TLG 2041 005 :: MARCELLUS :: De incarnatione et contra Arianos

MARCELLUS Theol.
(Ancyranus: A.D. 4)

De incarnatione et contra Arianos

Citation: Page — (line)

984

(31t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ
32tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ,
33tΠΕΡΙ ΤΗΣ ΕΝΣΑΡΚΟΥ ΕΠΙΦΑΝΕΙΑΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ, ΚΑΙ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ.
37Οἱ κακοτέχνως τὰς θείας Γραφὰς βουλόμενοι νοεῖν,
τὰ ἀνθρώπινα ῥήματα τῆς πτωχείας τοῦ Υἱοῦ984

985

τοῦ Θεοῦ παράγειν βούλονται πρὸς τὸ συστῆσαι τὴν ἑαυτῶν βλασφημίαν. Πᾶσα δὲ ἀκρίβεια τοῦ Χρι‐ στιανισμοῦ ἐν τοῖς εὐτελέσι ῥήμασι καὶ πράγμασιν εὑρίσκεται. Εἰ οὖν ἠδύναντο ἀκούειν τοῦ μακαρίου
5Παύλου γράφοντος πρὸς Κορινθίους· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· οὐκ ἄν ποτε ἀν‐ όμοιον τῷ Πατρὶ τὸν Υἱὸν ἐτόλμησαν εἰπεῖν· εἴπερ
10ἔγνωσαν, τίς ὁ τρόπος τῆς πτωχείας αὐτοῦ, καὶ τίς ἡ δύναμις τοῦ σταυροῦ αὐτοῦ. Ὅθεν καὶ ἀλλαχοῦ λέγει ὁ αὐτὸς Παῦλος· Ἵνα ἐξισχύσητε καταλαβεῖν σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ βάθος, καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλου‐
15σαν ἀγάπην τῆς γνώσεως τοῦ Χριστοῦ, ἵνα πλη‐ ρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Διὰ τοῦτο ἐγγράφως ἐν τῇ πτωχεία αὐτοῦ καὶ τοῖς παθήμασι παῤῥησιάζεται λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶ‐ σθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰη‐
20σοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ· καὶ πάλιν· Οὐδὲν ἔκρινα εἰ‐ δέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον· καὶ, Εἰ ἔγνωσαν, οὐκ ἂν τὸν Κύ‐ ριον τῆς δόξης ἐσταύρωσαν. Καὶ νῦν οὗτοι, εἰ
25ἔγνωσαν τὰς θείας Γραφὰς, οὐκ ἂν τὸν Κτίστην τῶν ἁπάντων κτίσμα ἢ δημιούργημα βλασφημῆσαι ἐτόλ‐ μησαν. Παράγουσι γὰρ ἡμῖν, λέγοντες· Πῶς δύνα‐ ται ὅμοιος, ἢ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας εἶναι, ὁπότε γέγραπται· Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν
30ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ; ὑπεροχή ἐστι, φησὶ, τοῦ διδόντος παρὰ τὸν λαμβάνοντα· καὶ, Τί με λέγεις ἀγαθόν; φησίν· οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· καὶ πάλιν· Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; καὶ αὖθις· Περὶ τῆς
35ἡμέρας τῆς ἐσχάτης οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· καὶ πάλιν· Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον· καὶ πάλιν· Ὃν ὁ Πατὴρ ἤγειρεν ἐκ νεκρῶν. Πῶς οὖν, φασὶν, ὅμοιος εἶναι δύναται ἢ ὁμοούσιος ὁ ἐγειρόμενος ἐκ
40νεκρῶν τῷ ἐγείραντι αὐτόν; Ταῦτα δὲ ἀπὸ πολλῶν ὀλίγα παρεθέμεθα, ὅπως, τούτων λυθέντων, καὶ τὰ λοιπὰ εὐχερῶς νοηθῇ.
Ὀφείλομεν οὖν ἡμεῖς κατὰ τὸ δυνατὸν τὴν δύναμιν986

988

αὐτῶν ἐξηγήσασθαι. Ὅταν οὖν λέγει ὁ μακάριος Παῦ‐ λος, Ὁ Πατὴρ ἤγειρε τὸν Υἱὸν αὐτοῦ ἐκ νεκρῶν, Ἰωάννης ἡμῖν διηγεῖται, ὅτι ἔλεγεν ὁ Ἰησοῦς· Λύ‐ σατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις
5ἐγερῶ αὐτόν. Ἔλεγε δὲ, φησὶ, περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Δῆλον οὖν ἐστι τοῖς προσέχου‐ σιν, ὅτι, τοῦ σώματος ἐγειρομένου, ὁ Υἱὸς λέγεται παρὰ τῷ Παύλῳ ἐγηγέρθαι ἐκ νεκρῶν· τὰ γὰρ τοῦ σώματος αὐτοῦ εἰς τὸ αὐτοῦ πρόσωπον λέγεται. Οὕ‐
10τως οὖν καὶ ὅταν λέγῃ, Ζωὴν ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, τῇ σαρκὶ δεδομένην τὴν ζωὴν νοητέον. Εἰ γὰρ αὐτός ἐστιν ἡ ζωὴ, πῶς ἡ ζωὴ ζωὴν λαμβάνει; Καὶ εἰ αὐτὸς ἐπαγγέλλεται λέγων· Τὰ πρόβα‐ τά μου τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω
15αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλλωνται εἰς τὸν αἰῶνα· καὶ εἰ αὐτός ἐστιν ἡ σοφία τοῦ Θεοῦ, καὶ εἰ αὐτὸς ἐποίησε πᾶσαν ἡλικίαν, πῶς λέγεται· Προέκοπτε δὲ Ἰησοῦς σοφίᾳ καὶ ἡλικίᾳ; Καὶ εἰ ὁ
20Πατὴρ διὰ τοῦ ἰδίου Λόγου καὶ Υἱοῦ τὰ πάντα ἐποίη‐ σε, δῆλον, ὅτι καὶ τὴν ἔγερσιν τῆς σαρκὸς αὐτοῦ δι’ αὐτοῦ ἐποίησε. Δι’ αὐτοῦ οὖν αὐτὸν ἤγειρε, καὶ δι’ αὐτοῦ αὐτῷ ζωὴν δίδωσιν. Ἐγείρεται μὲν κατὰ σάρκα ὡς ἄνθρωπος, καὶ λαμβάνει ζωὴν ὡς ἄνθρω‐
25πος, ἐν σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Καὶ αὐτὸς δέ ἐστιν ὁ ἐγείρων τὸν ἴδιον ναὸν, ὡς Θεὸς, καὶ διδοὺς ζωὴν τῇ ἰδίᾳ σαρκί. Ὅταν οὖν πάλιν λέγῃ, Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἀλλαχοῦ φησιν· Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυ‐
30τὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ· καὶ ὅταν λέγῃ· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατ‐ έλιπες; ἐκ προσώπου ἡμετέρου λέγει· διότι μορφὴν δούλου λαβὼν, καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενό‐ μενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐτα‐
35πείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανά‐ του, θανάτου δὲ σταυροῦ, καὶ τὰ ἑξῆς. Καὶ καθ‐ ὼς λέγει Ἡσαΐας· Αὐτὸς τὰς μαλακίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· ὥστε οὐχ ὑπὲρ ἑαυτοῦ ὀδυνᾶται, ἀλλ’ ὑπὲρ ἡμῶν· καὶ οὐκ αὐτὸς
40ἐγκατελείφθη ὑπὸ τοῦ Θεοῦ, ἀλλ’ ἡμεῖς, καὶ δι’ ἡμᾶς τοὺς ἐγκαταλειφθέντας παρεγένετο εἰς τὸν κόσμον. Καὶ ὅτε λέγει· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε,
καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, περὶ τοῦ ναοῦ λέγει, ὅ ἐστι τὸ σῶμα αὐτοῦ.988

