TLG 2040 075 :: BASILIUS :: Sermones de moribus a Symeone Metaphrasta collecti

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Sermones de moribus a Symeone Metaphrasta collecti

Citation: Volume — page — (line)

32

.

1116

(1t)

ΗΘΙΚΟΙ ΛΟΓΟΙ ΚΔʹ
2tΕΚΛΕΧΘΕΝΤΕΣ
3tΔΙΑ ΣΥΜΕΩΝ ΤΟΥ ΜΑΓΙΣΤΡΟΥ ΚΑΙ ΛΟΓΟΘΕΤΟΥ
4tἘκ πασῶν τῶν πραγματειῶν τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου ἀρχιεπισκόπου Καισαρείας
5tτῆς Καππαδοκίας.
10tΠΕΡΙ ΑΡΕΤΗΣ ΚΑΙ ΚΑΚΙΑΣ.
11tΛΟΓΟΣ Αʹ.
12 Ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῖς ἀπο‐ στόλοις, Πορευθέντες, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς, οὐχὶ τὰ μὲν τηρεῖν,
15τῶν δὲ ἀμελεῖν, ἀλλὰ τηρεῖν πάντα ὅσα ἐνετειλά‐ μην ὑμῖν, τουτέστι μηδὲ μικρόν τι παρεῖναι τῶν διατεταγμένων. Εἰ γὰρ μὴ πάντα ἡμῖν πρὸς τὸν τῆς σωτηρίας σκοπὸν ἀναγκαῖα ἦν, οὔτ’ ἂν ἐγράφησαν πᾶσαι αἱ ἐντολαὶ, οὔτ’ ἂν πάσας φυλαχθῆναι διηγο‐
20ρεύθη. Ἡμεῖς δὲ μίαν που τῶν ἐντολῶν πεποιηκέναι νομίσαντες (οὐ γὰρ ἂν φαίην ὅτι ποιήσαντες· πᾶσαι γὰρ ἀλλήλων ἔχονται, κατὰ τὸν ὑγιῆ τοῦ σκοποῦ λόγον, ὡς ἐν τῇ λύσει τῆς μιᾶς καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι), οὐκ ἐπὶ τοῖς παρεθεῖσι
25τὴν ὀργὴν ἐκδεχόμεθα, ἀλλ’ ἐπὶ τῷ κατορθωθέντι δῆθεν τὰς τιμὰς ἀναμένομεν· οὐκ εἰδότες, ὡς ὁ ἐκ τῶν δέκα ταλάντων τῆς παρακαταθήκης ἕν που ἢ δύο κατασχὼν, τὰ δὲ λοιπὰ ἀποτίσας, οὐχὶ εὐγνώ‐ μων διὰ τὴν ἀπότισιν τῶν πλειόνων γνωρίζεται, ἀλλ’
30ἄδικος καὶ πλεονέκτης ἐπὶ τῇ τῶν ἐλαττόνων ἀπο‐ στερήσει ἐλέγχεται. Τί δὲ λέγω ἀποστερήσει; ὁπότε ὁ τὸ ἓν τάλαντον πιστευθεὶς, εἶτα ἀποδοὺς ἐκεῖνο αὐτὸ ὁλόκληρον καὶ ἀκέραιον ὃ ὑπεδέξατο, ὅτι μὴ προσειργάσατο τῷ δοθέντι, κατακρίνεται·
35καὶ ὁ δέκα ἔτη τὸν πατέρα τιμήσας, μίαν δὲ πλη‐ γὴν ὕστερον ἐμβαλὼν μόνην, οὐχ ὡς εὐεργέτης τι‐ μᾶται, ἀλλ’ ὡς πατραλοίας καταδικάζεται. Ὁ τοί‐ νυν ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα πα‐
λινδρομήσας πρὸς τὴν ἀρχαίαν συνήθειαν, οὐ μόνον

32

.

1117

τὸν ἐπὶ τοῖς προπεπονημένοις μισθὸν ἐζημιώθη, ἀλλὰ καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως, ὅτι γευ‐ σάμενος καλὸν Θεοῦ ῥῆμα, καὶ γνώσεως μυστηρίου ἀξιωθεὶς, πάντα προέδωκεν, ἡδονῇ βραχείᾳ δελεασθείς.
7 Δέον οὖν ἡμᾶς, εἴπερ ἐθέλοιμεν ἀσφαλῶς τὴν ὑποκειμένην ὁδὸν τοῦ βίου διαδραμεῖν, καὶ παρα‐ στῆσαι Χριστῷ τὴν ψυχήν τε ὁμοῦ καὶ τὸ σῶμα τῆς
10ἐκ τῶν τραυμάτων αἰσχύνης ἐλεύθερα, καὶ τοὺς ἐπὶ τῇ νίκῃ στεφάνους λαβεῖν, ἐγρηγορότας περιάγειν ἀεὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καὶ πάντα ὑπ‐ οπτεύειν ὅσα τερπνὰ, καὶ μηδενὶ προσερείδειν τὴν ἔννοιαν, μηδὲ εἰ χρυσὸς φαίνοιτο χύδην προκείμε‐
15νος, ἕτοιμος εἰς τὰς τῶν βουλομένων χεῖρας ἐλθεῖν (Πλοῦτος γὰρ, φησὶν, ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ)· μηδὲ εἰ γῆ βλαστάνουσα πᾶσαν τρυφὴν, καὶ πολυτελεῖς δεικνύουσα σκηνάς (Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανῷ, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδε‐
20χόμεθα Χριστόν)· μηδὲ εἰ χορεῖαι, καὶ κῶμοι, καὶ μέθαι, καὶ καταυλούμεναι τράπεζαι (Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων, τὰ πάντα ματαιότης)· μηδὲ εἰ σωμάτων κάλλη προτείνοιτο, παρὰ πονηρῶν ψυχῶν ἐνοικούμενα (Ἀπὸ προσώπου γὰρ
25γυναικὸς ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε, φησὶν ὁ σοφός)· μηδὲ εἰ δυναστεῖαι καὶ τυραννίδες, καὶ δορυφόρων ἢ κολάκων ἐσμοὶ, μηδὲ εἰ θρόνος ὑψηλὸς καὶ λαμπρὸς, ὑποζεύξας ἔθνη καὶ πόλεις εἰς δουλείαν ἀκούσιον· Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ πᾶσα δόξα
30ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Τούτοις γὰρ δὴ πᾶσι τοῖς οὕτω τερπνοῖς ὁ κοινὸς ὑποκάθηται δυσμενὴς, ἀνα‐ μένων πότε τοῖς ὁρωμένοις δελεασθέντες, τῆς μὲν εὐθείας ἐκτραπῶμεν ὁδοῦ, πρὸς δὲ τὸν ἐκείνου
35λόχον ἑαυτοὺς ἀποκλίνωμεν. Καὶ δέος πολὺ, μή ποτε προσδραμόντες ἀφυλάκτως αὐτοῖς, καὶ τὴν ἐκ τῆς ἀπολαύσεως τέρψιν οὐδὲν ἡγησάμενοι βλαβερὸν, ἐγκεκρυμμένον τῇ πρώτῃ γεύσει τὸ τοῦ διαβόλου καταπίωμεν ἄγκιστρον· εἶτα ὑπὸ τούτου, τὰ μὲν
40ἑκόντες, τὰ δὲ ἄκοντες, προσδεθῶμεν αὐτοῖς, καὶ πρὸς τὸ φοβερὸν τοῦ λῃστοῦ καταγώγιον, τὸν θάνατον, λάθωμεν ἑλκυσθέντες ὑπὸ τῶν ἡδονῶν. Αἱ μὲν γὰρ ἀρεταὶ, ὅταν ἐξ ἐπιμελείας συναφθῶσι τῇ φύσει, ἡμέτερα κτήματα γίνεται, καὶ οὔτε ἐπὶ γῆς μο‐
45χθοῦντας ἡμᾶς ἀπολιμπάνειν ἐθέλουσιν (ἢν μὴ πρὸς βίαν αὐτὰς ἑκόντες ἀποδιώξωμεν ταῖς τῶν χειρόνων ἐπαγωγαῖς), ἐκεῖσέ τε ἐπειγομένων προτρέχουσι, καὶ τοῖς ἀγγέλοις τοὺς κτησαμένους συνάπτουσι, καὶ λάμπουσι δι’ αἰῶνος ὑπὸ τοῖς τοῦ κτίσαντος

32

.

1117

(50)

ὀφθαλμοῖς. Πλοῦτος δὲ, καὶ δυναστεία, καὶ περιφά‐
νεια, καὶ τρυφὴ, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος, ὁ καθ’

32

.

1120

ἡμέραν ἐκ τῆς ἡμετέρας ἀνοίας αὐξανόμενος, οὔτε συμπροῆλθε πρὸς τὸν βίον ἡμῖν, οὔτε συναπῆλθέ τισιν· ἀλλὰ τὸ τῷ δικαίῳ πάλαι ῥηθὲν, ἐπὶ παντὸς ἀνθρώπου πέπηγε καὶ κρατεῖ· Γυμνὸς ἐξῆλθον ἐκ
5κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Τί οὖν σοι λυσιτελέστερον; τὴν πρόσκαιρον ἑλέσθαι ζωὴν, καὶ δι’ αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπά‐ θειαν, ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου ζωῆς;
10Τὰ μὲν γὰρ τοῦ σώματος βάρη, ταῖς ἐπὶ τῆς τρυτά‐ νης ῥοπαῖς δοκιμάζομεν· τὰ δὲ τοῦ βίου ἐκλεκτὰ, τῷ αὐτεξουσίῳ τῆς ψυχῆς διακρίνομεν· ὃ καὶ ζυγὸν ὠνόμασεν ἡ Γραφὴ, διὰ τὸ ἴσην δύνασθαι λαμβάνειν τὴν ῥοπὴν ἐφ’ ἑκάτερα. Οἷόν τι λέγω, πορνεία καὶ
15σωφροσύνη παρὰ σοὶ κρίνεται, καὶ ὑψηλὸς προκαθ‐ έζεταί σοι ὁ νοῦς, πεπιστευμένος τὸ δικαστήριον· καὶ ἡ μὲν ἡδονὴ συνηγορεῖ τῇ πορνείᾳ, ὁ δὲ φόβος τοῦ Θεοῦ τῇ σωφροσύνῃ συνίσταται. Ἐὰν μὲν οὖν κατα‐ δικάσῃς τὴν ἁμαρτίαν, δῷς δὲ νικῆσαι τὴν σωφρο‐
20σύνην, εὐθεῖαν ἐποιήσω τὴν κρίσιν τοῦ πράγματος· ἐὰν δὲ τῇ ἡδονῇ δοὺς τὴν ῥοπὴν, προτιμοτέραν ἀπο‐ φήνῃς τὴν ἁμαρτίαν, σκολιὸν ἐποιήσω τὸ κρῖμα, ὑπόδικος γενόμενος τῇ ἀρᾷ τοῦ εἰπόντος· Οὐαὶ, οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν·
25οἱ λέγοντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς. Ἐπεὶ οὖν πᾶσα ἀρετὴ πρὸς πᾶσαν κακίαν διαδικάζε‐ ται, τότε δὴ ἐπίδειξαι τὴν εὐθύτητα τῶν κριμάτων ἐν τῷ κρυπτῷ σου τῆς ψυχῆς κριτηρίῳ, καὶ οἱονεὶ πάρεδρον σεαυτῷ τὴν ἐντολὴν ποιησάμενος, δεῖξον
30τὸ μισοπόνηρον, ἀποστρεφόμενος μὲν τὰς ἁμαρτίας, ὑπερτιμῶν δὲ τὰς ἀρετάς. Ἐὰν γὰρ ἐφ’ ἑκάστης πράξεως νικᾷν ποιήσῃς παρὰ σοὶ τὰ βελτίονα, μα‐ κάριος ἔσῃ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν κρίνῃ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέ‐
35λιον ἡμῶν· καὶ, Μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων, οὐκ ἀπέρ‐ χῃ καταδεδικασμένος διὰ τὴν πρὸς τὰ φαῦλα ῥοπὴν, ἀλλὰ τοῖς τῆς δικαιοσύνης τιμηθήσῃ στεφάνοις, οἷς παρὰ πάντα σου τὸν βίον τὴν ἀρετὴν ἐστεφάνωσας.
40Ὥσπερ γὰρ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἀπευθύνει τὸ βέλος, οὔτε ὑπερβολαῖς, οὔτε ἐλλείψεσιν, οὔτε ταῖς ἐφ’ ἑκάτερα παρατροπαῖς ἀποπλανῶν τὴν τοξείαν· οὕτως ὁ κριτὴς ὀφείλει τοῦ δικαίου καταστοχάζεσθαι, οὔτε πρόσωπα λαμβάνων (Γνωρίζειν γὰρ πρόσωπον
45ἐν κρίσει οὐ καλὸν), οὔτε ποιῶν κατὰ πρόσκλι‐ σιν, ἀλλ’ εὐθείας καὶ ἀδιαστρόφους ἐκφέρων τὰς κρίσεις. Καὶ δύο κρινομένων παρ’ αὐτῷ, τοῦ τε πλεονεκτοῦντος, καὶ τοῦ τὸ ἔλαττον ἔχοντος, ὀφείλει αὐτὸς ἵστασθαι ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττού‐

32

.

1120

(50)

μενον εὑρίσκει τὸν ἀδικούμενον. Τὰ μὲν γὰρ ἄλλα τῶν κτημάτων, οὐ μᾶλλον
τῶν ἐχόντων ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιτυχόντων

32

.

1121

ἐστὶν ὥσπερ ἐν παιδιᾷ κύβων, τῇδε κἀκεῖσε μετα‐ βαλλόμενα· μόνη δὲ κτημάτων ἡ ἀρετὴ ἀναφαίρε‐ τον, καὶ ζῶντι καὶ τελευτήσαντι παραμένουσα. Ὅθεν δὴ καὶ Σόλων μοι δοκεῖ πρὸς τοὺς εὐπόρους εἰ‐
5πεῖν τὸ, Ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα Τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεὶ, Χρήματα δ’ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει. Διὸ ἀρετῆς ὑμῖν ἐπιμελητέον, ὦ ἄνθρωποι, ἣ καὶ
10ναυαγήσαντι συνεκνήχεται, καὶ ἐπὶ τῆς χέρσου γε‐ νόμενον γυμνὸν τιμιώτερον ἀποδείξει τῶν εὐδαιμό‐ νων. Καὶ οὕτω βιώσωμεν, ὡς μηδέποτε τὰ παρελ‐ θόντα κρείττονα εἶναι τῶν μελλόντων· Μηδὲ εἴπω‐ μεν, ὅτι αἱ ἡμέραι αἱ πρότερον ἀγαθαὶ ἦσαν ὑπὲρ
15ταύτας. Ἐὰν γὰρ αἱ προάγουσαι ἡμέραι βελτίους ὦσι τῶν μετὰ ταῦτα, λεχθήσεται ἡμῖν· Τοσαῦτα ἐπάθετε εἰκῆ, ἀμαυρουμένων τῶν καλῶν ὑπὸ τῆς ἐν τοῖς ὕστερον ἀμελείας. Ὥσπερ γὰρ ὁ τελειούμενος τοῖς ἔμπροσθεν ἐπεκτείνεται, οὕτως ὁ ἁμαρτάνων εἰς
20τὸ κατόπιν ἀναποδίζει. Τίς δὲ μείζων κακίας ἀπό‐ δειξις, ἢ ἡ τοῦ ἀγαθοῦ ἐγκατάλειψις; Καὶ πονηρίας ὑπερβολὴ, τὸ παροξῦναι τὸν ἀγαθὸν καὶ πρᾶον. Τὸ γὰρ ἔσχατον ἐν πονηρίᾳ, καὶ πρὸς ἑαυτό ἐστιν ἀσύμφωνον· καὶ ἔοικε τὸ κακὸν, οὐ τῷ ἀγαθῷ ἐναν‐
25τιοῦσθαι μόνον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ. Ὥσπερ οὖν ἡττᾶται σκότος τῇ τοῦ φωτὸς παρουσίᾳ, καὶ νικᾶται νόσος τῇ τῆς ὑγείας ἐπιδημίᾳ, καὶ ἡ κατ’ ἀρετὴν προκοπὴ ἐπὶ τὸ μεῖζον ἀπὸ τῶν ἐλαττόνων τὴν αὔ‐ ξησιν ἔχει· οὕτω καὶ ἡ τῆς κακίας χύσις ἀπὸ τῶν
30ὑποδεεστέρων τῶν ἐξ ἀρχῆς ἐπὶ τὸ ἀνήκεστον φέρε‐ ται. Ἀρχὴ δὲ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀνα‐ χώρησις τῶν κακῶν. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Εἰ γὰρ εὐθὺς προσ‐ έβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχεί‐
35ρησιν· νυνὶ δὲ τοῖς εὐληπτοτέροις σε προσεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς. Ὡς γὰρ ἐπὶ τῆς κλίμα‐ κος πρώτη ἀνάβασις, ἡ τῆς γῆς ἀναχώρησις· οὕτως ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας, ἀρχὴ προκοπῆς, ὁ τῶν κακῶν χωρισμός. Ἕως μὲν οὖν νήπιός ἐστιν ἕκα‐
40στος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων, οὐδεμίαν τοῦ μέλλοντος κηδεμονίαν ποιεῖται· ἀνὴρ δὲ γενόμε‐ νος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν, οἷον ὁρᾷν δοκεῖ τὸν βίον αὐτῷ σχιζόμενον πρὸς ἀρετὴν καὶ κα‐ κίαν· καὶ πυκνὸν πρὸς ἑκάτερον τὸ ὄμμα τῆς ψυχῆς
45μεταστρέφων, παράλληλα κρίνει τὰ ἑκατέρῳ προσ‐ όντα. Καὶ ὁ μὲν τῶν ἁμαρτωλῶν βίος πάντα δείκνυσι τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ τῶν δικαίων μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά. Καὶ ἡ μὲν τῶν σωζομένων ὁδὸς, ὅσον καλὰ ὑπισχνεῖται τὰ μέλ‐

32

.

1121

(50)

λοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ παρόντα· ὁ δὲ
ἡδὺς καὶ ἀκόλαστος βίος οὐχὶ προσδοκωμένην εἰς

32

.

1124

ὕστερον, ἀλλ’ ἤδη παροῦσαν προτείνεται τὴν ἀπό‐ λαυσιν. Μακάριος οὖν ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς ἡδονῆς δελεασμάτων πρὸς τὴν ἀπώλειαν, καὶ ἐν τῇ ἐκλογῇ τῶν ὁδῶν ἑκατέρων μὴ ἐπιβὰς τῆς ὁδοῦ
5τῆς ἀγούσης ἐπὶ τὰ χείρονα. Μακάριος ὁ πάσης ἐλπί‐ δος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστήσας, καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν. Ὡς γὰρ ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄν‐ θρωπον· οὕτως εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ
10Κυρίῳ. Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς Θεὸν ἐλπὶς, οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον τὴν παρ’ ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν ἐπὶ χρήμασιν ἠλπικότι, καὶ δόξῃ ἀνθρωπίνῃ, καὶ δυ‐ νάμει τῇ κατὰ κόσμον, ποτὲ δὲ αὐτὸν ὡς ἐλπίδα ἑαυ‐
15τοῦ προβαλλόμενον· ἀλλὰ δεῖ ἀληθινῶς ἐπαναπαύ‐ εσθαι τῇ παρὰ τοῦ Θεοῦ βοηθείᾳ. Ἀμαθεῖς δὲ ἄνθρωποι, καὶ φιλόκοσμοι, ἀγνοοῦντες αὐτοῦ τοῦ ἀγαθοῦ τὴν φύσιν, μακαρίζουσι πολλάκις τὰ μηδενὸς ἄξια, πλοῦτον, ὑγείαν, περιφά‐
20νειαν βίου, ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει, οὐ μόνον καθότι ῥᾳδίαν ἔχει τὴν πρὸς τὰ ἐναντία περιτροπὴν, ἀλλ’ ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κε‐ κτημένους ἀποτελεῖν. Ὁ μὲν οὖν ἐν τῷ βίῳ τυγχά‐ νων, οὔπω μακαριστὸς, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως·
25ὁ δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατακλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Καὶ οἱ μὲν τὸ ἀγαθὸν ἐργαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ εὐαπόδεκτον ἔχουσιν· οἱ δὲ τὸ κακὸν φεύγοντες, οὐκ ἐὰν ἅπαξ ἢ δεύτερον ἐκκλίνω‐
30σιν, ὦσιν ἂν ἐπαινετοὶ, ἀλλ’ ἐὰν δυνηθῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς διαδρᾶναι. Εἰ οὖν δέοι βίον μὲν ἄριστον ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾷν τῇ συνηθείᾳ γενήσεσθαι, ἐγχειρεῖν τοῖς βελτίστοις. Αἰσχρὸν γὰρ τὸν παρόντα καιρὸν προ‐
35εμένους, ὕστερόν ποτ’ ἀνακαλεῖσθαι τὸ παρελθὸν, ὅτε οὐδὲν ἔσται πλέον ἀνιωμένοις. Τῷ ὄντι γὰρ ἀμήχα‐ νόν ἐστι χωρητικοὺς γενέσθαι ἡμᾶς τῆς θείας χάρι‐ τος, μὴ τὰ ἀπὸ κακίας πάθη προκατασχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας. Εἶδον ἰατροὺς ἐγὼ μὴ πρό‐
40τερον διδόντας τὰ σωτήρια φάρμακα, πρὶν ἐμέτοις ἀποκενῶσαι τὴν νοσοποιὸν ὕλην, ἣν ἐκ πονηρᾶς διαίτης ἑαυτοῖς οἱ ἀκόλαστοι ἐναπέθεντο. Ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον ὑπό τινος ὑγροῦ δυσ‐ ώδους, μὴ ἐκπλυθὲν, οὐ μὴ δέξηται τοῦ μύρου τὴν
45ἐπιῤῥοήν. Δεῖ τοίνυν ἐκχυθῆναι τὰ προϋπάρχοντα, ἵνα δυνηθῇ χωρηθῆναι τὰ ἐπαγόμενα. Πᾶσι μὲν γὰρ πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ τοῖς μὲν καθ‐ αρεύουσι τῶν παθῶν, τὴν ἰδίαν ἐμφέρει δύναμιν· τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν

32

.

1124

(50)

τῆς ἁμαρτίας σπίλων, οὐκ ἔτι. Ἀδύνατον γὰρ, εἰς διαφόρους φροντίδας τοῦ νοῦ μεριζομένου, κατορθοῦσθαι τὸ σπουδαζόμενον· κα‐
θὼς ὁ Κύριος ἀπεφήνατο, εἰπών· Οὐδεὶς δύναται

32

.

1125

δυσὶ κυρίοις δουλεύειν· καὶ πάλιν· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Οὔτε γὰρ ἄλλης τινὸς ἐντολῆς τήρησιν, οὔτε αὐτὴν τὴν πρὸς Θεὸν ἀγάπην, οὔτε τὴν πρὸς τοὺς πλησίον δυνάμεθα κατορθῶσαι,
5ἄλλοτε περὶ ἄλλα ταῖς διανοίαις ἀποπλανώμενοι. Οὔτε γὰρ τέχνην ἢ ἐπιστήμην ἀκριβῶς καταλαβεῖν δυνατὸν, ἄλλοτε ἐπ’ ἄλλην μεταβαίνοντα· οὔτε μὴν μιᾶς περιγενέσθαι, μὴ τὰ οἰκεῖα τοῦ τέλους γνωρί‐ σαντα. Δεῖ γὰρ ἀκολούθους εἶναι τῷ σκοπῷ καὶ τὰς
10πράξεις, ὡς οὐδενὸς τῶν κατὰ λόγον διὰ τῶν ἀνοι‐ κείων κατορθουμένου. Ἐπεὶ οὔτε χαλκευτικῆς τέλος διὰ τῶν ἔργων τῆς κεραμείας περιγενέσθαι πέφυ‐ κεν, οὔτε ἀθλητικοὶ στέφανοι ἐκ τῆς περὶ τὸ αὐλεῖν σπουδῆς κατορθοῦνται· ἀλλ’ ἑκάστῳ τέλει οἰκεῖος ὁ
15πόνος καὶ συναρμόζων ἐπιζητεῖται. Ὥσπερ οὖν καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως, ἐν τῇ ἀναχωρήσει τῶν με‐ ριμνῶν τοῦ κόσμου, καὶ τῇ παντελεῖ ἀλλοτριώσει τῶν περισπασμῶν κατορθοῦται. Λυθῆναι οὖν δεῖ τῶν
20δεσμῶν τῆς προσπαθείας τοῦ βίου, τόνγε ἀληθινῶς ἀκολουθεῖν μέλλοντα τῷ Θεῷ· τοῦτο δὲ οὐκ ἄλλως, ἢ διὰ παντελοῦς ἀναχωρήσεως, καὶ λήθης τῶν πα‐ λαιῶν ἠθῶν κατορθοῦται. Ὡς εἰ μὴ ἀποξενώσαιμεν ἑαυτοὺς καὶ συγγενείας σαρκικῆς καὶ κοινωνίας βίου,
25οἱονεὶ πρὸς ἕτερον κόσμον διὰ τῆς σχέσεως μετα‐ βαίνοντες, ἀμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως. Ὁ τοίνυν πρὸς τὴν ἀγγελικὴν ἀξίαν μεταταξάμενος, εἰ τοῖς ἀνθρωπίνοις ἐμμολύνοιτο πάθεσιν, ὅμοιός ἐστι δορᾷ παρδάλεως,
30ἧς οὔτε λευκὴ παντελῶς ἡ θρὶξ, οὔτε μέλαινα δι‐ όλου, ἀλλὰ τῇ μίξει τῶν ἑτεροχροούντων διεστιγμένη, οὔτε ἐν τοῖς μέλασιν, οὔτε ἐν τοῖς λευκοῖς ἀριθμεῖ‐ ται. Ὥσπερ οὖν οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες,
35τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδα‐ κότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπερ‐ γάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κι‐ νούμενα καὶ ἔμπρακτα τοὺς βίους τῶν ἁγίων ἀπο‐
40βλέπειν, καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως. Εἰ γὰρ βοῦς μὲν συνεργὸς ἡμῖν εἰς γεωργίαν παραδοθεὶς, καὶ φωνῆς τοῦ τρέφοντος ἐπαισθάνεται, καὶ τὸν συνήθως αὐτῷ προσφέροντα τὴν τροφὴν ἐπι‐
45γινώσκει· ὄνος δὲ αὐτομάτως ἐπὶ τοὺς συνήθεις τῆς καταλύσεως τόπους ὁρμᾷ, καὶ τοσαύτη τοῖς ἀλόγοις πρὸς τὸν ἐπιμελούμενον ἡ συνήθεια· πόσον ἡ λογικὴ φύσις τῆς πρὸς Θεὸν ἀγάπης τὸ μέτρον ἀπαιτηθή‐ σεται; Οὐδὲ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον

32

.

1125

(50)

ἀλλὰ παντὶ προσήκει τῷ βίῳ τὰς κατ’ ἀρετὴν ἐνερ‐ γείας συμπαρατείνεσθαι. Καὶ καθάπερ οἱ ἐπὶ τὸ
λουτρὸν εἰσιόντες, γυμνοῦνται παντὸς περιβλήματος·

32

.

1128

οὕτω χρὴ καὶ τοὺς τῇ ἀσκητικῇ προσερχομένους ζωῇ, πάσης ὕλης βιωτικῆς γυμνωθέντας, ἐντὸς τοῦ κατὰ φιλοσοφίαν γενέσθαι βίου. Γίνεσθε γὰρ, φησὶ, φρόνιμοι ὡς οἱ ὄφεις· ὃς ἐπειδὰν ἀποδύεσθαι
5δέῃ τὴν λεβήριδα, στενῷ τόπῳ καὶ ἀκριβῶς περι‐ σφίγγοντι τὸ σῶμα ἐπιδοὺς ἑαυτὸν, φρονίμως καὶ συνετῶς ἀποδύεται τὸ γῆρας. Ὅπερ οὖν καὶ ἡμᾶς βούλεται ὁ Λόγος, διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ πορευομένους, ἀποδύεσθαι μὲν τὸν παλαιὸν
10ἄνθρωπον, ἐνδύεσθαι δὲ τὸν νέον, ὥστε καὶ ἡμῶν ἀνακαινισθῆναι, ὡς ἀετοῦ τὴν νεότητα. Φωτὸς γὰρ ἀναφανέντος, ἀφανίζεται σκότος· καὶ ὑγείας παρ‐ ούσης, τὰ ὀχληρὰ τῆς νόσου πέπαυται· καὶ ἀληθείας ἀποδειχθείσης, τοῦ ψεύδους ἡ φύσις ἐλέγχεται.
15Ἀλλ’ οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς νεφέλαις ἐοί‐ κασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατ’ ἄλλο μέρος τοῦ ἀέρος ἐκφερομέναις· καὶ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον· οἷς
20δὲ πεπηγυῖα ἡ γνώμη, καὶ ἀεὶ ἑστῶσα, καὶ ἡ αὐτὴ, τούτοις ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. Πολλοὶ δὲ καὶ τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, χαρίεντα μὲν τὸν εὐτράπελον λέγουσι· τὸν δὲ αἰσχρολόγον, πολιτικόν· καὶ τὸν πικρὸν καὶ
25ὀργίλον, ἀκαταφρόνητον ὀνομάζουσι· τὸν φειδωλὸν καὶ ἀκοινώνητον, ὡς οἰκονομικὸν, ἐπαινοῦσι· τὸν ἄσωτον, ὡς ἐλευθέριον· τὸν πόρνον καὶ ἀσελγῆ, ἀπολαυστικόν τινα καὶ ἀνειμένον· καὶ ἁπαξαπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὑπο‐
30κορίζονται. Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσι, κατὰ τὸν Δαβὶδ, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν αὐτῶν τῇ ζωῇ, ὑποδίκους αὐτοὺς τῇ αἰωνίᾳ κατα‐ κρίσει δι’ ὧν ἀποδέχονται καθιστῶντες. Ὥσπερ οὖν
35οὐκ ἔστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλ’ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτῖσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐ‐ τός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιεῖν τῷ ὑποδείγματι·
40οὕτω καὶ ὁ τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῶν, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ.
45 Φευκτέον οὖν τῷ σωφρονοῦντι τὸ πρὸς δόξαν ζῇν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου, ὥστε κἂν πᾶσιν ἀνθρώποις ἀντιλέγειν, κἂν ἀδοξεῖν καὶ κινδυνεύειν ὑπὲρ τοῦ καλοῦ δέῃ, μηδὲν αἱρεῖσθαι

32

.

1128

(50)

τῶν ὀρθῶς ἐγνωσμένων παρακινεῖν. Τὸν γὰρ μὴ

32

.

1129

οὕτως ἔχοντα, τί τοῦ Αἰγυπτίου σοφιστοῦ φήσομεν ἀπολείπειν, ὃς φυτὸν ἐγένετο καὶ θηρίον, ὁπότε βού‐ λοιτο, καὶ πῦρ καὶ ὕδωρ καὶ πάντα χρήματα· εἴπερ δὴ καὶ αὐτὸς νῦν μὲν τὸ δίκαιον ἐπαινέσεται παρὰ
5τοῖς τοῦτο τιμῶσι· νῦν δὲ τοὺς ἐναντίους ἀφήσει λό‐ γους, ὅταν τὴν ἀδικίαν εὐδοκιμοῦσαν αἴσθηται, ὅπερ δίκην ἐστὶ κολάκων, καὶ τῆς Ἀρχιλόχου ἀλώπεκος τὸ κερδαλέον τε καὶ ποικίλον ζηλοῦν; Ὁ μὲν γὰρ ἀληθὴς λόγος, καὶ ἀπὸ ὑγιοῦς διανοίας προϊὼν,
10ἁπλοῦς ἐστι καὶ μονότροπος, τὰ αὐτὰ λέγων περὶ τῶν αὐτῶν πάντοτε· ὁ δὲ ποικίλος καὶ ἔντεχνος, πολὺ τὸ ἐπίπλοκον καὶ ἐγκατάσκευον ἔχων, μυρία κατασχηματίζεται, καὶ στρέφεται στροφὰς ἀμυθή‐ τους, πρὸς τὸ τῶν ἐντυγχανόντων ἀρέσκον μεταμορ‐
15φούμενος. Ὅταν γὰρ ἄλλως μὲν φύσεως ἔχῃ τὰ πράγματα, ἄλλως δ’ οἱ λόγοι περὶ αὐτῶν ἀναπείθω‐ σι, στροφή τίς ἐστι, μᾶλλον δὲ διαστροφὴ, ὑπὸ τοῦ λόγου περὶ τὴν ἀλήθειαν γινομένη. Καὶ ὁ ἄλλως μὲν φαινόμενος, ἄλλως δὲ ὢν κατὰ ἀλήθειαν, στρο‐
20φαῖς κέχρηται λόγων, ἀπατῶν τοὺς συνόντας, ὥσπερ τοὺς κύνας λαγωοὶ καὶ ἀλώπεκες, ἑτέραν δεικνύον‐ τες, καὶ ἑτέραν τρεπόμενοι. Ἡ δὲ πρὸς τοὺς φαύ‐ λους τῶν λόγων συνήθεια, ὁδός τίς ἐστιν ἐπὶ τὰ πράγματα. Διὸ δὴ πάσῃ φυλακῇ τὴν ψυχὴν τηρη‐
25τέον, μὴ διὰ τῆς τῶν λόγων ἡδονῆς παραδεξάμενοί τινα λάθωμεν τῶν χειρόνων, ὥσπερ οἱ τὰ δηλητή‐ ρια μετὰ τοῦ μέλιτος προσιέμενοι. Ὁ μὲν γὰρ τὴν ἄχρι ῥημάτων παρὰ τοῖς ἄλλοις φιλοσοφίαν ἔργῳ βεβαιῶν,
30 Οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. Ἐπεὶ τό γε λαμπρῶς μὲν ἐπαινέσαι τὴν ἀρετὴν εἰς τὸ μέσον, καὶ μακροὺς ὑπὲρ αὐτῆς ἀποτείνειν λό‐ γους, ἰδίᾳ δὲ τὸ ἡδὺ πρὸ τῆς σωφροσύνης, καὶ τὸ πλέον ἔχειν πρὸ τοῦ δικαίου τιμᾷν, ἐοικέναι φαίην
35ἂν ἔγωγε τοῖς ἐπὶ σκηνῆς ὑποκρινομένοις τὰ δρά‐ ματα· οἳ ὡς βασιλεῖς πολλάκις καὶ δυνάσται εἰσέρ‐ χονται, οὔτε βασιλεῖς ὄντες, οὔτε δυνάσται, οὐδὲ μὲν οὖν τυχὸν ἐλεύθεροι τὸ παράπαν. Εἶτα μουσικὸς μὲν οὐκ ἂν ἑκὼν δέξαιτο ἀνάρμοστον αὐτῷ τὴν λύραν
40εἶναι· καὶ χοροῦ κορυφαῖος, μὴ ὅτι μάλιστα συν‐ ᾴδοντα τὸν χορὸν ἔχειν· αὐτὸς δέ τις ἕκαστος δια‐ στασιάσει πρὸς ἑαυτὸν, καὶ οὐχὶ τοῖς λόγοις ὁμολο‐ γοῦντα τὸν βίον παρέξεται; Οὔτε γὰρ ἵππον ταχὺν ποιεῖ ἡ τοῦ πατρὸς περὶ τὸν δρόμον εὐμοιρία, οὔτε
45κυνὸς ἐγκώμιον τὸ ἐκ ταχυτάτων φῦναι· ἀλλ’ ὥσπερ τῶν ἄλλων ζώων ἡ ἀρετὴ ἐν ἑαυτῷ θεωρεῖται ἑκά‐ στῳ, οὕτω καὶ ἀνδρὸς ἴδιος ἔπαινος ὁ ἐκ τῶν ὑπαρ‐ χόντων αὐτῷ κατορθωμάτων μαρτυρούμενος. Ἀρε‐ τῆς ἄσκησις, τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον

32

.

1129

(50)

δὲ θέαμα τοῖς ἐντυγχάνουσιν. Οἱ γὰρ τὴν ἀρετὴν μετιόντες, ἄστροις ἐοίκασιν, ἐν νυκτερινῇ συννε‐
φείᾳ, ἄλλοις κατ’ ἄλλα μέρη τοῦ οὐρανοῦ δια‐

32

.

1132

λάμπουσιν· ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέ‐ στερον δὲ δήπου τὸ ἀπροσδόκητον. Τοιοῦτοι δὴ καὶ οὗτοι, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι, ἐν τῇ σκυ‐ θρωπῇ ταύτῃ καταστάσει τοῦ βίου οἷον ἐν σκοτο‐
5μήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως, τὸ περιπόθητον ἔχοντες. Αἰσχρὸν δὲ, ἀλλοτρίοις κόσμοις κοσμεῖσθαι τὸν τῇ οἰκείᾳ ἀρετῇ διαφαίνοντα.
10 Καὶ μή μοι λέγε παρὰ Θεοῦ τὸ κακὸν τὴν γέ‐ νεσιν ἔχειν· οὐ γὰρ εὐσεβὲς τοῦτο, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι. Οὔτε γὰρ ἡ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ, οὔτε ἡ νόσος ὑγείας δημιουργός· ἀλλ’ ἐν μὲν
15ταῖς μεταβολαῖς τῶν διαθέσεων, ἐκ τῶν ἐναντίων πρὸς τὰ ἐναντία αἱ μεταστάσεις· ἐν δὲ ταῖς γενέ‐ σεσιν, οὐκ ἐκ τῶν ἐναντίων, ἀλλ’ ἐκ τῶν ὁμογενῶν ἕκαστον τῶν γινομένων προέρχεται. Τὸ τοίνυν κα‐ κόν ἐστιν οὐχὶ οὐσία ζῶσα καὶ ἔμψυχος, ἀλλὰ διά‐
20θεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν, διὰ τὴν ἀπὸ τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥᾳθύμοις ἐγγινομένη. Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει, μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου· ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν
25γνωριζέτω. Οὐ γὰρ ἂν, εἴπερ ἀκούσιον ἦν, καὶ μὴ ἐφ’ ἡμῖν, τοσοῦτος μὲν ἐκ τῶν νόμων ὁ φόβος τοῖς ἀδικοῦσιν ἐπήρτητο, οὕτω δὲ ἀπαραίτητοι τῶν δι‐ καστηρίων αἱ κολάσεις, τὸ πρὸς ἀξίαν τοῖς κακούρ‐ γοις ἀντιμετροῦσαι. Εἰ γὰρ τῶν κατὰ κακίαν καὶ
30ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ’ ἡμῖν εἰσιν ἀρ‐ χαὶ, ἀλλ’ ἐκ τῆς φύσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν οἱ νομοθέται τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτὰ διορί‐ ζοντες, περιττοὶ δὲ καὶ οἱ δικασταὶ ἀρετὴν τιμῶν‐ τες, καὶ πονηρίαν κολάζοντες. Οὐ γὰρ τοῦ κλέπτου
35τὸ ἀδίκημα, οὐδὲ τοῦ φονέως, ᾧ γε οὐδὲ βουλομένῳ δυνατὸν ἦν κρατεῖν τῆς χειρὸς, διὰ τὸ ἀναπόδραστον τῆς ἐπὶ τὰς πράξεις κατεπειγούσης ἀνάγκης. Μα‐ ταιότατοι δὲ πάντως καὶ οἱ περὶ τὰς τέχνας πο‐ νούμενοι· ἀλλ’ εὐθηνήσει μὲν ὁ γεωργὸς, μήτε σπέρ‐
40μα καταβαλὼν, μήτε δρεπάνην θηξάμενος· ὑπερ‐ πλουτήσει δὲ ὁ ἔμπορος, κἂν βούληται, κἂν μὴ, τῆς εἱμαρμένης αὐτῷ συναθροιζούσης τὰ χρήματα. Αἱ δὲ μεγάλαι τῶν Χριστιανῶν ἐλπίδες φροῦδοι ἡμῖν οἰχήσονται, οὔτε δικαιοσύνης τιμωμένης, οὔτε κα‐
45τακρινομένης τῆς ἁμαρτίας, διὰ τὸ μηδὲν κατὰ προ‐ αίρεσιν ὑπὸ τῶν ἀνθρώπων ἐπιτελεῖσθαι. Ὅπου γὰρ ἀνάγκη καὶ εἱμαρμένη κρατεῖ, οὐδεμίαν ἔχει χώραν τὸ πρὸς ἀξίαν, ὃ τῆς δικαιοκρισίας ὑπάρχει ἐξαίρετον. Καὶ γὰρ περὶ τῶν συκῶν φασιν, ὡς οἱ

32

.

1132

(50)

μὲν τὰς ἀγρίας συκᾶς παραφυτεύουσι ταῖς ἡμέραις· οἱ δὲ τοὺς ὀλύνθους ἐκδήσαντες, τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρπὸν τοῖς ὀλύνθοις ἐπέχοντες.
Τί δέ σοι τὸ παρὰ τῆς φύσεως αἴνιγμα; ὅτι χρὴ

32

.

1133

πολλάκις ἡμᾶς καὶ παρὰ τῶν ἀλλοτρίων τῆς πί‐ στεως εὐτονίαν τινὰ προσλαμβάνειν εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. Ἐὰν γὰρ ἴδῃς τὸν ἐν βίῳ ἐθνικῷ, ἢ ἀπό τινος αἱρέσεως ἐνδιαστρόφου τῆς Ἐκ‐
5κλησίας ἀπεσχισμένον, βίου σώφρονος καὶ τῆς λοι‐ πῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλέον σεαυτοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ παραπλή‐ σιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρ‐ ουσίας ἀθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν
10ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τὸν καρπὸν ἐκτρεφού‐ σῃ. Τινὰ δὲ τῶν φυτῶν καὶ τὴν ἐκ φύσεως κακίαν ἐπιμελείαις γεωργῶν θεραπευόμενα ἔγνωμεν· οἷον τὰς ὀξείας ῥοὰς καὶ τῶν ἀμυγδάλων τὰς πικροτέρας, ὅταν διατρηθεῖσαι τὸ πρὸς τῇ ῥίζῃ στέλεχος, σφῆνα
15πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσον διελαθέντα δέξωνται, εἰς εὐχρηστίαν μεταβάλλουσι τότε τοῦ χυμοῦ τὴν δυσχέρειαν. Μηδεὶς οὖν ἐν κακίᾳ διάγων ἑαυτοῦ ἀπογνώτω. Εἰ γὰρ γεωργὸς τῶν φυτῶν τὰς ποιότητας μεταβάλλει, πολλῷ μᾶλλον ἡ κατ’ ἀρετὴν
20τῆς ψυχῆς ἐπιμέλεια δύναται παντοδαπῶν ἀῤῥωστη‐ μάτων ἐπικρατῆσαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
25tΠΕΡΙ ΔΙΔΑΧΗΣ ΚΑΙ ΝΟΥΘΕΣΙΑΣ.
26tΛΟΓΟΣ Βʹ.
27 Εἰ ἐπὶ τοσαύταις παραινέσεσιν, ἃς ἔν τε τῷ προλαβόντι χρόνῳ παρακαλοῦντες ὑμᾶς οὐ διελίπο‐ μεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τῆς νηστείας ἑβδομάδων
30νυκτὸς καὶ ἡμέρας διαμαρτυρόμενοι ὑμῖν τὸ Εὐαγγέ‐ λιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπαυσάμεθα, οὐδὲν γέγονεν ὄφελος, ἐπὶ ποίαις ἐλπίσι διαλεχθῶμεν σή‐ μερον; Ἐπεὶ καὶ γεωργὸς, τῶν πρώτων αὐτῷ σπερ‐ μάτων μὴ ἐκφυέντων, ὀκνηρότερός ἐστι πρὸς τὸ
35δεύτερον ταῖς αὐταῖς ἀρούραις πάλιν ἐγκαταβαλεῖν. Ὥστε κἂν ἐσιώπησα, εὖ ἴστε, εἰ μὴ ἐφοβούμην τὸ ὑπόδειγμα Ἱερεμίου· ὃς πρὸς ἀπειθῆ λαὸν φθέγγε‐ σθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα ἅπερ αὐτὸς δι‐ ηγήσατο, ὅτι ἐγένετο αὐτῷ πῦρ ἐν τοῖς ἐγκάτοις,
40καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν. Ἐπεὶ γὰρ φύσει ἀρετὴ λόγου, μήτε ἀσαφείᾳ κρύπτειν τὰ σημαινόμενα, μήτε περιττὸν εἶναι καὶ μάταιον, εἰκῆ τοῖς πράγμασι περιῤῥέοντα· οὐ καλὸν περὶ πολλῶν εἰσάπαξ διαλεχθῆναι, μή ποτε τῇ ἀμετρίᾳ
45τοῦ λόγου ἄχρηστα φανῇ τὰ φιλοπόνως συνειλε‐ γμένα. Ἀτονοῦσα γὰρ ἡ διάνοια πάντων ὁμοῦ περι‐ δράξασθαι, ὅμοιον πάσχει γαστρὶ, διὰ τὴν ὑπερ‐ βολὴν τοῦ κόρου, εἰς πέψιν ἀγαγεῖν τὰ παραπεμ‐ φθέντα μὴ δυναμένῃ. Βίαιον μὲν γὰρ μάθημα οὐ

32

.

1133

(50)

πέφυκε παραμένειν, τὸ δὲ μετὰ τέρψεως καὶ χάρι‐
τος εἰσδυόμενον μονιμώτερόν πως ταῖς ψυχαῖς ἐνιζά‐

32

.

