TLG 2042 016 :: ORIGENES :: Homiliae in Lucam

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Homiliae in Lucam

Source: Rauer, M. (ed.), Origenes Werke, vol. 9, 2nd edn. [Die griechischen christlichen Schriftsteller 49 (35)] Berlin: Akademie–Verlag, 1959: 3–51, 54–90, 92–96, 99–109, 111, 114–123, 125–130, 132–139, 141–145, 154–155, 157–158, 160–166, 168–174, 177–179, 181, 183, 186–203, 205–206, 209–212, 214–222.

Citation: Homily — page — (line)

1

.

3

(4)

Ὥσπερ ἐν τῷ πάλαι λαῷ πολλοὶ
5προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τού‐ των τινὲς μὲν ἦσαν ψευδοπροφῆται,
9τινὲς δὲ ἀληθῶς προφῆται, καὶ
10ἦν χάρισμα τῷ λαῷ διάκρισις πνευ‐ μάτων, ἀφ’ οὗ ἐκρίνετο ὅ τε ἀληθὴς προφήτης καὶ ὁ ψευδώνυμος·
14οὕτω καὶ νῦν ἐν τῇ καινῇ διαθήκῃ
15τὰ εὐαγγέλια ‹πολλοὶ› ἠθέλησαν γράψαι, ἀλλ’ ‹οἱ δόκιμοι τραπε‐ ζῖται› οὐ πάντα ἐνέκριναν, ἀλλά τινα
αὐτῶν ἐξελέξαντο.3

1

.

4

(4)

Τάχα δὲ καὶ τὸ ‹ἐπεχείρησαν›
5λεληθυῖαν ἔχει κατηγορίαν τῶν χω‐ ρὶς χαρίσματος ἐλθόντων ἐπὶ τὴν ἀναγραφὴν τῶν εὐαγγελίων. Ματ‐ θαῖος γὰρ οὐκ ‹ἐπεχείρησεν›, ἀλλ’ ἔγραψεν ἀπὸ ἁγίου πνεύματος, ὁμοί‐
10ως καὶ Μᾶρκος καὶ Ἰωάννης, παρα‐ πλησίως δὲ καὶ Λουκᾶς.
17 Τὸ μέντοι ἐπιγεγραμμένον κατὰ Αἰγυπτίους εὐαγγέλιον καὶ τὸ ἐπι‐
γεγραμμένον τῶν Δώδεκα εὐαγγέ‐4

1

.

5

λιον οἱ συγγράψαντες ‹ἐπεχείρησαν›· Ἤδη δὲ ἐτόλμησε καὶ Βασιλείδης γράψαι κατὰ Βασιλείδην εὐαγγέ‐ λιον. ‹Πολλοὶ μὲν οὖν ἐπεχείρησαν›·
9φέρεται γὰρ καὶ τὸ κατὰ Θωμᾶν
10εὐαγγέλιον καὶ τὸ κατὰ Ματθίαν καὶ ἄλλα πλείονα.
15 Ταῦτά ἐστι τῶν ἐπιχειρησάντων· τὰ δὲ τέσσαρα μόνα προκρίνει ἡ τοῦ θεοῦ ἐκκλησία.
25Ὅ γε μὴν Λουκᾶς εἰπών· ‹περὶ
τῶν πεπληροφορημένων ἐν ἡμῖν5

1

.

6

πραγμάτων› τὴν διάθεσιν ἑαυτοῦ ἐμφαίνει, ὅτι οὐδὲν ἀμφιβάλλων οὐδὲ εἰκάζων, ἀλλὰ πάντα μετὰ παρρη‐ σίας ἐβεβαίωσεν ὡς εὖ εἰδώς. Πε‐
5πληροφόρητο γὰρ καὶ ἐν οὐδενὶ ἐδίσταζεν, πότερον οὕτως ἔχει ἢ οὔ. Τοῦτο δὲ γίνεται περὶ τοὺς βεβαίως πιστεύοντας καὶ εὐχομένους καὶ ἐπι‐ τυχόντας καὶ εἰπόντας· ‹βεβαίωσόν
10με ἐν τοῖς λόγοις σου›. Καὶ γὰρ ὁ ἀπόστολος περὶ τῶν βεβαίων φησίν· ‹ἵνα ᾖτε ἐρριζωμένοι καὶ τεθεμελιω‐ μένοι τῇ πίστει.›
21 Οὐδὲν γὰρ οὕτως πληροφορεῖ ὡς νοῦς καὶ λόγος· ὄψις γὰρ οὐ πληροφορεῖ, ἐπεὶ οὐκ ἀπὸ σημείων καὶ τεράτων ὁρατῶν
25κρίνεται τὰ πράγματα, ἀλλὰ λόγῳ κρίνεται, ποῖα τὰ ἀληθῆ καὶ ποῖα
τὰ ψευδῆ.6

1

.

7

(4)

‹Οἱ αὐτόπται›, φησί, ‹καὶ ὑπηρέ‐
5ται τοῦ λόγου›. Ἐν μὲν τῇ Ἐξό‐ δῳ γέγραπται, ὅτι ‹ὁ λαὸς ἑώρα τὴν φωνὴν τοῦ κυρίου›. Καίτοι γε φωνὴ οὐ βλέπεται, ἀλλ’ ἀκούε‐ ται, ἵνα δηλωθῇ παραδόξως, ὅτι ἡ
10τοῦ θεοῦ φωνὴ βλέπεται, οἷς βλέ‐ πεται. Ἐν δὲ τῷ εὐαγγελίῳ οὐχ ἡ φωνὴ βλέπεται, ἀλλ’ ὁ κρείττων τῆς φωνῆς λόγος. Διὰ τοῦτο· ‹Καθ‐ ὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς
15αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου›. Οὐκοῦν οἱ ἀπόστο‐ λοι ‹αὐτόπται τοῦ λόγου› ἦσαν οὐ μόνον ἑωρακότες τὸν Ἰησοῦν κατὰ σῶμα, ἀλλὰ καὶ τὸν θεοῦ λόγον.
20Εἰ γὰρ τὸ ἑωρακέναι τὸν Ἰησοῦν κα‐ τὰ σῶμα ‹αὐτόπτην τοῦ λόγου› γίνε‐ σθαι ἦν, καὶ Πιλᾶτος ‹αὐτόπτησ› ἦν ‹τοῦ λόγου› καταδικάζων αὐτὸν καὶ
Ἰούδας ὁ προδότης καὶ πάντες οἱ7

1

.

8

λέγοντες· ‹σταύρου, σταύρου αὐ‐ τόν›. Ἀλλ’ ἀπείη λέγειν, ὅτι ἐκεῖνοι ἦσαν ‹αὐτόπται τοῦ λόγου›. Τὸ οὖν ἰδεῖν τὸν λόγον ἐκεῖ ἐννοεῖται, ὅπου
5ἔλεγεν ὁ σωτήρ· ‹Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με›.
11 Καὶ λεληθότως δέ τι καλὸν μάθη‐ μα διδάσκει ἡμᾶς ὁ Λουκᾶς ἐνταῦθα, ὅτι τινῶν μὲν θεωρημάτων τὸ τέλος ἡ θεωρία ἐστίν, τινῶν δὲ θεωρημά‐
15των τὸ τέλος ἡ πρᾶξις.8

1

.

9

(6)

Ἵνα μὲν οὖν διὰ τοῦ ‹αὐτόπται› δηλώσῃ τὸ θεωρητικόν, διὰ δὲ τοῦ ‹ὑπηρέται› τὸ πρακτικὸν αὐτῶν πα‐ ραστήσῃ, ‹αὐτόπται καὶ ὑπηρέται›
10εἶπεν. ‹Ἔδοξε κἀμοὶ ἄνωθεν παρη‐ κολουθηκότι›· γράφω δὲ οὐ ψιλὴν ἀκοήν, φησίν, παραλαβών, ἀλλ’ ἀκ‐ ριβῶς παρηκολουθηκὼς ἄνωθεν· διαβεβαιοῦται, ὅτι παρηκολούθησεν
15οὔ τισι τῶν εἰρημένων, ἀλλὰ πᾶσιν. Ἐπαινεῖ δὲ τὸν μακάριον Λουκᾶν καὶ ὁ ἀπόστολος λέγων· ‹οὗ ὁ
ἔπαινος ἐν τῷ εὐαγγελίῳ›.9

1

.

10

Εἰκὸς δὲ ὑπολαμβάνειν τινάς, ὅτι Θεοφίλῳ τινὶ ἔγραψε τὸ εὐαγγέλιον. Ἀλλὰ καὶ πάντες, ἐὰν τοιοῦτοι ὦμεν ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ θεοῦ
5καὶ φιλεῖσθαι, θεόφιλοί ἐσμεν. Εἰ δέ τις ‹θεόφιλοσ›, οὗτος καὶ ‹κράτιστοσ›· οὐδεὶς γὰρ ‹θεόφιλοσ› ἀσθενής. Καὶ ὥσπερ γέγραπται ἐπὶ
τοῦ λαοῦ ἐξερχομένου ἐκ τῆς Αἰγύπ‐10

1

.

11

του, ὅτι ‹οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν›, οὕτως εἴποιμι ἄν, ὅτι πᾶς ‹θεόφιλοσ› ‹κράτιστόσ› ἐστιν ἔχων τὸ κράτος καὶ τὴν δύναμιν τὴν
5ἀπὸ τοῦ θεοῦ καὶ τοῦ λόγου αὐτοῦ· καὶ οὕτως ἐπιγνώσεταί τις, ‹περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφά‐ λειαν›, συνεὶς τὸν λόγον τοῦ εὐαγ‐
γελίου.11

2

.

12

(5)

‹Ἦσαν δὲ δίκαιοι›, φησίν, ‹ἀμ‐ φότεροι›. Οἱ θέλοντες συναγορεύειν ἑαυτῶν ταῖς ἁμαρτίαις οἴονται ἀδύ‐ νατον εἶναι πάντῃ ἀναμάρτητον εἶναί τινα, καὶ χρῶνται τὰ τοῦ Ἰώβ·
10‹Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου›.
18 Τὸ δὲ ἀναμάρτητον δισσῶς νοεῖ‐ ται· τὸ μὲν ἐν τῷ μηδέποτε ἡμαρ‐
20τηκέναι, τὸ δὲ ἐν τῷ μηκέτι ἁμαρ‐ τάνειν. Ἐκ μὲν οὖν τοῦ μηδέποτε ἁμαρτῆσαι οὐδεὶς ἂν εἴη ἀναμάρ‐ τητος· πάντες γὰρ ἄνθρωποί ποτε ἥμαρτον, καὶ 〈ἂν〉 ὕστερον ‹δίκαιοι›
25γένωνται.12

2

.

13

(2)

Δυνατὸν δὲ ἐκ τοῦ μηκέτι ἁμαρ‐ τάνειν χρηματίσαι ἀναμάρτητον·
5οὕτω γὰρ καὶ ὁ Χριστὸς ‹παρέστη‐ σεν ἑαυτῷ τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα›, οὐχ ὅτι οὐδέποτε ἐσπίλωται ὁ ἐκκλησιαστικὸς ἢ γέγονεν ἐν ῥυτίδι τοῦ ‹παλαιοῦ
10ἀνθρώπου›, ἀλλὰ ὅτι οὐκ ἔχει ἔτι ‹ῥυτίδα›.
24Παράδειγμα δὲ τοῦ δύνασθαι ἄν‐
25θρωπον παρὰ τὸ μηκέτι ἁμαρτάνειν χρηματίζειν ἀναμάρτητον τὰ κατὰ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ. ‹Ἦσαν›, γάρ φησι,
‹δίκαιοι καὶ πορευόμενοι ἄμεμπτοι›.13

2

.

14

(8)

Ἐδύνατο δὲ γεγράφθαι τό· ‹Ἦσαν δίκαιοι ἐν ταῖς ἐντολαῖσ›,
10νῦν δὲ ἡ προσθήκη ἀναγκαία τοῦ ‹ἐνώπιον τοῦ θεοῦ›. Ἐνδέχεται γὰρ κατὰ μὲν τὸ φαι‐ νόμενον δίκαιον εἶναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν
15τῆς διανοίας μὴ εἶναι τοιοῦτον ἐμ‐ φωλεύοντας κεκτημένον λογισμοὺς πονηρούς. Ὅταν γὰρ ἄνθρωπος μηδὲν ἔχῃ φαῦλον λέγειν περὶ ἐμοῦ, ἀλλὰ τὰ
20βλεπόμενά μου κατανοῶν ἐπαινεῖ, δίκαιός εἰμι ‹ἐνώπιον› ἀνθρώπων.
28Οὐκ οἴδασι δὲ οἱ ἄνθρωποι τὸ κρυ‐
πτόν μου, πότε ἥμαρτον ἐμβλέψας14

2

.

15

γυναῖκα εἰς τὸ ἐπιθυμῆσαι, ὥστε λο‐ γισθῆναί μοι τὴν ἐν καρδίᾳ μοιχείαν.
15 Τοιοῦτόν τι καὶ ὁ Παῦλος δηλοῖ, ὅταν λέγῃ περί τινων· ‹ὧν ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ θεοῦ›. Οἱ γὰρ ἄνθρωποι
20οὐκ οἴδασι κατ’ ἀξίαν ἐπαινεῖν,
26 μόνος δὲ ὁ θεὸς οἶδεν ἀξίως καὶ ἐπαινέσαι τὸν ἐπαινετὸν καὶ τοῦ
ψεκτοῦ τὴν κρίσιν ἀξίως ποιῆσαι.15

2

.

16

Ἀναγκαίως πρόσκειται τό· ‹ἦσαν δίκαιοι ἐνώπιον τοῦ θεοῦ›. Πρὸς ὃ προκαλεῖται καὶ ὁ Σολομῶν· ‹προνοοῦ καλά›, λέγων, ‹ἐνώπιον
5κυρίου καὶ ἀνθρώπων›. Ἴδωμεν δὲ τῶν μακαρίων τούτων τὸν ἔπαινον· ‹πορευόμενοι ἐν ταῖς ἐντολαῖσ›, φησί, ‹καὶ δικαιώμασι τοῦ κυρίου›. Ὅταν μὲν κρίνωμεν περὶ τῶν ἑτέρων κα‐
10λῶς, ‹〈ἐν〉 δικαιώμασι κυρίου› πο‐ ρευόμεθα, ὅταν δὲ ποιῶμεν τάδε ἢ τάδε, ‹〈ἐν〉 ἐντολαῖς θεοῦ› πο‐ ρευόμεθα. Μήποτε οὖν ταύτην τὴν διαφορὰν ἐπιστάμενος ὁ Λουκᾶς, ὡς
15κατ’ αὐτὰ τούτους βιοῦντας, τὸν ἔπαινον τοῦτον ἀπέδωκεν· ‹πορευό‐ μενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἄμεμπτοι›.
20Ἴσως ἐρεῖ τις· διὰ τί πρόσκειται τούτοις τό· ‹ἄμεμπτοι›; Ἤρκει γὰρ αὐτοῖς ‹πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς τοῦ θεοῦ καὶ δικαιώμασιν›, εἰ μὴ ἄρα ἔστιν πορεύεσθαι
25‹ἐν πάσαις ταῖς ἐντολαῖς καὶ16

2

.

17

δικαιώμασιν›, οὐκ ‹ἀμέμπτωσ› δέ.
4Πῶς τοίνυν [φησὶν] ἔστι ‹πο‐
5ρεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖσ›,
7οὐκ ‹ἀμέμπτωσ› δέ; Φημὶ δὲ οὖν πρὸς αὐτόν, ὅτι, εἰ μὴ ἦν τοῦτο, οὐκ ἂν ἐλέγετο· ‹δικαίως τὸ δίκαιον
10διώξῃ›, ἐπεὶ καὶ τὸ καλὸν οὐ καλόν, ὅταν μὴ καλῶς γίνηται.
15 Ἐπὰν οὖν ποιῶμεν τὰς ἐντολάς, ὥστε ἐν τῷ συνειδότι ῥύπον κενο‐ δοξίας ἢ ἀνθρωπαρεσκείας ἢ ἑτέ‐
ρου τινὸς τοιούτου ἔχειν,17

2

.

18

(3)

κἂν δοκῶμεν ποιεῖν τὴν ἐντολήν, οὐκ ‹ἀμέμπτωσ› ποιοῦμεν.
7 Ἔργον οὖν ἐστιν πορεύεσθαι ‹ἐν ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἀμέμπτωσ› κατ’ ἔπαινον
10ἀποδοθησόμενον ὑπὸ τοῦ θεοῦ ἐν
τῷ θείῳ δικαστηρίῳ.18

3

.

19

(4)

Τὰ αἰσθητά, ἵνα βλέπηται, οὐδὲν
5ἐνεργεῖ, ἀλλ’ ὁ ὑγιὴς ὀφθαλμὸς τα‐ θείς, εἴτε βούλεται τὸ αἰσθητὸν βλέπεσθαι εἴτε μή, βλέπει αὐτό.
14Οὐ τοιαῦτα δὲ τὰ θεῖα, οὐδ’ ἐν
15τῷ παρόντι ὁρώμενα χωρὶς τῆς ἑαυ‐ τῶν ἐνεργείας.
18 Καὶ γοῦν χάριτι θεὸς ‹ὤφθη› τῷ Ἀβραὰμ ἤ τινι τῶν ἁγίων, οὐ τοῦ
20ὀφθαλμοῦ τῆς ψυχῆς τοῦ Ἀβραὰμ μόνου αἰτίου γενομένου τοῦ βλέπε‐ σθαι αὐτῷ τὸν θεόν, ἀλλὰ τοῦ θεοῦ παρασχόντος ἑαυτὸν εἰς ἐμφανισ‐ μὸν τῷ δικαίῳ, ἀξίῳ γενομένῳ τῆς
25ὀπτασίας αὐτοῦ.19

3

.

20

(13)

Ἀλλὰ γὰρ καὶ ἄγγελος, ὅσον οὐ βούλεται βλέπεσθαί τινι ἡμῶν, παρ‐
15ὼν οὐ βλέπεται. Καὶ μὴ θαυμάσῃς ἐπὶ τοῦ παρ‐ όντος, εἰ ὁ θεὸς θέλων ‹ὤφθη› τῷ Ἀβραάμ, μὴ θέλων δὲ οὐκ ‹ὤφθη› τῷ δεῖνι, καὶ ‹ἄγγελος ὤφθη› τῷ
20Ζαχαρίᾳ, καὶ μὴ θέλων οὐκ ἂν ‹ὤφθη› αὐτῷ. Ἀλλὰ καὶ μετὰ τὸν ‹ἐνεστῶτα αἰῶνα›, ἐὰν ἐξέλθωμεν, ἴσθι, ὅτι οὐ
παντὶ φαίνεται ὁ θεὸς ἢ οἱ ἄγγελοι,20

3

.

21

ἀλλὰ ἕκαστος τῶν βλεπόντων τῷ καθαρὰν ἔχειν καρδίαν καὶ παρε‐ σκευάσθαι πρὸς τὸ βλέπειν τὸν θεὸν ὄψεται τὸν θεόν. Καὶ ἐν τῷ αὐτῷ
5τόπῳ δύο, ὁ μὲν καθαρὰν ἔχων καρ‐ δίαν, ὁ δὲ ἐβδελυγμένην·
10 ὁ μὲν ὄψεται, ἐπεὶ οὐκ ἐν τόπῳ βλέπεται ὁ θεός, ἀλλὰ καθαρᾷ καρ‐ δίᾳ, ὁ δὲ οὐκ ὄψεται αὐτόν. Οὕτω νοητέον καὶ ἐπὶ τοῦ Χριστοῦ.
15 Μὴ γὰρ οἴου, ὅτι πάντες οἱ βλέ‐ ποντες Χριστὸν ἔβλεπον. Ἔβλεπον Χριστοῦ σῶμα, Χριστὸν δέ, καθ’ ὃ Χριστός ἐστιν, οὐκ ἔβλεπον. Ἐβ‐ λέπετο δὲ ὑπὸ μόνων τῶν ἀξίων
20βλέπειν τὸ μέγεθος αὐτοῦ.21

3

.

22

(6)

Ἐπηγγείλατο δὲ καὶ ἡ γραφή· ‹ὅτι εὑρίσκεται τοῖς μὴ πειράζου‐ σιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ
ἀπιστοῦσιν αὐτῷ›.22

4

.

23

(5)

‹Ἐταράχθη›, δέ φησιν, ‹Ζαχα‐ ρίας ἰδών›· ξενίζουσα γὰρ ὄψις ἀν‐ θρώπῳ φαινομένη οὐκ ἔστιν αὐτῷ ὑπομονητή· ὅμως ἐπιστρέφει αὐτὸν ἀπὸ τῆς ταραχῆς ὁ ἄγγελος εἰπών·
10‹μὴ φοβοῦ, Ζαχαρία› καὶ ἀνα‐ κτᾶται αὐτὸν διὰ τοῦ εὐαγγελίζε‐ σθαι τὴν γέννησιν Ἰωάννου λέγων·
‹ἠκούσθη ἡ δέησίς σου›.23

4

.

24

(9)

Τὸ δὲ εἰπεῖν· ‹ἔσται μέγασ› μέ‐
10γεθος ἐμφαίνει τῆς Ἰωάννου ψυχῆς, καὶ μέγεθος βλεπόμενον ὑπὸ τοῦ θεοῦ. Ἔστι γάρ τι μέγεθος ψυχῆς κατ’ ἀρετήν, ὅ ἐστιν ὁρώμενον κυ‐ ρίῳ, καὶ ἔστι τις σμικρότης ψυχῆς.
15 Ἐγὼ οὕτως ἀκούω τοῦ ἐν τῷ εὐαγγελίῳ· ‹μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων›, τῶν ἐν τῇ ἐκ‐ κλησίᾳ. ‹Μικρὸν› γὰρ ἐκεῖ τὸν ἐναν‐ τίον τοῦ μεγάλου λέγει, οὐ χρείαν
20ἔχων ἐντολῆς περὶ τοῦ μεγάλου, ἵνα
καὶ τοῦτο εἴπῃ· οὐδὲ γὰρ κατα‐24

4

.