989

Οὐ γὰρ ὁ Ὕψιστος ὑψοῦται, ἀλλ’ ἡ σὰρξ τοῦ Ὑψίστου ὑψοῦται· καὶ τῇ σαρκὶ τοῦ Ὑψίστου ἐχα‐ ρίσατο ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ οὐχ ὁ Λόγος τοῦ Θεοῦ κατὰ χάριν ἔλαβε τὸ καλεῖσθαι Θεὸς, ἀλλ’
5ἡ σὰρξ αὐτοῦ σὺν αὐτῷ ἐθεολογήθη. Οὐ γὰρ εἶπεν, ὅτι ὁ Λόγος Θεὸς γέγονεν, ἀλλὰ, Θεὸς ἦν ὁ Λόγος· Ἀεὶ ἦν, φησὶν, ὁ Θεὸς Λόγος, καὶ οὗτος αὐτὸς ὁ Θεὸς γέγονε σὰρξ, ἵνα ἡ σὰρξ αὐτοῦ γένηται Θεὸς Λόγος· καθὼς καὶ ὁ Θωμᾶς, ψηλαφήσας τὴν σάρκα
10αὐτοῦ, ἀνεβόησεν· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου, τὸ συναμφότερον θεολογῶν· ὁμοίως δὲ καὶ ὁ Ἰωάν‐ νης ἔγραψεν· Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόα‐ μεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεα‐ σάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ
15τοῦ Λόγου τῆς ζωῆς. Φανερὸν οὖν ἐστιν, ὅτι ἐν σαρκὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Πατρὸς ἐψηλαφήθη, καὶ τὸ συναμφότερον, Λόγον ζωῆς, ἡ θεία Γραφὴ παραδέδωκε ψηλαφηθέντα. Καὶ ὅτε λέγει· Οὔπω ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη,
20τὴν σάρκα αὐτοῦ λέγει μήπω δοξασθεῖσαν. Οὐ γὰρ ὁ Κύριος τῆς δόξης δοξάζεται, ἀλλ’ ἡ σὰρξ τοῦ Κυρίου τῆς δόξης· αὕτη λαμβάνει δόξαν συναναβαίνουσα αὐτῷ εἰς οὐρανόν. Ὅθεν καὶ Πνεῦμα υἱοθεσίας οὔπω ἦν ἐν ἀνθρώποις, διότι ἡ ληφθεῖσα ἀπαρχὴ ἐξ ἡμῶν οὔ‐
25πω ἦν ἀνελθοῦσα εἰς οὐρανόν. Ὅσα οὖν λέγει ἡ Γραφὴ, ὅτι ἔλαβεν ὁ Υἱὸς, καὶ ἐδοξάσθη ὁ Υἱὸς, διὰ τὴν ἀνθρωπότητα αὐτοῦ λέγει, οὐ διὰ τὴν θεότητα. Καὶ ὅτε λέγει, Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων μου ἐστὶν,
30ἐπεὶ ἄνθρωπος γέγονε, μείζω αὐτοῦ λέγει τὸν Πα‐ τέρα. Λόγος δὲ ὢν τοῦ Πατρὸς, ἴσος αὐτοῦ ἐστιν. Ἐγὼ γὰρ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Καὶ οὐκ ἀπὸ ἁρπαγῆς ἔχει τὸ εἶναι αὐτὸν ἴσον τῷ Πατρὶ,
35ἀλλὰ κατὰ φύσιν ἴσος ἐστὶ καὶ ὁμοούσιος τῷ Πατρί· διότι ἐκ τῆς πατρικῆς οὐσίας γεγέννηται. Καὶ ὅτε λέγει ὁ Ἀπόστολος, Ὅτι ἐν Χριστῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ἐν τῇ σαρκὶ αὐτοῦ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς
40θεότητος νοητέον. Καὶ ὅτε λέγει, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, ἀλλαχοῦ λέγει· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν
παρέδωκεν ὑπὲρ αὐτῆς.990

992

Οὐ γὰρ ἑαυτὸν ἦλθε σῶσαι ὁ ἀθάνατος Θεὸς, ἀλλὰ τοὺς θανατωθέντας· καὶ οὐχ ὑπὲρ ἑαυτοῦ ἔπα‐ θεν, ἀλλ’ ὑπὲρ ἡμῶν· ὥστε διὰ τοῦτο τὴν εὐτέλειαν ἡμῶν καὶ τὴν πτωχείαν ἀνεδέξατο, ἵνα ἡμῖν τὸν πλοῦ‐
5τον αὐτοῦ χαρίσηται. Τὸ γὰρ πάθος αὐτοῦ, ἡμῶν ἀπά‐ θειά ἐστι· καὶ ὁ θάνατος αὐτοῦ, ἡμῶν ἀθανασία ἐστί· καὶ τὸ δάκρυον αὐτοῦ, χαρὰ ἡμετέρα· καὶ ἡ ταφὴ αὐτοῦ, ἡμῶν ἀνάστασις· καὶ τὸ βάπτισμα αὐ‐ τοῦ, ἡμῶν ἁγιασμός· Ὑπὲρ αὐτῶν γὰρ, φησὶν, ἁ‐
10γιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. Καὶ ὁ μώλωψ αὐτοῦ, ἡμῶν ἴασις· Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καὶ ἡ παιδεία αὐτοῦ, ἡμῶν εἰρήνη· Παιδεία γὰρ εἰρήνης ἡμῶν ἐπ’ αὐ‐ τόν· τουτέστιν, ἕνεκεν τῆς ἡμῶν εἰρήνης αὐτὸς παι‐
15δεύεται· καὶ ἡ ἀδοξία αὐτοῦ, ἡμῶν δόξα· ὅθεν αἰτεῖ τὴν δόξαν δι’ ἡμᾶς, λέγων· Δόξασόν με σὺ, Πά‐ τερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Ἡμεῖς γάρ ἐσμεν οἱ ἐν αὐ‐ τῷ δοξαζόμενοι· καὶ ἡ κάθοδος αὐτοῦ, ἡμῶν ἐστιν
20ἄνοδος, κατὰ τὸ γεγραμμένον· Καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· καὶ τὸ, Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χά‐ ριτος αὐτοῦ ἐν χρηστότητι, ἐν Χριστῷ Ἰησοῦ ἐφ’
25ἡμᾶς. Καὶ τὸ λέγειν αὐτὸν ἐν τῷ σταυρῷ· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, πάν‐ τας ἀνθρώπους παρατίθεται τῷ Πατρὶ δι’ ἑαυτοῦ, τοὺς ἐν αὐτῷ ζωοποιουμένους. Μέλη γὰρ αὐτοῦ εἰσι, καὶ τὰ πολλὰ μέλη ἕν ἐστι σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκ‐
30κλησία· καθὼς καὶ ὁ μακάριος Παῦλος γράφει Γαλά‐ ταις· Πάντες γὰρ ὑμεῖς ἕν ἐστε ἐν Χριστῷ Ἰη‐ σοῦ· τοὺς πάντας οὖν παρατίθεται ἐν ἑαυτῷ, Οὕτως οὖν καὶ ὅτε λέγει, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, περὶ τῆς Ἐκκλησίας λέγει,
35τῆς ἐν αὐτῷ κτιζομένης. Οὐ γὰρ ὁ ποιητὴς τῶν ἁπάντων κτίσμα καὶ ποίημά ἐστιν, ἀλλὰ τὸ ποίημα ἐν τῷ ποιητῇ ἀνανεοῦται, κατὰ τὸ λεγόμενον ὑπὸ τοῦ Παύλου· Αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ. Καὶ καθὼς πάλιν λέγει· Ἵνα γνω‐
40ρισθῇ νῦν ἐν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυ‐ ποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν
αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ‐992

993

ρίῳ ἡμῶν· ἐν ᾧ ἔχομεν τὴν παῤῥησίαν, καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πί‐ στεως αὐτοῦ. Καὶ πάλιν φησί· Καθὼς ἐξ‐ ελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου,
5εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐ‐ τοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Καὶ πάλιν λέγει καὶ περὶ τῶν δύο λαῶν· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην,
10καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Καὶ ὅταν λέγει· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· ὁ Θεὸς, συναριθμήσας ἑαυτὸν μετὰ τῶν ἀνθρώπων, κατὰ τὴν σάρκα αὐτοῦ
15τοῦτο εἶπε, καὶ πρὸς τὸν νοῦν τοῦ προσελθόντος αὐτῷ. Ἐκεῖνος γὰρ ἄνθρωπον αὐτὸν ἐνόμιζε μόνον καὶ οὐ Θεὸν, καὶ τοῦτον ἔχει τὸν νοῦν ἡ ἀπόκρισις· Εἰ μὲν γὰρ ἄνθρωπον, φησὶ, νομίζεις με, καὶ οὐ Θεὸν, μή με λέγε ἀγαθόν· οὐδεὶς γὰρ ἀγαθός.
20Οὐ γὰρ διαφέρει ἀνθρωπίνῃ φύσει τὸ ἀγαθὸν, ἀλλὰ Θεῷ. Καὶ ἐπιφέρει· Τὰς ἐντολὰς οἶδας; Εἰρηκό‐ τος δὲ ἐκείνου· Ποίας; ἔφη· Οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ τὰ ἑξῆς. Ἀπεκρίνατο λέγων· Ταῦ‐ τα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, τί ἔτι
25ὑστερῶ; Ἔφη αὐτῷ· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου πάντα ὅσα ἔχεις, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ λα‐ βὼν τὸν σταυρόν σου ἀκολούθει μοι. Διὰ τούτων οὖν ἔδειξεν, ὅτι καὶ αὐτῷ διαφέρει τὸ ἀγαθόν·
30ὁ γὰρ μὴ ἀκολουθῶν τῷ ἀγαθῷ πῶς δύναται ζωὴν αἰώνιον κληρονομῆσαι; Καὶ ὅταν λέγει περὶ τῆς ἐσχάτης ἡμέρας, ὅτι Οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ, ἀνθρωπίνως λέγει. Εἰ γὰρ τὸν Πατέρα ἐπίσταται, τὴν ἐσχάτην ἡμέραν πῶς ἀγνοεῖ; Οὐδεὶς
35γὰρ ἐπιγινώσκει τὸν Πατέρα, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ εἰ τὸ Πνεῦμα τὸ ἅγιον οἶδε πάντα τὰ τοῦ Θεοῦ, πῶς ὁ Υἱὸς τὴν ἡμέραν, ἣν ἔκτισεν, ἀγνοεῖ; Καὶ εἰ οἱ αἰῶνες δι’ αὐτοῦ ἐγένοντο καὶ οἱ χρόνοι, φανερὸν,
40ὅτι καὶ ἡ ἐσχάτη ἡμέρα ἐν τοῖς αἰῶσι καὶ χρόνοις
εὑρίσκεται, καὶ ἀδύνατόν ἐστιν αὐτὸν ἀγνοεῖν.994

