεργετεῖτε σώματα, οὕτω διδάσκοντες σώσατε ψυχάς. βασιλείαν τοῦ θεοῦ ἑαυτὸν λέγει νῦν, ὡς βασιλέα καὶ θεόν· ‹ἤγγικεν›, φησίν, καὶ ἤδη ἐπιδημήσει ὑμῖν· ἄξιοι γίνεσθε, ἑτοιμάζεσθε εἰς ὑποδοχήν. διαφορὰν δὲ οἰκίας καὶ πόλεως καὶ ἐν Ψαλμοῖς οἶμαι εἰρῆσθαι, ἐν τῷ· ‹ἐὰν μὴ κύριος
5οἰκοδομήσῃ οἶκον καὶ ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ
φυλάσσων›· ἔνθα παρατήρει, ὅτι τὸ μὲν ἔτι οἰκοδομούμενον οἶκος ὠνομάσθη, τὸ δὲ ἤδη φυλακῆς καὶ φρουρᾶς ἄξιον πόλις· διὸ ἐπὶ τῆς μείζονος οἰκίας πόλεως τό· ‹δέχονται ὑμᾶσ› ἔταξεν.290

160

Τοῦτό φησιν· εἴπατε, ὅτι· τῶν ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς δικαίως ἂν εἰς ὑμᾶς ἐπανέλθοι. ἐχρῆν οὖν ἀνειλῆφθαι τὸν κονιορτὸν ἀπὸ τῶν δυνα‐ μένων αὐτὸν ἀποπλύνασθαι, ἵνα μήτε οἱ ἀκροαταὶ ἔχωσιν αὐτὸν μήτε αὐτοὶ βλαβῶσιν ὑπ’ αὐτοῦ.

161a

Παρατήρει δέ, ὅτι αἱ μὴ παραδεχόμεναι τοὺς ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις ἔχουσι πλατείας ἀνάλογον τῷ· ‹πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἄγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ διερχό‐ μενοι δι’ αὐτῆσ›.

161b

ἰστέον δὲ ὅτι ἡ μὴ δεχομένη τοὺς ἀποστόλους πόλις γῆς ἐπαιρομένης θολώ‐ δη καὶ πνιγώδη τὸν ἀέρα ποιούσης πληροῦται· ἡ δὲ δεχομένη ἤτοι οὐδὲ τὴν ἀρχὴν ἔχει κονιορτὸν ἢ ἔχουσα ἔν τισιν ἁμαρτίαις ἀποτίθεται αὐτὸν καθαι‐
ρομένη ὑπ’ αὐτῶν.291

162

Βούλεται δὲ ἀποκαλύψαι ὡς λόγος οὐκ ἀλόγως, καὶ ὡς σοφία σοφῶς, καὶ ὡς δικαιοσύνη δικαίως, καὶ κατὰ ἀξίαν τοὺς καιροὺς τοῦ ἀποκαλύπτειν καὶ τὰ μέτρα τῆς ἀποκαλύψεως ἐπιστάμενος. ἀποκαλύπτει δὲ περιαιρῶν τὸ ἐπικείμενον τῇ καρδίᾳ κάλυμμα καὶ τὸ ‹σκότοσ›, ὃ ἔθετο ‹ἀποκρυφὴν
5αὐτοῦ›· οὕτω γὰρ δυνήσεταί τις ὡς Μωϋσῆς ‹εἰσελθεῖν εἰς τὸν γνόφον, οὗ ἦν ὁ θεόσ›. ἐπειδὴ δὲ ἐντεῦθεν οἴονται οἱ ἑτερόδοξοι κατασκευάζειν τὸ ἀσε‐ βὲς αὐτῶν δόγμα, ὡς ἄρα ἄγνωστον ὄντα τὸν πατέρα Ἰησοῦ Χριστοῦ τοῖς ἐν τῇ παλαιᾷ ἁγίοις, λεκτέον πρὸς αὐτούς, ὅτι τό· ‹ᾧ ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι› οὐκ ἐπὶ τὸν μέλλοντα μόνον ἀναφέρεται χρόνον, ἀφ’ οὗ ταῦτα
10εἶπεν ἡμῖν ὁ σωτήρ, ἀλλὰ καὶ ἐπὶ τὸν παρεληλυθότα· τὸ γὰρ ‹ἀποκαλύψαι› ἀορίστου ἐστὶ χρόνου ἀναφερόμενον ἐπί τινα τῶν παρεληλυθότων. χρη‐ στέον δὲ πρὸς αὐτοὺς καὶ γραφῇ 〈τῇ〉 λεγούσῃ· ‹Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε καὶ ἐχάρη›· τῶν δὲ ἀκου‐ όντων ταῦτα λεγόντων· ‹πεντήκοντα οὔπω ἔχεις ἔτη καὶ Ἀβραὰμ ἑώρακασ›,
15φησὶν ὁ σωτήρ· ‹ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι›· οὐκοῦν ὁ ταῦτα εἰπὼν ἐμπαρέσχεν ἑαυτὸν τῷ Ἀβραὰμ τότε, ἵνα ἐκεῖνος ἴδῃ τηνικάδε αὐτοῦ τὴν ἡμέραν. εἰ δὲ μὴ βούλονται δέξασθαι τὴν ‹ἀποκαλύψαι› λέξιν ἐπὶ παρεληλυθότος, ῥητέον πρὸς αὐτοὺς καὶ τοῦτο, ὅτι οὐ ταὐτόν ἐστι τὸ γινώ‐ σκειν τῷ πιστεύειν· ‹ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος γνώσεως,
20ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι›. εἶεν 〈ἂν〉 οὖν τινες καὶ κατὰ τούτους πιστεύοντες μέν, οὐ μὴν καὶ γινώσκοντες· δεδόσθω οὖν κατ’ αὐτούς, ὅτι οὐκ ἔγνω τὸν πατέρα ὁ Ἀβραάμ, ἀλλ’ ὅτι μόνον ἐπίστευσεν· οὐ γὰρ ὁ γι‐ νώσκων αὐτόν, καθὸ θεός ἐστι καὶ καθὸ πατήρ ἐστι, γινώσκει. καὶ οἱ πολλοὶ γοῦν ἔχουσιν ἔννοιαν θεοῦ δημιουργοῦ, οὐ μὴν ὁμολογοῦσιν αὐτὸν
25υἱοῦ πατέρα.

163

Ἡ γὰρ αἴσθησις τῆς παρούσης ἐνδείας παρασκευὴ τῆς ἐπιγινομένης πλη‐
ρώσεως γίνεται· ὁ δὲ οὐκ αἰσθανόμενος, ὡς ἐνδεῶς ἔχει τοῦ ὄντως καλοῦ, διὰ τὸ δοκοῦν αὐτῷ παρεῖναι καλόν, ἐνδεὴς εἰκότως τοῦ ἀληθινοῦ καλοῦ καταλείπεται. ταύτην οὖν καὶ εὐδοκίαν πατρὸς δηλοῖ Χριστός, ἣν καὶ πάλαι292
5διὰ τοῦ προφήτου θεὸς ἔλεγεν· ‹ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἥσυχον καὶ τρέμοντα διὰ παντὸς τοὺς λόγους μου›· ὥστε οὐκ ἀφροσύνην ὑπὲρ σοφίαν ἐτίμησεν ὁ θεός, ἀλλὰ ταπεινοφροσύνην ὑπερηφανίας προε‐ τίμησε καὶ τὸν ἀποφράξαντα τὴν εὐεργεσίαν ἑαυτῷ διὰ τῆς ἀναισθησίας εἰκότως κατέλιπεν. ὁ οὖν ταπεινόφρων καὶ νήπιος φησίν· σύ με δίδαξον
10τὴν κατὰ σαυτὸν ἀλήθειαν· ἐγὼ γὰρ παρὰ ἀνθρώπου οὐ δύναμαι μαθεῖν, ἐὰν μὴ παρὰ σοῦ μάθω. τίς γὰρ ὀφείλει διδάσκειν περὶ θεοῦ ἢ θεός; ἄνωθεν τοίνυν ἡ ἀποκάλυψις μετὰ τὴν κατ’ ἀξίαν πρόθεσιν.

164

Οὐ μακρὰν δὲ τοῦ· ‹πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου› ἐστὶ καὶ τό· ‹ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆσ›. καὶ διὰ τοῦτο αὐτῷ δίδοται ‹πᾶσα ἐξουσία›, ἵνα ‹εἰρηνοποιήσῃ διὰ τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖσ›. οὐδέπω μὲν οὖν τὰ πάντα εἰρηνοποίησεν,
5ὡς δῆλον ἐκ τοῦ ἔτι τὸν ἀπὸ τῆς κακίας ὑπάρχειν πόλεμον· ἔσται δὲ πάντως ἡ τελεία εἰρήνη. δικαιότατα δὲ ‹πάντα› παραδέδωκεν αὐτῷ ὁ πατήρ, ἐπεὶ καὶ αὐτὸς ὁ υἱὸς παρεδόθη ‹ὑπὲρ πάντων›, ‹ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν› καὶ ‹ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου›. παρεδόθη δὲ καθ’
10ὃ γέγονεν ἄνθρωπος, ‹ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι
κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός, ἀμήν›.293

165

Διὰ τί δὲ ‹μακάριοι οἱ ὀφθαλμοὶ› τῶν μαθητῶν τοῦ Ἰησοῦ εἰσιν, ἐπεὶ ‹πολλοὶ προφῆται ἠθέλησαν ἰδεῖν›, ἃ εἶδον οὗτοι, ‹οὐκ εἶδον› δέ, ‹καὶ ἀκοῦ‐ σαι›, ἃ ἤκουσαν, ‹καὶ οὐκ ἤκουσαν›; τὸν δὲ τούτων νοῦν ἴδωμεν· νομί‐ ζουσιν οἱ ἁπλούστεροι, ὅτι· πολλοὶ προφῆται προφητεύοντες τὰ περὶ ἐμοῦ
5ἠθέλησαν γενέσθαι κατὰ τοὺς ἐμοὺς χρόνους, ὥστε ‹ἰδεῖν, ἃ βλέπετε, καὶ ἀκοῦσαι, ἃ ἀκούετε›· ἀλλ’ οὐκ εὐτύχησαν φθάσαι εἰς τοὺς καιροὺς τούτους, ἐν οἷς ὑμεῖς τούτων ἠξιώθητε. τίς δὲ ἡ ἀποκλήρωσις τοὺς πολλοὺς μὲν προφήτας τούτων ἐπιτεθυμηκέναι, μὴ καὶ πάντας δέ; μήποτ’ οὖν, ὡς ἤδη ἀποδεδώκαμεν περὶ τοῦ Ἀβραάμ, ὅτι ‹εἶδε τὴν ἡμέραν Χριστοῦ καὶ ἠγαλ‐
10λιάσατο›, παραπλήσιον γέγονε καὶ ἐπ’ ἄλλων προφητῶν καὶ δικαίων, οὐ πολλῶν, ἀλλ’ ὀλίγων, ἐπὶ τὴν θέαν πεφθακότων καὶ ἐπὶ τὴν σύνεσιν, ὧν οἱ Ἰησοῦ μαθηταὶ ἠκροάσαντο; οὗτοι οὖν ἅτε ἰδόντες, ἃ εἶδον οἱ ἀπόστολοι, καὶ ἀκούσαντες, ἃ ἤκουσαν οἱ τοῦ Ἰησοῦ μαθηταί, οὐκ ἐπεθύμησαν, ὅτι εἶχον ‹ὡς οἱ μὴ ἔχοντεσ›· ἄλλοι δὲ γεγόνασι προφῆται καὶ δίκαιοι, ἐλάττονες
15τῆς ἐν τοῖς ἀποστόλοις θεωρίας καὶ συνέσεως, οἵτινες οὐκ ἔτυχον τῆς ἐπιθυμίας. νῦν μὲν οὖν μακαρίζονται ὀφθαλμοὶ καὶ τὰ λοιπὰ οἶμαι μακάρια μέλη τῶν ἁγίων, ὡς ἔχεσθαί τινος λόγου καὶ τό· ‹μακαρία ἡ κοιλία ἡ βαστά‐ σασά σε, καὶ μαστοὶ οὓς ἐθήλασασ›. πῶς δὲ οὐ μακάριοι καὶ ‹οἱ πόδεσ› οἱ μὴ προσκόψαντες μηδὲ σαλευθέντες, ἀλλ’ ‹ὡραῖοι τῶν εὐαγγελιζομένων τὰ
20ἀγαθά›· καὶ μακάριαι αἱ χεῖρες, ὧν ‹ἡ ἔπαρσις θυσία ἑσπερινή›, καὶ ὧν ἡ ἔπαρσις νίκη μὲν τοῦ Ἰσραήλ, ἧττα δὲ τοῦ Ἀμαλήκ· καὶ μακαρία ἡ κοιλία, ἀφ’ ἧς ‹ποταμοὶ ῥέουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον›· καὶ μακάρια γόνατα τὰ ‹ἐν ὀνόματι Ἰησοῦ καμπτόμενα›, μακαρία δὲ καὶ γλῶσσα ἡ ‹ἐξο‐ μολογουμένη, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρόσ›· μακάριον
25δὲ καὶ ‹στόμα› τὸ διακονούμενον λόγῳ θεοῦ καὶ ‹μυκτήρ›, δι’ ὃν λέγεται· ‹ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν›. [ταῦτα εἴρηται μὲν Ὠριγένει· εἰ δέ τῳ δοκεῖ σπουδαῖα, δοκείτω· ἐμοὶ γὰρ οὐκ ἀρέσκει ὡς ἀντιλογίας ἔχοντα.]

166

Ταῦτα δὲ εἴρηται πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου καὶ Βασιλείδου καὶ τοὺς ἀπὸ Μαρκίωνος—ἔχουσι γὰρ καὶ αὐτοὶ τὰς λέξεις ἐν τῷ καθ’ ἑαυτοὺς εὐαγγε‐ λίῳ—καὶ φήσομεν πρὸς αὐτούς· ὁ μαρτυρήσας τῷ· ὅτι ‹ἀγαπήσεις κύριον
τὸν θεόν σου› τὴν ἐντολὴν ἀπὸ τοῦ νόμου εἰρηκότι οὐ περὶ ἄλλου ἢ περὶ294
5τοῦ Δημιουργοῦ εἰρημένον καὶ φήσας ἐπὶ τούτοις αὐτῷ· ‹ὀρθῶς ἀπεκρίθησ›, τί ἄλλο βούλεται ἡμᾶς πράσσειν ὑπὲρ τοῦ ζῆσαι τὴν αἰώνιον ζωὴν ἢ ἀγαπᾶν τὸν θεὸν τὸν ἐν νόμῳ καὶ προφήταις ‹ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ τῇ ψυχῇ καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ διανοίᾳ αὐτοῦ›;

167

Ἐπαινεθεὶς μέντοι ὑπὸ τοῦ σωτῆρος ὁ νομικὸς ὡς καλὴν ἀπόκρισιν ἐποιή‐ σατο, τὴν ἀλαζονείαν ἐξέρρηξεν, οὐδένα εἶναι πλησίον αὐτοῦ τιθέμενος, ὡς οὐδενὸς ὄντος αὐτῷ κατὰ τὴν δικαιοσύνην ἐφαμίλλου· μόνον γὰρ ἐνόμιζε πλησίον εἶναι τὸν δίκαιον τῷ δικαίῳ, τὸν ὑψηλὸν τῷ ὑψηλῷ κατ’ ἀρετὴν
5ἐφάμιλλον. ταῦτα δὲ φρονῶν, οἷα ἐκεῖνος ὁ Φαρισαῖος ὁ λέγων· ‹Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων›, οὐκ εἰδώς, ὡς τοῦτο διαφθείρει τὴν δικαιοσύνην τὸ μὴ ἐξ ἀγάπης, ὃ πράττει, ποιεῖν· ἐνδεὴς οὖν καὶ οὗτος τῆς ἀγάπης ἁλίσκε‐ ται πάντως μὲν καὶ τῆς πρὸς θεὸν οὐ μὴν ἀλλὰ καὶ τῆς γε πρὸς τὸν πλη‐ σίον, ἐμφανῶς, ὅπου οὐδὲ εἶναί τινα πλησίον ἑαυτοῦ λογίζεται· δῆλον δὲ ὅτι
10‹τὸν ἀδελφὸν οὐκ ἀγαπῶν ὃν ἑώρακεν οὐ δύναται θεὸν ἀγαπᾶν ὃν οὐχ
ἑώρακεν›.295

