TLG 2040 082 :: BASILIUS :: Canon 96 (De haereticis) (fragmentum)

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Canon 96 (De haereticis) (fragmentum)

Citation: Page — (line)

198

(4t)

ΤΟΥ ΑΥΤΟΥ
5tΠΕΡΙ ΑΙΡΕΤΙΚΩΝ
8tϙϛ
10Ἐρώτησις. Εἰ δεῖ μετὰ αἱρετικῶν ἢ μετὰ ἑλλήνων ἢ ἰουδαίων κατὰ συντυχίαν εὑρεθέντα που συνεσθίειν ἢ ἀσπάζεσθαι αὐτούς.
14tἈπόκρισις.
15Τὸν μὲν ἀσπασμόν, τοῦτον δηλο‐ νότι τὸν κοινόν, ἐπ’ οὐδενὸς ὁ κύριος ἀπηγόρευσεν, εἰπών· ‘Ἐὰν ἀσπάσησθε τοὺς φίλους ἡμῶν μόνους, τί περισσὸν ποιῆτε; οὐχὶ καὶ οἱ ἐ‐
20θνικοὶ τοῦτο ποιοῦσι;‘ Περὶ δὲ τοῦ συνεσθίειν ἔχομεν παραγγελίαν τοῦ ἀποστόλου ἐπὶ τίνων χρὴ παραιτεῖ‐ σθαι τοῦτο, εἰπόντος· ‘Ἔγραψα
ἡμῖν ἐν τῆ ἐπιστολῇ μὴ συνανα‐198

199

μίγνυσθαι πόρνοις, καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλο‐ λάτραις, ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ
5κόσμου τούτου ἐξελθεῖν· νῦν δὲ ἔ‐ γραψα ὑμῖν, ἐάν τις ἀδελφὸς ὀνο‐ μαζόμενος ἢ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέ‐ θυσος ἢ ἅρπαξ ἐστί, τῷ τοιούτῳ
10μὴ συνεσθίειν‘.199