TLG 2042 012 :: ORIGENES :: Fragmentum in Lamentationes (in catenis) ORIGENES Theol., Origenes Adamantius Fragmentum in Lamentationes (in catenis) Citation: (Line) | ||
2t | Ὠριγένους εἰς τὸ αὐτὸ ἐκ τῶν εἰς τοὺς Θρήνους. | |
---|---|---|
3 | Τίς γὰρ τὸ ‹δίκαιον οὐ δικαίως διώκει›; διαλαβόντες δὲ ἐκεῖνο, εὐχερῶς καὶ ἐπὶ τοῦτο μετελευσόμεθα, ὅτι ἔστι δικαίως τὸ ἄδικον | |
5 | διώκειν. ἐξήγησις μὲν τοῦ δικαίως τὸ δίκαιον διώκειν αὕτη, ἐπὰν καὶ τὸ πραττόμενον καθῆκον ᾖ, καὶ ὑγιεῖ διαθέσει ἐνεργῆται· ὡς εἴ τις σωφροσύνην δι’ οὐδὲν ἄλλο ἢ δι’ αὐτὴν κατορθώσαι, καθάπερ Ἰωσὴφ ἀναγέγραπται πεποιηκέναι. τοῦ δὲ ἀδίκως τὸ δίκαιον διώκειν ἡ σαφήνειά ἐστι τοιαύτη, ἐπὰν τὸ καθῆκον μέν τις ἐπιτελῇ, προ‐ | |
10 | θέσει δὲ μοχθηρᾷ, ὡς εἴ τις δόξαν τὴν παρ’ ἀνθρώποις θηρώμενος κοινωνήσαι τῶν ὑπαρχόντων πένησιν, ὅπερ ἀπαγορεύων ὁ σωτήρ φησιν· «ἐὰν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων». τὸ δὲ δικαίως τὸ ἄδικον ποιεῖν | |
15 | νοηθείη ἄν, ὅταν προθέσει τὰ κρείττονα ποιεῖν τις προελόμενος παρ’ ἄγνοιαν τοῦ καλοῦ πράττῃ τὰ χείρονα· ὁποῖός ποτε γέγονε Παῦλος προδιδοὺς τὰς ἐκκλησίας κατὰ ζῆλον θεοσεβείας. ἀδίκως δὲ τὸ ἄδι‐ κον, ὅταν καὶ τὸ πραττόμενον ἄδικον ᾖ καὶ ἡ προαίρεσις κακο‐ | |
ποιητική. | 279 |