TLG 2040 080 :: BASILIUS :: Sermo 15 (De vita monastica) (excerptum) [Sp.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Sermo 15 (De vita monastica) (excerptum) [Sp.]

Source: Gribomont, J. (ed.), Histoire du texte des ascétiques de S. Basile [Bibliothèque du Muséon 32] Louvain: Université de Louvain, 1953: 317–319.

Citation: (Line)

tΛόγος εἰς τὸ πῶς δεῖ εἶναι τὸν μοναχόν.
1 Ἠκούσατε, ἀδελφοί μου ἠγαπήμενοι ὑπὸ κυρίου, τοῦ κυρίου λέγοντος· ὅστις ἀφῆκε πατέρα καὶ μητέρα, ἀδελφοὺς ἢ ἀδελφὰς ἢ γυναῖκα ἢ τέκνα, ἔνεκεν τοῦ ὀνόματός μου, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὗτος λήψεται εὐλογίαν ἑκατονταπλασίονα, καὶ ζωὴν αἰώνιον κληρονο‐
5μήσει. Καὶ πάλιν· ὅστις οὐκ ἀφῆκε πατέρα καὶ μητέρα, ἀδελφοὺς καὶ ἀδελφάς, καὶ μὴ ἐπάρας τὸν σταυρὸν καὶ ἀκολουθήσας μου, οὐκ ἐστὶ μοῦ ἄξιος. Καὶ πάλιν· ὅστις οὐ μισεῖ πατέρα καὶ μητέρα, ἀδελφούς, γυναῖκα, τέκνα, καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναται μοῦ εἶναι μαθητής. Καὶ πάλιν· ὁ ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας
10τὴν ψυχὴν αὐτοῦ εὑρήσει αὐτήν. Καὶ πάλιν· ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ πάλιν κρατήσας παιδίον εἶπεν· ἐὰν μὴ γίνεσθε ὡς τὸ παιδίον τοῦτο, οὐ δύνασθε σωθῆναι· ὅστις γένηται ὡς τὸ παιδίον τοῦτο, οὗτος μείζων ὑμῶν ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὅστις θέλει εἶναι ὑμῶν
15πρῶτος, γενέσθω ὑμῶν διάκονος καὶ δοῦλος πάντων· πολλοὶ δὲ πρῶτοι ἔσονται ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Καὶ πάλιν εἶπε· πολλοί εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, καὶ ὀλίγοι εἰσὶν οἱ σωζόμενοι· πολλοὶ ἐπιχει‐ ροῦσιν, καὶ ὀλίγοι ἐκτελοῦσιν· Καὶ πάλιν λέγει· ἀπὸ τοῦ προδρόμου καὶ βαπτιστοῦ ἕως τῆς σήμερον, ἡ βασιλεία τῶν οὐρανῶν ἁρπάζεται, καὶ317
20βιασταὶ ἁρπάζουσιν αὐτήν. Καὶ πάλιν ἔλεγε τὰ ἑαυτοῦ βασα μυστήρια· δεῖ με ἐμπτυσθῆναι καὶ κολαφισθῆναι, καὶ ῥαπισθῆναι, καὶ ἐμπαιχθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος καὶ πρῶτος τῶν ἀποστόλων· κύριε, ἵλεώς σοι. Καὶ λέγει ὁ κύριος τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου Σατανᾶ, οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ὅστις θέλει
25εὐσεβῶς ζῆν ἐν Χριστῷ διωχθήσεται. Ὡς εἶδε δὲ Πέτρος τὸ πέρας τῆς ἐντολῆς, λέγει· κύριε, οὐκ ὀφείλει ἄνθρωπος λαμβάνειν γυναῖκα. Καὶ λέγει αὐτῷ ὁ κύριος· οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον· ἀλλ’ εἰσὶν εὐνοῦχοι ἐκ κοιλίας μητρὸς αὐτῶν, καὶ ἄλλοι εἰσὶν ὑπὸ τῶν ἀνθρώπων εὐνουχισθέντες, καὶ ἄλλοι εἰσὶν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ δυνά‐
30μενος χωρεῖν χωρείτω. Διό, ἀδελφοί μου ἠγαπημένοι καὶ τέκνα τῶν ἀποστόλων, ἐδυνή‐ θημεν χωρῆσαι κατὰ τῆς εὐκταίας αὐτοῦ φωνῆς· ἀρτίως κρατήσωμεν τὴν ἐπουράνιον ἐλπίδα, καὶ φροντίσωμεν τῆς αἰωνίου ζωῆς. Ἰδοὺ καθὼς ἐνετείλατο ἡμῖν ὁ κύριος, ἐπείχθημεν, καταλείποντες πατέρα318
35καὶ μητέρα, ἀδελφούς, ἀδελφάς, γυναῖκα, υἱούς, ἀγρούς, ἀμπελῶνας, οἰκίας, καὶ ἀκολουθήσαμεν τῷ σωτῆρι Χριστῷ· πάντα ἐγκαταλείψα‐ μεν τὰ τοῦ κόσμου, καὶ ἄραντες τὸν σταυρὸν ἠκολουθήσαμεν τῷ σωτῆρι Χριστῷ, καθὼς οἱ ἀπόστολοι· καὶ θέλωμεν εὐαρεστῆσαι καὶ
δουλεῦσαι τῷ σωτῆρι Χριστῷ.319