168

Διαγράψωμεν τοίνυν ὡς ἐν βραχεῖ λόγῳ τὴν ἔννοιαν τῆς παραβολῆς· ἀνά‐ γεται ὁ ἄνθρωπος εἰς τὸν Ἀδὰμ ἤτοι εἰς τὸν περὶ ἀνθρώπου καὶ τῆς προηγου‐ μένης αὐτοῦ ζωῆς καὶ τῆς διὰ παρακοῆς καθόδου λόγον· ἡ δὲ Ἱερουσαλὴμ εἰς τὸν παράδεισον 〈ἢ〉 εἰς τὴν ἄνω Ἱερουσαλήμ· ἡ δὲ Ἱεριχὼ εἰς τὸν
5κόσμον· οἱ δὲ λῃσταὶ εἰς τὰς ἀντικειμένας ἐνεργείας ἤτοι τοὺς δαίμονας ἢ τοὺς πρὸ Χριστοῦ ἐλθόντας ψευδοδιδασκάλους· τὰ τραύματα εἰς τὴν παρακοὴν καὶ τὰς ἁμαρτίας· ἡ δὲ τῶν ἱματίων ἀφαίρεσις εἰς τὴν τῆς ἀφθαρ‐ σίας καὶ ἀθανασίας γύμνωσιν καὶ ἁπάσης ἀρετῆς στέρησιν· τὸ δὲ ἡμιθανῆ καταλιπεῖν τὸν ἄνθρωπον δηλοῖ τὸ εἰς ἥμισυ τῆς φύσεως προχωρῆσαι τὸν
10θάνατον—ἀθάνατος γὰρ ἡ ψυχή—· ὁ ἱερεὺς εἰς τὸν νόμον· ὁ Λευΐτης εἰς τὸν προφητικὸν λόγον· ὁ Σαμαρείτης εἰς Χριστόν, τὸν ἐκ Μαρίας σάρκα φορέσαντα· τὸ κτῆνος εἰς τὸ σῶμα Χριστοῦ· ὁ οἶνος εἰς τὸν διδασκαλικὸν καὶ ἐπιστύφοντα λόγον· τὸ ἔλαιον εἰς τὸν τῆς φιλανθρωπίας καὶ ἐλέους ἤτοι εὐσπλαγχνίας λόγον· τὸ πανδοχεῖον εἰς τὴν ἐκκλησίαν· ὁ πανδοχεὺς
15εἰς ἀποστόλους καὶ τοὺς τούτων διαδόχους ἐπισκόπους καὶ διδασκάλους τῶν ἐκκλησιῶν ἢ τοὺς τῆς ἐκκλησίας ἐπιστατοῦντας ἀγγέλους· τὰ δύο δηνάρια εἰς τὰς δύο διαθήκας, τὴν παλαιὰν καὶ τὴν καινὴν ἤτοι τὴν εἰς θεὸν ἀγάπην καὶ τὴν εἰς τὸν πλησίον ἢ εἰς τὴν περὶ πατρὸς καὶ υἱοῦ γνῶσιν· ἡ ἐπάνοδος τοῦ Σαμαρέως ἡ δευτέρα Χριστοῦ ἐπιφάνεια.
19Zwischen 190, 3 πλησίον und 4 Τοῦτο steht in C der wohl echte Satz:
20ὡς ὁ θεὸς τοῖς φύσει μακρὰν ἡμῖν ἐγγίζει· ‹θεὸσ› γὰρ ‹ἐγγίζων εἰμί,
φησὶν κύριοσ›· καὶ Χριστὸς ἡμῖν ἐγγίζει ταπεινώσας ἑαυτόν.296

169

‹Ἄνθρωπός κτλ.›, τὴν ἄνωθεν κάθοδον τοῦ ἀνθρώπου αἰνιττόμενος τοῦτό φησιν, ἥτις διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἀπὸ τῆς ... τοῦ παραδείσου διατριβῆς, Ἱερουσαλὴμ εὐκαίρως ὀνομασθείσης ... πρὸς τὸν Ἱεριχὼ τὴν κοίλην καὶ χθαμαλήν ... κατωλίσθησε ... λῃστὰς δὲ λέγει τὸ τῶν ἀγρίων
5δαιμόνων σύστημα, οἵτινες ... τὰ τῆς ἁμαρτίας τραύματα καταλιπόντες ἐν αὐτῷ ἀπῆλθον ... τῆς Λευϊτικῆς ἱερωσύνης ὁ νόμος ἐστὶν εἰσηγητής, διὰ τοῦ ἱερέως καὶ τοῦ Λευΐτου τὴν ἀνωφελῆ τοῦ νόμου σημαίνει πάρο‐ δον· ... τοῦτον μετὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὑποζύγιον ... ὅθεν καὶ οἶνον τοῖς ἕλκεσιν ἐπαντλῶν τὸν διδασκαλικὸν λόγον καὶ ἐπιστύφοντα,
10ἐλαίῳ τοῦτον ἐκέρασεν ... εἰς πανδοχεῖον δὲ ἀπήγαγε, τουτέστιν εἰς τὴν ἐκκλησίαν τὴν πάντων γενομένην δεκτικὴν καὶ χωρητικήν· ... ἐπέχουσι δὲ τοῦ πανδόχου τύπον οἱ ἀπόστολοι καὶ οἱ μετ’ αὐτοὺς ποιμένες καὶ διδά‐ σκαλοι, οἷς εἰς οὐρανοὺς ἀνιὼν ἔδωκεν ὁ δεσπότης Χριστὸς δύο δηνάρια, προνοεῖν ἐπιμελῶς τοῦ ἠρρωστηκότος ἐγκελευσάμενος καὶ προσθείς· ‹ὡς
15ἐὰν κτλ.› δύο δὲ δηνάρια τὰς δύο διαθήκας φησί, παλαιὰν καὶ καινήν, ἀμ‐ φοτέρας οὔσας τοῦ θεοῦ ...

170

Κατέλυσε μὲν οὖν ὁ σωτὴρ παρὰ γυναιξὶν ἁγίαις ἔν τινι κώμῃ, ἧς τὸ ὄνομα
Λουκᾶς μὲν παρασιωπᾷ, Ἰωάννης δὲ σαφηνίζει, τὴν Βηθανίαν εἰπών.297

171

Εἰκότως γοῦν ἐκλάβοις Μάρθαν μὲν εἰς τὴν πρᾶξιν, Μαρίαν δὲ εἰς τὴν θεω‐ ρίαν. συμπεριαιρεῖται γὰρ τῷ πρακτικῷ τὸ τῆς ἀγάπης μυστήριον, εἰ μὴ πρὸς τὸ θεωρεῖν ἕληταί τις τὸ διδάσκειν καὶ προτρέπειν ἐπὶ πρᾶξιν· οὔτε γὰρ πρᾶξις οὔτε θεωρία ἄνευ θατέρου. μᾶλλον μὲν οὖν λεκτέον, ὅτι ἡ Μάρθα
5σωματικώτερον ὑπεδέξατο τὸν λόγον ἐν τῇ ἑαυτῆς οἰκίᾳ τῇ ψυχῇ, ἡ δὲ Μαρία πνευματικῶς ἤκουεν αὐτοῦ καὶ ‹περὶ πόδασ› οὖσα, καθ’ ὃ τὰ μὲν ἐν εἰσαγωγῇ κατ’ οἰκονομίαν παραδιδόμενα τοῦ καταργήσαντος ‹τὰ τοῦ νηπίου› ἀφαιρεῖται, τὰ δ’ ὡς τέλεια οὐκέτι. δύναται δὲ Μάρθα μὲν εἶναι καὶ ἡ ἐκ περιτομῆς συναγωγὴ εἰς τὰ ἴδια ὅρια δεξαμένη τὸν Ἰησοῦν, περισπωμένη
10περὶ τὴν ἐκ τοῦ γράμματος τοῦ νόμου πολλὴν λατρείαν, Μαρία δὲ ἡ ἐξ ἐθνῶν ἐκκλησία ‹τὴν ἀγαθὴν› τοῦ ‹πνευματικοῦ νόμου› ‹μερίδα› ἐκλεξα‐ μένη ἀναφαίρετον καὶ μὴ ‹καταργουμένην› ὡς ἡ ἐπὶ τοῦ προσώπου Μωυσέως δόξα, ὀλίγα τὰ χρήσιμα ἐκ τοῦ νόμου ἐπιλέξασα ἢ πάντα ἀναφέρουσα εἰς ἓν τὸ ‹ἀγαπήσεισ›. καὶ εἰς μὲν τό· ‹ἑνός ἐστι χρεία› χρήσῃ τό· ‹ἀγαπήσεις τὸν
15πλησίον σου ὡς σεαυτόν›, εἰς δὲ τὸ· ‹ὀλίγων ἐστὶν› ‹τὰς ἐντολὰς οἶδας· οὐ μοιχεύσεις· οὐ φονεύσεισ› καὶ τὰ ἑξῆς. ἔτι δύναται Μάρθα μὲν εἶναι οἱ ἐκ περιτομῆς πιστοὶ καὶ ἰουδαΐζοντες, φυλάττοντες ἰουδαϊκῶς τὰ τοῦ νόμου, Μαρία δὲ οἱ τούτων ἀπηλλαγμένοι καὶ ‹ἐν κρυπτῷ Ἰουδαῖοι› καὶ μόνοις τοῖς Ἰησοῦ ποσὶ προσκαθεζόμενοι, οἱ ‹τὰ ἄνω ζητοῦντες, οὐ τὰ ἐπὶ τῆς
20γῆσ›· διαφόρως γὰρ ἐπιβάλλων εὑρήσεις Μάρθαν μὲν σωματικωτέραν καὶ ‹περὶ πολλὰ› εἰλουμένην, Μαρίαν δὲ τῇ θεωρίᾳ μόνῃ καὶ τοῖς πνευματικοῖς
προσανέχουσαν.298

172

Εἶτα ἵνα δείξῃ ἔτι αὐτὸν προτρέπειν ἐπὶ τὴν περὶ τῆς εὐχῆς διδασκαλίαν, τοιαύτην προσφέρει ἀξίωσιν, ὅτι καὶ Ἰωάννης, περὶ οὗ ἡμᾶς ἐδίδαξας, ὅτι ‹μείζων ἐν γεννητοῖς γυναικῶν αὐτοῦ οὐδείς ἐστιν›, τῆς περὶ τὴν εὐχὴν οὐκ ἠμέλει διδασκαλίας· καὶ ὅτι· τὸ πῶς ‹προσεύξασθαι, καθὸ δεῖ, οὐκ οἴδαμεν›·
5καὶ ὅτι· ἐνετείλω ἡμῖν αἰτεῖν τὰ μεγάλα καὶ τὰ αἰώνια· πόθεν οὖν ἡμῖν ἐστιν εἰδέναι ταῦτα ἢ ἀπὸ σοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν;

173

Ἡ αὐτή ἐστι τῇ ἐν τῷ Ματθαίῳ προσευχῇ, διὸ καὶ ἐπιτομώτερον ἐνταῦθα εἴρηται· ἢ βέλτιον διαφόρους νομίζεσθαι τὰς προσευχάς, κοινά τινα ἐχούσας μέρη. τότε δὲ ‹γίνεται τὸ θέλημα› τοῦ θεοῦ ‹ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆσ›, ὅταν μηδὲν πράττωμεν παρὰ τὸ θέλημα αὐτοῦ. πῶς δὲ ὁ εἰπὼν δεῖν
5αἰτεῖν οὐράνια καὶ μεγάλα περὶ ἄρτου αἰτεῖν κελεύει; ‹ἄρτον› οὖν τὸ ἀλη‐ θινὸν νοητέον καὶ πνευματικόν.

174

Οἶμαι δέ, ὅτι οὐδεὶς ἂν λέγοι τῷ θεῷ τὸ ‹πάτερ›, μὴ πεπληρωμένος τοῦ τῆς ‹υἱοθεσίας πνεύματοσ›, καὶ υἱὸς δοξάζων πατέρα λέγοι ἂν ‹πάτερ›, φυλάξας δὲ καὶ τὴν ἐντολὴν τὴν λέγουσαν· ‹ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς
5ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκουσ›. ἔτι γεννᾶταί τις ἐκ τοῦ θεοῦ ‹ποιῶν δικαιοσύνην›· καὶ γεννώμενος λέγοι ἂν ‹σπέρμα ἐν ἑαυτῷ› τοῦ θεοῦ λαβών, διὰ τὸ ‹μηκέτι δύνασθαι ἁμαρτάνειν›, τὸ ‹πάτερ›· ἔτι γεννᾶταί τις ἐκ θεοῦ, ‹οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντοσ›,
10καθ’ ἃ γέγραπται· φησὶ γὰρ Ἰωάννης· ‹ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν›. τοῦτο δέ φησιν οὐκ εἰς φύσιν ἡμᾶς ἀνάγων θεοῦ, ἀλλὰ χάριτος μεταδιδοὺς καὶ τὸ ἑαυτοῦ ἀξίωμα ἡμῖν χαριζόμενος.299
15λέγει γὰρ ἡμᾶς καλεῖν πατέρα τὸν θεόν. εἶτα Ματθαῖος μὲν ἐπιφέρει τῷ· ‹πάτερ ἡμῶν› τό· ‹ἐν τοῖς οὐρανοῖσ›, ἅτε περὶ βασιλείας διαλεγόμενος οὐρανῶν καὶ πάντας τοὺς παρόντας διδάσκειν διηγούμενος τὸν σωτῆρα μετὰ τοὺς μακαρισμοὺς καὶ τὸν περὶ τῆς προσευχῆς λόγον. Λουκᾶς δὲ περὶ βασιλείας διδάσκων θεοῦ ἐν ὅλῳ τῷ κατ’ αὐτὸν εὐαγγελίῳ ἐσιώπησε τό·
20‹ἐν τοῖς οὐρανοῖσ›, ὡς ὑψηλότερον καὶ τόπου κρεῖττον τὸ θεῖον εἶναι δι‐ δάσκων καὶ ἰδίᾳ τοῖς μαθηταῖς ὡς ὑψηλοτέροις τῶν λοιπῶν τὸν Χριστὸν ὑφηγούμενον τὸν τῆς εὐχῆς λόγον, οὐδὲ τό· ‹ῥυσθῆναι ἀπὸ τοῦ πονηροῦ› ἐπιφέροντα, καθὰ Ματθαῖός φησιν.

175

Ἢ τάχα, εἰ ἡ θεὸς ὀνομασία ὑπὸ τῶν ἀποπιπτόντων τῆς ἀληθείας τάσσεται ἐπὶ τῶν γλυπτῶν καὶ τῶν δαιμονίων ἢ καὶ ‹τῆς κτίσεως παρὰ τὸν κτίσαντα›, οὐδέπω ἡγιάσθη ‹τὸ ὄνομα› τοῦ θεοῦ οὐδὲ κεχώρισται, ὧν χρὴ αὐτὸν κεχωρίσθαι. διδάσκει οὖν ἡμᾶς εὔχεσθαι τάχιον τὸ χρηστὸν γενέσθαι τέλος,
5ἵνα ἐφαρμοσθῇ τῷ κυρίῳ ὡς ‹μόνῳ ἀληθινῷ θεῷ› ἡ θεὸς προσηγορία. σαφῶς δὲ ταύτῃ τῇ ἐκδοχῇ ἐφαρμόζειν δυνάμεθα καὶ τὸ ἑξῆς· ποῖον δὴ
τοῦτο; ‹ἐλθέτω ἡ βασιλεία σου›.300

176

Μηκέτι κατ’ ἐμοῦ ‹βασιλευέτω ὁ θάνατοσ›, μηδ’ ἀγέτω με δι’ ἁμαρτίας αἰχ‐ μάλωτον, ἀλλ’ ‹ἐλθέτω ἐπ’ ἐμὲ ἡ βασιλεία σου›, ἵνα εἰς τὸ μὴ ὂν ὑποχωρήσῃ τὰ νῦν κρατοῦντα καὶ βασιλεύοντα πάθη· ταῦτα δ’ ἄν τις αἰτοίη καὶ ἐπὶ τῆς καθ’ ἕνα γενομένης βασιλείας.

177

‹Ἐλθέτω ἡ βασιλεία σου›, ἵνα καταργηθῇ μὲν ‹πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμισ›, ἔτι δὲ καὶ πᾶσα βασιλεία τοῦ κόσμου, καὶ ἡ βασιλεύουσα ἐν τοῖς θνητοῖς ἡμῶν σώμασιν ἁμαρτία, πάντων δὲ τούτων βασιλεύσῃ ὁ θεός.

178

Ἡ λέξις ἡ ‹ἐπιούσιοσ› παρ’ οὐδενὶ expl. τοιγαροῦν ὁ ἄρτος ἐστίν.