1136

νει. Διὰ τοῦτο καὶ τὸ ἐκ τῆς μελῳδίας τερπνὸν τοῖς δόγμασιν ἐγκατέμιξεν, ἵνα τῷ προσηνεῖ καὶ λείῳ τῆς ἀκοῆς τὸ ἐκ τῶν λόγων ὠφέλιμον λανθα‐ νόντως ὑποδεχώμεθα, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν,
5οἳ τῶν φαρμάκων τὰ αὐστηρότερα πίνειν διδόντες τοῖς κακοσίτοις, μέλιτι πολλάκις τὴν κύλικα περι‐ χρίουσι. Διὰ τοῦτο καὶ τὰ ἐναρμόνια μέλη τῶν ψαλ‐ μῶν ἡμῖν ἐπινενόηται, ἵνα ὡς οἱ παῖδες τὴν ἡλι‐ κίαν, ἢ καὶ ὅλως οἱ νεαροὶ τὸ ἦθος, τῷ μὲν δοκεῖν
10μελῳδῶσι, τῇ δὲ ἀληθείᾳ τὰς ψυχὰς ἐκπαιδεύωνται. Καὶ γὰρ οἱ πωλοδάμναι τοὺς δυσηνίους τῶν πώλων οὐκ εὐθὺς κατάγχουσι τοῖς χαλινοῖς, οὐδὲ ἀνακρού‐ ουσιν· ἀναχαιτίζειν γὰρ οὕτω καὶ ἀποσείεσθαι τοὺς ἐπιβάτας διδάσκουσιν· ἀλλὰ συνενδιδόντες τὴν πρώ‐
15την καὶ συνεξορμῶντες αὐτοῖς, ἐπειδὰν ἴδωσιν ὑπὸ τῆς οἰκείας ὁρμῆς καὶ βίας τὸν θυμὸν ἀναλώσαντας, τότε παραλαβόντες δεδαμασμένους, εὐπειθεστέρους ποιοῦσι διὰ τῆς τέχνης. Τοῖς γοῦν ἐπιμελῶς ἐξ ἑκά‐ στου τὴν ὠφέλειαν ἀθροίζουσιν, ὥσπερ τοῖς μεγάλοις
20τῶν ποταμῶν, πολλαὶ γίνεσθαι πολλαχόθεν προσθῆ‐ και πεφύκασι. Τὸ γὰρ καὶ σμικρὸν ἐπὶ σμικρῷ κατατίθεσθαι, οὐ μᾶλλον εἰς ἀργυρίου προσθήκην ἢ καὶ εἰς ἡντιναοῦν ἐπιστήμην, ὀρθῶς ἡγεῖσθαι ἔχειν τῷ πεπυκνωμένῳ προσῆκε.
25 Τὸ γὰρ πόνῳ κτηθὲν, περιχαρῶς ὑπεδέχθη, καὶ φιλοπόνως διεφυλάχθη· ὧν μέντοι πρόχειρος ὁ πορισμὸς, τούτων ἡ κτῆσις εὐκαταφρόνητος. Ὥσπερ οὖν, οὐχὶ βασκαίνων ἡμῖν τῶν πρὸς τὸ ζῇν ἀφορμῶν, παραπλησίως τοῖς ἀλόγοις συναπογεννηθῆναι πάντα
30ὁ Δημιουργὸς ἡμῶν οὐ συνεχώρησεν, ἀλλὰ τὴν ἔν‐ δειαν τῶν ἀναγκαίων γυμνάσιον ἡμῖν τῆς διανοίας ἐμηχανήσατο· οὕτω καὶ τὴν ἐν ταῖς Γραφαῖς ἀσά‐ φειαν ἐπ’ ὠφελείᾳ τοῦ νοῦ, διεγείρων αὐτοῦ τὴν ἐνέργειαν, ἐπετήδευσε· πρῶτον μὲν ἵνα τούτοις
35ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται· ἔπειτα ὅτι τὰ πόνῳ κτηθέντα μᾶλλον προσαγαπᾶται, καὶ τὰ διὰ μακροῦ χρόνου προσγενόμενα μονιμώτερον πα‐ ραμένει· ὧν δὲ ῥᾳδία ἡ κτῆσις, οὐ περισπούδαστος ἡ ἀπόλαυσις. Εὐκαταφρόνητος γὰρ ἡ τῶν προχεί‐
40ρων παρουσία, καὶ οὐδεμιᾶς φυλακῆς ἀξιουμένη τοῖς ἔχουσιν. Αἰσχρὸν δὲ, τῶν μὲν σιτίων τὰ βλαβερὰ διωθεῖσθαι· τῶν δὲ μαθημάτων, ἃ τὴν ψυχὴν ἡμῶν τρέφει, μηδένα λόγον ἔχειν· ἀλλ’ ὥσπερ χειμάῤ‐ ῥουν κατασύροντας ἅπαν τὸ προστυγχάνον, ἐμ‐
45βάλλεσθαι. Ὡς γὰρ τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται παραστῆναι τοῖς ἀπείροις, ὅσον ἀπ’ αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου λόγου ἐναργῶς παρα‐ δοθῆναι διδασκαλίαις δύναται, ἐὰν μὴ τὰ τῆς ἀλη‐

32

.

1136

(50)

θείας δόγματα ἐπιπλέον βασανίσαντες, δυνηθῶμεν τῇ οἰκείᾳ πείρᾳ καταλαβεῖν τὴν τοῦ Κυρίου χρηστό‐
τητα.

32

.

1137

Τοῦ γὰρ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· οὐκ ἀκίνδυνον ἀπωθεῖσθαι τοὺς τῷ Κυρίῳ δι’
5ἡμῶν προσιόντας, καὶ ὑπελθεῖν αὐτοῦ τὸν χρηστὸν ζυγὸν βουλομένους. Προσήκει δὲ τὸν παρελθόντα βίον τῶν προσιόντων καταμανθάνειν, καὶ οἷς μὲν ἤδη τι κατώρθωται, τὰ τελειότερα τῶν διδαγμάτων παραδιδόναι· τοὺς δὲ ἐκ βίου πονηροῦ πρὸς τὸν
10ἀκριβῆ βίον τῆς θεογνωσίας ὁρμήσαντας ἀνακρίνειν χρὴ, ὁποῖοι τὸ ἦθός εἰσι, μὴ ἄστατοι, καὶ πρὸς τὰς κρίσεις εὐκίνητοι. Ὕποπτον γὰρ τῶν τοιούτων τὸ εὐμετάθετον· οἳ πρὸς τῷ μηδὲν ἑαυτοὺς ὠφελῆσαι, ἔτι καὶ ἑτέροις αἴτιοι βλάβης γίνονται. Ἐπεὶ δὲ
15πάντα ἐπιμελείᾳ κατορθοῦται, καὶ φόβος Θεοῦ παν‐ τοίων ἐλαττωμάτων ψυχῆς περιγίνεται, οὐδὲ τούτων ἀπογνωστέον εὐθὺς, ἀλλὰ ἄγειν αὐτοὺς εἰς τὰ προσ‐ ήκοντα γυμνάσια δεῖ, χρόνῳ καὶ ἐπιπόνοις ἀγωνί‐ σμασι πεῖραν τῆς κρίσεως αὐτῶν λαμβάνοντας·
20ὡς ἐάν τι βέβαιον παρ’ αὐτοῖς εὕρωμεν, ἀκινδύνως αὐτοὺς προσίεσθαι· εἰ δὲ μὴ, ἕξω ὄντας ἀποπέμπε‐ σθαι· ὥστε ἀζημίωτον τὴν πεῖραν τῇ ἀδελφότητι γίνεσθαι. Τὸν δὲ ἀπό τινος περιφανεστέρου βίου πρὸς τὴν καθ’ ὁμοίωσιν τοῦ Κυρίου ταπεινοφροσύ‐
25νην ἐπειγόμενον, ὁρίζειν χρή τινα τῶν ἐπονει‐ δίστων εἶναι δοκούντων παρὰ τοῖς ἔξωθεν, καὶ ἐπι‐ τηρεῖν εἰ μετὰ πάσης πληροφορίας ἐργάτην ἀνεπαί‐ σχυντον τῷ Θεῷ ἑαυτὸν παρίστησιν. Ὅσοι δὲ ὑπὸ ζυγὸν ὄντες δοῦλοι, ταῖς ἀδελφότησι προσφεύγουσι,
30νουθετηθέντας αὐτοὺς, καὶ βελτιωθέντας ἀπο‐ πέμπεσθαι χρὴ τοῖς δεσπόταις, καθ’ ὁμοίωσιν τοῦ μακαρίου Παύλου· ὃς τὸν Ὀνήσιμον γεννήσας διὰ τοῦ Εὐαγγελίου, ἀπέπεμψε τῷ Φιλήμονι, τὸν μὲν πληροφορήσας, ὅτι ὁ ζυγὸς τῆς δουλείας εὐαρέστως
35τῷ Κυρίῳ κατορθούμενος, βασιλείας οὐρανῶν ἄξιον συνίστησι· τὸν δὲ παρακαλέσας, μὴ μόνον ἀνιέναι τὴν κατ’ αὐτοῦ ἀπειλὴν, ἀλλὰ καὶ χρηστοτέραν ἔχειν πρὸς αὐτὸν τὴν διάθεσιν. Εἰ μέντοι κακὸς ὁ δεσπότης τύχοι, παράνομά τινα ἐπιτάσσων, καὶ
40πρὸς παράβασιν ἐντολῆς τοῦ ἀληθινοῦ δεσπότου καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν δοῦλον βιαζό‐ μενος, ἀγωνίζεσθαι χρὴ, ὅπως μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημηθῇ διὰ τὸν δοῦλον ἐκεῖνον, ποιήσαντά τι, ὃ μὴ ἀρέσκῃ Θεῷ. Κατορθοῦται δὲ ἀγὼν, ἢ ἐν
45τῷ τὸν δοῦλον ἐκεῖνον καταρτισθῆναι πρὸς ὑπομονὴν τῶν ἐπιφερομένων αὐτῷ μαθημάτων, ὑπὲρ τοῦ πειθ‐ αρχῆσαι Θεῷ μᾶλλον ἢ ἀνθρώπῳ· ἢ ἐν τῷ τοὺς ὑποδεχομένους ἀναδέξασθαι τοὺς ὑπὲρ αὐτοῦ ἐπαγο‐ μένους αὐτοῖς πειρασμούς. Τοὺς ἐν συζυγίᾳ δὲ γά‐

32

.

1137

(50)

μου τοιούτῳ βίῳ προσερχομένους ἀνακρίνεσθαι χρὴ,
εἰ ἐκ συμφωνίας τοῦτο ποιοῦσι, κατὰ τὴν διαταγὴν

32

.

1140

τοῦ Ἀποστόλου, καὶ οὕτως ἐπὶ πλειόνων μαρτύρων δέχεσθαι τὸν προσερχόμενον. Εἰ δὲ στασιάζοι τὸ ἕτερον μέρος καὶ διαμάχοιτο, ἔλαττον φροντίζον τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μνημονευέσθω ὁ Ἀπόστο‐
5λος λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός. Τὸν τοίνυν ἐξερχόμενον ἀπὸ τῶν ἰδίων, σκοπῷ τοῦ ἀκολουθῆσαι τῷ Κυρίῳ, οὐ χρὴ καταφρονητικῶς περὶ τῶν διαφερόντων αὐτῷ διακεῖσθαι· ἀλλὰ πει‐ ρᾶσθαι πάντα μετὰ ἀκριβείας λαβόντα, ὡς τῷ Κυ‐
10ρίῳ λοιπὸν ἀφιερωμένα, μετὰ πάσης εὐλαβείας οἰ‐ κονομεῖν, ἢ δι’ ἑαυτοῦ, ἐὰν δυνατῶς καὶ ἐμπείρως ἔχῃ, ἢ διὰ τῶν μετὰ δοκιμασίας πολλῆς ἐπιλεγέν‐ των, καὶ ἀπόδειξιν δεδωκότων τοῦ δύνασθαι πιστῶς καὶ φρονίμως οἰκονομεῖν· εἰδότα, ὅτι οὐκ ἀκίνδυνόν
15ἐστιν οὔτε τὸ προσαφεῖναι τοῖς οἰκείοις, οὔτε τὸ διὰ τοῦ τυχόντος οἰκονομῆσαι. Εἰ γὰρ ὁ φροντίδα βασι‐ λικῶν κτημάτων ἐγχειρισθεὶς, κἂν μὴ νοσφίσηται πολλάκις ἐκ τῶν ἑτοίμων, ἀμελείᾳ δέ τινι κατα‐ προδῷ τὰ προσκτηθῆναι δυνάμενα, οὐκ ἀπολύεται
20τοῦ ἐγκλήματος· τίνα χρὴ προσδοκᾷν ἐπὶ τῶν ἤδη κατονομασθέντων τῷ Κυρίῳ τὴν κατάκρισιν ὑπο‐ στήσεσθαι, τὸν χαύνως καὶ ἠμελημένως διατεθέν‐ τα πρὸς τὴν τούτων διοίκησιν;
25 Κόσμου δὲ ἀναχώρησις, οὐχὶ ἔξω αὐτοῦ γε‐ νέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπα‐ θείας τὴν ψυχὴν ἀποῤῥῆξαι, καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων
30διδαγμάτων· ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις· Ἑτοιμασία δὲ καρδίας, ἡ ἀπομάθησις τῶν ἐκ πονη‐ ρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων. Πρῶτόν γε πάντων, σπουδάζειν προσήκει τὸν φιλό‐
35θεον ἄνδρα περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλ’ ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμε‐ νον, ὅταν τι χρήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς ἐμβάλλειν, μέτρα ὁρί‐
40ζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως, καὶ διδάσκειν ἀνεπιφθόνως, καὶ εἴ τι παρ’ ἑτέρου δεδίδακται, μὴ ἀποκρυπτόμενον, ὡς αἱ φαῦλαι τῶν γυναικῶν αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσ‐ σειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. Τόνος δὲ
45φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος, μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως· προεξετάσαντα ἐν ἑαυ‐ τῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. Εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς

32

.

1140

(50)

ὁμιλίαις· οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα· πανταχοῦ τὸ τραχὺ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. Προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπει‐
νοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσται τῷ δεομένῳ

32

.

1141

τῆς θεραπείας. Πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως· ὃς τῷ Δαβὶδ ἁμαρτόντι, οὐ παρ’ ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλ’ ὑποβολῇ προσώπου χρησάμενος,
5αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴν ἐκάθισεν ἁμαρτή‐ ματος· ὥστε αὐτὸν καθ’ ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν, μηδὲν ἐπιμέμψασθαι τὸν ἐλέγξαντα. Ὁλκὸς μὲν γὰρ ὕδατος δείκνυσι τὴν οἰκείαν πηγὴν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν
10χαρακτηρίζει.
12 Καὶ ὥσπερ ἐπὶ τῶν ἰατρικῶν παραγγελμάτων, ὅταν εὐστόχως καὶ κατὰ λόγον γίνηται, μετὰ τὴν πεῖραν μάλιστα τὸ ἀπ’ αὐτῶν ὠφέλιμον δείκνυται·
15οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν παραινέσεων, ἐπει‐ δὰν μάλιστα τὴν ἔκβασιν λάβῃ μαρτυροῦσαν τὰ παραγγέλματα, τότε τὸ σοφὸν αὐτῶν καὶ ὠφέλιμον πρὸς τὴν ἐπανόρθωσιν τοῦ βίου καὶ τὴν τῶν πειθο‐ μένων τελείωσιν ἀναφαίνεται. Ὁ γὰρ τὸν κείμενον
20ἀνιστῶν, ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως ὀφείλει· ὁ δὲ ἐξ ἴσου καταπεσὼν, ἑτέρου καὶ αὐτὸς τοῦ ἀναστήσοντος ἐπιδέεται. Οἱ δὲ τυφλοῖς διδασκά‐ λοις τὴν ὁδηγίαν ἑαυτῶν ἐπιτρέψαντες, ἐστέρησαν ἑαυτοὺς τῆς τοῦ φωτὸς ἀπολαύσεως. Τὸ γὰρ μετὰ
25θυμοῦ καὶ ὀργῆς ἐλέγχειν τὸν ἁμαρτήσαντα ἀδελ‐ φὸν, οὐχὶ ἐκεῖνόν ἐστιν ἁμαρτίας ἐλευθερῶσαι, ἀλλ’ ἑαυτὸν περιβαλεῖν πλημμελήμασιν. Ἐν γὰρ πραό‐ τητι δεῖ παιδεύειν τοὺς ἀντιδιατιθεμένους, καὶ μὴ ἐν οἷς μὲν αὐτὸς παροφθῇ, σφοδρὸν εἶναι· ἐν
30οἷς δὲ ἂν ἄλλον καταφρονούμενον ἴδῃ, τὴν πρὸς τὸν ἡμαρτηκότα μακροθυμίαν ἐπιδείκνυσθαι· ἀλλὰ καὶ μᾶλλον δυσχεραίνειν ἐπὶ τῷ κακῷ τότε. Οὕτω γὰρ καὶ τῆς φιλαυτίας τὴν ὑποψίαν ἐκφεύξεται, καὶ ἀπόδειξιν δώσει τοῦ μὴ τὸν ἡμαρτηκότα μισεῖν, ἀλλὰ
35τὴν ἁμαρτίαν ἀποστρέφεσθαι· τὸ μὲν γὰρ μὴ δι’ ἑαυτὸν μεριμνᾷν καὶ ἐργάζεσθαι, φιλοχρίστου καὶ φιλαδέλφου διαθέσεως ἐγκώμιον. Παντὶ τοίνυν τρόπῳ χρὴ τὸν ἀσθενοῦντα θεραπεύειν, καὶ σπου‐ δάζειν τὸ ἐξηρθρωμένον, ἵν’ οὕτως εἴπω, μέλος
40ἐναρθροῦν· ἐὰν δὲ τῇ οἱᾳδηποτοῦν κακίᾳ ἐπιμένῃ, ἀφιέναι ὡς ἀλλότριον· γέγραπται γάρ· Πᾶσα φυ‐ τεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἐὰν γὰρ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς δου‐
45λεύειν ἐθέλωσι μᾶλλον ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν κοινὸς πρὸς αὐτοὺς λόγος. Ἡμεῖς γὰρ ἐν λαῷ ἀπει‐ θεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώ‐ ζων σῶζε τὴν σεαυτοῦ ψυχὴν, καὶ ἀλλοτρίαις

32

.

1141

(50)

ἁμαρτίαις μὴ κοινώνει. Καὶ εἰ μή τις ἐπιθυμητικῶς
ἔρχεται ἐπὶ τὸ ψάλλειν, καὶ εἰ μὴ ἐπιφαίνεται

32

.

1144

αὐτῷ ἡ διάθεσις τοῦ εἰπόντος· Ὡς γλυκέα τῷ λά‐ ρυγγί μου τὰ λόγιά σου! ὑπὲρ μέλι τῷ στόματί μου· καὶ εἰ μὴ ζημίαν μεγάλην ἡγεῖται τὴν ἀργίαν· ἢ διορθωσάσθω, ἢ ἐξαρθήτω, ἵνα μὴ μικρὰ ζύμη
5ὅλον τὸ φύραμα δολώσῃ. Οὓς γὰρ τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν· γέγραπται γάρ· Ἐὰν ὁ ἀδελ‐ φός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ
10αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ καὶ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρ‐ ακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ὃ γοῦν ἐγένετο καὶ ἐπὶ τοῦδε. Ἅπαξ ἐνεκλήθη,
15ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη, τρίτον ἐπὶ τῆς Ἐκ‐ κλησίας. Ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ κατεδέξατο, λοιπὸν ἔσται ἐκκήρυκτος, καὶ διαγγελ‐ θήτω πάσῃ τῇ πόλει, ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς· ὡς ἐκ τοῦ μὴ
20συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κα‐ τάβρωμα τοῦ διαβόλου. Ὥσπερ γὰρ τῶν παίδων οἱ νήπιοι, κατολιγωροῦντες τῶν μαθημάτων, μετὰ τὰς μάστιγας, ἃς διδάσκαλοι αὐτοῖς ἢ παιδαγωγοὶ προσ‐ άγουσι, προσεχέστεροι δέχονται τὰ διδάγματα· καὶ
25ὁ αὐτὸς λόγος πρὸ μὲν τῶν πληγῶν οὐκ ἠκούετο, μετὰ δὲ τὰς ἐκ τῶν μαστίγων ὀδύνας ἄρτι τῶν ὤτων διανοιγέντων, καὶ παρεδέχθη τῇ ἀκοῇ καὶ παρεδόθη τῇ μνήμῃ· οὕτω καὶ ἐπὶ τῶν παρακουόντων τῆς θείας διδασκαλίας καὶ καταφρονητικῶς πρὸς τὰς
30ἐντολὰς διακειμένων συμβαίνει. Ἐπειδὰν ἐπαχθῇ αὐτοῖς παρὰ τοῦ Θεοῦ ἡ παιδεία, τότε δὴ μόλις τὰ ἀεὶ λαλούμενα καὶ ἀεὶ παρακουόμενα τῶν τοῦ Θεοῦ προσταγμάτων, ὡς πρῶτον ἐμπεσόντα αὐτῶν ταῖς ἀκοαῖς, παρεδέχθη, κατὰ τὸν λέγοντα, ὅτι Ἡ παι‐
35δεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Ὥσπερ δὲ ἀπαθῶς χρὴ προσάγεσθαι τὰς θερα‐ πείας τοῖς ἀσθενοῦσι κατὰ ψυχὴν, οὕτως πάλιν χρὴ τοὺς θεραπευομένους μὴ πρὸς ἔχθραν δέχεσθαι τὰ ἐπιτίμια, μηδὲ τυραννίδα νομίζειν τὴν ἀπὸ
40εὐσπλαγχνίας ἐπὶ σωτηρίᾳ ψυχῆς προσαγομένην αὐ‐ τῶν ἐπιμέλειαν. Αἰσχρὸν γὰρ, τοὺς μὲν τὰ σώματα νοσοῦντας, τοσοῦτον τοῖς ἰατροῖς καταπιστεύειν, ὥστε κἂν τέμνωσι, κἂν καίωσι, κἂν πικροῖς τοῖς φαρμάκοις ἀνιῶσιν, εὐεργέτας λογίζεσθαι· ἡμᾶς δὲ
45πρὸς τοὺς τῶν ψυχῶν θεραπευτὰς, ὅταν δι’ ἐπιπόνου ἀγωγῆς τὴν σωτηρίαν ἡμῖν κατεργάζωνται, μὴ τὴν αὐτὴν ἔχειν διάθεσιν. Ἐπεὶ οὖν φοβερὸν τὸ κρῖ‐ μα τῷ προεστῶτι μὴ ἐλέγχοντι τοὺς ἁμαρτάνοντας, τὴν κοινὴν φροντίδα πεπιστευμένῳ· ὡς ὀφείλων λό‐

32

.

1144

(50)

γον δοῦναι περὶ ἑκάστου, οὕτω διακείσθω, εἰδὼς, ὅτι ἐὰν ἐμπέσῃ εἰς ἁμαρτίαν εἷς τῶν ἀδελφῶν, μὴ
προειπόντος αὐτῷ τὸ δικαίωμα τοῦ Θεοῦ, ἢ ἐμπε‐

32

.

1145

σὼν ἐπιμένῃ, μὴ διδαχθεὶς τὸν τρόπον τῆς ἐπανορ‐ θώσεως, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζη‐ τηθήσεται, καθὼς γέγραπται· καὶ μάλιστα, ἐὰν μὴ δι’ ἄγνοιάν τι παρίδῃ τῶν ἀρεσκόντων Θεῷ, ἀλλὰ
5διὰ κολακείαν συμπεριφερόμενος τοῖς ἑκάστου κα‐ κοῖς, τὴν ἀκρίβειαν τῆς πολιτείας ἐκλύσῃ. Ὥσπερ δὲ ὁ προεστὼς ὑπεύθυνός ἐστιν ὁδηγεῖν εἰς πάντα τὴν ἀδελφότητα, οὕτω πάλιν καὶ τοῖς λοιποῖς ἐπι‐ βάλλει, ἐάν ποτε ὑποπτευθῇ τι περὶ τὸν προεστῶτα
10πλημμέλημα, ὑπομιμνήσκειν αὐτὸν τοὺς προέχον‐ τας τήν τε ἡλικίαν καὶ τὴν σύνεσιν. Ἐὰν μὲν οὖν ᾖ τι ἄξιον διορθώσεως, τόν τε ἀδελφὸν ὠφελήσαμεν, καὶ ἑαυτοὺς δι’ ἐκείνου, τὸν οἱονεὶ κανόνα τοῦ ἡμε‐ τέρου βίου ὄντα, καὶ τῇ αὐτοῦ ὀρθότητι τὸ ἐνδιά‐
15στροφον ἡμῖν διελέγχειν ὀφείλοντα, πρὸς τὸ εὐθὺ καταρτίσαντες· ἐὰν δὲ μάτην τινὲς ταραχθῶσι, πλη‐ ροφορηθέντες διὰ τῆς φανερώσεως τῶν οὐ μετὰ ἀληθείας ὑποπτευθέντων, τῆς ἐπ’ αὐτῷ διακρίσεως ἀπαλλάσσονται.
22 Οὐ γὰρ ἀγνοεῖτε, ὡς οἱ προεστῶτες δημοσίᾳ πᾶσι προκείμενοι, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβε‐ βλημένοι σκόπελοι, αὐτοὶ τὸν θυμὸν τῶν ἐναντίων
25κυμάτων ὑποδέχονται, καὶ περὶ αὐτοὺς ῥηγνύμενα, τὰ κατόπιν αὐτῶν οὐκ ἐπικλύζουσιν. Ἐγὼ μὲν οὖν ἃ κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἰρημένα, τὰ δὲ παρὰ πάντα τὸν βίον ὑμῖν ξυμβουλεύσω. Κἂν γὰρ ἡ τοῦ σώματος ἀσθένεια ἐμποδίζῃ με (ἣν οὐκ ἀγνοεῖτε
30πάντως, ὅση μοι πάρεστιν, ἐκ τῆς πρώτης ἡλι‐ κίας μέχρι τοῦ γήρως τούτου συντραφεῖσά μοι, καὶ παιδεύουσά με, κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα ἐν σοφίᾳ οἰκονομοῦντος Θεοῦ), ἀλλ’ ἕως ἀναπνέομεν, ὑπεύθυνοί ἐσμεν μηδὲν ἐλλιμπάνειν τῶν εἰς οἰκοδο‐
35μὴν τῶν καλῶν. Ὑμεῖς δὲ, τριῶν ἀῤῥωστημάτων μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς γνώμης νόσον παραπλησίαν τῆς τῶν εἰς τὰ σώματα δυστυχησάντων δείξητε. Οἱ μὲν γὰρ τὰ μικρὰ τῶν παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχον‐
40ται· οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀῤῥωστη‐ μάτων, ἐφ’ ἑαυτοὺς καλοῦσι τοὺς θεραπεύσοντας· οἱ δ’ εἰς ἀνήκεστον παντελῶς μελαγχολίαν παρενεχθέν‐ τες, οὐδὲ προσιόντας προσίενται. Ὃ μὴ πάθητε νῦν ὑμεῖς, ὀρθῶς ἔχοντας τῶν λογισμῶν ἀποφεύγον‐
45τες· ἀλλὰ καὶ παιδεύθητε, καὶ στοιχειώθητε τῷ φό‐ βῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχητε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι,

32

.

1145

(50)

νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

32

.

1148

(1t)

ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΗΣ ΠΡΟΣ ΘΕΟΝ ΚΑΙ ΤΟΝ
2tΠΛΗΣΙΟΝ.
3tΛΟΓΟΣ Γʹ.
4Τοὺς τῶν βιωτικῶν ἑαυτοὺς ἀποξενοῦντας με‐
5ριμνῶν, πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, ὡς μή ποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβάλ‐ λειν, ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ φαντα‐ σίαις τῶν ματαίων καταῤῥυπαίνειν· ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην
10ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον, τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν. Οὕτως γὰρ προσγίνεται ἡμῖν ἡ πρὸς Θεὸν ἀγάπη, ἅμα τε δι‐ εγείρουσα τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ὑπ’ αὐτῶν πάλιν αὕτη συντηρουμένη πρὸς τὸ
15διαρκὲς καὶ ἀδιάπτωτον. Ὁ δὲ σφόδρα τῇ ἐπιθυμίᾳ τοῦ ἀκολουθεῖν τῷ Χριστῷ κατεχόμενος, πρὸς οὐδὲν ἔτι τῆς ζωῆς ταύτης ἐπιστραφῆναι δύναται, οὐ πρὸς γονέων ἢ οἰκείων φίλτρον ὅταν ἐναντιούμενον ᾖ τοῖς τοῦ Κυρίου προστάγμασι. Τότε γὰρ καιρὸν ἔχει
20καὶ τὸ, Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα, καὶ τὰ λοιπά· καθὰ καὶ οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν ἡμῖν, Ἰάκωβος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν πατέρα αὐτῶν Ζεβεδδαῖον, καὶ αὐτὸ τὸ πλοῖον, τὴν
25πᾶσαν ἀφορμὴν τοῦ βίου· Ματθαῖος δὲ ἀπ’ αὐτοῦ τοῦ τελωνίου ἀναστὰς, καὶ ἀκολουθήσας τῷ Κυρίῳ, οὐ τὰ κέρδη μόνον τὰ ἐν τῷ τελωνίῳ καταλιπὼν, ἀλλὰ καὶ τῶν κινδύνων ὑπεριδὼν, οἳ ἐπακολουθεῖν ἔμελ‐ λον αὐτῷ τε καὶ τοῖς οἰκείοις παρὰ τῆς ἐξουσίας,
30ἀτελεῖς τοὺς λόγους τοῦ τελωνίου καταλιμπάνοντι· Παύλῳ δὲ καὶ ὁ σύμπας κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ. Ὅταν γὰρ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν προκατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλα‐ στον εἶδος· κἂν πάντες αὑτὴν ὑπὲρ τοῦ ποθουμένου
35τοξεύωσι, τέρπουσι μᾶλλον ἢ πλήττουσιν. Εἰ γὰρ διὰ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱρούμεθα, καὶ πάντα πόνον εἰς ἀνταπόδο‐ σιν τῶν προσγενομένων ἡμῖν καλῶν ὑπομένομεν, τίς λόγος ἀξίως ἐφικέσθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύ‐
40ναται; Αἳ τοσαῦται μὲν εἰσὶ τὸ πλῆθος, ὡς καὶ ἀριθμὸν διαφεύγειν· τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται, ὥστε ἐξαρκεῖν καὶ μίαν ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν χάριν τῷ δεδωκότι ποιῆσαι. Ὁ δ’ οὕτως ἐστὶν ἀγαθὸς, ὥστε οὔτε ἀντίδοσιν ἀπαιτεῖ, ἀλλ’ ἀρκεῖται
45μόνον ἀγαπώμενος ἐφ’ οἷς ἔδωκεν. Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω), εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβερὰν καταπίπτω, μή ποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ, ἢ τῆς πρὸς τὰ μά‐ ταια ἀσχολίας, τῆς ἀγάπης τοῦ Θεοῦ ἐκπεσὼν, ὄνει‐

32

.

1148

(50)

δος γένωμαι τῷ Χριστῷ. Εἰς ὀνειδισμὸν γὰρ προσ‐ οίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν ὁ διά‐
βολος, καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ ἡμῶν· ὅς γε

32

.

1149

οὔτε κτίσας ἡμᾶς, οὔτε ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀλλ’ ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν τῇ ἀπει‐ θείᾳ, καὶ ἐν τῇ ἀμελείᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ. Τοῦτο τὸ ὄνειδος, τὸ κατὰ τοῦ Κυρίου, βαρύτερόν
5μοι τῶν ἐν τῇ γεέννῃ κολάσεων φαίνεται, τῷ ἐχθρῷ τοῦ Χριστοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν ἐπάρσεως κατὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἀναστάντος.
11 Καὶ γὰρ Κύριον τὸν Θεὸν ἀγαπᾷν δεῖ πάσῃ τῇ ἐνυπαρχούσῃ ἡμῖν πρὸς τὸ ἀγαπᾷν δυνάμει, καὶ ἀγαπᾷν καὶ τὸν πλησίον, καὶ ἀγαπᾷν καὶ τοὺς ἐχ‐ θροὺς, ἵνα ὦμεν τέλειοι, μιμούμενοι τὴν χρηστότητα
15τοῦ ἐν οὐρανοῖς Πατρὸς, τὸν ἥλιον αὐτοῦ ἀνατέλλον‐ τος ἐπὶ πονηροὺς καὶ ἀγαθούς· εἰς ἄλλα δὲ τὴν τοῦ ἀγαπᾷν δύναμιν παραναλίσκειν οὐ συγκεχώρηται. Τὸ γὰρ τῆς ἀγάπης καλὸν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς ἀγάπης περιγράψεται μόνῳ, καταγέλαστόν ἐστι,
20τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνοις μεταδιδόναι τοῦ ἀγαπᾷν, ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας. Εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν ἀγάπης προσχή‐ ματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργά‐
25ζεται, σκοπεῖν ὀφείλομεν οἷς ἑαυτοὺς ἀναμίγνυμεν. Εἰ γὰρ ὁ ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ μισεῖται, τί μέγα εἰ ἡμεῖς τοῦ μίσους ἀξιούμεθα παρὰ ἀνθρώποις, οἷς περισσεύει τὸ κτῆμα τοῦ μίσους; Πλὴν οὔτε οἰκοδο‐ μὴν συστῆναι, συνδέσμων ὑφαιρεθέντων, δυνατὸν,
30οὔτε Ἐκκλησίαν εἰς ὕψος αὐξηθῆναι, μὴ συνδεδεμέ‐ νην τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγάπης. Καὶ γὰρ οὐδὲν οὕτως ἴδιον τῆς φύσεως ἡμῶν, ὡς τὸ κοι‐ νωνεῖν ἀλλήλοις, καὶ χρῄζειν ἀλλήλων, καὶ ἀγαπᾷν τὸ ὁμόφυλον. Πλέον γὰρ ἡμεῖς τῆς ἑνὸς ἑκάστου
35τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα, ἢ ὅσον ἡ ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. Ὅταν γὰρ πρὸς αὐτὰ ἀπίδω τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲ ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; Οὔτε γὰρ ἂν ποῦς
40ἀσφαλῶς βαδίσειε, μὴ συνυποστηρίζοντος τοῦ ἑτέ‐ ρου· οὔτε ὀφθαλμὸς ὑγιῶς ἴδοι, μὴ κοινωνὸν ἔχων τὸν ἕτερον, καὶ μετ’ αὐτοῦ συμφώνως προσβάλλων τοῖς ὁρατοῖς. Καὶ ἀκοὴ ἀκριβεστέρα, ἡ δι’ ἀμφοῖν τοῖν πόροιν τὴν φωνὴν δεχομένη· καὶ ἀντίληψις
45κραταιοτέρα τῇ κοινωνίᾳ τῶν δακτύλων. Καὶ ἁπαξ‐ απλῶς, οὐδὲν οὔτε τῶν ἐκ φύσεως, οὔτε τῶν ἐκ προαιρέσεως κατορθουμένων ὁρῶ, ἄνευ τῆς τῶν ὁμοφύλων συμπνοίας ἐπιτελούμενον· ὅπου γε καὶ αὐτὴ ἡ προσευχὴ, μὴ ἔχουσα τοὺς συμφωνοῦντας,

32

.

1149

(50)

ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς. Νουθετείτω σε τῶν νυκτερίδων τὸ φιλάλληλον, αἳ ὥσπερ ὁρμαθὸς ἀλλή‐
λων ἔχονται· καὶ μὴ τὸ ἀπεσχισμένον καὶ ἰδιάζον

32

.

1152

τοῦ κοινωνικοῦ καὶ ἡνωμένου ἡγοῦ προτιμότερον. Οὐδὲν γὰρ ἡμᾶς χωρίζει ἀπ’ ἀλλήλων, ἐὰν μὴ τῇ προαιρέσει τὸν χωρισμὸν ὑποστῶμεν. Εἷς ἡμῶν Κύ‐ ριος, μία πίστις, ἐλπὶς ἡ αὐτή. Εἴτε οὖν κεφαλὴν
5ἑαυτοὺς λογίζεσθε, οὐ δύναται ἡ κεφαλὴ εἰπεῖν τοῖς ποσί· Χρείαν ὑμῶν οὐκ ἔχω· εἴτε καὶ ἐν ἄλλῃ τάξει ἑαυτοὺς τάσσετε, οὐ δύνασθε τοῖς ἐν τῷ αὐτῷ σώ‐ ματι κατατεταγμένοις λέγειν τὸ, Χρείαν ὑμῶν οὐκ ἔχομεν. Αἵ τε γὰρ χεῖρες ἀλλήλων δέονται, καὶ
10οἱ πόδες ἀλλήλους στηρίζουσι, καὶ οἱ ὀφθαλμοὶ ἐν τῇ συμφωνίᾳ τὸ ἐναργὲς τῆς καταλήψεως ἔχουσι. Μὴ γὰρ ἐκεῖνος ὑμᾶς ὁ λογισμὸς κατεχέτω, ὅτι Ἡμεῖς ἔξω τοῦ πάθους ἐσμὲν τῶν πολλῶν, καὶ τίς ἡμῖν χρεία τῆς πρὸς αὐτοὺς κοινωνίας; Ὁ γὰρ Κύ‐
15ριος ἡμῶν τὰς μὲν νήσους τῆς ἠπείρου διὰ θαλάσ‐ σης διέστησε, τοὺς δὲ νησιώτας τοῖς ἠπειρώταις διὰ τῆς ἀγάπης συνέδησε. Καὶ τούτῳ μάλιστα φίλος κό‐ λακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ τῶν λυπούντων ἀπέχεσθαι. Οἶδας δὲ τί
20ποιήσεις τῷ πλησίον; ὃ σεαυτῷ βούλει παρ’ ἑτέρου γενέσθαι. Οἶδας ὅ τί ποτέ ἐστι τὸ κακόν; ὃ οὐκ ἂν αὐτὸς παθεῖν ἕλοιο παρ’ ἑτέρου. Ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους·
25καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλ‐ λων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκονομίαν, τὴν ἑαυ‐ τοῦ εἰρήνην κατέλιπεν εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ δύναμαι εἰπεῖν, ὅτι ἄνευ τῆς ἐν ἀλλήλοις ἀγάπης καὶ ἄνευ
30τοῦ, τὸ εἰς ἐμὲ ἧκον, εἰρηνεύειν πρὸς πάντας, δύνα‐ μαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ. Οὕτω τοίνυν προσήκει κοινὴν καὶ ἴσην πᾶσι πρὸς ἀλλήλους τὴν ἀγάπην εἶναι, ὡς φυσικῶς πρὸς τὰ καθ’ ἕκαστον ἑαυτοῦ μέλη ὁ ἄνθρωπος ἔχει, ἐπ‐
35ίσης θέλων παντὶ τῷ σώματι τὴν ὑγίειαν, διότι καὶ ὁ πόνος ἑκάστου μέλους ἴσην παρέχει τῷ σώματι τὴν ἀηδίαν. Ὁ γὰρ ἐν συνοδίᾳ τὸν ἕνα ὑπὲρ τοὺς ἄλλους ἀγαπῶν, κατηγορεῖ ἑαυτοῦ μὴ ἔχων τὴν τελείαν ἀγάπην. Ὁμοίως οὖν ἀπόβλητός ἐστιν ἀπὸ συνοδίας
40ἥ τε ἀπρεπὴς μάχη, καὶ ἡ μερικὴ διάθεσις. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθρα γίνεται, ἀπὸ δὲ τῆς με‐ ρικῆς φιλίας καὶ ἑταιρείας ὑποψίαι καὶ φθόνοι γί‐ νονται· πανταχοῦ γὰρ ἡ τοῦ ἴσου στέρησις ἀρχὴ καὶ ὑπόθεσις φθόνου καὶ δυσμενείας τοῖς ἐλαττου‐
45μένοις γίνεται. Ὥσπερ οὖν ὁ ἀγαθὸς Θεὸς κοινὴν δίδωσι πᾶσι τὴν τοῦ φωτὸς μετουσίαν, ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, οὕτως καὶ οἱ μιμηταὶ τοῦ Θεοῦ κοινήν τε καὶ ὁμότιμον τὴν τῆς ἀγάπης ἀκτῖνα ἐπὶ πάντας φερέτωσαν. Ὅπου γὰρ

32

.

1152

(50)

ἐλλείπει ἡ ἀγάπη, ἐκεῖ πάντως ἀντεισέρχεται τὸ μῖσος. Εἰ δὲ, καθώς φησιν Ἰωάννης, Ὁ Θεὸς ἀγάπη ἐστὶν, ἀνάγκη πᾶσα τὸ μῖσος εἶναι τὸν διάβολον.
Ὥσπερ οὖν ὁ τὴν ἀγάπην ἔχων, τὸν Θεὸν ἔχει· οὕ‐

32

.

1153

τως ὁ τὸ μῖσος ἔχων, τὸν διάβολον ἐν ἑαυτῷ τρέφει. Διὰ τοῦτο προσήκει τὴν μὲν ἀγάπην ἴσην καὶ ὁμοίαν παρὰ πάντων τοῖς πᾶσιν εἶναι, τὴν δὲ τιμὴν κατὰ τὸ πρέπον ἑκάστῳ γίνεσθαι. Καὶ ὥσπερ ἐν ἡμῖν
5αὐτοῖς, ὁ μὲν πόνος ἑκάστου τῶν ἀῤῥωστούντων με‐ λῶν ἴσως ἅπτεται τοῦ παντὸς σώματος, ἔστι δὲ ὅμως ἕτερα ἑτέρων τιμιώτερα μέλη (οὐ γὰρ ὁμοίως περὶ τὸν ὀφθαλμὸν καὶ περὶ τὸν τοῦ ποδὸς δάκτυλον ἔχομεν, κἂν ὁ πόνος τὸ ἴσον ἔχῃ)· οὕτως τὴν μὲν
10συμπαθῆ διάθεσιν, καὶ τὴν ἀγαπητικὴν σχέσιν ἴσην ἐπὶ πάντων τῶν ἐν τῇ συνοδίᾳ ζώντων εἶναι παρ’ ἑκάστου προσήκει· ἡ δὲ τιμὴ, κατὰ τὸ εὔλογον ἐπὶ τῶν χρησιμωτέρων τὸ πλέον ἕξει. Ἐπὶ γὰρ τῶν πνευματικῶν ἀλλήλοις συναρμοζομένων, οὐδὲ ἡ
15σωματικὴ συγγένεια πλέον τι κατὰ τὴν ἀγάπην ἕξει· οὐδὲ εἴ τις ἀδελφός τινος κατὰ σάρκα εἴη, ἢ υἱὸς, ἢ θυγάτηρ, ἐν πλείονι διαθέσει πρὸς τὸν τῷ γένει προσήκοντα παρὰ τοὺς ἄλλους γενήσεται ἡ κοινωνία τοῦ αἵματος. Ὁ γὰρ ἐν τούτοις τῇ φύσει ἀκολουθῶν,
20κατηγορεῖ ἑαυτοῦ, ὅτι οὔπω τελείως ἀπέστη τῆς φύσεως, ἀλλ’ ἔτι ὑπὸ σαρκὸς διοικεῖται. Τῷ δὲ Θεῷ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
23tΠΕΡΙ ΕΛΕΗΜΟΣΥΝΗΣ.
24tΛΟΓΟΣ Δʹ.
25 Εἰ θαυμάζεις τὰ χρήματα, ἄνθρωπε, διὰ τὴν ἀπ’ αὐτῶν τιμὴν, σκόπει πόσον ἐστὶ πρὸς δόξαν λυσιτελέστερον, μυρίων παίδων πατέρα προσαγο‐ ρεύεσθαι, ἢ μυρίους στατῆρας ἔχειν ἐν βαλαντίῳ. Τὰ μὲν γὰρ χρήματα καταλείψεις ἐνταῦθα, καὶ μὴ
30βουλόμενος· τὴν δὲ ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις φιλοτι‐ μίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος ἐπὶ τοῦ κοινοῦ Κριτοῦ περιστάντες, τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ τῆς φιλανθρωπίας ἀπο‐ καλῶσιν ὀνόματα. Καὶ ἐν μὲν πανηγύρει οὐδεὶς
35λυπεῖται προέμενος τὰ παρόντα, καὶ ἀντικτώμενος τὰ ἐνδέοντα· ἀλλ’ ὅσῳπερ ἂν ἐλάττονος τιμῆς τὰ πολύτιμα πρίηται, τοσούτῳ χαίρει, ὡς λαμπροῦ αὐτῷ τοῦ συναλλάγματος γενομένου. Σὺ δὲ λυπῇ χρυσίον, καὶ ἀργύριον, καὶ κτήματα διδοὺς, τουτ‐
40έστι λίθους καὶ χοῦν παρεχόμενος, ἵνα κτήσῃ τὴν μακαρίαν ζωήν; Τί δὲ καὶ χρήσῃ τῷ πλούτῳ; ἐσθῆτι πολυτιμήτῳ περιβαλεῖς σεαυτόν; Οὔκουν δύο μέν σοι πηχῶν χιτωνίσκος ἀρκέσει, ἑνὸς δὲ ἱματίου περι‐ βολὴ πᾶσαν τῶν ἐνδυμάτων ἐκπληρώσει τὴν χρείαν;
45Ἀλλ’ εἰς τροφὴν καταχρήσῃ τῷ πλούτῳ; εἷς ἄρτος ἱκανὸς ἀποπληρῶσαι γαστέρα. Τί οὖν λυπῇ; ὡς τίνος ὑστερούμενος; Δόξης τῆς ἀπὸ τοῦ πλούτου; ἀλλ’ ἐὰν μὴ χαμαὶ ζητήσῃς τὴν δόξαν, εὑρήσεις τὴν ἀληθινὴν καὶ λαμπρὰν, προάγουσάν σε εἰς τὴν βασι‐

32

.

1153

(50)

λείαν τῶν οὐρανῶν. Σκορπιζόμενος γὰρ ὁ πλοῦτος,
καθ’ ὃν ὁ Κύριος ὑποτίθεται τρόπον, πέφυκε παρα‐

32

.

1156

μένειν· συνεχόμενος δὲ, ἀλλοτριοῦσθαι. Ἐὰν φυλάσ‐ σῃς, οὐχ ἕξεις· ἐὰν σκορπίζῃς, οὐκ ἀπολέσεις. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὥστε
5οἰκονομικὴν τοῦ πλούτου τὴν χρῆσιν, ἀλλ’ οὐκ ἀπο‐ λαυστικὴν, τοὺς σωφρόνως λογιζομένους νομίζειν προσῆκε, καὶ ἀποτιθεμένους χαίρειν, ὡς ἀλλοτρίων χωριζομένους, ἀλλ’ οὐχὶ δυσχεραίνειν, ὡς τῶν οἰκείων ἐκπίπτοντας. Τί οὖν λυπῇ; τί καταπενθεῖς τῇ ψυχῇ,
10ἀκούων· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς; Εἰ μὲν γὰρ ἠκολούθει σοι πρὸς τὸ μέλλον, οὐδ’ οὕτως ἂν ἦν περισπούδαστα, ὑπὸ τῶν ἐκεῖ τι‐ μίων ἐπισκοτούμενα· εἰ δὲ ἀνάγκη μένειν ἐνταῦθα, τί μὴ πωλήσαντες, τὸ ἀπ’ αὐτῶν κέρδος ἀπενεγκώ‐
15μεθα; Ὁ μὲν γὰρ κακῶς τοῖς οὖσι κεχρημένος, ἐλεεινὸς, ὡς ὁ τῷ ξίφει ὃ ἔλαβε πρὸς τὴν τῶν πολε‐ μίων ἄμυναν, τούτῳ ἑκουσίως ἑαυτὸν κατατιτρώ‐ σκων· ὁ δὲ καλῶς καὶ κατὰ τὸν ὀρθὸν λόγον τὰ προσ‐ όντα μεταχειρίζων, καὶ οἰκονόμος τῶν παρὰ τοῦ
20Θεοῦ δεδομένων γινόμενος, μὴ οὐχὶ πρὸς ἰδίαν ἀπό‐ λαυσιν θησαυρίζων, ἐπαινεῖσθαι καὶ ἀγαπᾶσθαι δί‐ καιός ἐστι, διὰ τὸ φιλάδελφον καὶ κοινωνικὸν τοῦ τρόπου. Ὁρᾶτε, ὡς τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημά‐
25των καὶ τὰς ὥρας τῶν οἰκείων ἐξήγαγε φύσεων, καὶ τῶν καιρῶν τὰς ἰδέας εἰς ἀλλοκότους κράσεις δι‐ ήμειψε. Πάντα γὰρ καινῶς ὑπερβάντα τοὺς ὅρους τῆς κτίσεως, καὶ κακῶς εἰς τὴν καθ’ ἡμῶν συμφω‐ νήσαντα βλάβην, τοῦ βίου καὶ τῆς ζωῆς τοὺς ἀν‐
30θρώπους ἐλαύνουσι. Τίς οὖν τῆς ἀταξίας καὶ τῆς συγχύσεως ἡ αἰτία; Ὅτι λαμβάνοντες ἡμεῖς, ἄλλοις οὐ παρέχομεν· τὴν εὐεργεσίαν ἐπαινοῦμεν, καὶ ταύ‐ της ἀποστεροῦμεν τοὺς δεομένους. Δοῦλοι ὄντες ἐλευθερούμεθα, καὶ ὁμοδούλους οὐκ οἰκτείρομεν·
35πεινῶντες τρεφόμεθα, καὶ τὸν ἐνδεῆ παρατρέχομεν. Ἀνενδεῆ χορηγὸν καὶ ταμίαν ἔχοντες, φειδωλοὶ ἐγε‐ νόμεθα καὶ ἀκοινώνητοι πρὸς τοὺς πένητας· πολύ‐ τοκα ἡμῶν τὰ πρόβατα, καὶ οἱ γυμνοὶ τῶν προβά‐ των πλείους. Αἱ ἀποθῆκαι τῷ πλήθει τῶν ἀποκει‐
40μένων στενοῦνται, καὶ τὸν ἐστενωμένον οὐκ ἐλεοῦμεν. Πένης εἶ; ἀλλ’ ἄλλον ἔχεις πάντως πενέστερον. Σοὶ δέκα ἡμερῶν τὰ σιτία, ἐκείνῳ μιᾶς. Ὡς καλὸς καὶ εὐγνώμων, τὸ σὸν περιττὸν ἐπανίσωσον πρὸς τὸν ἐνδεῆ. Μὴ ὀκνήσῃς ἐκ τοῦ ὀλίγου δοῦναι· μὴ προ‐
45τιμήσῃς τὸ σὸν συμφέρον ἐκ τοῦ κοινοῦ κινδύνου. Κἂν εἰς ἕνα ἄρτον περιστῇ ἡ τροφὴ, ἐπιστῇ δὲ ταῖς θύραις ὁ ζητῶν, προκόμισον ἐκ τοῦ ταμιείου τὸν ἕνα, καὶ ἐπιθεὶς ταῖς χερσὶ, πρὸς οὐρανὸν ἀνατείνας, εἰπὲ λόγον ἐλεεινὸν ὁμοῦ καὶ εὐγνώμονα· Εἷς ἄρτος

32

.

