|
TLG 2040 081 :: BASILIUS :: Sermo 16 (De calumnia) [Sp.] BASILIUS Theol., Episcopus Sermo 16 (De calumnia) [Sp.] Citation: (Line) | ||
| 1 | Ἀδελφέ, ἐὰν ἀπόντος σου συμβῆσαι λοιδορηθῆναι ὑπό τινος, καὶ ἐλθὼν ἕτερος ἐπαγγείλῃ σοι ὅτι ὁ δεῖνα ἀδελφὸς ἐλοιδόρησέ σε, σὺ ὡς φρόνιμος ἐπίγνωθι τίνος ἡ ἐπιβουλή. Καὶ μὴ πικράνθῃς κατὰ τοῦ ἀδελφοῦ σου. Εἰπὲ δὲ καὶ τῷ ἐλθόντι καὶ μηνύσαντί σοι οὕτως· | |
|---|---|---|
| 5 | εἰ καὶ ὑβρῖσαί με ἀδελφός μου τυγχάνει, ὅμως οὐκ ἀφ’ ἑαυτοῦ τοῦτο ἐποίησε· τοῦτο ὁ πονηρὸς παρεσκεύασεν, ἵνα μάχην βάλῃ ἀναμε‐ ταξὺ ἡμῶν· ὁ δὲ κύριος τὸν πονηρὸν καταργήσει, τὸν δὲ ἀδελφόν | |
| μου ἐλεήσει, καὶ ἡμᾶς μὴ ἐγκαταλείπῃ. | 320 | |