179

Οὕτω καὶ Ὠριγένης, ὅς φησιν ὅτι πᾶσα τροφὴ expl. ὑπὲρ τῆς τοῦ
κόσμου ζωῆς.301

180

Ἐπεὶ δὲ οἱ ἀπὸ Μαρκίωνος ἔχουσι τὴν λέξιν οὕτως· ‹τὸν ἄρτον σου τὸν ἐπιού‐ σιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν›, ἐπαπορήσωμεν αὐτοῖς, ἀλληγορίας καὶ ἀναγωγὰς φεύγουσιν· τίς ἐστιν ὁ ἄρτος τοῦ θεοῦ; εἰ μὲν γάρ, ὡς ἀποδε‐ δώκαμεν, διηγήσονται, δηλονότι ἀλληγοροῦσιν· εἰ δὲ τὸν σωματικὸν ἄρτον
5ὑπολήψονται, πῶς οὗτος τοῦ κατ’ αὐτούς ἐστιν ἀγαθοῦ; ἀναγκαίως δὲ καὶ τὸ ‹καθ’ ἡμέραν› πρόσκειται. οἱονεὶ γὰρ ἐπισκευαστή ἐστιν ἡμῶν ἡ ζωὴ ἡ ἀληθινή, ἵνα κατὰ θεὸν ζήσῃ ‹ὁ ἔσω ἄνθρωποσ›.

181

Ἐμφατικώτερον δὲ τὸ ‹καθ’ ἡμέραν› τοῦ παρὰ Ματθαίῳ ‹σήμερον›. καὶ γὰρ ὁ ἔσω ἄνθρωπος, ὃς κυρίως οὐσία 〈ἐστίν〉, μὴ τυχὼν ζῶντος ἄρτου ἐχθρῷ ζωῆς θανάτῳ γίνεται, ὡς τὸ σῶμα μὴ τρεφόμενον. ταπεινοὶ δὲ οἱ νομίζοντες περὶ σωματικοῦ ἄρτου λέγειν τὸν διδάσκοντα μὴ μεριμνᾶν ‹περὶ τῆς αὔριον›,
5μάλιστα εἰ ‹τὸν ἐπιούσιον› ἀντὶ τοῦ ‹τὸν ἐπιόντα› καὶ ‹ἐπερχόμενον› λαμβάνουσιν. τοῦτο δὲ δῆλον ἐκ τοῦ εἰπεῖν· ‹οὐ γὰρ οἶδας, τί τέξεται ἡ ἐπιοῦσα›, τοῦτ’ ἔστιν ἡ αὔριον ἡ ἐπερχομένη· οἱ δὲ τοῦ Μάνεντος ἢ ἀλληγορήσουσιν, ὃ μὴ εἴωθεν, ἢ τὸν τοῦ Δημιουργοῦ ἄρτον αἰτήσουσιν.

182

Τὸ μὲν οὖν· ‹τίς ἐξ ὑμῶν› πρὸς τοὺς μαθητὰς λέγεται, τὸ δέ· ‹ἕξει φίλον›, ἵνα εἴπῃ τὸν θεὸν φίλον τυγχάνοντα τοῖς ἁγίοις, ὡς 〈τῷ〉 Μωϋσῇ καὶ τῷ Ἀβραάμ. τάχα δὲ καὶ ‹μεσονύκτιον› ὁ ‹συνεσταλμένοσ› οὗτός ἐστι ‹καιρὸσ› τοῦ βίου, ὅτε ὁ ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ Αἰγύπτου,
5ἔνθα μὴ κέχρισται ἡ φλιὰ τῶν θυρῶν τῷ τοῦ Χριστοῦ αἵματι. αἰτεῖ δὲ ὁ μαθητὴς τὸν φίλον ‹τρεῖς ἄρτουσ›, βουλόμενος θρέψαι τῇ περὶ τῆς τριάδος θεολογίᾳ τὸν γινόμενον πρὸς αὐτὸν ἀπὸ τῆς ὁδοῦ, καθά φησιν· ‹ἐκτὸς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν›. ἀλλὰ πῶς ἔσωθεν ἀποκρίνεται ὁ φίλος
λέγων· ‹μή μοι κόπους πάρεχε›; ζητήσεις δέ, μήποτε ‹οἱ κοπιῶντες καὶ302
10πεφορτισμένοι› τοὺς ἑαυτῶν κόπους παρέχωμεν τῷ σωτῆρι, διὸ ‹τὰς ἀσθε‐ νείας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται›· ἢ ὥσπερ τῷδε μὲν ὑπνοῖ ὁ θεός, ἄλλῳ δὲ ἁμαρτάνοντι ὀργίζεσθαι λέγεται, οὕτω καὶ κόπους ἔχειν ἀπὸ τοῦ παρέχοντος αὐτῷ.

183

Πλὴν ἀληθοῦς οὔσης τῆς τοῦ σωτῆρος θέσεως λεγούσης· ‹αἰτεῖτε καὶ δοθήσε‐ ται ὑμῖν›, ἣν καὶ πιστοῦται διὰ τοῦ φάναι· ‹πᾶς ὁ αἰτῶν λαμβάνει›, ζητήσαι ἄν τις, πῶς τινες εὐχόμενοι οὐκ ἀκούονται. πρὸς ὃ λεκτέον, ὅτι ὁ ὁδῷ τῇ ἀκολούθῳ ἐπὶ τὸ αἰτεῖν ἐρχόμενος, οὐδὲν παραλείψας τῶν συντελούντων
5πρὸς τὸ τυχεῖν τῶν σπουδαζομένων, πάντως λήψεται, ὃ παρεκάλεσε δο‐ θῆναι αὐτῷ· εἰ δέ τις ἔξω χωρήσας τοῦ σκοποῦ τῆς παραδοθείσης αἰτήσεως δόξει αἰτεῖν, οὐκ αἰτῶν ὃν δεῖ τρόπον, οὐδ’ ὅλως αἰτεῖ· διὸ μὴ λαμβάνοντος αὐτοῦ οὐ ψευδοποιεῖται τό· ‹πᾶς ὁ αἰτῶν λαμβάνει›. καὶ γὰρ διδασκάλου λέγοντος· ‹πᾶς ὁ προσιών μοι μαθημάτων ἕνεκα ἕξει αὐτῶν› ἐπιστήμην,
10τὸ προσιέναι τῷ διδασκάλῳ πραγματικῶς ἐκλαμβάνομεν, τοῦτ’ ἔστι μετὰ τοῦ συντόνως προσέχειν τοῖς παρὰ τοῦ διδασκάλου, μετὰ τοῦ ἀσκεῖν καὶ μελετᾶν αὐτά. τῷ δὲ μὴ οὕτω προσιόντι λεκτέον· οὐ προσῆλθες αὐτῷ ὡς προετρέψατο, ὃ φανερώτερον ποιῶν Ἰάκωβος γράφων τὴν ἐπιστολήν φησιν· ‹τινὲς δοκοῦντες αἰτεῖν οὐ λαμβάνουσι, κακῶς αἰτούμενοι ἡδονῶν ματαίων
15ἕνεκα›. ἀλλ’ ἐρεῖ τις· καὶ μὴν ὑπὲρ γνώσεως θείας καὶ ἀναλήψεως ἀρετῶν αἰτούμενοί τινες οὐ λαμβάνουσιν. πρὸς ὃν λεκτέον, ὅτι οὐ καθ’ αὑτὰ τὰ ἀγαθὰ λαβεῖν ἠξίωσαν, ἀλλ’ ἕνεκα τοῦ ἐπαινεῖσθαι δι’ αὐτά· ἔστι δὲ φιλη‐ δόνων, καὶ τὸ χαίρειν ἐπαίνοις· ὅθεν καὶ τούτοις οὐ δίδοται, ἐπεὶ εἰς ἡδονὰς
καταδαπανῆσαι θέλουσι τὰ περὶ ὧν ἀξιοῦσιν.303

184

Σὺ δὲ ὅρα, εἰ ‹ἄρτοσ› expl. λαοῖς τοῖς Αἰθίοψιν›—οὔτε ἁπλῶς ἀντὶ τοῦ τροφίμου καὶ ὠφελοῦντος, τὰ ἄβρωτα καὶ βλάπτοντα.

185

Τί ἐστι τὸ ‹διέρχεσθαι τὸ πνεῦμα› τὸ πονηρὸν ‹δι’ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον›; ἄνυδροι τόποι ὑπῆρχον οἱ ἐξ ἐθνῶν τὸ πρό‐ τερον, νυνὶ δὲ πεπλήρωνται ὕδατος θείου καὶ οὐκέτι παρέχουσιν ἀνάπαυσιν αὐτῷ. ποιεῖται τοίνυν ἐπιστροφὴν πρὸς τὸ πρότερον αὐτοῦ δοχεῖον, τοὺς
5ἐξ Ἰσραήλ, ὁ Σατανᾶς· οὗτοι γὰρ ἐν Αἰγύπτῳ ὄντες, ἔνοικον ἦν αὐτοῖς τὸ πνεῦμα τὸ πονηρὸν διὰ τὸ ἤθεσί τε καὶ νόμοις τῶν Αἰγυπτίων συναναστρέ‐ φεσθαι, ἐπειδὴ δὲ λελύτρωνται διὰ Μωϋσέως ἐλέει θεοῦ, 〈ἐξῆλθεν〉. νῦν δὲ ἐπειδὴ οὐ πεπιστεύκασιν εἰς Χριστόν, ἀλλ’ ἀπώσαντο τὸν λυτρωτήν, ἐπεπήδησεν πάλιν ἐπ’ αὐτοὺς ‹τὸ ἀκάθαρτον πνεῦμα›, καὶ ὡς εὗρεν αὐτοὺς
10οὐκέτι θεῖον ἔχοντας ἐν αὐτοῖς οὐδέν, ἀλλ’ ἐρήμους ὄντας καὶ σχολάζοντας αὐτῷ πρὸς ἐνοίκησιν, κατῳκήσατο δηλαδὴ μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως. τοῦτο γὰρ φαίνεται δηλοῦν ‹ἑπτὰ› λέγων ‹ἕτερα πνεύματα› μετ’ αὐτοῦ, καθάπερ εἴωθεν ἐπὶ πλήθους ὀνομάζειν ἡ θεία γραφὴ τὸν τοσοῦτον ἀριθμόν, ἐπειδὰν λέγῃ, ὅτι ‹στεῖρα ἔτεκεν ἑπτὰ καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν›.
15οὐδὲ γὰρ ‹τὸ πνεῦμα› τὸ ‹ἀκάθαρτον›, ὁποῖον ἔσχον ἐν Αἰγύπτῳ, τοιοῦτο ἔχουσιν οἱ ‹εἰς τὸν υἱόν μου ἀπιστήσαντεσ›, πεπλήρωνται δὲ καὶ ἄλλων πνευμάτων πονηρῶν, καὶ γέγονεν αὐτοῖς ‹τὰ ἔσχατα χείρονα τῶν πρώτων›· χείρονα γὰρ τῶν ἐν Αἰγύπτῳ νῦν πάσχουσιν, ἐπειδήπερ εἰς Ἰησοῦν Χριστὸν οὐ πεπιστεύκασιν, ἀλλὰ ‹τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπέκτειναν›, ὅθεν ἐστε‐
20ρήθησαν τῆς ζωῆς. καὶ οὐκέτι λέγει ἐν αὐτοῖς προφήτης, τάδε λέγει κύριος, οὐκέτι σημεῖον ἐν αὐτοῖς, οὐκέτι τέρας, οὐκέτι σημεῖον ἐπιφανείας καὶ παρουσίας τοῦ θεοῦ· μεταβέβηκε γὰρ τὰ ἀγαθὰ ἐφ’ ἡμᾶς τοὺς ἐξ ἐθνῶν, κατὰ τὸν τοῦ Ἰησοῦ λόγον εἰρηκότος· ‹ἀρθήσεται ἀπ’ αὐτῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆσ›. ἡμεῖς ἐσμὲν
25τὸ ἔθνος, οἷς ἐδόθη ‹ἡ βασιλεία τοῦ θεοῦ›, ἡ εὐαγγελικὴ πολιτεία.304

186

Δοκεῖ γάρ μοι ἐν τῷ· ‹ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμὸσ› τοιοῦτόν τι ἀποφαίνεσθαι· τὸ διορατικὸν ἐν τῇ ὅλῃ ψυχῇ, ἐν τῷ ὅλῳ ἀνθρώπῳ ὁ νοῦς ἐστιν. ἵνα δὲ τούτου ἐπιμέλειαν ποιώμεθα, εἴρηται τό· ‹ἔστωσαν ὑμῖν οἱ λύχνοι καιόμενοι›· οἱονεὶ γὰρ ἅπτομεν τὸν ἐν ἡμῖν λύχνον, ἐπι‐
5μέλειαν τῆς ἐν ἡμῖν νοητικῆς δυνάμεως ποιούμενοι. τοιοῦτόν ἐστι καὶ τό· ‹οὐδεὶς λύχνον ἅψας εἰς τὴν κρύπτην τίθησιν, ἀλλ’ ἐπὶ τὴν λυχνίαν›· ἅπ‐ τουσι γὰρ λύχνον οἷς μέλει σοφίας καὶ λόγου καὶ τῆς περὶ τὰ θεῖα γυμ‐ νασίας, ἵνα γένωνται τέλειοι, οὐκ ἄλλως ἐγγινομένης τῆς τελειότητός τινι ἢ ἐκ τῆς κατὰ τὰ θεῖα αἰσθητήρια καὶ νοητὰ γυμνασίας ὅπερ σαφὲς ἐποίει
10Παῦλος λέγων· ‹τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ›· οὗτοί εἰσιν οἷς δύναται λαλεῖσθαι ἡ τοῖς τελείοις λαλουμένη σοφία, περὶ ἧς φησιν· ‹σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοισ›. ὀφθαλμόν γε μὴν κυ‐ ρίως φησὶν τὸν ἐν ἡμῖν νοῦν, περὶ ὅν ἐστιν ἡ ἀρχὴ ἐν μόνῳ τῷ σπουδαίῳ
15τῆς ἁπλότητος, μηδεμίαν ἔχοντι διπλόην καὶ δόλον καὶ σχίσιν καὶ διάστασιν καὶ μερισμὸν ἐν αὐτῷ· ἐν δὲ τῷ φαύλῳ τῆς πονηρίας καὶ παντὸς ἁμαρτή‐ ματος. ἐπίσκεψαι δέ, εἰ δύνασαι τροπολογῆσαι ἀκολούθως τῷ ‹ὀφθαλμῷ› καὶ τὸ ‹σῶμα›, ὥστε ἤτοι τὴν ὅλην ψυχήν, κἂν μὴ σωματικὴ τυγχάνῃ, φάσκειν νῦν λέγεσθαι τὸ σῶμα—νοῦν γὰρ ἐν ψυχῇ ἀνθρώπου ὁ θεὸς ἐποίησεν—
20ἢ τὸ λοιπὸν παρὰ τὸν νοῦν, τοῦτ’ ἔστι τὸ σύνθετον ἐκ τῆς λοιπῆς ψυχῆς
καὶ τοῦ σώματος, λέγειν εἶναι τὸ σῶμα. φωτίζεται γὰρ ὑπὸ τοῦ νοῦ κυρίως μὲν ὅλη ψυχή, εἴποι δ’ ἄν τις, ὅτι φθάνει καὶ ἐπὶ τὸ σῶμα τοῦ νοῦ ἤτοι ἁπ‐ λότης—ἀγόμενον ὑπ’ αὐτοῦ—ἢ πονηρία, χρώμενον αὐτῷ ὀργανικῶς εἰς ἁμαρτίαν. καὶ μὴ θαυμάσῃς δέ, εἰ ἐν τῷ· ‹ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ305
25ὀφθαλμὸσ› τροπολογικῶς τὸ σῶμα ἐπὶ τῆς ψυχῆς λαμβάνομεν, καίτοι γε τῷ ἰδίῳ λόγῳ οὔσης ἀοράτου καὶ ἀσωμάτου—κατὰ γὰρ τὴν εἰκόνα γέγονε τοῦ ἀοράτου θεοῦ—, ἐπείπερ τροπολογικῶς καὶ τὰς δυνάμεις τῆς ψυχῆς εὑρίσκομεν ὁμωνύμως τοῖς σωματικοῖς μέρεσιν οὐκ οὔσας ‹σώματα› ὀνο‐ μαζομένας. ἐν γὰρ τῷ· ‹φώτισον τοὺς ὀφθαλμούς μου› οὐ σωματικοὶ δη‐
30λοῦνται ὀφθαλμοί, ἀλλὰ καὶ ἐν τῷ· ‹προσέθηκέ μοι ὠτίον› οὐ περὶ σω‐ μάτων ἐστὶν ὁ λόγος, οὐδ’ ὅταν λέγῃ· ‹ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω›. ἐν δὲ τῷ Ἄισματι τῆς νύμφης, ἤτοι ἐπὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν ἀναγομένης νυμφίῳ κοινωνούσης τῷ Χριστῷ ἢ ἐπὶ τὴν ἐκκλησίαν, καὶ ‹τρίχωμα› ἰδίως καὶ ‹ὀδόντεσ› καὶ ‹χείλη› καὶ ‹μῆλον› καὶ ‹τράχηλοσ› καὶ ‹μαστοὶ›
35ἐπαινοῦνται ὑπὸ τοῦ νυμφίου, ἀναγομένων τούτων, ἐὰν περὶ ψυχῆς ἑρμη‐ νεύηται, ἐπὶ τὰς δυνάμεις αὐτῆς. εὕροις δ’ ἂν καὶ τό· ‹ὁ πούς μου οὐ μὴ προσκόψῃ› ἀναφερόμενον ἐπὶ τὴν πορευτικὴν τῆς ψυχῆς δύναμιν. πολλὰ δ’ ἂν καὶ αὐτὸς εὑρήσεις τοιαῦτα ἐπιστήσας τῇ γραφῇ κείμενα, ἀφ’ ὧν δυνήσῃ μὴ προσκόψαι τῇ ἀποδόσει τοῦ πῶς τὸ σῶμα εἴρηται ἐν τῷ· ‹ὁ λύχνος
40τοῦ σώματος ἐστὶν ὁ ὀφθαλμὸσ› καὶ τοῖς ἐν τῷ τόπῳ ὁμοίοις. εὑρήσεις δὲ ἐν ταῖς Παροιμίαις τὸ ‹αἴσθησιν θείαν› ἐν ἐπαγγελίᾳ λεγόμενον, πρὸς ἀντιδιαστολὴν τῆς μὴ ‹θείας αἰσθήσεωσ›. οὐ ‹θεία› μὲν γὰρ ‹αἴσθησισ›, ἧς καὶ τὰ ἄλογα ζῷα κεκοινώνηκεν, ὁρῶντα καὶ ἀκούοντα, γευόμενά τε καὶ ὀσφραινόμενα καὶ ἁπτόμενα· ‹θεῖα› δὲ ἧς οὐδὲ πάντες ἄνθρωποι μετέ‐
45χουσιν, ἀλλ’ οἱ τοιαῦτα ποιήσαντες, οἷς ἐπιφέρεται τό· ‹αἴσθησιν θείαν εὑρήσεισ›. διόπερ μὴ θαυμάσῃς, εἰ καὶ τὸ τοῦ ‹σώματοσ› ὄνομα ἀνάλογον τοῖς ὀνόμασι τῶν μερῶν τοῦ σώματος ἀναγομένοις ἐπὶ τὰς δυνάμεις τῆς ψυχῆς ἐπὶ ὅλην ἀναφέρεται τὴν ψυχὴν ἐν τῷ· ‹ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμόσ›. οὐ φαμὲν δὲ ταῦτα ὡς πανταχοῦ τῆς ὀνομασίας τοῦ σώματος