1156

(50)

ὃν ὁρᾷς, Κύριε, καὶ ὁ κίνδυνος προφανὴς, ἀλλ’ ἐγὼ

32

.

1157

τὴν σὴν ἐντολὴν ἐμοῦ προτίθημι, καὶ ἐκ τοῦ ὀλίγου δίδωμι τῷ λιμώττοντι ἀδελφῷ· δὸς δὴ καὶ σὺ τῷ κινδυνεύοντι δούλῳ. Οἶδά σου τὴν ἀγαθότητα, θαῤῥῶ καὶ τῇ δυνάμει· οὐχ ὑπερτίθεσαι εἰς χρόνον τὰς
5χάριτας, ἀλλὰ σκεδαννύεις, ὅταν ἐθέλῃς, τὰς δωρεάς. Κἂν οὕτως εἴπῃς καὶ πράξῃς, ὃν δίδως ἐκ τῆς στε‐ νώσεως ἄρτον, σπέρμα γίνεται γεωργίας, καὶ πολύ‐ χουν ἀπογεννᾷ τὸν καρπόν.
10 Σὺ δὲ λέγεις μὲν ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυ‐ τὸν, τὸ δὲ παρὰ τοῦ Κυρίου λεχθὲν ἐλέγχει σε τῆς ἀληθινῆς ἀγάπης ἀπολειπόμενον. Εἰ γὰρ τοσοῦτον ἀπέδωκας ἑκάστῳ ὅσον καὶ σεαυτῷ, πόθεν σοι ἡ τῶν χρημάτων τοσαύτη περιουσία; Ὁ γὰρ ἀγαπῶν τὸν
15πλησίον ὡς ἑαυτὸν, οὐδὲν περισσότερον κέκτηται τοῦ πλησίον. Ἐπεὶ δὲ κέκτησαι σὺ, φαίνῃ δηλῶν τὴν οἰκείαν ἀπόλαυσιν προτιμοτέραν τῆς τῶν πολ‐ λῶν παραμυθίας ποιούμενος· ὅσον γὰρ πλεονάζεις τῷ πλούτῳ, τοσοῦτον ἐλλείπεις τῇ ἀγάπῃ. Εἰ γὰρ
20ἠγαπήκεις σου τὸν πλησίον, πάλαι ἂν ἐμελέτησας τῶν χρημάτων τὴν ἀλλοτρίωσιν· νυνὶ δὲ προσπέφυκέ σοι τὰ χρήματα πλέον ἢ τὰ μέλη τοῦ σώματος, καὶ λυπεῖ σε αὐτῶν ὁ χωρισμὸς, ὡς ἀκρωτηριασμὸς τῶν καιρίων. Εἰ γὰρ ἠμφίεσας γυμνὸν, εἰ ἔδωκας
25πεινῶντι τὸν ἄρτον σου, εἰ ἡ θύρα σου ἀνέῳκτο παντὶ ξένῳ, εἰ ἐγένου πατὴρ ὀρφανῶν, εἰ παντὶ συνέπασχες ἀδυνάτῳ· ὑπὲρ ποίων ἂν ἐλυπήθης χρη‐ μάτων, πάλαι μελετήσας αὐτὰ διανέμειν τοῖς ἐν‐ δεέσιν; Ὢ πόσην ἔδει σε χάριν ἔχειν τῷ εὐεργέτῃ,
30καὶ φαιδρὸν εἶναι, καὶ λαμπρύνεσθαι τῇ τιμῇ, ὅτι οὐκ αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς σὰς ἄλλοι καταλαμβάνουσι! Συμμεριστὰς ποίησαι τῶν σιτίων τοὺς ἀδελφούς. Τὸ αὔριον σηπόμενον σήμε‐ ρον παράσχου τῷ δεομένῳ. Πλεονεξίας εἶδος τὸ χαλε‐
35πώτατον, μηδὲ τῶν φθειρομένων μεταδιδόναι τοῖς ἐνδεέσιν. Εἰ ὁ τὸν ἐνδεδυμένον ἀπογυμνῶν, λωποδύτης ὀνομασθήσεται· ὁ τὸν γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο ποιεῖν, ἄλλης τινός ἐστι προσ‐ ηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος, ὃν σὺ
40κατέχεις· τοῦ γυμνητεύοντος τὸ ἱμάτιον, ὃ σὺ φυ‐ λάσσεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ ὑπόδημα, ὃ παρὰ σοὶ κατασήπεται· τοῦ χρῄζοντος τὸ ἀργύριον, ὃ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς, ὅσοις παρέχειν ἐδύνασο. Πῶς σοι ὑπ’ ὄψιν ἀγάγω τὰ πά‐
45θη τοῦ πένητος, ἵνα γνῷς ἀπὸ ποταπῶν στεναγμῶν σεαυτῷ θησαυρίζεις; Ὢ πόσου ἄξιόν σοι φανεῖται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τὸ ῥῆμα ἐκεῖνο, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν! Ποταπὴ δέ

32

.

1157

(50)

σοι φρίκη, καὶ ἱδρὼς, καὶ σκότος περιχυθήσεται ἀκούοντι τῆς καταδίκης, Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ
κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοι‐

32

.

1160

μασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ! Οὔτε γὰρ ἡ ἐλεημοσύνη ἄκριτος παρὰ Θεῷ, οὔτε ἡ κρίσις ἀνελεήμων. Πρὸ μὲν γὰρ τῆς κρίσεως ἀγαπᾷ ἐλεημοσύνην, καὶ μετὰ τὴν ἐλεημοσύνην ἔρχεται ἐπὶ
5τὴν κρίσιν. Ταῦτα δὲ ἀλλήλοις συνέζευκται, ὁ ἔλεος μετὰ τῆς κρίσεως, ἵνα μήτε ὁ ἔλεος μόνος χαυνότητα ἐμποιήσῃ, μήτε μόνη ἡ κρίσις ἀπόγνωσιν ἐνεργά‐ σηται. Εἰ οὐκ ἐφόνευσας, οὔτε ἐμοίχευσας, οὔτε ἔκλε‐
10ψας, οὔτε κατεμαρτύρησάς τινος μαρτυρίαν ψευδῆ· ἀνόνητον σεαυτῷ ποιεῖς τὴν περὶ ταῦτα σπουδὴν, μὴ προστιθεὶς τὸ λεῖπον, δι’ οὗ μόνου δυνήσῃ εἰσ‐ ελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ εἰ μὲν ἰατρὸς ἐπηγγέλλετο κολοβώματα μελῶν, ἐκ φύσεως ἢ ἐξ
15ἀῤῥωστίας προσόντα σοι, διορθώσασθαι, οὐκ ἂν ἠθύ‐ μεις ἀκούων· ἐπεὶ δὲ ὁ μέγας τῶν ψυχῶν ἰατρὸς τέλειόν σε διὰ τῆς ἐλεημοσύνης ποιῆσαι βούλεται τοῖς καιριωτάτοις ἐλλείποντα, οὐ δέχῃ τὴν χάριν, ἀλλὰ πενθεῖς καὶ σκυθρωπάζεις ὀδυνώμενος τὴν ψυχὴν,
20καὶ ποιεῖς σεαυτῷ ἄχρηστα πάντα ὅσα σοι προπε‐ πόνηται. Οὐ φιλοπονήσεις περὶ σεαυτοῦ; οὐκ ἐν τῷ παρόντι αἰῶνι προαποθήσεις τὰς τοῦ μέλλοντος ἀνα‐ παύσεις, πρὸς τὸ ὑπόδειγμα τοῦ μύρμηκος ἀποβλέ‐ ψας; ὃς ἐν θέρει τὴν χειμέριον τροφὴν ἑαυτῷ θησαυ‐
25ρίζει, καὶ οὐχ ὅτι μήπω πάρεστι τὰ τοῦ χειμῶνος λυπηρὰ, διὰ ῥᾳθυμίας παραπέμπει τὸν χρόνον, ἀλλὰ σπουδῇ τινι ἀπαραιτήτῳ πρὸς τὴν ἐργασίαν ἑαυτὸν κατατείνει, ἕως ἂν τὴν ἀρκοῦσαν τροφὴν ἐναπόθηται τοῖς ταμιείοις· καὶ οὐδὲ τοῦτο ῥᾳθύμως, ἀλλὰ σοφῇ
30τινι ἐπινοίᾳ τὴν τροφὴν ἐπιπλεῖστον διαρκεῖν μηχα‐ νώμενος. Διακόπτει γὰρ ταῖς ἑαυτοῦ χηλαῖς τῶν καρπῶν τὸ μεσαίτατον, ὡς ἂν μὴ ἐκφυέντες ἄχρη‐ στοι πρὸς τροφὴν αὐτῷ γένοιντο· καὶ διαψύχει τού‐ τους, ὅταν αἴσθηται αὐτῶν διαβρόχων· καὶ οὐκ ἐν
35παντὶ προβάλλει καιρῷ, ἀλλ’ ὅταν προαίσθηται τοῦ ἀέρος ἐν εὐδινῇ καταστάσει φυλαττομένου. Ἀμέλει οὐκ ἂν ἴδοις ὄμβρον ἐκ νεφῶν ἐπιῤῥυέντα, παρ’ ὅσον χρόνον ἐκ τῶν μυρμήκων ὁ σῖτος προβέβληται. Μί‐ μησαι τὴν γῆν, ἄνθρωπε, καρποφόρησον ὡς ἐκείνη,
40μὴ χείρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν γὰρ τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν, ἀλλ’ εἰς τὴν σὴν ὑπηρεσίαν ἐξέθρεψε. Σὺ δὲ ὃν ἂν ἐπιδείξῃ τῆς εὐ‐ ποιίας καρπὸν, σεαυτῷ τοῦτον συνάγεις, διότι τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπανα‐
45στρέφουσιν. Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν, μετὰ προσθήκης ἐπανελθόν. Ὥσπερ γὰρ ὁ σῖτος εἰς τὴν γῆν πεσὼν, κέρδος τῷ προεμένῳ γίνε‐ ται· οὕτως ὁ ἄρτος εἰς τὸν πεινῶντα καταβλη‐ θεὶς πολύχουν τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδί‐

32

.

1160

(50)

δωσιν Ἐὰν παραστῇ τῇ θύρᾳ σου ὁ τὴν χρείαν αὐτοῦ ἐπανορθωθῆναι ζητῶν, μὴ ἀνώμαλα ἴδῃς. Μὴ εἴπῃς· Οὗτος φίλος, οὗτος συγγενὴς, οὗτος εὐεργέτης· ἐκεῖ‐ νος ξένος, ἀλλότριος, ἄγνωστος. Ἀνώμαλα βλέπων,
55οὐκ ἐλεηθήσῃ. Φύσις μία· ἄνθρωπος, καὶ οὗτος
κἀκεῖνος· χρεία μία, ἔνδεια ἐν ἀμφοτέροις ἡ αὐτή.

32

.

1161

Δὸς τῷ ἀδελφῷ, καὶ τῷ ξένῳ· μήτε τὸν ἀδελφὸν ἀποστραφῇς, καὶ τὸν ξένον ἀδελφὸν οἰκεῖον ποίησαι. Βούλεταί σε παραμυθητικὸν εἶναι τῶν δεομένων, οὐ προσωπολήπτην· οὐ τῷ συγγενεῖ διδόντα, τὸν δὲ
5ξένον ἀπωθούμενον. Πάντες γὰρ συγγενεῖς, πάντες ἀδελφοὶ, πάντες ἑνὸς πατρὸς ἔκγονοι. Εἰσί τινες ἐξ ἐπικρατείας κινδύνου τινὸς ἀναρπασθέντες ὑπὸ τοῦ κτίσαντος, καὶ μηδεμίαν ἔχοντες περιλελειμμένην αὐτοῖς βίου λοιπὸν ἀφορμὴν, ἀλλὰ μόνῃ τῇ ψυχῇ
10καὶ τῷ σώματι διαφυγόντες αὐτόν. Ἡμεῖς τοίνυν, ὅσοι τῆς τῶν δυσχερῶν ἄγευστοι πείρας ἐμείναμεν, κοινὴν ἐκείνοις προθῶμεν τὴν εὐπορίαν ἑαυτῶν. Ἐναγκαλισώμεθα τοὺς περισωθέντας μόλις τῶν ἀδελφῶν· εἴπωμεν πρὸς ἕκαστον ἕκαστος· Νεκρὸς
15ἦν, καὶ ἀνέζησε· καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη· καὶ τὸ συγγενὲς σῶμα σκεπάσωμεν. Ἀντιστήσωμεν ταῖς τοῦ Δυσμενοῦς ἐπηρείαις τὴν ἡμετέραν παρά‐ κλησιν, ἵνα καὶ βλάπτων ἐκεῖνος μηδὲν μέγα βλάψαι δοκῇ· καὶ πολεμήσας, μηδένα δείξῃ νενικημένον·
20καὶ περιελὼν τὴν εὐπορίαν τῶν ἀδελφῶν, ὑπὸ τῆς ἡμετέρας φιλοτιμίας φανείη νικώμενος. Διὰ μὲν γὰρ τὴν ἀγάπην, ἐν ἁπλότητι καὶ ἀνει‐ μένον εἶναι πρὸς τοὺς αἰτοῦντας τὸν μεταδοτικὸν δεῖ, κατὰ τὸ φάσκον παράγγελμα· Τῷ αἰτοῦντί σε,
25δός· λογισμῷ δὲ πάλιν διακρίνειν ἑκάστου τὴν χρείαν τῶν προσαιτούντων, καθὼς ἐν ταῖς Πράξεσι μεμα‐ θήκαμεν. Διεδίδοτο γὰρ ἑκάστῳ, φησὶ, καθ’ ὅ τι ἄν τις χρείαν εἶχεν. Ἐπειδὴ γὰρ πολλοὶ ὑπερβαί‐ νοντες τὴν χρῆσιν τῶν ἀναγκαίων, ἀφορμὴν ἐμπο‐
30ρείας καὶ ὑπόθεσιν τρυφῆς ἀσελγοῦς ποιοῦνται τὴν αἴτησιν, ἐπιστημόνως καὶ οἰκονομικῶς ταῖς χρείαις ἑκάστου τὴν διανομὴν τῶν ἀναγκαίων γίνεσθαι δεῖ. Τοῖς γὰρ δὴ τὰ θρηνώδη μέλη πρὸς τὴν τῶν γυναικῶν ἀπάτην συντιθεῖσι, καὶ τὰ πηρώματα τοῦ σώματος
35καὶ τὰ ἕλκη πρὸς ἐμπορείας ἀφορμὴν συντιθεῖ‐ σιν, οὐ πάντως τὸ δαψιλὲς τῆς διακονίας ὠφέλι‐ μον· ἀφορμὴ γὰρ αὐτοῖς εἰς κακίαν ἡ χορηγία γε‐ νήσεται· ἀλλὰ μικρᾷ δόσει χρὴ τὴν τῶν τοιούτων ὑλακὴν ἀπωθεῖσθαι, τὸ δὲ συμπαθὲς καὶ φιλάδελφον
40ἐπιδείκνυσθαι ἐν τοῖς μεθ’ ὑπομονῆς τὴν θλίψιν φέρειν δεδιδαγμένοις, ὑπὲρ ὧν καὶ λεχθήσεται, ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Διὰ τοῦτο τῷ ὄντι ἐμπειρίας χρῄζει ἡ διάγνωσις τοῦ ἀληθῶς δεο‐ μένου, καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. Καὶ ὁ
45μὲν τῷ θλιβομένῳ δοὺς, τῷ Κυρίῳ ἔδωκε, καὶ παρ’ αὐτοῦ λήψεται τὸν μισθόν· ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ, προσέῤῥιψε κυνὶ φορτικῷ διὰ τὴν ἀναίδειαν; οὐκ ἐλεεινῷ διὰ τὴν ἔνδειαν. Ἀκούσατε, οἱ πλούσιοι, ὁποῖα συμβουλεύομεν

32

.

1161

(50)

τοῖς πτωχοῖς διὰ τὴν ὑμετέραν ἀπανθρωπίαν, ἐγκαρ‐
τερεῖν μᾶλλον τοῖς δεινοῖς, ἢ τὰς ἐκ τῶν τόκων συμ‐

32

.

1164

φορὰς ὑποδέχεσθαι. Εἰ δὲ ἐπείθεσθε τῷ Κυρίῳ, τίς χρεία τῶν λόγων τούτων; Δανείζετε γὰρ, φησὶ, παρ’ ὧν οὐκ ἐλπίζετε λαβεῖν. Ὅταν γὰρ πτωχῷ παρέχειν μέλλῃς διὰ τὸν Κύριον, τὸ αὐτὸ καὶ
5δῶρόν ἐστι καὶ δάνεισμα· δῶρον μὲν, διὰ τὴν ἀνελ‐ πιστίαν τῆς ἀπολήψεως· δάνεισμα δὲ, διὰ τὴν μεγα‐ λοδωρεὰν τοῦ Δεσπότου, τοῦ ἀποτιννύντος ὑπὲρ αὐ‐ τοῦ· ὃς μικρὰ λαβὼν διὰ τοῦ πένητος, μεγάλα ὑπὲρ αὐτῶν ἀποδίδωσι. Σκοπείτω τοίνυν τοὺς ἰδίους πόρους
10τῶν πλουτούντων ἕκαστος, ἐξ ὧν ἀναφέρειν δῶρα μέλλει Θεῷ, μὴ τὸν πένητα κατεδυνάστευσε, μὴ τὸν ἀσθενέστερον ἐβιάσατο, μὴ τὸν ὑποκείμενον αὐτῷ πε‐ πλεονέκτηκεν, ἐξουσίᾳ χρώμενος ἀντὶ δικαιοσύνης. Τὸ δίκαιον γὰρ καὶ τὴν ἰσότητα κελευόμεθα φυλάτ‐
15τειν καὶ πρὸς τοὺς δούλους. Μὴ γὰρ ὅτι κρατεῖς, βιάζου· μηδὲ ὅτι δύνασαι, πλεονέκτει· ἀλλ’ ὅτι πάρεστί σοι τὰ τῆς ἐξουσίας, δεῖξον τὰ τῆς δικαιο‐ σύνης. Οὐ γὰρ ἐν ᾧ μὴ δύνασαι, παρέξεις τὴν ἀπόδειξιν τῆς πρὸς Θεὸν ὑπακοῆς καὶ τοῦ φό‐
20βου· ἀλλ’ ἐν ᾧ παραβῆναι δυνάμενος, οὐ παρα‐ βαίνεις. Εἰ δὲ ἀφελόμενος τὰ τῶν πενήτων, πένησι δίδως, κάλλιον ἦσθα μήτε ἁρπάζων μήτε διδούς. Οὔτε γὰρ ἐξ ἀδίκων κερδῶν εὐεργεσία πρὸς τὸν δεό‐ μενον δεκτὴ παρὰ Θεῷ, οὔτε ὁ τῶν ἀδικιῶν ἀπεχό‐
25μενος ἐπαινετὸς, εἰ μηδενὶ μεταδοίη τῶν ἑαυτοῦ. Περὶ μὲν γὰρ τῶν ἀδικούντων, καὶ δῶρα Θεῷ προσ‐ φέρειν ἐπιχειρούντων, γέγραπται· Θυσία ἀσεβῶν, βδέλυγμα Κυρίῳ· περὶ δὲ τῶν μὴ ἐλεούντων· Ὁ φράσσων τὰ ὦτα αὐτοῦ τοῦ μὴ ὑπακοῦσαι πένη‐
30τος, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ὑπακούων. Διὰ τοῦτο ἡ Παροιμία συμβουλεύει· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρ‐ χου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Εἰ γὰρ ἐξ ἀδικίας καὶ ἁρπαγῆς μέλλεις προσφέρειν τῷ Θεῷ,
35κάλλιον μήτε κτήσασθαι τοιαύτην κτῆσιν, μήτε προσ‐ φέρειν ἐξ αὐτῆς. Καθαρὸν γὰρ δῶρον ἀνοίσει τὴν εὐχὴν, ὡς γέγραπται· Εὐχαὶ κατευθυνόντων, δεκταὶ παρ’ αὐτῷ. Καὶ πάλιν, εἰ κτώμενος ἐκ δι‐ καίων πόνων μὴ προσφέροις Θεῷ προσφορὰς ἀφ’ ὧν
40τρέφονται πένητες, ἁρπαγὴ λογισθήσεταί σοι, καθά φησι διὰ τοῦ προφήτου Μαλαχίου ὁ Θεός· Αἱ ἀπαρ‐ χαὶ καὶ τὰ ἐπιδέκατα ὑμῶν μεθ’ ὑμῶν εἰσι, καὶ ἔσται ἡ διαρπαγὴ ἐν τοῖς οἴκοις ὑμῶν. Τί τοίνυν μολύνεις τὸν σαυτοῦ πλοῦτον, ἄνθρωπε, ἐπεισάγων
45αὐτῷ τὰ μὴ δίκαια κέρδη; τί βδελυκτὴν ποιεῖς τὴν σαυτοῦ προσφορὰν, ἐξ ἀδικίας προσφέρειν ἐπιχει‐ ρῶν, ἐν ᾧ μέλλεις ἕτερον πτωχὸν ἐλεεῖν; Ἐκεῖνον ἐλέησον ὃν ἀδικεῖς· εἰς τοῦτον κατάχρησαι τῇ φιλαν‐ θρωπίᾳ· τούτῳ χάρισαι, καὶ πληρώσεις ἔλεον μετὰ

32

.

1164

(50)

κρίσεως. Οὐ γὰρ κοινωνήσει πλεονεξίᾳ Θεὸς, οὐδὲ λῃστῶν καὶ ἁρπακτῶν κοινωνὸς ὁ Κύριος· οὐδὲ ὡς
ἀδύνατος τρέφειν τοὺς πένητας, ἡμῖν κατέλιπε τρέ‐

32

.

1165

φειν αὐτοὺς, ἀλλὰ τὴν δικαίαν καὶ φιλάνθρωπον καρ‐ ποφορίαν παρ’ ἡμῶν ζητῶν, εἰς ἡμετέραν εὐεργεσίαν. Ἐλεημοσύνη ἐξ ἀδικίας οὐ γίνεται, οὐδὲ ἐκ κατάρας εὐλογία, οὐδὲ ἐκ δακρύων εὐεργεσίαι. Κενοδοξίαι τὰ
5τοιαῦτα, καὶ πρὸς τοὺς ἐξ ἀνθρώπων ἐπαίνους, οὐ πρὸς τὸν ἔπαινον τὸν ἐκ Θεοῦ. Ἐὰν γὰρ, ὡς Θεοῦ τὴν ἐλεη‐ μοσύνην ὁρῶντος, ποιῇς αὐτὴν, φυλάξῃ μὴ ποιεῖν ἐκ πλεονεξίας, εἰδὼς ὅτι τὸν ἐπόπτην Θεὸν οὐκ εὐφραί‐ νεις. Οὕτως οὖν ἐλεημοσύνην ποιῶμεν, ἵνα ἀπολάβω‐
10μεν παρὰ Θεοῦ· ἀποδίδωσι δὲ ὁ Θεὸς ἐκείνοις, οὓς ἐπαι‐ νεῖ, ἐπαινεῖ δὲ πλεονέκτην οὐδένα. Μὴ πλανᾶσθε· οὐκ ἄλλως ἀποδέξεται Χριστὸς τὰς εἰς τοὺς πτω‐ χοὺς φιλοτιμήσεις, εἰ μὴ λυθεῖεν αἱ κατὰ τῶν ἀδι‐ κηθέντων πλεονεξίαι. Οὕτως ὁ Κύριος ἀπεδέξατο τοῦ
15Ζακχαίου τὴν ὀρθότητα, καὶ ἔφη· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο· ὅτι προθέμενος ἀποδοῦναι τετραπλάσιον, εἴ τι ἐσυκοφάντησεν, οὕτω τῶν ὑπο‐ λειπομένων χρημάτων τὰ ἡμίση πτωχοῖς ἀπεμέρι‐ σεν. ᾜδει γὰρ ὅτι Χριστὸν ὑποδέξασθαι βούλεται.
20Δῶμεν τοιγαροῦν ἐξουσίαν, ἀδελφοὶ, ὑπερχεθῆναι βουλομένῳ πρὸς τοὺς δεομένους τῷ πλούτῳ· μὴ παραδράμωμεν τοὺς ἐν ὀφθαλμοῖς ἡμῶν ἔτι καὶ νῦν κειμένους Λαζάρους· μηδὲ τῶν ψιχίων τῆς ἡμετέρας τραπέζης ἀρκούντων αὐτοῖς εἰς κόρον βασκήνωμεν,
25μηδὲ τὸν ἀνήμερον ἐκεῖνον ζηλώσαντες πλούσιον, πρὸς τὴν αὐτὴν ἐκείνῳ τῆς γεέννης φλόγα μετέλθω‐ μεν. Ἐπεὶ πολλὰ μὲν τοῦ Ἀβραὰμ δεηθησόμεθα τότε, πολλὰ δὲ ἑκάστου τῶν βεβιωκότων καλῶς· οὐδὲν δὲ ἔσται κέρδος ἡμῖν τῆς βοῆς. Ἀδελφὸς γὰρ
30οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἐρεῖ δὲ ἕκαστος ἐκείνων ἡμῖν κεκραγώς· Μὴ ζήτει φιλ‐ ανθρωπίαν, ἣν αὐτὸς ἐφ’ ἑτέρων ἠγνόησας, μηδὲ βούλου λαβεῖν οὕτω μεγάλα, σὺ τῶν ἐλαττόνων φει‐ σάμενος· ἀπόλαυε τούτων ὧν ἐν τῷ βίῳ συνέλεξας.
35Δάκρυε νῦν, ἐπειδὴ τότε δακρύοντα τὸν ἀδελφὸν ὁρῶν οὐκ ἠλέησας. Ταῦτα ἐροῦσι, καὶ δικαίως, ἡμῖν. Δέ‐ δοικα δὲ ἐγὼ, μὴ καὶ πικροτέροις ἡμᾶς τούτων βά‐ λωσι ῥήμασιν, ἐπειδὴ καὶ νικῶμεν ἐκεῖνον, ὡς ἴστε, τῇ πονηρίᾳ τὸν πλούσιον. Ὅτι κόλακες μὲν καὶ
40παράσιτοι, μετὰ τὸ λαμπρῶς ἑστιαθῆναι παρ’ ἡμῖν, καὶ τὰς χεῖρας πεπληρωμένας πολυτελῶν δώρων κατάγουσι, καὶ μανθάνουσι παρ’ ἡμῶν, ὅτι λυσιτελεῖ μᾶλλον τῶν ἀρετῶν τὰ τοιαῦτα μετιέναι καὶ πράτ‐ τειν αὐτοῖς. Εἰ δὲ παρασταίη πένης ἡμῖν, μόλις
45ὑπὸ τοῦ λιμοῦ φθεγγόμενος, ἀποστρεφόμεθα, μετὰ σπουδῆς ἀποτρέχομεν, ὥσπερ δεδοικότες, μὴ καὶ τῆς δυσπραγίας αὐτῆς ἐκ τοῦ σχολαίτερον βαδίσαι μετά‐ σχωμεν. Καὶ εἰ μὲν εἰς γῆν νεύσοι τὴν συμφορὰν αἰσχυνόμενος, ὑποκρίσεως εἶναι λέγομεν ἐργάτην

32

.

1165

(50)

αὐτόν· εἰ δὲ μετὰ παῤῥησίας προσβλέψοι διὰ τὸ βαρὺ τοῦ λιμοῦ κέντρον ἡμᾶς, ἀναιδῆ πάλιν καλοῦμεν καὶ βίαιον. Καὶ εἰ μὲν τύχοι καλυπτόμενος ὑγιέσιν ἐσθήμασι δεδωκότος τινὸς, ὡς ἄπληστον ἀπελαύνο‐
μεν, καὶ ὀμνύμεθα προσποιεῖσθαι πενίαν αὐτόν· εἰ

32

.

1168

δὲ σκεπάζοιτο σεσηπόσι ῥακίοις, ὡς ὀδωδότα πάλιν διώκομεν. Καὶ οὔτε τὸ τοῦ κτίσαντος ὄνομα ταῖς ἱκετηρίαις ἐκεῖνος ἀναμιγνὺς, οὔτε τὸ μὴ τοιού‐ τοις πάθεσι περιπεσεῖν ἡμᾶς ἐξορκῶν συνεχῶς, δύ‐
5ναται τὴν ἀνελεῆ κάμψαι προαίρεσιν. Διὰ ταῦτα ὑφ‐ ορῶμαι βαρύτερον τῆς γεέννης τὸ πῦρ, ἥπερ ἐκεῖνος ὁ τὸν Λάζαρον ὑπεριδὼν πλούσιος. Ἵνα δὲ μὴ τοῦτο γένη‐ ται, τῷ ἐλέῳ τὸν ἔλεον προσκτησώμεθα, ὅπως καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ
10τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19tΠΕΡΙ ΠΛΟΥΤΟΥ ΚΑΙ ΠΕΝΙΑΣ.
20tΛΟΓΟΣ Εʹ.
21 Τὰ φρέατα ἐξαντλούμενα, εὐροώτερα γίνεται· καὶ πλούτου τὸ μὲν στάσιμον, ἄχρηστον· τὸ δὲ κι‐ νούμενον καὶ μεταβαῖνον, κοινωφελές τε καὶ ἔγκαρ‐ πον. Καὶ θαυμάζειν μοι ἔπεισι, πῶς μετὰ τὴν περιτ‐
25τὴν καὶ ἄχρηστον τῶν ἀναλωμάτων ἐπίνοιαν, ἐπει‐ δὰν εἰς μυρία διασπασθεὶς ὁ πλοῦτος ἔτι περισσεύῃ, κατὰ γῆς ὠθεῖται παρὰ τοῦ ἔχοντος, καὶ ἐν ἀποῤῥή‐ τοις φυλάσσεται. Βαβαί! ὅτε οὐκ ἠδυνήθη ταῖς μυ‐ ρίαις ἐπινοίαις ἐκδαπανῆσαι τὸν πλοῦτον, τότε αὐ‐
30τὸν εἰς τὴν γῆν ἀπεκρύψατο. Καὶ δοκεῖ μοι τὸ πάθος τῆς τοῦ πλουσίου ψυχῆς τῷ τῶν γαστριμάργων προσ‐ εοικέναι, οἳ διαῤῥαγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἤ τι τῶν λειψάνων μεταδοῦναι τοῖς ἐν‐ δεέσι. Τοιοῦτος ὁ ἐν τῷ Εὐαγγελίῳ πλούσιος. Παρέ‐
35στησαν οἱ τὴν ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ διελέγετο. Ταύτῃ τῇ νυκτὶ παρε‐ λαμβάνετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυσιν ἐφαν‐ τάζετο. Μανία δεινή· ἕως μὲν ἐν μετάλλοις ἦν ὁ χρυσὸς, ἀνηρεύνα τὴν γῆν· ὅτε φανερὸς ἐγένετο,
40πάλιν αὐτὸν ἐν τῇ γῇ ἀφανίζει. Εἶτ’ οἶμαι συμβαί‐ νειν τῷ κατορύσσοντι τὸν πλοῦτον, συγκατορύσσειν καὶ τὴν καρδίαν· Ὅπου γὰρ ὁ θησαυρός σου, φησὶν, ἐκεῖ καὶ ἡ καρδία. Δεῦρο οὖν, ποικίλως διάθου τὸν πλοῦτον, ὦ πλούσιε. Μὴ βαρύτιμος ἔσο·
45μὴ ἀνάμενε σιτοδείαν, ἵνα ἀνοίξῃς σιτοδοχεῖα· μὴ λιμὸν ἐκδέχου διὰ χρυσὸν, μὴ κοινὴν ἔνδειαν δι’ εὐ‐ πορίαν ἰδίαν. Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρω‐ πίνων· μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃς πε‐ ριουσίας χρημάτων. Σὺ γὰρ πρὸς μὲν τὸν χρυσὸν

32

.

1168

(50)

ἀποβλέπεις, τὸν δὲ ἀδελφόν σου οὐ προσβλέπεις·
καὶ τοῦ μὲν νομίσματος ἐπιγινώσκεις τὸ χάραγμα,

32

.

1169

καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον, τὸν δὲ ἀδελ‐ φὸν παρὰ τὴν χρείαν παντελῶς ἀγνοεῖς. Καὶ ἡ μὲν εὔχροιά σε τοῦ χρυσοῦ ὑπερήδει, ὅσος δέ σοι ἀκο‐ λουθεῖ τοῦ ἐνδεοῦς ὁ στεναγμὸς, οὐ λογίζῃ.
7 Καὶ τίνα, φησὶν, ἀδικῶ, συνέχων τὰ ἐμαυτοῦ; Ποῖα, εἰπέ μοι, σαυτοῦ; πόθεν αὐτὰ λαβὼν εἰς τὸν βίον εἰσήνεγκας; Ὥσπερ ἂν εἴ τις ἐν θεάτρῳ θέαν
10καταλαβὼν, εἶτα ἐξείργοι τοὺς ἐπιόντας, ἴδιον ἑαυ‐ τοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προ‐ κείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ κοινὰ προκατασχόντες, ἴδια ποιοῦνται διὰ τὴν πρό‐ ληψιν. Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ
15χρείας ἕκαστος κομιζόμενος, τὸ περιττὸν ἠφίει τῷ δεομένῳ, οὐδεὶς μὲν ἂν ἦν πλούσιος, οὐδεὶς δὲ ἐν‐ δεής. Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέφεις; Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις· ἄθεος εἶ, μὴ
20γνωρίζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδω‐ κότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λό‐ γον ἡμῖν δι’ ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται; Ἦ πάντως ἵνα καὶ σὺ χρηστότη‐
25τος καὶ πιστῆς οἰκονομίας μισθὸν δέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ. Ἀλλ’ ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη. Τοὺς γὰρ παῖδας προβάλ‐ λεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν
30ἀναίτιον· ἴδιον ἔχει Δεσπότην, ἴδιον οἰκονόμον· παρ’ οὗ τὴν ζωὴν ἐδέξατο, παρ’ αὐτοῦ τὰς ἀφορμὰς ἀναμενέτω τοῦ βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέλια; Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς.
35Ὅτε ᾔτεις παρὰ τοῦ Θεοῦ τὴν εὐπαιδίαν, ὅτε ἠξίου γενέσθαι παίδων πατὴρ, ἆρα προσετίθεις τοῦτο, Δός μοι τέκνα, ἵνα παρακούσω τῶν ἐντολῶν σου; δός μοι τέκνα, ἵνα μὴ φθάσω εἰς τὴν βασιλείαν τῶν οὐρα‐ νῶν; Τίς δὲ καὶ ἐγγυητὴς ἔσται τῆς τοῦ παιδὸς
40προαιρέσεως, ὅτι εἰς δέον χρήσεται τοῖς δοθεῖσι; πολλοῖς γὰρ ὁ πλοῦτος, ὑπηρέτης ἀκολασίας ἐγένετο. Ὅρα οὖν, μὴ μετὰ μυρίων πόνων τὸν πλοῦτον ἀθροί‐ σας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς διπλᾷ τιμωρούμενος, ὧν τε αὐτὸς ἠδίκησας,
45καὶ ὧν ἕτερον ἐφωδίασας. Οἱ μὲν γὰρ παῖδες παρὰ γονέων μηδὲν δεξάμενοι, ἑαυτοῖς πολλάκις οἴκους ἐποίησαν· ἡ ψυχὴ δὲ παρὰ σοῦ ἐγκαταλειφθεῖσα, παρὰ τίνος ἐλεηθήσεται; Τί τοίνυν τοσοῦτον ἐπτόη‐ σαι περὶ τὸν χρυσόν;
52 Τίς καλλωπιστὴς ἠδυνήθη μίαν ἡμέραν τῷ βίῳ προσθεῖναι; τινος ἐφείσατο θάνατος διὰ τὸν πλοῦ‐
τον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; Ἕως

32

.

1172

πότε χρυσὸς, τῶν ψυχῶν ἡ ἀγχόνη, τοῦ θανάτου τὸ ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; Ἕως πότε πλοῦτος, ἡ τοῦ πολέμου ὑπόθεσις, δι’ ὃν ἀκονᾶται ξίφη, δι’ ὃν συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, καὶ
5ἀδελφοὶ κατ’ ἀλλήλων φονικὸν βλέπουσι; Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; Τί πάσχετε, ὦ ἄνθρωποι, τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ’ ὑμῶν ἐπιβουλὴν
10περιέστρεψε; Μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρή‐ ματα, λύτρον ψυχῆς; μὴ γὰρ ἀφορμὴ ἀπωλείας; εἰ μὲν γὰρ ἐφόδιον πρὸς ἀδικίαν ὁ πλοῦτος, ἐλεεινὸς ὁ πλουτῶν· εἰ δὲ ὑπηρεσία πρὸς ἀρετὴν, οὐκ ἔχει χώραν ἡ βασκανία, κοινῆς τῆς ἀπ’ αὐτοῦ ὠφελείας
15ἅπασι προκειμένης. Διὰ τοῦτο προσήκει ἀπόντα τε μὴ ποθεῖν τὸν πλοῦτον, καὶ παρόντος, μὴ τῷ κεκτῆ‐ σθαι μᾶλλον φρονεῖν, ἢ τῷ εἰδέναι αὐτὸν διατίθεσθαι. Τὸ γὰρ τοῦ Σωκράτους εὖ ἔχει· ὃς μέγα φρονοῦντος πλουσίου ἀνδρὸς ἐπὶ τοῖς χρήμασιν, οὐ πρότερον αὐ‐
20τὸν θαυμάσειν ἔφη, πρὶν ἂν καὶ ὅτι κεχρῆσθαι τού‐ τοις ἐπίσταται πειραθῆναι. Ὁ γὰρ πλοῦτος καὶ ἡ ὑγίεια, ὑπηρεσία πολλάκις πρὸς ἁμαρτίαν τοῖς κα‐ κῶς χρωμένοις τούτων ἑκάστῳ γίνεται. Πενία δὲ μετὰ ἀληθείας, πάσης ἀπολαύσεως τοῖς σωφρο‐
25νοῦσι τιμιωτέρα.
28 Ἀλλ’ οὐδὲν τούτων ἕκαστος ὑμῶν ἐννοεῖ· ἀλλ’ ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατακαμπτόμενον, πρὸ
30τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινὸν, ἵνα κἂν δανείῳ τὴν ἀπορίαν παραμυθήσηται, οὐκ ἐλεεῖ παρ’ ἀξίαν πράττοντα· ἀλλ’ ἄκαμπτος ἕστηκε καὶ ἀμείλικτος, ἐξομνύμενος καὶ ἐπαρώμενος ἑαυτῷ, ἦ μὴν ἀπορεῖν παντελῶς καὶ περισκοπεῖν καὶ αὐτὸς,
35εἴ τινα εὕροι τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτησάμενος. Ἐπει‐ δὰν δὲ ὁ ζητῶν τὸ δάνειον, τόκων μνησθῇ, καὶ ὑπο‐ θήκας ὀνομάσῃ· τότε καταβαλὼν τὴν ὀφρὺν, προσε‐
40μειδίασε, καί που καὶ πατρῴας φιλίας ἐμνήσθη, καὶ συνήθη εἶπε, καὶ φίλον· καὶ ὀψόμεθα, φησὶν, εἴ‐ που τί ἐστιν ἡμῖν ἀποκείμενον ἀργύριον. Ἔστι δὲ παρακαταθήκη φίλου ἀνδρὸς ἐπ’ ἐργασίᾳ παραθεμέ‐ νου ἡμῖν. Ἀλλ’ ἐκεῖνος μὲν βαρεῖς ἐν αὐτῷ τοὺς
45τόκους ὥρισεν· ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐλάττοσι τόκοις δώσομεν. Τοιαῦτα κατασχηματι‐ ζόμενος, καὶ τοιούτοις λόγοις ὑποσαίνων καὶ δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προσκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ ἔτι καὶ τὴν ἐλευθερίαν

32

.

1172

(50)

τοῦ ἀνδρὸς ἀφελόμενος ᾤχετο. Τί ποιεῖς, ἄθλιε; χρή‐ ματα καὶ πόρους ἐπιζητεῖς παρὰ τοῦ ἀπόρου; Εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἐδύνατο, τί ἐζήτει
παρὰ τὰς θύρας τὰς σάς; Ὢ τῆς συμφορᾶς! Ἐπὶ

32

.

1173

συμμαχίαν ἐλθὼν πολέμιον εὗρεν· ἀλεξιφάρμακα περιζητῶν, δηλητηρίοις ἐνέτυχε. Δέον παραμυθεῖ‐ σθαι τοῦ ἀνδρὸς τὴν πτωχείαν, σὺ δὲ πολυπλασιά‐ ζεις τὴν ἔνδειαν· ὥσπερ ἂν εἴ τις ἰατρῶν πρὸς
5κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ εἰς ὑγίειαν αὐτοὺς ἐπαν‐ αγαγεῖν, ὁ δὲ καὶ τὸ μικρὸν λείψανον τῆς δυνά‐ μεως προσαφέλοιτο. Καὶ σὺ τοίνυν τὰς συμφορὰς τῶν ἀθλίων, ἀφορμὴν πόρων ποιῇ· καὶ ὥσπερ οἱ γεωργοὶ ὄμβρους εὔχονται εἰς πολυπλασιασμὸν τῶν
10σπερμάτων, οὕτω καὶ σὺ ἐνδείας καὶ ἀπορίας ἀν‐ θρώπων ἐπιζητεῖς, ἵνα καὶ σοὶ ἐνεργὰ τὰ χρήματα γένηται.
14Καὶ ὁ μὲν ζητῶν τὸ δάνεισμα, μέσος ἀμηχα‐
15νίας ἀπειλημμένος, ὅταν μὲν πρὸς τὴν πενίαν ἀπίδῃ, ἀπογινώσκει τὴν ἔκτισιν· ὅταν δὲ πρὸς τὴν παροῦ‐ σαν ἀνάγκην, κατατολμᾷ τοῦ δανείσματος. Ὡς δὲ τὰ μὲν χρήματα ὑποῤῥεῖ, ὁ δὲ χρόνος προϊὼν τοὺς τόκους ἑαυτῷ συμπροάγει· οὐ νύκτες ἐκείνῳ ἀνά‐
20παυσιν φέρουσιν, οὐχ ἡ ἡμέρα φαιδρὰ, οὐχ ὁ ἥλιος τερπνός· ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖ τὰς ἡμέ‐ ρας πρὸς τὴν προθεσμίαν ἐπειγομένας. Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ τῇ κε‐ φαλῇ παριστάμενον· κἂν γρηγορῇ, ἔννοια αὐτῷ καὶ
25φροντὶς ὁ τόκος ἐστίν. Ἀλλ’ ἔστιν εἰπεῖν καὶ πρὸς τὸν δανειζόμενον· Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· τουτέστι, μὴ ἐπ’ ἀλλο‐ τρίας πηγὰς βάδιζε, ἀλλ’ ἐξ οἰκείων λιβάδων σύν‐ αγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Ἔχεις
30χαλκώματα, ἐσθῆτα, ὑποζύγιον, σκεύη παντοδαπά; ταῦτα ἀπόδου· πάντα προέσθαι κατάδεξαι, πλὴν τῆς ἐλευθερίας. Ἀλλ’ αἰσχύνομαι αὐτὰ δημοσιεύειν, φησί. Τί οὖν, ὅτι μικρὸν ὕστερον ἄλλος αὐτὰ προκο‐ μίσει, καὶ ἀποκηρύξει τὰ σὰ, καὶ ἐπ’ ὀφθαλμοῖς
35σοῖς ἐπευωνίζων αὐτὰ διαθήσεται; Βέλτιον ταῖς κατὰ μικρὸν ἐπινοίαις τὴν χρείαν παραμυθεῖσθαι, ἢ ἀθρόως ἐπαρθέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάν‐ των ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις ὅθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν
40ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις; εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακὸν κακῷ θεραπεύεις. Πένης εἶ νῦν, ἀλλ’ ἐλεύθερος· δανεισάμενος δὲ, οὔτε πλου‐ τήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. Δοῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος, καὶ δοῦλος μισθοφό‐
45ρος, ἀπαραίτητον φέρων τὴν λειτουργίαν. Οἱ κύνες λαβόντες ἡμεροῦνται· ὁ δανειστὴς λαμβάνων προσε‐ ρεθίζεται. Οὐ παύεται ὑλακτῶν, ἀλλὰ τὸ πλεῖον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, ἀπιστεῖ· ἐρευνᾷ τὰ ἔνδον, τὰ συναλλάγματά σου πολυπραγμονεῖ. Ἐπὶ γαμετῆς

32

.

1173

(50)

καταισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς ἀγοραῖς ἄγχει, κακὸν συνάντημα ἑορτῆς, ἀβίωτόν σοι κατα‐
σκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φησὶν, ἡ ἀνάγκη,

32

.