996

Ὅσα οὖν εὐτελῆ ῥήματα ὑπὸ τοῦ Κυρίου εἴρη‐ ται, τῇ πτωχείᾳ αὐτοῦ διαφέρει, ἵνα ἡμεῖς ἐν αὐτῷ πλουτήσωμεν, οὐχ ἵνα ἐν αὐτοῖς βλασφημήσωμεν κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Καὶ κατὰ τοῦτο ὁ Υἱὸς τοῦ
5Θεοῦ υἱὸς ἀνθρώπου γέγονεν, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώ‐ που, τουτέστι τοῦ Ἀδὰμ, υἱοὶ τοῦ Θεοῦ γένων‐ ται. Ὁ γὰρ γεννηθεὶς ἄνωθεν ἐκ Πατρὸς Λόγος ἀῤ‐ ῥήτως, ἀφράστως, ἀκαταλήπτως, ἀϊδίως, ὁ αὐτὸς ἐν χρόνῳ γεννᾶται κάτωθεν ἐκ Παρθένου Θεο‐
10τόκου Μαρίας· ἵνα οἱ κάτωθεν πρότερον γεννηθέντες ἄνωθεν γεννηθῶσιν ἐκ δευτέρου, τουτέστιν, ἐκ Θεοῦ. Αὐτὸς οὖν μητέρα ἔχει μόνον ἐπὶ γῆς, καὶ ἡμεῖς Πατέρα μόνον ἔχομεν ἐν οὐρανῷ. Καὶ διὰ τοῦτο ἑαυτὸν Υἱὸν ἀνθρώπου καλεῖ, ἵνα οἱ ἄνθρωποι Θεὸν
15καλέσωσι Πατέρα ἐν τοῖς οὐρανοῖς· Πάτερ ἡμῶν, φησὶν, ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ οὖν ἡμεῖς οἱ δοῦλοι τοῦ Θεοῦ υἱοὶ Θεοῦ γεγόναμεν, οὕτως ὁ Δεσπότης τῶν δούλων υἱὸς τοῦ ἰδίου δούλου γέγονε θνητὸς, τουτέστι τοῦ Ἀδὰμ, ἵνα οἱ υἱοὶ τοῦ Ἀδὰμ,
20θνητοὶ ὄντες, υἱοὶ τοῦ Θεοῦ γένωνται, κατὰ τὸ λεγό‐ μενον· Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γε‐ νέσθαι. Ὅθεν καὶ θανάτου γεύεται ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς τοῦ Θεοῦ μεταλάβωσι,
25διὰ τὸν κατὰ Πνεῦμα αὐτῶν Πατέρα Θεόν· Αὐτὸς οὖν κατὰ φύσιν Υἱός ἐστι τοῦ Θεοῦ, ἡμεῖς δὲ κατὰ χά‐ ριν. Καὶ πάλιν αὐτὸς κατ’ οἰκονομίαν καὶ χάριν ἡμετέραν υἱὸς γέγονε τοῦ Ἀδὰμ, ἡμεῖς δὲ κατὰ φύ‐ σιν ἐσμὲν υἱοὶ τοῦ Ἀδάμ. Ὅθεν λέγει, Ἀπέρ‐
30χομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν. Πατὴρ γὰρ αὐτοῦ ἐστιν ὁ Θεὸς, ὡς προεῖπον, κατὰ φύσιν, ἡμῶν δὲ κατὰ χάριν· καὶ Θεὸς αὐτοῦ γέγονε κατ’ οἰκονο‐ μίαν, διότι ἄνθρωπος, ἡμῶν δὲ κατὰ φύσιν Δεσπότης
35ἐστὶ καὶ Θεός. Καὶ διὰ τοῦτο ὁ Λόγος καὶ Υἱὸς τοῦ Πατρὸς ἑνωθεὶς σαρκὶ, γέγονε σὰρξ, ἄνθρωπος τέλειος, ἵνα οἱ ἄνθρωποι ἑνωθέντες Πνεύματι, γένωνται ἓν Πνεῦμα. Αὐτὸς οὖν ἐστι Θεὸς σαρκοφόρος, καὶ ἡμεῖς ἄνθρωποι πνευματοφόροι. Ἀπαρχὴν γὰρ λα‐
40βὼν ἐκ τῆς οὐσίας τῶν ἀνθρώπων, τουτέστιν ἐκ τοῦ
σπέρματος Ἀδὰμ (ἥτις ἐστὶ μορφὴ δούλου),996

997

καὶ ἐν ὁμοιώματι ἀνθρώπου γεγονὼς, ἔδωκεν ἡμῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ἀπαρχὴν ἁγίου Πνεύμα‐ τος· ἵνα γενώμεθα οἱ πάντες εἰς υἱοὺς Θεοῦ, ἐν ὁμοιώματι τοῦ Υἱοῦ τοῦ Θεοῦ. Αὐτὸς οὖν ὁ ἀληθινὸς
5καὶ φύσει Υἱὸς τοῦ Θεοῦ τοὺς πάντας ἡμᾶς φορεῖ, ἵνα οἱ πάντες τὸν ἕνα φορέσωμεν Θεόν. Ἀσεβὲς οὖν ἐστι κτιστὸν ἢ ποιητὸν λέγειν τὸ Πνεῦμα τοῦ Θεοῦ· ὁπότε πᾶσα Γραφὴ Παλαιά τε καὶ Καινὴ, μετὰ Πατρὸς καὶ Υἱοῦ αὐτὸ συναριθμεῖ
10καὶ δοξάζει· διότι τῆς αὐτῆς θεότητός ἐστι, καὶ τῆς αὐτῆς ἐξουσίας· καθὼς αὐτὸς ὁ Κύριος λέγει· Ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐ‐ τοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύ‐
15οντες εἰς αὐτόν· ὡς καὶ ἐν τῷ Ἰωὴλ ἐκ προσώπου τοῦ Πατρὸς λέγει· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν. Καὶ διὰ τοῦτο ἐμφυσᾷ αὐτὸ εἰς τὸ πρόσωπον τῶν ἀποστόλων λέγων·
20Λάβετε Πνεῦμα ἅγιον· ἵνα μάθωμεν, ὅτι ἐκ τοῦ πληρώματος τῆς θεότητός ἐστι τὸ διδόμενον Πνεῦμα τοῖς μαθηταῖς. Ἐν Χριστῷ γὰρ, φησὶ, κατοικεῖ, τουτέστιν ἐν τῇ σαρκὶ αὐτοῦ, πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· καθὼς καὶ ὁ Βαπτιστὴς
25Ἰωάννης λέγει· Ἡμεῖς πάντες ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν. Σωματικῷ γὰρ εἴδει, τουτέστιν ὡς περιστερὰ, ὤφθη τὸ Πνεῦμα τὸ ἅγιον, καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν. Ἐν ἡμῖν μὲν γὰρ ἀπαρχὴ καὶ ἀῤῥαβὼν θεότητος κατοικεῖ, ἐν Χριστῷ δὲ πᾶν τὸ
30πλήρωμα τῆς θεότητος. Καὶ μή τις νομίσῃ, ὅτι μὴ ἔχων αὐτὸ ἐλάμβανεν· αὐτὸς γὰρ αὐτὸ ἄνωθεν ἔπεμ‐ πεν, ὡς Θεός· καὶ αὐτὸς αὐτὸ κάτω ὑπεδέχετο, ὡς ἄνθρωπος. Ἐξ αὐτοῦ οὖν εἰς αὐτὸν κατῄει, ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ. Καὶ ὁ
35μὲν Ἡσαΐας ἐκ προσώπου τοῦ Πατρὸς βοᾷ λέγων· Οὕτω λέγει Κύριος ὁ Θεός σου, ὁ ποιήσας σε καὶ πλάσας σε ἐκ κοιλίας· Μὴ φοβοῦ, ὁ παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξ‐ ελεξάμην· ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευο‐
40μένοις ἐν ἀνύδρῳ· ἐπιθήσω τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέ‐
κνα σου. Ἐν τῷ Εὐαγγελίῳ δὲ ὁ Υἱὸς ἐπαγγέλ‐998