25

φρονεῖται ὁ μέγας.
7 Ὅτι δὲ ‹ὁ μικρὸσ› 〈οὐχ〉 ὁ τυχών ἐστι, δῆλον ἐκ τοῦ· ‹ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων›. Μέγας
10γὰρ οὐ σκανδαλίζεται· ἀλλ’ ὁ μέγας παντὸς σκανδάλου κρείττων ἐστίν.
20 Ὁ μὲν οὖν λαὸς οὐκ οἶδε τὸν σωτῆρα ἤδη ποιοῦντα ‹σημεῖα καὶ
τέρατα›,25

4

.

26

ὁ δὲ Ἰωάννης ἔτι ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὢν σκιρτᾷ, ἡνίκα ἦλθεν ἡ μήτηρ Ἰησοῦ. ‹Ἰδοὺ γάρ›, φησίν, ‹ὡς ἐγένετο ὁ ἀσπασμός σου εἰς τὰ
5ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου›. Πνεῦμα οὖν ἅγιον εἶχεν ἔτι ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὢν ὁ Ἰωάννης.
14Αὐτὸς μὲν οὖν ‹πολλοὺσ› λέγεται
15‹ἐπιστρέψαι›. Ὁ μὲν Ἰωάννης ‹πολ‐ λοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπέστρεψε πρὸς κύριον τὸν θεὸν αὐτῶν›, κατὰ τὴν τοῦ ἀγγέλου φωνήν, ὁ δὲ κύριος
ἡμῶν Ἰησοῦς Χριστὸς πάντας ἐφώτι‐26

4

.

27

σεν εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας. Τοῦτο γὰρ αὐτοῦ τὸ ἔργον ἐστίν· ‹καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπι‐ στρέψει πρὸς κύριον τὸν θεὸν αὐτῶν›.
7 Οὐ γὰρ ‹ἐν ψυχῇ Ἡλίου› φησίν —οὐ γὰρ ἦν μετεμψύχωσις—ἀλλ’ ‹ἐν πνεύματι καὶ δυνάμει Ἡλίου›.
10Ἦν γὰρ ἐπὶ τὸν Ἡλίαν πνεῦμα καὶ δύναμις, εἴτ’ οὖν πνευματικὸν χάρισ‐ μα, ὥσπερ καὶ ἐπὶ ἕκαστον τῶν προφητῶν.
17 Τὸ οὖν πνεῦμα, ὅπερ ἦν ἐν Ἡλίᾳ, γέγονεν ἐν Ἰωάννῃ. Ἐκεῖνος ἀνελήφθη, οὗτος δὲ πρό‐
20δρομος γέγονε τοῦ σωτῆρος.27

4

.

28

Ἀπέθανε πρὸ τοῦ σωτῆρος, ἵνα καὶ τοῖς ἐν ᾅδῃ πρόδρομος γεγονὼς τοῦ σωτῆρος κηρύξῃ τὴν κατάβασιν
Ἰησοῦ Χριστοῦ.28

5

.

29

(3)

Καταδικάζεται σιωπᾶν Ζαχαρίας ὁ ἱερεύς, ὁ λειτουργὸς τοῦ θεοῦ ὁ
5τὰς θυσίας προσφέρων, καὶ σιωπᾷ καὶ σιωπῶν μόνον διένευεν, καὶ διέμεινε κωφὸς μέχρι τῆς γεννή‐ σεως Ἰωάννου. Τί οὖν ταῦτα; Ἡ τοῦ Ζαχαρίου σιωπὴ 〈σιωπὴ〉 τῶν
10προφητῶν ἐστιν ἐν τῷ πάλαι λαῷ τοῦ θεοῦ. Οὐκέτι γὰρ θεὸς λαλεῖ αὐτοῖς, ἀλλὰ μεταβέβηκεν ‹ὁ ἐν ἀρχῇ λόγος—ὁ λόγος, ὁ πρὸς τὸν θεόν, ὁ θεὸς λόγοσ›—πρὸς ἡμᾶς
15καὶ παρ’ ἡμῖν οὐ σιωπᾷ, παρ’ ἐκείνοις δὲ σεσιώπηκεν. Διὰ τοῦτο σιωπᾷ ὁ προφήτης Ζαχαρίας· καὶ γὰρ προφήτης γεγονέναι λέγεται.
20 Τί δέ· ‹καὶ διένευεν αὐτοῖσ›; Τὸ ‹διανεύειν› διαμένοντα κωφὸν τοι‐
οῦτόν ἐστιν· αἱ χωρὶς λόγου πράξεις29

5

.

30

οὐδὲν διαφέρουσι νεύσεων,
5αἱ δὲ μετὰ λόγου πράξεις οὐκ εἰσὶ νεύσεις· κοσμοῦνται γὰρ ὑπὸ τοῦ λόγου. Ἐὰν οὖν ἴδῃς Ἰουδαίων τὴν πολιτείαν ἄλογον, ὡς μὴ δύνασθαι
10αὐτοὺς διδόναι λόγον, περὶ ὧν πράτ‐ τουσι, βλέπε τὸν τύπον τὸν γεγενη‐ μένον ἐπὶ Ζαχαρίου διαμένοντος κωφοῦ καὶ διανεύοντος αὐτοῖς.
17 Κατὰ τοῦτο αὐτοῖς περιτομὴ χωρὶς λόγου νεύματα, καὶ Πάσχα καὶ προσευχαί.
21 Ἔστι γὰρ κωφὸς νῦν ὁ λαὸς καὶ ἄλαλος· καὶ πῶς γὰρ οὐκ ἤμελλεν κωφὸς καὶ ἄλογος καὶ ἄλαλος εἶναι,
ἐκβαλὼν τὸν λόγον ἀφ’ ἑαυτοῦ30

5

.

31

(11)

καὶ μὴ δυνάμενος περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ
λόγου;31

6

.

32

(14)

〈Οὐ〉 πᾶς καιρὸς δέδοται καὶ τοῖς
15ἐν γάμῳ οὖσι τῆς κοινωνίας τῆς γαμικῆς, ἀλλ’ ἔστιν, ὅτε δεῖ ταύτης ἀφιστᾶν ἤδη γεγηρακότας καὶ ὑπὸ τῆς προνοίας ἀποκεκλεισμένους πρὸς τὸ συλλαμβάνειν 〈διὰ〉 τὰ ἔργα τοῦ
20γάμου.
22Ἐπεὶ οὖν αὕτη κατ’ οἰκονομίαν διὰ τὸν τοῦ ἀγγέλου λόγον ‹συνέλα‐ βεν›, ᾐσχύνετο, εἰ [μὴ] πρεσβῦτις
25〈οὖσα〉 μετ’ ἀνδρὸς κοιμᾶται,32

6

.

33

καὶ ‹ἔκρυπτεν ἑαυτὴν ἐπὶ μῆνας πέντε›, ἕως καὶ Μαρία συλλάβῃ. Ὅτε γὰρ Μαρία συνέλαβε καὶ ἦλθε πρὸς αὐτήν, καὶ ‹ὅτε ἐγένετο ὁ
5ἀσπασμὸσ› αὐτῆς ‹εἰς τὰ ὦτα› αὐτῆς, ‹ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ› τῆς Ἐλι‐ σάβετ, καὶ προεφήτευσεν ἡ Ἐλι‐ σάβετ καὶ ἐκ ‹πνεύματος ἁγίου›
10ἐλάλησε τὰ ἀναγεγραμμένα.
12 Καὶ ‹ἐλαλήθη ἐν τῇ ὀρεινῇ πάντα τὰ ῥήματα ταῦτα›. Λαληθέντων οὖν αὐτῶν ὡς περὶ θείας συλλή‐
15ψεως καὶ ὡς περὶ προφήτου μέλλον‐ τος γεννᾶσθαι ἐν τῷ λαῷ, οὐκ ἔτι ‹ἑαυτὴν περιέκρυβεν›, ἀλλ’, εἰ δεῖ οὕτως εἰπεῖν, καὶ ἐπαρρησιάσατο, ὅτι ἄρα γέννημα εἴη αὐτῆς ὁ πρό‐
20δρομος τοῦ κυρίου.33

6

.

34

Εἶτα μετὰ ταῦτα γέγραπται, ὅτι ‹τῷ μηνὶ τῷ ἕκτῳ›, τῆς συλλήψεως Ἐλισάβετ δηλαδή, ‹ἀπεστάλη ἄγγε‐ λος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ πρὸς
5παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ›.
10 Τί δήποτε κρίνας ὁ θεὸς ἐκ παρθένου γεννῆσαι τὸν σωτῆρα οὐκ ἐπελέξατο παρθένον ἀμνήστευτον;
17 Μήποτε οὖν οἰκονομία ἦν καὶ τὸ μνηστῆρα αὐτὴν ἔχουσαν συλλαβεῖν, ὡς μὴ δοκεῖν αἰσχύνην φέρειν ἐπὶ
20τοῦ σώματος αὐτῆς τὸ σύλλημμα;
22Δι’ ὃ καλῶς ἐν μιᾷ τῶν μάρτυρός τινος ἐπιστολῶν γέγραπται—τὸν Ἰγνάτιον λέγω, τὸν μετὰ τὸν μα‐
25κάριον Πέτρον τῆς Ἀντιοχείας δεύ‐ τερον ἐπίσκοπον, τὸν ἐν τῷ διωγμῷ
ἐν Ῥώμῃ θηρίοις μαχησάμενον—·34

6

.

35

‹καὶ ἔλαθε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μαρίασ›.
6Ὡς, εἰ μὴ ἐγεγόνει ὁ δοκῶν γάμος, οὐκ ἂν αὐτὸν ἔλαθεν, ἀλλ’ ἔγνω ‹ὁ ἄρχων τοῦ αἰῶνος τούτου›, ὅτι μηδέποτε μετὰ ἀνδρὸς κοιμηθεῖσα
10ἡ Μαρία συνέλαβεν καὶ ὀφείλει τὸ σύλλημμα τοῦτο θεῖον εἶναι.
15 Ἐβούλετο δὲ ὁ σωτὴρ καθ’ ὅλην τὴν οἰκονομίαν λανθάνειν τὸν διά‐ βολον, καὶ γοῦν ἐνετέλλετο τοῖς μαθηταῖς μὴ φανερὸν ποιεῖν αὐτόν.
22Ἀλλὰ καὶ ἡνίκα ἐπειράζετο ὑπὸ τοῦ διαβόλου, οὐδαμοῦ ἀπεφήνατο γυμ‐ νῶς, ὅτι υἱός ἐστιν τοῦ θεοῦ, ἀλλὰ
25μόνον ἔλεγεν· οὐ δεῖ μέ σοι προσ‐ κυνεῖν, οὐ δεῖ με τοὺς λίθους ποιεῖν ἄρτους, οὐ δεῖ με ῥίπτειν
ἐμαυτὸν ἄνωθεν κάτω.35

6

.

36

(3)

Ἀλλὰ καὶ ὁ ἀπόστολος τὴν τοῦ πάθους οἰκονομίαν κατὰ λήθην φησὶ
5γεγονέναι τῆς ἀντικειμένης ἐνερ‐ γείας·
11‹ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύ‐ ρωσαν›.
22 Εἰ δὲ τὸ δαιμόνιον οὐκ ἔλαθεν —εἶπεν γάρ· ‹Οἴδαμέν σε, τίς εἶ, ὁ υἱὸς τοῦ θεοῦ›—
26ὅρα, ὅτι ὁ ἐλάττων ἐν τῇ κακίᾳ ᾔδει τὸν σωτῆρα, ὁ δὲ χείρων ἐν αὐτῇ ἀπὸ τοῦ μεγέθους τῆς κακίας
30ἐνεποδίζετο αὐτὸν36

6

.

37

θεωρεῖν. Καὶ ἡμῶν δὲ ἡ κακία, ἐὰν μὲν ἐλάττων ᾖ, βοηθούμεθα διὰ τὸ ἔλαττον πρὸς τὸ βιῶσαι καλῶς· ἐὰν δὲ κακία ἡμῖν πλείων εὑρεθῇ, πλείων
5ἀγὼν αὐτὴν ἀποβαλεῖν.
8 Ξένον αὐτῇ τινα ἀσπασμὸν εἶπεν, ὃν οὐχ εὗρον ἐν οὐδεμίᾳ γραφῇ·
10φέρε δὴ περὶ τούτου ἐξετάσωμεν.
13 Τὸ ‹χαῖρε κεχαριτωμένη› εἴρηται οὐδαμοῦ· ἀλλ’ οὐδ’ ἀνδρί που εἴρηται
15τοῦτο, ταύτῃ δὲ ἐτηρεῖτο ὁ ἀσπασ‐ μὸς οὗτος.
22Τί οὖν ἡ παρθένος, ξένον τινὰ καὶ
οὐδενὶ πρότερον λεχθέντα ὡς νομο‐37

6

.

38

μαθὴς εἰδυῖα τὸν ἀσπασμόν; ἐτα‐ ράχθη ἐπὶ τῷ λόγῳ· διὸ καὶ αὐτός φησι πρὸς αὐτὴν τό· ‹μὴ φοβοῦ›.
10 ‹Οὗτος ἔσται μέγασ›, φησίν. Τοῦτο εἴρηται καὶ περὶ Ἰωάννου· ἀλλ’ ὅτε ἦλθεν ὁ ἀληθῶς ‹μέγασ›, ἐκεῖνος ἦν μικρός.
15 ‹Ἐκεῖνοσ› γὰρ ‹ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων›.
19Τὸ δὲ μέγεθος αὐτοῦ οὐ τότε
20οὕτως ἐδηλοῦτο, ὅσον νῦν φαίνεται.
23 Ὅρα γὰρ 〈τὸ〉 μέγεθος δυνάμεως αὐτοῦ· ‹ὅτι εἰς πᾶσαν τὴν γῆν ἐξῆλ‐
25θεν ὁ φθόγγος τῆς διδασκαλίας αὐ‐ τοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκου‐
μένης τὰ ῥήματα αὐτοῦ›.38

6

.

39

(7)

καὶ μετὰ τῶν ἐν 〈Βρεττανίᾳ .......〉 καὶ μετὰ τῶν ἐν Μαυριττανίᾳ καὶ μετὰ τῶν πανταχοῦ πιστευόντων καὶ
10καθόλου διῆκον.
14Ἀνάβα γὰρ τῷ λόγῳ εἰς τὸν
15οὐρανὸν καὶ ἴδε αὐτὸν τὰ ἐκεῖ πληροῦντα· ‹ὤφθη› γὰρ ‹ἀγγέλοισ›. Κατάβα τῷ λόγῳ εἰς τὴν ἄβυσσον [καὶ ὡσαύτως]· κατέβη γὰρ κἀκεῖ. ‹Καταβὰς γὰρ αὐτός ἐστιν καὶ ὁ
20ἀναβάς, ἵνα πληρώσῃ τὰ πάντα›, ‹ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων›. Ἴδε ταύτην τὴν δύναμιν· διέβη
25γὰρ ὅλον τὸν κόσμον·39

6

.

40

(4)

διεληλυθότα γάρ φησι τοὺς οὐ‐
5ρανοὺς Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ. Ἐὰν οὖν ταῦτα ἴδῃς, ὄψει, ὅτι οὐχὶ ῥημάτιόν ἐστι τό· ‹ἔσται μέγασ›, ἀλλ’ ἔργῳ δείκνυται, ὅτι ‹μέγασ› ἐστὶν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς
10καὶ ἀπὼν καὶ παρών.40

7

.

41

(5)

Οἱ κρείττονες πρὸς τοὺς ἐλάτ‐ τονας ἔρχονται, ἵνα αὐτοὺς εὐερ‐ γετήσωσιν. Οὕτω καὶ ὁ σωτὴρ ἦλθεν πρὸς τὸν Ἰωάννην, ἵνα τὸ βάπτισμα αὐτοῦ ἁγιάσῃ· οὕτως ἡ
10Μαριὰμ ἀκούσασα τοῦ ἀγγέλου τέ‐ ξεσθαι τὸν σωτῆρα καὶ μεμαθη‐ κυῖα, ὅτι ἡ συγγενὴς αὐτῆς συνέ‐ λαβεν Ἐλισάβετ, ἦλθεν πρὸς αὐτήν.
16 Ὁ γὰρ ἐν αὐτῇ Ἰησοῦς ἤδη ἤμελλεν εὐεργετεῖν τὸν ἤδη ἐν τῇ Ἐλισάβετ Ἰωάννην. Καὶ τοῦτο
20δῆλον ἐκ τοῦ μὴ σκιρτᾶν μὲν τὸν Ἰωάννην, πρὶν ἔλθῃ Μαριὰμ καὶ τὴν Ἐλισάβετ ἀσπάσηται, ἅμα δὲ τῷ λόγῳ τοῦ ἀσπασμοῦ Μαρίας, ὃν
ὑπέβαλεν ὁ λόγος τοῦ θεοῦ ὁ Χρι‐41

7

.

42

στός, ἤκουσεν ὁ πρόδρομος τῇ ἐνεργείᾳ τοῦ ἁγίου πνεύματος κινούμενος τὸν ἀσπασμὸν τῆς Μαρίας καὶ ‹ἐσκίρτησεν ἐν ἀγαλ‐
5λιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ›, καὶ οἱονεὶ ἤρξατο ἔκτοτε προφήτην αὐ‐ τὸν ποιεῖν ὁ Ἰησοῦς. Ἔδει δὲ τὴν μακαρίαν ταύτην Μαρίαν μετὰ τὴν τοῦ Γαβριὴλ πρὸς αὐτὴν ἐπιδημίαν
10καὶ τὸν εὐαγγελισμὸν ἀναβαίνουσαν ἀναβῆναι ‹ἐπὶ τὴν ὀρεινήν›, ἅτε δὲ τῇ σπουδῇ μὴ ὀκνηρὰν σπουδαίως πορευθῆναι· μετὰ σπουδῆς δὲ ἐπο‐ ρεύετο ἀγομένη ὑπὸ τοῦ ἁγίου πνεύ‐
15ματος τοῦ ἐπελθόντος αὐτῇ καὶ ὑπὸ τῆς δυνάμεως τοῦ ὑψίστου τῆς ἐπι‐
σκιασάσης αὐτῇ.42

7

.

43

Οὐκοῦν ἐν τῷ ἀσπασμῷ ‹ἐπλήσθη› διὰ τὸν υἱὸν ‹πνεύματος ἁγίου ἡ Ἐλισάβετ›· οὐ γὰρ ἡ μήτηρ ‹ἐπλή‐ σθη πνεύματος ἁγίου› πρῶτον, ἀλλὰ
5προηγουμένως πλησθέντος Ἰωάννου δευτέρως ἡ μήτηρ, ἅτε ἔχουσα τὸν πλησθέντα ‹πνεύματος ἁγίου›.
20 Οὐκ ὀκνητέον δὲ εἰπεῖν, ἵνα μὴ ἐξαπατηθῇ τις ὑπὸ τῶν πιθανότησι χρωμένων καὶ διδασκόντων ψευδῶς, ὅτι ἐτόλμησέ τις εἰπεῖν κατὰ τῆς Μαρίας, ὡς ἄρα ὁ σωτὴρ αὐτὴν
25ἠρνήσατο, ἐπεί, φησίν, συνήφθη μετὰ τὴν ἀπότεξιν τὴν τοῦ σωτῆρος
τῷ Ἰωσήφ.43

7

.

44

(2)

Εἴ ποτε οὖν τοιοῦτοι λόγοι ὑπὸ αἱρετικῶν προαχθῶσιν, οὕτως ἀπο‐ κριτέον, ὅτι ‹πνεύματος ἁγίου› πλη‐
5σθεῖσα ἡ Ἐλισάβετ φησίν· ‹εὐλογη‐ μένη σὺ ἐν γυναιξίν›. Εἰ δὲ εὐλόγη‐ ται ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, πῶς ἠρνήσατο αὐτὴν ὁ σωτήρ; Ἀλλ’ οὐδὲ ἔχουσιν αὐτὴν ἀποδεῖξαι, ὅτι
10συνουσίᾳ ἐχρήσατο μετὰ τὴν ἀπό‐ τεξιν τοῦ σωτῆρος· οἱ γὰρ υἱοὶ Ἰω‐ σὴφ οὐκ ἦσαν ἀπὸ τῆς Μαρίας, οὐδὲ ἔχει τις τοῦτο παραστῆσαι ἀπὸ τῆς γραφῆς.
19Τὸ δέ· ‹πόθεν μοι τοῦτο;› οὐκ
20ἀγνοοῦσα λέγει ἡ Ἐλισάβετ ἡ πνεύ‐ ματος πλησθεῖσα ἁγίου, ὅτι· οὐκ οἶδα, ὅτι ἀπὸ θεοῦ γεγένηται τὸ ἐλθεῖν τὴν μητέρα ‹τοῦ κυρίου μου πρός με›, ἀλλὰ τό· ‹πόθεν μοι τοῦ‐
25το› τοιοῦτόν ἐστιν· τί γάρ μοι, φη‐ σίν, τηλικοῦτον πέπρακται ἀγαθόν, ‹ἵνα ἡ μήτηρ τοῦ κυρίου μου ἔλθῃ
πρός με›; πόθεν, ἀπὸ ποίας δικαιο‐44

7

.

45

σύνης ἢ πράξεων ἀγαθῶν ἐπέτυχον τούτου; ‹ἰδοὺ γὰρ ἐσκίρτησε τὸ βρέ‐ φος ἐν τῇ κοιλίᾳ μου›.
6 Τεράστιος ἦν ἡ ψυχὴ τοῦ Ἰωάν‐ νου, καὶ ἔτι ἐν τῇ μήτρᾳ τῆς μητρὸς ὑπάρχουσα καὶ μέλλουσα εἰς γένεσιν ἥκειν ἔγνω, ὃν οὐκ ἔγνω Ἰσραήλ.
10 Οὐχ ἁπλῶς δὲ ‹ἐσκίρτησεν›, ἀλλ’ ‹ἐν ἀγαλλιάσει›· ᾔσθετο γάρ, ὅτι κύριος ἦλθεν ἐν τῇ μητρί, ἵνα αὐτὸν
προλαβὼν ἁγιάσῃ.45

7

.