1176

καὶ οὐδείς μοι πόρος χρημάτων ἕτερος. Τί οὖν τὸ ὄφελος ἐκ τοῦ τὴν σήμερον ὑπερθέσθαι; Τὸ γὰρ δά‐ νος οὐκ ἀπαλλαγὴν παντελῆ, ἀλλὰ μικρὰν ἀναβολὴν τῆς ἀμηχανίας παρέχεται. Μὴ δανεισάμενος μὲν
5ὁμοίως ἔσῃ πένης καὶ σήμερον, καὶ πρὸς τὸ ἐφεξῆς· καὶ νῦν μὲν οὐδεὶς ἐγκαλέσει σοι πτωχεύοντι· ἀκού‐ σιον γὰρ τὸ κακόν· ἐὰν δὲ τόκοις ὑπεύθυνος ᾖς, οὐκ ἔστιν ὃς οὐ μέμψεταί σου τὴν ἀβουλίαν. Ἤδη βούλευσαι πόθεν ἀποτίσεις. Ἀφ’ ὧν λαμβάνεις;
10ἀλλ’ οὐκ ἐξαρκεῖ καὶ πρὸς τὴν χρείαν, καὶ πρὸς τὴν ἔκτισιν. Ἐὰν δὲ δὴ καὶ τοὺς τόκους λογίσῃ, πόθεν τὰ χρήματα εἰς τοσοῦτον πολυπλασιασθήσε‐ ται; Οὐδεὶς τραύματα τραύμασι θεραπεύει, οὐδὲ κακῷ τὸ κακὸν ἰᾶται. Πῶς οὖν διατραφῶ, φησίν;
15Ἔχεις χεῖρας, ἔχεις τέχνην· μισθάρνει, διακόνει· πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολλαὶ ἀφορμαί. Ἀλλ’ ἀδυνάτως ἔχεις; προσαίτει παρὰ τῶν κεκτημένων. Ἀλλὰ αἰσχρὸν τὸ αἰτεῖν; αἰσχρὸν μὲν οὖν τὸ δανεισάμενον ἀποστερεῖν. Εἶτα ὁ μύρμηξ μὲν δύνα‐
20ται, μὴ προσαιτῶν, μήτε δανειζόμενος, διατρέφε‐ σθαι· καὶ μέλισσαι τὰ λείψανα τῆς οἰκείας τροφῆς βασιλεῦσι χαρίζονται, οἷς οὔτε χεῖρας, οὔτε τέχνας ἡ φύσις δέδωκε. Σὺ δὲ τὸ εὐμήχανον ζῶον ὁ ἄνθρω‐ πος, μίαν τῶν πασῶν μηχανῶν οὐχ εὑρήσεις πρὸς
25τὴν τοῦ βίου διαγωγήν; Πλούσιος εἶ; μὴ δανείζου. Πένης εἶ; μὴ δανείζου. Εἰ μὲν γὰρ εὐπορεῖς, οὐ χρῄζεις δανείσμα‐ τος· εἰ δὲ οὐδὲν ἔχεις, οὐκ ἀποτίσεις τὸ δάνειον. Μὴ δῷς σεαυτοῦ τὸν βίον εἰς ὑστεροβουλίαν. Ἑνὶ τούτῳ
30διαφέρομεν τῶν πλουτούντων οἱ πένητες, τῇ ἀμε‐ ριμνίᾳ· καὶ καταγελῶμεν αὐτῶν ἀγρυπνούντων, αὐτοὶ καθεύδοντες· καὶ συνεστώτων ἀεὶ καὶ φροντιζόντων, αὐτοὶ ἀφροντιστοῦντες καὶ ἀνειμένοι. Ὁ μέντοι ὀφείλων καὶ πένης ἐστὶ, καὶ πολυμέριμνος, καὶ
35σύννους πάντα τὸν χρόνον, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν ἀποτιμώμενος, νῦν δὲ τὰς οἰκίας τὰς πολυ‐ τελεῖς, τοὺς ἀγροὺς τῶν πλουσίων, τὰς ἐσθῆτας τῶν ἐντυγχανόντων. Εἰ ταῦτα ἐμὰ ἦν, φησὶν, ἀπε‐ διδόμην τόσου καὶ τόσου, καὶ ἀπηλλασσόμην τοῦ
40τόκου. Ταῦτα αὐτοῦ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν ἐγκαθέζεται τῇ καρδίᾳ. Ἐὰν τὴν θύραν πατάξῃς, ὁ χρεώστης ὑπὸ τὴν κλίνην· σφοδρῶς εἰσέδραμέ τις, τοῦ δὲ ἐπάταξεν ἡ καρδία· ὑλακτεῖ ὁ κύων, ὁ δὲ ἱδρῶτι ῥεῖται, καὶ ἀγωνίᾳ συνέχεται, καὶ περισκοπεὶ
45πόθεν φύγοι. Ἡ προθεσμία προάγει· μεριμνᾷ τί ψεύσεται, ποίαν πλασάμενος πρόφασιν τὸν δανειστὴν διακρούσεται. Τί πολυτόκῳ θηρίῳ σεαυτὸν παρα‐ ζευγνύεις; Τοὺς λαγῳούς φασι καὶ τίκτειν ὁμοῦ, καὶ
τρέφειν, καὶ ἐπικυΐσκεσθαι· καὶ τοῖς τοκογλύφοις

32

.

1177

τὰ χρήματα ὁμοῦ καὶ δανείζεται, καὶ γεννᾶται, καὶ ὑποφύεται. Οὔπω γὰρ ἐδέξω εἰς χεῖρας, καὶ τοῦ παρόντος μηνὸς ἀπῃτήθης τὴν ἐργασίαν. Καὶ τοῦτο πάλιν δανεισθὲν, ἕτερον κακὸν ἐξέθρεψε, κἀκεῖνο ἕτε‐
5ρον, καὶ τὸ κακὸν εἰς ἄπειρον· Τόκος γὰρ, ὡς οἶμαι, διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσηγόρευται· πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα τόκος λέγεται διὰ τὰς ὠδῖνας καὶ λύπας, ἃς ἐμποιεῖν ταῖς ψυχαῖς τῶν δανειζομένων πέφυκεν. Ὡς γὰρ ἡ ὠδὶς τῇ τικτούσῃ,
10οὕτως ἡ προθεσμία τῷ ὑποχρέῳ παρίσταται. Τόκος ἐπὶ τόκῳ, πονηρῶν γονέων πονηρὸν ἔκγονον. Τὰς ἐχίδνας λέγουσι τὴν γαστέρα τῆς μητρὸς διεσθιούσας τίκτεσθαι· καὶ οἱ τόκοι τοὺς οἴκους τῶν ὀφειλόντων ἐκφαγόντες ἀπογεννῶνται. Τὰ σπέρματα χρόνῳ
15ῥύεται· ὁ δὲ τόκος σήμερον γεννᾶται, καὶ σήμερον τοῦ τίκτειν ἄρχεται. Τῶν αὐξουμένων ἕκαστον, ἐπει‐ δὰν πρὸς τὸ οἰκεῖον ἀφίκηται μέγεθος, τῆς αὐξήσεως ἵσταται· τὸ δὲ τῶν πλεονεκτῶν ἀργύριον τῷ χρόνῳ παντὶ συμπαραύξεται. Τὰ ζῶα παραδόντα τοῖς ἐκγό‐
20νοις τὸ τίκτειν, αὐτὰ τῆς κυήσεως παύεται· τὰ δὲ τῶν δανειστῶν ἀργύρια καὶ τὰ ἐπιγινόμενα τίκτει, καὶ τὰ ἀρχαῖα νεάζει. Καὶ ὥσπερ ἐπὶ τῆς χολέρας οἱ τὸ ἀεὶ προϊστάμενον ἐξαιροῦντες, καὶ πρὶν παν‐ τελῶς καθαρθῆναι δευτέραν τροφὴν ἐπεμβαλλόμενοι,
25πάλιν ἐμοῦσι μετὰ ὀδύνης καὶ σπαραγμῶν· οὕτω καὶ οἱ δανειζόμενοι, τόκους ἐκ τόκων μεταλαμβάνοντες, καὶ πρὶν ἐκκαθᾶραι τὰ πρῶτα, δεύτερον ἐπεισάγον‐ τες δάνεισμα, μικρὸν χρόνον τοῖς ἀλλοτρίοις ἐναβρυ‐ νόμενοι, ὕστερον καὶ τὰ οἰκεῖα ὠδύραντο. Ἀλλὰ
30πολλοὶ, φησὶ, καὶ ἐκ δανείσματος ἐπλούτησαν. Πλείους δὲ, οἶμαι, καὶ βρόχων ἥψαντο. Σὺ δὲ τοὺς ἀπαγξαμένους οὐκ ἀριθμεῖς, οἳ τὴν ἐπὶ ταῖς ἀπαντή‐ σεσιν αἰσχύνην μὴ φέροντες, τὸν δι’ ἀγχόνης θάνατον τοῦ ἐπονειδίστως ζῇν προετίμησαν. Εἶδον
35ἐγὼ ἐλεεινὸν θέαμα, παῖδας ἐλευθέρους ὑπὲρ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ πρατήριον. Οὐκ ἔχεις καταλιπεῖν χρήματα τοῖς παισί; μὴ προσαφέλῃ καὶ τὴν εὐγένειαν. Ἓν τοῦτο διατήρησον αὐτοῖς τὸ κτῆμα τῆς ἐλευθερίας, τὴν παρακαταθήκην, ἣν παρὰ τῶν
40γονέων παρέλαβες. Οὐδεὶς πενίαν πατρὸς ἐνεκλήθη ποτέ· ὄφλημα δὲ πατρῷον εἰς δεσμωτήριον ἄγει. Μὴ καταλίπῃς γραμματεῖον ὥσπερ ἀρὰν πατρικὴν εἰς παῖδας καταβαίνουσαν καὶ ἐκγόνους. Πλοῦτος γὰρ, φησὶν, ἐὰν ῥέῃ, μὴ προστίθεσθε
45καρδίαν. Θαύμασον τὴν φωνήν. Πλοῦτος, φησὶν, ἐὰν ῥέῃ. Ῥευστὴ ἡ φύσις τοῦ πλούτου, χειμάῤῥου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον πέφυκε παραμείβεσθαι. Καὶ ὥσπερ ποταμὸς ἀφ’ ὑψηλοῦ φερόμενος, ἐγγίζει μὲν τοῖς παρεστῶσι τῇ

32

.

1177

(50)

ὄχθῃ, ὁμοῦ δὲ ἥψατο καὶ εὐθὺς ὑπεχώρησεν· οὕτω καὶ ἡ τοῦ πλούτου εὐκολία ὀξυτάτην ἔχει καὶ ὀλι‐
σθηρὰν τὴν παρουσίαν, καὶ ἄλλους ἐξ ἄλλων πα‐

32

.

1180

ραμείβεσθαι πεφυκυῖαν. Σήμερον τοῦδε ὁ ἀγρὸς, καὶ αὔριον ἄλλου, καὶ μετ’ ὀλίγον ἄλλου. Ἀπόβλε‐ ψον πρὸς τὰς ἐν τῇ πόλει οἰκίας, πόσα ἤδη ἀφ’ οὗ γεγόνασιν ὀνόματα μετειλήφασιν, ἄλλοτε ἀπ’ ἄλλου
5τῶν κεκτημένων ὀνομαζόμεναι. Καὶ χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖρας διαῤῥέων, ἐφ’ ἕτερον διαβαίνει, καὶ ἀπ’ ἐκείνου πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περιλαβὼν κατασχεῖν, ἢ πλοῦτον διαρκῶς σεαυτῷ συντηρῆσαι. Μὴ τοίνυν ζηλώσῃς τῶν ὑπερ‐
10πλουτούντων τινὰ, μηδὲ μακαρίσῃς αὐτοῦ τὴν ζωήν· κἂν πολλαχόθεν σοι καὶ ἐξ ἀφθόνων πηγῶν περιῤ‐ ῥέῃ τὰ χρήματα, μὴ προσδέξῃ αὐτῶν τὴν περιουσίαν. Οὐκ ἀεὶ δὲ ἐπαινετὴ ἡ πτωχεία, ἀλλ’ ἡ ἐκ προαι‐ ρέσεως κατὰ τὸν εὐαγγελικὸν σκοπὸν κατορθουμένη.
15Πολλοὶ γὰρ πτωχοὶ μὲν τῇ περιουσίᾳ, πλεονεκτικώ‐ τατοι δὲ τῇ προαιρέσει τυγχάνουσιν· οὓς οὐχ ἡ ἔνδεια σώζει, ἀλλ’ ἡ προαίρεσις κατακρίνει. Πλοῦτος δὲ καὶ δόξα, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθοὺς, οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν· καθὸ δὲ εὔροιάν τινα
20παρέχεται ἡμῶν τῷ βίῳ, αἱρετώτερά ἐστι τῶν ἐναν‐ τίων, πενίας καὶ ἀτιμίας. Ταῦτα μέντοι τοῖς μὲν οἰκο‐ νομίας ἕνεκεν δίδοται παρὰ τοῦ Θεοῦ, ὡς τῷ Ἀβραὰμ, καὶ τῷ Ἰακὼβ, καὶ τοῖς τοιούτοις. Τοῖς δὲ φαυλοτέροις πρόκλησίς ἐστι τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς
25ὅ γε μετὰ τοσαύτην ἐκ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ, ἀναντιῤῥήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. Ὁ μέντοι δίκαιος, οὔτε παρόντος ἐπι‐ στρέφεται τοῦ πλούτου, οὔτε μὴ παρόντος ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλ’ οἰκο‐
30νομικός· οὐδεὶς δὲ τῶν εὖ φρονούντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. Εἰ δὲ τοῦ σώματος ὑπερορᾷν μελετήσαιμεν, σχολῇ γ’ ἂν ἄλλο τι
35τῶν ἀνθρωπίνων θαυμάσαιμεν. Τί γὰρ ὅτι χρησώ‐ μεθα τῷ πλούτῳ, τὰς διὰ τοῦ σώματος ἡδονὰς ἀτιμάζοντες, ἐγὼ μὲν οὐχ ὁρῶ· πλὴν εἰ μὴ, κατὰ τοὺς ἐν τοῖς μύθοις δράκοντας, ἡδονήν τινα φέρει θησαυροῖς κατορωρυγμένοις ἐπαγρυπνεῖν.
42 Τὸ μὲν οὖν προηγούμενόν ἐστιν, οὗ μάλιστα προσήκει τὸν Χριστιανὸν ἐπιμελεῖσθαι, γυμνωθῆ‐ ναι τὰ κατὰ τὴν κακίαν πάθη τὰ ποικίλα τε καὶ διά‐
45φορα, δι’ ὧν μολύνεται ἡ ψυχή. Χρὴ δὲ κατὰ δεύ‐ τερον λόγον, καὶ τὴν τῶν ὑπαρχόντων ἀποταγὴν κατορθωθῆναι, τῷ πρὸς τὸν κατὰ Θεὸν ὑψηλὸν ἀποβλέποντι βίον· διότι πολὺν παρέχει περισπασμὸν τῇ ψυχῇ ἡ τῶν ὑλικῶν πραγμάτων φροντίς τε καὶ

32

.

1180

(50)

ἐπιμέλεια. Ὅταν οὖν πλείους περὶ τὸν αὐτὸν βλέ‐ ποντες τῆς σωτηρίας σκοπὸν, τὴν μετ’ ἀλλήλων ζωὴν καταδέξωνται, χρὴ τοῦτο πρὸ πάντων ἐν αὐτοῖς
κρατηθῆναι, τὸ μίαν ἐν πᾶσι καρδίαν εἶναι, καὶ

32

.

1181

θέλημα ἓν, καὶ μίαν ἐπιθυμίαν, καὶ καθὼς νομοθετεῖ ὁ Ἀπόστολος, ἓν γενέσθαι σῶμα ἐκ διαφόρων μελῶν συνηθροισμένον. Τοῦτο δὲ οὐκ ἔστιν ἄλλως κατορθω‐ θῆναι, εἰ μὴ ἐκεῖνο κρατήσειε, τὸ μὴ ἐπονομάζεσθαί
5τινι ἀποτεταγμένως μήτε ἱμάτιον, μήτε σκεῦος, μήτε ἄλλο τι τῶν εἰς τὴν κοινὴν ζωὴν χρησιμευόντων· ἵνα ἕκαστον τούτων τῆς χρείας ᾖ, καὶ μὴ τοῦ κεκτημένου. Καὶ ὥσπερ ἀνάρμοστόν ἐστι τῷ μείζονι σώματι τὸ μικρὸν ἱμάτιον, ἢ τῷ μικροτέρῳ τὸ τελειότερον, ἀλλ’
10ἑκάστῳ τὸ σύμμετρόν ἐστι καὶ ἐπωφελὲς καὶ εὐάρ‐ μοστον· οὕτως καὶ ἐνταῦθα ἡ κλίνη, τὰ στρώματα, τὸ θερμὸν περιβόλαιον, τὸ ὑπόδημα τοῦ πάνυ χρῄ‐ ζοντος, οὐχὶ τοῦ κεκτημένου εἶναι ὀφείλει. Καὶ κα‐ θάπερ τῷ φαρμάκῳ ὁ τραυματισθεὶς, οὐχ ὁ ὑγιαίνων
15κέχρηται, οὕτω καὶ τῶν πρὸς τὴν ἄνεσιν τοῦ σώματος ἐπινοουμένων, οὐχ ὁ τρυφῶν, ἀλλ’ ὁ χρῄζων τῆς ἀνέσεως ἀπολαύει δικαίως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
20tΠΕΡΙ ΠΛΕΟΝΕΞΙΑΣ.
21tΛΟΓΟΣ ϛʹ.
22 Ὅταν εἰς οἰκίαν ἀνδρὸς ἀπειροκάλου εἰσ‐ έλθω, καὶ ἴδω αὐτὴν παντοίοις γεγανυμένην ἄνθεσιν, οἶδα ὅτι οὗτος οὐδὲν τῶν ὁρωμένων τιμιώτερον κέ‐
25κτηται, ἀλλὰ τὰ μὲν ἄψυχα καλλωπίζει, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Καίτοι μυρίοι ἐφεστᾶσι τῇ θύρᾳ πτωχοὶ, πᾶσαν ἐλεεινὴν ἀφιέντες φωνήν· ὁ δὲ ἀρνεῖ‐ ται τὴν δόσιν, ἀδύνατον εἶναι λέγων ἐπαρκεῖν τοῖς αἰτοῦσι. Καὶ τῇ μὲν γλώσσῃ ἐξόμνυται, ὑπὸ δὲ τῆς
30χειρὸς ἐλέγχεται· σιωπῶσα γὰρ ἡ χεὶρ τὴν ψευδολο‐ γίαν κηρύσσει, περιαστραπτομένη ὑπὸ τῆς ἐπὶ τοῦ δακτυλίου σφενδόνης. Ἄθλιε καὶ ταλαίπωρε, πόσους δύναται εἷς σου δακτύλιος χρεῶν ἀπολῦσαι· πόσους οἴκους καταπίπτοντας ἀνορθῶσαι! Μία σου κιβωτὸς
35τῶν ἱματίων δύναται δῆμον ὁλόκληρον ῥιγοῦντα περι‐ βαλεῖν· ἀλλ’ ὑπομένεις ἄπρακτον ἀποπέμψαι τὸν πέ‐ νητα, μὴ φοβούμενος τὸ δίκαιον τῆς ἀντιδόσεως τοῦ κριτοῦ. Οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ· οὐκ ἤνοιξας τὴν οἰκίαν, ἀποπεμφθήσῃ τῆς βασιλείας· οὐκ ἔδωκας τὸν
40ἄρτον, οὐ λήψῃ τὴν αἰώνιον ζωήν. Ἀλλὰ πένητα λέ‐ γεις σεαυτόν. Κἀγὼ συντίθεμαι· πένης γάρ ἐστιν, ὁ πολλῶν ἐνδεής. Πολλῶν δὲ ὑμᾶς ἐνδεεῖς ποιεῖ τὸ τῆς ἐπιθυμίας ἀκόρεστον. Τοῖς δέκα ταλάντοις ἄλλα δέκα τάλαντα προστεθεικέναι σπουδάζετε· ἐπειδὰν εἴκοσι
45γένηται, ἄλλα τοσαῦτα ἐπιζητεῖτε, καὶ ἀεὶ τὸ προστιθέμενον, οὐχὶ τὴν ὁρμὴν ἵστησιν, ἀλλ’ ἀναφλέ‐ γει τὴν ὄρεξιν. Ὥσπερ γὰρ τοῖς μεθύουσιν ἀφορμὴ τοῦ πίνειν ἡ προσθήκη τοῦ οἴνου γίνεται, οὕτω καὶ οἱ νεόπλουτοι πολλὰ κτησάμενοι, πλειόνων ἐπιθυ‐

32

.

1181

(50)

μοῦσι, τῷ ἀεὶ προστιθεμένῳ τὴν νόσον τρέφοντες, καὶ περιτρέπεται αὐτοῖς ἡ σπουδὴ πρὸς τὸ ἐναντίον. Οὐ γὰρ εὐφραίνει αὐτοὺς τὰ προσόντα τοσαῦτα ὄντα,
ὅσον λυπεῖ τὰ ἐνδέοντα, ἅπερ ἂν αὐτοῖς ἐλλείπειν

32

.

1184

ὑπόθωνται. Δέον γὰρ αὐτοὺς εὐφραίνεσθαι καὶ χάριν ἔχειν, τοσούτων ὄντας εὐπορωτέρους· οἱ δὲ δυσφο‐ ροῦσι, καὶ ὀδυνῶνται, ὅτι ἑνός που ἢ δευτέρου τῶν ὑπερπλουτούντων ἀπολιμπάνονται. Καὶ οὐ τοὺς ὑπο‐
5δεεστέρους ἀπαριθμούμενοι, τὴν ὑπὲρ ὧν ἔχουσι χάριν ἀποπληροῦσι τῷ εὐεργέτῃ· ἀλλὰ τῇ πρὸς τὸ ὑπερέχον συγκρίσει· ὅσον ἀπολείπονται λογιζόμενοι, ὡς οἰκείων στερούμενοι τῶν ἑτέροις προσόντων, οὕτως ἀνιῶνται καὶ καταμέμφονται. Οἱ γὰρ τῶν ἀναγκαίων ὅρων ἔξω
10γενόμενοι, παραπλησίως τοῖς κατὰ τοῦ πρανοῦς φερο‐ μένοις, πρὸς οὐδὲν στάσιμον ἔχοντες ἀποβῆναι, οὐδα‐ μοῦ τῆς εἰς τὸ πρόσω φορᾶς ἵστανται· ἀλλ’ ὅσῳπερ ἂν πλείω προσπεριβάλωνται, τοῦ ἴσου δέονται, ἢ καὶ πλείονος πρὸς τὴν τῆς ἐπιθυμίας ἐκπλήρωσιν, κατὰ
15τὸν Ἐξηκεστίδου Σόλωνα, ὅς φησι·
18Πλούτου δ’ οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται. Τῷ δὲ Θεόγνιδι πρὸς ταῦτα διδασκάλῳ χρηστέον,
20λέγοντι· Οὐκ ἔραμαι πλουτεῖν, οὔτ’ εὔχομαι· ἀλλά μοι εἴη Ζῇν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν. Ἐγὼ δὲ καὶ Διογένους ἄγαμαι τὴν πάντων ὁμοῦ τῶν ἀνθρωπίνων ὑπεροψίαν ὅς γε καὶ βασιλέως τοῦ
25μεγάλου ἑαυτὸν ἀπέφηνε πλουσιώτερον, τῷ ἐλαττό‐ νων ἢ ἐκεῖνος κατὰ τὸν βίον προσδεῖσθαι. Τοῖς δὲ πλεονέκταις, εἰ μὴ τὰ Πυθίου τοῦ Μυσοῦ προσείη τάλαντα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ βοσκη‐ μάτων ἑσμοὶ πλείους ἢ ἀριθμῆσαι, οὐδὲν ἐξαρκέσει.
30Ἀλλ’ ὥσπερ οἱ τὰς κλίμακας ἀναβαίνοντες, ἀεὶ πρὸς τὴν ὑπερκειμένην βαθμίδα τὸ ἴχνος αἴροντες, οὐ πρότερον ἀφίστανται, πρὶν ἂν τῆς ἄκρας ἀφίκων‐ ται· οὕτω καὶ οὗτοι, ὅταν τοῦτον τὸν πλούσιον καταλάβωσιν, εὐθὺς τῷ πλουσιωτέρῳ παρισωθῆναι
35φιλονεικοῦσι· κἂν ἐπ’ ἐκεῖνον φθάσωσιν, ἐπὶ τὸν ἄλλον τὴν σπουδὴν μεταφέρουσι, καὶ οὐ παύονται τῆς κατὰ τὴν δυναστείαν ὁρμῆς, ἕως ἂν ὑψωθέντες, ἀπὸ με‐ τεώρου τοῦ πτώματος ἑαυτοὺς καταῤῥήξωσι. Καὶ ὥσπερ οἱ ὑπὸ μανίας παράφοροι οὐ τὰ
40πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαν‐ τάζονται· οὕτως ἡ τοῦ πλεονέκτου ψυχὴ τῇ φιλο‐ χρηματίᾳ καταχωσθεῖσα, πάντα χρυσὸν, πάντα ἄργυρον βλέπει. Ἥδιον ἂν ἴδῃ τὸν χρυσὸν, ἢ τὸν ἥλιον. Εὔχεται πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μετα‐
45βληθῆναι, καὶ ἐπινοεῖ μέντοι καθ’ ὅσον οἷόν τε. Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν οὐ κινεῖ; Ὁ σῖτος χρυσὸς αὐτῷ γίνεται· ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται· τὰ ἔρια αὐτῷ ἀποχρυσοῦται· πᾶσα ἐμπορία, πᾶσα ἐπί‐ νοια χρυσὸν αὐτῷ προσάγει. Αὐτὸς ἑαυτὸν ὁ

32

.

1184

(50)

χρυσὸς ἀπογεννᾷ, πολυπλασιαζόμενος ἐν δανείσμασι· καὶ τέλος τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται. Τῶν μὲν γὰρ παίδων τοῖς λίχνοις ἀφειδῶς πολλάκις ἐνδίδομεν
τῶν περισπουδάστων ὑπερεμπίμπλασθαι, ὥστε

32

.

1185

τῷ ὑπερβάλλοντι κόρῳ τὴν ἀποστροφὴν ἐμποιῆσαι. Ὁ δὲ πλεονέκτης, οὐχ οὕτως· ἀλλ’ ὅσῳ πλειόνων ἐμφορεῖται, πλειόνων ἐφίεται. Τὸ μὲν πῦρ ἐπειδὰν καταπρήσεως ἅψηται, σπεύδει πᾶσαν ἐπινεμηθῆναι
5τὴν ὕλην· καὶ οὐδεὶς αὐτῷ στῆσαι δύναται, πρὶν ἂν ἐπιλείπῃ ἡ ὕλη. Τὸν δὲ πλεονέκτην τί δύναται ἐπισχεῖν; Πυρός ἐστι χαλεπώτερος, πάντα διὰ συν‐ εχείας νεμόμενος. Ἔλαβε τὰ τοῦ πλησίον· ἄλλος ἀνεφάνη γείτων, καὶ τὰ ἐκείνου ἐξιδιοποιήσατο. Οὐ
10τοῖς κατόπιν προσέχει, ὅτι πολλά· ἀλλὰ τοῖς λείπου‐ σιν, ὅτι γείτονας κέκτηται. Οὐκ εὐφραίνει τὰ κτη‐ θέντα· ἀλλὰ λυπεῖ τὰ λειπόμενα· οὐ τῇ ἀπολαύσει τῶν συναχθέντων προσέχει, ἀλλ’ ἑαυτὸν ἐκδαπανᾷ τῇ ἐπιθυμίᾳ τῆς τοῦ πλείονος κτήσεως. Εἶτα ἀγρυπνίαι
15ἐντεῦθεν, αἱ μέριμναι, αἱ φροντίδες. Τί ποιήσω; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδο‐ μήσω. Ἄφρον, ἐν ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι παρὰ σοῦ τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μείζων τῆς αἰωνίου κολάσεως ὁ γέλως τῆς ἀβουλίας.
20Ὁ γὰρ μετ’ ὀλίγον ἀνάρπαστος ἄγεσθαι μέλλων, οἷα βουλεύεται; Καθελῶ μου τὰς ἀποθήκας. Κα‐ λῶς ποιεῖς, φαίην ἂν ἔγωγε πρὸς αὐτόν· ἄξια γὰρ καθαιρέσεως τὰ ταμιεῖα τῆς ἀδικίας. Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσὶν, ἃ κακῶς ᾠκοδόμησας· λύε τὰ
25σιτοδοχεῖα, ὅθεν οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας τυχών· ἀφάνισον πάντα οἶκον, πλεονεξίας φύλακα, ἀποσκεύασον ὀρόφους, περίελε τοίχους, δεῖξον ἡλίῳ τὸν εὐρωτιῶντα σῖτον, ἐξάγαγε ἐκ φυλακῆς τὸν δέ‐ σμιον πλοῦτον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμωνᾶ
30καταγώγια. Καθελῶ μου τὰς ἀποθήκας, καὶ μεί‐ ζονας οἰκοδομήσω. Ἐὰν δὲ καὶ ταύτας ἐμπλή‐ σῃς, τί ποτε ἄρα διανοηθήσῃ; ἦπου πάλιν καθ‐ αιρήσεις, καὶ πάλιν οἰκοδομήσεις; Καὶ τί τούτων ἀνοητότερον, ἀπέραντα μοχθεῖν. οἰκοδομεῖν μετὰ σπουδῆς, καὶ μετὰ σπουδῆς καθαιρεῖν;
35 Κἂν μὲν ἀκούσῃς, Πώλησόν σου τὰ ὑπάρ‐ χοντα, καὶ δὸς πτωχοῖς, ἵνα ἔχῃς ἐφόδιον πρὸς τὴν αἰώνιον ἀπόλαυσιν, ἀπέρχῃ λυπούμενος· ἂν δὲ ἀκούσῃς, Δὸς χρήματα γυναιξὶ χλιδώσαις, δὸς λιθο‐ ξόοις, τέκτοσι, ψηφοθέταις, ζωγράφοις, χαίρεις ὡς
40δή τι χρημάτων τιμιώτερον κατακτώμενος. Οὐχ ὁρᾷς τοὺς τοίχους τούτους τοὺς ὑπὸ τοῦ χρόνου καταῤ‐ ῥυέντας, ὧν τὰ λείψανα ὥσπερ σκόπελοί τινες διὰ τῆς πόλεως πάσης ἀνέχουσι; Πόσοι ἦσαν κατὰ τὴν πόλιν πένητες τούτων ἐγειρομένων, οἳ διὰ τὴν περὶ
45ταῦτα σπουδὴν ὑπὸ τῶν τότε πλουσίων παρεωρῶντο; Ποῦ τοίνυν ἡ λαμπρὰ τῶν ἔργων κατασκευή; ποῦ δὲ ὁ ἐπὶ τῇ τούτων μεγαλουργίᾳ ζηλούμενος; Οὐ τὰ μὲν συγκέχυται καὶ ἠφάνισται, ὥσπερ τὰ κατὰ παιδιὰν ἐν ταῖς ψάμμοις ὑπὸ τῶν παίδων φιλοτεχνούμενα,

32

.

1185

(50)

ὁ δὲ ἐν τῷ ἅδῃ κεῖται, ἐπὶ τῇ σπουδῇ τῶν ματαίων μεταμελούμενος; Μεγάλην ἔχε τὴν ψυχὴν, ἄνθρωπε. Τοῖχοι δὲ καὶ μικροὶ καὶ μείζονες τὴν αὐτὴν χρείαν
πληροῦσι τοῖς ἔχουσιν. Ἔχεις ἀποθήκας, ἐὰν θέλῃς

32

.

1188

τὰς οἰκίας τῶν πενήτων. Θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐρανῷ. Τὰ ἐκεῖ ἀποτιθέμενα οὐ σῆτες μεταβόσκονται, οὐ σηπεδὼν ἐπινέμεται, οὐ λῃσταὶ διακλέπτουσιν. Ἀλλὰ τότε μεταδώσω τοῖς δεομένοις,
5ὅταν τὰς δευτέρας ἀποθήκας πληρώσω. Μακροὺς σεαυτῷ τοὺς χρόνους τῆς ζωῆς ἔπηξας· καὶ σκόπει, μή σε προκαταλάβῃ ὁ κατὰ προθεσμίαν ἐπείγων. Καὶ γὰρ ἡ ἐπαγγελία οὐ χρηστότητός ἐστιν ἀλλὰ πονη‐ ρίας ἀπόδειξις. Ἐπαγγέλλῃ γὰρ, οὐχ ἵνα δῷς μετὰ
10ταῦτα, ἀλλ’ ἵνα τὸ παρὸν διακρούσῃ. Ἐπεὶ νῦν τί τὸ κωλύον τὴν μετάδοσιν; Οὐ πάρεστιν ὁ ἐνδεής; οὐχὶ πλήρεις αἱ ἀποθῆκαι; οὐχ ὁ μισθὸς ἕτοιμος; οὐχ ἡ ἐντολὴ τηλαυγής; Ὁ πεινῶν τήκεται, ὁ γυμνη‐ τεύων πήγνυται, ὁ ἀπαιτούμενος ἀπάγχεται· καὶ
15σὺ τὴν ἐλεημοσύνην εἰς τὴν αὔριον ἀναβάλλῃ. Ἄκουε Σολομῶντος· Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπά‐ νηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Εἶτα, χρυσὸν μὲν διδοὺς, καὶ ἵππον κτώμενος, οὐκ ἀθυ‐
20μεῖς· φθαρτὰ δὲ προέμενος, καὶ βασιλείαν οὐρα‐ νῶν λαμβάνων, δακρύεις, καὶ ἀρνῇ τὸν αἰτοῦντα, καὶ ἀνανεύεις τὴν δόσιν, μυρίας προφάσεις ἀναλω‐ μάτων ἐπινοῶν. Τί ἀποκριθήσῃ τῷ κριτῇ; ὁ τοὺς τοίχους ἀμφιεννὺς, ἄνθρωπον οὐκ ἐνδύεις; ὁ τοὺς
25ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις; ὁ τὸν χρυσὸν κατορύσσων, τοῦ ἀγχομένου κατὰ φρονεῖς; Πῶς σοι ὑπ’ ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος; Ἐκεῖνος περισκεψάμενος τὰ ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς
30μὲν αὐτῷ οὔτε ἐστὶν, οὔτε γεγένηται πώποτε· σκεύη δὲ καὶ ἐσθὴς, τοιαῦτα ὁποῖα ἂν γένηται πτω‐ χῶν κτήματα, ὀλίγων τὰ πάντα ὀβολῶν ἄξια. Τί οὖν; Ἐπὶ τοὺς παῖδας λοιπὸν ὁ ἄθλιος ἄγει τὸν ὀφθαλμὸν, ὥστε ἀγαγὼν εἰς τὸ πρατήριον, ἐντεῦθεν
35εὕρασθαι τοῦ θανάτου παραμυθίαν. Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ καὶ διαθέσεως πατρικῆς. Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα· καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπεὶς, τελευταῖον ἐκρα‐
40τήθη, ὑπὸ τῆς ἀναγκαίας χρείας ἐκβιασθείς. Καὶ οἷα βουλεύεται ὁ πατήρ; Τίνα τούτων ἀπεμπωλήσω; τίνα δὲ ἡδέως ὁ σιτοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσβεῖα. Ἀλλὰ τὸν νέον; ἀλλ’ ἐλεῶ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν
45συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπιτηδείως ἔχει πρὸς τὰ μα‐ θήματα. Φεῦ τῆς ἀμηχανίας! Τίς γένωμαι; τίνι τούτων προσκρούσω; ποίαν θηρίου ψυχὴν ἀναλάβω; πῶς τῆς φύσεως ἐπιλάθωμαι; Ἐὰν πάντων ἀντίσχω‐

32

.

1188

(50)

μαι, πάντας ὄψομαι δαπανωμένους τῷ πάθει.
Ἐὰν ἕνα πρόωμαι, ποίοις ὀφθαλμοῖς τοὺς λειπο‐

32

.

1189

μένους προσίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατα‐ σκευάσας τὴν ἀπαιδίαν; πῶς ἐπὶ τράπεζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ
5ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἀπεμπωλήσων ἔρχεται· σὲ δὲ οὐ κάμπτει τὸ πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως. Ἀλλ’ ὁ μὲν λιμὸς συνέχει τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ καὶ εἰρωνεύῃ, μακροτέραν αὐτῷ κατασκευάζων τὴν συμφοράν. Καὶ
10ὁ μὲν τὰ σπλάγχνα προτείνεται τιμὴν τῶν τροφῶν· σοῦ δὲ οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χεὶρ, ἐκ τῶν τοιού‐ των συμφορῶν ὑποδεχομένη τιμήματα· ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ πλείονος· καὶ ὅπως ἂν πολὺ λαβὼν ἔλαττον δώῃς φιλονεικεῖς. πανταχόθεν βαρύ‐
15νων τὴν συμφορὰν τῷ ἀθλίῳ. Τὴν Σελευκίδα τὸ ὄρνεον, ἐπ’ εὐεργεσίᾳ τῶν ἀνθρώπων, ἀκόρεστον εἶναι ὁ κτίστης τῶν ὅλων ἐμηχανήσατο· σὺ δὲ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀκόρε‐ στον σεαυτοῦ τὴν ψυχὴν κατεσκεύασας. Ἀλληλοφάγοι
20τῶν ἰχθύων οἱ πλεῖστοι, καὶ ὁ μικρότερος παρ’ ἐκεί‐ νοις βρῶμά ἐστι τοῦ μείζονος. Κἄν ποτε συμβῇ τὸν τοῦ ἐλάττονος κρατήσαντα ἑτέρου γενέσθαι θήραμα, ὑπὸ τὴν μίαν ἄγονται γαστέρα τοῦ τελευταίου. Τί οὖν ἡμεῖς ἄνθρωποι ἄλλο τι ποιοῦμεν ἐν τῇ κατα‐
25δυναστείᾳ τῶν ὑποδεεστέρων; τί διαφέρει τοῦ τελευ‐ ταίου ἰχθύος ὁ τῇ λαιμάργῳ φιλοπλουτίᾳ τοῖς ἀπλη‐ ρώτοις τῆς πλεονεξίας αὐτοῦ κόλποις ἀποκρύπτων τοὺς ἀσθενεῖς; Ἐκεῖνος εἶχε τὰ τοῦ πένητος· σὺ τοῦτον λαβὼν μέρος ἐποιήσω τῆς περιουσίας ἑαυτοῦ.
30Ἀδίκων ἀδικώτερος ἐφάνης, καὶ πλεονεκτικώτερος πλεονέκτου. Ὅρα, μὴ τὸ αὐτό σε πέρας τῶν ἰχθύων ἐκδέξηται, ἄγκιστρόν που, ἢ κύρτος, ἣ δίκτυον. Πάντως γὰρ καὶ ἡμεῖς πολλὰ τῶν ἀδίκων διεξελθόν‐ τες, τὴν τελευταίαν τιμωρίαν οὐκ ἀποδρασόμεθα.
35Ἐκ πλεονεξίας σοι κατέλιπεν ὁ πατὴρ κτήματα· ἀπόδος τῷ ἠδικημένῳ, μὴ ὡς ἰδίων ἀντιποιοῦ· ἁμαρ‐ τίας ἐστὶ κληρονομία. Ἀδίκως καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον· δὸς αὐτῷ σὺ τὴν ἐλευθε‐ ρίαν, ἵνα κἀκείνῳ κουφοτέραν ποιήσῃς τὴν βάσανον,
40καὶ σεαυτῷ τὴν ἐλευθερίαν παρασκευάσῃς. Μὴ προ‐ φασίζου τοὺς παῖδας. Παῖδές εἰσι; θησαύριζε αὐτοῖς θησαυρὸν αἰώνιον. Κατάλειπε αὐτοῖς μνήμην ἀγα‐ θὴν, ἢ πλοῦτον πολύν· πάντας ποίησαι τοῦ παι‐ δὸς τοῦ σοῦ πατέρας διὰ τῆς εὐνοίας. Ἀνάγκη
45σέ ποτε ἀπελθεῖν τοῦ βίου· εἶτα τὸν σὸν παῖδα ἐν τῇ ἀφηλικίᾳ καταλείψεις, τῶν προεστώτων δεόμενον. Ἐὰν μὲν καλὸς καὶ ἀγαθὸς ᾖς, ἕκαστος τὸν σὸν ἔκ‐ γονον ὥσπερ ἴδιον ἐκθρέψει· μεμνήσεται γὰρ, ὅτι καὶ σὺ ὀρφανῶν πατὴρ ἐγένου. Ἐὰν δὲ ἐν πονηρίᾳ

32

.

1189

(50)

ζήσας, καὶ πολλοὺς λυπήσας, καὶ παντὸς θηρίου χα‐ λεπώτερος γενόμενος τοῖς συντυγχάνουσιν, ὑπεξέλ‐ θοις τοῦ βίου, κατέλιπες τὸν σὸν ἔκγονον κοινὸν
ἐχθρὸν τῶν ζώντων. Ὥσπερ γὰρ τέκνον σκορπίου ὁ

32

.

1192

θεασάμενος φοβεῖται, μή ποτε εἰς ἡλικίαν ἐλθὸν μιμήσηται τὸν πατέρα· οὕτω καὶ τὰ σὰ ἔκγονα πονηρίας πατρικῆς εἶναι κληρονόμα ὑποπτευόμενα, πρὶν εἰς ἡλικίαν ἐλθεῖν, παρὰ πάντων ἐπιβουλευ‐
5θήσεται. Ὡς γὰρ οἱ ποταμοὶ ἐκ μικρᾶς τῆς πρώτης ἀρχῆς ὁρμηθέντες, εἶτα ταῖς κατ’ ὀλίγον προσθήκαις ἀνυπόστατον λαμβάνοντες τὴν αὔξησιν, τῷ βιαίῳ τῆς φορᾶς τὸ ἐνιστάμενον παρασύρουσιν· οὕτω δὴ καὶ οἱ πλούσιοι ἐκ μικρᾶς δυνάμεως προελθόντες,
10καὶ ἐκ τῶν ἤδη καταδυναστευθέντων τὴν τοῦ πλεῖον ἀδικεῖν δύναμιν προσλαμβάνοντες, τοῖς προηδικη‐ μένοις τοὺς λειπομένους καταδουλοῦνται, καὶ γίνεται αὐτοῖς δυνάμεως αὔξησις ἡ περιουσία τῆς πονηρίας, πλείονα λόγον ἑκάστου τῶν ἠδικημένων ἔχοντος μὴ
15προσπαθεῖν τι κακὸν, ἢ δίκην λαβεῖν ὑπὲρ τῶν φθα‐ σάντων.
18 Μὴ τοίνυν ἐπιθυμήσῃς τῆς τοῦ πλησίον χώρας Μὴ αὔλακα αὔλακι προστιθεὶς, κατὰ μικρὸν αὔξανε
20τὴν γῆν. Ὅσον γὰρ πλατύνεις ἐκ τῆς ἀλλοτρίας προσθήκης τὴν γῆν, τοσούτῳ μακροτέραν σοι τὴν ἁμαρτίαν κατασκευάζεις. Καὶ ἡ μὲν γῆ ἐνταῦθα παραμένει, κατὰ μικρόν σοι προχωρηθεῖσα, καὶ διὰ τῆς πλεονεξίας γενομένη, οὐκ ἔτι σὴ, ἀλλὰ τῶν μετὰ
25σὲ, καὶ ἀφίεις ἄδικον τῷ διαδεχομένῳ τὸν βίον. Ἡ γῆ ἕστηκεν εἰς τὸν αἰῶνα· ἡ δὲ ἁμαρτία ἀκολουθήσει ὡς σκιὰ, πάσῃ ἑπομένη ψυχῇ. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώματι ἕπεται, οὕτω καὶ ἡ ἁμαρτία τῇ ψυχῇ συμπέφυκεν. Ἄλλως τε ὅσοι μετὰ παρορισμοῦ
30τῶν πλησίον, τοὺς ὅρους τῶν οἰκείων κτήσεων ὑπερ‐ εξέτειναν, διὰ τὸ ἀπὸ στεναγμοῦ τῶν ἠδικημένων συμπεπορίσθαι τὰς κτήσεις, ἀλλότριοι τῆς θείας ἀπεδείχθησαν εὐλογίας· ὥστε ἔνθα ζεύγη δέκα βοῶν εἰργάσατο, κατὰ τὸν Ἡσαΐαν, μόγις κεράμιον ἓν
35τρυγηθῆναι· καὶ ἔνθα ἓξ ἀρτάβαι κατεσπάρησαν, τρία μέτρα συνάγεσθαι τὸν καρπόν. Πονηρὸς ἐν πόλει σύνοικος, πονηρὸς ἐν ἀγροῖς ὁ πλεονέκτης. Ἡ θά‐ λασσα οἶδε τὰ ὅρια αὐτῆς· ἡ νὺξ οὐχ ὑπερβαίνει ὁροθεσίας ἀρχαίας. Ὁ πλεονέκτης δὲ οὐκ αἰδεῖται
40χρόνον, οὐ γνωρίζει ὅρον, οὐ συγχωρεῖ ἀκολουθίῳ διαδοχῆς· ἀλλὰ μιμεῖται τοῦ πυρὸς τὴν βίαν, πάντα ἐπιλαμβάνων, καὶ πάντα ἐπινεμόμενος. Ὅσα ἐπι‐ βλέπει ὁ ὀφθαλμὸς, τοσούτων ἐπιθυμεῖ ὁ πλεονέκτης. Οὐ πλησθήσεται ὁ ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ
45κορεσθήσεται φιλάργυρος τοῦ λαμβάνειν. Ὁ ᾅδης οὐκ εἶπεν, Ἀρκεῖ, οὐδ’ ὁ πλεονέκτης εἶπέ ποτε· Ἀρκεῖ. Τὸ δὲ ἐντεῦθεν κέρδος τί; Ἀγρυπνίαι, μέ‐
ριμναι, φροντίδες. Δικαστὴς προσδοκᾶται, καὶ οὗτος

32

.

1195

περισκοπεῖ, μὴ εἰς δικαστήρια παρασυρῇ. Βουλεύε‐ ται ἐν νυκτὶ, τίνας τῶν πικρῶν συνηγόρων παρα‐ σκευάσει, ἵνα ψευδεῖς μαρτυρίας ἐκμισθώσηται· πῶς ἐκπολιορκήσει τὸν ἐν τῇ ἐρημίᾳ, πῶς καταδυ‐
5ναστεύσει τούτου, καὶ ἐν δικαστηρίῳ τὴν ἀλήθειαν κλέψας, ἀμφοτέρους ἀναλώσει, καὶ τὸν δικαστὴν παρακρουσάμενος, καὶ τὸν ἀδικηθέντα πλεονεκτή‐ σας. Τὸν πλοῦτον, τὸν μὲν δημοσιεύει, τὸν δὲ κατ‐ ωρυγμένον ἔχει πρὸς ἐλπίδας τὰς ἀδήλους ἀποτιθέ‐
10μενος, ἐλπίδας τὰς οὐκ ἐλπίδας. Εἰ γὰρ πρὸς ἐλπίδας ἦν ἡ ἀπόθεσις, πρὸς τὴν αἰωνίαν ἐλπίδα ἐγένετο ἂν ἡ παρασκευή. Νυνὶ δὲ ὑποκρύπτει τῇ κλίνῃ τὸν πλοῦτον τὸν ἄδηλον, τὴν ἐπερχομένην ζημίαν ἀποστρέφειν οἰόμενος. Ἀλλ’ εἰ μὲν ἥξει ποτὲ ἡ χρεία, ἄδηλον·
15ἥξει μέντοι καιρὸς, ἐν ᾧ μεταμεληθήσεται, μὴ οἰκο‐ νομήσας τὸν πλοῦτον. Τοῦτο πρόδηλον, κἀγώ εἰμι ὁ ἐγγυώμενος. Τί ποιεῖς, ἄθλιε; Τῇ γῇ παραδίδως τὸν θησαυρόν. Πότε χρήσῃ τοῖς παροῦσι; πότε ἀπολαύ‐ σεις αὐτῶν, ἀεὶ τοῖς πόνοις τῆς κτήσεως συνεχόμε‐
20νος; Οὐ προφασίζῃ μυρία, ἵνα λάβῃς τὰ τοῦ πλησίον; Ἐπισκοτεῖ μοι, φησὶ, τοῦ γείτονος ἡ οἰκία· θορύβους ἐνίησιν, ἢ τὸ ἀποπλανώμενον ὑποδέχεται. Εἰ ἐπιθυ‐ μεῖς τῆς τοῦ γείτονος οἰκίας, γείτων δέ σοι πάντως οὐ λείψει, ἀνάγκη σε δηλονότι ἐπὶ τὰ ἔσχατα φθάσαι
25τῆς καθ’ ἡμᾶς οἰκουμένης. Εἰ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῆς πρώτης ἐννοίας παῦσον σεαυτοῦ τὴν πρὸς τὸ κακὸν ὁρμὴν, ὦ ἄνθρωπε, ἀρκούμενος οἷς παρ‐ έλαβες, ἐπιμένων οἷς ἔχεις· εἰδὼς, ὅτι καὶ μεγέθη οἰκιῶν, διὰ τὸ ἐξ ἀδικίας συστῆναι, ἔρημά ἐστι τῶν
30οἰκητόρων, καὶ πλῆθος χώρας ἐκ πλεονεξίας περι‐ ληφθὲν ἄγονον πολλάκις τῶν καρπῶν ἀπεδείχθη. Προλαμβάνει γὰρ πολλάκις τὴν μέλλουσαν κρίσιν ἡ θεία δίκη, καὶ ἤδη τὰς ἀδίκως περιωρισμένας οἰ‐ κίας εἰς ἄχρηστον περιίστησιν, ἀπὸ τῆς πολυανθρώ‐
35που οἰκήσεως καὶ τῆς λαμπρᾶς εὐθηνίας ἐρήμους τῶν οἰκητόρων ποιοῦσα. Ὁ γὰρ τῶν ἀλλοτρίων ἐρῶν μετ’ οὐ πολὺ θρηνήσει, τῶν ἰδίων ἀποστερούμενος. Τί τὸν Ναυουθαὶ τὸν Ἰεζραηλίτην ἀπέκτεινεν· οὐχ ἡ τοῦ Ἀχαὰβ ἐπιθυμία τοῦ ἀμπελῶνος;
41 Μνήσθητι τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ Ἀποκα‐ λύπτεται ὀργὴ ἀπ’ οὐρανοῦ. Μνήσθητι τῆς ἐνδόξου τοῦ Χριστοῦ παρουσίας, ὅτε ἀναστήσονται, οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ
45τὰ φαῦλα, εἰς ἀνάστασιν κρίσεως. Ἐκεῖνα λυπείτω σε, καὶ μὴ λυπείτω σε ἡ τοῦ Θεοῦ ἐντολή. Πῶς σε δυσωπήσω; τί φθέγξομαι; Βασιλείας οὐκ ἐπι‐ θυμεῖς, γέενναν οὐ φοβῇ· πόθεν εὑρεθῇ ἴασις τῇ ψυχῇ σου; Εἰ γὰρ τὰ φρικτὰ οὐ φοβεῖ, τὰ φαι‐

32

.