1000

λεται διδόναι ὕδωρ τοῖς πορευομένοις ἐν δίψει, λέγων τῇ Σαμαρείτιδι περὶ τοῦ ἁγίου Πνεύματος· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν,
5καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Καὶ μετ’ ὀλίγα λέγει αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πη‐
10γὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Καὶ διὰ τοῦτο ὁ Δαβὶδ ψάλλων τῷ Θεῷ λέγει· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· οἶδε γὰρ παρὰ τῷ Θεῷ Πατρὶ ὄντα τὸν Υἱὸν τὴν πηγὴν τοῦ ἁγίου Πνεύματος. Καὶ διὰ Ἱερεμίου ὁ Υἱὸς λέγει· Δύο καὶ πο‐ νηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον
15πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκ‐ κους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Καὶ ὅτε δοξολογοῦσι τὰ σεραφὶμ τὸν Θεὸν, λέγοντα τρίτον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σα‐ βαὼθ, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα δοξολο‐
20γοῦσι. Καὶ διὰ τοῦτο, ὥσπερ εἰς τὸ ὄνομα τοῦ Πα‐ τρὸς καὶ τοῦ Υἱοῦ βαπτιζόμεθα, οὕτως καὶ εἰς τὸ ὄνομα τοῦ ἁγίου Πνεύματος, καὶ γινόμεθα υἱοὶ Θεοῦ, οὐ Θεῶν. Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, Κύριος σαβαώθ ἐστι. Μία γὰρ ἡ θεότης καὶ εἷς
25Θεὸς ἐν τρισὶν ὑποστάσεσι. Καὶ διὰ τοῦτο, ἅπερ εἶπεν ὁ Πατὴρ ἐν τῷ Ἡσαΐᾳ, ὁ Ἰωάννης λέγει. ὅτι ὁ Υἱὸς εἶπεν· ἐν δὲ ταῖς Πράξεσιν ὁ Παῦλός φησιν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον εἶπε. Λέγει γὰρ οὕτως ὁ Ἡσαΐας· Εἶδον τὸν Κύριον σαβαὼθ, καθήμενον ἐπὶ θρόνου
30ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ ἐπληρώθη ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυ‐ γες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ πτέρυξιν ἐκάλυ‐ πτον τὰ πρόσωπα, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ
35ταῖς δυσὶν ἐπέτοντο. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, λέγοντες· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, πλήρης ὁ οὐρανὸς καὶ πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ μετ’ ὀλίγα ὁ αὐτός· Ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀπο‐
40στείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν1000

1001

τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγὼ, ἀπόστειλον με. Καὶ εἶπέ μοι· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἶπον αὐτῷ· Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε. Ἐπα‐
5χύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου. Καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν· καὶ τοὺς ὀφθαλμοὺς ἐκάμ‐ μυσαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ὁ δὲ εὐαγ‐
10γελιστὴς Ἰωάννης λέγει· Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν οἱ Ἰουδαῖοι εἰς τὸν Ἰησοῦν, ὅτι εἶπεν Ἡσαΐας, ὅτι Ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλ‐ μοὺς, καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τῇ καρδίᾳ νοήσωσι,
15καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, τουτέστι τοῦ Υἱοῦ· ὥστε καὶ Κύριος Σαβαώθ ἐστιν ὁ Υἱός. Κύριος γὰρ τῶν δυνάμεων ἑρμηνεύεται τὸ Κύριος Σαβαώθ· Ὁ δὲ Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν
20ὁ βασιλεὺς τῆς δόξης, ὡς ὁ Δαβὶδ εἶπε· Κύριος δὲ τῆς δόξης ἐστὶν ὁ ἐσταυρωμένος Χριστὸς κατὰ τὸν Παῦλον. Καὶ καθὼς εἶπε Δαβίδ· Κύριος ποιμαί‐ νει με, καὶ οὐδέν με ὑστερήσει· καὶ ἀλλαχοῦ· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ ὁδηγῶν
25ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι. Ἐν δὲ τοῖς Εὐαγγελίοις λέ‐ γει ὁ Υἱός· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· αὐτὸς οὖν ἐστιν ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ὁ ποιμαίνων τὸν Ἰσραήλ. Ὁ δὲ Παῦλος ἐν ταῖς Πράξεσι τὸ ἅγιον Πνεῦμα λέγει διὰ Ἡσαΐου εἰρηκέναι ταῦτα, ἅπερ εἶπεν Ἡσαΐας, ὅτι Κύριος Σαβαώθ μοι εἶπεν. Ὁ Πατὴρ οὖν καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα Κύριος Σαβαώθ ἐστι.
30 Καὶ ὅτε λέγει ἡ Γραφὴ περὶ τοῦ Πατρὸς, ὅτι Αὐτὸς ἔκτισε τὰ πάντα, τὰ ὁρατὰ καὶ τὰ ἀό‐ ρατα· ἀλλαχοῦ ἡ Γραφὴ διδάσκει ἡμᾶς, ὅτι διὰ τοῦ Υἱοῦ ἐκτίσθη. Οὐχ ἕτερα χωρὶς ὁ Πατὴρ ἔκτισε, καὶ ἄλλα ὁ Υἱός· ἀλλ’ ἅπερ ὁ Πατὴρ ποιεῖ, διὰ τῆς
35ἰδίας δυνάμεως ποιεῖ, ἥτις ἐστὶν ὁ Υἱός· τὰ πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο. Οὕτως οὖν καὶ ὅτε λέγει ὁ Υἱός· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέ‐ ραις ἐγερῶ αὐτόν· ἔλεγε δὲ, φησὶ, περὶ τοῦ ἰδίου σώματος· ἑτέρα Γραφὴ λέγει, ὅτι Ὁ Πατὴρ ἤγειρε
40τὸν Υἱὸν αὐτοῦ ἐκ νεκρῶν· καὶ καλῶς λέγει·
ἤγειρε γὰρ διὰ τοῦ ἰδίου Λόγου καὶ Υἱοῦ τὴν σάρκα1002

1004

τοῦ Υἱοῦ αὐτοῦ. Καὶ οὐ λέγομεν τὸ σῶμα εἶναι Υἱὸν φύσει τοῦ Θεοῦ, ἀλλὰ τὸ σῶμα τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τοῦ οὖν σώματος ἐγειρομένου, ὁ Υἱὸς νοεῖται ἐγηγερ‐ μένος ἐκ νεκρῶν. Διὰ τοῦτο κατὰ σάρκα λέγομεν,
5ὅτι καὶ ἀπέθανε, καὶ ἐτάφη, καὶ ἠγέρθη ἐκ νεκρῶν· κατὰ δὲ τὸ πνεῦμα καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἦν καὶ πανταχοῦ. Ἐπεὶ οὖν πρότερον πλούσιος ὢν, τουτέστι Θεός· ὕστερον δὲ πτωχὸς γέγονε, τουτέστιν ἄνθρω‐ πος, καὶ ὡμοιώθη ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρ‐
10τίας· καὶ διὰ τοῦτο ὡς ἄνθρωπος λαμβάνει ζωὴν, ὁ ἔχων ζωὴν, αὐτὸς γάρ ἐστιν ἡ ζωή· λαμβάνει δὲ δι’ ἡμᾶς, καὶ ὡς ἄνθρωπος προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ ἡ ἀΐδιος τοῦ Θεοῦ δύναμις καὶ σοφία, καὶ ὡς ἄνθρω‐ πος ἁγιάζεται ὁ ἅγιος, καὶ μὴ χρείαν ἔχων ἁγια‐
15σμοῦ· Ὑπὲρ αὐτῶν γὰρ, φησὶν, ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. Καὶ ὡς ἄν‐ θρωπος ὑψοῦται λαβὼν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ὅπερ ἀεὶ κατὰ φύσιν ἔχει. Θεὸς γὰρ ἦν, φησὶν, ὁ Λόγος. Ὅσα οὖν λέγει ἡ Γραφὴ ὅτι ἔλαβεν ὁ Υἱὸς,
20διὰ τὸ σῶμα αὐτοῦ λέγει, ὅπερ σῶμα ἀπαρχή ἐστι τῆς Ἐκκλησίας· Ἀπαρχὴ γὰρ, φησὶν, ὁ Χρι‐ στός. Τῆς οὖν ἀπαρχῆς λαβούσης ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, συνηγέρθη δυνάμει καὶ τὸ φύραμα, καὶ συν‐ εκαθέσθη, κατὰ τὸ λεγόμενον· Καὶ συνήγειρε καὶ
25συνεκάθισε. Καὶ διὰ τοῦτο χάριν ἔλαβον οἱ ἄνθρω‐ ποι τὸ καλεῖσθαι θεοὶ καὶ υἱοὶ Θεοῦ. Πρῶτον οὖν τὸ ἴδιον σῶμα ἤγειρεν ὁ Κύριος ἐκ νεκρῶν, καὶ ὕψωσεν ἐν ἑαυτῷ· μετὰ ταῦτα ἐγερεῖ καὶ τὰ μέλη τοῦ σώματος αὐτοῦ, ἵνα χαρίσηται αὐτοῖς τὰ πάντα, ὡς
30Θεὸς, ὅσα αὐτὸς ὡς ἄνθρωπος ἔλαβεν. Αὐτὸς οὖν ἑαυ‐ τῷ χαρίζεται ζωὴν, καὶ αὐτὸς ἑαυτὸν ἁγιάζει, καὶ αὐτὸς ἑαυτὸν ὑψοῖ. Ὅτε οὖν λέγει, ὅτι ὁ Πατὴρ ἡγίασεν αὐτὸν, καὶ ἤγειρεν αὐτὸν, καὶ ἐχαρίσατο αὐ‐ τῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἔδωκεν αὐτῷ
35ζωήν· δῆλον, ὅτι δι’ αὐτοῦ τὰ πάντα ποιεῖ ὁ Πατήρ. Δι’ αὐτοῦ οὖν αὐτὸν ἐγείρει, καὶ δι’ αὐτοῦ αὐτὸν ἁγιά‐ ζει, καὶ δι’ αὐτοῦ αὐτὸν ὑψοῖ, καὶ δι’ αὐτοῦ αὐτῷ ζωὴν δίδωσι. Καὶ ὅτε παρατίθεται τὸ πνεῦμα αὐτοῦ εἰς χεῖρας τοῦ Πατρὸς, ὡς ἄνθρωπος ἑαυτὸν παρατί‐
40θεται τῷ Θεῷ, ἵνα πάντας ἀνθρώπους παραθῆ‐ ται τῷ Θεῷ. Αὐτὸς γάρ ἐστιν ἡ χεὶρ, καὶ αἱ χεῖρες τοῦ Πατρός. Καὶ ὅτε λέγει· Πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με, ἐκ προσώπου τῆς Ἐκκλησίας λέ‐ γει, ἥτις, πρότερον κτισθεῖσα, μετὰ ταῦτα γεννᾶται
45ἐκ Θεοῦ. Διὰ τοῦτο πρῶτον κεῖται ἐν τῇ Παροι‐1004