46

(17)

Ἐπειδὴ ‹τοῖς λελαλημένοισ› ἐπίστευ‐ σας, μακαρία εἶ· διὰ τί; Ἔσται γὰρ τελείωσις αὐτῶν, καὶ οὐ μάτην παρὰ
20τοῦ ἀγγέλου λελάληνται.46

8

.

47

(4)

Πρὸ Ἰωάννου Ἐλισάβετ προφη‐
5τεύει, πρὸ τῆς γενέσεως τοῦ σω‐ τῆρος ἡμῶν ἡ Μαρία προφητεύει. Καὶ ὥσπερ ἤρξατο ἡ ἁμαρτία ‹ἀπὸ τῆς γυναικὸσ› καὶ μετὰ τοῦτο ἔφθασεν ἐπὶ τὸν ἄνδρα, οὕτω καὶ τὰ ἀγαθὰ
10ἀπὸ τῶν γυναικῶν ἤρξατο, ἵνα προ‐ τραπῶσιν αἱ γυναῖκες, τὴν ἀσθένειαν καὶ τὰ γυναικεῖα ἀποθέμεναι, ζηλῶ‐ σαι τοὺς βίους τῶν μακαρίων τού‐ των.
16 Ἴδωμεν λοιπὸν τὴν προφητείαν τὴν παρθενικήν, ἥ φησιν· ‹Μεγα‐ λύνει ἡ ψυχή μου τὸν κύριον›, οὐ μό‐
νον τὸ σῶμα, ἀλλὰ καὶ ‹ἡ ψυχή μου›.47

8

.

48

(3)

Πῶς ‹ἡ ψυχὴ μεγαλύνει τὸν κύ‐ ριον›, κατανοητέον. Ἐρεῖ γάρ τις·
5ὁ κύριος οὔτε μείζων γίνεται οὔτε ἐλάττων, ἀλλ’ ὅ ἐστιν, ἐστίν· πῶς οὖν δύναται ψυχὴ μεγαλῦναι τὸν κύριον; Ὅτι ‹εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου›, οὐ γενομένη εἰκών,
10ἀλλὰ ‹κατ’ εἰκόνα› προυπάρχουσαν αὐτῆς, ἐὰν ἀξίως πολιτευώμεθα κατ’ εἰκόνα τοῦ κτίσαντος ἡμᾶς καὶ ἐξο‐ μοιωθῶμεν τῷ πρωτοτύπῳ κατὰ τὸ δυνατὸν δι’ ἀγαθῶν ἔργων.
23 Ἕκαστος δὲ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν τελειῶν καὶ προάγων ἐπὶ
25μακαριότητα οἷον εἰκόνα τοῦ Χρι‐ στοῦ ἀνατίθησιν, ἤτοι μιμουμένην
τὸν πρωτότυπον, τὸν υἱὸν τοῦ θεοῦ,48

8

.

49

τὴν εἰκόνα τοῦ θεοῦ. Ὅταν οὖν μεγάλην ποιήσω τὴν εἰκόνα τῆς εἰκόνος, λέγω δὲ αὐτὴν τὴν ψυχήν, μεγαλύνων λόγοις, ἔρ‐
5γοις, νοήμασιν, τότε μεγαλύνειν λέγεται. Ὥσπερ δὲ ‹μεγαλύνει ἡ ψυχὴ› τοῦ δικαίου ‹τὸν κύριον› κατὰ τὸ μέγεθος τοῦ βίου καὶ τοῦ λόγου,
10οὕτω καὶ σμικρύνει τις αὐτὸν ἀνα‐ λόγως κατὰ τὴν κακίαν τὴν ἐνυπ‐
άρχουσαν αὐτῷ.49

8

.

50

Τῆς οὖν Μαρίας ‹ἡ ψυχὴ› ἐμεγά‐ λυνε ‹τὸν κύριον›, ‹τὸ› δὲ ‹πνεῦμα› αὐτῆς ‹ἠγαλλιάσατο ἐπὶ τῷ θεῷ τῷ σωτῆρι›. Καλῶς δὲ ἀναβαίνει ταῖς
5προκοπαῖς τῶν ἔργων· πρῶτον ἐμε‐ γάλυνεν ἡ ψυχὴ αὐτῆς, εἶτα ἠγαλ‐ λιάσατο τὸ πνεῦμα αὐτῆς. Ἀγαλ‐ λιᾷ γάρ τις πνεύματι ἐπὶ θεῷ σω‐ τῆρι ἐν προκοπῇ βιῶν, ἀπὸ τοῦ με‐
10γαλύνειν ἐπὶ τοῦτο ἐρχόμενος.50

8

.

51

‹Ὅτι ἐπέβλεψε›, φησίν, ‹ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ›. Ἡ ‹ταπείνωσισ› οὐδὲν διαφέρει τῆς ἀτυ‐ φίας· ἐπεὶ οὖν πρέπον θεῷ ἐπιβλέ‐
5πειν ἐπὶ ταῖς ἀρεταῖς, ἀρετὴ δὲ ἡ ταπεινοφροσύνη, ‹ἐπέβλεψεν ἐπὶ τὴν
ταπείνωσιν τῆς δούλης αὐτοῦ›.51

9

.

54

(3)

[ὅτι] πολλοῖς δοκεῖ περισσὸν εἶναι τό· ‹ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν
5καὶ ἐγέννησεν υἱόν›. Ποία γὰρ γυνὴ δύναται τεκεῖν υἱόν, μὴ πληρωθέν‐ τος τοῦ τῆς συλλήψεως χρόνου;
10 Παρατηρήσασθαι δεῖ ἐν ὅλῃ τῇ παλαιᾷ καὶ τῇ καινῇ γραφῇ, εἴ που ἔστιν εὑρεῖν ἐπὶ ἁμαρτωλοῦ γενέ‐ σεως εἰρημένον τό· ‹ἐπλήσθη ὁ χρό‐ νος τοῦ τεκεῖν›· οὐκ ἂν γάρ τις
15εὕροι ὡς οἶμαι, ἀλλ’ ὅπου ὠνόμασται τὸ τοιοῦτο, δίκαιός ἐστιν ὁ γεννώ‐ μενος· πληροῦνται οὖν αἱ ἡμέραι τῆς γεννήσεως τοῦ δικαίου καὶ τῆς ἐπι‐ δημίας αὐτοῦ. Καὶ πληρότητα μὲν
20ἡ τοῦ δικαίου, κενότητα δὲ ἡ τοῦ
φαύλου ἐπιδημία ἔχει· οὕτω καὶ νῦν54

9

.

55

εἴρηται, ὅτι ‹τῇ Ἐλισάβετ ὁ τοῦ τεκεῖν χρόνος ἐπλήσθη›, ἐπειδὴ ἅγιον ἔτικτεν.
5 Εἰς τιμὴν δὲ τοῦ πατρὸς βουλομέ‐ νων τῶν συγγενῶν ὄνομα θέσθαι τῷ παιδὶ Ζαχαρίαν ἡ Ἐλισάβετ προ‐ φῆτις οὖσα καὶ ὑπὸ πνεύματος ἁγίου κινουμένη, καίτοι τὴν γενομένην τῷ
10ἀνδρὶ τοῦ ὀνόματος τοῦ παιδὸς ἀπο‐ κάλυψιν μὴ ἀκούσασα, τῷ πνεύ‐ ματι ἔγνω τὴν παρὰ τοῦ ἀγγέλου ῥηθεῖσαν προσηγορίαν καὶ Ἰωάννην ἔφασκε τὸ παιδίον ὀνομάζεσθαι. Ὡς
15δὲ καὶ παρὰ τοῦ πατρὸς ἠξίουν μα‐ θεῖν καὶ ‹διένευον› αὐτῷ ὡς μὴ ἀκούοντι ἢ λαλῆσαι δυναμένῳ, καὶ
Ζαχαρίας δὲ τῇ χειρὶ καὶ τοῖς γράμ‐55

9

.

56

μασι σύμφωνα ἐλάλησε τῇ γυναικί· λαβὼν δελτίον ἔγραψε τοῦ παιδὸς τὴν προσηγορίαν, ὡς πάντας ἐπὶ τοῦτο ἐκπλήττεσθαι καί· ‹τί τὸ
5παιδίον ἔσται› στοχάζεσθαι. Ἑρμηνεύεται δὲ Ἰωάννης ‹θεοῦ χάρισ›· διὸ καὶ μετὰ τοῦ γράψαι τὸν Ζαχαρίαν ἐν δέλτῳ, ὅτι ‹Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ›, εὐθέως τῇ
10τοῦ θεοῦ χάριτι ‹ἀνεῴχθη αὐτοῦ τὸ στόμα›, ‹ἐλύθη› ἡ δεδεμένη φωνὴ καὶ ἀπέλαβε τὴν ἑαυτοῦ γλῶσσαν, οὐκέτι καθὰ πάλαι δεδεμένην τῇ ἀπι‐ στίᾳ· ὅτε μὲν γὰρ ἐδέδετο τῇ ἀπι‐
15στίᾳ ἡ γλῶσσα, ἀνθρωπίνη ἦν, ὅτε56

9

.

57

δὲ λέλυται, οὐκέτι· ‹λαλεῖ› γὰρ ‹εὐ‐ λογῶν τὸν θεὸν› καὶ προφητεύων
τὰ ἀναγεγραμμένα.57

10

.

58

(5)

Δύο δὲ γενικὰς προφητείας προφη‐ τεύει Ζαχαρίας, τὴν προηγουμένην περὶ Χριστοῦ, τὴν δὲ ἑξῆς περὶ Ἰωάννου· καὶ ἔστιν ἀπὸ τῶν λέξεων τηρῆσαι τῶν μὲν προτέρων, ὅτι περὶ
10Χριστοῦ ὡς ἤδη παρόντος καὶ ἐπιδε‐ δημηκότος τῷ βίῳ, εἶθ’ ὕστερον περὶ Ἰωάννου ὡς πρὸς παρόντα λέγει καὶ φησίν· ‹εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο
15καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ
αὐτοῦ›.58

10

.

59

(4)

Τάχα δὲ ἐν τοῖς τρισὶ μησίν, οἷς συνῆν
5αὐτῷ Μαρία, δι’ ἀπορρήτου δυνά‐ μεως ὠφελούμενος κατὰ βραχύ, ἦλθεν ἐπὶ τὸ πληρωθῆναι πνεύματος καὶ προφητεῦσαι τὰ ἀναγεγραμμένα. Ἐπεὶ γὰρ ‹ἐκ σπέρματος Δαβὶδ γέ‐
10γονεν τὸ κατὰ σάρκα› ὁ Χριστὸς καὶ ἦν οὗτος ἀληθῶς ‹κέρας σωτη‐ ρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ παιδὸς αὐτοῦ›, διὰ τοῦτο ταῦτα προφη‐ τεύει. Ὅτι δὲ κέρας ὁ Χριστός,
15παριστᾷ ἡ προφητεία· ‹Ἀμπελὼν γὰρ ἐγεννήθη ἐν κέρατι›. Τίνι κέ‐ ρατι; Τῷ Χριστῷ τούτῳ, περὶ οὗ λέγει· ‹ἤγειρεν κέρας ἡμῖν›. ‹Ἤγειρε›, φησίν, ἡμῖν ὁ θεὸς καὶ
20πατὴρ ‹κέρας σωτηρίασ› τὸν Χρι‐ στόν, κατὰ τὴν ‹τῶν ἁγίων› αὐ‐ τοῦ ‹προφητῶν› προαγόρευσιν· πᾶσι γὰρ τοῖς προφήταις τὸ περὶ
Χριστοῦ κατήγγελται μυστήριον·59

10

.

60

ὃς ἐρρύσατο ‹ἡμᾶς ἐκ τῶν ἐχ‐ θρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶσ›, ἐχθρῶν δὲ οὐκ αἰσθητῶν, ἀλλὰ νοητῶν. Ἦλθε
5γὰρ Χριστὸς ‹κύριος, δυνατὸς ἐν πο‐ λέμῳ›, καταργῆσαι πάντας τοὺς ἐχθροὺς ἡμῶν.
9Τὸ δέ· ‹ποιῆσαι ἔλεος μετὰ τῶν
10πατέρων ἡμῶν› τοῦτο οἶμαι δηλοῦν, ὡς τάχα ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ καὶ οἱ πατέρες ἡμῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ ὅλος ὁ χορὸς τῶν ἁγίων αὐτοῦ προφητῶν καὶ δι‐
15καίων ἀπέλαυσαν τοῦ ἐλέους τοῦ θεοῦ. Οὐ γὰρ λέγω, ὅτι πρότερον μὲν ὠφέληντο, ἐν δὲ τῇ Χριστοῦ ἐπιδημίᾳ οὐκ ὠφέληντο. Τί δὲ λέγω τοῦτο περὶ τῶν πατέρων; ἀναβήσο‐
20μαι γὰρ τῷ λόγῳ καὶ ἐρῶ πεισθεὶς ταῖς γραφαῖς, ὅτι ἐν τῇ Χριστοῦ παρουσίᾳ οὐ μόνον τὰ ἐπὶ γῆς
ὤνατο αὐτοῦ τῆς ἐπιδημίας καὶ τῆς60

10

.

61

οἰκονομίας, ἀλλὰ καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Ὁ ἀπόστολος γοῦν φησιν· ‹εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ γῆς, εἴτε
5τὰ ἐν τοῖς οὐρανοῖσ›· εἰ δὲ εἰρηνο‐ ποίησεν, τί ὀκνεῖς παραδέξασθαι, ὅτι καὶ πρὸς τοὺς πατέρας ἡ ἐπι‐ σκοπὴ γέγονε ἐν τῇ Χριστοῦ ἐπι‐ δημίᾳ καὶ τοῦτο ἡ εἰς τὸν ᾅδην αὐτοῦ
10ἄφιξις ἐπραγματεύσατο, ἵνα πλη‐ ρωθῇ τό· ‹ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν· μνησθῆναι δὲ δια‐ θήκης τῆς πρὸς τὸν Ἀβραὰμ γενο‐ μένησ›. ‹Τοῦ δοῦναι ἡμῖν›, φησίν,
15‹ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθῆναι›. Πολλάκις ῥύονταί τινες ἐκ χειρὸς ἐχθρῶν, μετὰ φόβου δέ. Νυνὶ δὲ
ἡμᾶς ἡ Χριστοῦ ἐπιδημία πεποίηκεν61

10

.

62

‹ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν› ῥυσθῆναι· οὐ γὰρ ᾐσθάνθημεν τῆς ἐπιβουλῆς τῶν ἐχθρῶν, ἀλλ’ ὥσπερ αἰφνίδιον ἡμᾶς ἔλαβεν οὐκ αἰσθαν‐
5θέντας τῆς ἐπιβουλῆς τῶν ἐχθρῶν· καὶ εἰ δεῖ οὕτως εἰπεῖν, ἀναισθητοῦν‐ τας μετέστησεν ἀπ’ ἐκείνων ‹ἐπὶ τὸν κλῆρον καὶ τὴν μερίδα› αὐτοῦ.
12 Διὸ καὶ ἡμεῖς ὀφείλομεν ‹λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ›, ὅπερ γίνεται διὰ τῆς
15ἐκπληρώσεως πασῶν τῶν ἁγίων αὐ‐ τοῦ ἐντολῶν, οὐ πρὸς ὀλίγον μόνον καιρόν, ἀλλὰ ‹πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν›. ‹Καὶ σύ, παιδίον›,
φησίν· ἐζήτουν κατ’ ἐμαυτόν, διὰ τί62

10

.

63

τὴν περὶ Ἰωάννου προφητείαν οὐκ εἶπεν ὡς περὶ αὐτοῦ, ἀλλ’ ὡς πρὸς αὐτόν· λέγει γάρ· ‹καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ›.
5 Περισσὸν γάρ ἐστι τὸ λέγειν τῷ μὴ ἀκούοντι· τί δήποτε οὖν ὡς πρὸς ἀκούοντα ταῦτά φησιν; Μήποτε οὖν παράδοξον γένεσιν ἀναλαβὼν ὁ Ἰω‐ άννης—ἅτε ἀρχαγγέλου ταύτην κη‐
10ρύξαντος καὶ ἅτε τῆς Μαρίας μετὰ τὸ συνειληφέναι τὸν κύριον παρούσης τῇ Ἐλισάβετ καὶ αὐτῷ ἤδη γεννω‐
μένῳ—παράδοξον ἤδη καὶ τὴν παρα‐63

10

.

64

κολούθησιν εἶχεν ἐξ ἀρχῆς.
4Εἰ δὲ ἀπιστεῖς, εἰ παρακολουθεῖ ὁ
5Ἰωάννης ἅμα τῷ γεννηθῆναι τῇ προ‐ φητείᾳ καὶ ἤκουεν τοῦ· ‹Καὶ σύ, παι‐ δίον, προφήτης ὑψίστου κληθήσῃ›, ἴδε τὸ παραδοξότερον, ὅτι ‹ἐσκίρτη‐ σεν ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ, ὡς
10ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ›.
17 Εἰ δὲ ἐν τῇ κοιλίᾳ ὢν ἐσκίρτησεν καὶ ἠγαλλίασεν, τί ἀπιστεῖς, εἰ γε‐ γεννημένος ἅμα τῷ γεννηθῆναι ἤ‐
20κουεν τοῦ πατρὸς προφητεύοντος καὶ λέγοντος αὐτῷ· ‹καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπο‐ ρεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ›; Διὰ τοῦτο
25τάχιον αὐτῷ παρόντι ὁ πατὴρ προ‐
εφήτευσεν, ἐπειδήπερ ᾔδει ὡς προ‐64

10

.

65

φήτης, ὅτι μετ’ ὀλίγον οὐ μέλλει ἔχειν αὐτὸν παρ’ ἑαυτῷ τρεφόμε‐ νον, ἀλλ’ ‹ἐν ταῖς ἐρήμοισ› διαιτώ‐ μενον. ‹Τὸ› γὰρ ‹παιδίον ἐν ταῖς
5ἐρήμοις ἦν ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ›.
13 Παράδοξον γάρ τι χρῆμα ἦν Ἰω‐ άννης, περὶ οὗ καὶ ἐλέχθη· ‹ἀπο‐
15στέλλω τὸν ἄγγελόν μου πρὸ προσ‐ ώπου σου›· ὡς οὖν ἄγγελος ἀπο‐ σταλεὶς ἤκουεν τοῦ πατρὸς προφη‐
τεύοντος τὰ ἀναγεγραμμένα.65

11

.

66

(5)

Διττὸν γὰρ τὸ ‹αὐξάνειν›· τὸ μὲν σωματικόν, ἔνθα οὐδὲ προαίρεσις ἀνθρώπου συνεργεῖ, τὸ δὲ πνευμα‐ τικόν, ὅπου προαίρεσις αἰτία τῇ αὐξήσει κεῖται.
10 Τὸ οὖν κρεῖττον αὐξάνειν ἀνέγρα‐ ψεν· ὅ〈λ〉ον γὰρ τὸ λεγόμενον τοι‐ οῦτον· ‹ηὔξανεν πνεύματι›· οὐ γὰρ αὐξανόμενον τὸ πνεῦμα ἐν ἑαυτῷ ἔμεινεν, ὁποῖον ἦν ἀπ’ ἀρχῆς, ἀλλὰ
15ηὔξανεν τὸ πνεῦμα ἑαυτῷ, οὗ αὐξά‐ νοντος καὶ ὁσημέραι πλείονος γε‐ νομένου καὶ ἡ ψυχὴ αὐτοῦ ἀκο‐ λούθως τῷ πνεύματι συνηύξανεν.
23 Καὶ ἐὰν ἐντέλληται ὁ θεὸς προστα‐ κτικῶς λέγων· ‹αὐξάνεσθε καὶ πλη‐
25θύνεσθε›, οἱ μὲν κατὰ σάρκα ἀκού‐ οντες τοῦ λόγου οὐκ οἶδα πῶς δύ‐ νανται αὐξάνεσθαι. Ἔστω γὰρ τὸ ‹πληθύνεσθαι›, ἐπειδὴ ὁ πληθυσμὸς
ἀριθμὸν πλείονα προσάγει τῶν πλη‐66

11

.

67

(3)

θυνομένων—πῶς οὖν ἐπὶ τοῦ ῥητοῦ προστάσσει ὁ θεὸς τὸ ‹αὐξάνειν›;
5Πᾶς ἄνθρωπος βούλεται εἰς τὸ μέ‐ γεθος ἐπιδιδόναι, ἀλλ’ οὐ πάντες ἐπιτυγχάνουσιν· εἰ τοίνυν τὸ προσ‐ τακτικὸν ἔστιν καὶ δυνατὸν ποιῆσαι τὸ προστασσόμενον, ἐφ’ ἡμῖν ἐστιν
10τὸ ‹αὐξάνειν›.
15 Καὶ παράδειγμα περὶ οὗ γέγρα‐ πται· ‹καὶ Ἰσαὰκ προέκοπτεν καὶ μείζων ἐγένετο, ἕως οὗ ἐγένετο μέ‐ γας σφόδρα›· ὅπερ ἐστὶν ἐπιδιδοὺς τῇ αὐξήσει τῆς προαιρέσεως ἐπὶ τὸ
20ἀγαθόν, τῇ αὐξήσει τῆς ψυχῆς ἐπὶ τὸ βέλτιστον, τῇ αὐξήσει τοῦ νοῦ ἐπὶ τὸ διορατικόν, τῇ αὐξήσει τῆς μνήμης ἐπὶ τὸ δραστικώτερον, ὥστε πλειόνων μνημονεύειν. Οὕτως ὁ πά‐
25σας τὰς δυνάμεις τῆς ψυχῆς αὐτοῦ γεωργῶν πληροῖ τὴν λέγουσαν ἐντο‐ λήν· ‹αὐξάνεσθε›. Καὶ Ἰωάννης οὖν ὡς μακάριος καὶ ἔτι παιδίον ὢν ηὔξανεν· σπάνιον δὲ ἐν ἡμῖν εὑρε‐
30θῆναι παιδίον αὐξανόμενον πνεύ‐
ματι.67

11

.