1195

(50)

δρὰ οὐ προτρέπεται, λιθίνη καρδίᾳ διαλεγόμεθα.

32

.

1196

Ἐβουλόμην σε μικρὸν ἀναπνεῦσαι τῶν ἔργων τῆς ἀδικίας, ὦ πλεονέκτα, καὶ δοῦναι σχολὴν τοῖς ἑαυτοῦ λογισμοῖς, ὥστε ἐνθυμηθῆναι, πρὸς ποῖον πέρας ἡ σπουδὴ τῶν γινομένων συντέτακται. Ἔχεις γῆς
5ἀροσίμης πλέθρα τόσα καὶ τόσα, γῆς πεφυτευμένης τοσαῦτα ἕτερα, ὄρη, πεδία, νάπας, ποταμοὺς, λιβάδας. Τί οὖν μετὰ ταῦτα; Οὐχὶ τρεῖς σε πήχεις ἀναμένου‐ σιν; οὐχὶ λίθων ὀλίγων βάρος ἀρκέσει πρὸς φυλακὴν τῇ δυστήνῳ σαρκί; Ὑπὲρ τίνος παρανομεῖς; τί συν‐
10άγεις χερσὶν ἀκαρπίαν, καὶ ὕλην τῷ αἰωνίῳ πυρί; Οὐ νήψεις ποτὲ ἀπὸ τῆς μέθης ταύτης; οὐχ ὑγιανεῖς τοὺς λογισμούς; οὐχ ἑαυτοῦ γενήσῃ; οὐ πρὸ ὀφθαλ‐ μῶν λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον; Τί ἀπολογήσῃ, ἐπειδάν σε κύκλῳ περιστάντες οἱ ἠδικημένοι κατα‐
15βοῶσί σου ἐπὶ τοῦ δικαίου κριτοῦ; Τί ποιήσεις; ποίους συνηγόρους μισθώσῃ; ποίους μάρτυρας παρα‐ στήσεις; πῶς παραπείσεις τὸν ἀπαραλόγιστον δικα‐ στήν; Οὐκ ἔνι ῥήτωρ ἐκεῖ, οὐκ ἔνι πιθανότης ῥη‐ μάτων, κλέψαι δυναμένη τοῦ δικαστοῦ τὴν ἀλήθειαν·
20οὐκ ἀκολουθοῦσιν οἱ κόλακες, οὐ τὰ χρήματα, οὐχ ὁ ὄγκος τοῦ ἀξιώματος. Ἔρημος φίλων, ἔρημος βοη‐ θῶν, ἀσυνηγόρητος, ἀναπολόγητος, κατῃσχυμμέ‐ νος ἀπολειφθήσῃ, σκυθρωπὸς, κατηφὴς, μεμονωμέ‐ νος, ἀπαῤῥησίαστος. Ὅπου γὰρ ἂν περιαγάγῃς τὸν
25ὀφθαλμὸν, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας· ἔν‐ θεν τοῦ ὀρφανοῦ τὰ δάκρυα, ἐκεῖθεν τῆς χήρας τὸν στεναγμὸν, ἑτέρωθεν τοὺς κατακονδυλισθέντας ὑπὸ σοῦ πένητας, τοὺς οἰκέτας οὓς κατέξαινες, τοὺς γείτονας οὓς παρώργιζες. Πάντα σοι ἐπαναστήσεται,
30καὶ πονηρὸς χορὸς τῶν κακῶν σου πράξεων περι‐ στοιχίσεταί σε. Οὐκ ἔστιν ἄρνησις ἐκεῖ, ἀλλὰ ἐμφράσσεται πᾶν στόμα ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγματα, οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φαινόμενα οἷα ὑφ’ ἡμῶν κατ‐
35εσκεύασται. Φύγωμεν τοιγαροῦν τὸ τῆς πλεονεξίας χαλεπώτατον πάθος, ὅση δύναμις· φύγωμεν, ἵνα καὶ τὴν ἀπειλουμένην ἡμῖν τιμωρίαν φύγωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ
40αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύ‐ ματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
44tΠΕΡΙ ΑΜΑΡΤΙΑΣ.
45tΛΟΓΟΣ Ζʹ.
46 Πολὺν, ἀγαπητοὶ, καὶ ποικίλον ἐφ’ ἡμέραν ἡμῖν ὁ τῆς ἀληθείας ἐχθρὸς προσάγει τὸν πόλεμον. Προσ‐ άγει δὲ, ὡς ἴστε, τὰς ἡμετέρας ἐπιθυμίας καθ’ ἡμῶν βέλη ποιούμενος, καὶ παρ’ ἡμῶν εἰς τὸ βλάπτειν

32

.

1196

(50)

ἡμᾶς ἀεὶ λαμβάνων ἰσχύν. Καὶ καθάπερ οἱ πονηροὶ καὶ πλεονεκτικοὶ τῶν ἀνθρώπων, οἷς ἔργον μέν ἐστι καὶ προαίρεσις ἐκ τῶν ἀλλοτρίων πλουτεῖν, δύναμις
δὲ οὐ πάρεστιν ὥστε μετὰ παῤῥησίας βιάζεσθαι, ταῖς

32

.

1197

ὁδοῖς ἐφορεύειν εἰώθασι· καὶ εἰ ἰδωσί τι χωρίον περὶ αὐτὰς, ἢ φάραγξι βαθείαις διεῤῥωγὸς, ἢ φυτῶν πυ‐ κνότητι σύσκιον, εἰς τοῦτο καταδυόμενοι, καὶ τὴν ἐκ πολλοῦ πρόοψιν τῶν ὁδοιπορούντων τοιούτοις ὑπο‐
5τεμνόμενοι προκαλύμμασιν, ἀθρόως ἐπιπηδῶσιν αὐ‐ τοῖς, ὥστε μὴ δυνηθῆναί τινας τοὺς τοῦ κινδύνου βρόχους ἰδεῖν, πρὶν εἰς τούτους ἐμπεσεῖν· οὕτως ὁ δυσμενὴς ἄνωθεν ἡμῖν καὶ πολέμιος διάβολος, τὰς τῶν κοσμικῶν τέρψεων ὑποτρέχων σκιὰς, αἳ περὶ τὴν
10ὁδὸν τοῦ βίου πεφύκασι δειναὶ κρύψαι λῃστὴν, καὶ τὸν ἐπιβουλεύοντα ποιῆσαι λαθεῖν, ἐντεῦθεν ἀπρο‐ όπτως τὰς τῆς ἀπωλείας ὑποσπείρει παγίδας ἡμῖν. Ἀλλ’ ὥσπερ οἱ τῶν πόλεων περίβολοι, κύκλῳ πᾶσι περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων
15προσβολὰς ἀπείργουσιν· οὕτω καὶ ὁ φυλάσσων ἡμᾶς ἄγγελος καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν, καὶ ὀπι‐ σθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει· ἀλλ’ ἀεὶ παρεδρεύει τοῖς πεπιστευ‐ κόσιν ἐπὶ τὸν Κύριον, ἐὰν μή ποτε αὐτὸν ἡμεῖς ἐκ
20τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. Ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς ἀπελαύνει δυσωδία οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία.
25 Εὐχῆς μὲν οὖν ἄξιον, μὴ προσάψασθαι τοῦ κα‐ κοῦ· δεύτερος δὲ πλοῦς, εὐθὺς μετὰ τὴν πεῖραν ὥσπερ ἰοβόλου πληγὴν ἀποφεύγειν. Οἶδα γάρ τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς πάθη κατολισθήσαν‐ τας, καὶ μέχρι πολιᾶς αὐτῆς διὰ συνήθειαν τοῦ
30κακοῦ, ταῖς ἁμαρτίαις παραμείναντας. Ὥσπερ γὰρ οἱ ἐν βορβόρῳ κυλινδούμενοι χοῖροι ἀεὶ προσπλάτ‐ τουσιν ἑαυτοῖς τὸν πηλὸν, οὕτως οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ’ ἑκάστην ἡμέραν προσαναμάσ‐ σονται. Ἡ γὰρ ἁμαρτία, ἕως μὲν ὠδίνεται, ἔχει
35τινὰ αἰσχύνην· ἐπειδὰν δὲ τελεσθῇ, τότε ἀναισχυν‐ τοτέρους ποιεῖ τοὺς ἐργαζομένους αὐτήν. Ἕως μὲν οὖν μικρὰ ἁμαρτάνομεν καὶ ὀλίγα, ὥσπερ τὰ φυτὰ ὑπὸ πραείας αὔρας περιδονούμενοι, ἠρέμα πως σαλευόμεθα· ἐπειδὰν δὲ πλείω καὶ μείζονα ᾖ
40τὰ κακὰ, κατὰ τὴν ἀναλογίαν τῆς τῶν ἁμαρτη‐ μάτων αὐξήσεως καὶ ὁ σάλος ἐπιτείνεσθαι πέφυκε. Καὶ οἱ μὲν ἐπὶ πλέον σαλεύονται· οἱ δὲ μέχρι τοῦ καὶ αὐτόῤῥιζοι ἀνατραπέντες καταβληθῆναι, ὅταν λαίλαπος πάσης βιαιότερον τὰ πνευματικὰ τῆς πο‐
45νηρίας τὰς οἱονεὶ ῥίζας τῆς ψυχῆς, αἷς ἐπεστήρικτο τῇ πίστει τῇ κατὰ Θεὸν, ἀποῤῥήξῃ. Τῷ μὲν γὰρ ἀκουσίως τοῦ προσήκοντος ἁμαρτόντι κἂν συγγνώμη τις ἴσως παρὰ τοῦ Θεοῦ γένοιτο· τῷ δὲ ἐξεπίτηδες τὰ χείρω προελομένῳ οὐδεμία παραίτησις, τὸ μὴ

32

.

1197

(50)

οὐχὶ πολλαπλασίω τὴν κόλασιν ὑποσχεῖν. Καὶ γὰρ τῶν ἁμαρτανομένων τὰ μὲν ἀκούσιά ἐστι, τὰ δὲ ἀπὸ γνώ‐ μης πονηρᾶς ἁμαρτάνεται. Ἄλλως οὖν τὰ ἀκούσια
τυγχάνει συγγνώμης, καὶ ἄλλως τὰ ἐκ μοχθηρᾶς

32

.

1200

προαιρέσεως κατακρίνεται. Ὁ μὲν γάρ τις ἥμαρτε, πονηρῶς τὸ ἐξ ἀρχῆς τεθραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀδίκων εἰς τὸν βίον παρήχθη, καὶ συν‐ ετράφη καὶ ῥήμασι καὶ πράξεσι παρανόμοις. Ἄλλος
5δὲ πολλὰ ἔχων τὰ προκαλούμενα αὐτὸν εἰς ἀρετὴν, ἀνατροφὴν σεμνοτάτην, νουθέτησιν γονέων, διδα‐ σκάλων ἀκρίβειαν, ἀκρόασιν λόγων θειοτέρων, δίαιταν κατεσταλμένην, τἄλλα οἷς ψυχὴ παιδαγωγεῖ‐ ται πρὸς ἀρετήν· εἶτα καὶ αὐτὸς εἰς τὴν αὐτὴν
10ἁμαρτίαν ὑπώλισθε. Πῶς οὖν οὐχὶ βαρυτέρας δι‐ καίως ὁ τοιοῦτος τῆς τιμωρίας ἀξιωθήσεται; Ὁ μὲν γὰρ ἐπὶ μόναις ταῖς κατεσπαρμέναις ἐν ταῖς ἐννοίαις ἡμῶν σωτηρίοις ἀφορμαῖς ἐγκληθήσεται, ὡς οὐ χρη‐ σάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς τούτῳ, καὶ ὡς
15προδεδωκὼς πᾶσαν τὴν δεδομένην αὐτῷ συνεργίαν καὶ δι’ ἀπροσεξίαν εἰς τὸν πονηρὸν βίον κατασυρείς. Ποῖα οὖν τῶν ἁμαρτημάτων συγγνώμην ἔχειν δύναται παρὰ τῷ Θεῷ; πόσα δὲ καὶ πηλίκα ἁμαρ‐ τήσας τις, ὑπεύθυνος γίνεται τῷ κρίματι τῆς ἀπει‐
20θείας; Οὔτε ἐν τῷ πλήθει τῶν ἁμαρτανομένων, οὔτε ἐν τῷ μεγέθει τῶν ἁμαρτημάτων, ἐν μόνῃ δὲ τῇ παραβάσει οὑτινοσοῦν προστάγματος σαφῶς κρίνο‐ μεν τὴν πρὸς Θεὸν ἀπείθειαν, καὶ κοινὸν κατὰ πάσης παρακοῆς τοῦ Θεοῦ τὸ κρῖμα εὑρίσκομεν, τὰς
25θείας ἀναλαβόντες Γραφάς. Ἐν μὲν τῇ Παλαιᾷ τὸ φοβερὸν ἐκεῖνο τοῦ Ἄχαρ ἀναγινώσκοντες τέλος, ἢ τὴν κατὰ τὸν ἐν Σαββάτῳ ξύλα ἀναλέξαντα ἱστορίαν· ὧν ἑκάτερος οὐδὲν οὐδέποτε ἄλλο οὐκ εἰς Θεὸν ἡμαρ‐ τηκὼς, οὐκ ἄνθρωπον ἠδικηκὼς, οὐ μέγα, οὐ μικρὸν
30ὅλως, εὑρίσκεται. Ἀλλ’ ὁ μὲν ἐπὶ μόνῃ καὶ πρώτῃ τῶν ξύλων συλλογῇ ἀπαραίτητον δίδωσι τὴν δίκην, οὐδὲ μετανοίας τόπον εὑρών· προστάγματι γὰρ Θεοῦ παρὰ παντὸς τοῦ λαοῦ παραχρῆμα λιθοβολεῖται. Ὁ δὲ, ὅτι μόνον ὑφείλετό τι τῶν ἀναθημάτων, οὔπω δὲ
35εἰσενεχθέντων εἰς τὴν συναγωγὴν, οὐδὲ προσδε‐ χθέντων ὑπὸ τῶν ἐπιτεταγμένων τὰ τοιαῦτα, αἴτιος ἀπωλείας, οὐχ ἑαυτῷ μόνῳ, ἀλλὰ καὶ γαμετῇ καὶ τέκνοις, πρὸς δὲ καὶ αὐτῇ σκηνῇ, σὺν πᾶσι τοῖς ἰδίοις ἐγένετο. Ἔμελλε δὲ ἤδη θᾶττον καὶ τὸν λαὸν
40ἅπαντα, πυρὸς τρόπον, ἐπινέμεσθαι τῆς ἁμαρτίας τὸ κακὸν, καὶ ταῦτα, οὔτε εἰδότα τὸ γεγονὸς, οὔτε συν‐ εγνωκότα τῷ ἁμαρτήσαντι, εἰ μὴ ταχέως ἐκ τῆς πτώσεως τῶν ἀναιρεθέντων ἀνδρῶν συνετρίβη μὲν ὁ λαὸς αἰσθόμενος τῆς ὀργῆς τοῦ Θεοῦ, ἔπεσε δὲ ἅμα
45τοῖς πρεσβυτέροις καταπασάμενος χοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ οὕτω διὰ κλήρου φωραθεὶς ὁ ἔνοχος τὴν εἰρημένην δέδωκε δίκην. Τί δὲ Μαρία ἡ ἀδελφὴ Μωϋ‐ σέως, Αὕτη κατὰ Μωϋσέως ἐπειδὴ εἶπέ τι μόνον ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθὲς (γυναῖκα γὰρ,

32

.

1200

(50)

φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ), τοσαύτης ἐπει‐ ράθη τῆς τοῦ Θεοῦ ἀγανακτήσεως, ὡς μηδὲ αὐτοῦ τοῦ Μωϋσέως ἱκετεύοντος συγχωρηθῆναι αὐτῇ τῆς
ἁμαρτίας τὸ ἐπιτίμιον. Καὶ τί δεῖ περὶ τούτων λέ‐

32

.

1201

γειν, αὐτὸν τοῦτον ἀφέντας Μωϋσέα, τὸν τοῦ Θεοῦ θεράποντα, τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα παρ’ αὐτοῦ τιμῆς, οὕτω δὲ ὑπὸ αὐτοῦ μαρτυρηθέντα, ὡς ἀκοῦσαι, Οἶδά σε παρὰ
5πάντας, καὶ εὕρηκας χάριν ἐνώπιόν μου, Οὗτος γὰρ ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας, οὐδενὸς ἕνεκεν ἑτέρου, ἢ ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι δι’ ἀπορίαν ὕδατος, Μὴ ἐκ ταύτης τῆς πέτρας ἐξάξω ὑμῖν ὕδωρ; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν
10παρὰ τοῦ Θεοῦ δέχεται, εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐκ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον. Ὅταν οὖν ἴδω τοῦτον παρακαλοῦντα, καὶ μὴ συγχωρούμενον ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορθώματα
15ἐπὶ τῷ βραχεῖ ἐκείνῳ καταξιούμενον ῥήματι· οὐχὶ ὄντως ὁρῶ Θεοῦ ἀποτομίαν, κατὰ τὸν Ἀπόστολον; οὐχὶ κἀκεῖνο ἀληθὲς εἶναι πεισθήσομαι, τὸ, Εἰ ὁ δί‐ καιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Καὶ τί ταῦτα λέγω; Ἡλεὶ ὁ ἱερεὺς ὑπὲρ
20τοῦ ἰδίου βίου μηδὲν ἐγκαλούμενος, ὅτι μὴ τοῖς υἱοῖς ἐπεξῆλθε σφοδρότερον, τοιαύτην ἐκίνησεν ὀργὴν τῇ μακροθυμίᾳ τοῦ Θεοῦ, ὥστε ἐπαναστάντων ἀλλοφύ‐ λων, τοὺς μὲν υἱοὺς αὐτοῦ ἐκείνους ἀναιρεθῆναι κατὰ τὸν πόλεμον ἐν μιᾷ ἡμέρᾳ, ἡττηθῆναι δὲ σύμπαντα
25τὸν λαὸν, καὶ τούτων πεσεῖν ἱκανοὺς, γενέσθαι δὲ καὶ περὶ τὴν κιβωτὸν τῆς ἁγίας τοῦ Θεοῦ διαθήκης, ἃ μήτε ἠκούσθη ποτὲ πρότερον· ὥστε, ἧς οὔτε Ἰσραηλίταις, οὔτε μὴν αὐτοῖς τοῖς ἱερεῦσιν ἅπασιν, οὐδὲ πάντοτε ἅπτεσθαι θεμιτὸν ἦν, οὐδὲ τόπος αὐ‐
30τὴν ὁ τυχὼν ὑπεδέχετο, ταύτην ὑπὸ χειρῶν ἀσε‐ βῶν ἄλλοτε ἀλλαχόθεν μετακομίσεσθαι, καὶ ἀντὶ τῶν ἁγίων, εἰδώλων ναοῖς ἀποτίθεσθαι. Ἐφ’ οἷς πό‐ σον τινὰ συνέβαινεν εἶναι καὶ κατ’ αὐτοῦ τοῦ ὀνόμα‐ τος τοῦ Θεοῦ γέλωτα καὶ χλεύην παρὰ τοῖς ἀλλοφύ‐
35λοις, στοχάζεσθαι πάρεστιν. Ἐπὶ τούτοις καὶ αὐτὸς ὁ Ἡλεὶ τέλει χρησάμενος οἰκτροτάτῳ, ἀπειλὴν ἐδέ‐ ξατο τοῦ καὶ τὸ σπέρμα αὐτοῦ ἀποκινηθήσεσθαι τοῦ ἱερατικοῦ ἀξιώματος· ὅπερ καὶ γέγονε. Καίτοι, τοῦ μὲν ἰδίου βίου ἕνεκεν, οὐδὲν ᾐτιάθη ὁ πρεσβύτης
40ποτέ. Καὶ αὐτοῖς δὲ τοῖς υἱοῖς οὐχ ὑπέμεινεν ἐφ‐ ησυχάσαι· ἀλλὰ πολλὰ μὲν παρῄνει, περὶ τοῦ μηκέτι τοῖς ὁμοίοις ἐμμένειν, Μὴ τέκνα, λέγων, μή· οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ, ἃς ἐγὼ ἀκούω περὶ ὑμῶν. Ὅμως ἐπειδήπερ οὐχὶ τὸν πρέποντα ζῆλον κατ’ αὐτῶν ἐπ‐
45εδείξατο, ἑαυτῷ τε κἀκείνοις, καὶ τῷ λαῷ, τοσαύτην τὴν τοῦ Θεοῦ ἀνῆψεν ὀργήν. Καίτοι ἔοικεν ὁ μὲν ἔλεγχος τέλος ἔχειν τὴν διόρθωσιν τοῦ ἁμαρτάνοντος· ὁ δὲ ὀνειδισμὸς ἐπὶ ἀσχημοσύνῃ τοῦ ἐπταικότος γί‐ νεσθαι. Εἰ γὰρ καὶ τὰ πλεῖστα κατωρθωκέναι δοκεῖ

32

.

1201

(50)

τις, ὀλίγων δέ που, ἢ καὶ μιᾶς ἡστινοσοῦν ἐντολῆς ἀμελήσει, ἢ τῷ πλημμελήσαντι ἀδιαφόρως ἐφησυχάσει, καὶ μὴ ζῆλον ἀγαθὸν κατὰ τὸ κρῖμα τοῦ Θεοῦ ἐπιδεί‐ ξεται, ἐπὶ ταύτῃ μόνῃ δικαίως ὑφέξει. Κἂν ἐξ ἀγνοίας
πάθῃ τι τοιοῦτον, οὐδὲ οὕτως ἀτιμώρητος διαφεύγει.

32

.

1204

Τοιαῦτα μὲν οὖν ὅτι πλεῖστα κατὰ τὴν Παλαιὰν Διαθήκην εὑρίσκομεν κατὰ πάσης παρακοῆς τὰ κρί‐ ματα· οὐχ ἧττον δὲ τούτων ἐν τῇ Καινῇ ἐρχόμενος, ἀλλὰ καὶ πολλῷ πλείω καταμανθάνω τοῦ κρίματος
5τὴν σφοδρότητα, οἷον· Ὁ δοῦλος ὁ γνοὺς τὸ θέλη‐ μα τοῦ κυρίου αὑτοῦ, καὶ μὴ ποιήσας, δαρήσε‐ ται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· καὶ ὅλως οὐκ ἀπολύ‐ σαντος μὲν τοῦ Χριστοῦ οὔτε τὸν κατ’ ἄγνοιαν ἡμαρ‐
10τηκότα τῆς τιμωρίας, σφοδρότερον δὲ κατὰ τῶν ἐν γνώσει τὴν ἀπειλὴν ἐπιτείναντος. Καὶ πάλιν, Ὁ οὐ‐ ρανὸς, φησὶ, καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ ὁ μακάριος ἀπό‐ στολος Παῦλός φησι· Λογισμοὺς καθαιροῦντες,
15καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Πᾶν ὕψωμα καὶ πᾶν νόημα, οὐχὶ τοῦτο, ἢ ἐκεῖνο. Καὶ ἐν ἑτοίμῳ ἔχον‐ τες ἐκδικῆσαι πᾶσαν παρακοήν. Καὶ ἀλλαχοῦ πά‐
20λιν· Οἱ τὰ τοιαῦτα πράσσοντες, ἄξιοι θανάτου εἰσίν· καὶ πάλιν· Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Ὥστε οὐδὲν ἀνεκδίκητον ἀφίεται παρὰ τῷ Θεῷ. Εἰ δὲ ταῦτα λόγοι μόνον, καὶ οὐ πράγματα· ἰδοὺ ὁ τὴν
25γυναῖκα τοῦ πατρὸς ἐν Κορίνθῳ ἔχων, οὐδὲν ἕτερον ἐγκληθεὶς, ἐπὶ τούτῳ μόνῳ οὐ μόνον αὐτὸς πα‐ ραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἄχρις ἂν τοῖς ἀξίοις καρποῖς τῆς μετανοίας διορθώσηται τὸ πλημμέλημα, ἀλλὰ καὶ πᾶσα ὁμοῦ ἡ Ἐκκλησία,
30ἐπεὶ μὴ ἐπεξῆλθε τῷ ἁμαρτήματι, ἐκείνοις περι‐ βάλλεται τοῖς ἐγκλήμασι. Τί δὲ Ἀνανίας ὁ ἐν ταῖς Πράξεσι; τί ἄλλο κακὸν πεποιηκὼς εὑρίσκε‐ ται, ἢ ἐκεῖνο αὐτό; Ποῦ νῦν τοσαύτης ὀργῆς ἄξιον φαίνεται; Ἴδιον κτῆμα πωλήσας, ἤνεγκε τὰ χρή‐
35ματα θεῖναι παρὰ τοὺς πόδας τῶν ἀποστόλων, νοσφισάμενος ἀπὸ τῆς τιμῆς, καὶ ἐπὶ τούτῳ παρ’ αὐτὴν τὴν ὥραν ἅμα τῇ γυναικὶ θανάτῳ καταδικά‐ ζεται, οὐδὲ τοὺς περὶ μετανοίας λόγους ἐπὶ τῷ ἁμαρτήματι μαθεῖν καταξιωθεὶς, οὐ τοῦ κατανυ‐
40γῆναι γοῦν ἐπὶ τούτῳ καιρὸν εὑρὼν, οὐ τοῦ μετα‐ νοῆσαι προθεσμίαν λαβών. Ὁ δὲ τοῦ τοιούτου καὶ τηλικούτου κρίματος ὑπηρέτης, ὁ μακάριος Πέ‐ τρος, ὁ πάντων μὲν τῶν μαθητῶν προκριθεὶς, μό‐ νος δὲ πλείω τῶν ἄλλων μαρτυρηθεὶς καὶ μακαρι‐
45σθεὶς, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πι‐ στευθεὶς, ὅταν ἀκούῃ παρὰ τοῦ Κυρίου, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ, ποίαν ἄρα καὶ τὴν ὁπωσοῦν λιθίνην καρδίαν οὐ δυσωπήσει πρὸς φόβον τῶν τοῦ Θεοῦ κριμάτων; καὶ ταῦτα, οὐδὲ

32

.

1204

(50)

μιᾶς μὲν ἁμαρτίας, οὐδὲ μιᾶς καταφρονήσεως ἔμ‐ φασιν δοὺς, τιμῇ δὲ μᾶλλον τῇ περὶ τὸν Δεσπότην
ὑπερβαλλούσῃ χρησάμενος, καὶ τὴν προσήκουσαν

32

.

1205

δούλῳ καὶ μαθητῇ εὐλάβειαν ἐπιδειξάμενος. Ἰδὼν γὰρ τὸν ἑαυτοῦ καὶ πάντων Κύριον, καὶ Θεὸν, καὶ βασιλέα, καὶ Σωτῆρα, καὶ ὁμοῦ τὰ πάντα, ἐν ὑπ‐ ηρέτου σχήματι διαζωσάμενον τὸ λέντιον, καὶ νίπτειν
5τοὺς πόδας αὐτοῦ βουλόμενον, εὐθὺς ὥσπερ εἰς συν‐ αίσθησιν ἐλθὼν τῆς οἰκείας ἀναξιότητος, καὶ τὸ ἀξίωμα τοῦ προσερχομένου καταπλαγεὶς, ἐξεβόησε· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; καὶ πάλιν· Οὐ μή μου νίψῃς τοὺς πόδας εἰς τὸν αἰῶνα. Ἐπὶ
10τούτῳ τὴν τοσαύτην ἐκδέχεται ἀπειλὴν, ὡς εἰ μὴ ἔφθασε τῇ ταχύτητι καὶ σφοδρότητι τῆς ὑπακοῆς διορθωσάμενος τὴν ἀντιλογίαν, οὐδὲν ἂν αὐτῷ τῶν παρὰ τοῦ Κυρίου μακαρισμῶν τε καὶ δωρεῶν καὶ ἐπαγγελιῶν, οὐδὲ αὐτὴ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς
15τῆς τοιαύτης καὶ τοσαύτης εἰς τὸν μονογενῆ Υἱὸν εὐδοκίας ἀποκάλυψις ἤρκεσε παραμυθήσασθαι τὴν παροῦσαν ἀπείθειαν. Ἀλλὰ ταῦτα μὲν ἐὰν θέλω καταλέγειν, ὅσα εὑ‐ ρίσκω ἔκ τε τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης, ἐπι‐
20λείψει με τάχα διηγούμενον ὁ χρόνος. Πλὴν ἐκεῖνο μόνον πρὸς τὸ παρὸν μνημονεῦσαι ἀναγκαῖον, τὸ ἐν τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ πρὸς τοὺς ἐξ ἀριστερῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἱσταμένους λεχθὲν παρ’ αὐτοῦ· Πορεύεσθε ἀπ’
25ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐ‐ τοῦ· οὐχ ὅτι ἐφονεύσατε, ἢ ἐπορνεύσατε, ἢ ἐψεύ‐ σασθε, ἤ τινα ἠδικήσατε, ἢ ἄλλο τι τῶν ἀπηγορευ‐ μένων, κἂν τὸ βραχύτατον γοῦν, ἐπράξατε, ἀλλ’
30ὅτι τῶν ἀγαθῶν ἔργων ἠμελήσατε. Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. Ὁ τοίνυν μὴ ἐκθηλυνόμενος, μηδὲ κατακαμπτόμενος ὑπὸ τῆς ἐγκρατείας, πᾶσαν
35φυγὴν ἁμαρτημάτων κατώρθωσεν· εἰ δὲ τὰ μὲν πλεῖστα ἔφυγεν, ὑφ’ ἑνὸς δὲ κρατεῖται, οὐκ ἐγκρα‐ τὴς ὁ τοιοῦτος, ὡς οὔτε ὑγιὴς ὁ ἑνὶ σωματικῷ πάθει παρενοχλούμενος· οὔτε ἐλεύθερος ὁ ὑφ’ ἑνὸς καὶ τοῦ τυχόντος κυριευόμενος. Τοῖς μὲν οὖν ἰάσιμα
40ἁμαρτάνουσιν ἀπειλεῖ ὁ λόγος, ἐπισκέπτεσθαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδι‐ κίας αὐτῶν· τοῖς δὲ ἀνιάτως ἔχουσι λέγει· Τί ἔτι πληγῆτε, πάσας διεξεληλυθότες τὰς πληγάς; Πασῶν κατεφρονήσατε τῶν ἐπιστρεπτικῶν μαστίγων, συν‐
45τριμμὸς ὑμᾶς μένει. Τῶν δὲ περιστατικῶς συμ‐ βαινόντων τινὰ μὲν ἁμαρτημάτων ἕνεκα γίνεται· τινὰ δὲ εἰς διόρθωσιν τοῦ ἤθους τῶν πειραζομένων· ἄλλα δὲ ὑπὲρ τοῦ ἐκτριβῆναι τοὺς ἀπεγνωσμένους, ὡς ἐπὶ τοῦ Φαραώ. Τούτοις γὰρ οὐκέτι πληγαὶ,

32

.

1205

(50)

οὐδὲ μάστιγες, ἀλλ’ ἀφανισμὸς ἀπειλεῖται. Τί ἔτι πληγῆτε, ὧν καὶ τὰ σώματα καὶ αἱ ψυχαὶ μεμα‐ στίγωνται, καὶ οὐδαμοῦ ἡ διόρθωσις; ἔστι δὲ πολ‐
λάκις καὶ ἡ νόσος ὠφέλιμος, ὅταν παιδαγωγεῖν μέλ‐

32

.

1208

λῃ τὸν ἁμαρτάνοντα· καὶ ἡ ὑγεία βλαβερὰ, ὅταν ἐφόδιον γίνηται πρὸς ἁμαρτίαν τῷ ἔχοντι. Οὕτω καὶ τὰ χρήματα ἤδη τισὶν ὑπηρεσία πρὸς ἀκολασίαν ἐγένετο, καὶ πενία πολλοὺς ἐσωφρόνισε τῶν ὡρμη‐
5μένων κακῶς. Μήτε οὖν φύγῃς ἃ μὴ δεῖ, μήτε προσφύγῃς ᾧ μὴ δεῖ· ἀλλ’ ἕν σοι φευκτὸν ἤτω, ἡ ἁμαρτία καὶ μία καταφυγὴ ἐκ τῶν κακῶν, ὁ Θεός.
11 Οἱ μέντοι πολλοὶ τῶν ἀνθρώπων καὶ λήθην ποιοῦνται τῶν προτέρων ἁμαρτημάτων, ἀδιαφο‐ ροῦντες ἐπ’ αὐτοῖς καὶ καταφρονοῦντες, ὡς μηδε‐ μιᾶς ἐκδικήσεως γενησομένης. Ὁ δὲ τὸ δικαστήριον
15τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν διὰ παντὸς ἔχων, καὶ πε‐ πεισμένος, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον, ἐν ἀγωνίᾳ καθέστηκε πάντοτε, καὶ τὴν ἀλγηδόνα
20τῇ ἑαυτοῦ ψυχῇ ταύτην ἵστασθαι φροντίζων, αὐ‐ τὸς ἑαυτοῦ κατηγορεῖ διὰ τῶν πρὸς τὸν Θεὸν ἐξ‐ ομολογήσεων, κατὰ τὸν λέγοντα· Ἡ ἀλγηδών μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Πολλοὶ δὲ καὶ ἐπι‐ στρέψαντες ἀπὸ πονηρῶν ἔργων, οἱονεὶ τὰς μνή‐
25μας τῶν παλαιῶν ἔργων παρακατέχοντες, δι’ αὐ‐ τῶν πολλάκις ἀνανεοῦνται τὴν ἡσυχάζουσαν ἁμαρ‐ τίαν. Κακία γὰρ σιωπηθεῖσα, νόσος ὕπουλός ἐστιν ἐν τῇ ψυχῇ. Ἡ δὲ ἄνεσις τῶν ἁμαρτωλῶν κατὰ ἐγκατάλειψιν γίνεται. Ὧν μὲν γὰρ προνοεῖται ὁ
30λόγος, φησιν· Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκα‐ ταλείπω· ὧν δ’ ἂν παντελῶς ἀπογνῷ, τούτους ἀν‐ έτους ἀφίησι ποιεῖν τὰ θελήματα τῆς σαρκὸς, καὶ τῶν διανοιῶν αὐτῶν, ὡς τῆς παιδευτικῆς ἀνωφελοῦς αὐτοῖς ἐσομένης. Καὶ γὰρ ἐπεὶ ὑπὲρ τραῦμα καὶ
35μώλωπα καὶ πληγὴν φλεγμαίνουσαν ἡ ἁμαρτία ἐστὶν, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι ὡς πρὸς τὴν πληγὴν, οὐδὲ ἔλαιον ὡς πρὸς τὰ τραύματα· οὐδὲ χρεία τῆς ἀπὸ τούτων βοηθείας· μείζονα γὰρ, φησὶ, τὰ συμπτώματα ἢ ὥστε τούτοις ἐνδοῦναι. Καὶ ἐπει‐
40δὴ ὅλον τὸ ἔθνος ἁμαρτωλὸν, καὶ πᾶς ὁ λαὸς πλήρης ἀνομιῶν, διὰ τοῦτο καὶ ἡ κόλασις ἐπὶ πάν‐ τας πολλάκις ἔφθασε. Καὶ πᾶσα καρδία λυπηρὰ γέγονεν, εἰς αἰχμαλωσίαν ἀγομένου τοῦ λαοῦ διὰ τὸ ἁμαρτήματα. Ὥσπερ οὖν τῆς τομῆς, ἢ τοῦ καυ‐
45τῆρος, οὐχ ὁ ἰατρὸς αἴτιος, ἀλλ’ ἡ νόσος· οὕτω καὶ οἱ τῶν πόλεων ἀφανισμοὶ, ἐκ τῆς ἀμετρίας τῶν ἁμαρτανομένων τὴν ἀρχὴν ἔχοντες, τὸν Θεὸν ἁπά‐ σης μέμψεως ἀπολύουσιν. Ἔρχεται γὰρ καὶ δι’ ὀλίγους κακὰ, καὶ μοχθη‐

32

.

1208

(50)

ρίας τινὸς παραπήλαυσε δῆμος. Ἄχαρ ἱεροσύλησε,
καὶ ὅλη ἡ παράταξις ἐμαστίζετο. Ὁ Ζαμβρὶ πάλιν

32

.

1209

εἰς τὰς Μαδιανίτιδας ἐξεπόρνευε, καὶ ὁ Ἰσραὴλ ἔπιπτεν εἰς δίκην. Καὶ καθάπερ ὁ λοιμὸς, ἐπειδὰν ἑνὸς ἀνθρώπου ἢ κτήνους ἅψηται, κατὰ διάδοσιν ἐπὶ πάντας τοὺς ἐγγίζοντας διανέμεσθαι πέφυκεν·
5οὕτω καὶ οἱ ἐργάται τῆς ἀνομίας, τὸ ἴδιον κακὸν ἐπὶ πάντας ἄγειν φιλονεικοῦσι, πολλοὺς ἑαυτοῖς πα‐ ραπλησίους γενέσθαι φιλοτιμούμενοι, ἵνα ἐν τῇ κοινωνίᾳ τῶν κακῶν διαφεύγωσι τὰ ὀνείδη· καὶ ἄλλος ἄλλῳ τῆς νόσου μεταδιδόντες, συννοσοῦσιν ἀλ‐
10λήλοις καὶ συναπόλλυνται. Οὔτε γὰρ πῦρ, εὐκατα‐ πρήστου ὕλης ἁψάμενον, δυνατὸν μὴ οὐχὶ ἐπὶ πᾶσαν αὐτὴν διαβῆναι, ἄλλως τε κἂν ἐπιτύχῃ πνεύματος ἐπιφόρου τὴν φλόγα διακομίζοντος· οὔτε τὴν ἁμαρ‐ τίαν, ἑνὸς ἁψαμένην, μὴ οὐχὶ πάντας τοὺς ἐγγίζον‐
15τας διελθεῖν, ἐξαπτόντων αὐτὴν τῶν πνευμάτων τῆς πονηρίας. Αἱ μὲν γὰρ διὰ τοῦ σώματος πράξεις καὶ χρόνου δέονται, καὶ εὐκαιρίας, καὶ καμάτων, καὶ συνερ‐ γῶν, καὶ τῆς λοιπῆς χορηγίας. Αἱ δὲ τῆς διανοίας
20κινήσεις ἀχρόνως ἐνεργοῦνται, ἀκόπως ἐπιτελοῦν‐ ται, ἀπραγματεύτως συνίστανται, πάντα καιρὸν ἐπιτήδειον ἔχουσι. Καί πού τις τῶν σοβαρῶν καὶ κατοφρυωμένων ἐπὶ σεμνότητι, πλάσμα σωφροσύ‐ νης ἔξωθεν περικείμενος, ἐν μέσοις καθεζόμενος
25πολλάκις τοῖς ἐπ’ ἀρετῇ αὐτὸν μακαρίζουσιν, ἀπ‐ έδραμε τῇ διανοίᾳ πρὸς τὸν τῆς ἁμαρτίας τόπον ἐν τῷ ἀφανεῖ τῆς καρδίας κινήματι. Εἶδε τῇ φαν‐ τασίᾳ τὰ σπουδαζόμενα, ἀνετυπώσατό τινα ὁμιλίαν οὐκ εὐπρεπῆ, καὶ ὅλως ἐν τῷ κρυφίῳ τῆς καρδίας
30ἐργαστηρίῳ ἐναργῆ τὴν ἡδονὴν ἑαυτῷ ζωγραφή‐ σας, ἀμάρτυρον ἔσω τὴν ἁμαρτίαν εἰργάσατο. Τὸ γὰρ πλεῖστον τῆς ἁμαρτίας ἐν τῇ ὁρμῇ πληροῦται τῇ κατὰ πρόθεσιν· διότι αἱ μὲν τοῦ σώματος πρά‐ ξεις ὑπὸ πολλῶν διακόπτονται, ὁ δὲ κατὰ πρόθεσιν
35ἁμαρτάνων τῷ τάχει τῶν νοημάτων συναπαρτιζο‐ μένην ἔχει τὴν ἁμαρτίαν. Ὡς γὰρ ἡ σκιὰ τῷ σώ‐ ματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργεῖς τὰς πράξεις ἐξεικονίζουσαι. Τελεία μὲν οὖν κακία, τὸ καὶ γνώμῃ καὶ πράξεσιν ἁμαρτάνειν·
40ἥμισυ δὲ τοῦ κακοῦ, ἐπὶ τῆς ὁρμῆς τῆς κατὰ διά‐ νοιαν στῆναι τὴν ἁμαρτίαν. Οὐ πάντη οὖν ἀτιμώ‐ ρητος ὁ κατὰ διάνοιαν ἁμαρτάνων· ἀλλ’ ὅσον ἐλ‐ λείπει τοῦ κακοῦ, τοσοῦτον αὐτῷ τῶν πόνων ὑφαι‐ ρεθήσεται. Τὸν μέντοι παραδεχθέντα εἰς τὴν ἀδελ‐
45φότητα, εἶτα τὴν ὁμολογίαν ἀθετήσαντα, οὕτω χρὴ ὁρᾶσθαι, ὡς εἰς Θεὸν ἐξαμαρτόντα, ἐφ’ οὗ, καὶ εἰς ὃν τὴν ὁμολογίαν τῶν συνθηκῶν κατέθετο. Ἐὰν δὲ εἰς Θεὸν ἁμαρτήσῃ τις, φησὶ, καὶ τίς προσεύξε‐ ται περὶ αὐτοῦ; Ὁ γὰρ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ,

32

.

1209

(50)

εἶτα πρὸς ἄλλον βίον ἀποπηδήσας, ἱερόσυλος γέγο‐ νεν, αὐτὸς ἑαυτὸν διακλέψας, καὶ ἀφελόμενος τὸ τοῦ Θεοῦ ἀνάθημα. Οἷς εὔλογόν ἐστι, μηκέτι θύραν
τῶν ἀδελφῶν ἀνοίγεσθαι, μηδὲ εἰ κατὰ ψιλὴν πάρ‐

32

.

1212

οδον σκέπης ἕνεκεν ἐπιδημήσειεν. Ὁ γὰρ ἀποστο‐ λικὸς κανὼν φανερὸς, κελεύει ἡμᾶς στέλλεσθαι ἀπὸ παντὸς ἀτάκτου, καὶ μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ.
7 Οὕτω γὰρ καὶ τὸ ῥόδον ἄνευ ἀκάνθης ἦν τὴν ἀρχὴν βλαστηθὲν, ὑπὲρ δὲ τῷ κάλλει τοῦ ἄνθους ἡ ἄκανθα παρεζεύχθη, ἵνα τῷ τερπνῷ τῆς ἀπολαύ‐
10σεως ἐγγύθεν ἔχωμεν παρακειμένην τὴν λύπην, μεμνημένοι τῆς ἁμαρτίας, δι’ ἣν ἀκάνθας καὶ τρι‐ βόλους ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδικάσθη. Ἀλλ’ ἡ τῶν παθῶν κακία, διὰ τῆς περὶ Θεοῦ ἀγνωσίας, ἀδόκιμον γνῶσιν ἐντίθησιν. Ὁ μὲν γὰρ μέγας ἀθλη‐
15τὴς Ἰὼβ, παντοίους ὑπομείνας πειρασμοὺς, οὐκ ἠγνόει ὁπόθεν αὐτῷ τοῦτ’ ἐγένετο. Διὸ ἔλεγε· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς ἐκπίνει μου τὸ αἷμα. Ὁ δὲ Δαβὶδ ἐπειδὴ περὶ τὴν ψυχὴν αὐτὴν ἐνενοσήκει, αὐτὸς ἑαυτὸν ἐτιμωρεῖτο,
20παντοίαις ὑποβάλλων κολάσεσιν ἐν τοῖς τῆς ἐξομο‐ λογήσεως τρόποις. Ὅτι γὰρ τὰ βέλη σου ἐνεπάγη‐ σάν μοι, φησὶ, καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Οὐκ ἔστιν εἰρήνη ἐν
25τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Καί μοι δοκεῖ τὰ ἐνταῦθα λεγόμενα βέλη λογικὰ εἶναι· μᾶλλον δὲ αὐτοὺς τοὺς τοῦ Θεοῦ λόγους, νύτ‐ τοντας καὶ τιτρώσκοντας αὐτοῦ τὴν ψυχὴν, καὶ τὴν συνείδησιν αὐτοῦ τιμωρουμένους καὶ κολάζοντας.
30Ἐπεὶ τοσοῦτος ἦν ὁ ἀνὴρ, καὶ τοσούτων τετυ‐ χηκὼς ὑπὸ τοῦ Θεοῦ, αἰσχρᾷ πράξει ἑαυτὸν ἐξέδω‐ κεν. Ἐπειδὴ γὰρ ἄφρακτος εὑρεθεὶς, οὐκ ἀντέσχε πρὸς τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, εἰκότως τὴν ψυχὴν τρωθεὶς, ἑάλω τῇ ἐπιθυμίᾳ. Ὥσπερ δὲ τὰ
35τοῦ διαβόλου βέλη, τὰ ἕλκη τὰ ἐπιτεθέντα τῷ Ἰὼβ κατὰ τοῦ σώματος, ἐπειδὴ κατὰ συγχώρησιν ἐγίνετο τοῦ Θεοῦ, βέλη Κυρίου ὠνόμασεν, εἰπὼν, Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐ‐ τῶν ἐκπίνει μου τὸ αἷμα· οὕτως εἰκὸς καὶ τὸν Δα‐
40βὶδ ἐνταῦθα βέλη Κυρίου εἰρηκέναι, ἐπεὶ κατὰ συγχώρησιν τοῦ Κυρίου κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ τῇ χάριτι τοῦ Θεοῦ δυ‐ ναμούμενος, μέγα ἐφ’ ἑαυτῷ ἐφρόνησέ ποτε, ὡς
45ἀπαυθαδιάσασθαι καὶ εἰπεῖν, Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τούτου χάριν εἰκότως παρεδόθη τῷ πειράζοντι, ὃς τῆς ψυχῆς αὐτοῦ καθαψάμενος, μειζόνως αὐτὸν ἢ τὸν Ἰὼβ ἐζημίωσεν. Ἐγὼ δὲ τρεῖς ταύτας διαφορὰς τῆς διαθέσεως

32

.