1005

μίᾳ τὸ, Ἔκτισέ με ὁ Κύριος, καὶ ὕστερος τὸ, ἐγέν‐ νησε. Καὶ ὅτε λέγει ἡ Γραφὴ περὶ Πατρός· Οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς; ὁμοίως καὶ περὶ Υἱοῦ λέ‐
5γει, ὅτι δι’ αὐτοῦ ἐκτίσθη τὰ πάντα· τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ ἁγίου Πνεύματος λέγεται· Ἀντανελεῖς, φησὶ, τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς
10τὸ πρόσωπον τῆς γῆς. Καὶ ὅτε λέγει ὁ Υἱὸς περὶ Πατρὸς τῷ Πέτρῳ· Μακάριος εἶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· τὰ αὐτὰ περὶ ἑαυτοῦ λέγει· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν
15βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Ὁμοίως δὲ καὶ περὶ τοῦ ἁγίου Πνεύματος ὁ Παῦλος λέγει· Ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου
20εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, Οὕ‐ τω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ οὖν τὸ πνεῦμα τοῦ ἀν‐ θρώπου τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τῆς οὐσίας οὐ κεχώρισται, οὕτω καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τῆς
25θεότητος αὐτοῦ καὶ τῆς οὐσίας οὐκ ἔστιν ἀλλότριον. Καὶ ὅταν λέγῃ ὁ Κύριος ἐν Ἡσαΐᾳ· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν, ἐν τῷ Εὐαγ‐ γελίῳ λέγει· Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος
30πνεῦμά ἐστι. Καὶ πάλιν· Τὸ Πνεῦμα ὅπου θέλει, πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ’ οὐκ οἶδας, πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. Ἐν δὲ τῇ ἀρχῇ τοῦ Εὐαγγελίου Ἰωάννης λέγει· Ὅσοι δὲ
35ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννή‐ θησαν. Ὅσοι οὖν ἐκ Πνεύματος ἁγίου ἐγεννήθησαν,
40οὗτοι ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, οὗτοι εἰς Πατέρα καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθησαν. Καὶ πάλιν, ὅτε λέγει ὁ Πέτρος τῷ Ἀνανίᾳ· Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον,
45καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ὥστε ὁ ψευσά‐
μενος τῷ ἁγίῳ Πνεύματι, τῷ Θεῷ ἐψεύσατο, τῷ κατοικοῦντι ἐν ἀνθρώποις διὰ τοῦ Πνεύματος αὐτοῦ.1006

1008

Ὅπου γάρ ἐστι τὸ Πνεῦμα τοῦ Θεοῦ, ἐκεῖ ἐστιν ὁ Θεός· Ἐν τούτῳ γὰρ, φησὶ, γινώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν μένει, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν Καὶ ὅτε μὲν λέγει ἡ Γραφὴ, ὅτι Πνεῦμα ἅγιον ἐλάλει ἐν τοῖς προφήταις, ἀλλαχοῦ λέγει ὁ μακάριος
5Παῦλος, ὅτι ὁ Πατὴρ ἐλάλει ἐν τοῖς προφήταις· Πο‐ λυμερῶς γὰρ καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λα‐ λήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχά‐ του τοῦ ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ ἀλλαχοῦ λέγει, ὅτι ὁ Υἱὸς λαλεῖ· Εἰ δοκι‐
10μὴν, φησὶ, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χρι‐ στοῦ. Ὁ δὲ Υἱὸς τὸ Πνεῦμα εἶπε τὸ λαλοῦν ἐν τοῖς ἀποστόλοις, Ὅταν, φησὶ, παραδώσουσιν ὑμᾶς εἰς συνέδρια, μὴ μεριμνήσητε, πῶς, ἢ τί λαλή‐ σητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί
15λαλήσητε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Καὶ ὁτὲ μὲν ὁ Ἀπόστολος λέγει, ὅτι τὰ σώματα τῶν πιστῶν ναός ἐστι τοῦ ἁγίου Πνεύματος, ὁτὲ δὲ τὰ μέλη αὐτῶν μέλη Χριστοῦ, ὁτὲ δὲ αὐτοὺς ναὸν
20εἶναι τοῦ Πατρός· Ὑμεῖς γὰρ, φησὶ, ναός ἐστε Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός· καὶ, Εἴ τις φθείρῃ τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ τοῦτον ὁ Θεός.
25Καὶ πάλιν· Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον οἰκεῖ ἐν ὑμῖν; Εἴ τις γάρ ἐστι ναὸς τοῦ Πνεύματος, οὗτος ναός ἐστι τοῦ Υἱοῦ καὶ τοῦ Πατρός· ὅπου γὰρ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ, ἐκεῖ ὁ Θεὸς κατοικεῖ.
30Καὶ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωο‐ ποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Ὁμοίως δὲ καὶ περὶ τοῦ Πνεύματος λέγει, ὅτι Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφε‐ λεῖ οὐδέν. Πρὸς δὲ Κορινθίους γράφει Παῦλος· Τὸ
35δὲ Πνεῦμα ζωοποιεῖ. Ὁρᾷς, ὅτι ἅπερ ἐστὶν ἔργα τοῦ Πατρὸς, ταῦτα λέγει ἡ Γραφὴ τοῦ Υἱοῦ εἶναι, καὶ τοῦ ἁγίου Πνεύματος· ὡς καὶ ὁ Ἀπόστολος ἐδίδαξε λέγων· Διαιρέσεις δὲ χαρισμάτων
εἰσὶ, τὸ δὲ Πνεῦμα τὸ αὐτό· καὶ διαιρέσεις δια‐1008

