TLG 2040 076 :: BASILIUS :: Sermo ob sacerdotum instructionem (recensio fusior) [Sp.] BASILIUS Theol., Episcopus Sermo ob sacerdotum instructionem (recensio fusior) [Sp.] Citation: Page — (line) | ||
187(4t) | ΤΟΥ ΑΥΤΟΥ | |
5t | ΠΑΡΑΓΓΕΛΙΑ ΠΡΟΣ ΙΕΡΕΙΣ | |
---|---|---|
8t | ϙΓ | |
9t | Περὶ τῆς θείας χάριτος | |
10 | Πρόσεχε σεαυτῷ, ὦ ἱερεῦ, καὶ οἷς μέλλεις διδάσκειν, καὶ βλέπε τὴν διακονίαν, ἣν παρέλαβες, ἵνα αὐτὴν πληροῖς· οὐ γὰρ ἐπίγειον διακονίαν ἐνεχειρίσθης, ἀλλ’ οὐράνιον· οὐκ | |
15 | ἀνθρώπων, ἀλλ’ ἀγγέλων. Σπούδασον σεαυτὸν παραστῆσαι τῷ κυρίῳ ἐργάτην ἀνεπαίσχυντον, ὀρ‐ θοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Μηδέποτε στῇς εἰς σύναξιν ἔχων | |
20 | ἔχθραν κατά τινος, ἵνα μὴ φυγα‐ | 187 |
188 | δεύσῃς τὸν παράκλητον ἐν ἡμέρᾳ συνάξεως. Μὴ δικάζου, μηδὲ φιλο‐ νείκει καθόλου, ἀλλὰ κρυπτόμενος, ἐν τῇ ἐκκλησίᾳ μένων, προσεύχου καὶ | |
5 | ἀναγίνωσκε μέχρι τῆς ὥρας, ἐν ᾗ δεῖ σε τελέσαι τὴν θείαν μυσταγω‐ γίαν· καὶ οὕτω παράστα ἐν κατανύ‐ ξει τῷ ἁγίῳ θυσιαστηρίῳ, μὴ περι‐ βλεπόμενος ἔνθεν κἀκεῖθεν, ἀλλὰ | |
10 | φρίκῃ καὶ φόβῳ παριστάμενος τῷ ἐπουρανίῳ βασιλεῖ. Μὴ διὰ θερα‐ πείαν ἀνθρωπίνην ἐπισπεύσῃς τὰς εὐχὰς ἢ συντέμῃς, μὴ παρακαλῶν ‘λάμβανε πρόσωπον ἀνθρώπου‘, | |
15 | ἀλλ’ ὅρα πρὸς τὸν προκείμενον βα‐ σιλέα καὶ τὰς παρεστώσας δυνά‐ μεις κύκλω. Ἄξιον σεαυτὸν ποίησον τῶν ἱερῶν κανόνων· μὴ συλλειτούρ‐ γει οὓς ὁ κανὼν ἀπωθεῖται. | |
20 | Ὅρα οὖν τίνι παρέστηκας, πῶς ἱε‐ | |
ρουργεῖς καὶ τίσι μεταδίδως. Ὅρα | 188 | |
189 | μὴ ἐπιλάθῃ τῆς δεσποτικῆς ἐντολῆς καὶ τῆς τῶν ἁγίων ἀποστόλων· ‘Μὴ δότε γάρ, φησί, τὰ ἅγια τοῖς κυσί, καὶ τοὺς μαργαρίτας μὴ βά‐ | |
5 | λητε ἔμπροσθεν τῶν χοίρων‘· ‘Βλέπετε τοὺς κύνασ‘ καὶ τὰ ἑξῆς. Ὅρα οὖν μὴ φόβῳ ὑπαχθεὶς ἀνθρω‐ πίνῳ, πτοηθῇς ἄνθρωπον εἰς πτῶ‐ σίν σου· μὴ παραδῶς τὸν υἱὸν τοῦ | |
10 | θεοῦ εἰς χεῖρας ἀναξίων. Ὅρα οὖν μὴ ἐντραπῇς τοὺς ἐνδόξους τῆς γῆς, μηδ’ αὐτὸν τὸν τὸ διάδημα περικείμενον πτοηθῇς ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅταν παρίστασαι ἱερουρ‐ | |
15 | γῆσαι. Βλέπε τοὺς βουλομένους λαμβά‐ νειν δωρεὰν ἐν τοῖς οἴκοις πῶς δίδως· ἐγὼ πρᾶγμα οὐκ ἔχω, σὺ ὄψει. Τοῖς δὲ τῆς θείας μεταλήψεως | |
20 | ἀξίοις μεταδίδου δωρεάν, ὡς καὶ | |
αὐτὸς ἔλαβες· οἷς οἱ θεῖοι κανόνες | 189 | |
190 | οὐκ ἐπιτρέπουσι μὴ μεταδώσης, ὡς ἐθνικοὶ γὰρ ἐλογίσθησαν καὶ πρὶν ἐπιστρέψωσι τοῖς μεταδιδοῦσιν αὐ‐ τοῖς οὐαί. Ὅρα οὖν μὴ μῦς ἢ ἄλλο | |
5 | τι ἅψηται τῶν θείων μυστηρίων· μὴ ἐξ ἀμελείας σου νοτισθῇ ἢ καπνισθῇ ἢ χειρισθῇ ὑπὸ ἀνιέρων. [Ὅρα πῶς καταστέλλεις τὰ ἅγια μετὰ τὴν ἐκπλήρωσιν τῆς θείας λει‐ | |
10 | τουργίας· μὴ σπεύδων μαργαρίτης ἀποπέσῃ, βλέπε μὴ ἐάσῃς ἔχον νᾶμα τὸ ἅγιον ποτήριον καὶ κονοπιασθῇ, ἀλλ’ ἀμφότερα καταστείλας οὕτω πορεύου. | |
15 | Βλέπε, ἐὰν ἀπομείνωσιν ἅγια δῶ‐ ρα οὐκ ἔξεστι κοινωνεῖν αὐτὰ πλὴν τῶν ἱερέων καὶ μόνον· εἰ δὲ μή γε, καὶ εἰσὶν αὐταρκῆ παιδία σώφρονα, ἄγαγε καὶ ταῦτα κοινωνήτωσαν, καὶ | |
20 | διαμεινάτωσαν νηστεύοντες ἕως ὥ‐ ρας εʹ. Ὅρα μὴ μυῖαι πέσωσιν εἰς | |
τὸ ἅγιον ποτήριον ἢ ἐπάνω τοῦ | 190 | |
191 | ἄρτου καθήσωσιν· ὅρα μὴ ἄλλο τι ἅψηται τῶν θείων μυστηρίων]. Ταῦτα καὶ τὰ τοιαῦτα φυλάττων καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς | |
5 | σου. | 191 |