1212

(50)

πρὸς τὴν ἀπαραίτητον ἀνάγκην τῆς ὑπακοῆς τοῦ Χριστοῦ καθορῶ, δουλείαν, μισθαρνίαν, υἱότητα. Ἢ γὰρ φοβούμενοι τὰς κολάσεις ἐκκλίνομεν ἀπὸ
τοῦ κακοῦ, καὶ ἐσμὲν ἐν τῇ διαθέσει τῇ δουλικῆ·

32

.

1213

ἢ τὰ ἐκ τοῦ μισθοῦ κέρδη διώκοντες, ἕνεκεν τῆς ἑαυτῶν ὠφελείας πληροῦμεν τὰ προστεταγμένα, καὶ κατὰ τοῦτο προσεοίκαμεν τοῖς μισθίοις· ἢ δι’ αὐτὸ τὸ καλὸν, καὶ τὴν πρὸς τὸν δεδωκότα ἡμῖν τὸν νόμον
5ἀγάπην, χαίροντες ὅτι οὕτως ἐνδόξῳ καὶ ἀγαθῷ Θεῷ δουλεύειν κατηξιώθημεν· καὶ ἐσμὲν οὕτως ἐν τῇ τῶν υἱῶν διαθέσει. Οὔτε οὖν ὁ ἐν φόβῳ τὰς ἐντολὰς κατ‐ ορθῶν, καὶ ἀεὶ τὸ τῆς ῥᾳθυμίας ἐπιτίμιον ὑφορώ‐ μενος, τὰ μὲν ποιήσει τῶν προστεταγμένων αὐτῷ,
10τὰ δὲ παρόψεται· ἀλλὰ τὴν ἐπὶ πάσῃ παρακοῇ ἐκ‐ δίκησιν ὁμοίως φοβερὰν ἑαυτῷ ὑπολήψεται· καὶ διὰ τοῦτο μακαρίζεται, ὡς οὐδὲν αἱρούμενος παριδεῖν τῶν δεόντων (Μακάριος γὰρ, φησὶν, ἀνὴρ ὁ φοβού‐ μενος τὸν Κύριον· διὰ τί; ὅτι ἐν ταῖς ἐντολαῖς
15αὐτοῦ θελήσει σφόδρα). Ἀλλ’ οὐδὲ ὁ μισθωτὸς παραβῆναί τι τῶν διατεταγμένων αἱρήσεται. Πῶς γὰρ κομίσεται τὸν μισθὸν τῆς ἐργασίας, μὴ πάντα πληρώσας τὰ συμπεφωνημένα; Καὶ γὰρ ἐὰν ἕν τι λείπῃ τῶν ἀναγκαίων, ἄχρηστον τὸ ἔργον τῷ κεκτη‐
20μένῳ κατέστησε. Τίς οὖν, μενούσης ἔτι τῆς βλά‐ βης, μισθὸν ὑποτελεῖ τῷ ἀδικήσαντι; Τρίτον ἦν ἡ κατὰ ἀγάπην ὑπηρεσία. Τίς οὖν υἱὸς σκοπὸν ἔχων τὴν τοῦ πατρὸς εὐαρέστησιν, ἐπὶ τοῖς μείζοσιν αὐ‐ τὸν εὐφραίνων, τῶν μικροτάτων ἕνεκεν λυπεῖν αἱρή‐
25σεται; Οἱ τοίνυν τὰς πλείστας τῶν ἐντολῶν παραβαί‐ νοντες, ἐν ποίῳ μέρει τετάχθαι βούλονται; μήτε ὡς Πατρὶ ὑπηρετοῦντες τῷ Θεῷ, μήτε ὡς μεγάλα ἐπ‐ αγγελλομένῳ πειθόμενοι, μήτε ὡς Δεσπότῃ δου‐ λεύοντες.
30 Πῶς δὲ τὸν καθ’ ἡδονὴν βίον τοῦ κατ’ ἐντολὴν προτιμήσαντες, ζωῆς μακαριότητα, καὶ ἰσοπολιτείαν τῶν ἁγίων, καὶ τὰς μετ’ ἀγγέλων εὐφροσύνας ἐν προσώπῳ Χριστοῦ ἑαυτοῖς ὑποθώμεθα; Νηπίας ὄν‐ τως φρενὸς τὰ τοιαῦτα φαντάσματα. Πῶς ἔσομαι
35μετὰ Ἰὼβ, ὁ μηδὲ τὴν τυχοῦσαν θλίψιν μετ’ εὐχα‐ ριστίας δεξάμενος; Πῶς μετὰ Δαβὶδ, ὁ μὴ πρὸς τὸν πολέμιον μακροθύμως διατεθείς; Πῶς μετὰ Δανιὴλ, ὁ μὴ μετ’ ἐγκρατείας διηνεκοῦς καὶ δεήσεως φιλο‐ πόνου τὸν Θεὸν ἐκζητήσας; Πῶς μεθ’ ἑκάστου τῶν
40ἁγίων, ὁ μὴ τοῖς ἴχνεσιν αὐτῶν περιπατήσας; Τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὡς τῶν ἴσων ἀξιῶσαι στεφάνων τὸν νικητὴν, καὶ τὸν μηδὲν ἠγωνισμένον; Τίς στρατηγὸς εἰς τὴν μερίδα τῶν σκύλων ἐξ ἴσου ποτὲ τοῖς νενικηκόσι τοὺς μηδὲ φανέντας ἐπὶ τῆς
45μάχης ἐκάλεσεν; Ἀγαθὸς ὁ Θεὸς, ἀλλὰ καὶ δίκαιος. Δικαίου δὲ, ἡ πρὸς ἀξίαν ἀντίδοσις, καθὼς γέγρα‐ πται· Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς, ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ἐλεήμων,

32

.

1213

(50)

ἀλλὰ καὶ κριτής. Ἀγαπᾷ γὰρ ἐλεημοσύνην καὶ κρί‐ σιν ὁ Κύριος. Ἔμαθες ἐπὶ τίνας τὸ ἔλεος; Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ὁρᾷς, πῶς κεκριμένως κέχρηται τῷ ἐλέῳ, οὔτε
ἀκρίτως ἐλεῶν, οὔτε ἀνηλεῶς κρίνων; Ἐλεήμων

32

.

1216

γὰρ ὁ Κύριος καὶ δίκαιος. Μὴ οὖν ἐξ ἡμισείας τὸν Κύριον γνωρίζωμεν, μηδὲ ἀφορμὴν ῥᾳθυμίας τὴν αὐτοῦ φιλανθρωπίαν λαμβάνωμεν. Διὰ τοῦτο βρονταὶ, διὰ τοῦτο κεραυνοὶ, ἵνα μὴ καταφρονῆται
5ἡ ἀγαθότης. Ὁ τὸν ἥλιον ἀνατέλλων, καὶ ἀβλεψίαν καταδικάζει. Ὁ τὸν ὄμβρον διδοὺς, καὶ τὸ πῦρ βρέ‐ χει. Ἐκεῖνα τῆς χρηστότητος, ταῦτα τῆς ἀποτο‐ μίας. Ἢ δι’ ἐκεῖνα ἀγαπήσωμεν, ἢ διὰ ταῦτα φοβη‐ θῶμεν, ἵνα μὴ ῥηθῇ καὶ ἡμῖν· Ἢ τοῦ πλούτου
10τῆς χρηστότητος αὐτοῦ καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σε‐ αυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Τί δέ μοι τὸ ὄφελος
15τῶν ἄλλων κατορθωμάτων, εἰ μέλλοιμι, μωρὸν εἰ‐ πὼν τὸν ἀδελφὸν, ἔνοχος γενέσθαι τῇ γεέννῃ; Τί γὰρ ὄφελος τῆς ἀπὸ τῶν πολλῶν ἐλευθερίας τῷ ὑφ’ ἑνὸς κρατουμένῳ εἰς δουλείαν; γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Τί δὲ
20κέρδος τῆς ἐν πολλοῖς ἀπαθείας τῷ ὑφ’ ἑνὸς πάθους φθειρομένῳ τὸ σῶμα; Ὁ γὰρ τὸ θέλημα τοῦ Θεοῦ ἐργαζόμενος, μὴ καθὼς δὲ θέλει ὁ Θεὸς, μηδὲ ἐν δια‐ θέσει τῆς πρὸς Θεὸν ἀγάπης τοῦτο ποιῶν, ἀνόνητον ἔχει τὴν τούτου σπουδήν. Ἀμὴν γὰρ λέγω ὑμῖν,
25φησὶν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Τοιγαρ‐ οῦν, εἰ μὴ τῆς πρώτης σεαυτοῦ γενέσεως, ἄνθρωπε, μέμνησαι, ἐκ τῆς καταβληθείσης ὑπὲρ σοῦ τιμῆς λάβε τινὰ τοῦ ἀξιώματος ἔννοιαν· ἀπόβλεψόν σου πρὸς τὸ ἀντάλλαγμα, καὶ γνῶθι σεαυτοῦ τὴν ἀξίαν.
30Τῷ πολυτιμήτῳ αἵματι τοῦ Θεοῦ ἠγοράσθης· μὴ γίνου δοῦλος τῆς ἁμαρτίας. Σύνες σεαυτοῦ τῆς τι‐ μῆς, ἵνα μὴ παρεικασθῇς τοῖς ἀνοήτοις κτήνεσι. Πῶς γὰρ τῶν οἰκετῶν ἄρξετε, αὐτοὶ δουλεύοντες ἐπιθυμίαις ἀνοήτοις καὶ βλαβεραῖς, ὡς ἀνδράποδα;
35Πῶς τοὺς παῖδας νουθετήσετε, ἀνουθέτητον ζωὴν καὶ ἀδιάτακτον ζῶντες; Ὥσπερ γὰρ ἐμοὶ ἀνάγκη ἐπί‐ κειται, καὶ οὐαί μοι ἐστὶν, ἐὰν μὴ εὐαγγελίζω‐ μαι, καὶ ἀναγγέλλω τὰ δικαιώματα τοῦ Θεοῦ νυκτός τε καὶ ἡμέρας, κατὰ τὸν Ἀπόστολον· οὕτω καὶ ὑμῖν
40ἴσος ὁ ἀγὼν, ἀποῤῥᾳθυμήσασιν, ἢ ἀτόνως καὶ ἐκ‐ λελυμένως πρός τε τὴν φυλακὴν τῶν παραδεδομέ‐ νων καὶ τὴν διὰ τῶν ἔργων πλήρωσιν διατεθεῖσιν. Ὁ λόγος γὰρ ὃν ἐλάλησα, φησὶν ὁ Κύριος, ἐκεῖνος κρινεῖ τὸν κόσμον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἀεὶ μὲν
45γὰρ ἐπιθυμῶν τοῦ καλοῦ, ἀεὶ δὲ ἀποτυγχάνων αὐ‐ τοῦ, οὐκ ἄλλην τινὰ αἰτίαν ἔχω τοῖς γινομένοις ἐπι‐ νοεῖν, πλήν γε δὴ τοῦ πεπεῖσθαι παλαιῶν ἁμαρτημά‐ των ἐκτιννύειν δίκας. Ὡς οὖν εἰδότες, ὅτι ἀντιπρόσ‐ ωποι ἡμῖν οἱ τῆς θεοπνεύστου Γραφῆς λόγοι στήσον‐

32

.

1216

(50)

ται ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ· οὕτω καὶ προσ‐ χῶμεν νηφόντως τοῖς λεγομένοις, καὶ εἰς ἔργον προαγαγεῖν τὰ θεῖα διδάγματα σπουδαίως ἐπειχθῶ‐
μεν, ὅτι οὐκ οἴδαμεν ποίᾳ ἡμέρᾳ ἢ ὥρᾳ ὁ Κύριος

32

.

1217

ἡμῶν ἔρχεται. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
5tΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ
6tΛΟΓΟΣ Ηʹ.
7 Διττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ ὑποθέσεως. Ἢ γάρ τις ἀσυμπαθὴς τρόπος προκαταρξάμενος εἰς μισανθρω‐
10πίας ἔγκλημά με περιῤῥίπτει, ἢ αὖθις συμπαθεῖν ἐθέλοντα, καὶ πρὸς τὰ πάθη μαλακίζεσθαι, κακῶς διατίθησι. Διόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λο‐ γισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ
15τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, το‐ σαύτης μοι ἐπικειμένης αἰσχύνης, ὡς καὶ τὴν τοῦ στόματος σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χει‐ λέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. Οἴμοι! τί εἴπω, ἢ τί λογίσωμαι, ἐν τριόδῳ ἀπειλημμένος;
20Ἐὰν ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ἀναστροφῆς, ὅτε σοι περιέῤῥει πλοῦτος, καὶ τὸ χαμαιρεπὲς δοξάριον, φρίττω· ἡνίκα εἵπετό σοι κολά‐ κων πλῆθος, καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων· καὶ πῆ
25μὲν ἀρχοντικοὶ φόβοι διεῤῥίπιζόν σου τὴν τῆς σω‐ τηρίας ὑπόνοιαν, πῆ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, ἥ τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περιβλέπεσθαι τὸν Σωτῆρα,
30φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε, καὶ σκέποντα, παίζοντα κατ’ αὐτοῦ ἐν ταῖς ἀδείαις· ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυκίνδυνον περι‐ ουσίαν, οἴκου τε θεραπείαν, καὶ συνοίκου ὁμιλίαν
35ἀπαρνησάμενος. Ὅλος μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ πόλεις ἐξαμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ
40καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑπο‐ φεύγων, καὶ ἡσυχίαν ἑαυτῷ ἐφαρμόσας, τοὺς πολι‐ τικοὺς θορύβους ἐξέκλινας. Σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων, καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφὺν περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες.
45Λαγόνας δὲ ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νω‐ τιαίων μερῶν ὑπεχαύνωσας· καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω· ἔνδοθεν δὲ τὰς λα‐ πάρας σικύας δίκην ὑφελκύσας, τοῖς νεφριτικοῖς χωρίοις προσκολλᾶσθαι ἐβιάζου. Ὅλην δὲ τὴν τῆς

32

.

1217

(50)

σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχὴν, τοῖς τοῦ ὀμφαλοῦ μέρεσιν ἐπ‐
εσκίαζες. Καὶ συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ

32

.

1220

τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς γενειάδα ἔμβροχον καθωμάλι‐ ζες. Καὶ τί με δεῖ καταλέγειν ἕκαστα; Μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω· ὅσα ἱερὰ
5σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράν‐ τους περιέθαλπον· ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λάτρεις, ὑπέδραμον τοῖς γόνασί σου περιπλεκόμενοι. Καὶ τούτων τέλος τί; Μοιχικῆς φήμης δια‐ βολὴ, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν
10τὰς ἀκοὰς, ἀκμαιοτέρῳ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. Τίς ἡ τοῦ γόητος τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν σε περιήγαγεν ὀλέθριον σκέ‐ λισμα; ποῖα πολύπλοκα τοῦ διαβόλου δίκτυα περι‐ σφίγξαντά σε, τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους
15ἀπήλεγξε; ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων οἴχεται; Ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; Καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξό‐ μεθα; εἰ τὰς τῷ Θεῷ προσφυγούσας ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας, ὁπότε παρατετηρημένως τοῦ ναὶ
20καὶ τοῦ οὒ τὸ περισσὸν τῷ διαβόλῳ προσνενέμηται. Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγ‐ γυος, καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα, μέχρι τῶν ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμ‐ ψας τὸ αἶσχος. Κατῄσχυνας τὸ τῆς ἁγνείας καύ‐
25χημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα, ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. Διέτεμες φρό‐ νημα μοναχῶν, τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν
30δύναμιν· τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετ‐ έθηκας. Ἔλυσας, ὅσον ἐπὶ σοὶ, τὸ τοῦ Χριστοῦ καύ‐ χημα, Θαρσεῖτε, λέγοντος, ἐγὼ νενίκησα τὸν κό‐ σμον, καὶ τὸν τούτου ἄρχοντα. Ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας. Ὄντως εἰς ἔργον ἤγα‐
35γες τὰς Παροιμίας· Ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ. Ἀλλὰ τί νῦν; Οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφὲ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα, οὐκ ἀπεκλείσθη τοῦ φευκτηρίου ἡ πόλις. Μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς· μὴ χρήσῃς
40σεαυτὸν τῷ ἀνθρωποκτόνῳ. Οἶδεν ἀνορθοῦν κατεῤ‐ ῥαγμένους ὁ Κύριος. Φεῦγε μὴ μακρὰν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. Ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη ἡδονήν. Ἀνάνευσον πρὸς τὴν τοῦ τέλους
45ἡμέραν οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν, καὶ γνῶθι, πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν, καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃ τὸν τοῦ κόσμου Σωτῆρα· μή σε ἡ φρικω‐ δεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι Οὐκ οἶδα

32

.

1220

(50)

ὑμᾶς, τίνες ἐστέ. Ἑνὸς ἀνδρὸς ἦν Ἰωάννου τὸ κήρυγμα, καὶ πάν‐ τας εἷλκε πρὸς τὴν μετάνοιαν· σὺ δὲ, διὰ προφη‐ τῶν διδασκόμενος· Λούσασθε, καθαροὶ γένεσθε· διὰ Ψαλμῶν νουθετούμενος· Προσέλθετε πρὸς αὐ‐
55τὸν καὶ φωτίσθητε· δι’ ἀποστόλων εὐαγγελιζόμε‐

32

.

1221

νος· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν ἐπαγγελίαν τοῦ Πνεύματος· ὑπ’ αὐτοῦ τοῦ Κυρίου προσλαμ‐
5βανόμενος, λέγοντος· Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ὀκνεῖς, καὶ βουλεύῃ, καὶ διαμέλλεις. Ἐκ νηπίου τὸν λόγον κατηχούμενος, οὔπω συνέθου τῇ ἀληθείᾳ; πάντοτε μανθάνων, οὐδέπω ἦλθες πρὸς
10τὴν ἐπίγνωσιν; Πειραστὴς διὰ βίου, κατάσκοπος μέχρι γήρως, πότε γενήσῃ Χριστιανός; πότε σε γνωρίσομεν ὡς ἡμέτερον; Πέρυσι τὸν παρόντα και‐ ρὸν ἐξεδέχου, νῦν πάλιν ἀναμένεις τὸν ἐπιόντα. Ὅρα, μὴ εὑρεθῇς μακροτέρας τῆς ζωῆς τὰς ὑπο‐
15σχέσεις ποιούμενος. Οὐκ οἶδας τί τέξεται ἡ ἐπιοῦσα· μὴ ἐπαγγέλλου τὰ μὴ σά. Ἐπὶ ζωήν σε καλοῦμεν, ἄνθρωπε· τί ἀποφεύγεις τὴν κλῆσιν; ἐπ’ ἀγαθῶν μετουσίαν· τί ὑπερβαίνεις τὴν δωρεάν; Βασιλεία οὐρανῶν ἤνοικται· ὁ καλῶν ἀψευδής· ἡ ὁδὸς ῥᾳδία,
20οὐ χρόνου, οὐ δαπάνης, οὐ πραγματείας χρεία· τί μέλλεις; τί ἀναδύῃ, τί φοβῇ τὸν ζυγὸν, ὥσπερ δά‐ μαλίς τις ἀπειρόζυγος; Οὐ τρίβει τὸν αὐχένα, ἀλλὰ δοξάζει. Οὐ γὰρ δεσμεῖται ἡ ζεύγλη περὶ τὸν τρά‐ χηλον, αὐτεξούσιον ἐπιζητεῖ τὸν ὑφέλκοντα. Ὁρᾷς,
25ὅτι κατηγορεῖται Ἐφραῒμ, ὡς παροιστρῶσα δάμαλις, ὅτι ἄτακτα περιπλανᾶται, τὸν τοῦ νόμου ζυγὸν ἀτι‐ μάζων; Ὑπόθες σου τὸν ἀδάμαστον αὐχένα· γενοῦ ὑποζύγιον τοῦ Χριστοῦ, ἵνα μὴ ἀφειμένος τῆς ζεύ‐ γλης, μηδὲ ἐλευθεριάζων τῷ βίῳ, εὐεπιχείρητος ᾖς
30τοῖς θηρίοις. Εἰ χρυσὸν τῇ Ἐκκλησίᾳ διένεμον, οὐκ ἄν μοι εἶπες· Αὔριον ἥξω, καὶ αὔριον δώσεις· ἀλλ’ ἀπ‐ ῄτεις ἂν ἤδη τὴν διανομὴν κατεπείγων, καὶ ἐδυσφό‐ ρεις πρὸς τὴν ὑπέρθεσιν. Ἐπεὶ δὲ οὐχ ὕλης εὔ‐
35χροιαν, ἀλλὰ ψυχῆς καθαρότητα προτείνεταί σοι ὁ μεγαλόδωρος, προφάσεις πλάττῃ, καὶ αἰτίας ἀπαριθμῇ. Εἰ δοῦλος ἀνθρώπων ἦσθα, προεγράφη δὲ δούλοις ἐλευθερία, οὐκ ἂν ἐπὶ τὴν κυρίαν ἀπήν‐ τησας, συνηγόρους μισθούμενος, καὶ δικαστὰς πα‐
40ρακαλῶν, ὥστε πάσῃ μηχανῇ πρὸς ἐλευθερίαν ἐξ‐ αιρεθῆναι; Ἤ που καὶ ῥάπισμα, τὴν τελευταίαν τῶν δούλων πληγὴν, ὑπὲρ τῆς μετὰ ταῦτα τῶν αἰ‐ κισμῶν ἀπαλλαγῆς καταδέχου. Ἐπειδὴ δὲ δοῦλον ὄντα σε οὐκ ἀνθρώπων, ἀλλὰ τῆς ἁμαρτίας, καλεῖ
45πρὸς ἐλευθερίαν ὁ κῆρυξ, ἵνα λύσῃ μέν σε τῆς αἰ‐ χμαλωσίας, ἰσοπολίτην δὲ τοῖς ἀγγέλοις ποιήσῃ, καὶ υἱὸν μὲν ἀποδείξῃ τοῦ Θεοῦ, εἰσποιηθέντα διὰ τῆς χάριτος, κληρονόμον δὲ τῶν ἀγαθῶν τοῦ Χριστοῦ· οὔπω λέγεις εἶναί σοι καιρὸν δέξασθαι τὰ διδόμενα.

32

.

1221

(50)

Ὢ τῶν πονηρῶν ἐμποδίων! ὢ τῆς αἰσχρᾶς καὶ ἀτε‐ λέστου ἀσχολίας! Ἕως πότε ἡδοναί; ἕως πότε ἡδυ‐ πάθειαι; Πολὺν ἐζήσαμεν χρόνον τῷ κόσμῳ, ζήσωμεν λοιπὸν καὶ ἑαυτοῖς. Τί ψυχῆς ἀντάξιον; τί ἰσοστά‐ σιον τῆς βασιλείας τῶν οὐρανῶν; Τίς ἀξιοπιστότερός
55σοι σύμβουλος τοῦ Θεοῦ; τίς φρονιμώτερος τοῦ σοφοῦ,

32

.

1224

ἢ τίς ὠφελιμώτερος τοῦ ἀγαθοῦ; τίς τοῦ κτίσαντος οἰκειότερος; Οὐδὲ τῇ Εὔᾳ συνήνεγκε τῇ τοῦ ὄφεως συμ‐ βουλῇ πεισθῆναι μᾶλλον ἢ τῇ τοῦ Δεσπότου. Ὢ τῆς ἀτο‐ πίας τῶν λόγων! οὐκ ἄγω σχολὴν ὑγιᾶναι· μήπω μοι
5δείξῃς τὸ φῶς· μήπω συνάψῃς τῷ βασιλεῖ. Οὐ ταῦτα λέγεις ἄντικρυς; Μᾶλλον δὲ τὰ τούτων ἀλογιστότερα. Σὺ δὲ, εἰ μὲν ἦς ἐγγεγραμμένος τοῖς δημοσίοις ὀφλή‐ μασι, χρεῶν δὲ ἀποκοπαὶ τοῖς ὑπευθύνοις περιηγγέλθη‐ σαν, εἶτά τις ἦν ὁ πρὸς ἐπήρειαν ἄμοιρόν σε ποιῆσαι τῆς
10συγχωρήσεως ταύτης ἐπιχειρῶν· ἠγανάκτεις ἂν καὶ ἐβόας, ὡς τὸ ἐπιβάλλον σοι μέρος τῆς κοινῆς χάριτος ἀφαιρούμενος. Ἐπειδὴ δὲ οὐ μόνον ἄφεσις τῶν παρ‐ ελθόντων, ἀλλὰ καὶ δωρεαὶ τῶν μελλόντων προεκη‐ ρύχθησαν, αὐτὸς ἑαυτὸν ἀδικῶν, ἃ μηδ’ ἂν τῶν ἐχ‐
15θρῶν σοί τις ἐπηράσατο, οἴει προσηκόντως βεβου‐ λεῦσθαι, καὶ λυσιτελῶς ἐντεθυμῆσθαι περὶ σεαυτοῦ, ὅς γε οὐ δέχῃ τὴν ἄφεσιν, ἀλλ’ ἐναποθνήσκεις τοῖς ὀφλήμασιν; Εἰ μὲν πολλά σού ἐστι τὰ ἁμαρτήματα, μὴ ἀθυμήσῃς τῷ πλήθει. Ὅπου γὰρ ἐπλεόνασεν
20ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ἐὰν δέχῃ τὴν χάριν. Εἰ δὲ μικρὰ καὶ εὐτελῆ, καὶ οὐ πρὸς θά‐ νατόν σου τὰ ἁμαρτήματα, τί ἀγωνιᾷς τὸ μέλλον, ὅς γε οὐκ ἀγεννῶς τὰ παρελθόντα διήνεγκας; Νῦν ὥσπερ ἐπὶ τρυτάνης ἱστάναι νόμιζέ σου
25τὴν ψυχὴν, ἄνθρωπε, ἔνθεν ὑπ’ ἀγγέλων, κἀκεῖθεν ὑπὸ δαιμόνων διελκομένην. Τίσιν ἄρα δώσεις τὴν ῥοπὴν τῆς καρδίας σου τότε; τί παρὰ σοὶ νικήσει; ἡδονὴ σαρκὸς, ἢ ἁγιασμὸς ψυχῆς; ἀπόλαυσις τῶν παρόντων, ἢ τῶν μελλόντων ἐπιθυμία; ἄγγελοί σε
30παραλήψονται, ἢ καθέξουσιν οἱ κατέχοντες; Ἐπὶ παρατάξεως οἱ στρατηγοὶ τὸ σύνθημα τοῖς ὑπ’ αὐ‐ τοὺς διανέμουσιν, ἵνα καὶ οἱ φίλοι ῥαδίως ἀλλήλους ἀνακαλῶνται, καὶ πρὸς τοὺς ἐναντίους ἐὰν ταῖς συμπλοκαῖς ἀναμιχθῶσιν, εὐκρινὴς δύνηται ὑπάρ‐
35χειν ὁ χωρισμός. Οὐδεὶς ἐπιγνώσεταί σε, εἰ ἡμέ‐ τερος εἶ, ἢ τῶν ὑπεναντίων, ἐὰν μὴ τοῖς μυστικοῖς συμβόλοις παράσχῃ τὴν οἰκειότητα, ἐὰν μὴ σημειωθῇ ἐπὶ σὲ τὸ φῶς τοῦ προσώπου Κυρίου. Πῶς ἀντι‐ ποιηθῇ σου ὁ ἄγγελος; πῶς δὲ ἀφέληται τὸν ἐχθρὸν,
40ἐὰν μὴ ἐπιγνῷ τὴν σφραγῖδα; Πῶς δὲ σὺ ἐρεῖς, Τοῦ Θεοῦ εἰμὶ, μὴ ἐπιφερόμενος τὰ γνωρίσματα; Ἀσφράγιστος θησαυρὸς εὐεπιχείρητος κλέπταις· πρόβατον ἀσημείωτον ἀκινδύνως ἐπιβουλεύεται. Εἴ τις ἰατρῶν ἐπηγγέλλετό σοι, μηχαναῖς τισι καὶ ἐπι‐
45νοίαις νέον ποιήσειν ἐκ γέροντος, οὐκ ἂν ἐπεθύμησας ἐλθεῖν εἰς ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σεαυτὸν ὁρᾷν ἔμελλες πρὸς ἀκμὴν ὑποστρέφοντα; Ἐπειδὴ δὲ τὴν ψυχήν σου ἀναθηλήσειν ἐπαγγέλλεταί σοι ἡ μετά‐ νοια, ἣν σὺ ἐπαλαίωσας, καὶ ῥυσὴν αὐτὴν ἐκ τῶν

32

.

1224

(50)

ἀνομιῶν καὶ ἐσπιλωμένην ἀπέδειξας, καταφρονεῖς τοῦ εὐεργέτου, καὶ οὐ προστρέχεις τῷ ἐπαγγέλ‐ ματι. Οὐκ ἐπιθυμεῖς ἰδεῖν, τί τὸ μέγα θαῦμα τῆς ὑποσχέσεως; πῶς ἄνευ μητρὸς ἀναγεννᾶται ἄνθρω‐ πος; πῶς ὁ παλαιούμενος καὶ φθειρόμενος κατὰ τὰς
55ἐπιθυμίας τῆς ἀπάτης, σφριγᾷ πάλιν καὶ ἀνηβᾷ,

32

.

1225

καὶ εἰς τὸ ἀληθινὸν ἄνθος τῆς νεότητος ἐπανέρχεται; Τοσούτων ἀγαθῶν καὶ τηλικούτων, ἄθλιε, προτιμο‐ τέραν ἄγεις τὴν ἡδονήν; Νοῶ γάρ σου τὴν ὑπέρ‐ θεσιν, κἂν περιστέλλῃ τοῖς ῥήμασιν· αὐτὰ βοᾷ τὰ
5πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς· Ἔασον ἀποχρή‐ σωμαι τῇ σαρκὶ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰσχρῶν, ἐγκυλισθῶ τῷ βορβόρῳ τῶν ἡδονῶν, αἱμάξω τὰς χεῖρας, ἀφέλωμαι τὰ ἀλλότρια, δολίως πορευθῶ, ἐπιορκήσω, ψεύσωμαι· καὶ τότε ἡ μετάνοια, ὅταν
10λῆξίν ποτε τῶν κακῶν ὑποδέξωμαι. Εἰ μὲν οὖν καλὸν ἡ ἁμαρτία, φύλασσε ταύτην εἰς τέλος· εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις; Οὐ βλέπει Θεὸς τὰ γινόμενα; ἢ οὐ νοεῖ σου τὰ ἐνθυμήματα; ἢ συνεργάζεταί σου ταῖς ἀνομίαις; Ὑπέλαβες γὰρ
15ἀνομίαν, φησὶν, ὅτι ἔσομαί σοι ὅμοιος. Σὺ δὲ ἀνδρὸς μὲν θνητοῦ φιλίαν πραγματευόμενος, δι’ εὐ‐ εργεσίας αὐτὸν προσάγῃ, ἐκεῖνα λέγων καὶ πράττων, οἷσπερ ἂν αὐτὸν αἴσθῃ χαίροντα· Θεῷ δὲ προσ‐ οικειούμενος, καὶ εἰς τὴν τοῦ υἱοῦ τάξιν ἐλπίζων
20παραδεχθήσεσθαι, τὰ ἐχθρὰ τῷ Θεῷ πράττων, καὶ διὰ τῆς τοῦ νόμου παραβάσεως ἀτιμάζων αὐτόν· ἐξ ὧν μάλιστα προσκρούεις, ἐκ τούτων ἐλπίζεις τὴν οἰκειότητα; Ὅρα, μὴ ἐπ’ ἐλπίδι τῆς ἀπολυτρώσεως, πλῆθος κακῶν σεαυτῷ συλλεξάμενος, τὴν μὲν ἁμαρ‐
25τίαν ἀθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. Θεὸς οὐ μυκτηρίζεται. Μὴ ἐμπορεύου τὴν χάριν. Μὴ εἴπῃς· Καλὸς μὲν ὁ νόμος, ἀλλ’ ἡδίων ἡ ἁμαρτία. Ἡδονὴ ἄγκιστρόν ἐστι τοῦ διαβόλου, πρὸς ἀπώλειαν ἕλκον. Ἡδονὴ, μήτηρ τῆς ἁμαρτίας· ἡ δὲ ἁμαρτία
30τὸ κέντρον ἐστὶ τοῦ θανάτου. Ἡδονὴ, τροφὸς τοῦ αἰωνίου σκώληκος· ἣ πρὸς καιρὸν μὲν καταλεαίνει τὸν ἀπολαύοντα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖ‐ ται τὰς ἀναδόσεις. Τί ποιεῖς, ἄνθρωπε; Ὅτε δυνατὸς εἶ ἐν ἔργοις, τὴν νεότητά σου ταῖς ἁμαρτίαις προσ‐
35αναλίσκεις. Ὅταν ἀποκάμῃ τὰ ὄργανα, τότε προσ‐ άγεις αὐτὰ τῷ Θεῷ, ὅτε εἰς οὐδὲν αὐτοῖς ἔστι χρή‐ σασθαι, ἀλλ’ ἀνάγκη κεῖσθαι, διὰ τὸν ἐκ τοῦ χρόνου μαρασμὸν, παραλυθέντος τοῦ τόνου. Ἡ ἐν γήρᾳ σωφροσύνη, οὐ σωφροσύνη, ἀλλ’ ἀκολασίας ἀδυνα‐
40μία. Νεκρὸς οὐ στεφανοῦται· οὐδεὶς δίκαιος, δι’ ἀδυναμίαν κακοῦ. Ἕως ἔστι σοι δύναμις, λόγῳ κρά‐ τει τῆς ἁμαρτίας· τοῦτο γάρ ἐστιν ἀρετὴ, ἔκκλισις ἀπὸ κακοῦ, καὶ ποίησις ἀγαθοῦ. Ἡ δὲ ἀργία τῆς πονη‐ ρίας οὔτε ἐπαίνων αὐτὴ καθ’ ἑαυτὴν, οὔτε κολάσεων
45ἀξιοῦται. Ἐὰν δι’ ἡλικίαν παύσῃ τῆς ἁμαρτίας, τῆς ἀσθενείας ἡ χάρις. Ἐπαινοῦμεν δὲ τοὺς κατὰ προαίρε‐ σιν ἀγαθοὺς, οὐ τοὺς ὑπό τινος ἀνάγκης ἐξειργομένους. Τίς δέ σοι τὸν ὅρον τῆς ζωῆς ἔπηξε; τίς σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισε; τίς οὕτως ἀξιόπιστος

32

.

1225

(50)

παρὰ σοὶ τῶν μελλόντων ἐγγυητής; Οὐχ ὁρᾷς νήπια ἀναρπαζόμενα, τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; Οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι δῶρον γενέσθαι τὴν μετάνοιαν, ὅτε οὐδὲ φθέγξα‐ σθαι δυνήσῃ τὰ τῆς ἐξομολογήσεως σωτήρια
55ῥήματα· τάχα δὲ οὐδὲ ἀκοῦσαι καθαρῶς ἐπιτραπήσῃ,

32

.

1228

αὐτῇ τῇ κεφαλῇ ἐνοικούσης τῆς νόσου, οὐ χεῖρας ἆραι εἰς οὐρανὸν, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν, οὐ διδαχθῆναι χρησίμως, οὐχ ὁμολογῆσαι ἀσφαλῶς, οὐχὶ πιστεῦσαι
5Θεῷ, οὐκ ἀποτάξασθαι τῷ ἐχθρῷ, τάχα δὲ, οὐδὲ συνετῶς ἐπακοῦσαι μυσταγωγούμενος, ἀμφίβολος ὢν τοῖς παροῦσιν, ἆρα ᾔσθετο τῆς χάριτος, ἢ ἀναισθήτως ἔχει τῶν γινομένων; Ὅταν δὲ καὶ ἐπι‐ στημόνως τὴν χάριν δέξῃ, τότε τὸ μὲν τάλαντον ἔχεις,
10τὴν δὲ ἐργασίαν οὐκ ἐπιφέρῃ.
12 Σοφός ἐστι τοῦ κακοποιῆσαι ὁ πονηρὸς, ἀδελ‐ φοί· συνορᾷ, ὅτι κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρωποι, καὶ πᾶσα πρᾶξις κατὰ τὸ ἐνεστὼς ἐνεργεῖται. Τὴν
15οὖν σήμερον κλέπτων ἡμῶν διὰ τῆς μεθοδείας, τῆς αὔριον ἡμῖν τὰς ἐλπίδας περιαφίησιν. Ἢ γὰρ οὐχὶ τὴν μὲν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον πείθει ἡμᾶς ταμιεύ‐ σεσθαι; Εἶτα ἐπειδὰν ἡ αὔριον ἔλθῃ, πάλιν ἔρχεται ὁ
20κακὸς συμμεριστὴς ἡμῶν, ἀξιῶν τὴν σήμερον ἑαυτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ· καὶ οὕτως ἀεὶ, τὸ μὲν παρὸν δι’ ἡδονῆς ὑφαιρούμενος, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῖν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκο‐ λῶν τῆς ζωῆς. Τοιαύτην εἶδον ἐγώ ποτε πανουργίαν
25ὄρνιθος εὐμηχάνου. Εὐαλώτων γὰρ αὐτῆς τῶν νεοτ‐ τῶν ὑπαρχόντων δι’ ἁπαλότητα, ἑαυτὴν προβαλλο‐ μένη ὡς ἕτοιμον θήραμα, καὶ ταῖς χερσὶ τῶν ἀγρευ‐ όντων ἐνστρεφομένη, οὔτε ἁλώσιμος ἦν ἐκ τοῦ προ‐ χείρου τοῖς θηρευταῖς, οὔτε ἀπόγνωσιν αὐτοῖς ἐν‐
30εποίει τῆς ἄγρας· ἀλλὰ ταῖς ἐλπίσιν αὐτοὺς ποικίλως παρακατέχουσα, τῇ περὶ αὐτὴν ἀσχολίᾳ, τοῖς νεοσσοῖς τὴν ἄδειαν τῆς φυγῆς προεξένησεν, εἶτα τὸ τελευ‐ ταῖον καὶ αὐτὴ συναπέπτη. Φοβήθητι, μὴ καὶ σὺ τὰ παραπλήσια πάθῃς, ἐν ταῖς τῶν ἀδήλων ἐλπίσι τὰ
35φανερὰ προϊέμενος. Ὅρα, μήποτε ἐνιαυτὸν ἐξ ἐνιαυ‐ τοῦ, καὶ μῆνα ἐκ μηνὸς, καὶ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος τὴν μετάνοιαν, ἐμπέσῃς ποτὲ εἰς ἣν οὐ προσδοκᾷς ἡμέραν, ἡνίκα ἂν ἐπιλείπωσί σε λοιπὸν αἱ τοῦ ζῇν ἀφορμαί· ἀπορία δὲ ᾖ πάντο‐
40θεν, καὶ θλίψις ἀπαραμύθητος· ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων· ὅτε πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ λάβρου δια‐ καίοντος τὰ ἔνδον καὶ ὑποσμύχοντος, στενάζῃς μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρή‐
45σεις· καὶ φθέγξῃ μέν τι λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔσται· πᾶν δὲ τὸ λαλούμενον παρὰ σοῦ ὡς παραφροσύνη καταφρονεῖται. Τίς ὑπομνήσει σε περὶ μετανοίας τότε κεκαρωμένον τῷ πάθει; Οἱ προσήκοντες ἀθυμοῦσιν, οἱ ἔξω τοῦ πάθους κατα‐

32

.

1228

(50)

φρονοῦσιν, ὁ φίλος ὀκνεῖ τὴν ὑπόμνησιν, ὡς ταραχὴν ἐμποιοῦσαν, ἤ που καὶ ἰατρὸς ἐξαπατᾷ, καὶ σεαυτὸν οὐκ ἀπογινώσκεις διὰ τὸ φύσει φιλόζωον. Ὁ θάνατος παρέστηκεν, οἱ ἀπάγοντες κατεπείγουσι. Τίς ὁ ἐξαι‐ ρούμενος; Θεὸς, ὁ καταφρονηθείς; Ἀλλ’ εἰσακούσεται
55τότε· σὺ γὰρ αὐτοῦ νῦν εἰσακούεις. Προθεσμίαν

32

.

1229

δώσει· καλῶς ἐχρήσω τῇ δεδομένῃ. Μηδείς σε ἐξαπα‐ τάτω κενοῖς λόγοις. Ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρ‐ έσται. Ἥξει ἄγγελος κατηφὴς, ἀπάγων βιαίως καὶ
5σύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις, πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε, καὶ ὀδυρομέ‐ νην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τῶν θρήνων ἀπο‐ κλεισθέντος. Ὢ πόσα σπαράξεις σεαυτόν! πόσα στε‐ νάξεις! ἄπρακτα μετανοῶν ἐπὶ τοῖς βουλευθεῖσιν,
10ὅταν ἴδῃς τὴν φαιδρότητα τῶν δικαίων ἐν τῇ λαμπρᾷ διανομῇ τῶν δώρων, καὶ τὴν κατήφειαν τῶν ἁμαρ‐ τωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου τότε; Αἴ με! μὴ ἀποῤῥῖψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας, οὕτω ῥᾳδίας
15οὔσης τῆς ἀποθέσεως, ἀλλὰ τὸν σωρὸν τῶν κακῶν τούτων ἐφέλκεσθαι. Αἴ με! τὰς κηλῖδας μὴ ἀπο‐ πλύνασθαι, ἀλλ’ ἐστιγμένον εἶναι ταῖς ἁμαρτίαις. Νῦν ἂν ἤμην μετὰ τῶν ἀγγέλων· νῦν ἂν τοῖς οὐρα‐ νίοις ἀγαθοῖς ἐνετρύφων. Ὢ τῶν πονηρῶν βουλευ‐
20μάτων! διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν, ἀθά‐ νατα βασανίζομαι· δι’ ἡδονὴν σαρκὸς, τῷ πυρὶ παρα‐ δίδομαι. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ἐκαλούμην, καὶ οὐχ ὑπήκουον· ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· δι‐ εμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ
25τοιαῦτα ἐρεῖς ἀποκλαιόμενος σεαυτὸν, ἐὰν προαναρ‐ πασθῇς τῆς μετανοίας. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Ἐμοὶ δα‐ κρύειν ἐπέρχεται, ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ· καὶ
30διὰ τὸ τῆς ἀκολασίας ἡδὺ, δυσαποσπάστως ἔχων τῆς ἁμαρτίας, τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν σεαυτὸν ἀπο‐ κλείεις, ὡς μὴ ἰδεῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἐπουρανίου.
35 Βούλεταί σε ἐλεῆσαι, καὶ τῶν αὐτοῦ οἰκτιρμῶν μεταδοῦναι ὁ κριτὴς, κατὰ τὸν εἰπόντα· Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος. Ἀλλ’ ἐὰν μὲν εὕρῃ σε μετὰ τὴν ἁμαρτίαν ταπεινὸν, συντετριμμέ‐ νον, πολλὰ μετακλαύσαντα ἐπὶ τοῖς πονηροῖς ἔργοις,
40τὰ γενόμενα κρυφῆ ἀνεπαισχύντως δημοσιεύσαντα, δεηθέντα ἀδελφῶν συγκαμεῖν σοι πρὸς τὴν ἴασιν, ὅλως ἐλεεινόν σε γενόμενον ἐὰν ἴδῃ, ἄφθονόν σοι τὴν αὐτοῦ ἐλεημοσύνην ἐπιχορηγεῖ· ἐὰν δὲ καρδίαν ἀμε‐ τανόητον, φρόνημα ὑπερήφανον, ἀπιστίαν τοῦ αἰῶνος
45τοῦ μέλλοντος, ἀφοβίαν τῆς κρίσεως, τότε ἀγαπᾷ ἐπὶ σοὶ τὴν κρίσιν. Ὡς γὰρ ἰατρὸς ἐμμελὴς καὶ φιλάνθρωπος, καταντλήμασι πρότερον καὶ περιπλά‐ σμασιν ἁπαλοῖς πειρᾶται καταστεῖλαι τὸ οἴδημα· ἐπειδὰν δὲ ἴδῃ ἀνενδότως καὶ σκληρῶς ἀντιτυποῦντα

32

.

1229

(50)

τὸν ὄγκον, ῥίψας τὸ ἔλαιον καὶ τὴν μαλακὴν ἀγω‐ γὴν, αἱρεῖται λοιπὸν τὴν τοῦ σιδήρου χρῆσιν. Τοὺς γὰρ ἀπὸ πολλῶν πτωμάτων πολλάκις διαναστάντας ἐκ τῆς κατὰ φιλανθρωπίαν χειραγωγίας, εἶτα ὕστερον
ὑπὸ τῶν ἀσθενειῶν κρατηθέντας, ἀπειλεῖ παντελῶς

32

.

