TLG 2040 078 :: BASILIUS :: Prologus 6 (prooemium ad Hypotyposin)

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Prologus 6 (prooemium ad Hypotyposin)

Source: Gribomont, J. (ed.), Histoire du texte des ascétiques de S. Basile [Bibliothèque du Muséon 32] Louvain: Université de Louvain, 1953: 279–282.

Citation: (Line)

1 Τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προστάσσοντος· ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ πρὸς τὸ οὖς ἠκούσατε, κηρύξατε ἐπὶ τῶν δωμάτων· καὶ τοῦ ἀποστόλου τῆς σιωπῆς φοβερὸν τὸ κρῖμα δεικνύντος, δι’ ὧν φησι πρὸς τοὺς Ἐφεσίων πρεσβυτέρους· διαμαρ‐
5τύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάν‐ των· οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ· καὶ ἡμῖν δὲ τὸ αὐτὸ ποιεῖν παραγγέλλοντος, ἐν οἷς γράφει· ταῦτα ὑπομίμνησκε, διαμαρτυρούμενος ἐνώπιον τοῦ θεοῦ· ἐπειδὴ κατὰ πρόσωπον διαμαρτύρασθαι πᾶσι περὶ τῶν τοῦ κυρίου προσταγμάτων
10οὐχ οἷός τε εἰμί, ἀναγκαῖον ἐνόμισα γράψαι γοῦν πρὸς τὴν πάντων ὑμῶν ἀγάπην ἐν Χριστῷ, καὶ ἐμαυτὸν μὲν τοῦ κρίματος ἐλευθερῶσαι, ὑμᾶς δὲ περὶ τῶν ἐπιβαλλόντων ὑμῖν πληροφορῆσαι ἐν ὀνόματι τοῦ
κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἵνα μήτε ὑμεῖς ἐξ ἀγνοίας περιπέσητέ που τῷ κέντρῳ τοῦ θανάτου, ὅπερ ἐστὶν ἡ ἁμαρτία, ἢ παρέλθητέ τινα279
15ἐντολὴν τοῦ θεοῦ, περὶ ἧς γέγραπται ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι, καὶ ἐκπέσητε ταύτης, τοῦ κυρίου λέγοντος· ὁ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἄλλ’ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ’ αὐτόν· μήτε ἡμεῖς ἔνοχοι τοῦ αἵματος τῶν ὑπὸ τῆς ἁμαρτίας τεθανατωμένων διὰ τῆς σιωπῆς εὑρεθῶμεν.
20 Παραθήσεται δέ μοι τὸ κρῖμα· πρῶτον μὲν τὴν αἰτίαν καὶ τὸν κίνδυνον τῆς τοσαύτης τῶν ἐκκλησιῶν τοῦ θεοῦ καὶ ἑκάστου πρὸς τὸν ἕτερον διαφωνίας καὶ διαστάσεως· δεύτερον τὰς ἐκ τῆς θεοπνεύστου γραφῆς ἀποδείξεις περὶ τοῦ πᾶσαν παράβασιν ἐντολῆς θεοῦ σφοδρῶς καὶ φοβερῶς ἐκδικεῖσθαι, ὥστε εἰ καὶ τὰ πλεῖστά τις κατωρθωκέναι
25δοκεῖ, ὀλίγων δέ που, ἢ καὶ μιᾶς ἡστινοσοῦν ἐντολῆς ἀμελήσει, ἢ τῷ πλημμελήσαντι ἀδιαφόρως ἐφησυχάσει, καὶ μὴ ζῆλον ἀγαθὸν κατὰ τὸ κρῖμα τοῦ θεοῦ ἐπιδείξεται, ἐπὶ ταύτῃ μόνῃ δίκας ὑπέχει, κἂν ἐξ ἀγνοίας πάθῃ τι τοιοῦτον, οὐδὲ οὕτως ἀτιμώρητος διαφεύγει· μετὰ ταῦτα περιέξει τὴν εὐσεβῆ τοῦ θεοῦ καὶ πατρός, καὶ τοῦ μονο‐280
30γενοῦς υἱοῦ αὐτοῦ καὶ θεοῦ, καὶ τοῦ ἁγίου πνεύματος ὁμολογίαν· ἔπειτα τῶν ὑπὸ τῆς γραφῆς ἡμῖν διεσταλμένων τὴν γνῶσιν ὅσων ἀπέχεσθαι χρή, καὶ περὶ ἃ μάλιστα ἐσπουδακέναι, τοὺς αἰωνίου ζωῆς καὶ βασιλείας οὐρανῶν ἐφιεμένους, καὶ τὰ ἑκάστου δὲ βαθμοῦ ἢ τάγματος ἐξαίρετα κατ’ ἰδίαν ὁμοίως παραθήσεται· ἐπὶ τούτοις
35οἱονεὶ χαρακτῆρα χριστιανοῦ κεφαλαιώδη καὶ σύντομον, ὅρου τύπον ἐπέχοντα, πειράσεται δοῦναι ἡμῖν ἐκ τῶν ἁγίων γραφῶν ὁ λόγος,
καὶ χαρακτῆρα πάλιν παραπλήσιον τῶν προεστώτων τοῦ λόγου τῆς τοῦ κυρίου διδασκαλίας· ἐν οἷς τό τε ἀπηκριβωμένον καὶ ἄκρως κεκαθαρμένον τῆς πολιτείας διαφανήσεται, καὶ τό, ἳν’ οὕτως281
40ὀνομάσω, ἀξίωμα τῶν ἐν ταύτῃ διαπρεπόντων ἐκλάμψει. Τούτοις ἀκολούθως ἐπισυναφθήσεται ἡμῖν ὅσα πρὸς τὴν συνάσ‐ κησιν τῆς κατὰ θεὸν ζωῆς ἀπὸ τῶν ἀδελφῶν ἐπερωτηθεὶς ἀπεκρι‐ νάμην. Ὧν ἀπάντων τὰ ἀντίγραφα διεπεμψάμην πρὸς τὴν ὑμετέραν ἐν Χριστῷ ἀγάπην, ἵνα πληρωθῇ ἐν ὑμῖν ἢ δι’ ἡμῶν τὸ ὑπὸ τοῦ
45ἀποστόλου εἰρημένον, ὅτι ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες
ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.282