68

(4)

Ἄλλο δὲ τὸ ‹αὐξάνειν› καὶ ἄλλο
5τὸ ‹κραταιοῦσθαι›. Ἡ ἀνθρωπίνη φύσις ἀσθενής ἐστι καί, ἵνα γένηται ἰσχυρά, χρείαν ἔχει βοηθείας κρείτ‐ τονος. Τίνος οὖν χρεία, ἵνα κραταιω‐ θῇ; Πνεύματος.
12 Ὁ οὖν μέλλων ἀληθῶς κρα‐ ταιοῦσθαι κραταιοῦται ‹πνεύματι›· οἱ μὲν γὰρ πολλοὶ κατὰ σάρκα κρα‐
15ταιοῦνται σαρκί, 〈οἱ δὲ θεοῦ ἀθλη‐ ταὶ〉 κραταιοῦνται ‹πνεύματι› καὶ διὰ τὸ ἐν αὐτῷ κραταιοῦσθαι ἰσχυροὶ γίνονται πρὸς ‹τὸ φρόνημα τῆς σαρ‐ κόσ›· παλαίοντος γὰρ τοῦ πνεύμα‐
20τος τῇ σαρκὶ νικᾷ τὸ πνεῦμα ἐν ἐκείνῳ, ἐν ᾧ ἡ κραταίωσις γίνεται τοῦ πνεύματος.
29‹Καὶ ἦν ἐν ταῖς ἐρήμοισ›, φησίν.
31Ὥσπερ ἡ γένεσις αὐτοῦ παράδοξος—68

11

.

69

‹ἐσκίρτησε› γὰρ ‹ἐν ἀγαλλιάσει› ἐπι‐ γινώσκων τὸν Χριστόν—καὶ ὡς ἐλα‐ λεῖτο πρὸς αὐτὸν [κατ’ αὐτὴν] ὡς ἀκούοντα τὸ ὑπὸ τοῦ πατρός, ὅτι·
5‹καὶ σύ, παιδίον, προφήτης κλη‐ θήσῃ›,
9οὕτως οὐδὲ ἔμεινεν μετὰ τοῦ
10πατρὸς καὶ τῆς μητρός, ἀλλ’ ἀνεχώ‐ ρησεν φεύγων τὸν ἐν πόλεσι θόρυβον καὶ τὴν ἐν τοῖς ὄχλοις ἀηδίαν, ἵνα ἐν ταῖς ἐρημίαις τυγχάνων, ἐπεὶ μη‐ δέπω ἐβούλετο αὐτὸν ὁ θεὸς ὑπη‐
15ρετεῖν τῷ μυστηρίῳ τοῦ βαπτίσ‐ ματος, εὐχαῖς σχολάζῃ παραδόξως
ἀνατρεφόμενος.69

11

.

70

(7)

‹Ἦν› γὰρ ‹ἡ τροφὴ αὐτοῦ› κατὰ τὸν Ματθαῖον ‹ἀκρί‐ δες καὶ μέλι ἄγριον›· ἐπεὶ γὰρ διά‐
10κονος ἦν 〈τῆσ〉 πρώτης Χριστοῦ ἐπι‐ δημίας, διὰ τοῦτο ἡ τροφὴ αὐτοῦ οὐκ ἦν μέλι ἥμερον—ἐτηρεῖτο γὰρ τὸ ἥμερον μέλι καὶ ἐξειργασμένον τῷ κυρίῳ—καὶ ἐπεὶ πρὸ τῆς παρου‐
15σίας προεφήτευεν καὶ ᾠκονόμει τὰ πρὸ τῆς παρουσίας, διὰ τοῦτο ἦν αὐτῷ τροφὴ πτηνὸν ὀλίγον αἰρό‐ μενον ἀπὸ τῆς γῆς, ἀκρίδες, βραχὺ
ζῷον καὶ καθαρόν.70

11

.

71

(10)

Μυστήριόν τι μέγα βούλεται ὁ λόγος παραστῆσαι, ὅτι εἰς τὴν τῆς οἰκουμένης ὅλης ἀναγραφὴν ἔδει ἀνα‐ γραφῆναι Χριστὸν Ἰησοῦν, ἵνα συν‐ αναγραφεὶς τοῖς ἐν τῇ οἰκουμένῃ
15ἁγιάσῃ τὴν οἰκουμένην καὶ μεταθῇ τὴν ἀπογραφὴν ταύτην ‹εἰς βίβλον ζώντων›, ἵνα ‹τὰ ὀνόματα› τῶν συγ‐ γραφέντων αὐτῷ καὶ πιστευσάντων
αὐτῷ ‹ἐγγραφῇ ἐν τοῖς οὐρανοῖσ›.71

12

.

72

(8)

Τί δήποτε ὁ ἄγγελος οὐκ ἀπῆλ‐ θεν εἰς Ἱεροσόλυμα, οὐκ ἐζήτησε
10τοὺς γραμματεῖς καὶ τοὺς Φαρισαί‐ ους, οὐκ εἰσῆλθεν εἰς τὴν τῶν Ἰου‐ δαίων συναγωγήν, ἀλλὰ ‹ποιμένασ› εὗρεν ‹ἀγραυλοῦντας καὶ φυλάσσον‐ τας τὰς φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν
15ποίμνην αὐτῶν› κἀκείνους εὐηγγελί‐
σατο;72

12

.

73

(2)

Ἆρ’ ὁ λόγος οὐδὲν αἰνίσσεται, ἀλλ’ ὄντως τὸ προκείμενον ἦν, ποιμέσι προβατίων τοιούτων αἰσθητῶν τὸν
5ἄγγελον ἐπιστάντα λελαληκέναι, καὶ οὐδὲν ἄλλο ἐμφαίνει παρὰ τοῦτο; Ἀλλὰ τοῖς τῶν ἐκκλησιῶν ποιμέσιν ὁ ἄγγελος εὐαγγελίζεται τὸν Χρι‐ στόν. Οὗτοι γάρ, ἐὰν μὴ ἐκεῖνος ὁ
10ποιμὴν ἔλθῃ, οὐ δύνανται ποιμαίνειν ἀφ’ ἑαυτῶν καλῶς· ἐλλιπὴς αὐτῶν ἡ ποιμαντική, ἐὰν μὴ Χριστὸς αὐτοῖς συνεργῇ. ‹Θεοῦ γάρ›, φησιν, ‹ἐσμὲν συνεργοί›.
18Καὶ γὰρ ἔταξεν ‹ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους, προφήτας, διδασκά‐
20λους, εὐαγγελιστάς, ποιμένας, πάν‐ τα[ς] εἰς τὸν καταρτισμὸν τῶν ἁγίων›. Ταῦτα μὲν ἐπὶ τὸ εὐχερέστερον.
25Εἰ δὲ δεῖ ἀναβῆναι καὶ ἐπὶ λόγον
μυστικώτερον, λέγω, ὅτι ἦσάν τινες73

12

.

74

ποιμένες ἄγγελοι πεπιστευμένοι, εἰ δεῖ εἰπεῖν, τοὺς ἀνθρώπους· καὶ τούτων ἑκάστου ἀγραυλοῦντος ἐπὶ τὴν φυλακὴν τὴν ἑαυτοῦ καὶ κάμ‐
5νοντος καὶ δεομένων πάντων βοη‐ θείας, ἵνα τὰ ἔθνη τὰ ἐπ’ αὐτοῖς οἰκονομηθῇ καλῶς, ἦλθεν ὁ ἄγγελος ἐπὶ τῇ γενέσει τοῦ Ἰησοῦ
16λέγων· ‹Μὴ φοβεῖσθε· εὐαγγελί‐ ζομαι γὰρ ὑμῖν χαράν›. Ἀληθῶς γὰρ χαρὰ μεγάλη τοῖς οἰκονομοῦσι τοὺς ἀνθρώπους γέγονεν, ὅτι Χρι‐
20στὸς Ἰησοῦς ἐπιδεδήμηκεν.74

12

.

75

(3)

[Ὡς γὰρ] ἑκάστῳ τῶν ἀνθρώπων πάρεισι δύο ἄγγελοι, ὁ μὲν τῆς δι‐
5καιοσύνης, ὁ δὲ τῆς ἀδικίας, καὶ ἐὰν μὲν ἀνατείλῃ ἡμῶν ἐπὶ τὴν καρδίαν τὰ ἀγαθά, δηλονότι ὁμιλεῖ ἡμῖν ὁ ἄγγελος τοῦ θεοῦ· ὅταν δὲ ἀναβῇ ἡμῶν ἐπὶ τὴν καρδίαν τὰ φαῦλα,
10ὁμιλεῖ ἡμῖν ὁ ἄγγελος τοῦ διαβόλου. Ὡς οὖν καθ’ ἕκαστον δύο ἄγγελοί εἰσιν, οὕτως οἶμαι, ὅτι καὶ κατὰ ἔθνη ἄγγελοί εἰσιν, οἱ μὲν κρείττονες, οἱ δὲ ἐναντίοι.
16 Οἷον ἐν Ἐφέσῳ εἰκός, ὅτι διὰ μὲν τοὺς ἁμαρτάνοντας ἄγγελός τις ἦν ἐγκεχειρισμένος τοὺς ἁμαρτάνοντας, διὰ δὲ τοὺς πιστεύοντας, ὅτι ἄγγε‐
20λός τις ἦν τῆς Ἐφεσίων ἐκκλησίας, οὕτω δὴ καὶ πανταχοῦ καὶ πρὸ τῆς
Χριστοῦ ἐπιδημίας.75

12

.

76

(9)

Οἷον οὖν ἐνδυναμοῦνται οἱ ἄγ‐
10γελοι συνιστᾶν πανταχοῦ ἐκκλησίας ἀπὸ τῶν ἐθνῶν ἐκ τοῦ εὐαγγελισ‐
μοῦ τοῦ ἀγγέλου περὶ τοῦ Χριστοῦ.76

13

.

77

(7)

Ἐπισυνάπτει δὲ τῷ ὕμνῳ ἡ ἀγ‐ γελικὴ στρατιὰ τῷ· ‹Δόξα ἐν ὑψί‐ στοις θεῷ› τό· ‹καὶ ἐπὶ γῆς εἰρήνη ἐν
10ἀνθρώποις εὐδοκίασ›, ἐπειδήπερ κε‐ κμήκει βοηθοῦσα τοῖς ἀνθρώποις καὶ ἑώρα, ὅτι οὐκ ἠδύνατο τελειῶσαι τὸ ἔργον, ὃ ἦν ἐγκεχειρισμένη, χω‐
ρὶς τοῦ σωτῆρος.77

13

.

78

(15)

διὰ δὲ τοῦ· ‹ἐπὶ γῆς εἰρήνη› τὸ εἰ‐ ρηνοποιηθῆναι διὰ τῆς ἐπιδημίας αὐτοῦ, ‹εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τῷ οὐρανῷ›, παρίσ〈ταται〉. Ἐπεὶ γὰρ ἐζήτουν οἱ τοῦ θεοῦ ἄγ‐
20γελοι, ἐχθροὺς βλέποντες τοὺς ἀν‐ θρώπους διὰ τὰς ἁμαρτίας, φίλους αὐτοὺς ποιῆσαι καὶ πεποιήκασι τὰ παρ’ ἑαυτοῖς, ἵνα αὐτοὺς θεραπεύσω‐ σιν, οἱ δὲ οὐδὲν ἧττον οὐκ ἰάθησαν,
25ἰδόντες τὸν ἰασόμενον δοξάζουσι καὶ
‹ἐπὶ γῆς εἰρήνη› λέγουσιν.78

13

.

79

(2)

Ἀλλὰ ζητήσαι τις ἂν ἐν 〈τῷ τό‐〉 πῳ· εἰ ὁ σωτὴρ λέγει· ‹Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μά‐
5χαιραν›, πῶς 〈οἱ〉 ἄγγελοι ἐπὶ τῇ γε‐ νέσει αὐτοῦ λέγουσιν· ‹ἐπὶ γῆς εἰ‐ ρήνη›; Αὐτὸς δὲ ἀλλαχοῦ λέγει· ‹εἰρήνην ἀφίημι ὑμῖν›.
13 Ἀλλ’ 〈εἰ ἐγ〉έγραπτο μόνον τό· ‹ἐπὶ γῆς εἰρήνη› καὶ μέχρι τούτου
15στᾶσα ἦν ἡ γραφή, εἶχεν ἄν τινα λόγον τὸ ἀπορούμενον. Νῦν δὲ ἡ προσ‐ θήκη λύει τὸ ζητούμενον, ἥτις καὶ μετὰ τό· ‹ἐπὶ γῆς εἰρήνη› ἔστιν· ‹ἐν ἀνθρώποις εὐδοκίασ›. Εἰ δὲ ‹εἰρή‐
20νην› λέγει ὁ σωτὴρ μὴ διδόναι ‹ἐπὶ γῆσ›, οὐκ ἔστιν ‹εὐδοκίας εἰρηνή›. Οὐ γὰρ ἀρνεῖται διδόναι τὴν εἰρήνην, ἀλλ’ ἁπλῶς λέγει· ‹οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν›.
27οὐκ εἶπε δὲ ‹εὐδοκίας εἰρήνην›·79

13

.

80

ἀλλὰ ταῦτά γε εἶπον παρὰ τοῖς ποι‐ μέσιν οἱ ἄγγελοι.
5 Καὶ ἅγιοι ποιμένες ἐὰν μὴ ἔχωσι καὶ ἀγγέλους συμποιμαίνοντας, λεχ‐ θήσεται τό· ‹ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυ‐ λάσσων›.
13 Ἔστι δὲ εἰπεῖν ἀπὸ τῆς γραφῆς, ὅτι δύο εἰσὶν ἑκάστης ἐκκλησίας
15ἐπίσκοποι, ὁ μέν τις αἰσθητὸς καὶ βλεπόμενος, ὁ 〈δέ〉 τις νοητός· καὶ ὥσπερ 〈ὁ ἄνθρωποσ〉 ἐπαινεῖται κα‐ λῶς οἰκονομήσας, οὕτω καὶ ὁ 〈ἄγ‐ γελος.
20 Γέγρ〉απται γοῦν ἐν 〈τῇ Ἀπο‐ καλύψει〉 Ἰωάννου· ‹〈ἀλλ〉ὰ ἔχετε ὀνόματα ὀλίγα, ἅτινα 〈οὐκ〉 ἐμό‐ λυναν›. 〈καὶ πάλιν·〉 ‹ἔχεις ἐκεῖ τάδε ἁμαρτήματα ποιοῦντασ›, καὶ μέμ‐
25φεται τοῖς ἀγγέλοις.80

13

.

81

Εἰ δὲ τοῖς ἀγγέλοις μέμφεται τοῖς πεπιστευμένοις τὰς ἐκκλησίας καὶ φροντίζουσιν, ὧν πεπιστευμένοι εἰσὶν ἄγγελοι, τί χρὴ λέγειν περὶ
5ἀνθρώπων, ὅσον δεῖ φόβον ἔχειν, ἵνα δυνηθῶσι συμπλέοντες τοῖς ἀγ‐ γέλοις συνσωθῆναι τοῖς ἀγγέλοις; Οἷον γὰρ κοινωνοί εἰσι τοῦ ἔργου ἀμφότεροι ἐπίσκοποι, ὁ νοητὸς λέ‐
10γω δὴ ὁ ἄγγελος ὁ πεπιστευμένος
τὴν ἐκκλησίαν καὶ ὁ αἰσθητός.81

13

.

82

Σπεύσαντες δὲ ἦλθον καὶ οὐ βάδην οὐδὲ ἐκλελυμένως· διὰ τοῦτο εὗρον αὐτὸν ‹ἐν φάτνῃ.›
8 Αὕτη δὲ ἦν, περὶ ἧς ὁ προφήτης ἔλεγεν· ‹Ἔγνω βοῦς καὶ ὄνος τὴν
10φάτνην τοῦ κυρίου αὐτοῦ›, ὃ μυ‐ στήριόν ἐστι δηλούμενον· βοῦς κα‐ θαρὸν ζῷον, ὄνος ἀκάθαρτον.
15 Οὐχ ὁ λαὸς ἔγνω τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, ἤγουν ὁ ἐξ Ἰσραήλ, ἀλλὰ τὸ ἀκάθαρτον ζῷον, τὸ ἀπὸ
τῶν ἐθνῶν.82

14

.

83

(5)

›〈Ὃ〉 ἀπέθανεν› Χριστός, ‹τῇ ἁμαρτίᾳ ἀπέθανεν›, οὐχ ὅτι ἥμαρ‐ τεν—‹οὐδὲ γὰρ ἁμαρτίαν ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ›—ἀλλ’ [ὅτι] ἀπέθανεν, ἵνα
10ἡμεῖς οἱ συναποθανόντες αὐτῷ, αὐ‐ τοῦ ἀποθανόντος ‹τῇ ἁμαρτίᾳ›, μη‐ κέτι ζῶμεν ‹τῇ ἁμαρτίᾳ›. Δι’ ὃ λέ‐ γεται· ‹εἰ συναπεθάνομεν, καὶ συν‐ ζήσομεν›· ὥσπερ οὖν συναπεθάνο‐
15μεν αὐτῷ ἀποθνήσκοντι τότε, οὕ‐ τω περιετμήθημεν αὐτῷ περιετμη‐ θέντι τότε· καὶ μετὰ τὴν περιτομὴν αὐτὴν γέγονεν οἰκονομία ἡ διὰ τοῦ προτέρου καθαρισμοῦ. Διὰ τοῦτο
20ἡμεῖς οὐκέτι περιτεμνόμεθα, ὅτι ἡ
περιτομὴ αὐτοῦ δι’ ἡμᾶς γεγένηται·83

14

.

84

(6)

‹ἐν ᾧ περιετμήθητε›, φησὶν ὁ Παῦλος, ‹περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρ‐ κός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
10συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πί‐ στεωσ›. Οὐκοῦν καὶ ὁ θάνατος αὐ‐ τοῦ ὑπὲρ ἡμῶν γέγονεν, καὶ ἡ ἀνά‐ στασις καὶ ἡ περιτομή.
16 Ἀναγκαίως δὲ ἐπεσημήνατο ὁ εὐαγγελιστὴς λέγων· ‹ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου›. Οὐκ ἔδει γὰρ
20ἀπ’ ἀνθρώπων πρῶτον κληθῆναι οὐδὲ ἀπ’ 〈αὐτῶν〉 δοξασθῆναι, ἀλλ’ ἀπὸ κρειττόνων παρὰ τὴν τῶν ἀν‐ θρώπων φύσιν καὶ κληθῆναι τὸ προσκυνητὸν ὄνομα καὶ ἔντιμον καὶ
25‹ὑπὲρ πᾶν ὄνομα›.84

14

.

85

(5)

Εἰ δὲ ἔκειτο ὑπὲρ ‹τοῦ καθαρισ‐ μοῦ› Μαρίας μόνης, οὐδὲν ἐζητοῦμεν· νυνὶ δὲ ‹τοῦ καθαρισμοῦ αὐτῶν› φη‐ σιν. Ἆρ’ οὖν καὶ Ἰησοῦς δεῖται κα‐ θαρισμοῦ; Ἀλλ’ ὅρα τὸ τόλμημα
15τοῦ λόγου· μνήσθητι τῶν εἰρημένων ἐν τῷ Ἰὼβ μυστικῶς· ‹οὐδεὶς κα‐ θαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ τῆς γῆσ›· οὐκ εἶπεν· ἀπὸ ἁμαρτίας, ἀλλ’· ‹ἀπὸ
20ῥύπου›.
23 Ὅτι καὶ οὐ ταὐτά, λέγει Ἡσαίας· ‹ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν
25καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ
αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν›·85

14

.

86

ἐρρύπωται οὖν πᾶσα ψυχὴ ἐν‐ δεδυμένη σῶμα ἀνθρώπινον.
7Ἄκουε Ζαχαρίου· ‹Ἰησοῦς ἦν ἐνδε‐ δυμένος ἱμάτια ῥυπαρά›. Τὸ δὲ ῥητὸν χρήσιμον καὶ πρὸς τοὺς λέγοντας,
10ὅτι ὁ σωτὴρ οὐκ ἔλαβε σάρκα ἀν‐ θρωπίνην, ἀλλ’ ἤνεγκεν ἀπὸ τοῦ οὐρανοῦ πνευματικὸν σῶμα, τὸ πνευματι〈κὸν σῶμα〉 ἐρρυπωμένον
〈νομίζοντας.86

14

.

87

Ἐπεὶ〉 γὰρ λέγειν δυνήσον‐ ται 〈ταῦτα καὶ〉 τοῦτο παραδέ‐ ξονται, ὅρα αὐτοὺς λέγειν, ὅτι ἐν ταῖς ἐπαγγελίαις, ὅταν πληρωθῇ τό·
5‹σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν›, ἐγειρόμεθα ἐρρυπωμένοι, ὅπερ μὴ δεῖ λέγειν.
13 Ἐδεήθη οὖν ὁ σωτήρ, ὡς ‹ἐνδε‐ δυμένος ἱμάτια ῥυπαρὰ› τὸ σῶμα τὸ
15ἀνθρώπινον καὶ γήϊνον, τοῦ προσ‐ ενεχθῆναι καὶ περὶ αὐτοῦ καθαρισμόν.
22Τὰ παιδία βαπτίζεται ‹εἰς ἄφεσιν
ἁμαρτημάτων›. Ποίων; Πότε γὰρ87

14

.