186

(50)

τροπολογουμένης· ἴσμεν γὰρ καὶ ἐπὶ ἄλλων τετάχθαι τὸ τοῦ ‹σώματοσ› ὄνομα, ὡς ἐν τῷ· ‹μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα›, καί·
‹ὑμεῖς ἐστε σῶμα Χριστοῦ›.306

187

Τοῦ δὲ ἐφεξῆς ῥητοῦ τοιοῦτον εἶναι τὸν λόγον νομίζω· εἴπερ οὖν διὰ τό· ‹τὸ σῶμά σου φωτεινὸν› γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἔτι σκοτεινόν, μηδαμῶς ἁμαρτάνοντι ἔτι, οὕτως ἔσται φωτεινὸν τὸ ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς αὐτοῦ λύχνῳ ἐν
5φωτιζούσῃ ἀστραπῇ, κἂν φωτίζῃ, οὐ σκότος λύοντι. ἀστραπῇ μὲν γὰρ ἔοικε λαμπροτάτῃ ὁ ἀπὸ τοῦ νοῦ φωτισμός, λύχνῳ δὲ ἐν ἀστραπῇ φωτιζούσῃ τὸ ἐν τῷ σώματι φῶς, πεφυκότι εἶναι σκότος, ἀγομένῳ, ὅπου ὁ νοῦς βού‐ λεται. εἰ οὖν τῶν ἐν ἀμαθίᾳ καὶ ἀγνοίᾳ ὁ νοῦς τῇ φύσει φῶς τυγχάνων σκότος ἐστίν, πάντως καὶ ὅλον τὸ σῶμα, τοῦτ’ ἔστι τὸ παθητικὸν μέρος τῆς ψυχῆς,
10ὅπερ ἐστὶ τὸ θυμικὸν καὶ ἐπιθυμητικόν, πολλῷ μᾶλλον σκότος ἐστίν.

188

‹Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν›· ἐξὸν οὖν ἦν ὑμῖν, φησίν, καθα‐ ρὸν κατασκευάζειν τὸν νοῦν καὶ διὰ τοῦτο καταλαμπρύνειν ἑαυτῶν τούς τε λόγους καὶ τὰς πράξεις. ὑμεῖς δὲ τουναντίον ποιεῖτε, ὅθεν χρὴ προάγειν
φῶς, ἐντεῦθεν προάγετε σκότος, ἐκ πονηρῶν ἐννοιῶν τὸν φθόνον ἔχοντες.307

189

Διὸ τῆς Ἐλισάβετ καὶ τοῦ παιδὸς expl. τὸ αἷμα τῷ αἵματι.

190

Ζαχαρίαν εὑρίσκομεν ἐν ταῖς Βασιλείαις expl. τὸν πατέρα τοῦ πατρός.

191

Ἢ τοίνυν περὶ τοῦ καιροῦ ἐκείνου τοῦτο λέγει, ὅτε ‹κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων› καὶ ‹φωτιεῖ τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν›· ἢ ἐκεῖνό φησιν ὅτι, ὅσῳ πειρᾶταί τις καλύπτειν τὰ καλὰ τῇ κατηγορίᾳ, κατὰ φύσιν τὸ καλὸν ἀκάλυπτόν ἐστιν.

192

Τήρει δέ, ὅτι οὐ πτῶσιν στρουθίου ἐπὶ τῆς γῆς εἶπεν, ὡς ὁ Ματθαῖος· πέντε δὲ στρουθία νῦν τοῦ δικαίου τὰς αἰσθήσεις αἰνίττεται, αἳ τῶν μετεώρων καὶ ὑπὲρ ἄνθρωπον αἰσθάνονται, ὁρῶσαι τὰ θεῖα, ἀκούουσαι φωνῆς θεοῦ, γευόμεναι ‹ζῶντος ἄρτου›, ὀσφραινόμεναι Χριστοῦ μύρων εὐωδίας, ‹ἐλαίου
5ἀγαλλιάσεωσ›, ἁπτόμεναι λόγου ζῶντος, αἵ τινες, ἐξευτελιζόμεναι ὑπὸ τῶν ‹τὰ τοῦ πνεύματοσ› μωρίαν καὶ εὔωνα κρινόντων, ‹οὔκ εἰσιν ἐπιλελησμέναι ἐνώπιον τοῦ θεοῦ›· εἰ δὲ ὁ λόγος ἐπράθη τριάκοντα ἀργυρίοις, οὐ θαυμαστόν,
εἰ καὶ θεῖαι αἰσθήσεις δύο ἀσσαρίων. τὸ μέντοι ἐμφαῖνον ῥητόν, μηδὲ τὸ ἐλάχιστον στρουθίον ‹ἐπιλελησμένον› εἶναι ‹ἐνώπιον τοῦ θεοῦ›, συνεξ‐308
10έτασον τοῖς ἐμφαίνουσι ῥητοῖς, ἐπιλανθάνεσθαί τινων τὸν θεὸν δι’ ἁμαρτίας αὐτῶν. ῥητῶς μὲν οὖν τὸ λεπτομερὲς τῆς προνοίας καὶ ἡ μέχρι τῶν λεπτῶν γνῶσις ἐν τούτοις δηλοῦται, νοητῶς δὲ πίπτει ἐπὶ τῆς γῆς οἷα στρουθία τὸ φρόνημα, ἐπὰν δέον ἄνω φέρεσθαι, τὰ κάτω ζητῇ τοῖς τῆς σαρκὸς ἐνεχομένον κακοῖς, παραδοθὲν ‹εἰς πάθη ἀτιμίασ› καὶ τὸ ἐλεύθερον μετὰ
15τοῦ τιμίου ἀπολωλεκός· τοιοῦτος δὲ ὁ ὑπὸ τοῦ λόγου μετεωρισθεὶς καὶ τὰ γήϊνα φρονήσας. κατὰ δὲ τὸ ῥητὸν πάλιν, τό· ‹οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν› οὐ τὴν βούλησιν δείκνυσιν, ἀλλὰ τὴν πρόγνωσιν· τῶν γὰρ γινομένων ἃ μὲν κατὰ βούλησιν γίνεται, ἃ δὲ κατ’ εὐδοκίαν, ἃ δὲ κατὰ συγχώρησιν.

193

‹Ἔχεις πολλὰ ἀγαθὰ κείμενα›· ὡς γὰρ κάτω κείμενος ἔλεγεν, ‹ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλὰ› ἐν τῇ περὶ τῶν ἀγαθῶν πλανώμενος κρίσει· ἠγνόει γάρ, ὅτι τὰ ὄντως ἀγαθὰ οὐκ ἐν τῇ κατηραμένῃ γῇ, ἀλλ’ ἐν οὐρανῷ. ἔνθα οὐκ ‹εἰς ἔτη πολλά›, ἀλλὰ εἰς ἀπεράντους αἰῶνας ἡ τῶν μακαρίων ἐστὶν
5ἀνάπαυσις καὶ εὐφροσύνη ἐν Χριστῷ Ἰησοῦ.

194

Πέμπει γὰρ expl. Χριστῷ Ἰησοῦ.309

195

Τῶν ἐν ἁγνείᾳ ζώντων ‹αἱ ὀσφύες ἐζωσμέναι› εἰσίν· ἐπειδὴ δὲ καὶ νὺξ ὁ βίος ἡμῶν, λύχνου δεόμεθα, ὅς ἐστι νοῦς ὀφθαλμὸς ὢν ψυχῆς, καὶ εἰ ἐν τῷ ‹ἔσω ἀνθρώπῳ› ἐστὶν ἐγρήγορσις, εὐλόγως τὰ πολλὰ ἢ πάντα ἐν τῷ βίῳ τούτῳ ἐγρηγόρσεως ἡμῖν δεῖ, διά τε τοὺς ἐφεδρεύοντας, ‹ἀρχὰσ› δὴ
5λέγω ‹καὶ ἐξουσίασ›, πρὸς ἃ ‹ἡ πάλη›, ‹ἵνα εὕρωμεν τῷ κυρίῳ τόπον, σκή‐ νωμα τῷ θεῷ Ἰακώβ›, ἔστι δ’ ὅτε, ἵνα ἀνοίξωμεν κρούσαντι τῷ δεσπότῃ. τήρει δέ, ὅτι καὶ ὁ τοῦ ἐγρηγορέναι μισθὸς δίδοται· ‹περιζώσεται›, γάρ φησιν, ἔστι δὲ ‹διεζωσμένος τὴν ὀσφύν› κατὰ τό· ‹ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο›, ἐν ᾗ κατ’ ἀξίαν ἕκαστον ‹ἀνακλινεῖ› καὶ κατ’ ἀξίαν
10ἑκάστῳ ‹διακονήσει›, ἀποδιδοὺς ‹ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ›.

196

Ἔστι μέντοι ὕπνος καὶ ἐγρήγορσις, ὥσπερ ἐπὶ τοῦ ‹ἔξω ἀνθρώπου› καὶ ἐπὶ τοῦ ‹ἔσω›. καὶ ἀπαιτούμεθα μὲν ἐγρηγορέναι, καθό φησιν ὁ σωτήρ· ‹γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν›, καὶ ἐν Παροιμίαις λέγεται· ‹μὴ δῷς ὕπνον σοῖς ὄμμασι μηδὲ νυσταγμὸν σοῖς
5βλεφάροισ›, κοιμᾶσθαι δέ, ὅτε ὁ μὲν σωτὴρ λέγει· ‹καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε›, ὁ δὲ Σολομῶν· ‹ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ
καθεύδῃς, ἡδέως ὑπνώσεις· καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσάν σοι›.310

197

Πλὴν τὰ πολλὰ ἢ καὶ τὰ πάντα ἐν τῷ βίῳ τούτῳ ἀγρυπνητέον ἐστίν, πῇ μὲν διὰ τὸ ἐφεδρεύειν τοὺς πολεμίους, ὄντας οὐχ ‹αἷμα καὶ σάρκα, ἀλλ’ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ κόσμου τούτου καὶ πνευματικὰ τῆς πονη‐ ρίασ›, ἵν’ ἐκ τοῦ ἐγρηγορέναι ‹σῳζώμεθα ὥσπερ δορκαὶ ἐκ βρόχων καὶ
5ὥσπερ ὄρνεον ἐν παγίδοσ›, καὶ ἵνα τὰς ὀσφύας περιζωσάμενοι καὶ τοὺς λύχνους ἀναπτομένους ἔχοντες ‹ὅμοιοι› γενώμεθα ‹ἀνθρώποις προσ‐ δεχομένοις τὸν κύριον ἑαυτῶν, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοί‐ ξωμεν αὐτῷ›. καὶ πρόσχες, εἰ μὴ λόγον ἔχει διὰ τὴν πρώτην καὶ δευτέραν καὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἢ καὶ τετάρτην, ἵνα ἐν πᾶσι γρηγορώμεθα,
10εἰρῆσθαι καὶ παρὰ τῷ Σολομῶντι τό· ‹πάσῃ φυλακῇ τήρει σὴν καρδίαν›.

198

Διὰ τοῦτο δὲ οἶμαι ‹περιζώσεται› ὁ Χριστός, μέλλων ἀνακλίνειν, οὓς εὑρήσει γρηγοροῦντας, ἐπείπερ κατὰ τὸν Ἡσαΐαν ‹ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφῦν›. τί δὲ τό· ‹παρελθὼν διακονήσει αὐτοῖσ›; καὶ ὅρα, εἰ δύνασαι δύο διακονίας εἰπεῖν, μίαν μὲν τὴν ἐν τῷ βίῳ τούτῳ, καθ’ ἣν εἶπεν· ‹κἀγώ
5εἰμι ἐν μέσῳ ὑμῶν οὐχ ὡς ὁ ἀνακείμενος, ἀλλ’ ὡς ὁ διακονῶν›, ἑτέραν δέ, περὶ ἧς νυνί φησιν· ‹καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ
φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι›.311

199

Ἔτι ἑκάστου τῇ ψυχῇ ὁ κλέπτης ἐπιβουλεύων ἔρχεται καὶ ὁ τοῦ θεοῦ λόγος τοὺς ἑαυτοῦ φυλάσσων ἐπιφαίνεται. διὰ τοῦτο γρηγόρησον, ἵν’ εἰ μὲν ‹ὁ κλέπτησ› ἔλθοι ἐγρηγορότα εὑρὼν τὸν οἰκοδεσπότην, μὴ διορύξῃ ‹αὐτοῦ τὸν οἶκον›, εἰ δὲ ‹ὁ υἱὸς τοῦ ἀνθρώπου› παραγένοιτο, ἵνα κρούσαντι αὐτῷ
5‹εὐθέωσ› ἀνοίξῃ· ἐὰν γὰρ καθεύδοντα εὕρῃ καὶ κρούσῃ κἀκεῖνος μὴ ἀνοίξῃ, ἄπεισι καταλιμπάνων αὐτόν. ἑξῆς δὲ τῷ βίῳ τούτῳ ὁ γρηγορήσας ἐν αὐτῷ ‹ἡδέως ὑπνώσει καὶ οὐ πτοηθήσεται πτόησιν ἐπελθοῦσαν›. οὕτω ‹Δαβὶδ ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ› καὶ οἱ καθεξῆς, ὅπερ ἐπ’ οὐδενὸς τῶν ἀπ’ ἀλλοτρίου σπέρματος τῶν ἁγίων ἀναγεγραμμένον μέχρι τοῦ παρόντος
10εὕρομεν, ὡς τάχα καὶ διὰ τοῦτο λέγειν τὸν ἀπόστολον· ‹οὐ πάντες κοιμη‐ θησόμεθα›. εἰ πάντες κοιμηθησόμεθα, ‹μακάριοι τοίνυν οἱ δοῦλοι, οὓς ἐλθὼν ὁ κύριος εὕρῃ γρηγοροῦντασ›, ἵνα χωρὶς ὑπερθέσεως δῷ αὐτοῖς τὸν μισθόν, ‹δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφῦν›. ἐφίσταται δὲ τῷ καιρῷ τοῦ ἀπαιτηθήσεσθαί τινα τὴν ψυχήν, ὁποῖος ποτ’ ἂν ᾖ. εἰ γὰρ ἐπέστη τῷ εἰπόντι·
15‹καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας ποιήσω›, καὶ ‹εἶπεν αὐτῷ· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ›, πόσῳ μᾶλλον τοῖς μακαρίοις καὶ ἁγίοις ἐπιστήσεται μετὰ ‹τὸ ἀναλῦσαι› σὺν κυρίῳ ἐσο‐ μένοις;