1232

ὁ Θεὸς μὴ ἀφήσειν. Οὐκέτι γὰρ, φησὶν, ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· ἔμφασιν ἡμῖν παρέχων τοῦ πολ‐ λάκις ἤδη πρότερον ἐπὶ τοῖς ὁμοίοις συγκεχωρη‐ κέναι. Χωρὶς γὰρ τῆς παρὰ τοῦ Θεοῦ ἀφέσεως, ἐπι‐
5διδόναι τινὰ ἑαυτὸν τῷ κατ’ ἀρετὴν βίῳ, ἀμήχανον. Τὸν γὰρ ἔν τισιν ἁμαρτίαις ἐξετασθέντα, εἶτα ἀνα‐ τρέχειν ἐπὶ τὸν ὑγιῆ βίον ἐπαγγελλόμενον, βούλεται πέρατι μὲν ὁρίζειν τὰ παρελθόντα, ἀρχὴν δέ τινα ποιεῖσθαι μετὰ τὰ ἡμαρτημένα, οἱονεὶ διὰ τῆς μετα‐
10νοίας ἀναβιώσκοντα. Συνεχῶς δὲ ταῦτα ἐπαγγελλό‐ μενον, καὶ συνεχῶς αὐτῶν ἀποπίπτοντα, ὡς παν‐ τελῶς αὐτὸν ἀπεγνωσμένον, τῆς φιλανθρωπίας ἐκ‐ κλείει. Οὐ γὰρ ὁ εἰπὼν, Ἥμαρτον, εἶτα ἐπιμένων τῇ ἁμαρτίᾳ, οὗτος ἐξομολογεῖται· ἀλλ’ ὁ κατὰ τὸν
15Ψαλμῳδὸν εὑρὼν τὴν ἁμαρτίαν αὐτοῦ, καὶ μισήσας. Τί γὰρ ὄφελος τῷ ἀῤῥωστοῦντι ἡ παρὰ τοῦ ἰατροῦ ἐπιμέλεια, ὅταν τὰ φθαρτικὰ τῆς ζωῆς ὁ κάμνων ἐπιτηδεύῃ; Οὕτως οὐδὲν ὄφελος ἀδικημάτων συγχωρουμένων τῷ ἔτι ἀῤῥωστοῦντι, καὶ ἀκολαστη‐
20μάτων ἀφιεμένων τῷ ἔτι ἀκολασταίνοντι.
23 Παῦσαι τοιγαροῦν τὰ τοῦ πλησίον κακὰ περι‐ εργαζόμενος· μὴ δίδου σχολὴν τοῖς λογισμοῖς ἀλλό‐
25τριον ἐξετάζειν ἀῤῥώστημα· ἀλλ’ ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε σου τὸ ὄμμα. Πολλοὶ γὰρ τὸ μὲν κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κατανοοῦσι, τὴν δὲ ἐν τῷ οἰκείῳ ὀφθαλμῷ δοκὸν οὐκ ἐμβλέπουσι. Μὴ τὰ ἔξω περισκόπει, εἴπου τινὸς μῶμον ἐξευρεῖν
30δυνηθείης, κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, ὃς εἱστήκει ἑαυτὸν δικαιῶν, καὶ τὸν τελώνην ἐξευτελίζων. Ἀλλὰ σεαυτὸν ἀνακρίνων μὴ διαλείπῃς, μή τι κατὰ τὰς ἐνθυμήσεις ἥμαρτες, μή τι ἡ γλῶσσα παρώλισθε τῆς διανοίας προεκδραμοῦσα, μὴ ἐν τοῖς ἔργοις τῶν
35χειρῶν πέπρακταί τι τῶν ἀβουλήτων. Ὥσπερ γὰρ ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλα‐ γέντα, ἢ ἐν θερμότητι γενέσθαι τὸν μὴ καθαρῶς πεπαυμένον τῆς καταψύξεως (ἀνεπίδεκτα γὰρ ταῦτα ἀλλήλοις)· οὕτω καὶ τὸν μέλλοντα ἐν ἀγαθῷ βίῳ
40γενέσθαι, πάσης προσήκει τῆς ἐπὶ τὸ κακὸν συν‐ αφείας ἀπαλλαγῆναι· οὐ γὰρ χρόνου ποσότητι, δια‐ θέσει δὲ ψυχῆς ἡ μετάνοια κρίνεται. Οἱ δὲ χωρι‐ σθέντες τοῦ κενοῦ βίου, καὶ πρὸς τὴν θειοτέραν ζωὴν ἑαυτοὺς ἀσκοῦντες, μὴ ἐφ’ ἑαυτοὺς, μηδὲ καταμόνας
45ἀσκείσθωσαν· ἐμμάρτυρον γὰρ εἶναι προσήκει τὸν τοιοῦτον βίον, ὡς ἂν ἐκτὸς εἶναι πονηρᾶς ὑποψίας. Καὶ εἴ τις πάλαι δελεασθεὶς, ἢ πλούτου κόνιν ἐξ ἀδι‐ κίας ἐφ’ ἑαυτὸν συνεφόρησε, καὶ τὸν νοῦν ταῖς τούτου μερίμναις κατέδησεν· ἢ μύσος ἀσελγείας προσῆψε

32

.

1232

(50)

τῇ φύσει δυσέκνιπτον· ἢ τῶν ἄλλων ἐγκλημάτων ἐπλήρωσεν ἑαυτόν· οὗτος, ὡς ἔτι καιρὸς, πρὶν ἐλθεῖν
εἰς τελείαν ἀπώλειαν, ἀποθέσθω τῶν φορτίων τὰ

32

.

1233

πλείονα, καὶ πρὶν ὑποβρύχιον γενέσθαι τὸ σκάφος, ἐκβολὴν ποιησάσθω τῶν ἀγωγίμων, ἃ μὴ δεόντως συνέλεξε. Τὰ χρήματα ἐκβληθέντα καλῶς, οὔτε ἀπόλλυται τοῖς ἐκβαλοῦσι καὶ ῥίψασιν· ἀλλ’ ὥσπερ
5εἰς ὁλκάδας ἄλλας ἀσφαλεστέρας τινὰς τὰς τῶν πε‐ νήτων μεταθέντα γαστέρας, διασώζεται, καὶ φθάνει πρὸς λιμένας ἐλθόντα, καὶ φυλάττεται τοῖς ἐκβαλοῦσι κόσμος.
11 Τὰ γὰρ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν· ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας διαγωγῆς, εἰ μέλλοι τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι, ὥστε πρόῤῥιζα ἐξελεῖν τὰ χρό‐
15νῳ μακρῷ ταῖς ψυχαῖς ἐῤῥιζωθέντα. Τοιαύτη ἡ ἐμμελὴς τῶν Νηνευϊτῶν μετάνοια, καὶ ἡ σοφὴ καὶ πεπυκνωμένη θλίψις ἐκείνη, ἥτις οὐδὲ τὰ ἄλογα ἀσυνετελῆ τῆς τιμωρίας ἀφῆκεν· ἀλλὰ καὶ αὐτὰ βοᾶν ἐξ ἀνάγκης ἐμηχανήσατο. Ἐχωρίσθη γὰρ τῆς
20βοὸς ὁ μόσχος, ἀπηλάθη τῆς μητρῷας θηλῆς ὁ ἀρ‐ νειός· παιδίον ἐπιμάζιον οὐκ ἦν ἐν ταῖς τῆς τεκού‐ σης ἀγκάλαις ἐπιδεικνύναι· φωναὶ δὲ παρὰ πάντων οἰκτραὶ ἀλλήλαις ἀντιβοῶσαι καὶ ἀντηχοῦσαι. Τὰ τέκνα λιμώττοντα τὰς πηγὰς ἐζήτει τοῦ γάλακτος·
25αἱ μητέρες τῷ φυσικῷ πάθει διακοπτόμεναι, συμ‐ παθέσι φωναῖς ἀνεκαλοῦντο τὰ ἔγγονα· τὰ βρέφη κατὰ τὸν ὅμοιον τρόπον λιμώττοντα, σφοδροτάτῳ κλαυθμῷ ἀνεῤῥήγνυντο καὶ ἀπέσπαιρον· αἱ τεκοῦ‐ σαι ταῖς φυσικαῖς ἀλγηδόσι κατεκεντοῦντο τὰ
30σπλάγχνα. Ὁ πρεσβύτης ἐπ’ ἐκείνων ἐθρήνει, καὶ τὴν πολιὰν ἔτιλλε καὶ ἐσπάραττεν. Ὁ νεανίσκος καὶ ἀκμάζων, σφοδρότερον ἀπωδύρετο· ὁ πένης ἐστέναξεν· ὁ πλούσιος ἐπιλαθόμενος τῆς τρυφῆς, ἤσκει τὴν κακοπάθειαν ὡς σώφρονα. Ὁ βασιλεὺς
35αὐτῶν, τὴν λαμπρότητα καὶ τὴν δόξαν εἰς αἰσχύνην μετέβαλεν. Ἀπέθετο τὸν στέφανον, καὶ κόνιν τῆς κεφαλῆς κατεχέετο· τὴν ἁλουργίδα ῥίψας. σάκκον μετημφιάσατο· τὸν θρόνον τὸν ὑψηλὸν ἀφεὶς καὶ μετέωρον, ἐλεεινῶς τῇ γῇ προσεσύρετο· τὴν ἰδιά‐
40ζουσαν καὶ βασιλικὴν καταλιπὼν εὐστάθειαν, συνεθρήνει τῷ δήμῳ· εἷς ἐγένετο τῶν πολλῶν, ὅτε τὸν κοινὸν πάντων Δεσπότην ἔβλεπεν ὀργιζόμενον. Τοῦτο δούλων εὐαισθήτων φρόνημα. Τοιαύτη τῶν ἁμαρτίαις ἐνεχομένων ἡ μετάνοια· ἵνα διὰ πάσης
45ἡλικίας ἡ σκυθρωπότης κρατήσῃ, αἰσθομένης τε καὶ ἀναισθήτου, τῆς μὲν κατὰ προαίρεσιν, τῆς δὲ κατ’ ἀνάγκην. Διὰ τοῦτο ἰδὼν αὐτοὺς ὁ Θεὸς οὕτω τα‐ πεινωθέντας, ὡς ἐπὶ ὑπερβαίνουσαν ἑαυτῶν ταλαι‐ πωρίαν παγγενῆ κατακρίναντας καὶ τὸ πάθος ἠλέησε,

32

.

1233

(50)

καὶ τῆς τιμωρίας ἀνῆκε, καὶ τὸ χαίρειν ἐδωρήσατο τοῖς εὐαισθήτως πενθήσασιν. Ἴδιον γὰρ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ σιωπῇ τὰς κολάσεις ἐπάγειν, ἀλλὰ προκηρύσσειν, διὰ τῶν ἀπειλῶν προκαλούμε‐
νος εἰς μετάνοιαν τοὺς ἡμαρτηκότας· οὕτω γὰρ

32

.

1236

καὶ τούτοις πεποίηκε διὰ τοῦ Ἰωνᾶ. Καὶ τῷ Ἰσραὴλ ἡμαρτηκότι οὐ σιωπῇ ἐπήγαγε τὸν ἀφανισμόν· ἀλλὰ κινῶν εἰς τὴν ὑπὲρ τοῦ λαοῦ τὸν ἑαυτοῦ θεράποντα, προεκήρυσσε λέγων· Ἄφες με, καὶ ἐξαλείψω τὸν
5λαὸν τοῦτον. Παραπλησίως δέ τι καὶ ἐν τῷ Εὐαγγε‐ λίῳ περὶ τῆς κατὰ τὴν συκῆν παραβολῆς μεμαθή‐ καμεν, τοῦ δεσπότου αὐτῆς λέγοντος τῷ γεωργῷ· Ἰδοὺ τρία ἔτη ἔρχομαι ἐπὶ τὴν συκῆν, ζητῶν καρ‐ πὸν ἐν αὐτῇ, καὶ μὴ εὑρίσκων· ἔκκοψον αὐτήν.
10Ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Τοιγαροῦν πρὸς τίνα καιρὸν ὑπερτιθέμεθα τὴν μετάνοιαν; οὐκ ἐκνή‐ ψομεν; οὐκ ἀνακαλεσόμεθα ἑαυτοὺς ἀπὸ τοῦ κατὰ συνήθειαν βίου πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου; οὐκ ἐν ὀφθαλμοῖς ληψόμεθα τὴν ἡμέραν Κυρίου τὴν
15φοβερὰν ἐκείνην καὶ ἐπιφανῆ, ἐν ᾗ τοὺς μὲν τῇ δεξιᾷ τοῦ Κυρίου διὰ τῶν πράξεων προσεγγίζοντας βασι‐ λεία οὐρανῶν ὑποδέξεται· τοὺς δὲ πρὸς τὴν ἀριστε‐ ρὰν διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἀπεωσμέ‐ νους, γέεννα πυρὸς καὶ σκότος αἰώνιον κατακρύ‐
20ψει; Ἐκεῖ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ἀλλ’ ἡμεῖς τὴν μὲν ἁμαρτίαν ἐπιτε‐ λοῦμεν συντόμως, ὀλιγώρως δὲ καὶ ῥᾳθύμως ἀνα‐ λαμβάνομεν τὴν μετάνοιαν. Καὶ βασιλείας μὲν οὐρα‐ νῶν ἐπιθυμεῖν λέγομεν, ἐξ ὧν δὲ ἔστιν αὐτῆς ἐπιτυ‐
25χεῖν οὐ φροντίζομεν· ἀλλὰ μηδένα πόνον ὑπὲρ ἐν‐ τολῆς τοῦ Θεοῦ καταδεχόμενοι, τῶν ἴσων τιμῶν τεύξεσθαι τοῖς μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστᾶσιν ἐν τῇ ματαιότητι τοῦ νοὸς ἡμῶν ὑπο‐ τιθέμεθα. Ἁψώμεθα τοίνυν, ἁψώμεθά ποτε τῆς
30φροντίδος τῶν ψυχῶν ἡμῶν, ἀδελφοί· λυπηθῶμεν ἐπὶ τῇ ματαιώσει τοῦ προλαβόντος βίου· ἀγωνισώ‐ μεθα ὑπὲρ τῶν μελλόντων· μὴ τῇ ῥᾳθυμίᾳ καὶ τῇ ἐκλύσει ταύτῃ ἐναπομείνωμεν, καὶ τὸ μὲν παρὸν ἀεὶ διὰ ῥᾳθυμίας προϊέμενοι, πρὸς δὲ τὸ αὔριον καὶ
35τὸ ἐφεξῆς τὴν ἀρχὴν τῶν ἔργων ὑπερτιθέμενοι, εἶτα καταληφθέντες ὑπὸ τοῦ ἀπαιτοῦντος τὰς ψυχὰς ἡμῶν, ἀπαρασκεύαστοι τῶν ἀγαθῶν ἔργων, τῆς μὲν χαρᾶς τοῦ νυμφῶνος ἀποβληθῶμεν, ἀργὰ δὲ καὶ ἀνόνητα κλαίωμεν, τὸν κακῶς παρεθέντα τοῦ βίου χρόνον
40ὀδυρόμενοι τότε, ὅτε πλέον οὐδὲν ἐξέσται τοῖς μετα‐ μελουμένοις. Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος τῆς ἀνταποδόσεως· οὗτος τῆς ἐργασίας, ἐκεῖνος τῆς μισθαποδοσίας· οὗτος τῆς ὑπομονῆς, κἀκεῖνος τῆς παρακλήσεως. Νῦν βοηθὸς τῶν ἐπιστρεφόντων ἀπὸ
45ὁδοῦ κακῆς ὁ Θεὸς, τότε φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πραγμάτων καὶ ῥημάτων καὶ ἐνθυμημάτων ἐξεταστής. Νῦν τῆς μακροθυμίας ἀπο‐ λαύομεν, τότε τὴν δικαιοκρισίαν γνωρίσομεν, ὅταν
ἀναστῶμεν, οἱ μὲν εἰς κόλασιν αἰώνιον. οἱ δὲ εἰς ζωὴν

32

.

1237

αἰώνιον, καὶ ἀπολάβῃ ἕκαστος κατὰ τὴν πρᾶξιν αὐ‐ τοῦ. Ὑμῖν δὲ, ὅσοι ἐπεστυγνάσατε τῇ ἀσχημοσύνῃ τῶν καταγνωσθέντων, ἐκεῖνο ἐντελλόμεθα· Ἐὰν μὲν ἴδητε μετανοοῦντας ἐπὶ τῇ ἀτοπίᾳ τῶν πεπραγ‐
5μένων, συμπαθήσατε ὡς οἰκείοις μέλεσι νενοσηκό‐ σιν· ἐὰν δὲ ἀπαυθαδιαζομένους καὶ καταφρονοῦντας τῆς ὑμετέρας ἐπ’ αὐτοῖς λύπης αἴσθησθε, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτησθε· ἵν’ οὕτως οἱ μὲν ἐντραπέντες, εἰς ἐπί‐
10γνωσιν ἔλθωσι τῆς οἰκείας κακίας ὑμεῖς δὲ τοῦ ζή‐ λου τοῦ Φινεὲς τὸν μισθὸν ὑποδέξησθε παρὰ τοῦ Σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
14tΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ.
15tΛΟΓΟΣ Θʹ.
16 Χρὴ τὴν προσευχὴν μὴ ἐν συλλαβαῖς ἡμᾶς ἐκπληροῦν, ἀδελφοὶ, ἀλλὰ προαιρέσει μᾶλλον ψυχῆς, καὶ πράξεσι ταῖς κατ’ ἀρετὴν παντὶ τῷ βίῳ παρ‐ εκτεινομέναις. Οὐδὲ γὰρ ἡγούμεθα τὸν Θεὸν τῆς διὰ
20τῶν λόγων ὑπομνήσεως δεῖσθαι, ἀλλ’ εἰδέναι καὶ μὴ αἰτούντων ἡμῶν τὰ χρήσιμα. Ἡ γὰρ θεία ἀκοὴ οὐ φωνῆς δεῖται πρὸς αἴσθησιν· οἶδε γὰρ καὶ ἐν τῷ κινή‐ ματι τῆς καρδίας γνωρίσαι τὰ ἐπιζητούμενα. Ἢ οὐκ ἀκούεις, ὅτι Μωϋσῆς μηδὲν φθεγγόμενος, ἀλλὰ
25τοῖς ἀλαλήτοις ἑαυτοῦ στεναγμοῖς ἐντυγχάνων τῷ Κυρίῳ, ἠκούετο παρὰ τοῦ Κυρίου λέγοντος· Τί βοᾷς πρὸς μέ; Οἱ δὲ ἐν τῷ βίῳ μὲν μηδὲν κατορθοῦντες, ἐν δὲ τῇ παρατάσει τῆς προσευχῆς νομίζοντες δικαιοῦσθαι, τούτων ἀκουέτωσαν τῶν ῥημάτων· Ὅταν τὰς χεῖ‐
30ρας ὑμῶν ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Οὐ γὰρ ἁπλῶς τὰ ῥήματα τῆς προσευχῆς ὠφελεῖ, ἀλλὰ τὸ μετὰ σπουδαίας διαθέσεως ἀναπέμπεσθαι. Ἐπεὶ καὶ
35Φαρισαῖος ταῦτα πρὸς ἑαυτὸν προσηύχετο, οὐχὶ πρὸς τὸν Θεόν· ἐπανήρχετο γὰρ πρὸς ἑαυτὸν, ἐπεί‐ περ ἐν ἁμαρτίᾳ τῆς ὑπερηφανίας ἐγίνετο. Διὰ τοῦτο καὶ ὁ Σωτήρ· Προσευχόμενοι δὲ μὴ βαττολογεῖτε, ὡς καὶ οἱ ἐθνικοί· δοκοῦσι γὰρ, ὅτι ἐν τῇ πολυλο‐
40γίᾳ αὐτῶν εἰσακουσθήσονται· καὶ τὸ, Ἐκ πολυ‐ λογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Τοῦτό ἐστι τὸ αἴ‐ τιον τοῦ ἀποστρέφεσθαι τοὺς ὀφθαλμοὺς τοῦ Θεοῦ, ὅταν ἐκταθῶσιν αἱ χεῖρες, διότι τὰ τῆς ἱκετηρίας σύμβολα παροξυσμοῦ εἰσιν ἀφορμαί. Ὥσπερ ἂν εἴ
45τις υἱόν τινος φονεύσας ἀγαπητὸν, ἔτι ᾑμαγμένας τὰς χεῖρας ἔχων, προτείνοι αὐτὰς τῷ πατρὶ χαλε‐ παίνοντι, δεξιὰν φιλίας αἰτούμενος· ἆρ’ οὐχὶ φανὲν τοῦ τέκνου τὸ αἷμα ἐν τῇ χειρὶ τοῦ παιδοφόνου μᾶλ‐ λον εἰς ὀργὴν τὸν ἠδικημένον ἐγείροι; Τοιαῦταί εἰσι

32

.

1237

(50)

καὶ αἱ τῶν Ἰουδαίων εὐχαὶ, ὅταν ἐκτείνωσι τὰς χεῖ‐ ρας τῆς εἰς τὸν μονογενῆ Υἱὸν ἁμαρτίας ἀναμιμνη‐
σκόντων τὸν Θεὸν καὶ Πατέρα, καὶ καθ’ ἑκάστην

32

.

1240

ἔκτασιν τὰς χεῖρας ἑαυτῶν τοῦ αἵματος τοῦ Χριστοῦ πλήρεις ἐπιδεικνυόντων. Οἱ γὰρ ἐπιμένοντες τῇ πω‐ ρώσει, τῆς πατρικῆς μιαιφονίας κληρονόμοι ὑπάρ‐ χουσι. Τὸ γὰρ αἷμα αὐτοῦ, φησὶν, ἐφ’ ἡμᾶς, καὶ
5ἐπὶ τὰ τέκνα ἡμῶν. Διὰ παντὸς τοίνυν μέμνησο τοῦ Θεοῦ, ἄνθρωπε, καὶ ἔχε τὸν φόβον αὐτοῦ ἐν τῇ καρδίᾳ σου, καὶ πάν‐ τας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. Με‐ γάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν
10βοήθεια. Καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν τῇ σαρκὶ ταύτην ζωὴν, ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή· καὶ ἀπερχομένοις ἐντεῦθεν, ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. Ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν· οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις, καὶ τὸ
15δυσελπίστως ἔχειν πρὸς σωτηρίαν, τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. Ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκων, ὅτι ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶ‐ μεν, οὐ μόνον οὐκ ἀποῤῥίψει ἡμᾶς εἰς τὸ παντελὲς,
20ἀλλ’ ἔτι λαλούντων ἡμῖν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι. Τίς γὰρ πιστεύων εἶναι παν‐ ταχοῦ τὸν Θεὸν, καὶ παρεῖναι τοῖς γινομένοις, καὶ ἑκάστῃ πράξει παρεστάναι, καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐνορᾷν· ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέ‐
25χεται, ἢ τελεσιουργεῖ τὸ κακόν; Ἀλλ’ ἢ μὴ ἐφορᾷν τὸν Θεὸν, ἢ μὴ μέλειν αὐτῷ τῶν γινομένων ὑπολαμ‐ βάνοντες· οὕτως ὁρμῶσι πρὸς τὰς ἀνοσίας πρά‐ ξεις οἱ ἄνθρωποι. Ἀρχὴ δὲ καθάρσεως τῇ ψυχῇ ἡσυ‐ χία, μήτε γλώσσης λαλούσης τὰ τῶν ἀνθρώπων,
30μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιη‐ μένων, μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνδρῶν, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέ‐
35φυκε. Νοῦς γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαφορού‐ μενος, ἐπάνεισι μὲν πρὸς ἑαυτὸν, δι’ ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενος, καὶ αὐτῆς τῆς φύσεως λή‐
40θην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος· ἀλλὰ σχολὴν ἀπὸ τῶν γηίνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι. Μὴ οὖν καταδέξῃ διὰ τῆς κατὰ τὸν ὕπνον ἀναι‐ σθησίας τὸ ἥμισυ τῆς ζωῆς ἀχρειοῦν· ἀλλὰ μεριζέσθω
45σοι τῆς νυκτὸς ὁ χρόνος εἴς τε ὕπνον καὶ προσευχήν· ἀλλὰ καὶ οἱ ὕπνοι αὐτοὶ μελέτημα ἔστωσαν τῆς εὐ‐ σεβείας. Πεφύκασι γάρ πως αἱ καθ’ ὕπνον φαντασίαι, ὡς τὰ πολλὰ, ἀπηχήματα εἶναι τῶν μεθημερινῶν φροντίδων. Τί δὲ μακαριστότερον ἀνθρώπου, τοῦ εὐ‐

32

.

1240

(50)

θὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντος, καὶ ὕμνοις καὶ ᾠδαῖς γεραίροντος τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς ἐπιλάμψαντος ἐπ’ ἔργα τρεπομένου,
πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ

32

.

1241

τοῖς ὕμνοις, ὥσπερ ἅλατι, παραρτύειν τὰς ἐργασίας; τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα, αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται. Εὐχαὶ καὶ πρὸ τῆς τροφῆς ἀξίως γενέσθωσαν τῶν τοῦ Θεοῦ παρο‐
5χῶν, ὧν τε νῦν δίδωσι, καὶ ὧν πρὸς τὸ μέλλον ἐτα‐ μιεύσατο· εὐχαὶ καὶ μετὰ τὰς τροφὰς, εὐχαριστίαν τῶν διδομένων ἔχουσαι, καὶ αἴτησιν τῶν ἐπηγγελμέ‐ νων. Εὐχὴ δὲ καλὴ, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ· τοῦτο γάρ ἐστι Θεοῦ ἐνοίκησις, τὸ
10διὰ τῆς μνήμης ἔχειν ἐνιδρυμένον ἐν ἑαυτῷ τὸν Θεόν. Οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηίναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράσσηται· ἀλλὰ πάντα ἀποφεύγων, ἐπὶ Θεὸν ἀναχωρῇ, ἐξελαύ‐
15νων τὰ προσκαλούμενα αὐτὸν εἰς ἀκρασίαν πάθη, καὶ τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρί‐ βων. Καὶ ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστὶ, τοῦτο τῷ τῆς εὐσεβείας ἀγωνιστῇ τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομέ‐
20νης, οὔτε ὀφθαλμῶν, οὔτε ὤτων βλαβερὰς ἀκοὰς ἢ θέας παραπεμπόντων ἐπὶ καρδίαν· ἀλλὰ καὶ μόνου καθ’ ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος, καὶ διορ‐ θουμένου μὲν ἑαυτὸν ἐν τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κα‐
25κοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος. Τοῦτο καὶ ἡ κατὰ Μωϋσέα παραινίσσεται ἱστο‐ ρία, ὅτι διὰ τὸ τοὺς προκόπτοντας μὴ ἐξομαλίζειν τὰς πράξεις, ἀλλὰ ποτὲ μὲν κρεῖττον βιοῦν, ποτὲ δὲ
30δι’ ἀτονίαν ἐκλύεσθαι ἀσθενέστερον ἐνεργεῖν, τῆς ἀνθρωπίνης καταστάσεως σύμβολα ἦν τὰ τότε γινό‐ μενα. Εἰ μὲν γὰρ ἐπῆρε τὰς χεῖρας, ἐνίσχυεν Ἰσραήλ· ὅτε δὲ καθῆκε τὰς χεῖρας, ἐνίσχυεν Ἀμαλήκ. Τουτ‐ έστι, καταπιπτούσης ἡμῶν τῆς δραστικῆς δυνά‐
35μεως, ἰσχύει τὰ ἀντιπαλαίοντα ἡμῖν· ὑψουμένης δὲ καὶ διαιρομένης, δυνατώτερον γίνεται τὸ διορατικὸν ἐν ἡμῖν· ἐπαίρει μὲν γὰρ ὁ τὰ ἄνω ζητῶν, ἐκτείνει δὲ ὁ τῆς εἰς τὰ σωματικὰ βοηθείας ἐπιδεόμενος. Ὁ τοίνυν ἐν τῷ ναῷ τοῦ Θεοῦ γενόμενος, οὐ κακολογίαν,
40οὐ ματαιότητα, οὐκ αἰσχρῶν πραγμάτων ῥήματα, ἀπαγγέλλει, ἄπαγε! ἀλλ’ Ἐν τῷ ναῷ αὐτοῦ, κατὰ τὸν Δαβὶδ, πᾶς τις λέγει δόξαν. Ἑστήκασιν οἱ ἀπογραφόμενοι τὰ ῥήματα ἄγγελοι· πάρεστιν ὁ Κύ‐ ριος τὰς διαθέσεις τῶν εἰσιόντων ἐπισκοπῶν. Ἡ
45προσευχὴ ἑκάστου πεφανέρωται τῷ Θεῷ· τίς ἐκ δια‐ θέσεως, τίς ἐπιστημόνως ἐπιζητεῖ τὰ οὐράνια· τίς ἀφωσιωμένως ἄκροις τοῖς χείλεσι τὰ ῥήματα φθέγ‐ γεται, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπὸ Θεοῦ. Κἂν εὔχηται, ὑγίειαν σαρκὸς, καὶ σωματικὸν πλοῦ‐

32

.

1241

(50)

τον, καὶ δόξαν ἀνθρωπίνην ἐπιζητεῖ. Δεῖ δὲ οὐδὲν τού‐ των, ὡς ὁ λόγος διδάσκει, ἀλλ’ Ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἀλλ’, ὢ τοῦ θαύματος! Οἱ
οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ἀγγέλοις ἔργον,

32

.

1244

δοξολογεῖν τὸν Θεόν. Πάσῃ τῇ στρατιᾷ τῶν ἐπουρα‐ νίων ἓν τοῦτο ἔργον, δόξαν ἀναπέμπειν τῷ κτίσαντι. Ἡ κτίσις πᾶσα, ἥ τε σιωπῶσα καὶ φθεγγομένη, ἥ τε ὑπερκόσμιος, ἥ τε περίγειος, δοξάζει τὸν κτίσαντα.
5Ἄνθρωποι δὲ ἐλεεινοὶ, καταλιπόντες τοὺς οἴκους καὶ ἐπὶ τὸν ναὸν δραμόντες, ὡς δή τι ἑαυτοὺς ὠφελή‐ σοντες, οὐχ ὑπέχουσι τὰς ἀκοὰς λόγοις Θεοῦ, οὐ λαμβάνουσιν αἴσθησιν τῆς ἑαυτῶν φύσεως, οὐ λυ‐ ποῦνται εἰς μνήμην τῶν ἁμαρτιῶν ἀφικνούμενοι, οὐ
10τρέμουσι τὴν κρίσιν· ἀλλὰ μειδιῶντες καὶ τὰς δεξιὰς ἀλλήλοις ἐμβάλλοντες, τόπον μακρολογίας τὸν οἶκον ποιοῦνται τῆς προσευχῆς, παρακούοντες τοῦ Ψαλμῳ‐ δοῦ διαμαρτυρομένου καὶ λέγοντος, ὅτι Ἐν τῷ ναῷ τοῦ Θεοῦ πᾶς τις λέγει δόξαν. Σὺ δὲ οὐ μόνον οὐ λέ‐
15γεις, ἀλλὰ καὶ ἑτέρῳ ἐμπόδιον γίνῃ, ἐπιστρέφων πρὸς ἑαυτόν. Μὴ γὰρ δόξης ἐπιδέεται ὁ Θεὸς, ἀλλὰ σὲ βού‐ λεται ἄξιον εἶναι τοῦ δοξασθῆναι. Διότι, Ὃ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει.
20 Χρὴ δὲ διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰ‐ δέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν. Καὶ εἰ μὲν παράσχοιτο συνεῖναι, ταῦτα ἡμῖν ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα· εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. Ἄμεινον γάρ που πάντως, ἢ ὡς ἂν ἡμεῖς
25προειλοίμεθα, διοικεῖται τὰ ἡμέτερα. Ἁλκυών ἐστι θαλάττιον ὄρνεον. Αὕτη παρ’ αὐτοὺς νοσσεύειν τοὺς αἰγιαλοὺς πέφυκεν, ἐπ’ αὐτῆς τὰ ὠὰ τῆς ψάμμου καταθεμένη· καὶ νοσσεύει κατὰ μέσον που τὸν χει‐ μῶνα, ὅτε πολλοῖς καὶ βιαίοις ἀνέμοις ἡ θάλασσα τῇ
30γῇ προσαράσσεται. Ἀλλ’ ὅμως κοιμίζονται μὲν πάν‐ τες ἄνεμοι, ἡσυχάζει δὲ κῦμα θαλάσσιον, ὅταν ἁλ‐ κυὼν ἐπωάζῃ τὰς ἑπτὰ ἡμέρας· ἐν τοσαύταις γὰρ μόναις ἐκλεπίζει τοὺς νεοττούς. Ἐπεὶ δὲ καὶ τροφῆς αὐτοῖς χρεία, ἄλλας ἑπτὰ πρὸς τὴν τῶν νεοττῶν αὔ‐
35ξησιν ὁ μεγαλόδωρος Θεὸς τῷ μικροτάτῳ ζώῳ παρ‐ έσχετο Ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο, καὶ ἁλκυονίδας τὰς ἡμέρας ἐκείνας προσαγορεύουσι. Ταῦ‐ τά σοι εἰς προτροπὴν τοῦ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ πρὸς σωτηρίαν διὰ τῆς περὶ τὰ ἄλογα τοῦ Θεοῦ προ‐
40νοίας νενομοθέτηται. Τί γὰρ οὐκ ἂν γένοιτο τῶν πα‐ ραδόξων ἕνεκεν σοῦ, ὃς κατ’ εἰκόνα γέγονας Θεοῦ, ὅπουγε ὑπὲρ ὄρνιθος οὕτω μικρᾶς ἡ μεγάλη καὶ φοβερὰ κατέχεται θάλασσα, ἐν μέσῳ χειμῶνι γαλή‐ νην ἄγειν ἐπιταχθεῖσα; Εἰ γὰρ ἁλκυόνι τὰ τηλικαῦτα
45χαρίζεται, πόσῳ μείζονα δώσει τοῖς ἐξ ὅλης καρδίας ἐπιβοωμένοις αὐτόν; Πείσωμεν τοιγαροῦν ἑαυτοὺς, ἀδελφοὶ, καὶ ἐν ταῖς ἄλλαις ἡμῶν αἰτήσεσι, καὶ ἐν καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀπο‐ τρέχειν, μηδὲ ἐκεῖθεν ἑαυτοῖς τὰς βοηθείας θηρᾶ‐

32

.

1244

(50)

σθαι· ἀλλ’ ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ, τὰς δεήσεις ποιεῖ‐ σθαι. Οὕτω γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, καὶ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν,
καὶ τῇ ἐπὶ τὸν σώζειν δυνάμενον ἡμᾶς ἐλπίδι στηρι‐

32

.

1245

ζόμενος. Ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ ἡ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύ‐ ματι. νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
5tΠΕΡΙ ΝΗΣΤΕΙΑΣ.
6tΛΟΓΟΣ Ιʹ.
7 Στρατηγοὶ μὲν εἰς παράταξιν τὸν στρατὸν καθ‐ ιστῶντες, τοῖς παρακλητικοῖς λόγοις πρὸ τῶν ἀγώνων κέχρηνται, καὶ τοσαύτην ἔχει δύναμιν ἡ παραίνεσις,
10ὥστε καὶ τοῦ θανάτου πολλάκις καταφρόνησιν ἐμ‐ ποιεῖν. Γυμνασταὶ δὲ καὶ παιδοτρίβαι, πρὸς τοὺς ἐν τοῖς σταδίοις ἀγῶνας τοὺς ἀθλητὰς προσάγοντες, πολλὰ περὶ τοῦ χρῆναι πονεῖν ὑπὲρ τῶν στεφάνων διακελεύονται· ὥστε καὶ συνεπείσθησαν πολλοὶ τῇ
15περὶ τὴν νίκην φιλοτιμίᾳ τῶν σωμάτων ὑπεριδεῖν. Τοίνυν καὶ ἐμοὶ τοὺς Χριστοῦ στρατιώτας πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον διατάσσοντι, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπὶ τοὺς τῆς δικαιοσύνης στεφάνους διὰ τῆς ἐγκρατείας παρασκευάζοντι,
20ἀναγκαῖος ὁ λόγος τῆς παρακλήσεως. Ἄγγελοί εἰσιν οἱ καθ’ ἑκάστην ἐκκλησίαν ἀπογραφόμενοι τοὺς νηστεύ‐ οντας. Ὅρα, μὴ διὰ μικρὰν ἡδονὴν βρωμάτων ζημιωθῇς μὲν τὴν ἀπογραφὴν τοῦ ἀγγέλου, ὑπόδικον δὲ σεαυτὸν λειποταξίου γραφῆς τῷ στρατολογήσαντι
25καταστήσῃς. Ἐλάττων ὁ κίνδυνος, ῥίψασπιν ἐπὶ πα‐ ρατάξεως ἐλεγχθῆναί τινα, ἢ τὸ μέγα ὅπλον τὴν νηστείαν ἀποβαλόντα φανῆναι. Πλούσιος εἶ; Μὴ καθυβρίσῃς τὴν νηστείαν, ἀπαξιώσας λαβεῖν αὐτὴν ὁμοτράπεζον, μηδὲ τῆς οἰκίας αὑτοῦ ἄτιμον ἀπο‐
30πέμψῃ παρευημερηθεῖσαν ὑπὸ τῆς ἡδονῆς· μή ποτέ σου καταγγείλῃ ἐπὶ τοῦ νομοθέτου τῶν νηστειῶν, καὶ πολλαπλασίονά σοι ἀπὸ καταδίκης ἐπαγάγῃ τὴν ἔνδειαν, ἢ ἐξ ἀῤῥωστίας σώματος, ἢ ἐξ ἄλλης τινὸς σκυθρωπῆς περιστάσεως. Ὁ πένης μὴ εἰρωνευέσθω
35πρὸς τὴν νηστείαν, πάλαι σύνοικον αὐτὴν καὶ ὁμο‐ δίαιτον ἔχων. Γυναιξὶ δὲ ὥσπερ τὸ ἀναπνεῖν, οὕτως τὸ νηστεύειν οἰκεῖόν ἐστι καὶ κατὰ φύσιν. Οἱ παῖδες, ὥσπερ τῶν φυτῶν τὰ εὐθαλῆ, τῷ τῆς νηστείας ὕδατι καταρδευέσθωσαν. Τοῖς πρεσβύταις κοῦφον ποιεῖ τὸν
40πόνον ἡ ἐκ παλαιοῦ πρὸς αὐτὴν οἰκείωσις· πόνοι γὰρ ἐκ μακρᾶς συνηθείας μελετηθέντες, ἀλυπότερον προσπίπτουσι τοῖς γεγυμνασμένοις. Τοῖς ὁδοιπόροις εὐσταλής ἐστι συνέμπορος ἡ νηστεία. Ὥσπερ γὰρ ἡ τρυφὴ ἀχθοφορεῖν αὐτοὺς ἀναγκάζει, τὰς ἀπολαύ‐
45σεις περικομίζοντας· οὕτω κούφους αὐτοὺς καὶ εὐ‐ ζώνους ἡ νηστεία παρασκευάζει. Καὶ τοῖς μὲν τοῦ κόσμου στρατιώταις, κατὰ τὴν τῶν καμάτων ἀνα‐ λογίαν, τὸ σιτηρέσιον αὔξεται· τοῖς δὲ πνευματικοῖς ὁπλίταις, ὁ ἔλαττον ἔχων τῆς τροφῆς, τὸ μεῖζον ἔχει

32

.

1245

(50)

τοῦ ἀξιώματος. Ἄτοπον οὖν ἐστι μὴ χαίρειν ἐπὶ ὑγείᾳ ψυχῆς, ἀλλὰ λυπεῖσθαι ἐπὶ βρωμάτων ἀπαλ‐ λαγῇ, καὶ πλείονα χάριν φαίνεσθαι διδόντας ἡδονῇ γαστρὸς, ἢ ἐπιμελείᾳ ψυχῆς. Κόρος μὲν γὰρ εἰς γαστέρα τὴν χάριν ἵστησι, νηστεία δὲ πρὸς ψυχὴν
55ἀναβιβάζει τὸ κέρδος. Μὴ μιμήσῃ τῆς Εὔας τὴν

32

.

1248

παρακοήν· μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενον. Μὴ προφασίζου ἀῤῥωστίαν σώματος καὶ ἀδυναμίαν· οὐ γὰρ ἐμοὶ τὰς προφάσεις, ἀλλὰ τῷ εἰδότι λέγεις.
5Νηστεύειν οὐ δύνασαι, εἰπέ μοι; κορέννυσθαι δὲ διὰ βίου, καὶ συντρίβειν τὸ σῶμα τῷ βάρει τῶν ἐσθιομέ‐ νων δύνασαι; Καὶ μὴν τοῖς ἀσθενοῦσιν οὐχὶ βρωμά‐ των ποικιλίαν, ἀλλ’ ἀσιτίαν καὶ ἔνδειαν οἶδα τοὺς ἰατροὺς ἐπιτάσσοντας. Πῶς οὖν ὁ ταῦτα δυνάμενος,
10ἐκεῖνα προφασίζῃ μὴ δύνασθαι; Τί εὐκολώτερον τῇ γαστρὶ, λιτότητι διαίτης παρενεγκεῖν τὴν νύκτα, ἢ δαψιλείᾳ βρωμάτων βεβαρημένην κεῖσθαι; εἰ μὴ καὶ τοὺς κυβερνήτας φήσεις, βαρυνομένην τοῖς ἀγω‐ γίμοις ὁλκάδα εὐκολώτερον σώζειν τῆς εὐσταλεστέρας
15καὶ κούφης. Τὴν μὲν γὰρ παραπεπιεσμένην τῷ πλήθει, βραχεῖα κύματος ἐπανάστασις κατεβάπτισεν· ἡ δὲ συμμέτρως τῶν ἀγωγίμων ἔχουσα, ῥᾳδίως ὑπερ‐ αίρει τοῦ κλύδωνος. Πλὴν οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγοῦμαι τὴν
20περὶ νηστείας παράκλησιν, ὅσον τοῦ μή τινα τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν. Τὴν μὲν γὰρ νηστείαν, καὶ διὰ τὴν συνήθειαν, καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδῶ, οἱ πολλοὶ καταδέχονται. Φοβοῦμαι δὲ τὴν μέθην, ἣν, ὥσπερ τινὰ κλῆρον πατρῷον, οἱ φίλοινοι διασώ‐
25ζουσιν. Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαί‐ ροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται. Τί ποιεῖς, ἄνθρωπε; Οὐδεὶς γυναῖκα σεμνὴν νόμοις γαμικοῖς ἐπάγεσθαι μέλλων, παλλακίδας καὶ ἑταίρας προλα‐
30βὼν εἰσοικίζει· οὐ γὰρ ἀνέχεται ἡ νομίμη τὴν μετὰ τῶν διεφθαρμένων συνοίκησιν. Μὴ τοίνυν καὶ σὺ, προσδοκωμένης νηστείας, προεισαγάγῃς τὴν μέθην, τὴν πάνδημον πόρνην, τὴν τῆς ἀναισχυντίας μητέρα, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἰδέαν ἀσχημοσύνης
35εὔκολον. Τὸν νηστεύοντα, εἴσω τῶν ἱερῶν περιβόλων παραδέχεται ὁ Κύριος· τὸν κραιπαλῶντα, ὡς βέβηλον καὶ ἀνίερον, οὐ προσίεται. Ἐὰν γὰρ ἔλθῃς αὔριον οἴνου ἀπόζων, καὶ τούτου σεσηπότος, πῶς τὴν κραι‐ πάλην εἰς νηστείαν σοι λογίσομαι; Μὴ γὰρ ὅτι
40πρόσφατον οὐκ ἐνεχέω τὸν ἄκρατον, ἄλλ’ ὅτι οὐ καθαρεύεις οἴνου, τοῦτο λογίζου. Ποῦ σε τάξω; ἐν τοῖς μεθύσοις, ἢ ἐν τοῖς νηστευταῖς; Ἡ παρελθοῦσα οἰνοφλυγία πρὸς ἑαυτὴν ἐπισπᾶται· ἡ παροῦσα ἔν‐ δεια νηστείαν προσμαρτυρεῖ. Ἀμφισβητήσιμος εἶ
45τῇ μέθῃ ὥσπερ ἀνδράποδον, καὶ οὐκ ἀφέξεταί σου δικαίως· ἐναργεῖς τὰς ἀποδείξεις τῆς δουλείας παρ‐ εχομένη, τὴν ὀσμὴν τοῦ οἴνου ὥσπερ ἀγγείῳ ἐναπο‐ μείνασαν.
51 Τίνος διδασκάλον παρουσία παίδων θόρυβον οὕ‐ τως ἀθρόως καθίστησιν, ὡς ἡ νηστεία παραφανεῖσα ταραχὴν πόλεως καταστέλλει; ποῖος κωμαστὴς ἐν νηστείᾳ προῆλθε; ποῖος χορὸς ἀσελγὴς ἀπὸ νηστείας
55συνέστη; ᾌσματα πορνικὰ καὶ ὀρχήσεις ἐκμανεῖς
ἐξαπίνης τῆς πόλεως ὑπεξέρχονται, ὥσπερ ὑπὸ δι‐

32

.

1249

καστοῦ τινος αὐστηροῦ τῆς νηστείας φυγαδευθεῖ‐ σαι. Εἰ δὲ πάντες αὐτὴν εἰς τὴν ὑπὲρ τῶν πρακ‐ τέων σύμβουλον παρελάμβανον, οὐδὲν ἐκώλυε βαθεῖαν εἰρήνην εἶναι κατὰ πᾶσαν τὴν οἰκουμένην· μήτε
5ἐθνῶν ἐπανισταμένων ἀλλήλοις, μήτε στρατοπέδων συῤῥηγνυμένων. Οὐδ’ ἂν ὅλως εἶχον αἱ ἐρημίαι τοὺς κακούργους, ἢ αἱ πόλεις τοὺς συκοφάντας, ἢ τοὺς καταποντιστὰς ἡ θάλασσα. Οὐδ’ ἂν οὕτως ἦν ὁ βίος ἡμῶν πολυστένακτος καὶ κατηφείας πλήρης, εἰ νη‐
10στεία τὸν βίον ἡμῶν ἐπρυτάνευε. Δηλονότι ἐδίδαξεν ἂν πάντας οὐχὶ βρωμάτων μόνον ἐγκράτειαν, ἀλλὰ καὶ φιλαργυρίας, καὶ πλεονεξίας, καὶ πάσης κακίας παντελῆ φυγήν τε καὶ ἀλλοτρίωσιν. Αὕτη τὸν μέγαν Σαμψὼν ἐτιθηνήσατο, καὶ ἕως ὅτε συμπαρῆν τῷ
15ἀνδρὶ, κατὰ χιλίους ἔπιπτον οἱ πολέμιοι, καὶ πύλαι πόλεων ἀνεσπῶντο, καὶ λέοντες τὴν ἰσχὺν τῶν χει‐ ρῶν οὐχ ὑφίσταντο. Ὅτε δὲ μέθη αὐτὸν καὶ πορνεία παρέλαβον, ἁλώσιμος ἦν τοῖς ἐχθροῖς, καὶ τῶν ὀφθαλμῶν στερηθεὶς, παίγνιον προέκειτο τοῖς παιδα‐
20ρίοις τῶν ἀλλοφύλων. Νηστεύσας Ἡλίας, ἀπέκλεισε τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἕξ. Ἐπειδὴ γὰρ εἶδε πολλὴν ἐκ τοῦ κόρου τικτομένην τὴν ὕβριν, ἀναγκαίως αὐτοῖς τὴν ἀκούσιον ἐκ τοῦ λιμοῦ νηστείαν ἐπήγαγε, δι’ ἧς πρὸς τὸ ἄμετρον ἤδη χεομένην αὐτῶν τὴν
25ἁμαρτίαν ἔστησεν, οἷον καυτῆρί τινι ἢ τομῇ τῇ νηστείᾳ τὴν εἰς τὸ πλέον πρόοδον τοῦ κακοῦ διακόψας. Ἵνα γὰρ μαλάξῃ τὴν ἀμάλακτον καρδίαν τῶν σκλη‐ ροτραχήλων, εἵλετο καὶ ἑαυτὸν τῇ κακοπαθείᾳ συγκα‐ ταδικάσαι ὁ δίκαιος. Διὰ τοῦτο, Ζῇ Κύριος, εἰ ἔσται
30ὕδωρ ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου, φησίν. Οὕτως ἀπέδωκε καὶ τῇ χήρᾳ τὸν παῖδα, ἰσχυρὸς φα‐ νεὶς κατὰ θανάτου διὰ νηστείας. Οὔτε δὲ εὐποιίας σαλπιζομένης ὄφελος, καὶ νηστείας δημοσιευομένης κέρδος οὐδέν. Τὰ γὰρ ἐπιδεικτικῶς γενόμενα οὐ
35πρὸς τὸν αἰῶνα τὸν μέλλοντα τὸν καρπὸν ἐπεκτείνει, ἀλλ’ εἰς τὸν τῶν ἀνθρώπων ἔπαινον καταστρέφει. Ἑλισσαίῳ δὲ ποταπὸς ὁ βίος; πῶς μὲν παρὰ τῆς Σουναμίτιδος τῆς ξενίας ἀπέλαυε; πῶς δὲ αὐτὸς τοὺς προφήτας ἐδεξιοῦτο; Οὐχὶ λάχανα ἄγρια καὶ
40ἄλευρον βραχὺ τὴν φιλοξενίαν ἐπλήρου; ὅτε καὶ τῆς τολύπης παραληφθείσης, κινδυνεύειν ἔμελλον οἱ ἁψάμενοι, εἰ μὴ τῇ εὐχῇ τοῦ νηστευτοῦ ἠμαυρώθη τὸ δηλητήριον. Καὶ ἁπαξαπλῶς, εὕροις ἂν τὴν νη‐ στείαν πάντας τοὺς ἁγίους εἰς τὴν κατὰ Θεὸν πολι‐
45τείαν χειραγωγήσασαν.
48 Ἔστι τις φύσις σώματος ἣν καλοῦσιν ἀμίαντον, ἀνάλωτος πυρί· ἥτις ἐν μὲν τῇ φλογὶ κειμένη, ἀπην‐

32

.