88

ἥμαρτον; Ἀλλὰ μήποτε, ἐπεὶ ‹οὐ‐ δεὶς καθαρὸς ἀπὸ ῥύπου›, τὸν ῥύπον δὲ ἀποτίθεταί τις διὰ τοῦ μυστηρίου τοῦ βαπτίσματος, διὰ τοῦτο καὶ τὰ
5παιδία βαπτίζεται.
12 Μυστικῶς δὲ ‹ἡ‐ μέραι› πληρούμεναι· οὐ γὰρ ἅμα τῇ γενέσει ὁ καθαρισμός,
17ἀλλ’ ὥσπερ γέγραπται ἐν τῷ νόμῳ· ‹ὅτι ἐὰν τεχθῇ ἄρσεν, ἑπτὰ ἡμέρας καθιεῖται ἐν αἵματι ἀκαθάρτῳ, εἶτα
20τριάκοντα τρεῖς ἐπὶ αἵματι καθαρῷ› καὶ αὐτὴ καὶ τὸ παιδίον, οὕτως, ἐπεὶ ‹ὁ νόμος σκιὰν ἔχει τῶν μελλόντων ἀγαθῶν›, ἔστιν ἰδεῖν καθαρισμὸν γινόμενον ὕστερόν πο‐
25τε· τάχα δὲ ἐὰν ἀναστῶμεν ἐκ νε‐ κρῶν, 〈δεόμεθα τοῦ〉 μυστηρίου 〈τοῦ〉 καθαίροντος ἡμᾶς ... θαυμάζω, εἴ τις ἀνίσταται παν〈τὸσ〉 ῥύπου
καθαρεύων· ἐν 〈τῇ〉 παλιγγενεσίᾳ88

14

.

89

οὖν τα〈ύτῃ〉 τοιοῦτόν τι ἔσται μυ‐ στήριον καθαρισμοῦ, ὅπερ ἐποίησεν ὁ Ἰησοῦς ἐπὶ τῆς γενέσεως αὐτοῦ.
24Τὰ οὖν ἀρσενικὰ ἅγια ὄντα 〈ἅτε〉
25μήτραν ἀνοίγοντα ἔδει ἀναφέρεσθαι
κυρίῳ παρὰ τῷ θυσιαστηρίῳ, μόνος89

14

.

90

δὲ Χριστὸς διήνοιξεν μήτραν ἐκ παρ‐ θένου τεχθείς· οὐδὲν γὰρ ἄλλο πρὸ τοῦ Χριστοῦ τῆς μήτρας ἐκείνης τῆς ἱε〈ρᾶσ〉 ἥψατο· πάντων δὲ τὰ πρω‐
5τότοκα, εἰ καὶ πρωτότοκά ἐστιν, ἀλλ’ οὐ διανοίγουσιν αὐτὰ πρῶτα
τὴν μήτραν, ἀλλ’ ὁ σύμβιος.90

15

.

92

(16)

Ὡς ἐν δεσμωτηρίῳ ὢν τοῦ σώ‐ ματος καὶ ὁρῶν, ὅτι οὐδεὶς αὐτὸν λύει ἀπ’ αὐτοῦ, ὥστε μετ’ ἐλπίδο〈ς ἀ〉πολυθῆναι τοῦ κόσμου, ἢ ἐκεῖνος,
20ὃν αὐτὸς κατέσχεν ‹εἰς τὰς ἀγκάλασ› αὐτοῦ, φησίν· ‹νῦν ἀπολύεις τὸν δοῦ‐
λόν σου κατὰ τὸ ῥῆμά σου›.92

15

.

93

(22)

Καὶ ἴδε τὴν προσθήκην, τὸ ‹ἐν
εἰρήνῃ›· οὐχ ἁπλῶς φησιν· ἀπολυ‐93

15

.

94

θῆναι θέλω[ν], ἀλλ’ ‹ἐν εἰρήνῃ› κατὰ τὸ λεχθὲν τῷ Ἀβραάμ· ‹ἀπε‐ λεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνησ›.
10 Τίς δέ ἐστιν ὁ ‹μετ’ εἰρήνησ› ἀπαλλασσόμενος ἢ ὁ νοήσας, ὅτι ‹θεὸς ἦν 〈ἐν Χριστῷ κόσμον〉 κατ‐ αλλάσ〈σων ἑαυτῷ› καὶ〉 μηκέτι ἔργον τι ἔχθρας 〈ἔχων〉 πρὸς τὸν
15θεόν, ἀλλὰ π〈ᾶσ〉αν εἰρήνην ἀναλα‐
βὼν δι’ ἔργων ἀγαθῶν.94

16

.

95

(20)

Ἐπὶ ποίοις δὲ ‹λαλουμένοις περὶ αὐτοῦ› ἐθαύμαζον Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ; Ἐπὶ τοῖς ὑπὸ τῶν ποι‐ μένων, ὑφ’ ὧν ἡ φήμη διέτρεχεν, ὅτι
ὁ Χριστὸς γεγέννηται, 〈καὶ〉 ὑπὸ95

16

.

96

τοῦ Συμεῶνος ἐπ’ αὐτῷ τῷ εἰπεῖν· ‹νῦν ἀπολύεισ›, ὃ ἦν ἡ κορωνὶς τῶν λαλουμένων περὶ αὐτοῦ.
8 Εἰς πατέρα δὲ τὸν Ἰωσὴφ θαυ‐ 〈μαστῶς τίθησι, οὐ πατέρα〉 κηρυ‐
10κεύ〈ων τοῦτο εἰπ〉ών, ἀλλ’ ἐπ〈ιπρο〉‐ φητεύει περὶ τοῦ παιδίου, εὐλογή‐ σας τὸν πατέρα καὶ τὴν μητέρα, καί φησιν· ‹Ἰδοὺ οὗτος κεῖται εἰς πτῶ‐ σιν καὶ ἀνάστασιν›.
21Ὅμοιον δὲ αὐτῷ ἐστιν ἐν τῷ κατὰ Ἰωάννην τό· ‹εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέπον‐
25τες τυφλοὶ γένωνται›· ὥσπερ οὖν ‹οἱ μὴ βλέποντεσ› ἀπὸ τῶν ἐθνῶν ‹βλέ‐ πουσι›, καὶ οἱ ἀπὸ τοῦ Ἰσραὴλ ‹τυφ‐ λοὶ γίνονται›, οὕτως ἦλθεν ‹εἰς πτῶ‐ σιν καὶ ἀνάστασιν› ἡμῶν. Οἱ γὰρ ἑστη‐
30κότες πεπτώκασι καὶ οἱ πεπτωκότες
ἀνέστησαν Χριστοῦ ἐπιδημήσαντος.96

16

.

99

(4)

Ἔχει δὲ τοῦτο καὶ βαθυτέραν
5διήγησιν· ἔχω τι ἑστὸς ἐν ἐμοί· τοῦτο πε‐ σέτω, ‹ὁ ἔσω ἄνθρωποσ› πεπτωκώς μου ἦν, ὁ ἔξω ἄνθρωπός μου εἱστήκει.
10Πρὸ τῆς πίστεως τίνα εἴχομεν; τὸ κρεῖττον πεπτωκός, τὸ χεῖρον διε‐ γηγερμένον. Ὅτε δὲ ἦλθεν Χριστός, τότε τὸ ἑστηκὸς πέπτωκέ μου τὸ χεῖρον·
17‹νεκρώσατε›, φησίν, ‹τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν› καὶ τὰ ἑξῆς.
23 Ἐπεὶ δὲ πτῶμα γέγονεν— ‹ὅπου γὰρ πτῶμα, ἐκεῖ καὶ οἱ ἀε‐
25τοί›—, καλὸν τοῦτο τὸ πτῶμα, ἐφ’
ὃ ἦλθεν πρῶτος ὁ Ἰησοῦς.99

17

.

100

(8)

Ὁ μακάριος Λουκᾶς, ὁ σαφῶς ἡμῖν παραστήσας, ὅτι παρθένου υἱὸς
10ὁ σωτὴρ ἦν, οὐκ ἐξ ἀνδρός, οὗτος πατέρα αὐτοῦ τὸν Ἰωσὴφ νῦν ἀνη‐ γόρευσεν.
15 Πρὸς τί οὖν πατέρα εἶπε τὸν μὴ σπείραντα μηδὲ αἴτιον αὐτῷ γενό‐ μενον τῆς γενέσεως; Ἁπλούστερον μὲν λέγοιτο ἄν, ὅτι ἐτίμησεν αὐτὸν
τὸ πνεῦμα τὸ ἅγιον τῇ τοῦ πατρὸς100

17

.

101

προσηγορίᾳ, ἐπειδήπερ ἀνεθρέψατο αὐτόν. Εἰ δὲ δεῖ τι εἰπεῖν καὶ βαθύ‐ τερον, ἐροῦμεν· ἐπεὶ ἡ γενεαλογία ἐγενεαλόγησε τὸν Ἰωσὴφ ἀπὸ Δα‐
5βίδ, ἵνα μὴ δόξῃ περιττὴ εἶναι ἡ γενεαλογία ἐρχομένη ἐπὶ τὸν Ἰω‐ σὴφ ὡς μνήστορα τῆς παρθένου μὴ γεννήσαντα τὸν σωτῆρα, ἵνα ἡ γενεαλογία λόγον ἔχῃ ἐπιτήδειον,
10πατὴρ ἀνηγορεύθη τοῦ κυρίου, εἰ καὶ ‹πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑ‐
ρέθη› ἔγκυος.101

17

.

102

(5)

Ἡγοῦμαι ‹εἰς πτῶσιν καὶ ἀνά‐ στασιν› εἶναι τὸν κύριον οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλὰ τοῦ αὐτοῦ, ‹εἰς πτῶσιν› τοῦ χείρονος ‹καὶ ἀνάστασιν› τοῦ βελτίο‐
10νος, τοῦ χείρονος πίπτοντος καὶ τοῦ βελτίονος διανισταμένου· καθαιρε‐ τικὴ μὲν γάρ ἐστι τῶν σωματικῶν παθῶν ἡ τοῦ κυρίου ἐπιφάνεια, δι‐ εγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιω‐
15μάτων.102

17

.

103

(5)

Ἀλλ’ οὕτως χρὴ νοεῖν, ὅτι ὁ ἐν τῇ ἁμαρτίᾳ ἱστάμενος διὰ τῆς μετα‐ νοίας πίπτει καὶ ἀποθνῄσκει ἐξ αὐτῆς τῇ ἁμαρτίᾳ.
10Πρώτη δὲ εὐεργεσία τὸν στήκοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν τῇ ἁμαρτίᾳ, εἶτα ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι,
22 τῆς εἰς Χριστὸν πί‐ στεως ἑκάτερον ἡμῖν χαριζομένης· πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν
25τὰ βελτίω εἰς τὴν ἀνάστασιν. Ἐὰν103

17

.

104

μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται, ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογικὸν τὸ ἐν ἡμῖν οὐκ ἀνθήσει· οὕτως οὖν ἡ πτῶσις καὶ
5ἡ ἀνάστασις πολλῶν.104

17

.

105

(11)

Εἶτά φησιν· ‹καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία›· καὶ ῥομφαίαν φησὶ τὴν ἀμφιβολίαν καὶ τὸ πειρατήριον, ἥτις διῆλθεν
15τὴν ψυχὴν αὐτῆς ἐν τῷ καιρῷ τοῦ
σταυροῦ.105

17

.

106

(3)

Φαίνεται, 〈ὅτι περὶ τὸν〉 καιρὸν τοῦ πά〈θους πάντεσ〉 ἐσκανδαλί‐
5σθησαν· 〈καὶ γὰρ αὐτὸσ〉 εἶπεν, 〈ὅτι· ‹πάντεσ〉 σκαν〈δαλισθήσεσθε ἐν ἐμοί›〉. Ἆρ’ 〈οἰόμεθα ὅτι μόνη〉 ἀπὸ 〈σκανδάλου καθαρὰ ἦν ἡ Μ〉αρία; 〈εἰ δὲ πάν〉τες ὑστε〈ροῦνται τῆ〉ς
10δόξ〈ης τοῦ〉 θεοῦ δι〈καιού‐ μενοι ...〉 τ〈ῇ αὐτοῦ χάριτι ...
16 Προφητεύει οὖν ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς ἁγίας παρθένου Μαρίας, ὅτι· παρεστῶσα τῷ σταυ‐ ρῷ καὶ βλέπουσα τὰ γενόμενα καὶ
20ἀκούουσα τῶν φωνῶν τῶν φονευ‐ τῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυ‐ ρίαν, μετὰ τὴν ἀπόρρητον γνῶ‐ σιν τῆς θείας συλλήψεως, μετὰ τὴν
μεγάλην τῶν θαυμάτων ἐπίδειξιν,106

17

.

107

καὶ σοῦ οὖν αὐτῆς τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ κυρίου γενήσεταί τις περὶ τὴν ψυχὴν σάλος καὶ ἅψεταί τις διάκρισις,
5τοῦτ’ ἔστιν ἡ ‹ῥομφαία›, ἐπὰν ἴδῃς τὸν τηλικοῦτον σταυρούμενον καὶ θάνατον ἀνθρώπινον ἀναδεχόμενον.
11‹Ὅπως ἂν ἀποκαλυφθῶσιν δια‐ λογισμοί›· διαλογισμοὶ ἦσαν πο‐ νηροὶ ἐν τοῖς ἀνθρώποις τούτοις· τότε ἀπεκαλύφθησαν, ἵνα ἀποκαλυ‐
15φθέντας αὐτοὺς ἀφανίσῃ ὁ ὑπὲρ τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀποθνῄ‐ σκων. Ὅσον γὰρ ἦσαν κεκρυμμένοι, οὐχ οἷόν τε ἦν αὐτοὺς ἀφανισθῆναι τέλεον·
23διὰ τοῦτο καὶ ἡμεῖς ἐὰν ἁμαρτή‐ σωμεν, κελευόμεθα λέγειν· ‹τὴν
25ἀνομίαν μου 〈ἐγνώρισα, καὶ τὴν
ἁμαρτίαν μου〉 οὐκ ἐκάλυψα›.107

17

.

108

(11)

Καὶ ἡ τάξις δὲ ἀ〈μώμητοσ〉· οὐ πρώτη γὰρ τοῦ ἀνδρὸς ἡ γυνή, ἀλλὰ πρῶτος ὁ Συμεὼν 〈παρ〉εισάγεται.
17Οὐκ οὖν ἐγέγ〈ραπτο〉 [δὲ] αὐτῆς κα‐ 〈τὰ λ〉έξιν 〈ὁ λόγος, ἀλλ’ ὅ〉τι ‹ἐξω‐ μολόγει 〈τῷ θεῷ καὶ ἐλάλει〉 περὶ
20αὐτοῦ›. 〈Ἔοι〉κε δέ γε δικαίως γε‐ γ〈ονέ〉ναι προφῆτις, τοῦ ἁγίου πνεύ‐ ματος χώραν δυνηθέντος εὑρεῖν ἐν αὐτῇ διὰ τὴν ἁγνείαν καὶ τὴν καθα‐ ρότητα· ‹ἔτη› γὰρ ‹ἑπτὰ ζήσασα
25ἀπὸ τῆς παρθενίας αὐτῆς μετὰ ἀν‐ δρόσ›, διὰ τοῦτο γέγονε προφῆτις· οὐ γὰρ ὡς ἔτυχεν τὸ ἅγιον πνεῦμα ᾤκησεν ἐν αὐτῇ. Καλὸν μὲν γὰρ εἴ τις δύναται παρθενεύειν· εἰ δὲ μὴ
30δύναται τοῦτο, χηρευσάτω, ἐὰν συμ‐108

17

.

109

βῇ τι ἀνθρώπινον, καὶ ἐχέτω τοῦτο πρὸ ὀφθαλμῶν καὶ μετὰ ἀνδρὸς οὖσα, ὥστε τὴν παρθενίαν αὐτῆς
δικαιωθῆναι ἐνώπιον τοῦ θεοῦ.109

18

.

111

(15)

Ἐδύνατο δὲ εἰπεῖν· προέκοπτε λαμβάνων σοφίαν, ἀλλ’ ἐπεί, ὅτε ἤρχετο, ‹ἐκένωσεν ἑαυτόν›, εἶπεν ‹πληρούμενον›, ἵνα δείξῃ, ὅτι ὃ ἐκένωσεν ἐπλήρωσε καὶ ἐλάμβανε
20πάλιν ταῦτα, ἀφ’ ὧν ἑκὼν κεκένωτο.111

19

.

114

(19)

‹Ηὔξανε› τοίνυν, ἐπεὶ ‹οὐχ ἁρπαγμὸν
20ἡγησάμενος τὸ εἶναι ἴσα θεῷ ἐτα‐114

19

.

115

πείνωσεν ἑαυτόν›· ‹ἐκραταιοῦτο› ‹μορφὴν δούλου λαβὼν› καὶ ‹τὰς ἀσθενείας ἡμῶν φέρων›· ἐπληροῦτο ‹σοφίᾳ›, ἐπεὶ ‹ἐκένωσεν ἑαυτόν›·
5πρὸ γὰρ ἐτῶν δώδεκα ψιλὸς ἄνθρω‐ πος οὐ χωρεῖ πληρότητα σοφίας· τὸ δὲ αἴτιον τοῦ αὔξειν καὶ κραται‐ οῦσθαι αὐτὸν ἦν τὸ πληροῦσθαι
σοφίας.115

19

.

116

Τί δὲ καὶ ‹ἐζήτουν αὐτόν›; Ἆρα ὅτι ἀπόλωλεν ὡς παῖς ἢ ὅτι πεπλά‐ νηται; Ἄπαγε· οὔτε Μαρίας ἦν τοῦτο, τῆς μυρίας περὶ αὐτοῦ δεξα‐
5μένης θείας ἀποκαλύψεις, οὔτε τοῦ Ἰωσήφ.
16 Ἀλλ’ ὥσπερ σὺ ἐὰν ζητῇς γρα‐ φήν, ὀδυνώμενος αὐτὴν ζητεῖς, οὐχ ὡς πεπλανημένην οὐδὲ ὡς ἐσφαλ‐ μένην, ἀλλ’ ὡς ἔχουσαν μὲν τὸν
20ἀληθῆ καὶ μυστικὸν λόγον, μήπω116

19

.

117

δέ σοι πεφανερωμένην, οὕτως κἀ‐ κεῖνοι ἐζήτουν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, μήπως ἀπέστη ἀπ’ αὐτῶν, μήπως καταλέλοιπεν αὐτούς.
10 ‹Ὀδυνώμενοι› οὖν ἐζήτουν τὸν υἱὸν τοῦ θεοῦ, καὶ ζητοῦντες αὐτὸν οὐχ εὗρον ‹ἐν τοῖς συγγενέσιν›· ὑπὲρ γὰρ τὴν συγγένειαν αὐτῶν ἦν. διὸ καὶ πρὸς αὐτοὺς ἔλεγεν· ‹διὰ τί
15ἐζητεῖτέ με;› μὴ γὰρ δύναται σωτὴρ ἀπολέσθαι; οὐκ ἐνταῦθα καταλε‐
λοίπατέ με;117

19

.

118

(2)

Πρεπόντως δὲ παιδίῳ, ὅτε ‹δι‐ δασκάλων ἐν μέσῳ› Ἰησοῦς· οὐκ ἐδίδασκε μέν, ἀλλ’ ‹ἤκουεν καὶ ἐπη‐
5ρώτα›, ὅπερ καὶ ὁ Ἰησοῦς ἐποίει τοῖς νέοις τύπον διδοὺς καὶ ὑπο‐ γραμμὸν μὴ προπετεύεσθαι, κα‐
λῶς διεγείρων πρὸς ἐπαπορήσεις.118

20

.

119

(13)

[καλῶς διεγείρων πρὸς ἐπαπορή‐ σεις]
21 ‹Οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ πα‐ τρός μου δεῖ εἶναί με;› Ὡς πρὸς τὸ ῥητόν, ὁπλισώμεθα κατὰ τῶν ἀθέων
αἱρέσεων λεγουσῶν, ὅτι οὐχ ὁ Δη‐119

20

.

120

μιουργὸς πατὴρ Ἰησοῦ Χριστοῦ οὐδὲ ὁ θεὸς τοῦ νόμου, οὐδὲ ὁ θεὸς τοῦ ναοῦ οὗτός ἐστιν ὁ πατὴρ τοῦ Χριστοῦ. Τῆς γὰρ φωνῆς αὐτοῦ
5ἀκούοντες οἱ ἀπὸ Οὐαλεντίνου αἰ‐ δείσθωσαν λέγοντος· ‹ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με›, εἰ προσίεν‐ ται τὸ ῥητόν.
14Ἆρα γὰρ οὕτως ἦσαν ἀσύνετοι,
15ὡς μὴ συνιέναι, ὅτι ἔλεγεν· ‹ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με› ἀντὶ τοῦ· ἐν τῷ ναῷ; Ἢ μήποτέ τι
μυστήριον αἰνίττεται·120

20

.

121

(2)

εἴ τις ὑμῶν τοῦ πατρός ἐστιν, ἔχει τὸν Χριστὸν ἐν ἑαυτῷ.
8 Μᾶλλον γὰρ τοῦ πατρὸς ὁρῶ ἔμ‐ ψυχον ναόν, τὸν καλόν τε καὶ ἀγα‐
10θόν, ἢ τὸν ναὸν ἐκεῖνον· ‹ἐξῆλθε› γὰρ ‹ἀπὸ τοῦ ναοῦ› ἐκείνου εἰπών· ‹ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν›, καὶ ἀπῆλθεν ἐπὶ τὸν ναὸν τοῦ πατρός,
τὰς ἐκκλησίας τὰς πανταχοῦ.121

20

.

122

(5)

Παράδειγμα διδοὺς πᾶσιν υἱοῖς, ἵνα τιμῶσι τοὺς γονεῖς, μὴ μόνον τοὺς φύσει, ἀλλὰ καὶ τοὺς θέσει, καὶ
ποιῶσιν, ὅσα ἐπιτάσσουσι.122

20

.

123

Ἡ οὖν Μαρία ὡς θησαυροὺς ‹ἐτήρει πάντα› ὡς τῶν πραγμάτων ἐπιστήμων· οὐ γὰρ ὡς δωδεκαετοῦς παιδίου ἤκουεν, ἀλλ’ ὡς τελείου
5‹ἐτήρει πάντα τὰ ῥήματα αὐτοῦ›.
17 ‹Ἡλικίᾳ› δὲ οὐ τῇ σώματος, ἐν ᾗ προέκοπτεν οὐκ ἐφ’ ἡμῖν οὔσῃ, ἀλλ’ ἐπὶ τῇ φύσει· τῇ δὲ ψυχῆς,
20ἥτις ἐφ’ ἡμῖν, ἣν ἐνίσχυεν ‹ὁ
καταργήσας τὰ τοῦ νηπίου›.123

21

.