200

Δοκεῖ δέ μοι νῦν τοῦ ‹πιστὸσ› καὶ τοῦ ‹φρόνιμοσ› ἀκούειν οὔτε ἐπὶ μίαν τῶν ἀρετῶν, πίστιν ἰδίως λεγομένην κατὰ τὴν γραφήν, ἀναφέροντα τὸ ‹πιστὸσ› οὔτε ἐφ’ ἑτέραν τὸ ‹φρόνιμοσ›, καθὰ πάντως ὁ πιστὸς φρόνιμός ἐστι καὶ ἀνάπαλιν ὁ φρόνιμος πιστός, τῷ ἀντακολουθεῖν τὰς ἀρετάς. ἀλλ’
5ὥσπερ τὸ ‹φρόνιμοσ› ὄνομα κεῖταί ποτε οὐ κατὰ τὸν πεπεισμένον ἀρετῇ τῇ φρονήσει, ἀλλ’ εἰς παράστασιν τοῦ ἐντρεχοῦς, ὃν δυνατόν ποτε καὶ φαῦλον
εἶναι, καθὸ καὶ ‹ὁ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆσ›, οὕτω καὶ νῦν ὁ πιστὸς οὐ τέλειος τῷ τὴν πρόθεσιν αὐτῷ νενευκέναι πρὸς τὴν εἰς θεὸν πίστιν· κατὰ τοῦτο δὲ δυνατὸν μήτε πάντων τὸν πιστὸν φρόνιμον312
10εἶναι, μήτε τὸν φρόνιμον πιστόν. ὅτι δὲ καὶ κατ’ αὐτὰ τὰ θεῖα γράμματά ἐστι φρόνιμος, οὐ πιστὸς δὲ καὶ ὁ οἰκονόμος, ἐντεῦθεν δῆλον· οὐ γὰρ πιστοῦ ἦν τὸ διασκορπίζειν τὰ ὑπάρχοντα τοῦ πλουσίου καὶ τὸ προσκαλέσασθαι ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου αὐτοῦ καὶ τὸ χρέος μειοῦν. καὶ ὅτι μὲν οὐ πιστὸς ἦν, σαφῶς φαίνεται, ὅτι δὲ καὶ κατά τι σημαινόμενον φρόνιμος ἐτύγχανε,
15δῆλον· ἐπαινεῖ γὰρ ὁ κύριος τὸ ἐντρεχὲς αὐτοῦ, ψέγων αὐτοῦ τὸ ἄπιστον καὶ διὰ τοῦτο λέγων αὐτῷ· ‹οὐ δυνήσῃ ἔτι οἰκονομεῖν›. καὶ τάχα ἐν τοῖς πλήθεσιν ἀρκεῖ τισι πρὸς σωτηρίαν ἡ ὡς προείπομεν πίστις, ἐν δὲ τοῖς οἰκονόμοις ἀμφοτέρων χρεία, καὶ τοῦ πιστοῦ καὶ τοῦ φρονίμου· μὴ ὢν γὰρ τοιοῦτος, οὐ δυνήσεται θεωρῆσαι καὶ τὸν καιρὸν τῆς δόσεως τοῦ σιτο‐
20μετρίου πρὸς τοὺς ὑποχειρίους καὶ τὸ ἁρμόζον ἑκάστῳ. ἐπεὶ οὖν πολλοί εἰσιν οἰκονόμοι τῶν ἐκκλησιῶν πιστοὶ μέν, οὐ μὴν καὶ φρόνιμοι καί τινες τοὐναντίον, διὰ τοῦτο ἐπαπορητικῶς προὐνέγκατο τὴν φωνὴν ὁ κύριος ὑπὲρ τοῦ τρανότατα ἐμφῆναι τὸ σπάνιον καὶ δυσεύρετον τῶν ἅμα πιστῶν καὶ φρονίμων οἰκονόμων· τόν γε μὴν εὑρεθέντα κατέστησεν ὁ κύριος ἐπὶ
25τῶν θεραπόντων αὐτοῦ, ὡς καὶ τὸν Ἰούδαν ὁ σωτὴρ ἐξελέξατο, οὐκ ἀγνοῶν μὲν τὸ ὕστερον ἀπαντησόμενον, συγχρώμενος δὲ αὐτοῦ τῷ πρὸ τῆς παρα‐ βάσεως χρόνῳ καὶ τῇ τότε ὁδευούσῃ ἐπ’ ἀρετὴν προαιρέσει εἰς τὸ τῆς ἀποστολικῆς διακονίας ἔργον. μεῖζον δὲ τὸ ἀποκείμενον ἀγαθὸν τῷ πιστῷ καὶ φρονίμῳ παρὰ τὸ λεγόμενον πρὸς τὸν δεκαπλασιάσαντα τὴν μνᾶν ἢ
30πενταπλασιάσαντα· καὶ οὐ θαυμαστόν, ὅπου γε καὶ τῶν παρὰ τούτους διαφερόντων μεῖζον· ὡρισμέναι γὰρ πόλεις τοῖς τὰς μνᾶς ἐπεξεργασαμένοις παραδίδονται, πλήθη δὲ τοῖς τὰ τάλαντα διπλασιάσασιν. πολλῷ δὲ μεῖζον καὶ τούτων ἐστὶ τὸ μὴ μόνον ἐπὶ πολλῶν καθίστασθαι, ἀλλ’ ‹ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι› τῷ κυρίῳ, ὅπερ ἀπόκειται τῷ πιστῷ καὶ φρονίμῳ οἰκονόμῳ, ἄξιον
35ἑαυτὸν πάντων τῶν ὑπαρχόντων 〈διὰ〉 τῆς πίστεως καταστήσαντι. ζητήσεις δὲ εἰ πλειόνων εὑρισκομένων πιστῶν καὶ φρονίμων ἕκαστον αὐτῶν δυνατὸν ‹ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι› τοῦ κυρίου καθίστασθαι· εἰ γὰρ ‹ἐπὶ πᾶσι›, πῶς ἕτερος χώραν ἔχει ἐπὶ τοῖς δέκα πόλεσι καὶ μᾶλλον εἰ πλείους; διὸ
εἰς προτροπὴν εἰρήσθω.313

201

Τὸ παρὰ τοῦ Δανιὴλ εἰρημένον πρὸς θάτερον τῶν κατειπόντων τῆς ἁγίας Σωσάννης πρεσβυτέρων· ‹ἤδη γὰρ ὁ ἄγγελος τοῦ θεοῦ λαβών›, φασίν, ‹παρὰ τοῦ θεοῦ σχίσει σε μέσον›, ἑρμηνεύων Ὠριγένης λέγει γενήσεσθαι πάντως αὐτῷ τοῦτο ἐν τῇ κρίσει κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ κυρίου, ὅτι
5‹καὶ διχοτομήσει αὐτόν›· Ἀμμώνιος δὲ τὸ αὐτὸ ἑρμηνεύων προφητικὸν κεφάλαιον κτλ. ...

202

Ἐπειδὴ δὲ τὰ ἐν τῷ εὐαγγελίῳ πρόσωπα ἕξ ἐστι, ῥητέον, ὅτι τὸ ἓν πρόσωπον, τὸ τῆς νύμφης, τέμνεται εἰς δύο, εἰς νύμφην καὶ θυγατέρα ἐν τῷ πρὸς τὴν μητέρα καὶ τὴν πενθερὰν διαμάχεσθαι τὴν αὐτήν· καὶ οὕτως ἀπαντᾷ τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισὶ διαμάχεσθαι. πρὸς ἀναγωγὴν δέ· ὡς ἐν ἑνὶ οἴκῳ
5τῷ ἀνθρώπῳ αἱ πέντε αἰσθήσεις, πρὶν μὲν ἐλθεῖν αὐταῖς τὸν λόγον, ὁμονοοῦσιν ἐν ταῖς ἡδοναῖς, ἐπιδημήσαντος δ’ αὐτοῦ μερίζονται· δύο μὲν αἱ φιλοσοφώ‐ τεραι, ὅρασις, δι’ ἧς ὁρῶντες κόσμον καὶ τὴν τάξιν αὐτοῦ θαυμάζομεν τὸν κτίστην, καὶ ἀκοή, δι’ ἧς μαθητευόμεθα τῷ λόγῳ τοῦ θεοῦ, ἔπειτα τὰς λοιπὰς τρεῖς· γεῦσιν, ὄσφρησιν, ἁφήν, τὰς ἀνδραποδώδεις καὶ οὐ πεφυκυίας
10πρὸς φιλοσοφίαν, αἱ δὲ τρεῖς ἐπὶ τὰς δύο ἀντιπράττουσι μᾶλλον. τὸ οὖν· ‹διαμερισθήσεται πατὴρ ἐπὶ υἱῷ› ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνωστέον, οὐκ ἐχό‐ μενα τῶν πρώτων, ὃ ῥητῶς μὲν τὸν τῶν πιστῶν ἀπὸ τῶν ἀπίστων δηλοῖ μερισμόν. συμβολικῶς δὲ ‹πατὴρ› νοῦς μερίζεται ‹ἐπὶ υἱῷ› μοχθηρῷ λογισμῷ μὴ συγκατατιθέμενος αὐτῷ· ‹καὶ υἱὸς ἐπὶ πατρί›, ὁ τὸν ἀποθανόντα μὴ
15θάπτων πατέρα· ‹μήτηρ ἐπὶ θυγατρί›, ψυχὴ τὸν μοχθηρὸν αὐτῆς οὐκ ἀπο‐ δεχομένη καρπόν· ‹θυγάτηρ ἐπὶ μητέρα›, τὴν ὕλην ἡ μηκέτι ἑνουμένη αὐτῇ ψυχή· ‹πενθερὰ ἐπὶ νύμφην›, ἡ τοῦ νόμου ἀνδρὸς τῆς ὑπ’ αὐτῷ ψυχῆς μήτηρ, λέγω δὴ τὸ ἅγιον πνεῦμα, καταλιπὸν τὸν ἐκ περιτομῆς λαόν· ‹νύμφη ἐπὶ
τὴν πενθεράν›, ὁ διὰ τοῦ ἁμαρτάνειν λαὸς χωρισθεὶς τοῦ πνεύματος.314

203

Ἔοικε συκῇ παραβάλλειν—πάντα τὰ ἔθνη· ἄλλως τε· συκῆ ἦν ἡ ἀνθρωπότης—ἐκτεμὼν αὐτούς. ἡ οὖν πρώτη ἀθέτησις—χάριτι παραίτησις. ἄλλοι δὲ τὸ τρισσῶς —καὶ ἀπόβλητος γέγονεν. ἕτερον δὲ τέταρτον νοῆσαι τὴν τῆς ἐνανθρω‐
5πήσεως χρόνον, καθ’ ὃν νύττει καὶ περιορύττει τὸν Ἰσραήλ, καταθερ‐ μαίνων αὐτόν, ἵνα ζέοντας τῷ πνεύματι ἀποτελέσῃ. ἐπειδὴ δὲ μετὰ τοσαύτας ἀπειλὰς ἔμειναν ἄκαρποι, ἐξεκόπη ἡ συκῆ καὶ ἐνεκεντρίσθη τὰ ἔθνη ‹εἰς τὴν ἐκείνων ῥίζαν›· ἔμεινε γὰρ ἡ ῥίζα· ἢ γεωργὸν δεῖ νοῆσαι ἄγγελόν τινα παρὰ θεοῦ προσταχθέντα προΐστασθαι
10τῆς Ἱερουσαλήμ, ἣ καὶ συκῇ ἀκάρπῳ παραβάλλεται.

204

Διαγράψωμεν οὖν καὶ ὡς ἐν συντόμῳ τὸν λόγον· συκῆ ἤτοι ἡ πόλις Ἱερουσαλήμ ἢ ἡ τῶν Ἰουδαίων συναγωγή ἢ ἡ ἀνθρωπότης πᾶσα·
5οἰκοδεσπότης, οὗ τινος καὶ ἡ συκῆ ἦν, ὁ θεὸς καὶ πατήρ ἤτοι αὐτὸς ὁ σωτήρ· ὁ δὲ ἀμπελουργὸς ὁ υἱὸς τοῦ θεοῦ. τρίτον δὲ λέγει ἐληλυθέναι αὐτόν,
10 τοῦτ’ ἔστι διὰ Μωϋσέως, διὰ τῶν προφητῶν, δι’ ἑαυτοῦ· ἤτοι πρῶτον ἔτος, καθ’ ὃ πρῶτον τῷ Ἀδὰμ ἐνετείλατο λέγων· ‹ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ› καὶ τὰ ἑξῆς· δεύτερον, καθ’ ὃ ἐν τῷ νόμῳ διὰ Μωϋσέως τῷ Ἰσραὴλ δέδωκεν ἐντολάς· τρίτον, καθ’ ὃ αὐτὸς δι’ ἑαυτοῦ ἐν τῷ εὐαγγελίῳ τὸν τέλειον δέδωκε
15 νόμον. ἢ πρῶτον ἔτος φησίν, καθ’ ὃν ἦν Μωϋσῆς καὶ Ἀαρών·
δεύτερον, καθ’ ὃν ἦν Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ κριταί· τρίτον δέ, καθ’ ὃν γεγόνασιν ‹οἱ προφῆται μέχρις Ἰωάννου› τοῦ βαπ‐ τιστοῦ·315
20τέταρτον τὸν τῆς ἐνανθρωπήσεως χρόνον, καθ’ ὃν αὐτὸς διὰ τοῦ εὐ‐ αγγελίου τὴν τῶν οὐρανῶν βασιλείαν πᾶσιν εὐηγγελίσατο.

205

Ἑτέρως ἔστι λαβεῖν τὴν μὲν γυναῖκα εἰς τὴν ἐκκλησίαν, τὴν δὲ ζύμην εἰς τὸ πνεῦμα τὸ ἅγιον, σάτα δὲ τρία σῶμα, πνεῦμα, ψυχήν. ἁγιάζεται δὲ ταῦτα τῇ ζύμῃ τοῦ ἁγίου πνεύματος, ὥστε γενέσθαι πρὸς τὸ ἅγιον πνεῦμα ἓν φύραμα, ἵν’ ‹ὁλόκληρον ἡμῶν τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ ἀμέμπτως τηρηθείῃ
5ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ›, ὥς φησιν ὁ θεσπέσιος Παῦλος.

206

Τὰ πέντε ταῦτα διαστήματα expl. οἱ Χριστοῦ γνώριμοι.316

207

Τάχα μὲν οὖν ἅπας ὁ τῶν ἀνθρώπων expl. τῆς σωτηρίας μισθός.

208

Δι’ οὗ δοκεῖ μοι τὸ γνώρισμα expl. βασιλείαν ἀναφέρεται.