1009

κονιῶν εἰσι, καὶ αὐτὸς ὁ Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Εἰρηκὼς οὖν, ὅτι ὁ Πατήρ ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, καὶ μετ’ ὀλίγον λέγει τὸ ἅγιον Πνεῦμα εἶναι τὸ ἐνεργοῦν τὰ πάντα ἐν πᾶσι.
5Πάντα δὲ ταῦτα, φησὶν, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἴδια ἑκάστῳ, καθὼς βούλεται. Καὶ ὅτε μὲν ὁ μακάριος Παῦλος διδάσκει περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι ἀῤῥαβὼν τῆς κληρο‐ νομίας ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὁ Δαβὶδ λέγει τὸν Κύριον εἶναι τὴν κληρονομίαν· Κύριος γὰρ, φησὶ,
10μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Καὶ ἀλλαχοῦ λέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα, σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῆ ζών‐ των. Ὁ δὲ Ἱερεμίας λέγει, ὅτι Ὁ πλάσας τὰ πάντα, αὐτὸς κληρονομία τοῦ Ἰακὼβ, Κύριος ὄνομα
15αὐτῷ. Τῶν οὖν προφητῶν τὸν Κύριον κληρονομίαν λεγόντων τῶν ἁγίων, ὁ Παῦλος τὸ ἅγιον Πνεῦμα κλη‐ ρονομίαν εἶναι εἶπεν· Ἐν ᾧ, φησὶ, καὶ πιστεύσαν‐ τες, ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγε‐ λίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας
20ἡμῶν· ὡς καὶ Μωσῆς τὸ πρόσωπον ἐσφραγίσθη τῷ ἁγίῳ Πνεύματι, ὅτε ἔλαβε νόμον παρὰ Θεοῦ, καὶ οὐ‐ δεὶς ἠδύνατο αὐτῷ ἀτενίσαι τῶν υἱῶν Ἰσραήλ· ἐση‐ μειώθη γὰρ ἐπ’ αὐτὸν τὸ φῶς τοῦ προσώπου Κυρίου· ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· Τότε οἱ
25δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὁ Θεὸς γὰρ φῶς ἐστιν· ὁμοίως δὲ καὶ ὁ Υἱὸς φῶς ἐστι, διότι τῆς αὐτῆς οὐσίας ἐστὶ τοῦ ἀληθινοῦ φωτὸς, ὡς καὶ Ἡσαΐας λέγει· Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ ἁγιάσει
30αὐτὸν ἐν φλογὶ καιομένῃ. Ἐν δὲ τῷ Εὐαγγελίῳ Ἰωάννης ὁ Βαπτιστὴς λέγει περὶ τοῦ Κυρίου· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἀλλαχοῦ δὲ λέγει τὸν Κύριον τὸν ἁγιάζοντα. Ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. Καὶ ὅτε τὸν Θεὸν καλεῖ
35πῦρ ἡ Γραφή· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, ὁμοίως καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου λέγει· ὅτι Ὤφθησαν τοῖς ἀποστόλοις διαμεριζόμεναι γλῶσ‐ σαι ὡσεὶ πυρὸς, ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐ‐ τῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου,
40καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ὅσοι γὰρ Πνεῦμα Θεοῦ φοροῦσι, φῶς φοροῦσι· καὶ οἱ φοροῦντες φῶς Χριστόν εἰσιν ἐνδεδυμένοι· καὶ οἱ
ἐνδεδυμένοι Χριστὸν Πατέρα ἐνδέδυνται. Δεῖ γὰρ τὸ1010

1012

φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Οἱ γὰρ φο‐ ροῦντες τὸ Πνεῦμα τοῦ Θεοῦ ἀφθαρσίαν φοροῦσιν· ἀφθαρσία δέ ἐστιν ὁ Θεός. Καὶ ὅτε λέγει Δαβίδ· Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά; περὶ τοῦ ἁγίου Πνεύμα‐
5τος λέγει· καὶ ἀλλαχοῦ εἴρηκε· Κύριος οὐχ ὑστε‐ ρήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Καὶ ὁ Ματθαῖος περὶ τοῦ Πατρὸς οὕτω λέγει· Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πα‐
10τὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Ὁ δὲ Λουκᾶς τὸν αὐτὸν τρόπον ἱστορῶν ἑρμηνεύει, τί ἐστι τὰ ἀγαθὰ, λέγων· Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδό‐ ναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ
15ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. Εἰ μὴ γὰρ ἦν τῆς οὐσίας τοῦ μόνου ἀγαθοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν ἀγα‐ θὸν ἐκλήθη, ὁπότε ὁ Κύριος παραιτεῖται τὸ κα‐ λεῖσθαι ἀγαθὸς, καθὸ ἄνθρωπος γέγονε, λέγων· Τί με
20λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὸ δὲ ἅγιον Πνεῦμα οὐ παραιτεῖται ἡ Γραφὴ καλεῖν ἀγαθὸν, κατὰ τὸν Δαβὶδ τὸν λέγοντα· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Καὶ ὅτε πάλιν ὁ Κύριος λέγει περὶ ἑαυτοῦ· Ἐγώ εἰμι
25ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἀλλα‐ χοῦ τὸ ἅγιον Πνεῦμα καλεῖ ἄρτον οὐράνιον λέγων· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἐδίδαξε γὰρ ἡμᾶς ἐν τῇ εὐχῇ ἐν τῷ νῦν αἰῶνι αἰτεῖν τὸν ἐπιούσιον ἄρτον, τουτέστι τὸν μέλλοντα, οὗ ἀπαρ‐
30χὴν ἔχομεν ἐν τῇ νῦν ζωῇ, τῆς σαρκὸς τοῦ Κυ‐ ρίου μεταλαμβάνοντες, καθὼς αὐτὸς εἶπεν· Ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Πνεῦμα γὰρ ζωοποιοῦν ἡ σάρξ ἐστι τοῦ Κυρίου, διότι ἐκ Πνεύματος τοῦ ζωοποιοῦ συν‐ ελήφθη. Τὸ γὰρ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστι.
35 Καὶ ὅτε λέγει ὁ Ἱερεμίας περὶ τοῦ Θεοῦ, ὅτι αὐτὸς ὡδήγησε τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· Καὶ οὐκ εἴπατε, φησὶ, Ποῦ ἐστιν ὁ Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ; Ὁ Ἡσαΐας τὸ Πνεῦμα τὸ ἅγιον εἶπεν ὡδη‐
40γηκέναι τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· ἔστι γοῦν ἀκοῦσαι
αὐτοῦ λέγοντος· Ἤγαγεν αὐτοὺς διὰ τῆς1012

1013

ἀβύσσου ὡς ἵππον διὰ τῆς ἐρήμου· καὶ οὐκ ἐκο‐ πίασαν, καὶ ὡς κτήνη διὰ τοῦ πεδίου. Καὶ κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐ‐ τούς. Πρὸς δὲ Κορινθίους γράφει ὁ Ἀπόστολος, ὅτι
5Χριστὸς ἦν ὁ ὁδηγῶν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ ὅτε λέγει ὁ Παῦλος ὑπὸ τοῦ Θεοῦ κεκλῆσθαι αὐ‐ τόν· Ὁ Θεὸς, φησὶν, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ,
10ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι. Ῥωμαίους δὲ ὑπὸ τοῦ Χριστοῦ κεκλῆσθαι λέγει γράφων πρὸς αὐ‐ τούς· Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χρι‐ στοῦ. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον τὸν Παῦλον καὶ τὸν
15Βαρνάβαν κεκληκέναι εἴρηκεν εἰς τὸ τοῖς ἔθνε‐ σιν εὐαγγελίσασθαι τὸν Χριστόν. Καὶ τό γε θαυμα‐ στὸν, τοῦ Ἰησοῦ εἰπόντος Παύλῳ ἐν τῷ ἱερῷ· Πο‐ ρεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστέλλω σε· καὶ τοῦ Παύλου Γαλάταις γράφοντος, Παῦλος ἀπόστο‐
20λος οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ, καὶ Θεοῦ Πατρὸς τοῦ ἐγεί‐ ραντος αὐτὸν ἐκ νεκρῶν· καὶ μετ’ ὀλίγον· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τοῦτο, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην,
25ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ· τὸ Πνεῦμα τὸ ἅγιον ἀποστεῖλαν τόν τε Παῦλον καὶ τὸν Βαρνάβαν φαίνεται, κηρῦξαι τοῖς ἔθνεσι τὸν Χριστόν. Καὶ ὁτὲ μὲν ἐκ προσώπου τοῦ Πατρὸς λα‐ λοῦσιν οἱ προφῆται, ὡς ὅταν ἐν Ψαλμοῖς λέγῃ ὁ Θεός· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, Εἰ τῷ Δαβὶδ ψεύ‐
30σομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου· καὶ πάλιν· Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τοῦ θρόνου σου· καὶ καθὼς ὁ Πέτρος εἴρηκε· Προφή‐ της οὖν ὑπάρχων ὁ Δαβὶδ, καὶ εἰδὼς, ὅτι ὅρκῳ
35ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι τὸν Χριστὸν κατὰ σάρκα ἐπὶ τοῦ θρόνου αὐτοῦ· ὁτὲ δὲ ἐκ προσώπου τοῦ Υἱοῦ, ὡς ὅταν λέγῃ ὁ Ἡσαΐας· Τάδε λέγει Κύριος· Δι’ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται
40ἐν τοῖς ἔθνεσι. Διὰ τοῦτο γνώσεται ὁ λαός μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸ ὄνομά μου· ὅτι ἐγώ εἰμι,
αὐτὸς ὁ λαλῶν πάρειμι· ὁτὲ δὲ ἐκ προσώπου τοῦ1014