125

(5)

Ἐπὶ μὲν τῷ παρὰ Ἰουδαίοις μό‐ νοις κηρυσσομένῳ λόγῳ προφητικῷ ἀναγράφεται βασιλεία μόνον Ἰου‐ δαίων. ‹Ὅρασισ›, γάρ φησιν, ‹ἣν εἶδεν Ἡσαΐας κατὰ τῆς Ἰουδαίας
10καὶ κατὰ τῆς Ἱερουσαλήμ, ἐν βασι‐ λείᾳ Ὀζίου καὶ Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου›· καὶ οὐδένα ἄλλον οἶδα βασιλέα ἀναγεγραμμένον ἐν τῷ χρόνῳ τῆς προφητείας, ἢ τὸν τῆς
15Ἰουδαίας, ἐπί τινων δὲ προφητειῶν καὶ τὸν βασιλέα τοῦ Ἰσραήλ. Ὅτε δὲ ἤμελλε τὸ μυστήριον τοῦ εὐαγ‐ γελίου ὁ Ἰωάννης κηρύσσειν, ἀνα‐ γέγραπται οὐχὶ Ἰουδαίων μόνος βα‐
20σιλεὺς Ἡρώδης οὐδὲ Ῥωμαίων μό‐125

21

.

126

νος Τιβέριος· ἐπειδὴ δὲ τὸ μυστήριον τοῦ εὐαγγελίου ἔδει κηρύσσεσθαι ἐν ὅλῳ τῷ κόσμῳ καὶ ὅλου τοῦ κόσμου ἐδόκει Τιβέριος εἶναι βασιλεύς, διὰ
5τοῦτο ‹ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαροσ› καὶ τὰ ἑξῆς ἀναγέγραπται. Καὶ εἰ μὲν οἱ ἀπὸ τῶν ἐθνῶν μόνοι ἤμελλον σῴζεσθαι, πάντῃ δὲ ἀπεκέκλειστο ἡ
10σωτηρία τῶν υἱῶν Ἰσραήλ, ἤρκει τό· ‹ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαροσ›.
14Ἐπειδὴ δὲ ἔδει καὶ τοὺς ἀπὸ τῆς
15Γαλιλαίας καὶ τοὺς ἀπὸ τῆς Ἰτου‐ ραίας καὶ Τραχωνίτιδος καὶ Ἀβι‐ ληνῆς πιστεύειν, διὰ τοῦτο ἀναγρά‐ φονται καὶ αὗται αἱ βασιλεῖαι ἤγουν
τετραρχίαι.126

21

.

127

(6)

Οὐδέποτε ‹γέγονε ῥῆμα θεοῦ› ἐπί τινα τῶν προφητῶν ‹ἐν τῇ ἐρήμῳ›, εἰ μὴ νῦν μόνον διά τινα μυστικὴν θεωρίαν. Ἐπειδὴ δὲ ἤμελλε ‹πολλὰ
10τὰ τέκνα τῆς ἐρήμου μᾶλλον› εἶναι, τοῦτ’ ἔστι τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ‹ἤπερ τῆς ἐχούσησ› ὡς ‹ἄνδρα› τὸν νόμον, τῆς Ἰουδαίων φημὶ συναγω‐ γῆς, διὰ τοῦτο ‹ἐγένετο ῥῆμα θεοῦ
15πρὸς Ἰωάννην ἐν τῇ ἐρήμῳ›.
18Εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκ περισσοῦ
ἐποίει ‹κηρύσσων ἐν τῇ ἐρήμῳ›.127

21

.

128

Ἀλλ’ ἦν πρόδρομος Χριστοῦ ‹ἡ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ›, ψυχῇ τῇ μὴ ἐχούσῃ πόλεμον· καὶ οὐ τότε δὲ μό‐ νον, ἀλλὰ καὶ νῦν πρῶτος ‹ὁ λύχνος
5ὁ καιόμενος καὶ φαίνων› ἔρχεται ‹κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν›, εἶτα μετὰ τοῦτον ἔρχεται ‹τὸ φῶς τὸ ἀληθινόν›, περὶ οὗ φησιν ὁ λύχνος· ‹ἐκεῖνον δεῖ
10αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι›.
12 ‹Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχω‐ ρον τοῦ Ἰορδάνου›. Ποῦ γὰρ ἔδει τὸν βαπτιστὴν περιέρχεσθαι ἢ ‹εἰς
15τὴν περίχωρον τοῦ Ἰορδάνου›, ἵν’ ἐάν τις βούληται μετανοεῖν, εὐθέως εὐπορήσῃ τοῦ ποταμοῦ; Ἑρμηνεύεται δὲ Ἰορδάνης ‹καταβαίνων›. Κα‐ ταβαίνων γάρ ἐστιν ἀληθῶς ὁ ποτα‐
20μὸς τοῦ θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινόν,
τὸ ὕδωρ τὸ σωτήριον.128

21

.

129

Καὶ κηρύσσει ‹εἰς ἄφεσιν ἁμαρ‐ τιῶν βάπτισμα›. ‹Εἰς ἄφεσιν ἁμαρ‐ τιῶν› τίνι ἢ τῷ μηκέτι ἁμαρτάνοντι; τῷ γὰρ ἔτι ἁμαρτάνοντι ἄφεσις
5ἁμαρτιῶν οὐ δίδοται.
14Εἶτα τὸν Ἡσαΐαν παρίστησι τοῦτο
15αὐτὸ φωνοῦντα. Τί γὰρ φησίν; ‹Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ›. Βούλεται δὲ τὴν ὁδὸν κυρίου εὑρεῖν ἐν ὑμῖν, ἵνα συνοδεύσῃ ταῖς ψυχαῖς ὑμῶν.
22 Ἐπειδὴ δὲ ὁ Ἰωάννης πρόδρο‐ μος ἦν τοῦ λόγου, εἰκότως ‹φωνὴ›
ὠνόμασται, οὐ λόγος· προλαμβάνει129

21

.

130

γὰρ ἡ ‹φωνὴ› τὸν λόγον· πρώτη γὰρ ἡ ‹φωνὴ› φθάνει ἐπὶ τὰς ἀκοάς, εἶτα ὁ ἀκουόμενος ὑπὸ τῆς φωνῆς λόγος.
11 Οὐ γὰρ αἰσθητὴν λέγει ‹ὁδόν›, ἀλλὰ τὴν ἔνδον ἐν καρδίᾳ, ἣν
ὁδεύει ἐμπεριπατῶν καρδίαις ἁγίων.130

22

.

132

(12)

‹Φάραγξ› ἐστὶν βαθεῖα καὶ κοιλὴ πᾶς ἄπιστος, ὃς πιστεύσας εἰς Χρι‐ στὸν πληροῦται τῶν τοῦ πνεύματος
15καρπῶν, τοῦτ’ ἔστι τῶν ἀρετῶν·132

22

.

133

(4)

‹ὄροσ› δὲ καὶ ‹βουνὸσ› ταπεινωθείς
5ἐστιν ὁ τῶν Ἰουδαίων ὑψηλόφρων λαός. Καὶ ἐπὶ μὲν τῶν ἐθνῶν ταῦτα γεγένηται, ἐπὶ δὲ τοῦ λαοῦ καθαι‐ ρεθέντος τό· ‹πᾶν ὄρος καὶ βουνὸς
10ταπεινωθήσεται›· ‹ὄροσ› γὰρ ἦν ποτε καὶ ‹βουνόσ›, καθῃρέθησαν δὲ καὶ τεταπείνωνται.
14Ἢ τοίνυν οὕτω νοήσεις, ὅτι
15‹ὄρη› μὲν καὶ ‹βουνοὶ› αἱ ἀντι‐ κείμεναι δυνάμεις, αἳ διὰ τῆς Χριστοῦ ἐπιδημίας ἐταπεινώθησαν, αἱ δὲ ‹φάραγγεσ› οἱ ἄνθρωποι, οἳ πεπλή‐
ρωνται ἐπ’ ἔργοις ἀγαθοῖς.133

22

.

134

(2)

Γεγένηται δὲ καὶ ‹πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν›. Ἕκαστος γὰρ ἡμῶν σκολιὸς ἦν· ἐν μὲν τοίνυν τῇ Χριστοῦ
5ἐπιδημίᾳ τῇ γενομένῃ εἰς τὴν ψυχὴν γίνεται ‹τὰ σκολιὰ εἰς εὐθεῖαν›.
20 Καὶ πάλιν τραχὺς ἦν ἡμῶν ὁ βίος καὶ ἀνώμαλος ὁ λόγος· ἐλθὼν δὲ ὁ
κύριος ἡμῶν λεῖα πάντα πεποίηκεν.134

22

.

135

(4)

Οἵ ποτε ‹σάρκεσ› τῷ φρονήματι,
5νῦν πνεύματι βλέπομεν ‹τὸ σωτήριον τοῦ θεοῦ›· ἢ ἔτι σαρκοφοροῦντες παραδόξως βλέπομεν ‹τὸ σωτήριον τοῦ θεοῦ›. Περὶ δὲ τοῦ ‹πᾶσα› καὶ ‹πᾶν› ζητήσεις, καὶ πότε συντε‐
10λεσθήσεται ταῦτα ἀρξάμενα καὶ
καθολικῶς καὶ καθ’ ἕκαστον.135

22

.

136

(16)

Ὅρα, πηλίκη ἐστὶν ἡ ‹μέλλουσα ὀργή›; Καταστρέφει τὸν κόσμον, κο‐ λάζει τοὺς δεηθέντας παιδεύσεως· καὶ ὕλην αὐτῇ ἕκαστος ποιεῖ, ἐξ
20ὧν ἔπραξεν.136

22

.

137

(2)

‹Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίασ›. Τίνες δὲ οἱ καρποί; ‹Εἰρήνη, μακροθυμία, χρηστότης,
5ἀγαθωσύνη, πίστις, πραότης, ἐγ‐ κράτεια› καὶ τὰ σύμφωνα τούτων, οἳ καὶ ‹τοῦ πνεύματος καρποὶ› λέγονται.
14Προφητεύει τοίνυν τὴν καθαί‐
15ρεσιν ἐκείνου τοῦ λαοῦ καὶ τὴν κλῆσιν τῶν ἐθνῶν· ἐκείνοις γὰρ αὐχοῦσι τὸν Ἀβραὰμ φησίν· ‹μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἀβραάμ›, εἶτα περὶ τῶν
20ἐθνῶν λέγει· ‹λέγω γὰρ ὑμῖν, ὅτι δύ‐ ναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων
ἐγεῖραι τέκνα τῷ Ἀβραάμ›. Φησὶ137

22

.

138

γὰρ πρὸς τὸν Ἀβραάμ· ‹πατέρα πολ‐ λῶν ἐθνῶν τέθεικά σε›, τῶν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ. Ποίων λίθων; Οὐ λίθους ἐδείκνυεν
5ἀψύχους, ἀλλ’ ἀνθρώπους ἀναισθή‐ τους ὄντας λίθους, ἐπειδήπερ λίθοις καὶ ξύλοις προσεκύνουν, καὶ ἐγένετο ἐπ’ αὐτοῖς τὸ γεγραμμένον· ‹ὅμοιοι αὐτῶν γένοιντο οἱ ποιοῦντες αὐτὰ
10καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖσ›.138

22

.

139

(2)

Ἔτι δὲ καὶ περὶ τῶν λίθων γέ‐ γραπται ἐν τῇ ᾠδῇ τῇ ἐν τῇ Ἐξόδῳ· ‹ἀπολιθωθήτωσαν τὰ ἔθνη, ἕως ἂν
5παρέλθῃ ὁ λαὸς οὗτος, ὃν ἐκτήσω›, ὡς δηλονότι μετὰ τὸ παρελθεῖν τὸν λαὸν μηκέτι ἀπολιθωθείησαν, ἀλλ’ ἀπολαβέτωσαν καὶ ψυχὴν λογικὴν
ἀνθρωπίνην.139

23

.

141

(6)

Τρία τάγματα εἰσήγαγε πυνθα‐ νομένων τοῦ Ἰωάννου· ἓν μὲν ὠνό‐ μασεν ‹ὄχλους ἐκπορευομένους ἐπὶ τὸ βάπτισμα›, ἄλλο δὲ ὠνόμασε ‹τε‐
10λώνασ›, τρίτον δὲ ὠνόμασε ‹στρα‐ τιώτασ›.
14Τί οὖν φησιν πρὸς αὐτοὺς ὁ Ἰωάν‐
15νης; ‹Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι›. Γενόμενος ἐγὼ κατὰ τὸν τόπον τοῦτον ἐζήτουν, εἰ αὕτη ἡ ἐντολή, ὅσον ἐπὶ τῷ ῥητῷ, οὐ τῷ ὄχλῳ ἁρμόζει ἀλλὰ τοῖς ἀποστόλοις·
20‹ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι›· ὅτι γὰρ τοῖς ἀποστόλοις ἁρμόζει, δῆλον ἐκ τῶν ἀναγραφέν‐ των ὡς ὑπὸ τοῦ σωτῆρος πρὸς αὐ‐
τοὺς εἰρημένων, ἐν οἷς ἔλεγεν αὐτοῖς141

23

.

142

‹μηδὲ δύο χιτῶνας εἰς ὁδὸν ἆραι›, ἀλλ’ ὅρα, εἰ τὰ εἰρημένα περὶ ἐνδύ‐ ματος ἐν τῷ λόγῳ τῷ περὶ τῆς γυμ‐ νότητος δύνασαι παραλαβεῖν εἰς τό·
5‹ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι›. Ἐρχόμενος δὲ καὶ ἐπὶ βαθύτερον λέγω· θέλει γὰρ ἡμᾶς ὁ λόγος μὴ ‹δύο χιτῶνασ› ἔχειν καὶ ἐνδεδύσθαι, πῆ μὲν τὸν παλαιόν, πῆ
10δὲ τὸν νέον, ἀλλ’ ἐκδύσασθαι μὲν τὸν ἕτερον, τὸν δὲ ἕτερον ἔχειν.
20 Ἅμα δὲ ἐζήτουν τό· ‹μεταδότω τῷ μὴ ἔχοντι›. Τίς δέ ἐστιν ὁ μη〈δὲ ἓν〉 ἔνδυμα ἔχων περὶ τὸν χρῶτα καὶ μὴ ἐσκεπασμένος ὥστε αὐτῷ με‐ ταδιδόναι; —οὐ τοῦτο λέγω, ὅτι οὐ
25δύναται καὶ καθ’ ὑπερβολὴν τοῦτο142

23

.

143

προτρεπτικὸν εἶναι πρὸς τὸ δεῖν ἐν‐ δύειν τοὺς πένητας καὶ μὴ ἀμελεῖν τῆς ἐντολῆς, ἀλλ’ ὅτι δύναται καὶ οὕτως εἰρῆσθαι μυστικώτερον·
13 [ἀλλ’] ἢ ὁ διάβολος ὁ μηδὲν ἔχων ἀγαθόν, ὁ τὸν θεὸν μὴ ἔχων. 〈Καὶ
15ὥσπερ γέγραπται,〉 ὅτι δεῖ ἡμᾶς ἀποδυσαμένους ὥσπερ ‹εἰς τὰ βάθη τῆς θαλάσσης καταποντίσαι τὰς ἁμαρτίασ›, 〈οὕτωσ〉 δεῖ ἐπιρρίπτειν τὰς ἁμαρτίας 〈αὐτῷ〉 ὡς αἰτίῳ γε‐
20νομένῳ ἡμῖν τοῦ ἁμαρτάνειν. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν βρωμάτων· κατὰ μὲν τὸ πρόχειρον μεταδοτέον τῷ μὴ ἔχοντι τροφήν, κατὰ δὲ τὸ κρυπτό‐ μενον τὰ φαῦλα τοῖς δαίμοσιν ἀπορ‐
25ριπτέον.143

23

.

144

‹Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆ‐ ναι›. Τοῦτο τοὺς τελώνας πεισάτω ‹πλέον› τῆς διατάξεως τῆς κατὰ τοὺς τελώνας μὴ λαμβάνειν ἀπὸ τῶν τελω‐
5νουμένων· ὁ γὰρ τοῦτο παραβαίνων καὶ ‹πλέον ὑπὲρ τὸ διατεταγμένον› ἀπαιτῶν παραβαίνει ἐντολήν, οὐκ Ἰωάννου, ἀλλὰ τοῦ ἐν αὐτῷ ἁγίου πνεύματος.
16 Οἶδα καὶ ἄλλους τελώνας, οἳ μετὰ τὴν ἐντεῦθεν ἡμῶν ἀπαλλαγὴν ἐπὶ τοῖς τέρμασι τοῦ κόσμου καθεζό‐ μενοι οἱονεὶ τελωνοῦσι ἡμᾶς καὶ
20κατέχουσι, μή τι αὐτῶν ἐν ἡμῖν ἐστιν.
24Διὸ γέγραπται· ‹ἔρχεται ὁ ἄρχων
25τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ
εὑρήσει οὐδέν›.144

23

.

145

(6)

Ποῖα οὖν μέλλομεν πράγματα ἔχειν ὑπ’ ἐκείνων τῶν τελωνῶν τῶν ἐρευνώντων τὰ πάντα, ὅταν τις αὐτὸς ὅλος λαμβάνηται ἀντὶ τέλους;
17 Ἀλλ’ οὐ τοιοῦτος ἦν Ἰακώβ· θαρ‐ ρῶν γὰρ λέγει τῷ οἱονεὶ τελώνῃ Λα‐ βάν· ‹Ἐπίγνωθι, εἴ τι τῶν σῶν ἐστι
20παρ’ ἐμοί›. Καὶ μαρτυρεῖ γε ἡ γραφὴ περὶ τοῦ Ἰακὼβ λέγουσα· ‹καὶ οὐκ ἐπέγνω Λαβὰν παρὰ τῷ Ἰακὼβ
οὐδέν›.145

26

.

154

(5)

Ἐὰν ἅγιος ἦς, βαπτίζῃ ‹τῷ ἁγίῳ πνεύματι›, ἐὰν δὲ ἁμαρτωλὸς ἦς, βαπτίζῃ τούτῳ ‹τῷ πυρί›· τὸ γὰρ αὐτὸ βάπτισμα τοῖς μὲν ἀναξίοις καὶ κακοῖς βαπτιζομένοις εἰς ‹πῦρ›
10καὶ εἰς κρίμα γίνεται, τοῖς δὲ καλῶς καὶ ἐπὶ σωτηρίᾳ κατα‐ βαίνουσιν εἰς ‹πνεῦμα ἅγιον› καὶ σωτηρίαν γίνεται. Οὗτος δὲ ὁ βαπτιστὴς ‹ἐν πνεύματι
15ἁγίῳ καὶ πυρὶ› λέγεται ‹πτύον ἔχειν ἐν τῇ χειρὶ καὶ διακαθαίρειν τὴν ἅλω‐ να, καὶ τὸν μὲν σῖτον εἰς τὴν ἀποθή‐ κην συνάγειν, τὸ δὲ ἄχυρον κατακαίειν πυρὶ ἀσβέστῳ›. Καὶ βούλομαι ἰδεῖν,
20τίνα τρόπον ὁ κύριός μου Ἰησοῦς ἔχει ‹πτύον›, καὶ τίνος ἀνέμου πνέ‐
οντος, καὶ ταῦτα σφοδροῦ—ἐν γὰρ154

26

.

155

νηνεμίᾳ ἄχρηστόν ἐστι τὸ πτύον— τὸ μὲν ‹ἄχυρον› χωρίζεται εἰς οἰ‐ κεῖον τόπον, ὁ δὲ ‹σῖτοσ› νικήσας τὸν ἄνεμον καταφέρεται ἐπὶ τὸ αὐτό.
5 Καὶ ὅρα, μήποτε οἱ πειρασμοὶ οἱ ‹τὸ ἄχυρον› χωρίζοντες ὁ ἄνεμός ἐστιν ὁ ἀποδεικνὺς ‹τὸν σῖτον›, ὅτι ἐστὶ σῖτος. Ὅταν μὲν οὖν πειραζομένης σου
10τῆς ψυχῆς ἡττηθῇς, οὐχ ὁ πειρασ‐ μὸς ‹ἄχυρόν› σε πεποίηκεν, ἀλλ’ ὄντα σε ‹ἄχυρον› ἤτοι κοῦφον καὶ ἄπιστον ἤλεγξεν.
15 Ὅταν δὲ πειρασμοῦ γενομένου ὑπομείνῃς τὸν πειρασμόν, οὐχ ὁ πει‐ ρασμός σε πιστὸν πεποίηκε καὶ ὑπο‐ μονητικόν, ἀλλὰ τὴν ἐν σοὶ οὖσαν
ὑπομονητικὴν δύναμιν ἐφανέρωσεν.155

27

.

157

(5)

Ὁ τὸν λόγον τοῦ εὐαγγελίου δι‐ δάσκων οὐχ ἓν πρᾶγμα εὐαγγελίζε‐ ται, ἀλλὰ πλείονα· νοῦν γὰρ ἔχει 〈τὸ〉 ἐπαγγελλόμενον, ὅτι ‹πολλά› ἐστιν ἃ εὐαγγελίζεται· ‹πολλὰ μὲν οὖν καὶ
10ἕτερα› καὶ ὁ Ἰωάννης ‹εὐηγγελί‐
ζετο›, ἀλλ’ οὐ γέγραπται,157

27

.

158

ὅτι, ἐπειδὴ εἰκὸς μείζονά τινα ἦν τῆς γραφῆς, ἐσιώπησεν ὁ Λουκᾶς.
13 Οὗτος παρανόμως ἔγημε τὴν γυ‐ ναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ παρὰ τὸν
15Μωϋσέως νόμον.
17 Ἀλλ’ ὁ ἀκατάπληκτος Ἰωάννης ὁ μηδενὸς πρόσωπον λαμβάνων, οὐ φοβηθεὶς τὴν βασιλικὴν ἐξου‐
20σίαν, οὐδὲν ἧττον πληρῶν προφητι‐ κὴν παρρησίαν, ἤλεγξε τὸν Ἡρώ‐ δην ἐπὶ τῇ παρανομίᾳ τοῦ γάμου· διὸ καὶ κατεκλείσθη ‹εἰς φυλακήν›, καὶ μὴ μεριμνῶν θάνατον ἐμερίμνα
25περὶ Χριστοῦ.158

27

.