209

Ἀλλ’ οὕτω μὲν κατὰ τὸ ῥητὸν κελευόμεθα μὴ φίλους καλεῖν καὶ γείτονας, ἀλλὰ ‹πτωχοὺς καὶ ἀναπήρους, χωλοὺς καὶ τυφλούσ›. εἰ δὲ μὴ οἰκονομικῶς καὶ ὡς ἐν παραβολαῖς λέγει ταῦτα, ἵνα καὶ οἱ ἀκεραιότεροι ὡς ἐγχωρεῖ ὠφελῶνται ταῦτα, καὶ ἀποτρέπει τῶν καθηκόντων· οὐ σοφοῦ γὰρ 〈ἔστι〉
5πτωχοὺς μὴ πιστοὺς καλεῖν ἢ φίλους πιστοὺς πτωχοὺς μὴ καλεῖν. τάχα οὖν μυστικῶς φίλοι οἱ χαίροντες λόγῳ τοῖς τῆς ἀληθείας δόγμασιν, ἀδελφοὶ οἱ ἔχοντες ἀδελφὰ δόγματα, συγγενεῖς οἱ πορρώτεροι μέν, πλησιάζειν δ’ ἡμῖν θέλοντες ἐν δόγμασιν, γείτονες οἱ μὴ πάντη μακρὰν ἔχοντες τὰ οἰκοδομήματα τῶν ἡμετέρων δογμάτων. κατὰ κοινοῦ μὲν οὖν ‹πλουσίουσ› ἀκουστέον· ὁ δὲ
10πλουτῶν ἐν οἷς οἴεται ἀληθέσι δόγμασι, κληθεὶς ἐπὶ τὸν ὄντως ἀληθῆ λόγον, ἀντιλέγων τῇ ἀληθείᾳ οἷον ἀντικαλεῖ τὸν διδάσκοντα· ἐπεὶ δὲ ‹οὐ πολλοὶ› μὲν ἐν ἡμῖν ‹σοφοί›, τινὲς δέ, ζητητέον εἰ καὶ τούτους κλητέον· οἱ μὲν γὰρ ἀκροά‐ σεις καταγγέλλοντες ‹πλουσίουσ› καὶ οὐ πτωχοὺς καλοῦσιν, ὁ δὲ πρὸς δόξαν ἀληθῆ διακονῶν τῷ λόγῳ κενοδοξίας ἀπήλλακται. ‹κάλει› δὲ ‹πτωχούσ›,
15φησίν, τοῦτ’ ἔστιν ἀπόρους λόγων, ἵνα πλουτίσῃς, ‹ἀναπήρουσ›, τοῦτ’ ἔστιν βεβλαμμένους τὸ φρόνημα, ἵνα ὑγιάσῃς, ‹χωλοὺσ› τοὺς σκάζοντας τῷ λόγῳ, ἵν’ ‹ὀρθὰς τροχιὰσ› ποιῶσι, ‹τυφλοὺσ› τοὺς τὸ θεωρητικὸν μὴ ἔχοντας, ἵνα βλέπωσι τὸ φῶς τὸ ἀληθινόν. τὸ δέ· ‹οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι› ἴσον ἐστὶν τῷ· οὐκ ἴσασι πρὸς ἐρώτησιν ἢ ἀπόκρισιν διεξάγειν λόγον καὶ διαλεκ‐
20τικῶς. ‹ἄριστον› μὲν γὰρ οἱ εἰσαγωγικοὶ λόγοι ἢ ἠθικοὶ ἢ τὰ παλαιὰ λόγια, ‹δεῖπνον› δὲ οἱ ἐν προκοπῇ λόγοι μυστικοὶ ἢ οἱ τῆς νέας διαθήκης. ‹ἀνά‐ στασιν› δὲ ‹δικαίων› ἐνταῦθα λέγει, ἣν Ἰωάννης πρώτην ἐν 〈τῇ〉 Ἀπο‐
καλύψει φησίν.317

210

[Εἰκὸς δή που τὸν ἄνθρωπον—οἰκονομίας. πολυπραγμονή‐ σωμεν δέ· τίς εἴη—τὴν κλῆσιν.] —Καὶ ‹ἄνθρωποσ› μὲν ἀπὸ φιλανθρωπίας ἀναγορευόμενος ὁ θεὸς καὶ πατὴρ τοῖς μήπω δυναμένοις φαγεῖν ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὡς ‹ἄνθρωπος δεῖπνον› ποιεῖ· καὶ
5‹μέγα›· ὑπερβέβηκε γὰρ τὸ ‹ἄριστον›· ἄριστον μὲν γὰρ οἱ εἰσαγωγικοὶ λόγοι ἢ ἠθικοί· ἢ τὰ παλαιὰ λόγια· ‹δεῖπνον› δὲ οἱ ἐν προκοπῇ λόγοι μυστικοί· ἢ οἱ τῆς νέας διαθήκης· ὥρα δὲ ‹τοῦ δείπνου› ἡ παρουσία αὐτοῦ· δοῦλος δὲ ἀποστελλόμενος ὁ Χριστὸς διὰ τὸ εἰς πάντων κλῆσιν δουλεῦσαι τῷ πατρί· ‹οὐ γὰρ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι› καί· ‹ἐγώ εἰμι ἐν μέσῳ
10ὑμῶν ὡς ὁ διακονῶν›, ‹μορφὴν δούλου λαβών›.

211

Ἐκλήθησαν μὲν ὡς ἐντρεχεῖς ἀπὸ φύσεως, τρισὶ δὲ τρόποις ἀποπίπτουσι τῆς κλήσεως, φαντασίᾳ δογμάτων κρεισσόνων ὡς νοητῶν, διώξει αἰσθητῶν καὶ οὐ νοητῶν, φιληδονίᾳ. οἱ μὲν γὰρ ἀγρὸν ἀγοράσαντές εἰσιν, οἳ καὶ παραι‐
τοῦνται τὸ δεῖπνον, οἳ παραλαβόντες δόγματα ἕτερα τῆς θειότητος πολλὴν318
5ἔχοντα πιθανότητα καὶ ποικιλίαν τοῦ λόγου, οἳ καὶ καταφρουνοῦσι τοῦ ἀγροῦ, τοῦ ἔχοντος ἐν ἑαυτῷ ‹θησαυρὸν› καὶ δυνάμεις. ὁ οὖν μὴ ἰδὼν μηδὲ δοκι‐ μάσας ὃν ἐκτᾶτο λόγον, διὰ τὸ προειλῆφθαι ἐξ ἀνάγκης καὶ οὐχ ἑκουσίως, ἐξέρχεται ἐκ τοῦ δείπνου καὶ τοῦ κεκληκότος, τάχα δὲ καὶ ἑαυτοῦ. τὸ δέ· ‹ἐρωτῶ σε› φασίν, ὡς λόγῳ μόνῳ αἰδούμενοι τὸν κεκληκότα.

212

Ὁ δὲ ζεύγη βοῶν ἀγοράσας πέντε οὐδ’ οὕτως ἐδοκίμασεν ἐξ ἀρχῆς ἃ ἐώ‐ νηται· ἔστι δὲ ὁ τῆς νοητῆς καταφρονῶν φύσεως, περὶ δὲ τὰ αἰσθητὰ φιλο‐ σοφῶν ὡς Ἰουδαῖοι Ἐβιωναῖοι· οὐχ ἑπτὰ ἑπτὰ ὡς καθαρὰ λαμβάνων αὐτά, δύο δὲ δύο ὡς τὰ ἀκάθαρτα εἰσῆλθεν εἰς τὴν κιβωτόν, τοῦ σωτῆρος κτί‐
5ζοντος ‹εἰς ἕνα καινὸν ἄνθρωπον τοὺς δύο› καὶ λέγοντος· ‹ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν›. εἰ δὲ δύο ἀριθμός ἐστι ὕλης, οὗτος καὶ τὰ αἰσθητὰ καὶ τὰ ὑλικὰ τιμᾷ. διὸ καὶ οὗτος παρῄτηται τὸ νοητὸν δεῖπνον· ὅθεν καὶ ἔν τισιν ἀντὶ τοῦ· ‹ἐρωτῶ σε› ‹καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν› κεῖται. οἱ γὰρ αἱρῶντες τὰ αἰσθητά φασι μὴ δύνασθαι ἀσώματον καταλαβεῖν. ὁ δὲ ἕτερός
10ἐστιν ὁ εἰπών· ‹γυναῖκα ἔγημα›, ὁ δοκῶν εὑρηκέναι σοφίαν καὶ ταύτης κοινωνήσας παραιτούμενος τὴν ἀληθῆ ἢ ὁ τῇ σαρκὶ ἑνούμενος, φιλήδονος
μᾶλλον ἢ φιλόθεος· ‹οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται›.319

213

Τὸ μὲν οὖν ὁλοσχερὲς τῆς παραβολῆς οὕτως. Ἐκλάβοις δὲ καὶ ἄλλως κατὰ τὸν τόπον. Ὅσον ἄνθρωποί ἐσμεν expl. ἐν συναγωγῇ θεῶν.

214

Οὗτοι τὰ ἔθνη εἰσὶν ἐν πλατείαις μὲν ὡς τὴν εὐρύχωρον βαδίζοντες ὁδόν, βιοῦντες ἄνευ διδαχῆς καὶ δογμάτων· ἐν δὲ ῥύμαις οἱ συστέλλοντες τὴν κακίαν οἵᾳ δήποτε προφάσει· πόλις δὲ νῦν ὁ περίγειος κόσμος· πτωχοὶ δὲ καὶ ἀνάπηροι καὶ τυφλοὶ ‹τὰ μωρὰ τοῦ κόσμου καὶ ἀγενῆ καὶ ἀσθενῆ›. οἱ δὲ
5λοιποὶ οἱ ἐξ ἐσχάτων ἀπὸ τῶν ὁδῶν καὶ φραγμῶν καλούμενοι τρίτοι οὗτοί εἰσιν αἱ ἐν Ἅιδου ψυχαὶ—πολλοὶ γὰρ ὁδοὶ τῶν ἐξελθόντων τὸν βίον τοῦτον —αἷς ἐκήρυξε μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος ὁ σωτήρ· φιλάνθρωπος δὲ ὢν ἀνάγκῃ προσάγει τοὺς οὐκέτι αὐτεξουσίους.

215

Ὁ πύργος ἀνάστημα ἔχων καὶ δίαρμα καὶ ὕψος εἴη ἂν ὁ περὶ θεοῦ λόγος· αἰνίττεται οὖν διὰ τῆς παραβολῆς, ὅτι μέλλων θεολογεῖν σκόπησον εἰ δύνασαι ἀρξάμενος. πάντα ἀπαιτεῖ ὁ λόγος εἰς θεολογίαν τελειῶσαι, ἵνα μὴ ἀρξά‐ μενος τῶν τῆς θεοσεβείας δογμάτων ἀτελῆ καταλίπῃς τὸν περὶ θεοῦ λόγον
5καὶ στεφάνην αὐτῷ μὴ ἐποικοδομήσῃς· εἰ γὰρ στεφάνην οὐκ ἐπῳκοδόμησεν,
πεσεῖταί τις ἀπὸ τοῦ πύργου καὶ ἀποθανεῖται.320

216

Νοήσεις δὲ καὶ οὕτως τὸ ἐπιθυμεῖν, κορεσθῆναι τὸν ἄσωτον ἐκ τῶν κερατίων. ἡ λογικὴ φύσις ἐν ἀλογίᾳ γενομένη ἐπιθυμεῖ, κἂν μὴ ἐν κρείττοσι λόγοις, ἐν ὁποίοις γοῦν καταντῆσαι. ἐπεὶ δὲ τὰ κεράτια γλυκάζει μὲν καὶ πιαίνει τὸ σῶμα, τῷ δὲ σκυβάλῳ οὐ δίδωσιν ὁδόν, εἶεν ἂν ταῦτα φιλοΰλων καὶ
5φιλοσωμάτων λόγοι πιθανοί, τὴν ἡδονὴν λεγόντων ἀγαθόν, ‹κνηθομένων τὴν ἀκοὴν καὶ ἐπὶ τοὺς μύθους ἐκτρεπομένων›. ‹καὶ οὐδεὶς ἐδίδου›· τοῖς γὰρ εὐφυέσι τὰ σαθρὰ μαθήματα οὐ παραδιδόασιν οἱ φαῦλοι, ἵνα μὴ ἐλέγ‐ χωνται. ἄλλως τε οἱ τῶν ἔξωθεν λόγοι ἄτροφοι καὶ τὸ χωρητικὸν καὶ ἀναδοτικὸν τῶν λογικῶν τροφῶν ἐμπλῆσαι οὐ δύνανται.

217

Καταλιπὼν τὰ οὐράνια προσέθηκα τὸ ἀσεβῆσαι πρός σε· τὴν ἀνθρωπίνην ἀθλιότητα δείκνυσιν ὁ λόγος ἱστορικῶς διηγούμενος τὴν ἀποφοίτησιν αὐτοῦ καὶ τὴν ἀτοπίαν. οὐ πρότερον δὲ αὐτὸν ἐπανάγει πρὸς τὴν ἐξ ἀρχῆς εὐκληρίαν, πρὶν αἴσθησιν αὐτὸν τῆς παρούσης λαβεῖν συμφορᾶς καὶ εἰς ἑαυτὸν ἐλθεῖν
5καὶ μελετῆσαι τὰ τῆς μεταμελείας ῥήματα· φησὶ γὰρ ‹ἥμαρτον› καὶ τὰ ἑξῆς, οὐκ ἂν προσθεὶς τῇ ἐξομολογήσει τὴν ‹εἰς τὸν οὐρανὸν› ἁμαρτίαν, μὴ πεπεισμένος ἑαυτοῦ πατρίδα εἶναι τὸν οὐρανόν, ὃν καταλιπὼν ἐπλημ‐ μέλησεν. διὰ τοῦτο καὶ εὐπρόσιτον αὐτῷ τὸν πατέρα ἡ μελέτη τῆς τοιαύτης ἐξομολογήσεως ἀπεργάζεται ὥστε καὶ προσδραμεῖν αὐτῷ καὶ φιλήματι τὸν
10τράχηλον δεξιώσασθαι.

218

Εἰ δὲ χρὴ τὸν τόπον καὶ ὑψηλότερον θεωρῆσαι, προκατάρχεται λόγων ἠθικῶν μὲν οἷον τροφῆς ἐν τῷ ‹φαγόντεσ›, ἐποπτικῶν δὲ οἷον ποτοῦ ἐν
τῷ ‹εὐφρανθῶμεν›· ‹οἶνοσ› γὰρ ‹ἀρχὴ εὐφροσύνησ›, ὡς γέγραπται.321

219

Τὸ τῆς ‹συμφωνίασ› ὄνομα κυρίως τάσσεται ἐπὶ τῶν κατὰ μουσικὴν ἐν φωναῖς ἁρμονιῶν· καὶ εἰσί γε παρὰ τοῖς μουσικοῖς φθόγγοι φθόγγοις σύμφωνοι καὶ ἄλλοις διάφωνοι. οἶδε δὲ καὶ ἡ εὐαγγελικὴ γραφὴ τὸ ὄνομα ἐπὶ τῶν κατὰ μουσικὴν 〈ἁρμονιῶν〉 τεταγμένον, ὡς ἐνταῦθα. ἀλλὰ καὶ ἐν τῇ τοῦ
5Δανιὴλ βίβλῳ ἀναγέγραπται κελεύων ὁ Ναβουχοδονοσόρ, ἡνίκα ἂν ἀκούσωσιν οἱ ἡθροισμένοι ‹τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντας προσκυνεῖν τῇ εἰκόνι τῇ χρυσῇ›. ‹ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέ‐ λαβον›· ὑγιαίνοντα ὡς ἀποβαλόντα τὴν νόσον διὰ τῆς μετανοίας.

220

Ἐπεὶ δὲ ἀρετὴν εἶναι τὴν φρόνησιν expl. οὐρανοὺς ἡτοίμασεν ὁ κύριος.

