TLG 2042 004 :: ORIGENES :: Fragmenta alia de principiis ORIGENES Theol., Origenes Adamantius Fragmenta alia de principiis Citation: Fragment — (line) | ||
1 | Max. Conf. Schol. in lib. De eccl. hier. 6, 6 (PG 4, 173): Μὴ οὖν τις τῶν Ὠριγένους μυστῶν οἰέσθω τὸ παρὸν ῥητὸν συνηγορεῖν τῇ κακοπίστῳ αὐτοῦ δόξῃ, φάσκων ὅτι ἀεὶ πτῶσις καὶ ἀνάκλισις καὶ μετάπτωσις τῶν οὐρανίων γίνεται νοῶν, ὥς φησιν Ὠριγένης μὲν ἐν τῷ Περὶ ἀρχῶν πρώτῳ λόγῳ | |
5 | οὕτως· →Ὁ τοίνυν λόγος, οἶμαι, δείκνυσι πᾶς, πᾶν ὅ τι ποτὲ λογικὸν ἀπὸ παντὸς οὑτινοσοῦν λογικοῦ δύνασθαι γενέσθαι.← Καὶ μετὰ βραχέα ἐπάγει λέγων· →Μετὰ τὸ ἐπὶ πᾶσι τέλος πάλιν ἀπόρρευσις καὶ κατάπτωσις | |
---|---|---|
γίνεται.← | 228 | |
2 | Epiph. Haer. 64, 4, 6: →ψυχὴν γάρ, φησι, διὰ τοῦτο καλοῦμεν, διὰ τὸ | |
ἄνωθεν ἐψῦχθαι.← | 392 | |
3 | Epiph. Haer. 64, 4, 7—8: →τὸ γὰρ εἰπεῖν, φησί (scil. Or.), τὸν προφή‐ την „πρὶν ἢ ταπεινωθῆναί με ἐγὼ ἐπλημμέλησα“, ἐξ αὐτῆς, φησί, τῆς ψυχῆς ὁ λόγος, ὡς ἄνω ἐν οὐρανῷ ἐπλημμέλησε, πρὶν ἢ ἐν τῷ σώματι τεταπεινῶσθαι·← καὶ →τὸ εἰπεῖν „ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν | |
5 | ἀνάπαυσίν σου“, ὡς τοῦ ἀνδραγαθήσαντος ἐνταῦθα ἐν ἀγαθοεργίᾳ ἐπιστρέ‐ φοντος εἰς τὴν ἄνω ἀνάπαυσιν διὰ τὴν αὐτοῦ τῆς ἐργασίας δικαιο‐ | |
πραγίαν.← | 394 |