1016

ἁγίου Πνεύματος, ὡς ὅταν ὁ μὲν προφήτης Ἄγα‐ βος λέγῃ· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ πάλιν ὁ Παῦ‐ λος πρὸς Τιμόθεον γράφει· Τὸ Πνεῦμα ῥητῶς
5λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως· καὶ πάλιν· Εἶπε τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ τοῦ Αἰθίοπος τοῦ εὐνούχου. Καὶ ὁ μὲν προφήτης Ἰεζεκιὴλ, αἰτιώμενος τὸν παλαιὸν
10λαὸν, ἔλεγε· Καὶ ἐλύπησάν με ἐν πᾶσι τού‐ τοις, λέγει Κύριος. Ὁ δὲ Παῦλος γράφει τῷ νέῳ λαῷ· Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώ‐ σεως. Καὶ ὁ μὲν Δαβὶδ περὶ τῶν Ἰουδαίων
15λέγει· Καὶ παρώξυναν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ· ὁ δὲ Ἡσαΐας περὶ αὐτῶν· Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν. Καὶ ὁ Στέφανος ἐν ταῖς Πρά‐ ξεσι λέγει· Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ
20καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν. Καὶ ὅτε μὲν λέγει ὁ Παῦλος περὶ Πατρός· Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ Υἱοῦ καὶ περὶ τοῦ ἁγίου Πνεύματος ὁμοίως λέγει·
25Ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδι‐ καιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ὁ δὲ Κύριος τῷ Σατανᾷ λέγει περὶ ἑαυτοῦ· Οὐκ ἐκπειράσεις Κύριον, τὸν Θεόν σου· ὁ δὲ Πέτρος εἶπε πρὸς τὴν Σαπφείραν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; Καὶ ὁ Θεὸς μέν ἐστιν ὁ περιέχων καὶ πληρῶν
30τὰ πάντα, ὡς καὶ διὰ τοῦ Ἡσαΐου λέγει· Τὸν οὐρα‐ νὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος· Ὁμοίως καὶ περὶ τοῦ Υἱοῦ γράφει ὁ Παῦλος. Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
35Τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ ἁγίου Πνεύματός φησιν ὁ Δαβίδ· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Τὸ δὲ εἰπεῖν αὐτόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός
σου; ἔδειξεν ἡμῖν καὶ τὸ ἅγιον Πνεῦμα εἶναι τὸ1016

1017

τὰ πάντα πληροῦν· Καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Τίς δὲ παρα‐ γέγονεν εἰς τὸν ᾅδην εἰ μὴ ὁ Υἱὸς ὁ ἐκ νεκρῶν
5ἀναστάς; καὶ ὅτε μὲν λέγει ὁ Στέφανος ἐν ταῖς Πράξεσιν· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραάμ· τὰ αὐτὰ καὶ περὶ Υἱοῦ ὁ Παῦλος λέγει· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ὁμοίως δὲ καὶ ὁ Δαβὶδ λέγει·
10Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Μία γὰρ δόξα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· Τὴν δόξαν μου, φησὶν ἡ Γραφὴ, ἑτέρῳ οὐ δώσω· οὐ γάρ ἐστι δεύτερος Θεὸς ὁ Υἱὸς, ἀλλὰ Λόγος τοῦ ἑνὸς καὶ μόνου Θεοῦ, θεολογούμενος
15ἐν Πατρὶ, ὡς καὶ ὁ Πατὴρ ἐν Υἱῷ θεολογεῖται· καθ‐ ὼς καὶ Ἡσαΐας λέγει θεολογῶν Υἱὸν σὺν Πα‐ τρί· Καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύ‐ ξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ πλὴν σοῦ Θεὸς οὐκ ἔστι. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν,
20Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ. Ἀντίκεινται δὲ αὐτῷ οἱ μὴ ὁμολογοῦντες αὐτὸν καὶ τὸ Πνεῦμα αὐτοῦ τῆς αὐτῆς τῷ Πατρὶ οὐσίας, καὶ πλὴν αὐτοῦ μὴ εἶναι Θεὸν, καὶ οἱ τὸ πάθος αὐ‐
25τοῦ καὶ τὴν πτωχείαν ἐπαισχυνόμενοι. Οὐδεὶς γὰρ δύναται γνῶναι Θεὸν, ἐὰν μὴ τὸν σταυρωθέντα καὶ ἐκ νεκρῶν ἀναστάντα ὁμολογήσῃ σὺν τῷ ἀποστόλῳ Θωμᾷ Κύριον καὶ Θεὸν τὸν λέγοντα τοῖς ἀπο‐ στόλοις αὐτοῦ· Εἰ γὰρ ἐγνώκειτέ με, καὶ τὸν Πα‐
30τέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπάρτι γινώσκετε αὐτὸν, καὶ ἑωράκατε αὐτόν. Λέγει αὐτῷ Φίλιπ‐ πος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με; Φίλιππε,
35ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου. Καὶ πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν Πατέρα; Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἀπ’ ἐμαυτοῦ λαλῶ. Ὁ δὲ Πατήρ μου ἐν ἐμοὶ
40μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν. Εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. Ἔργον δὲ ἦν τοῦ Θεοῦ Πατρὸς τὸ ἐκβάλλειν τὰ δαιμόνια· ἐν Πνεύματι δὲ ἁγίῳ εἶπεν ἐκβάλλειν τὰ δαιμόνια· Εἰ δὲ ἐγὼ, φησὶν, ἐν Πνεύματι
Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· Περὶ οὗ ὁ Λουκᾶς φησιν· Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω1018

1020

τὰ δαιμόνια. Ὅτε γὰρ ἡ Γραφὴ τὸν Χριστὸν βραχίονα ὀνομάζει τοῦ Πατρὸς, τὸ ἅγιον Πνεῦμα δάκτυ‐ λον Θεοῦ καλεῖ· καὶ ὅτε δὲ τὸν Υἱὸν Θεοῦ Λόγον ὀνομάζει, τὸ ἅγιον Πνεῦμα ἐμφύσημα τοῦ Θεοῦ λέγει. Καὶ πάλιν λέγει ὁ Ἀπόστολος· Ὅταν παρα‐ διδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν κατ‐
5αργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ
10εἴπῃ, ὅτι Πάντα ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑπο‐ ταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑπο‐ ταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Περὶ τῆς ὑποταγῆς τοῦ
15κόσμου λέγει τῆς ἐν σαρκὶ αὐτοῦ ὑποτεταγμένης. Περὶ γὰρ τῆς βασιλείας αὐτοῦ τῆς θεϊκῆς Δανιὴλ ἐξέφρασε λέγων· Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καθὼς καὶ ὁ Λουκᾶς λέγει τὸν ἄγγελον Γαβριὴλ εἰρηκέναι πρὸς τὴν Παρθένον περὶ τοῦ
20Κυρίου· Καὶ βασιλεύσει, φησὶν, εἰς τὸν αἰῶνα καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Ὁ δὲ Ἀπό‐ στολος λέγει τέλος ἔχειν τὴν βασιλείαν αὐτοῦ. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, φησὶν, ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὁμοίως
25δὲ καὶ ὁ Δαβίδ· Εἶπε, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τὸ λέγειν οὖν αὐτὸν, κάθου, ἀρχὴν σημαίνει· καὶ τὸ λέγειν, ἕως τεθῶσιν οἱ ἐχθροί σου, τέλος δείκνυσιν.
30Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Τοῦτο δέ ἐστιν, ὅταν φησὶν ὑποταγῶμεν οἱ πάντες τῷ Υἱῷ, εὑρεθῶμεν αὐτοῦ μέλη, καὶ γενώμεθα αὐτῷ εἰς υἱοὺς
35Θεοῦ. Ὑμεῖς γὰρ, φησὶν, εἷς ἐστε ἐν Χριστῷ Ἰη‐ σοῦ· τότε δὲ αὐτὸς ὑποταγήσεται ἀνθ’ ἡμῶν τῷ Πατρὶ, ὡς κεφαλὴ ὑπὲρ τῶν ἰδίων μελῶν. Τῶν γὰρ μελῶν αὐτοῦ μηδέπω ὑποταγέντων πάντων, αὐτὸς, ἡ κεφαλὴ αὐτῶν, οὔπω ὑποτέτακται τῷ Πατρὶ, ἀνα‐
40μένων τὰ ἴδια μέλη. Εἰ δὲ ἦν εἷς τῶν ὑποτεταγμέ‐ νων, ἐξ ἀρχῆς ἂν ὑπετάσσετο τῷ Πατρὶ, καὶ οὐκ
ἐπὶ τοῦ τέλους τοῦτο ἐποίει. Ἡμεῖς γάρ ἐσμεν οἱ ἐν1020