221

Μία κεραία οὐ παρ’ Ἕλλησι μόνον ἐστὶ τὸ ἰῶτα, ἀλλὰ καὶ παρ’ Ἑβραίοις τὸ παρ’ αὐτοῖς καλούμενον ἰώθ. δύναται δὲ τὸ ‹ἰῶτα ἓν ἢ μία κεραία› συμ‐ βολικῶς λέγεσθαι ὁ Ἰησοῦς, ἐπείπερ ἡ ἀρχὴ τοῦ ὀνόματος αὐτοῦ οὐ παρ’ Ἕλλησι μόνον, ἀλλὰ καὶ παρ’ Ἑβραίοις ἀπὸ τοῦ ἰὼθ γράφεται· καὶ ἔστιν
5οὕτως τὸ ‹ἰῶτα ἓν ἢ μία κεραία› ὁ Ἰησοῦς, ὁ λόγος τοῦ θεοῦ ἐν τῷ νόμῳ, οὐ παρερχόμενος αὐτόν, ‹ἕως ἂν πάντα γένηται›, καὶ οὐχὶ πίπτων· πίπτει γὰρ ἐπὶ σωτηρίᾳ, ἵνα ‹καρπὸν πολὺν› φέρῃ, ἀλλὰ πίπτων εὐκοπωτέρου ὄντος ‹τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν› ἢ περὶ τοῦτον ἐν τῷ νόμῳ τυγχάνοντα ‹μίαν κεραίαν πεσεῖν›· ‹πεσὼν› δὲ ‹εἰς τὴν γῆν› ἀπέθανεν, ἵνα
10πλείονα καρπὸν φέρῃ, οὐ νικηθείς, ἀλλὰ ‹ταπεινώσας ἑαυτὸν καὶ γενόμενος
ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ›.322

222

‹Ἄνθρωπός τις ἦν πλούσιοσ›· ἐπειδὴ οὐκ ἐδόκει κρεῖττον εἶναι κατὰ τὸ Σολομώντειον ‹ὄνομα καλὸν ἢ πλοῦτον πολύν›, ἀλλὰ τοὐναντίον πλοῦτον ἔχειν πολὺν ἢ ὄνομα καλόν, διὰ τοῦτο ἐξ ὧν ἠγαπήκει καλεῖται, πλούσιος προσα‐ γορευόμενος, οὐχ ὅσιος οὐδὲ δίκαιος· ὁ δὲ πένης ἅτε μηδὲν ἔχων 〈ἐν〉
5τῷ κόσμῳ τούτῳ ψιλῷ ὀνόματι Λάζαρος καλεῖται. ἀλλ’ ὅρα πῶς τοῦ πλουσίου τὰ χαρακτηριστικὰ τίθησιν ὁ πάντων σωτὴρ ἰδιώματα· ‹καὶ ἐνεδιδύσκετο›, γάρ φησιν, ‹πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶσ›· καὶ οὐδὲ τὸ κύριον αὐτοῦ τίθησιν ὄνομα, ἀλλ’· ‹ἄνθρωπός τις ἦν› φησίν, ἵν’ ἐν τῷ κοινῷ μὲν φέρῃ τὸ ἄδηλον, ἐν τῷ ἀδήλῳ δὲ τὸ κοινὸν εἰσάγῃ καθυβρι‐
10ζόμενον. ἀλλ’ ἐπὶ τῶν δικαίων οὐχ οὕτως, ἀλλὰ πῶς; ‹ἄνθρωπός τις ἦν›, φησίν, ‹ἐν χώρᾳ τῇ Αὐσίτιδι, ὄνομα αὐτῷ Ἰώβ›, καὶ ‹ἄνθρωπος ἦν ἐν Ἱερου‐ σαλήμ, ᾧ ὄνομα Συμεών›. ὅτου χάριν; ὅτι περὶ μὲν τοῦ ἐπάγει· ‹καὶ ἦν ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, ἄκακος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπε‐ χόμενος ἀπὸ παντὸς πονηροῦ πράγματοσ›, περὶ δὲ τοῦ· ‹καὶ ὁ ἄνθρωπος
15οὗτος δίκαιος καὶ εὐλαβὴς προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα θεοῦ ἅγιον ἦν αὐτῷ›. ἦν μὲν γὰρ καὶ Ἰὼβ πλούσιος, ἀλλ’ οὐ τρυφῇ καὶ ἀσπλαγχνίᾳ συζῶν, ἀλλὰ φιλοστόργῳ γνώμῃ παντὶ ἐνδεεῖ ὁ οἶκος αὐτοῦ ἠνέῳκτο, καὶ ἀδικῶν μὲν οὐδένα, ἀδικουμένοις δὲ μᾶλλον βοηθῶν καὶ χήραις καὶ ὀρφανοῖς τὰ πρὸς ζωὴν χορηγῶν· 〈ταῦ〉τα γὰρ τὰ τῶν δικαίων πλουσίων
20δικαιώματα.323

223

Ἠβουλήθη τις ἀθετῆσαι τὴν περὶ τοῦ πλουσίου καὶ τοῦ πένητος διήγησιν κατ’ ἄγνοιαν τοῦ εὐαγγελίου οὕτως ἐπαπορῶν· εἰ γὰρ ἀνέκειτό, φησιν, εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ Λάζαρος, ἕτερος πρὸ τοῦ τοῦτον ἐξελθεῖν τὸν βίον ἀνέκειτο ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰμ καὶ πρὶν ἐκεῖνον ἄλλος, ἀλλὰ καὶ
5ἄλλου, φησίν, δικαίου ἐξελθόντος ὁ πτωχὸς ὑπαναστήσεται. οὐ γὰρ ἑώρα τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ περὶ τούτων ἐπαπορῶν, καὶ ὅτι δυνατόν ἐστι μυρίους ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰμ ἅμα ἀναπαύεσθαι κοινωνοῦντας τῶν ἀποκαλυφθέντων αὐτῷ. καὶ γὰρ καὶ Ἰωάννης ὁ ἀγαπητός, εἰ καὶ κατὰ τὴν ἱστορίαν ἐν τῷ δείπνῳ ‹εἰς τὸν κόλπον τοῦ Ἰησοῦ› ἀνέκειτο, τοῦ γέρως τούτου
10ἀξιωθεὶς ὡς ἐξαιρέτου ἀγάπης κριθεὶς ἄξιος τῆς παρὰ τοῦ διδασκάλου, ἀλλὰ τοῦτο συμβολικῶς παρίστησιν, ὅτι τῷ λόγῳ Ἰωάννης ἀνακείμενος καὶ τοῖς μυστικωτέροις ἐναναπαυόμενος, ἀνέκειτο ἐν τοῖς κόλποις τοῦ λόγου, ἀνάλογον τῷ καὶ αὐτὸν εἶναι τὸν ‹μονογενῆ› λόγον ‹ἐν τοῖς κόλποις τοῦ πατρόσ› ἀναγεγράφθαι.

224

Καί γε τοὺς περὶ λέπρας νόμους expl. ἡ λέπρα ἐξαφανισθῇ.

225

Δύναται δὲ σημαίνεσθαι καὶ τὰ δύο expl. ὡς ἀνάξια ἀφιεμένη. οἱ δ’ ἐν τῷ κατὰ Ματθαῖον δύο ἐν τῷ ἀγρῷ, ὁ τοῦ σπουδαίου νοῦς καὶ ὁ τοῦ φαύλου,
ἕτεροι τούτων εἰσίν.324

226

Ἐξελέγχεται δὲ ἐν τῷ λόγῳ Μαρκιωνιστῶν [τε] παράνοια [καὶ Μανιχαίων], οἳ τὸν νόμον ἀλλότριον εἶναί φασι Χριστοῦ. φησὶ γὰρ ὁ Μᾶρκος, ὅτι ‹ἐμ‐ βλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτόν›· οὐκ ἂν δὲ ἐπὶ τῇ τοῦ ἀλλοτρίου πληρώσει ἠγάπησε τὸν περὶ ταύτης παρρησιασάμενον. ζήτησιν δὲ κινεῖ,
5πῶς ἠγαπήθη ὁ μὴ μέλλων ἀκολουθεῖν ἐπὶ τὴν ζωήν. ἔστι δὲ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας, καὶ ταῦτα ἐκ νεότητος, τῇ δὲ πρὸς τὸ τέλειον ὀλιγωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην οὐκ εἴασε γενέσθαι τελείαν, ὥσπερ οὐδὲ τὴν τελειότητα ἐδέξατο. διόπερ ὁ Παῦλος ἀτελὲς ἅπαν τὸ ἐν νόμῳ καταλαβὼν ἐπὶ τὴν τελειότητα ἔσπευσεν.

227

‹Ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν› ὁ Χριστὸς μετὰ τὴν ἀνάληψιν· ὑποστρέφει δὲ ἐν τῇ δευτέρᾳ παρουσίᾳ· ὅρα δὲ εἰ δύνανται οἱ δέκα δοῦλοι εἶναι οἱ δέκα ἀπόστολοι· Ἰούδαν γὰρ προδότην ὑπεξαιροῦμεν καὶ ‹Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου› οὐ πραγματευσάμενον διὰ τὸ τάχιον
5ἀνῃρῆσθαι ὑπὸ Ἡρώδου ‹μαχαίρᾳ›.

228

Ὑπὲρ γὰρ ὅλου τοῦ βίου ἡμῶν οἱ πάντες κριθησόμεθα τότε, ἡνίκα λόγου συναιρομένου ἀχθήσεται εἰς μέσον καὶ ‹πᾶν ῥῆμα ἀργόν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι›, ἀλλὰ καὶ εἴ ποτέ τις ‹ἐπότισε ποτήριον ὕδατος ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ›. καὶ ταῦτα ἔσται, ἡνίκα τὸ παρὰ τῷ Δανιὴλ γεγραμμένον
5γένηται, τό· ‹βίβλοι ἀνεῴχθησαν, καὶ κριτήριον ἐκάθισεν›· οἱονεὶ γὰρ πάντων τῶν λελαλημένων ἡμῖν καὶ τῶν πεπραγμένων καὶ τῶν νενοημένων ἀναγραφή τις γίνεται, καὶ θείᾳ δυνάμει πᾶν κρυπτὸν ἡμῶν φανερωθήσεται καὶ πᾶν
κεκαλυμμένον ἀποκαλυφθήσεται· ‹τοὺς γὰρ πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ325
10σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε φαῦλον›. μηδεὶς δὲ οἰέσθω μακρῶν τινων αἰώνων δεήσειν τῷ τοσούτῳ τῶν πάντων καὶ ὑπὲρ πάσης τῆς ἐνταῦθα ζωῆς λογοθεσίῳ· ἀθρόως γὰρ βουληθεὶς ὁ θεὸς ἀναρριπίσαι ἐν ταῖς πάντων μνήμαις τὰ παρ’ ὅλον τὸν βίον γεγενημένα καλὰ ἢ φαῦλα ποιήσει τοῦτο ἀφάτῳ δυνάμει καὶ ὑπομνήσει ἕκαστον ὧν ἔπραξεν, ἵνα
15συναισθηθέντες ὧν πεποιήκαμεν καταλάβωμεν, δι’ ἃ κολαζόμεθα ἢ τιμώμεθα. τολμητέον γὰρ καὶ λεκτέον, ὅτι ὁ τῆς προσδοκωμένης κρίσεως καιρὸς οὐ δεῖται χρόνων· ἀλλ’ ὡς ἡ ἀνάστασις γίνεσθαι λέγεται ‹ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ›, οὕτως οἶμαι καὶ ἡ κρίσις. ἐν ταύτῃ μὲν οὖν τῇ παραβολῇ δέκα δοῦλοι εὑρίσκονται δέκα λαβόντες μνᾶς, ἕκαστος ἀνὰ μίαν, ἐν ἑτέρᾳ δὲ ὁ μὲν
20πέντε τάλαντα, ὁ δὲ δύο, ὁ δὲ ἕν· ἀλλαχοῦ δὲ ὀφείλεται ὁ μὲν πεντακοσίων, ὁ δὲ πεντήκοντα δηναρίων. εἴ τις δὲ κατανοήσει τὸ ποικίλον τῆς ἀνθρωπίνης ψυχῆς καὶ τὰς πολλῷ διαφερούσας ἀλλήλων εὐφυΐας καὶ ἀφυΐας εἰς πλείονας τῶν ἀρετῶν ἢ ἐλάττονας, καὶ τάσδε τὰς ἀρετὰς ἢ τάσδε, τάχα ἂν ἐννοήσαι, πῶς ἑκάστη ψυχὴ ἐλήλυθε, μετὰ τίνων τοῦ οἰκοδεσπότου νομισμάτων ἀνα‐
25φαινομένων μετὰ τῆς τοῦ λόγου συμπληρώσεως καὶ τῆς ἑξῆς τῇ συμπλη‐ ρώσει τοῦ λόγου ἐπιμελείας καὶ ἀσκήσεως πρὸς τὰ δέοντα.

229

Ὅρα ὅτι οὐ πάντῃ ἀπέκλεισε τὸν πλούσιον expl. καὶ τὰ τῆς λογι‐ ζομένης.

230a

Ἐκεῖνα δεῖ ἀποδιδόναι Καίσαρι, τὰ μηδὲν τὴν εὐσέβειαν παραβλάπ‐ τοντα· εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν βασιλεῦσιν ὑποτάσσεσθαι προσετά‐ γημεν καὶ πάσῃ ἀρχῇ ὑπερεχούσῃ.

230b

καὶ ἁπλῶς εἴ τι μὲν ἀπάτης εἴδωλον, τοῦτο τῷ δημιουργῷ τῆς κακίας ἐπιρριπτέον, εἴ τι δὲ ἀρετῆς σύμβολον, τοῦτο θεῷ ἀναθετέον·
τὸ δὲ ἐντελὲς ἐν τῷ Ματθαίῳ εἴρηται.326

231

‹Ἄρατε οὖν›, φησὶν τοῖς παρεστῶσιν, ‹ἀπ’ αὐτοῦ τὴν μνᾶν›, τοῦτ’ ἔστιν τὴν χάριν τοῦ ἁγίου πνεύματος, ἐπειδὴ οὐ δύναται ταύτην ἔχων κολασθῆναι εἰ μὴ πρῶτον ταύτης γυμνωθῇ, ‹καὶ δότε τῷ τὰς δέκα μνὰς ἔχοντι›. ἀντι‐ χαρίζεται γὰρ ἡμῖν ὁ θεὸς τὰ ἀγαθὰ μετὰ προσθήκης· τῷ γὰρ ποιήσαντι
5‹τὴν› μίαν ‹μνᾶν› δέκα ἀντεχαρίσατο ‹τὰς δέκα μνᾶσ›, προσθεὶς αὐταῖς καὶ ἄλλην μνᾶν τὴν τοῦ μὴ ἐργαζομένου.

232

Ὁ μὲν γὰρ ἔχων, φησίν, ἀρετὴν ἐκ πόνων καὶ ἱδρώτων καὶ προσθήκην λαμβάνει παρὰ θεοῦ, οἷον 〈τῷ〉 πίστιν ἔχοντι τὴν ἐκ τοῦ ἐφ’ ἡμῖν, δοθήσεται χάρισμα πίστεως, καὶ ἁπλῶς τῷ ἔχοντι 〈τι〉 τῶν ἐκ κατασκευῆς φυσικῶς ἐνυπαρχόντων αὐτῷ βελτιωθὲν προσοχῇ καὶ ἐπιμελείᾳ τὸ ἐνδέον ἀπὸ θεοῦ
5δοθήσεται· ὁ δὲ πονηρὸς καὶ μὴ μεταδιδοὺς εἰς πολλοὺς λόγον, οὗτος ἀποστερεῖται, οὗ εἶχεν, καὶ τιμωρεῖται.

233

Οἱ δύο μαθηταὶ ἤτοι Πέτρος καὶ Παῦλος expl. εἰς τὴν Ἱερουσαλήμ.327

235

Ἔργον γάρ ἐστι τῶν λυόντων τὸν δεδεμένον πῶλον μαθητῶν ἀγαγεῖν λελυ‐ μένον πρὸς τὸν Ἰησοῦν καὶ τὰ ἑαυτῶν ἱμάτια, ἐν οἷς ἐκοσμοῦντο, τοῦτ’ ἔστι τὰς πράξεις καὶ τοὺς λόγους, τὰ πλείονα ἐπιρρῖψαι τῷ πώλῳ καὶ μετὰ ταῦτα ἐπιβιβάσαι καὶ ἐνιδρύσαι αὐτῷ τὸν Ἰησοῦν καὶ πάλιν ὑποστρῶσαι
5τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ, ἵν’ ἱματίων μαθητικῶν ἐπιβαίνῃ ὁ λελυμένος πῶλος, ᾧ ἐπιβέβηκεν ὁ Ἰησοῦς.

236

Τοῦ μὲν γὰρ πλήθους ‹τῶν μαθητῶν μεγάλῃ› αἰνούντων ‹φωνῇ τὸν θεὸν› σιωπῶσιν οἱ λίθοι· σιωπησάντων δὲ τοῦ πλήθους τῶν μαθητῶν, ὅπερ, ‹ἐὰν ἔλθῃ ἡ ἀποστασία›, γίνεται, ‹οἱ λίθοι› κεκράξουσιν.

237a

Λίθοι δὲ ποῖοι ἢ οἱ μὴ γενόμενοι τέκνα τοῦ Ἀβραάμ;

237b

Τίνες δὲ οἱ λίθοι, περὶ ὧν εἴρηται μὴ ἀδυνατεῖν τῷ θεῷ ‹ἐκ τῶν
λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ›;328

238a

Ἐν τῇ ‹ἀπὸ μέρουσ› πωρώσει τοῦ Ἰσραὴλ γενομένῃ, ἕως ‹τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ›, κρύπτεται μὲν ἀπὸ ὀφθαλμῶν τῆς Ἱερουσαλὴμ ‹τὰ πρὸς εἰρήνην› αὐτῇ, δι’ ὃ οὐκ ἔγνω αὐτὰ καὶ τοῦτο ἐν τῇ τῆς Ἰησοῦ ἐπιδημίας ἡμέρᾳ· ἔρχονται δὲ ἡμέραι ἐπ’ αὐτὴν ὅτε ‹παρεμβαλοῦσιν οἱ ἐχθροὶ› αὐτῆς
5‹χάρακα› ἐπ’ αὐτῆς καὶ τὰ ἑξῆς.