160

(6)

[ἤτοι] διὰ τὸ πρᾶον καὶ ἀκέραιον, ἵνα καὶ ἡμεῖς τὸ πρᾶον καὶ ἀκέραιον τῆς περιστερᾶς μιμησώμεθα καὶ τὸ
πέτασθαι τῷ νῷ ὑπὲρ τὰ γήϊνα.160

28

.

161

(8)

Γενεαλογεῖται ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀγενεαλόγητος μὲν
10ὢν κατὰ τὴν θεότητα, εἰς γενεαλο‐ γίαν δὲ ἐμβαλὼν ἑαυτὸν διὰ σέ. Καὶ γενεαλογεῖται δὲ οὐχ ὁμοίως ὑπὸ τῶν εὐαγγελιστῶν, ὅπερ ἐτάραξε πολλοὺς τῶν ἐντυγχανόντων τῇ γρα‐
15φῇ. Ματθαῖος μὲν γὰρ ἀρξάμενος ἀπὸ Ἀβραὰμ γενεαλογῶν αὐτὸν κατάγει, μέχρις εἴπῃ· ‹τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν›. Καὶ ὁ μὲν Ματθαῖος οὐ τὸν βαπτιζόμενον
20γενεαλογεῖ, ἀλλὰ τὸν εἰς τὸν κόσμον ἐρχόμενον· Λουκᾶς δὲ γενεαλογῶν οὐ κατάγει τὴν γενεαλογίαν, ἀλλ’ ἀνάγει ἐπ’ αὐτὸν τὸν θεὸν τὸν βαπ‐
τιζόμενον. Καὶ οὐ διὰ τῶν αὐτῶν161

28

.

162

(2)

ἡ κατάβασις τῆς γενεαλογίας καὶ ἡ ἀνάβασις. Ὁ μὲν γὰρ καταβιβάζων τῷ λόγῳ καταβιβάζει αὐτὸν καὶ διὰ
5γυναικῶν ἁμαρτωλῶν, μόνας ἀνα‐ γράψας τὰς ἐπιληψίμους, ὁ δὲ γε‐ νεαλογῶν τὸν βαπτιζόμενον γυναῖκα οὐκ ὀνομάζει ἐν τῇ γενεαλογίᾳ αὐτοῦ·
11τὴν Θάμαρ, οὐ νομίμως τῷ πενθερῷ συνελθοῦσαν, τὴν Μωαβίτιδα Ῥούθ,
14τὴν Ῥαχάβ, ἣν οὐδὲ οἴδαμεν,
15 καὶ τὴν τοῦ Οὐρίου.
19Ἐπειδὴ γὰρ ἤρχετο λαβεῖν τὰς
20ἁμαρτίας τῶν ἀνθρώπων, καὶ ‹τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρ‐ τίαν ἐποίει› ὁ θεός, διὰ τοῦτο κατα‐ βαίνων ἀνέλαβε τὰ ἁμαρτωλὰ πρόσ‐ ωπα καὶ γεννᾶται διὰ Σολομῶν‐
25τος, οὗ ἀναγέγραπται τὰ ἁμαρτή‐162

28

.

163

ματα, καὶ Ῥοβοάμ, οὗ ἐν ταῖς Βα‐ σιλείαις λέγεται τὰ πταίσματα, καὶ τῶν λοιπῶν, ὧν οἱ πολλοὶ ἐποίησαν ‹τὸ πονηρὸν ἐνώπιον κυρίου›. Οὗτος
5δὲ ἀναβιβάζει ἀναβαίνων ἀπὸ τοῦ βαπτίσματος, καὶ τῇ γενεαλογίᾳ ἀνα‐ βαίνει οὐ διὰ Σολομῶντος, ἀλλὰ διὰ Ναθὰν τοῦ ἐλέγξαντος τὸν πατέρα ἐπὶ τῇ γενέσει Σολομῶντος καὶ τῇ
10τοῦ Οὐρίου ἀναιρέσει. Κἀκεῖ μὲν ἀεὶ τὰ τῆς γεννήσεως ὀνομάζεται, ἐν‐ ταῦθα δὲ τὰ τῆς γεννήσεως σεσιώ‐ πηται. ‹Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ,
15Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέν‐ νησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ›· καὶ μέχρι τέλους τό· ‹ἐγέν‐
20νησε› ὁ δεῖνα τὸν δεῖνα. Ἐνθάδε δὲ ἀναβαίνει ὁ Ἰησοῦς, ‹υἱὸς ὤν, ὡς ἐνομίζετο, Ἰωσήφ›· καὶ οὐδαμοῦ ἐν‐ ταῦθα ‹γέννησισ›, ἀλλὰ μόνον ‹νομί‐
ζεται›. Κἀκεῖ μὲν οὐδέποτε ἄρχεται163

28

.

164

εἰς γέννησιν, ἐνθάδε δέ, ἐπεὶ ἀπὸ τοῦ βαπτίσματος ἀναβαίνει, ‹ἄρχε‐ σθαι› λέγεται· ‹καὶ αὐτόσ›, γάρ φη‐ σιν, ‹ἦν Ἰησοῦς ἀρχόμενοσ›· ὅτε
5γὰρ ἐβαπτίσατο καὶ τὸ μυστήριον ἀνέλαβε τῆς ἀναγεννήσεως, ἵνα καὶ σὺ καταργήσῃς τὴν προτέραν γέννη‐ σιν καὶ ἀναβῇς δευτέραν διὰ τῆς πα‐ λιγγενεσίας, τότε ‹ἄρχεσθαι› λέγεται.
13Καὶ ὥσπερ οἱ ἐν Αἰγύπτῳ ὄντες οὐκ εἶχον ἀρχὴν μηνῶν οὐδὲ μῆνα ἑορ‐
15τῶν, ὅτε δὲ ἤδη ἐξῄεσαν, νομοθε‐ τοῦνται λέγοντος τοῦ λόγου πρὸς αὐτούς· ‹ὁ μὴν οὗτος ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν μησὶ τοῦ ἐνιαυ‐ τοῦ›, οὕτως ὁ μὲν μηδέπω βαπτισά‐
20μενος οὐδὲ ‹ἤρξατο›, ὁ δὲ βαπτισά‐
μενος ‹ἤρξατο›. Οὐδὲ γὰρ εἰκῇ προσ‐164

28

.

165

έθηκε τῷ ‹καὶ αὐτὸς ἦν Ἰησοῦσ› τὸ ‹ἀρχόμενοσ›. Εἴπωμεν δὲ καὶ εἰς τὸ ‹ὢν ἐτῶν τριάκοντα›· τίς ὢν ἐτῶν τριάκοντα ἤρξατο τῆς οἰκονομίας τῆς
5περὶ αὐτόν; Ἰωσήφ. Γέγραπται γάρ, ὅτι ‹τριάκοντα ἐτῶν ἦν›, ἡνίκα ἐλύ‐ θη ἀπὸ τῶν δεσμῶν καὶ 〈συν〉έκρινε τὸ ὄναρ τῷ Φαραὼ καὶ ἐπιστεύθη τὴν Αἰγύπτου ἀρχὴν καὶ τὸν σῖτον
10τῆς εὐθηνίας συνήγαγε τῷ Φαραώ, ἵνα καὶ ἐν τῷ λιμῷ αὐτὸν διαδῷ. Τάχα ἐκεῖνα τὰ τριάκοντα τοῦ Ἰωσὴφ ἔτη τύπος ἦν τῶν τριάκοντα τοῦ Χριστοῦ μου ἐτῶν. Οὗτος γὰρ ὁ
15Ἰωσὴφ οὐχ ὅμοιον τῷ Ἰωσὴφ ἐκεί‐ νῳ σῖτον συνάγει, ἀλλὰ σῖτον τὸν ἀληθινόν, ἵνα ἐν καιρῷ τῆς εὐθηνίας αὐτοῦ συναγαγὼν τὸν σῖτον ἔχῃ ἐπι‐ μετρῆσαι, ὅταν ἐξαποσταλῇ λιμὸς
20ἐπὶ τὴν γῆν, ‹οὐ λιμὸς ἄρτου οὐδὲ δίψος ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου›.
24Συνάγεται γὰρ τὰ ἀπὸ τῶν προ‐
25φητῶν, τὰ ἀπὸ τοῦ νόμου, τὰ ἀπὸ
τῶν ἀποστόλων τῆς εὐθηνίας ῥή‐165

28

.

166

ματα, ἵνα, ὅταν μηκέτι γράφηται γραφή, τὰ ὑπὸ τοῦ Ἰησοῦ συναχθέντα εἰς τὰς ἀποθήκας τῶν ψυχῶν τῶν ἀποστολικῶν καὶ τῶν διαδεχομέ‐
5νων αὐτοὺς θρέψῃ τὴν Αἴγυπτον, τὸν κόσμον, μάλιστα δὲ τοὺς ἀδελ‐ φοὺς αὐτοῦ, περὶ ὧν γέγραπται· ‹διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελ‐ φοῖς μου›. Ἔχουσι καὶ οἱ ἄλλοι
10ἄνθρωποι λόγους περὶ σωφροσύνης, λόγους περὶ δικαιοσύνης, λόγους περὶ τῶν λοιπῶν ἀρετῶν· οὗτος ὁ σῖτός ἐστιν, ὃν Ἰωσὴφ ἔδωκε τοῖς Αἰγυπ‐ τίοις. Ἄλλος δὲ σῖτος, ὃν μερίζει
15τοῖς ἰδίοις ἀδελφοῖς ἀπὸ τῆς Γεσέμ, ἀπὸ τῆς ἀνατολικῆς γῆς· οὗτός ἐστιν ὁ σῖτος, ὃν ὁ Ἰησοῦς ἔδωκε τοῖς ἰδίοις μαθηταῖς· σῖτος εὐαγγελικός τε καὶ ἀποστολικός. Διὰ τούτου ἀρ‐
20τοποιῶμεν, ‹παλαιὰν› δὲ ‹ζύμην› μὴ παραλάβωμεν, ἵνα καινὸν ἄρτον ἀπὸ
τῶν ἱερῶν γραμμάτων ποιήσωμεν.166

29

.

168

(17)

‹Εἰπὲ τῷ λίθῳ τούτῳ, ἵνα γένηται ἄρτοσ›. Πάντα πειρασμόν, ὃν ἤμελ‐ λον οἱ ἄνθρωποι πειράζεσθαι, πρῶ‐
20τον ἐπειράσθη κατὰ τὸ ἀνθρώπινον ὁ σωτήρ· ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· ἐὰν ἴδῃς τοὺς ἀπὸ τῶν αἱρέσεων ἐσθίοντας ὡς ἄρτον τὸν λόγον τὸν ψευδῆ, ἴσθι, ὅτι ἐκεῖνος ὁ λόγος ὁ
25λίθος ἐστίν, ὃν ὁ διάβολος δείκνυσιν.168

29

.

169

(9)

Ἐπεὶ ποῖος ἦν πειρασμὸς τὸν λίθον
10γενέσθαι ἄρτον καὶ τὸν σωτῆρα φα‐ γεῖν;
19Διδάσκει δὲ διὰ τῆς λέξεως
20εἰπὼν ὁ κύριος· ‹οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι θεοῦ›, ὅτι οὗτος μὲν οὐ ῥῆμα θεοῦ, τὸ δὲ τρέφον ῥῆμα θεοῦ καὶ τὸ ζωοποιοῦν. Ἐπ’ ἐκείνῳ
25γὰρ τῷ ῥήματι ζῇ ἄνθρωπος.169

29

.

170

(5)

Ἅμα δὲ τήρει, ὅτι ταῦτα λέγει κατὰ τὸ ἀνθρώπινον, οὐ καθὸ θεὸς ἦν. Ὡς γὰρ περὶ ἀνθρώπου ἀποκρί‐ νεται καὶ λέγει· ‹γέγραπται, ὅτι οὐκ
10ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωποσ›, δῆλον, ὅτι ὡς ἄνθρωπός ἐστι πειρα‐ ζόμενος. Γενόμενος δὲ ἐν τῷ τόπῳ ἔχω τὴν αἰτίαν εἰπεῖν, διὰ τί Ἰω‐ άννης μὲν οὐκ ἀνέγραψε τὸν πειρασ‐
15μόν, Ματθαῖος δὲ καὶ Μᾶρκος καὶ Λουκᾶς ἀνέγραψαν. Ἐπειδὴ γὰρ Ἰωάννης ἀπὸ θεοῦ ἤρξατο, οὐκ ἐγενεαλόγησεν αὐτὸν ὡς θεόν.
24Διὰ τοῦτο, ἐπειδὴ θεός, οὐκ ἐπει‐
25ράζετο· οἱ δὲ ἄλλοι, ὡς τὰ ἀνθρώ‐170

29

.

171

πινα διηγούμενοι τοῦ σωτῆρος, εἰσ‐
άγουσιν αὐτὸν καὶ πειραζόμενον.171

30

.

172

(13)

‹Ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένησ›. Βασιλείας κόσμου
15φησὶ τῶν κοσμικῶν ἀνθρώπων, τίνα τρόπον οἱ μὲν βασιλεύονται ὑπὸ πορ‐ νείας, οἱ δὲ βασιλεύονται ὑπὸ φιλ‐ αργυρίας, οἱ δὲ ὑπὸ κενοδοξίας καὶ ἑτέρων παθῶν. Οὐκ ἐδείκνυε δὲ αὐ‐
20τῷ τὰς βασιλείας τοῦ κόσμου, οἷον φέρε εἰπεῖν τὴν Περσῶν οἰκονομίαν
ἢ τὴν Ἰνδῶν, ἀλλ’ ‹ἐδείκνυεν αὐτῷ172

30

.

173

τὰς βασιλείας τοῦ κόσμου›, τίνα τρό‐ πον ἰσχύει αὐτῶν βασιλεύειν, ἵν’ αὐτὸν προτρέψηται ποιῆσαι, ὃ ἐνόμιζε ποιή‐ σαντος περιγενήσεσθαι τοῦ Χριστοῦ.
18 Εἰ θέλεις, φησί, βασιλεῦσαι τού‐ των καὶ ἐπὶ τούτῳ ἐλήλυθας τοῦ
20ἀγωνίσασθαι καὶ ἀποστῆσαι τοὺς βα‐ σιλευομένους ὑπ’ ἐμοῦ, μὴ ἀγωνίζου, ἓν ἀξιῶ· ‹πεσὼν προσκύνησόν μοι›, καὶ παράλαβε πᾶσαν τὴν βασιλείαν τὴν ὑπ’ ἐμέ. Ἀλλ’ ὁ σωτὴρ βασιλεῦσαι μὲν
25θέλει καὶ ὑποτάξαι πάντα τὰ ἔθνη, ἵνα δοῦλα γένηται δικαιοσύνης καὶ ἀλη‐
θείας καὶ πάσης ἀρετῆς, βασιλεῦσαι173

30

.

174

δὲ οὐ μετὰ ἁμαρτίας, οὐδὲ βούλεται ἀκμητὶ ὑποτάξας ἑαυτὸν ἐκείνῳ στε‐ φανώσασθαι, οὐδὲ ἀκμητὶ λαβεῖν πά‐ σας ‹τὰς βασιλείας τοῦ κόσμου› καὶ
5τὴν δόξαν αὐτῶν ὑποχείριον.
10 Διό φησι πρὸς αὐτόν· ‹γέγραπται· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεισ›. Τού‐ τους, φησί, πάντας διὰ τοῦτο θέλω ἄρχεσθαι ὑπ’ ἐμοῦ, ἵνα ‹κύριον τὸν
15θεὸν› προσκυνήσωσι ‹καὶ αὐτῷ μό‐ νῳ› λατρεύσωσιν· τοῦτό ἐστι τὸ βού‐ λημα τῆς ἐμῆς βασιλείας. Σὺ δὲ θέ‐ λεις τὴν ἁμαρτίαν ἀπ’ ἐμοῦ ἄρξασθαι,
ἣν ἐγὼ καταργῆσαι θέλω.174

31

.

177

(3)

Ὅρα δέ, πῶς κακούργως πειρᾶται διὰ τῆς χρήσεως τῶν γραφῶν. Θέλει
5καθελεῖν τὴν δόξαν τοῦ κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας, ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγ‐ γελοι αὐτῷ βοηθοῖεν. Οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται ἡ χρῆσις τοῦ
10ψαλμοῦ, οὐδὲ γὰρ δεῖται ἀγγέλων
ὁ τῶν ἀγγέλων δεσπότης.177

31

.

178

Ἐγὼ δὲ τὸ ἀνάπαλίν φημι πρὸς σέ, ὦ διάβολε· εἰ μὴ Ἰησοῦς βοη‐ θήσῃ τοῖς ἀγγέλοις, προσκόπτουσιν. Καὶ σὺ διὰ τοῦτο πέπτωκας ‹ἐξ
5οὐρανοῦ›, ἐπειδήπερ αὐτάρκη ἑαυτὸν ἐνόμισας εἶναι καὶ μὴ δεῖσθαι τῆς τοῦ Ἰησοῦ βοηθείας.
20 Ἵνα δὲ γνῷς μὴ περὶ τοῦ Ἰησοῦ λελέχθαι τὰ ἀναγεγραμμένα, ἀλλ’ εἰς δίκαιον ἄνδρα ταῦτα ἀναφέρεσθαι, ἄκουε. Γέγραπται γάρ· ‹Ὁ κατοικῶν ἐν
25βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται›.
Τοῦτο δὲ δικαίῳ μᾶλλον ἁρμόζει ἢ178

31

.

179

τῷ υἱῷ τοῦ θεοῦ. Καὶ αὖθις· ‹πεσεῖ‐ ται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ τῆς δεξιᾶς σου›· ἃ καὶ αὐτὰ ἐπὶ τὸν δίκαιον ἀνάγεται.
5 Ταῦτα δὲ τὰ ῥήματα ἐν ψαλμῷ Ϟʹ 〈εἴρηται〉· λέγει δὲ οὐ περὶ Χριστοῦ, ἀλλὰ περὶ δικαίων. Οὐ γὰρ Χριστὸς φοβεῖται δαιμό‐ νιον μεσημβρινὸν οὐδὲ νυκτερινόν,
10οὐδὲ δεῖται βοηθείας ἀγγέλων, αὐτὸς τηρῶν αὐτοὺς ἀπροσκόπους θεῷ· εἰ δὲ καὶ περὶ Χριστοῦ λέγοιτο, παν‐ ούργως παρῆκε τὰ μεταξύ·
21 ἐπάγει γάρ· ‹ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατή‐ σεις λέοντα καὶ δράκοντα›· ταῦτα
γὰρ αὐτὸς ἦν.179

32

.

181

(8)

Ἐπειδὴ ἤμελλεν ἀθλεῖν ἐν τῷ πει‐ ρασμῷ πρὸς τὸν διάβολον, δὶς ὀνο‐
10μάζεται τὸ ‹πνεῦμα› χωρὶς πάσης προσθήκης· ὅτε δὲ ἀγωνισάμενος ἐνίκησε τοὺς τρεῖς ἀναγεγραμμένους πειρασμούς, πρόσχες τῇ ἀκριβείᾳ τῆς γραφῆς, τί περὶ τοῦ πνεύματός
15φησιν, ὅτι ‹Ἰησοῦς ὑπέστρεψεν ἐν τῇ δυνάμει τοῦ πνεύματοσ›, καὶ προσέθηκεν ‹ἐν τῇ δυνάμει› διὰ τὸν
ἀθλητὴν τὸν νενικηκότα.181

32

.

183

(5)

Ἀπεστάλθαι δέ φησιν ἑαυτὸν ‹εὐαγγελίσασθαι τοῖς πτωχοῖσ›, τοῦτ’ ἔστι τοῖς ἐθνικοῖς τοῖς ἀπίστοις· αὐτοὶ γὰρ ἦσαν πτωχοὶ μηδὲν ἔχον‐ τες, μὴ θεὸν ἐν γνώσει, μὴ νόμον,
10μὴ προφήτας· καὶ ἅπασι τοῖς πλοῦ‐ τον οὐκ ἔχουσι πνευματικὸν καὶ γυμ‐ νοῖς πάντων, προφητείας, ναοῦ καὶ τῶν ὁμοίων. Τούτοις οὖν εὐηγγελί‐ σατο τὴν τῶν οὐρανῶν βασιλείαν·
15αὐτὸς αἰχμαλώτους ὄντας ἐρρύσατο, τὸν ἀποστάτην τύραννον καθελὼν
τοῦτ’ ἔστι τὸν Σατανᾶν.183

33

.

186

(4)

Πατρὶς μὲν γὰρ τῶν προφητῶν ὁ
5ἐκ περιτομῆς λαός, παρ’ οἷς οὔκ εἰσι δεκτοί·
11 ἡμεῖς δὲ οἱ ἀλλότριοι τῶν διαθη‐ κῶν καὶ ξένοι τῶν ἐπαγγελιῶν ἐδεξά‐ μεθα τοὺς προφήτας ὅλῃ ψυχῇ προ‐
κηρύξαντας Χριστὸν ἤπερ ἐκεῖνοι·186

33

.

187

ὥσπερ καὶ ἡ ἐν Σαρέφθοις τῆς Σιδω‐ νίας χήρα τὸν Ἡλίαν ‹λιμοῦ γενομέ‐ νου› ἐν τῷ Ἰσραὴλ ‹τοῦ ἀκοῦσαι λό‐ γον θεοῦ›. Περὶ ταύτης τῆς χήρας ὁ
5προφήτης φησίν, ὅτι ‹πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα› καὶ πάλιν ἡ ἑτέρα γραφή, ὅτι ‹στεῖρα ἔτεκεν ἑπτὰ καὶ ἡ πολλὴ ἐν
τέκνοις ἠσθένησεν›.187

34

.