1021

αὐτῷ ὑποτασσόμενοι τῷ Πατρὶ, καὶ ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βασιλεύοντες, ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ ἡμῶν ὑπὸ τοὺς πόδας ἡμῶν· διὰ γὰρ τοὺς ἐχθροὺς ἡμῶν ὁ Δεσπότης τῶν οὐρανῶν ἐν ὁμοιώματι ἡμῶν
5γέγονε, καὶ ἔλαβε τὸν ἀνθρώπινον θρόνον Δαβὶδ τοῦ κατὰ σάρκα πατρὸς αὐτοῦ εἰς τὸ ἀνοικοδομῆσαι καὶ ἀνορθῶσαι αὐτόν. Ἵνα, ὅταν ἀνορθωθῇ, οἱ πάντες ἐν αὐτῷ βασιλεύσωμεν, καὶ παραδῷ τὴν ἀνθρω‐ πίνην βασιλείαν κατωρθωμένην τῷ Πατρὶ, Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι, βασιλεύων δι’ αὐτοῦ, ὡς διὰ Λόγου Θεοῦ, μετὰ τὸ βασιλεῦσαι αὐτὸν δι’ αὐτοῦ, ὡς δι’ ἀνθρώπου σωτῆρος.
10 Καὶ ὅταν λέγῃ ὁ Πέτρος· Ἀσφαλῶς οὖν γι‐ νωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ Θεὸς τοῦτον τὸν Ἰη‐ σοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε· οὐ περὶ τῆς θεότη‐ τος αὐτοῦ λέγει, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν
15ἐποίησεν, ἀλλὰ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἥτις ἐστὶ πᾶσα ἡ Ἐκκλησία, ἡ ἐν αὐτῷ κυριεύουσα καὶ βασιλεύουσα μετὰ τὸ αὐτὸν σταυρωθῆναι· καὶ χριομένη εἰς βασιλείαν οὐρανῶν, ἵνα συμβασιλεύσῃ αὐτῷ, τῷ δι’ αὐτὴν ἑαυτὸν κενώσαντι, καὶ ἀναλα‐
20βόντι αὐτὴν διὰ τῆς δουλικῆς μορφῆς. Ὁ γὰρ Λόγος καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀεὶ ἦν Κύριος καὶ Θεός· καὶ οὐ μετὰ τὸ σταυρωθῆναι ἐποιήθη Κύριος καὶ Χριστός· ἀλλὰ, ὡς προεῖπον, τὴν ἀνθρωπότητα αὐτοῦ ἐποίησεν ἡ θεότης αὐτοῦ Κύριον καὶ Χριστόν· καὶ
25ὅταν λέγῃ· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν· καὶ, Τὸ μὲν Πνεῦμα πρό‐ θυμον, ἡ δὲ σὰρξ ἀσθενής· δύο θελήματα ἐνταῦθα δείκνυσι, τὸ μὲν ἀνθρώπινον, ὅπερ ἐστὶ τῆς σαρκός·
30τὸ δὲ θεϊκὸν, ὅπερ Θεοῦ. Τὸ γὰρ ἀνθρώπινον διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος· τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον. Ὥσπερ δὲ ὁ Πέτρος ἀκού‐ σας περὶ τοῦ πάθους ἐδειλίασε, καὶ εἶπεν· Ἵλεώς σοι, Κύριε· ἐπιτιμῶν δὲ αὐτῷ ὁ Κύριος λέγει·
35Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· οὕτως καὶ ἐνταῦθα νοεῖται· γενόμενος γὰρ ἐν ὁμοιώ‐ ματι ἀνθρώπων, παραιτεῖται τὸ πάθος, ὡς ἄνθρωπος· Θεὸς δὲ ὢν, καὶ κατὰ τὴν οὐσίαν τὴν θεϊκὴν ἀπαθὴς
40ὑπάρχων, προθύμως ὑπεδέξατο τὸ πάθος καὶ1022

1024

τὸν θάνατον· διότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου· ὅτι Θεὸς ἦν ἐν ὁμοιώματι ἀνθρώ‐ πων γενόμενος, ἀποθνήσκων ἑκοντὶ, καὶ ἐγειρόμενος κατ’ ἐξουσίαν ἰδίαν ὡς Θεὸς, ὡς καὶ Δαβὶδ εἶπεν·
5Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ αὖθις· Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, καὶ συν‐ αγωγὴ λαῶν κυκλώσει σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον· Κύριος κρινεῖ λαούς. Λέγει
10δὲ καὶ ὁ Ἀπόστολος ἀλλαχοῦ· Ἔπαθεν ἐξ ἀσθε‐ νείας, ζῇ δὲ ἐκ δυνάμεως Θεοῦ. Δύναμις δέ ἐστι Θεοῦ ὁ Υἱὸς, παθὼν ἐξ ἀσθενείας, τουτέστιν, ἐκ τῆς σαρκικῆς συμπλοκῆς· καὶ παραιτούμενος τὸ πάθος, ὡς ἄνθρωπος· ζῶν δὲ διὰ τῆς ἑαυτοῦ δυνά‐ μεως.
15 Καὶ ὅτε λέγει ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γι‐ νώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· ἀλλαχοῦ ὁ αὐτὸς Ἰωάννης τὸν Υἱὸν λέγει ἀληθινὸν Θεόν· Οἴδαμεν
20γὰρ, φησὶν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει· καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ ἡ αἰώνιος. Ὥστε ἀληθινὸς Θεός ἐστιν
25ὁ Υἱὸς, καὶ πρὸ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ μετὰ τὸ γενέσθαι μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἄν‐ θρωπον Ἰησοῦν Χριστόν. Τοῦτο γάρ ἐστι, καὶ ὃν ἀπ‐ έστειλεν Ἰησοῦν Χριστὸν, τὸν ἡνωμένον Πατρὶ κατὰ Πνεῦμα, ἡμῖν δὲ κατὰ σάρκα, καὶ οὕτω μεσι‐
30τεύσαντα Θεῷ καὶ ἀνθρώποις· τὸν μὴ μόνον ἄνθρω‐ πον, ἀλλὰ καὶ Θεὸν τὸν αὐτὸν ὄντα, καθὼς καὶ Ἱερεμίας λέγει· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθή‐ σεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης· καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ
35αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀν‐ θρώποις συνανεστράφη. Πότε δὲ συνανεστράφη τοῖς ἀνθρώποις, εἰ μὴ ὅτε συνεγεννήθη μετ’ αὐτῶν ἐκ
γυναικὸς, καὶ συνενηπίασε, καὶ συνηύξησε, καὶ1024

1025

συνέφαγε; Καὶ ἀλλαχοῦ λέγει· Βαθεῖα ἡ καρδία αὐτοῦ παρὰ πάντας· καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Ὁμοίως δὲ καὶ Ἡσαΐας λέγει, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, καὶ Υἱὸς ἐδόθη ἡμῖν, οὗ
5ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Καὶ καλεῖ‐ ται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσια‐ στὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶ‐ νος. Καὶ ἀλλαχοῦ λέγει· Ἰδοὺ ἡ Παρθένος ἐν γα‐
10στρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέ‐ σουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερ‐ μηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός. Θεὸς οὖν ἐστιν ὁ γεννηθεὶς ἐκ Παρθένου, καὶ γενόμενος ἄνθρωπος ἐκ Μαρίας τῆς Θεοτόκου. Καὶ πάλιν ἀλλαχοῦ λέγει·
15Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Ἦν γὰρ αὐτὸν πρὸ τούτου θεωρήσας ἐν τῇ θεϊκῇ καὶ ἐνδόξῳ αὐτοῦ μορφῇ, καθήμενον ἐπὶ θρό‐ νου ὑψηλοῦ καὶ ἐπηρμένου, ὅτε καὶ οἱ σεραφὶμ ἐδοξολόγουν αὐτὸν, λέγοντες· Ἅγιος, ἅγιος, ἅγιος
20Κύριος Σαβαώθ. Καὶ μετὰ ταῦτα ὁρᾷ αὐτὸν δούλου μορφὴν λαβόντα, καὶ ἐν ὁμοιώματι ἀνθρώπου γενόμενον. Διὰ τοῦτο λέγει· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐ‐ τοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς
25υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ· ἠτιμάσθη καὶ οὐκ ἐλο‐ γίσθη· οὗτος τὰς μαλακίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν
30εἶναι ἐν πόνῳ, καὶ πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Καὶ ἀλλαχοῦ λέγει περὶ αὐτοῦ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀντ‐ αποδίδωσι, καὶ ἀνταποδώσει. Αὐτὸς ἥξει καὶ
35σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυ‐ φλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μο‐ γιλάλων. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Οὐκ ἄγγελος,
οὐδὲ πρέσβυς, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν1026

1027-1028

ἡμᾶς. Ὁ δὲ Δαβὶδ λέγει· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρω‐ πος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Οὗτος γὰρ ὁ ἄνθρωπος ὁ γεννηθεὶς ἐν αὐτῇ, αὐτός ἐστιν ὁ Ὕψιστος, καθ‐ ὼς ἐν ἄλλῳ ψαλμῷ λέγει· Καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν
5γῆν. Ταῦτα δὲ ἀπὸ μέρους ἐγράψαμεν, ἵνα, καθὼς εἶπεν ὁ Ἀπόστολος, Μηκέτι ὦμεν νήπιοι κλυ‐ δωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν τῇ
πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης.1028