238b

ὁ δὲ νοῦς τοῦ ῥητοῦ· ἐπειδὴ οὐκ ἔγνως τὴν εἰρήνην σου, ἐμέ, οὕτως παρε‐ δόθης τοῖς ἐχθροῖς σου· νῦν δὲ ἐπειδὴ εἰρήνη ‹ἀπεκρύβη ἀπὸ τῶν ὀφθαλμῶν σου›· καὶ οὐδὲν εἰρηνικὸν φρονεῖς οὐδὲ ἀγαπᾷς τὸ γινόμενον, ἀλλὰ πρὸς ἀντι‐ λογίαν βλέπεις, ‹ἥξουσιν ἡμέραι ἐπί σε›, ἐν αἷς σου κυριεύσουσιν ‹[οἱ] ἐχθροί
5σου› καὶ πρὸ τῶν αἰσθητῶν οἱ νοητοί· ἑάλωσαν γὰρ ἔξωθεν μὲν ὑπὸ Ῥω‐ μαίων, ἔσωθεν δὲ ὑπὸ τῶν ἀκαθάρτων δαιμόνων. μετὰ γὰρ τριάκοντα πέντε ἔτη τῆς ἀναλήψεως τοῦ Χριστοῦ ἑάλω ἡ πόλις ὑπὸ Ῥωμαίων.

239

Ἴδιον δὲ πωλούντων τὸ μὲν ἀπὸ τῆς τέχνης τοῦ θεοῦ διδόναι ἢ καὶ τὰ ἄλλως εἰς τὸν βίον χρήσιμα, τὰ δὲ ἀνθρώπων καθ’ ἑαυτὰ εἰς οὐδὲν χρήσιμα λαμ‐
βάνειν.329

240

Φασὶ γὰρ ἑπτὰ ἀδελφοὺς μιᾷ γυναικὶ γάμου νόμῳ συναφθῆναι, δηλονότι ἑνὶ ἑκάστῳ αὐτῶν τοῦ ἑτέρου ἀποβιοῦντος νομίμως συναπτομένη· ἔσχατον δέ φασι καὶ τὴν γυναῖκα ἀποθανεῖν.

241

Τὸ ‹ὡς ἄγγελοι τοῦ θεοῦ ἐν οὐρανῷ› 〈φησιν〉, οὐχ ὅτι τοὺς ἀνθρώπους ἔσεσθαι ἐν οὐρανῷ λέγει, ἀλλ’ ὡς τοὺς οὐρανίους ἀγγέλους, καθὰ δὴ καὶ Μᾶρκος ἔφρασε λέγων· ‹ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖσ›· ὥσπερ γὰρ τὸ ἀγγελικὸν πλῆθος πολὺ μὲν ὄν, οὐ μὴν ἐκ γενέσεως αὐξηθέν, ἀλλ’
5ἐκ δημιουργίας ὑπάρχον, οὕτω δὴ καὶ τὸ ἀνιστάμενον πλῆθος.

242

Ἴσμεν δέ, ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ Μαρκίωνος καὶ Οὐαλεντίνου ἔτι διαμάχονται εἰς ψυχὰς ἀνάγοντες τὸν λόγον· ταύτας γὰρ ζῆν καὶ περὶ τούτων εἰρηκέναι τὸν κύριον ὡς τούτων ὄντος θεοῦ τοῦ θεοῦ. οὐδέπω δὲ Σαδδουκαίοις περὶ ψυχῶν ἦν ἡ ἀντιλογία, ἀλλὰ περὶ σωμάτων, ὥστε περὶ
5τούτων ἡ ἀπόκρισις. λέγεται δὲ τότε ἀνίστασθαι ὁ νεκρός, ὅτε μετὰ σώ‐ ματος ἡ ψυχή, οὐχ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς διαλελυμένης, ἀλλ’ ὡς ἀπρακ‐ τούσης καὶ τὰ τῆς ζωῆς ἴδια, ὅσα μετὰ σώματος, οὐκ ἐχούσης· ἓν γάρ τι τὸ συναμφότερόν ἐστιν, ἄνθρωπος καὶ ἡ ζωὴ κοινή, καὶ ἑκατέρων δεῖ πρὸς
τὸ τὴν ἐκ θανάτου ζωὴν πάλιν συστῆναι.330

245

Διὰ τί δὲ εἶχον ἀνάγκην ἀπολῦσαι ἕνα κακοῦργον κατὰ τὴν ἑορτήν; εἰκὸς ἄρτι ὑποσπόνδων γενομένων Ῥωμαίοις Ἰουδαίων τὸ κεχαρισμένον αὐτοῖς ἐν τῇ ἑορτῇ συγχωρεῖσθαι. καὶ Σαοὺλ δὲ συγχωρήσας τῷ λαῷ τὸν Ἰωνάθαν δηλοῖ πάτριον αὐτοῖς τὸ τοιοῦτο.

246

Οἱ τὰ λῃστῶν φρονοῦντες καὶ ποιοῦντες Ἰουδαῖοι καὶ ‹λῃστῶν σπήλαιον› τὸν οἶκον τοῦ θεοῦ πεποιηκότες καὶ διὰ τοῦτο ἐξ αὐτοῦ ὑπὸ τοῦ Ἰησοῦ ἐκβληθέντες περὶ μὲν τοῦ λῃστοῦ Βαραββᾶ ἐβόων· ‹ἀπόλυσον ἡμῖν τὸν Βαραββᾶν›, περὶ δὲ τοῦ τῆς οἰκουμένης σωτῆρος· ‹σταύρου, σταύρου αὐτόν›.
5διόπερ μέχρι σήμερον οἱ Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν—οὐ γὰρ πεπιστεύ‐ κασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ—, ἔχουσι δὲ μεθ’ ἑαυτῶν τὸν ἀπὸ ‹τῶν πνευ‐ ματικῶν τῆς πονηρίασ› Βαραββᾶν τὸν λῃστήν, ὃν ἤδη κεκρατημένον καὶ εἰς φυλακὴν βεβλημένον καθ’ ἑαυτῶν ἠξίωσαν ἀπολυθῆναι. διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων Βαραββᾶς ὁ λῃστής.331

247

Ὁ μὲν Ματθαῖος παρατρέχων εἶπεν expl. ‹ἐν τῷ παραδείσῳ›.

248

Οὕτως δέ τινας ἐτάραξεν ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε αὐτοὺς τολμῆσαι ὑπονοῆσαι προστεθεῖσθαι τῷ εὐαγγελίῳ ὑπό τινων ῥᾳδιουργούντων αὐτὸ τό· ‹σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ›· ἡμεῖς δέ φαμεν ἁπλούστερον μέν, ὅτι τάχα, πρὶν ἀπελθεῖν εἰς τὴν λεγομένην καρδίαν τῆς γῆς, ἀποκατ‐
5έστησεν εἰς τὸν παράδεισον τοῦ θεοῦ τὸν πιστεύσαντα λῃστήν.

249

Περὶ ταύτης τῆς ἐκλείψεως expl. ἐκρεμάσθη τῆς ἕκτης ἡμέρας, ἵνα τὸν ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγονότα καὶ τῇ ἕκτῃ ὥρᾳ τοῦ παραδείσου ἐκπεσόντα
πάλιν ἀνακαλέσηται.332

250

Ἰωάννης μὲν οὖν οὐδὲ ἐμνήσθη τούτου, Ματθαῖος τε καὶ Μᾶρκος οὔτε ἥλιον οὔτε ἔκλειψιν ὠνόμασεν. Λουκᾶς δὲ εἰπών· ‹τοῦ ἡλίου ἐκλείποντοσ› τάχα τὸ περὶ ἡμᾶς πάθος δηλοῖ, εἴτε σκοτεινῆς νεφέλης ἢ νεφῶν ὑποδραμου‐ σῶν τὰς φθανούσας ἐπὶ τὴν Ἰουδαίαν γῆν ἡλιακὰς ἀκτῖνας ἢ τοῦ ἐκεῖσε
5ἀέρος παχυνθέντος συμπενθοῦντος καὶ αὐτοῦ τῷ γεγονότι, ὥσπερ ἡ περὶ τὴν Ἰουδαίαν γῆ καὶ αἱ πέτραι καὶ τὰ μνημεῖα· πολλαχοῦ γὰρ ἡ γραφὴ πάσαν γῆν τὴν Ἰουδαίαν ὀνομάζει· [τοῦτο δὲ γέγονεν, ἵν’ εἰδεῖεν ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ ἀπηρτημένος τοῦ ξύλου ὁ σύνοπλον τὴν κτίσιν λαβών, ὅτε ‹τοῖς Αἰγυπτίοις πεπολέμηκε δι’ αὐτοὺσ› καὶ τὸ ἡλιακὸν ἐκλέλοιπε φῶς καὶ
10ἁπάσης τῆς αὐτῶν χώρας κατεσκεδάσθη τὸ σκότος].

251

Ἔοικε δέ τι καὶ ἕτερον ὑπεμφαίνειν ἡμῖν τὸ γεγενημένον, τὸ τὰ κρυπτὰ τοῦ νόμου ἐν Χριστῷ διὰ τοῦ πάθους αὐτοῦ ἀποκαλύπτεσθαι· τὸ γὰρ κατα‐ πέτασμα κατακρύπτον ἔσω τὰ ἅγια τῶν ἁγίων ἐνστάντος καιροῦ, καθ’ ὃν ἔδει συστέλλεσθαι τὴν τοῦ νόμου σκιάν, περιρρηγνύμενον ἀνεῳχθῆναι δηλοῖ
5τὰ ἅγια τῶν ἁγίων τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοις δεικ‐ νύντος ὥσπερ αὐτὰ τοῦ θεοῦ τοῖς ἀξίοις, ἵνα λοιπὸν εἴργοντος οὐδενὸς εἰς τὴν ἐσωτέραν τρέχωμεν σκηνήν· δύο δὲ ὄντων καταπετασμάτων τοῦ τε
ἔνδον καὶ τοῦ ἔξω ζητήσεις πότερον ‹ἐσχίσθη›.333

252

‹Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· πάτερ εἰς χεῖράς σου παρα‐ θήσομαι τὸ πνεῦμά μου, καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν›. τοῦτό φησιν τὴν ἡμετέραν ἔκπνευσιν διὰ τῶν ῥημάτων τούτων ἁγιάσαι βουλόμενος, ἵνα καὶ ἡμεῖς τὸν τῇδε βίον ἀπολιμπάνοντες ‹εἰς χεῖρασ› τοῦ ἐπουρανίου πατρὸς
5τὰ πνεύματα παραπέμπωμεν.

253

Αὕτη ἡ φωνή, ἣν ἔκραξεν ἐπὶ τῷ σταυρῷ· ‹εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου›, διδάσκει, ὅτι αἱ τῶν ἁγίων ψυχαὶ οὐκέτι εἰς ᾅδου κατακλείον‐ ται, καθὰ καὶ πρῴην, ἀλλὰ παρὰ τῷ θεῷ εἰσιν, τούτου γεγονότος ὡς ἐν ἀπαρχῇ ἐν Χριστῷ· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν, ἀλλὰ
5ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τὰ ἄνω μετέστησε δι’ ἑαυτοῦ. [ἐπειδὴ γὰρ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, κεκαι‐ νοτόμηκεν ἡμῖν τὸ πέμπεσθαι ‹εἰς χεῖρας θεοῦ ζῶντοσ› τὰς σωμάτων ἀπαλ‐ λασσομένας ψυχάς, καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος· ‹κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου›.] τὸ δὲ ‹παρατίθημι› τὸ ἑκούσιον διδάσκει τοῦ πάθους
10καὶ δείκνυσιν, ὅτι οὐκ ἀπόλλυται· [ἐδήλου γὰρ τὸ ‹παραθήσομαι›, ὅτι πάλιν
αὐτὴν ἀπολήψεται].334

255

Τίς μὲν ἡ δόξα τοῦ σώματος τοῦ κυρίου, ἧς καὶ ὁ Παῦλος μέμνηται, παρε‐ δείχθη τοῖς μαθηταῖς ἐν τῇ μεταμορφώσει ἐπὶ τοῦ ὄρους· ἐπεὶ δὲ ἐχρῆν μετὰ τὴν ἀνάστασιν ἐμφανισθῆναι τοῖς τε ἀποστόλοις καὶ τοῖς πεντα‐ κοσίοις μαθηταῖς εἰς πίστευσιν τῆς ἀναστάσεως, ὡς ἐχώρουν ἰδεῖν, ἐθεάθη·
5[καὶ] ὁποῖον ᾔδεσαν αὐτὸν πρὶν παθεῖν, δεικνὺς αὐτοῖς καὶ τὰς ἐκ τῶν παθῶν οὐλάς. ὅρα δέ, ὅτι καὶ ἀποδημῶν εἰρήνην αὐτοῖς ἀφῆκεν, ὡς ὁ Ἰωάννης ἔγραψεν· καὶ αὖθις ἐπιδημήσας εἰρήνην δίδωσι, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα.

256

[ἑτέρως δέ·] Σίμων καὶ Κλεόπας ὁμολογοῦντες ἐπὶ τοῖς λόγοις τοῦ σωτῆρος τό· ‹ἡ καρδία ἡμῶν καιομένη ἦν› καὶ τὰ ἑξῆς δηλοῦσιν, ὅτι οἱ ἀπὸ ἀγάπης τῆς πρὸς τοὺς ἀκούοντας ὑπὸ τοῦ σωτῆρος ἀπαγγελλόμενοι λόγοι ἐχούσης φλόγα πυρὸς ἔκαιον, ἀνάπτοντες τὴν καρδίαν τῶν ἀκουόντων πρὸς ἀγάπην
5θεοῦ.335

257

Τοιοῦτον δέ τι καὶ περὶ τοῦ Ἀαρὼν ἐν τῷ Λευϊτικῷ γέγραπται, ὅτι ‹ἐξάρας τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν λαὸν ηὐλόγησεν αὐτούσ›. ὑπολαμβάνω δὲ ἐνθάδε αἰνίσσεσθαι τὸν λόγον, ὅτι δεῖ τὸν εὐλογοῦντά τινα κεκοσμῆσθαι ἐν ἔργοις διαφέρουσι καὶ ἐπηρμένοις παρὰ τοὺς πολλούς· αἱ γὰρ χεῖρες Ἀαρὼν ἄνω
5ἐξαίρονται, ὅτε μέλλει εὐλογεῖν τὸν λαόν. ὡς εἴπερ τις κάτω ἔχοι τὰς χεῖρας εἰς τὰ γήϊνα, οὐκ ἂν ἀνύσαι βουλόμενος εὐλογεῖν τινα, ὥσπερ οὐδὲ κάτω κείμεναι αἱ Μωυσέως χεῖρες ὠφέλουν τὸν λαόν, ἀλλ’ ὅτε ἐπήροντο. τούτου σύμβολον ἦν καὶ ἡ ἔπαρσις τῶν χειρῶν τοῦ σωτῆρος· ταῖς γὰρ ὑπὲρ ἄν‐ θρωπον πράξεσιν ὕψωσεν αὑτοῦ τὰς χεῖρας καὶ ἔσωσε τοὺς πιστεύοντας.
10τάχα τοίνυν πᾶς ὁ ταῖς πράξεσιν ἐπηρμένος ἐσταύρωται, καὶ κατὰ τοῦτο ἔλεγε Παῦλος· ‹ἐγὼ κόσμῳ ἐσταύρωμαι κἀμοὶ κόσμοσ›, τοῦτ’ ἔστιν· νενόηταί μοι ὁ λόγος ὁ περὶ κόσμου καὶ ἐπῆρται καὶ οὐκέτι κεῖται κάτω· τῷ γὰρ μὴ συνέντι τὸν λόγον τῆς κοσμοποιΐας ὁ λόγος οὐκ ἐσταύρωται. καλὸν γὰρ εἶναι ἡγοῦμαι τὸ μυστικῶς σταυροῦσθαι, ὃ καὶ Παῦλος πέπονθε,
15Χριστῷ συνεσταυρωμένος, καὶ ὁ κόσμος ἔσχεν ὡς πρὸς τὸν Παύλου νοῦν ἐπηρμένος καὶ νενοημένος αὐτῷ. ἄλλως δὲ ἐπαίρει τὰς χεῖρας ὁ κύριος,
δύναμιν τάχα τοῖς μαθηταῖς ἐντιθεὶς διὰ τῆς εὐλογίας.336