188

(5)

Σαφῶς ἐν τούτοις παρίσταται, ὅτι ἡ κατὰ τὸν δημιουργὸν τοῦ κόσμου θεὸν καὶ τὰς ἀπ’ αὐτοῦ γραφὰς πα‐ λαιὰς κηρυσσομένη ζωὴ ἡ αἰώνιός ἐστιν, ἣν καὶ ὁ σωτὴρ καταγγέλλει.
10Πυθομένου γοῦν τοῦ νομικοῦ· ‹τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω›, ἐπὶ τὸν νόμον αὐτὸν ἀναπέμπει, ἵν’ ἐκεῖθεν συναγάγῃ ἐντολὰς τὰς προσαγούσας τὸν ποιοῦντα αὐτὰς τῇ
15αἰωνίῳ ζωῇ,188

34

.

189

εἰπὼν αὐτῷ· ‹ὀρθῶς ἀπεκρίθης· τοῦ‐ το ποίει καὶ ζήσῃ›, δηλονότι τὴν ζωὴν τὴν αἰώνιον, περὶ ἧς κἀκεῖνος ἐπύθετο καὶ ὁ σωτὴρ διδάσκει.
6 Μαρτυρεῖ γοῦν τῷ ἀπὸ τοῦ νόμου εἰληφότι ἀπὸ μὲν τοῦ Δευτερονομίου τό· ‹ἀγαπήσεις κύριον τὸν θεόν σου› καὶ τὰ ἑξῆς, ἀπὸ δὲ τοῦ Λευϊτικοῦ
10τό· ‹τὸν πλησίον σου ὡς σεαυτόν›. Καὶ ὁ σωτὴρ δὲ ἀπεφήνατο περὶ τῶν δύο ἐντολῶν τούτων λέγων, ὅτι ἐν αὐταῖς ‹ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται›.
22Διδάσκει δὲ ὁ λόγος· οὐ γὰρ
ἄλλος τοῦ τηροῦντος τὴν ἐντολὴν ὁ189

34

.

190

γινόμενος πλησίον, ἕκαστος δὲ ἑαυ‐ τὸν ποιεῖ τοῦ δεομένου βοηθείας πλησίον. Τοῦτο γάρ ἐστιν τὸ ἐπιλεγόμενον
5τῇ παραβολῇ, τό· ‹τίς τούτων τῶν τριῶν δοκεῖ σοι γεγονέναι πλησίον τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;›
10 Καὶ γὰρ καὶ ὁ νομικὸς τοῦτό φησιν, ὅτι ‹ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ›, καὶ ἀκούει τό· ‹πορεύου καὶ σὺ ποίει ὁμοίωσ›. Ἀνάγεται ὁ ἄνθρωπος εἰς τὸν
15Ἀδάμ· ἡ δὲ Ἱερουσαλὴμ εἰς τὸν παράδεισον· ἡ δὲ Ἱεριχὼ εἰς τὸν κόσμον· οἱ δὲ λησταὶ εἰς τὰς ἀντι‐ κειμένας ἐνεργείας· ὁ ἱερεὺς εἰς τὸν νόμον· ὁ λευίτης εἰς τὸν προ‐
20φητικὸν λόγον· ὁ Σαμαρείτης εἰς
Χριστὸν τὸν ἐκ Μαρίας σάρκα φο‐190

34

.

191

ρέσαντα· τὰ τραύματα εἰς τὴν παρα‐ κοήν· τὸ κτῆνος εἰς τὸ σῶμα Χρι‐ στοῦ· τὸ πανδοχεῖον εἰς τὴν ἐκκλη‐ σίαν· τὰ δύο δηνάρια εἰς τὴν περὶ
5πατρὸς καὶ υἱοῦ γνῶσιν· ὁ πανδοχεὺς εἰς τοὺς τῆς ἐκκλησίας ἐπιστατοῦν‐ τας ἀγγέλους· ἡ ἐπάνοδος τοῦ Σαμα‐ ρέως ἡ δευτέρα Χριστοῦ ἐπιφάνεια.
19τοὺς πρὸ Χριστοῦ ἐλθόντας ψευδο‐
20διδασκάλους·
27τὰ τραύματα εἰς ... τὰς ἁμαρτίας191

34

.

192

(9)

ὁ μὲν ἱερεὺς τὸν νόμον δηλοῖ· Λευί‐
10της δὲ τὸν προφητικὸν λόγον·
14ὁ Σαμαρείτης τοίνυν ὁδεύων ὃ ἑρμη‐
15νεύεται φύλαξ, ὅς ἐστι Χριστός· ὃς οὐ νυστάζει οὐδὲ ὑπνοῖ ἐν τῷ φυλάσ‐ σειν τὸν Ἰσραήλ,
25εἶδεν τὸν κείμενον τὸν ἡμιθνῆτα192

34

.

193

(17)

ἐπὶ τοῦ ἰδίου κτήνους τοῦτ’ ἔστι τοῦ σώματος ἐπαναπαῦσαι διενοήθη διὰ φιλανθρωπίαν, ᾗ ‹πάντες οἱ κο‐
20πιῶντες καὶ πεφορτισμένοι› ἐπανα‐
παύονται·193

34

.

194

πανδοχεῖον δὲ καὶ τὴν ἐκκλησίαν φησί, τὴν πάντων γενομένην δεκτι‐ κὴν καὶ χωρητικήν·
12ὅθεν καὶ πανδοχέας ... νοήσαιμεν ... τοὺς ἀγγέλους τῶν ἐκκλησιῶν· τούτοις εἰς οὐρανοὺς ἀνιὼν ὁ σωτὴρ
15‹δέδωκε δύο δηνάρια›, προνοεῖν ἐπι‐ μελῶς τοῦ ἠρρωστηκότος ἐγκελευ‐ σάμενος· τινὲς δὲ ‹δύο δηνάρια› τὴν περὶ πατρὸς καὶ υἱοῦ δόκιμον γνῶσιν
20ἔφασαν·194

34

.

195

καὶ προσθεὶς ὡς ‹ὅ τι ἐὰν προσδα‐ πανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί
με ἀποδώσω σοι›.195

35

.

196

(18)

Σὺ δέ μοι ἐπισήμηναι, ὅτι ἐν τῷ κατὰ Ματθαῖον παραλέλειπται ἓν
20τῶν προσώπων καὶ ἐνήλλακται ἕν. Παραλέλειπται μὲν ὁ ‹ἄρχων›, ἐνήλ‐ λακται δὲ ἀντὶ τοῦ ‹πράκτοροσ› ὁ
‹ὑπηρέτησ›· τετήρηται δὲ ὁ ‹ἀντίδι‐196

35

.

197

κοσ› καὶ ὁ ‹κριτήσ›.
20‹Δύο γάρ εἰσιν ἄγγελοι›, ὥς φησιν ὁ Ποιμήν, ‹μετὰ τοῦ ἀνθρώπου, εἷς
τῆς δικαιοσύνης καὶ εἷς τῆς ἀδικίασ›.197

35

.

198

(5)

Ἄλλοι μὲν τῶν ἐν τῇ ἐκκλησίᾳ μι‐ κρῶν ἄγγελοι ‹θεωροῦσι τὸ πρόσω‐ πον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖσ›· οἱ δὲ τῶν ἔξω τῆς ἐκκλησίας οὐκ εἰσὶ ἄξιοι τούτου, ἑτέρῳ τινὶ ἐξυπ‐
10ηρετούμενοι.198

35

.

199

(24)

Καὶ ἄρχων μέν ἐστιν ὥς τινες ἔφα‐
25σαν ὁ ἑκάστου ἔθνους ἡγούμενος,
οἷον βασιλείας Περσῶν ἢ Μήδων,199

35

.

200

ὥς φησι Δανιήλ· ἀντίδικος δὲ εἷς τῶν ὑπ’ αὐτοὺς ἀγγέλων.
22 Τήρει δέ, ὅτι ‹ἄρχων› μὲν χωρὶς ἄρθρου ὡς ἂν εἷς τῶν πολλῶν, ‹ἀν‐ τίδικοσ› δὲ μετὰ τοῦ ἄρθρου, καὶ
25ὅτι ἔχει τὸ ‹σοῦ›· οὐ γὰρ ἀόριστοι οἱ ἀντίδικοι· ἕκαστος δ’ ἔχει τὸν συν‐
όντα.200

35

.

201

(9)

‹Ὡς τοίνυν›, φησίν, ‹ὑπάγεις μετὰ
10τοῦ ἀντιδίκου σου›, ὅστις σε τῷ ἄρχοντι προσαγαγεῖν βούλεται τῷ ἰδίῳ καὶ ἀποστῆσαί σε ἐκείνου τοῦ σοῦ ἄρχοντος—ἕως οὖν ‹ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχον‐
15τα›, πρὶν ἀπελθεῖν ‹πρὸς τὸν κριτήν›, πρὶν ἄξιον γενέσθαι τῆς φυλακῆς, ἕως ἔτι ὁδεύεις, ‹δὸς ἐργασίαν ἀπηλλάχ‐ θαι› 〈ἀπὸ τοῦ ἀντιδίκου ἢ ἀπὸ τοῦ κριτοῦ〉, πρὸς ὃν σύρει σε ὁ
20ἀντίδικος·
22 τοῦτ’ ἔστιν εὐποιΐαν, σωφρο‐ σύνην, δικαιοσύνην, ἀνδρείαν, φρό‐ νησιν, σοφίαν—‹ἰδοὺ γὰρ ἄνθρω‐
25πος καὶ τὰ ἔργα αὐτοῦ πρὸ προσ‐ ώπου αὐτοῦ›—ἵνα δυνηθῇς ‹ἀπηλ‐
λάχθαι τοῦ ἀντιδίκου σου›· οἰκεῖος201

35

.

202

μὲν γίνῃ τούτου, ἀλλότριος δὲ τοῦ θεοῦ, συνθήκην ποιούμενος μετὰ τοῦ ἀντιδίκου.
5 Ἑστὼς οὖν ἐν τῇ ὁδῷ τῇ εἰπούσῃ· ‹Ἐγώ εἰμι ἡ ὁδόσ›, ‹δὸς ἐργασίαν ἀπηλλάχθαι›.
14Καλὴ δὲ ἡ λέξις ἡ ‹κατασύρῃ σε›,
15ἵνα δείξῃ, ὅτι ἄκοντες ἑλκόμεθα, ὡς ἐπὶ καταδίκην μὴ θέλοντες πορεύ‐ εσθαι.
23Κριτὴς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός· πράκτωρ δὲ ὁ ἀφορισθεὶς
25ἑκάστῳ ἀνθρώπῳ ἄγγελος·202

35

.

203

(15)

‹λεπτὸν› δέ ἐστι τὸ ἐλάχιστον ἁμάρτημα, ‹κοδράντησ› δέ, ὡς ὁ Ματθαῖός φησιν, τὸ πλῆθος τῶν
ἁμαρτημάτων.203

35

.

205

(16)

Μακάριος δὲ ὁ μηδὲν ὀφείλων ἤγουν ὁ μικρὰ ὀφείλων καὶ συγ‐
γνώμης ἄξια.205

35

.

206

(15)

δι]ὰ τοῦτο δῶμεν εὐεργεσί‐ αν ἀπηλλάχθα]ι τῷ ἀντιδίκῳ, ἵνα οἰκειω‐ θῶμεν τῷ κυρί]ῳ Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα
καὶ τὸ κράτος] εἰς τοὺς αἰῶνας τῶν αἰώνων.206

37

.

209

(10)

Ἡ μὲν Βηθανία ἑρμηνεύεται ‹οἶ‐ κος ὑπακοῆσ›, ἡ δὲ Βηθφαγὴ ‹σια‐ γόνεσ›, ἱερατικός τις ὢν τόπος· αἱ γὰρ σιαγόνες τοῖς ἱερεῦσιν ἐδίδοντο, ὡς ἐν τῷ νόμῳ ἀναγέγραπται·
16 ὅπου οὖν ὑπακοὴ καὶ ἱερὸς τόπος, ἐκεῖ ἀποστέλλει ὁ κύριος τοὺς ἀπο‐
στόλους λύσοντας ‹πῶλον δεδεμέ‐209

37

.

210

νον, ἐν ᾧ οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν›.
1ἀντὶ τοῦ· οὐδέποτε ἄνθρωπος λογι‐ κὸς ἐπεκάθισεν, ἢ Μωϋσέως λόγος ἢ Ἡσαΐου οὐδὲ ἄλλου τινὸς τῶν προφητῶν. Ὅτε δὲ ἦλθεν ὁ Χρι‐
5στός, εἶπε τοῖς μαθηταῖς, ἵνα ἀπελ‐ θόντες λύσωσι τὸν πῶλον.
21Εἶπε δὲ αὐτοῖς· ‹ἐάν τις ὑμᾶς ἐρωτᾷ· τί λύετε τὸν πῶλον, ἐρεῖτε, ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει›. Παρατηρητέον δέ, ὅτι ὁ μὲν Ἰη‐
25σοῦς· ‹ἐάν τισ›, φησίν, ‹ὑμᾶς ἐρω‐ τᾷ›, καὶ οὐκ ὠνόμασε κύριον, ὁ δὲ εὐαγγελιστής φησιν, ὅτι ‹εἶπον οἱ
κύριοι αὐτοῦ›. Πολλοὶ γὰρ ἦσαν οἱ210

37

.

211

κύριοι τοῦ ὄνου πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ σωτῆρος, ἴσμεν δέ, ὅτι ὁ τοῦ κυρίου ἅπαξ γενόμενος οὐ δύνα‐ ται πολλοὺς κυρίους ἔχειν· ὅταν γὰρ
5τῇ κακίᾳ δουλεύῃ τις ἄνθρωπος, πολλῶν παθῶν δοῦλός ἐστιν.
13Λαμβάνουσι τοίνυν τὸν λόγον οἱ μα‐ θηταὶ καὶ ἐπικαθίζουσιν αὐτὸν ταῖς
15ψυχαῖς τῶν ἀκουόντων· εἶτα ἐκδύον‐ ται τὰ ἱμάτια ἑαυτῶν ‹καὶ ὑποστρων‐ νύουσιν ἐν τῇ ὁδῷ›. Ἐπίκειται οὖν ἡμῖν τὰ ἱμάτια τῶν
ἀποστόλων, αἱ πράξεις αὐτῶν αἱ κα‐211

37

.

212

λαὶ καὶ οἱ λόγοι κοσμοῦσι ἡμᾶς· θέ‐ λουσι δὲ οἱ μαθηταί, καὶ ἵνα πατῶ‐ μεν αὐτῶν τὰ ἱμάτια, τοῦτ’ ἔστιν ἵνα ἐξετάζωμεν τοὺς ἀποστολικοὺς λό‐
5γους.
16 Πότε δὲ ἡμεῖς σιωπῶμεν; Ὅταν ‹ψυγῇ ἡ ἀγάπη τῶν πολλῶν›, ὅταν γένηται τὸ ὑπὸ τοῦ σωτῆρος εἰρη‐ μένον· ‹ἆρά γε ἐλθὼν ὁ υἱὸς τοῦ
20ἀνθρώπου εὑρίσκει τὴν πίστιν ἐπὶ
τῆς γῆς;›212

38

.

214

(4)

Ζητῶ, μήποτε καὶ ἐνταῦθα ἐφ’
5ἡμᾶς ὁ κλαυθμὸς τοῦ κυρίου φθάνῃ. Ἡμεῖς γάρ ἐσμεν ἡ Ἱερουσαλὴμ ἡ κλαιομένη, οἱ διορατικώτεροι. Ἐὰν μετὰ τὸ ἀποκαλυφθῆναι ἡμῖν τὰ μυστήρια τῆς ἀληθείας καὶ κηρυ‐
10χθῆναι τὸν λόγον τῆς σωτηρίας ἁμαρ‐ τάνωμεν, κλαιόμεθα.
16 Οὐδεὶς γὰρ ἐθνικὸς κλαίεται, κλαίεται δὲ ἡ τοιαύτη Ἱερουσαλήμ, ἐπειδήπερ ‹οἱ ἐχθροὶ› αὐτῆς ἁμαρ‐ τάνουσαν αὐτὴν περιέξουσι κυκλό‐
20θεν, αἱ ἀντικείμεναι δυνάμεις, καὶ περιβαλοῦσιν αὐτῇ ‹χάρακα› καὶ συνέξουσιν αὐτὴν ‹καὶ λίθον ἐπὶ λί‐ θον οὐκ ἀφήσουσιν› ἐν αὐτῇ· ἐὰν γὰρ μετὰ πολὺν χρόνον σωφρο‐
25νήσας τις ἢ ἄλλην ἀρετὴν ἐπιτηδεύ‐ σας νικηθῇ, καθαιρεῖται αὐτοῦ ἡ
οἰκοδομή.214

38

.

215

(4)

‹Οὐ γὰρ μὴ μνησθῶ›, φησί, ‹τῶν
5προτέρων δικαιοσυνῶν αὐτοῦ· ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ, ἐν ᾗ καταλήψομαι αὐτόν, ἐν αὐτῇ κρινῶ αὐτόν›.
12Οὐκ ἐκβάλλει τοὺς ἀγοράζοντας—ὁ γὰρ ἀγοράζων συλλαμβάνει τὸ ἀγο‐ ραζόμενον—ἀλλὰ τοὺς διὰ τὸ πω‐
15λεῖν ἀποδιδομένους τὰ ἴδια χρήσιμα καὶ λαμβάνοντας ἀντὶ αὐτῶν τὰ νενο‐ μισμένα εἶναι τίμια καὶ οὐ τὰ τίμια.
19Καὶ ἐπὶ τούτῳ ἐκβάλλει σε ἀπὸ τοῦ
20ναοῦ ὁ σωτήρ· ἐὰν γὰρ πωλῇς, ὅμοιος ἔσῃ τῷ ἀσώτῳ υἱῷ, ὃς ἔλαβε τὸν βίον τὸν πατρικὸν καὶ πάντα ἀπώ‐ λεσε· φοβοῦμαι μήποτε περί τινα εὑ‐
ρεθῇ ἡμῶν τὸ πρᾶγμα τοῦτο.215

38

.

216

Ἐὰν γὰρ τὰ ἐξ ἁγίου πνεύματος λελαλημένα μοι μισθοῦ πιπράσκω, τί ἄλλο ποιῶ ἢ τὸ πνεῦμα τὸ ἅγιον
μισθοῦ πιπράσκω;216

39

.

217

(12)

Ἐρωτῶσι τοίνυν· ‹ἐν τῇ ἀνα‐ στάσει›, πάντων ἀνισταμένων, ‹τί‐ νος αὐτῶν ἔσται γυνή›, οἰόμενοι
15αὐτὸν εἰς ἀπορίαν ἐμβαλεῖν.217

39

.

218

(10)

Πρὸς τούτοις ἀναγινώσκοντές τινες τὰ προφητικὰ πλανῶνται περὶ τὸν νοῦν τῆς γραφῆς—φέρε εἰπεῖν ἐκ τοῦ Ἡσαΐου· ‹οἱ ἔκλεκτοί μου οὐ τεκνοποιήσουσιν εἰς κατάραν›, καὶ
15ἐν τῷ Δευτερονομίῳ ἐν ταῖς εὐλο‐ γίαις· ‹εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου›· —ὑπολαμβάνοντες ‹ἐν τῇ ἀναστάσει τῶν νεκρῶν› ἔσεσθαι ταῦτα, μὴ νοοῦντες τὰς
20πνευματικὰς εὐλογίας.218

39

.

219

(11)

Διὰ τοῦτο σωματικῶς ἐκδεχομέ‐ νοις τοῖς ἐκ τῶν Ἰουδαίων Σαδ‐ δουκαίοις ἔλεγεν ὁ σωτήρ· ‹πλανᾶ‐ σθε μὴ εἰδότες τὰς γραφάσ›.
24Ὑψηλότερον δέ· ἐγένετο ἐν ἀρχῇ
25ὁ ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέ‐ γραπται, ‹κατ’ εἰκόνα θεοῦ›, ὕστε‐ ρον δὲ διὰ τὴν αὐτοῦ παρακοὴν ἀνέ‐
λαβε καὶ εἰκόνα ‹χοϊκήν›·219

39

.

220

(3)

ὥσπερ γὰρ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν,
5οὕτως ὁ ποιῶν τὰ ἔργα τοῦ ‹κοσμο‐ κράτοροσ› τὴν εἰκόνα αὐτοῦ φορεῖ· ἣν παραινεῖ ὁ σωτὴρ ἀποδιδόναι καὶ ἀποτίθεσθαι καὶ φορεῖν τὴν ἐξ ἀρ‐ χῆς γενομένην εἰκόνα καθ’ ὁμοίωσιν
10τῷ θεῷ.
20 Ἀκολούθως τούτοις καὶ ὁ Παῦ‐ λός φησιν· ‹ὡς ἐφορέσαμεν τὴν εἰκόνα
τοῦ χοϊκοῦ, οὕτως φορέσωμεν καὶ220

39

.

221

τὴν εἰκόνα τοῦ ἐπουρανίου›. Τοῦτο οὖν δηλοῖ τό· ‹ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ›.
12Αἰτεῖ δὲ παρ’ ἡμῶν, οὐχ ὅτι χρείαν ἔχει τινός, ἀλλ’ ἵνα ἡμῖν ἀντιχα‐ ρίσηται τὰ αὐτοῦ.
17 Ὁ γὰρ τὴν μνᾶν δεκαπλασιάσας καὶ προσενέγκας τῷ δεδωκότι κυρίῳ, ἀπολαμβάνει σὺν ταῖς τοσαύταις καὶ
20ἑτέραν· ἐκείνου γὰρ τοῦ μὴ πολυ‐ πλασιάσαντος τὴν μνᾶν κελεύει ἀφαιρεθῆναι καὶ δοθῆναι τῷ ἔχοντι
τὰς δέκα μνᾶς.221

39

.

222

‹Ἄρατε οὖν, φησὶν τοῖς παρε‐ στῶσιν, ‹ἀπ’ αὐτοῦ τὴν μνᾶν›, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι›· ἀντιχαρίζεται γὰρ ἡμῖν ὁ θεὸς τὰ
5ἀγαθὰ μετὰ προσθήκης.222