1249

(50)

θρακῶσθαι δοκεῖ· ἐξαιρεθεῖσα δὲ τοῦ πυρὸς, ὡς ὕδατι λαμπρυνθεῖσα, καθαρωτέρα γίνεται. Τοιαῦτα ἦν τὰ τῶν τριῶν παίδων ἐκείνων σώματα, ἐκ τῆς
νηστείας ἔχοντα τὸ ἀμίαντον. Ἐν γὰρ τῇ μεγάλῃ

32

.

1252

φλογὶ τῆς καμίνου οἱονεὶ χρυσοῖ τὴν φύσιν ὄντες, οὕτω κρείττους τῆς ἀπὸ τοῦ πυρὸς διεδείκνυντο βλά‐ βης. Ἤπου καὶ χρυσοῦ δυνατώτεροι διεδείκνυντο. Οὐ γὰρ ἐχώνευεν αὐτοὺς τὸ πῦρ, ἀλλ’ ἐφύλαττεν αὐτοὺς
5ἀκεραίους. Καίτοι οὐδὲν ἂν ἐκείνην τότε τὴν φλόγα ὑπέστη, ἣν νάφθα καὶ πίσσα καὶ κληματίδες ἔτρεφον, ὡς ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις αὐτὴν διαχεῖσθαι, καὶ τὰ κύκλῳ αὐτῆς ἐπινεμομένην, πολλοὺς τῶν Χαλδαίων ἐξαναλῶσαι Ἐκείνην τοίνυν τὴν πυρκαϊὰν
10μετὰ νηστείας εἰσελθόντες, κατεπάτουν οἱ παῖδες, λεπτὸν ἀέρα καὶ ἔνδροσον ἐν οὕτω λάβρῳ τῷ πυρὶ ἀναπνέοντες. Οὐδὲ γὰρ τῶν τριχῶν τὸ πῦρ κατετόλ‐ μησε, διὰ τὸ ὑπὸ νηστείας αὐτὰς ἐκτραφῆναι. Δανιὴλ δὲ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν, ὁ τρεῖς ἑβδομάδας ἄρτον
15μὴ φαγὼν, καὶ ὕδωρ μὴ πιὼν, καὶ τοὺς λέοντας νηστεύειν ἐδίδαξεν, εἰσελθὼν εἰς τὸν λάκκον. Ὥσπερ γὰρ ἐκ λίθου, ἢ χαλκοῦ, ἢ ἄλλης τινὸς στεῤῥοτέρας ὕλης ἐμπεπηγότι, ἐμβαλεῖν οὐκ εἶχον τοὺς ὀδόντας οἱ λέοντες. Οὕτως οἱονεὶ βαφὴ σιδήρου τὸ σῶμα τοῦ
20ἀνδρὸς ἡ νηστεία στομώσασα, ἀδάμαστον ἐποίει τοῖς λέουσιν. Οὐκ ἂν κατετόλμησε Μωϋσῆς καπνιζομένης τῆς κορυφῆς προσβαλεῖν τῷ ὄρει, οὐδ’ ἂν ἐθάῤῥησεν εἰσελθεῖν εἰς τὸν γνόφον, εἰ μὴ νηστείᾳ καθώπλιστο. Διὰ τῆς νηστείας τὴν ἐντολὴν ὑπεδέξατο, δακτύλῳ
25Θεοῦ γραφεῖσαν ἐν ταῖς πλαξί· καὶ ἄνω μὲν ἡ νηστεία νομοθεσίας πρόξενος γίνεται, κάτω δὲ ἡ γαστριμαργία εἰς εἰδωλολατρίαν ἐξέμηνε. Τεσσαράκοντα γὰρ ἡμε‐ ρῶν προσεδρείαν νηστεύοντος καὶ δεομένου τοῦ θε‐ ράποντος ἄχρηστον ἀπέδειξεν οἰνοφλυγία μία. Ἃς γὰρ
30ἡ νηστεία ἔλαβε πλάκας δακτύλῳ Θεοῦ γραφείσας, ταύτας ἡ μέθη συνέτριψεν· οὐκ ἄξιον κρίναντος τοῦ προφήτου μεθύοντα λαὸν νομοθετεῖσθαι παρὰ τοῦ Θεοῦ. Τί τὸν Ἡσαῦ ἐβεβήλωσε, καὶ ἐποίησε δοῦλον τοῦ ἀδελφοῦ; οὐ βρῶσις μία, δι’ ἣν ἀπέδοτο τὰ πρω‐
35τοτόκια; Τεσσαράκοντα Ἡλίας ἡμέραις νηστείᾳ τὴν ψυχὴν ἀποκαθάρας, οὕτως ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρὴβ ἰδεῖν κατηξιώθη, ὡς δυνατόν ἐστιν ἰδεῖν ἀν‐ θρώπῳ, τὸν Κύριον. Τίνων ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ; οὐ τῶν κρεωφαγίας ἐπιζητούντων; Ἐκεῖνοι
40ἕως μὲν ἠρκοῦντο τῷ μάννα, καὶ τῷ ἐκ τῆς πέτρας ὕδατι, Αἰγυπτίους ἐνίκων, διὰ θαλάσσης ὥδευον, Οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Ἐπειδὴ δὲ ἐνεθυμήθησαν τῶν κρεῶν τῶν λεβήτων, καὶ ἐστρά‐ φησαν ταῖς ἐπιθυμίαις εἰς Αἴγυπτον, οὐκ εἶδον τὴν
45γῆν τῆς ἐπαγγελίας.
48 Ἀλλ’ οὐδ’ ἂν ὁ σοφὸς Δανιὴλ τὰς ὀπτασίας εἶδεν, εἰ μὴ νηστείᾳ διαυγεστέραν ἐποίησε τὴν ψυχήν.

32

.

1252

(50)

Ἐκ γὰρ τῆς παχείας τροφῆς οἷον αἰθαλώδεις ἀνα‐ θυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐπιγινομένας ἐλλάμ‐ ψεις ἐπὶ τὸν νοῦν διακόπτουσιν. Καὶ ὕπνοι κοῦφοι,
καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦσι τῷ λεπτῷ

32

.

1253

τῆς διαίτης· κατ’ ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν με‐ γάλων μερίμναις διακοπτόμενοι. Τὸ γὰρ βαρεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν με‐ λῶν, ὥστε σχολὴν ἀλόγοις φαντασίαις παρέχειν, ἐν
5καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. Μωϋσῆς, δευτέραν λαμβάνων νομοθεσίαν, δευτέρας νηστείας προσεδεήθη. Καὶ Νινευΐταις εἰ μὴ καὶ τὰ ἄλογα συνενήστευσεν, οὐκ ἂν διέφυγον τὴν ἀπειλὴν τῆς καταστροφῆς. Μέγα ἀγαθὸν ἀνθρώποις ἡ νη‐
10στεία, ἥτις ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Ἐκηρύχθη ἐν Νινευῒ τριήμερος καταστροφή· καὶ ἐνίκησεν ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ τὴν καταστροφήν· ἡ γὰρ ἀπειλὴ τῆς καταστροφῆς, διὰ τὴν ἐπιστροφὴν ἀνείθη. Εὐγνώμονες ἁμαρτωλοὶ οἱ Νινευῗται, ἀκούσαν‐
15τες τοῦ Ἰωνᾶ κηρύσσοντος τὴν καταστροφὴν, τῷ τρόπῳ τῆς νηστείας ἔστησαν τὴν ἀπειλὴν, καὶ τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως καὶ προσευχῆς ἐπ‐ εσπάσαντο τὴν σωτηρίαν. Τίς τὸν ἑαυτοῦ οἶκον ἠλάτ‐ τωσεν ἐν νηστείᾳ; Ἀρίθμησον σήμερον τὰ ἔνδον,
20καὶ ἀρίθμησον τὰ μετὰ ταῦτα, οὐδὲν διὰ τὴν νη‐ στείαν λείψει τῶν ἐν τῷ οἴκῳ. Οὐδὲ ἓν ζῶον ὀδύρε‐ ται θάνατον, οὐδαμοῦ αἷμα, οὐδαμοῦ ἀπόφασις, παρὰ τῆς ἀπαραιτήτου γαστρὸς ἐκφερομένη κατὰ τῶν ζώων. Πέπαυται μαγείρων μάχαιρα· ἡ τρά‐
25πεζα ἀρκεῖται τοῖς αὐτομάτοις. Τοῖς δὲ κομψοῖς Ἐγκρατιταῖς πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα· Διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντες ἐσθίομεν; ἐκεῖνο λε‐ γέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσό‐ μεθα. Κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου
30ἡμῖν ἐστι τὰ κρέα· κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. Ἐπείτοι λά‐ χανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ
35γύπειον· ἀλλ’ ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο, εἰ μὴ μεγάλης ἀνάγκης κατεπειγούσης· ὡς ὅγε φαγὼν οὐκ ἠνό‐ μησεν. Ἀνάπαυσόν σου τὸν μάγειρον, δὸς ἀργίαν τῷ τραπεζοποιῷ· στῆσον τὴν χεῖρα τῷ οἰνοχόῳ·
40παυσάσθω ποτὲ καὶ ὁ τὰς ποικιλίας τῶν βρωμάτων ἐπιτηδεύων· ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ καὶ τῆς κνίσσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων.
45Δότω τινὰ ἐκεχειρίαν καὶ ἡ γαστὴρ τῷ στόματι· σπεισάσθω ἡμῖν πενθημέρους σπονδὰς, ἡ ἀεὶ ἀπαι‐ τοῦσα καὶ οὐδέποτε λήγουσα, ἡ λαμβάνουσα σήμε‐ ρον, καὶ αὔριον ἐπιλανθανομένη. Ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ· ὅταν διαπνευσθῇ, ἐπι‐

32

.

1253

(50)

λανθάνεται τῶν δογμάτων.
53Ἀλλὰ καιρὸς ἤδη λοιπὸν, καὶ πρὸς τὸν ἐπι‐

32

.

1256

τάττοντα ἡμῖν τὰ ἀνίατα βασιλέα μικρὸν ἀπολογη‐ σαμένους, καταλῦσαι τὸν λόγον. Φείσασθαι ἡμῶν θέ‐ λησον, γαληνότατε, τοσαῦτα ἡμῶν κεκτημένων, ὅσα, ἂν σήμερον θελήσωμεν φαγεῖν, οὐκ ἐξαρκέσει ἡμῖν.
5Ἀργεῖ γὰρ, ὡς εἰκὸς, παρ’ ἡμῖν μαγείρων τέχνη, μάχαιρα δὲ αὐτῶν αἵμασιν οὐ προσομιλεῖ. Τὰ βέλ‐ τιστα τῶν παρ’ ἡμῖν βρωμάτων, ἐν οἷς ἡ δαψίλεια, χόρτων φύλλα σὺν ἄρτῳ τραχυτάτῳ καὶ τῷ ἐξεστη‐ κότι οἴνῳ, ὥστε μὴ ἐκθαμβεῖσθαι ἡμῶν τὰ αἰσθητή‐
10ρια ὑπὸ τῆς γαστριμαργίας, καὶ ἐπ’ ἀφροσύνῃ μὴ πολιτεύεσθαι. Ὡς γὰρ ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τῇ τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν, καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι, καὶ ὅσα ἐκ σπερμάτων παρ‐
15οψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασώσασθαι. Ἐσθίειν δὲ, μὴ λυσ‐ σώδη γαστριμαργίαν ἐπιφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρα‐ τὲς διασώζοντα. Ἀλλὰ τί πάθω; Ὅταν μὲν ἀπίδω
20πρὸς τὸ πλῆθος τῶν εἰρημένων, ἔξω ἐμαυτὸν ὁρῶ τοῦ μέτρου φερόμενον· ὅταν δὲ πάλιν πρὸς τὸ ποι‐ κίλον τῆς ἐν πᾶσι τοῦ Θεοῦ σοφίας ἀποβλέψω, οὐδὲ ἦρχθαι νομίζω τῆς διηγήσεως· ἅμα δὲ καὶ τὸ παρα‐ κατέχειν ὑμᾶς ἐπὶ πλεῖον, οὐκ ἄχρηστον. Τί γὰρ
25ἄν τις ποιοῖ τὸν μέχρι τῆς ἑσπέρας χρόνον; οὐκ ἐπείγουσιν ὑμᾶς οἱ ἑστιάτορες, οὐκ ἀναμένει ὑμᾶς τὰ συμπόσια. Ὅθεν, εἰ δοκεῖ, τῇ σωματικῇ νηστείᾳ εἰς τὴν τῶν ψυχῶν εὐφροσύνην ἀποχρησόμεθα. Πολλάκις ὑπηρέτησας τῇ σαρκὶ πρὸς ἀπόλαυσιν,
30σήμερον τῇ διακονίᾳ παράμεινον τῆς ψυχῆς. Κατα‐ τρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου. Τί γὰρ ὄφελος νηστεύειν τῷ σώ‐ ματι, τὴν δὲ ψυχὴν μυρίων κακῶν ἐμπεπλῆσθαι; Ὁ μὴ κακὸν μὲν ἐργαζόμενος, σχολὴν δὲ ἄγων, τί οὐ
35φθέγγεται τῶν ματαίων; τί οὐκ ἀκούει τῶν ἀτόπων; Σχολὴ γὰρ ἄνευ φόβου Θεοῦ, πονηρίας διδάσκαλος τοῖς ἀκαιρουμένοις ἐστί. Τάχα μὲν οὖν τι καὶ ὄφελος ἐν τοῖς λεγομένοις εὑρήσετε· εἰ δὲ μὴ ἀλλὰ τό γε μὴ ἁμαρτάνειν ἐκ τῆς ἐνταῦθα ὑμῖν ἀσχολίας περίεστιν.
40Ὥστε τὸ ἐπὶ πλέον κατέχειν, ἐπὶ πλέον ἐστὶν ὑμᾶς τῶν κακῶν ὑπεξάγειν, καὶ πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν χειραγωγεῖν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπι‐ τυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι αὐτῷ πρέπει ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις,
45σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωο‐ ποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
49tΠΕΡΙ ΘΑΝΑΤΟΥ.
50tΛΟΓΟΣ ΙΑʹ.
51Ὢ τοῦ θαύματος, ἀγαπητοί! πῶς ἕκαστος ἡμῶν
μετὰ τὸ τοὺς μητρῴους κόλπους ἀποφυγεῖν, εὐθὺς

32

.

1257

τοῖς τοῦ χρόνου ῥεύμασιν ἐνδεθεὶς ὑποσύρεται· κατόπιν ἀεὶ τὴν βεβιωμένην ἡμέραν ἐῶν, καὶ πρὸς τὴν χθὲς ἐπανελθεῖν οὐδέποτε, κἂν θελήσοι, δυνά‐ μενος. Ἡμεῖς δὲ ἡδόμεθα ἐπὶ τὰ πρόσω φερόμενοι,
5καὶ τὰς ἡλικίας ἀμείβοντες, ὥς τι προσλαμβάνοντες, χαίρομεν, καὶ μακάριον κρίνομεν, ὅταν ἐκ παιδὸς μὲν ἀνὴρ, ἐκ δὲ ἀνδρὸς γένηταί τις πρεσβύτης. Ἀγνοοῦμεν δὲ ἄρα τοσοῦτον ἀπολλύντες ἑκάστοτε τῆς ζωῆς, ὅσον ἐζήσαμεν· καὶ οὐκ αἰσθανόμεθα δα‐
10πανωμένου τοῦ βίου, καίτοιγε ἀεὶ μετροῦντες αὐτὸν ἀπὸ τοῦ παραδραμόντος καὶ παραῤῥεύσαντος· οὐδὲ ἐννοοῦμεν, ὡς ἄρα ἄδηλον, ὁπόσον ὁ πρὸς τὴν ὁδοι‐ πορίαν ταύτην ἐκπέμψας ἡμᾶς ἐνδοῦναι τῷ χρόνῳ βουλήσεται. Οὐδὲ ἐθέλομεν σκοπεῖν ἀκριβῶς, ποῖα μὲν
15κοῦφα φορτία πρὸς τὸν τοιοῦτον δρόμον ἡμῖν, καὶ συμ‐ μεθίστασθαι δύναται τοῖς συλλέξασι· ποῖα δὲ βαρέα καὶ δυσχερῆ καὶ προσηλωμένα τῇ γῇ, καὶ οὐ πεφυκότα τοῖς ἀνθρώποις οἰκειοῦσθαι καθάπαξ, οὐδὲ συγχω‐ ρούμενα διὰ τῆς στενῆς ἐκείνης πύλης ἀκολουθῆσαι
20τοῖς ἔχουσιν. Ἀλλ’ ὅσα μὲν χρὴ συλλέγειν, καταλιμ‐ πάνομεν· ὧν δὲ ὑπερορᾷν προσήκει, ταῦτα συλλέ‐ γομεν. Καὶ ἃ μὲν ἡμῖν ἑνωθῆναι, καὶ κόσμος ὄντως γενέσθαι δύναται συμφυὴς ψυχῇ τε καὶ σώματι, τούτοις οὐδὲ προσέχομεν· ἃ δὲ ἀλλότρια μένει δι‐
25ηνεκῶς, μόνην ἡμῖν ἐναποματτόμενα τὴν αἰσχύ‐ νην, ταῦτα ἀθροίζειν ἐπιχειροῦμεν, μοχθοῦντες δια‐ κενῆς, καὶ πονοῦντες πόνον, οἷόν τις ἑαυτὸν ἀπα‐ τῶν, εἰς τετρημένον πίθον ἀντλεῖν ἐθελήσειεν. Ὥσπερ γὰρ οἵ τινα συντεταμένην πορείαν ἀνύοντες, ἐπὶ τὰ
30πρόσω τὰς τῶν ποδῶν βάσεις ἁμιλλωμένας ἀλλήλαις εἰς δρόμον ἀμείβοντες, καὶ τὴν ἀεὶ προτέραν ἐπὶ τῆς γῆς ἐρεισθεῖσαν δευτέραν ἀποδεικνύντες τῇ τα‐ χείᾳ μεταθέσει τῆς ἄλλης, ῥᾳδίως ἐπὶ τὸ τῆς ὁδοῦ τέρμα χωροῦσιν· οὕτως οἱ πρὸς τὸ ζῇν παραχθέντες
35ὑπὸ τοῦ κτίσαντος, εὐθὺς ἐν ἀρχῇ τοῖς τοῦ χρόνου τμήμασιν ἐπεμβαίνοντες, καὶ τὸ πρότερον ἀεὶ κατα‐ λιμπάνοντες ὕστερον, ἐπὶ τὸ πέρας φθάνουσι τῆς ζωῆς. Καὶ γὰρ συνεχής τις ὁδὸς ὑφηπλῶσθαί μοι δοκεῖ ἡ παροῦσα ζωὴ, καὶ πορεία διειλημμένη ταῖς
40ἡλικίαις καθάπερ σταθμοῖς· ἀρχὴν μὲν ἑκάστῳ τῆς ὁδοιπορίας παρέχουσα τὰς τῶν μητέρων ὠδῖνας, τέρμα δὲ ὑποδεικνῦσα τοῦ δρόμου τὰς τῶν τάφων σκηνάς· καὶ πρὸς ἐκείνας ἅπαντας ἄγουσα, τοὺς μὲν θᾶττον, τοὺς δὲ βραδύτερον, καὶ τοὺς μὲν διὰ
45πάντων τῶν τοῦ χρόνου διαστημάτων ὁδεύσαντας, τοὺς δὲ οὐδὲ τοῖς πρώτοις ἐπαυλισθέντας τοῦ βίου σταθμοῖς.

32

.

1257

(50)

Ὁ γὰρ πλάσας ἡμᾶς καὶ ψυχώσας Θεὸς, ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν τοῦ βίου διαγωγὴν, καὶ ἄλ‐ λοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονό‐ μησε· τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ
55σώματος ἐτάξατο, κατὰ τοὺς ἀῤῥήτους αὐτοῦ τῆς
σοφίας καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ γὰρ οἱ

32

.

1260

ἐν ταῖς εἰρκταῖς ἐμπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτηρίων ἐναποκλεί‐ ονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τὴν τῆς κακοπα‐ θείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μὲν ἐπὶ
5πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ’ ἔλατ‐ τον, κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου· σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώ‐ πων, τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντος ἡμᾶς προβλεπομένου Θεοῦ. Ὥσπερ γὰρ οἱ ἐν τοῖς
10πλοίοις καθεύδοντες αὐτομάτως ὑπὸ τοῦ πνεύμα‐ τος ἐπὶ λιμένας ἄγονται, κἂν αὐτοὶ μὴ αἰσθάνων‐ ται, ἀλλ’ ὁ δρόμος αὐτοὺς πρὸς τὸ τέλος ἐπάγει· οὕτω καὶ ἡμεῖς, τοῦ χρόνου τῆς ζωῆς ἡμῶν παραῤῥέον‐ τος, οἷον τινι κινήσει συνεχεῖ καὶ ἀπαύστῳ πρὸς
15τὸ οἰκεῖον ἕκαστος πέρας τῷ λανθάνοντι δρόμῳ τῆς ζωῆς ἡμῶν κατεπειγόμεθα. Ὁδοιπόρος ἐφέστηκας τῷ βίῳ τούτῳ· πάντα παρέρχῃ, πάντα κατόπιν σου γίνε‐ ται. Εἶδες ἐπὶ τῆς ὁδοῦ φυτὸν ἢ πόαν ἢ ὕδωρ, ἢ ὅ τι ἂν τύχοι τῶν ἀξίων θεάματος· μικρὸν ἐτέρφθης, εἶτα
20παρέδραμες. Πάλιν ἐνέτυχες λίθοις καὶ φάραγξι, καὶ κρημνοῖς καὶ σκοπέλοις καὶ σκόλοψιν, ἤ που καὶ θηρίοις, καὶ ἑρπετοῖς, καὶ ἀκάνθαις, καί τισιν ἄλλοις τῶν ὀχληρῶν· μικρὸν ἡνιάθης, εἶτα κατέλιπες. Τοιοῦ‐ τος ὁ βίος· οὔτε τὰ τερπνὰ μόνιμα, οὔτε τὰ λυπηρὰ
25διαρκῆ κεκτημένος. Σήμερον τὴν γῆν σὺ ἐγεώργη‐ σας, καὶ αὔριον ἄλλος, καὶ μετ’ ἐκεῖνον ἕτερος. Ὁρᾷς τοὺς ἀγροὺς τούτους καὶ τὰς πολυτελεῖς οἰκίας; πόσα ἤδη ὀνόματα ἀφ’ οὗ γέγονε τούτων ἕκαστον ἤμει‐ ψε; Τοῦ δεῖνος ἐλέγετο, εἶτα μετωνομάσθη πρὸς ἕτερον,
30πρὸς τὸν δεῖνα μετῆλθεν, εἶτα νῦν ἄλλου λέγεται. Ἆρ’ οὖν οὐχ ὁδὸς ἡμῶν ὁ βίος, ἄλλοτε ἄλλον μετα‐ λαμβάνων, καὶ πάντας ἔχων ἀλλήλοις ἐφεπομένους; Τὰς μὲν οὖν ἄλλας ὁδοὺς, ὅσαι πρὸς πόλιν ἐκ πό‐ λεως ἄγουσιν, ἔστιν ἐκκλῖναι, καὶ μὴ ὁδεῦσαι τὸν
35μὴ βουλόμενον· ἡ δὲ τῆς ζωῆς ταύτης ὁδὸς, κἂν ἡμεῖς ἀναβάλλεσθαι βουληθῶμεν τὸν δρόμον, περι‐ λαβοῦσα πρὸς βίαν, ἐπὶ τὸ τεταγμένον ὑπὸ τοῦ Δε‐ σπότου πέρας ἕλκει τοὺς ἐπ’ αὐτῆς. Καὶ οὐκ ἔστι τὸν ἅπαξ ὑπεκδραμόντα τὴν ἐπὶ τόνδε τὸν βίον φέ‐
40ρουσαν πύλην, καὶ τῆς ὁδοῦ ταύτης ἐπιβάντα, μὴ καὶ πρὸς τὸ τέλος ταύτης ἐλθεῖν.
43 Μὴ τοίνυν προτιμᾶτε τῶν πολυτιμήτων τὰ ἀτι‐ μότατα, μηδὲ κακοὶ συναλλάκται γίνεσθε, τὴν φθει‐
45ρομένην ζωὴν τῆς ἀφθάρτου καὶ μακαρίας καταστά‐ σεως προτιμῶντες. Ἄνευ γὰρ τῶν παθημάτων τῆς ἀτιμίας, οἷς οἱ πλεῖστοι τῶν φιληδόνων ὑπόκειν‐ ται, ἔτι καὶ αἱ κατὰ τὸν βίον χρεῖαι, τῆς ψυχῆς τὸ μεγαλοφυὲς κατακάμπτουσαι, οἱονεὶ δουλοῦνται αὐ‐

32

.

1260

(50)

τὴν, πρὸς τὴν ὑπηρεσίαν τῆς σαρκὸς κατασύρουσαι. Ὅπου δὲ δουλεία, ἐκεῖ δηλονότι καὶ ἀτιμία. Φευ‐ κτέον οὖν τὴν ζωὴν, ᾗ τὸ ἄτιμον παραπέφυκεν.
54Οὐδὲν γὰρ, φησὶ, μέγα ποιῶ, ἐμαυτόν σοι ἀποδιδοὺς τῷ δεσπότῃ·

32

.

1261

Δοῦλος γὰρ ὢν σὸς, σοὶ προσάγω τὸ σὸν κτῆμα. Πάντως γὰρ τοῦ κτίσαντος δοῦλον ὑπάρχει τὸ ἐκτι‐ σμένον. Τοιγαροῦν ζῶντα μὲν ἐν τῇ σαρκὶ πάροικον εἶναι προσήκει τὸν ἄνθρωπον· μεταβαίνοντα δὲ ἀπὸ
5τῆς ζωῆς ταύτης, τοῖς οἰκείοις τόποις ἐναναπαύε‐ σθαι. Διὰ τοῦτο καὶ Ἀβραὰμ ἐν μὲν τῇ ζωῇ παροι‐ κεῖ τοῖς ἀλλοφύλοις, οὐδὲ βῆμα ποδὸς ἰδίας γῆς κε‐ κτημένος· ἐν δὲ τῇ ταφῇ οἰκείαν ἑαυτῷ τὴν δεξαμέ‐ νην αὐτοῦ τὸ σῶμα γῆν ἀργυρίου ἐπραγματεύσατο.
10Μακάριον οὖν τῷ ὄντι, μὴ ὡς οἰκείοις προστετηκέναι τοῖς ἐν τῇ γῇ, μηδὲ ὥσπερ πατρίδος τινὸς φυσικῆς ἀντέχεσθαι τῶν ἐνταῦθα· ἀλλὰ τὴν ἐκ καταδίκης ἐνθάδε διαγωγὴν βαρυνομένους, οὕτω παροικεῖν, ὡς ὑπὸ δικαστῶν τινων ἐπί τισι πλημμελήμασιν εἰς
15τὴν ὑπερορίαν ἐκ τῆς ἐνεγκούσης ἀπελαθέντας. Ἀλλὰ πλούτῳ κομᾷς; καὶ ἐπὶ προγόνοις μέγα φρονεῖς; καὶ ἐπαγάλλῃ πατρίδι καὶ κάλλει σώματος, καὶ ταῖς παρὰ πάντων τιμαῖς; Εἶτα οὐκ οἶδας, ὅτι θνητὸς εἶ, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; Περίβλεψαι τοὺς
20πρὸ σοῦ ἐν ταῖς ὁμοίαις περιφανείαις ἐξετασθέντας. Ποῦ οἱ τὰς πολιτικὰς δυναστείας περιβεβλημένοι; ποῦ οἱ δυσμαχώτατοι ῥήτορες; ποῦ οἱ στρατηγοὶ, οἱ σα‐ τράπαι, οἱ τύραννοι; Οὐ πάντα κόνις; οὐ πάντα μῦθος; οὐκ ἐν ὀλίγοις ὀστέοις τὰ μνημόσυνα αὐτῶν; Ἔγκυ‐
25ψον τοῖς τάφοις, εἰ δυνήσῃ διακρῖναι, τίς ὁ οἰκέτης καὶ τίς ὁ δεσπότης, τίς ὁ πτωχὸς καὶ τίς ὁ πλούσιος. Διάκρινον, εἴ τίς σοι δύναμις, τὸν δέσμιον ἀπὸ τοῦ βασιλέως, τὸν ἰσχυρὸν ἀπὸ τοῦ ἀσθενοῦς, τὸν εὐ‐ πρεπῆ ἀπὸ τοῦ δυσειδοῦς. Καὶ μεμνημένος τῆς φύ‐
30σεως, οὐκ ἐπαρθήσῃ ποτέ.
33 Τί γὰρ ὄφελος πλουσίῳ ἀποθνήσκοντι, μὴ δυνα‐ μένῳ λαβεῖν τὸν πλοῦτον σὺν ἑαυτῷ; ὅσγε τοσοῦτον
35ἀπὸ τῆς ἀπολαύσεως ἐκέρδανε μόνον, ὅσον τὴν ψυ‐ χὴν αὐτοῦ ἐν τῇ ζωῇ ταύτῃ παρὰ τῶν κολάκων μα‐ καρισθῆναι. Ἐν δὲ τῷ ἀποθνήσκειν οὐ λήψεται πᾶ‐ σαν ταύτην τὴν περιβολήν· μόλις ἔνδυμα λήψεται καλύπτον αὐτοῦ τὰ ἀσχήμονα, καὶ τοῦτο, ἐὰν δόξῃ
40τῶν οἰκετῶν τοῖς περιστέλλουσιν. Ἀγαπητὸν αὐτῷ, γῆς ὀλίγης λαχεῖν· καὶ ταύτης δι’ οἶκτον διδομένης αὐτῷ παρὰ τῶν κηδευόντων, οἵτινες αὐτῷ παρέχον‐ ται ταῦτα, αἰδοῖ τῆς κοινῆς καὶ ἀνθρωπίνης φύσεως, οὐκ αὐτῷ χαριζόμενοι, ἀλλὰ τιμῶντες τὴν ἀνθρω‐
45πότητα. Ὥστε οὐδὲν τῶν ἐν τῷ βίῳ τερπνῶν, ἐφ’ ὧν οἱ πλείους μεμήνασιν, ἡμέτερον ὄντως ἐστὶν, ἢ γενέσθαι πέφυκεν· ἀλλ’ ὁμοίως ἁπάντων ἀλλότρια φαίνεται, τῶν τε ἀπολαύειν δοκούντων, τῶν τε οὐ προσπελαζόντων αὐτοῖς. Οὐ γὰρ εἰ χρυσόν τινες ἐν

32

.

1261

(50)

τῷ βίῳ συναγάγοιεν ἄπλετον, ἴδιος αὐτῶν μένει δι‐ ηνεκῶς· ἀλλ’ ἢ ζῶντας ἔτι πανταχόθεν αὐτὸν περι‐
σφίγγοντας ἀποδιδράσκει, πρὸς τοὺς δυνατωτέρους

32

.

1264

μεταῤῥυεὶς, ἢ πρὸς τῷ θανάτῳ γεγενημένους ἤδη καταλιμπάνει, καὶ οὐκ ἐθέλει τοῖς κτησαμένοις συν‐ εκδημεῖν. Ἀλλ’ οἱ μὲν ὑπὸ τοῦ πρὸς βίαν χωρίζον‐ τος τὰς ψυχὰς τῆς ταλαιπώρου ταύτης σαρκὸς ἑλκό‐
5μενοι πρὸς τὴν ἀναγκαίαν ὁδὸν, πυκνὰ μεταστρεφό‐ μενοι πρὸς τὰ χρήματα, τοὺς ἐκ νεότητος ἐπ’ αὐ‐ τοῖς ἱδρῶτας ἀποδακρύουσιν· ὁ πλοῦτος δὲ εἰς ἑτέ‐ ρων χεῖρας ὁρᾷ, μόνον ἐκείνοις τὸν ἐπὶ τῇ συλλογῇ μόχθον καὶ τὸ τῆς πλεονεξίας ἔγκλημα προστριψά‐
10μενος. Οὔτε εἰ ἐπὶ γῆς πλέθρα κτήσαιτό τις μυρία, καὶ μεγαλοπρεπεῖς οἰκίας, καὶ ζώων ἀγέλας παν‐ τοδαπῶν, καὶ τὴν ἐν ἀνθρώποις ἅπασαν περιβάλλοιτο δυναστείαν, ἀπολαύοι δι’ αἰῶνος αὐτῶν· ἐπ’ ὀλίγον δὲ κύριος τούτων ὀνομασθεὶς, ἄλλοις πάλιν τῆς
15εὐπορίας ἐκστήσεται, βραχεῖαν γῆν αὐτὸς ὑποδύς. Πολλάκις δὲ καὶ πρὸ τοῦ τάφου, καὶ πρὸ τῆς ἐντεῦ‐ θεν ἀπαναστάσεως, εἰς ἑτέρους, καὶ πολεμίους τυχὸν, τὴν εὐπραγίαν ὄψεται μεταβαίνουσαν. Ἢ οὐκ ἴσμεν, ὁπόσοι μὲν ἀγροὶ, πόσαι δὲ οἰκίαι, πόσα
20δὲ ἔθνη καὶ πόλεις, καὶ ζώντων ἔτι τῶν κτησα‐ μένων, ἑτέρων ὀνόματα μετημφιάσαντο δεσποτῶν; καὶ ὡς οἱ μὲν πάλαι δουλεύοντες, ἐπὶ τὸν τῆς ἀρχῆς θρόνον ἀνέβησαν οἱ δὲ κύριοι καὶ δεσπόται καλού‐ μενοι, στῆναι μετὰ τῶν ἀρχομένων ἠγάπησαν, καὶ
25τοῖς ἑαυτῶν δούλοις ὑπέκυψαν, ὥσπερ ἐν κύβων περιτροπαῖς, μεταχθέντων ἄφνω τῶν πραγμάτων αὐτοῖς; Ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔν‐ νοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος
30τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, ὅτι Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρ‐ του. Τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, κυριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος.
35Ὁ σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, καὶ ἀνυπόστατος τὴν ὁρμὴν, αὔριον αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ διαλυθείς.
40Ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ, καὶ πλῆθος περὶ αὐτὸν κολάκων· δορυφορία φίλων προσ‐ ποιητῶν, τὴν ἀπ’ αὐτοῦ χάριν θεραπευόντων· πλῆθος συγγενείας, καὶ ταύτης κατεσχηματισμένης· ἐσμὸς τῶν ἐφεπομένων μυρίος, τῶν τε ἐπὶ σιτίων καὶ τῶν
45κατ’ ἄλλας χρείας αὐτῷ προσεδρευόντων· οὓς καὶ προϊὼν καὶ πάλιν ἐπανιὼν καὶ ἐπισυρόμενος, ἐπί‐ φθονός ἐστι τοῖς ἐντυγχάνουσι. Πρόσθες τῷ πλούτῳ καὶ πολιτικὴν δυναστείαν, ἢ καὶ τὰς ἐκ βασιλέων τιμὰς, ἢ ἐθνῶν ἐπιμέλειαν, ἢ στρατοπέδων ἡγεμο‐

32

.

1264

(50)

νίαν, τὸν κήρυκα μέγα πρὸ αὐτοῦ βοῶντα, τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας, τὰς πληγὰς, τὰς δη‐
μεύσεις, τὰς ἀπαγωγὰς, τὰ δεσμωτήρια, ἐξ ὧν ἀφό‐

32

.

1265

ρητος ὁ τῶν ὑποχειρίων συναθροίζεται φόβος. Καὶ τί μετὰ τοῦτο; Μία νὺξ, καὶ πυρετὸς εἷς, ἢ πλευρῖ‐ τις, ἢ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ’
5αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα, καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη. Ὥστε ἐπιτέ‐ τευκται τῷ προφήτῃ ἡ πρὸς τὸ ἀδρανέστατον ἄνθος τῆς ἀνθρωπίνης δόξης ὁμοίωσις. Ἀλλὰ τίνα ἡμῖν εὐπρόσωπον αἰτίαν τῆς φειδω‐
10λίας οἱ περὶ τὴν ζωὴν ταύτην ἐπτοημένοι προβάλ‐ λονται; Οὐ πωλῶ τὰ ὑπάρχοντα, οὐδὲ δίδωμι τοῖς πτωχοῖς, διὰ τὰς ἀναγκαίας χρείας τοῦ βίου· ἀλλ’ ἀπολαύσας αὐτῶν παρὰ πᾶσάν μου τὴν ζωὴν, μετὰ τὴν τελευτὴν τοῦ βίου, διαδόχους ποιήσομαι τῶν ἐμοὶ
15προσόντων τοὺς πένητας. Ὅτε οὐκέτι ἔσῃ ἐν ἀν‐ θρώποις, τότε γενήσῃ φιλάνθρωπος· ὅταν νεκρόν σε ἴδω, τότε εἴπω φιλάδελφον. Πολλή σοι χάρις τῆς φιλοτιμίας, ὅτι ἐν τῷ μνήματι κείμενος, καὶ εἰς γῆν διαλυθεὶς, ἁδρὸς γίνῃ ταῖς δαπάναις καὶ μεγαλόψυ‐
20χος. Ποίων, εἰπέ μοι, καιρῶν τοὺς μισθοὺς ἀπαιτή‐ σεις, τῶν ἐν τῇ ζωῇ, ἢ τῶν μετὰ τὴν ἀποβίωσιν; Ἀλλ’ ὃν μὲν ἔζης χρόνον, καθηδυπαθῶν, καὶ τῇ τρυ‐ φῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένη‐ τας· ἀποθανόντος δὲ ποία μὲν πρᾶξις; ποῖος δὲ
25μισθὸς ἐργασίας ὀφείλεται; Δεῖξον τὰ ἔργα, καὶ ἀπαίτει τὰς ἀντιδόσεις. Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται, οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπανελθὼν στεφανοῦται, οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθίζεται. Οὐ τοίνυν οὐδὲ μετὰ τὴν ζωὴν εὐ‐
30σεβεῖ δηλονότι. Ἐὰν γὰρ μέλανι καὶ γράμμασι κατ‐ επαγγέλλῃ τὰς εὐποιίας, τίς ἀναγγελεῖ σοι τὸν και‐ ρὸν τῆς ἐξόδου; τίς ἐγγυητὴς ἔσται τοῦ τρόπου τῆς τελευτῆς; Πόσοι ὑπὸ βιαίων ἀνηρπάσθησαν συμ‐ πτωμάτων, οὐδὲ φωνὴν ῥῆξαι συγχωρηθέντες ὑπὸ
35τοῦ πάθους! Τί ἀναμένεις καιρὸν, ἐν ᾧ πόλλακις οὐδὲ τῶν λογισμῶν τῶν σεαυτοῦ ἔσῃ κύριος; νὺξ βαθεῖα, καὶ ἡ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ. Εἶτα περιβλεψάμενος ὧδε κἀκεῖσε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε ἐρημίαν, τότε αἰσθήσῃ τῆς ἀβουλίας·
40τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύου τὴν ἐντολὴν, ἐν τῇ ζωῇ μὲν ἀπολαύων τῶν ἡδονῶν, ἀποθανὼν δὲ διαπραττόμενος τὰ διατεταγμένα. Ὅτε ἔζης, σεαυτὸν τῆς ἐντολῆς προετίθης· μετὰ δὲ τὸν θάνατον, τότε τὴν ἐντολὴν τῶν ἐχθρῶν προτιμᾷς.
45Ἵνα γὰρ μὴ λάβῃ ὁ δεῖνα, λαβέτω, φησὶν, ὁ Χρι‐ στός. Καὶ τί τοῦτο; ἐχθρῶν ἄμυνα, ἢ τοῦ πλησίον ἀγάπη; Μὴ τοίνυν ὀδυρώμεθα τὰς ἐντεῦθεν ἐξόδους, καὶ μάλιστα τῶν ὁσίων ἀνδρῶν, ἀλλὰ τὰς γενέσεις μᾶλ‐

32

.

1265

(50)

λον καὶ τὰς εἰς τὴν ζωὴν ταύτην παρόδους. Ἡ μὲν γὰρ εἰς τὸν κόσμον τοῦτον εἴσοδος δι’ ἀτιμίας ἐστὶ ῥύπου καὶ δυσωδίας, καὶ ὧν οὐδ’ ἂν τὴν θέαν εὐκό‐ λως ἀνάσχοιτό τις τῆς ζωῆς ἡμῶν καθηγουμένων.
Διὰ γὰρ τῶν τοιούτων ἡ πάροδος τῆς σαρκίνης γε‐

32

.

1268

νέσεως τῷ τῆς φύσεως ἀναγκαίῳ νενομοθέτηται· ἡ δὲ ἔξοδος, καὶ ἡ ἐντεῦθεν ἀπαλλαγὴ, τιμία καὶ πε‐ ριφανὴς, οὐ πάντων ἀνθρώπων, ἀλλὰ τῶν ὁσίως καὶ δικαίως τὸν ἐνταῦθα βίον διενεγκόντων. Τίμιος γὰρ
5ὁ θάνατος, οὐχὶ τιμία τῶν ἀνθρώπων ἡ γένεσις Σπείρεται γὰρ, φησὶν, ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Καὶ ὅτε μὲν Ἰουδαϊκῶς ἀπέθνησκον οἱ ἄνθρωποι, βδε‐ λυκτὰ ἦν τὰ θνησιμαῖα· ὅτε δὲ ὑπὲρ Χριστοῦ ὁ θά‐
10νατος, τίμια τὰ λείψανα τῶν ὁσίων αὐτοῦ. Πρὸ τού‐ του ἐλέγετο τοῖς ἱερεῦσι καὶ τοῖς Ναζιραίοις τὸ, Οὐ μιανθήσεται ἐπ’ οὐδενὶ τεθνηκότι· καὶ τὸ, Ἐάν τις ἅψηται νεκροῦ, ἀκάθαρτος ἔσται· καὶ τὸ, Πλυ‐ νεῖς σεαυτοῦ τὰ ἱμάτια. Νῦν δὲ ὁ ἁψάμενος ὀστέου
15μάρτυρος, λαμβάνει τινὰ μετουσίαν ἁγιασμοῦ ἐκ τῆς τοῦ σώματος παρεδρευούσης χάριτος. Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Σύγκρινον τοίνυν τῇ γενέσει τὸν θάνατον, καὶ παῦ‐ σαι ὀδυρόμενος τὸν τῆς ἀτιμίας ἀπαλλασσόμενον.
20Δικαίοις μὲν γὰρ συσκιρτᾷν καὶ συναγάλλεσθαι ὁ θεῖος λόγος ἡμῖν ἐπιτρέπει· τοῖς δ’ ἐκ μετανοίας ἀφιεῖσι δάκρυον, συμπενθεῖν καὶ συνοδύρεσθαι· καὶ τοὺς ἀναλγήτως διακειμένους ἀποκλαίεσθαι, ὅτι οὐδὲ ἴσασι πῶς ἀπόλλυνται. Οὐχὶ δὲ ἐπὶ θανάτῳ
25ἀνθρώπων κατακλαύσαντα, καὶ συνεκβοήσαντα τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. Οὐδὲ γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ βοη‐ θεῖν τοῖς κάμνουσιν, ἑαυτὸν τῶν νοσημάτων ἀνα‐ πιμπλάμενον. Οὕτω καὶ ὁ Δαβὶδ τὸν φίλον ὀλοφυρό‐
30μενος Ἰωνάθαν, συναπεθρήνησε καὶ τὸν ἐχθρὸν ἑαυ‐ τοῦ, Ἀλγῶ ἐπὶ σὲ, λέγων, ἀδελφὲ Ἰωνάθαν· καὶ, Θυγατέρες Ἱερουσαλὴμ, θρηνήσατε ἐπὶ Σαούλ. Τὸν μὲν γὰρ θρηνεῖ, ὡς ἐναποθανόντα τῇ ἁμαρτίᾳ· τὸν δὲ Ἰωνάθαν, ὡς μέχρι παντὸς αὐτῷ κοινωνή‐
35σαντα τοῦ βίου. Θάνατοι γὰρ τοῖς ἀνθρώποις ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἔπηξεν ἡ δικαία τοῦ Θεοῦ κρίσις, πόῤῥω‐ θεν τὸ περὶ ἕκαστον ἡμῖν συμφέρον προβλεπομένου.
40Ἀλλὰ παιδὸς ἀγαπητοῦ θάνατος ἐκπιέζει σου τὴν ψυχήν. Καὶ τίς οὕτω λίθινος τὴν καρδίαν, ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως, ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβὰν, ἢ μετρίῳ πάθει τὴν ψυχὴν κα‐ ταληφθῆναι; Οἴκου λαμπροῦ διαδοχὴ, ἔρεισμα
45γένους, πατρίδος ἐλπὶς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφὲν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὂν, ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπα‐ σθεὶς οἴχεται. Ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι, καὶ εἰς συμπάθειαν ἀγαγεῖν; Ἀλλ’

32

.

1268

(50)

ἐὰν μὲν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν
βουλώμεθα, οὐκ ἐξαρκέσει μὲν ὁ χρόνος τοῦ βίου·

32

.

1269

πάντες δὲ ἄνθρωποι μεθ’ ἡμῶν στένοντες, παριστά‐ ναι ἀπαθῆ τὸν ὀδυρμὸν οὐ δυνήσονται· ἀλλὰ κἂν τὰ τῶν ποταμῶν ῥεύματα δάκρυον γένηται, ἐκπληρῶ‐ σαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει. Διὸ
5παρακαλῶ, ὡς γενναῖον ἀγωνιστὴν, στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς, καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν· ἐκεῖνο πε‐ πεισμένον, ὅτι κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονο‐ μουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ
10παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀπόδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. Αὐτὸς γὰρ οἶδε, πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον, καὶ διὰ τί ἄνισα τίθησιν ἡμῖν τοῦ βίου τὰ πέρατα. Ἔστι γάρ τις ἀν‐ θρώποις αἰτία ἀκατάληπτος, δι’ ἣν οἱ μὲν θᾶττον
15ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπὶ πλεῖον προσταλαιπω‐ ρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται. Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφεί‐ λομεν, καὶ μὴ δυσχεραίνειν· μεμνημένοι τῆς μεγά‐ λης ἐκείνης καὶ ἀοιδίμου φωνῆς, ἣν ὁ μέγας ἀθλητὴς
20Ἰὼβ ἐφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖ‐ δας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδο‐ ξεν, οὕτως καὶ ἐγένετο. Ἡμέτερον τοῦτο τὸ θαῦμα ποιησώμεθα· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου κριτοῦ
25τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. Οὐκ ἀπεστερήθημεν τοῦ παιδὸς, ἀλλ’ ἀπεδώκαμεν τῷ χρήσαντι· οὐκ ἠφανίσθη αὐτοῦ ἡ ζωὴ, ἀλλ’ ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπη‐ τὸν, ἀλλ’ οὐρανὸς ὑπεδέξατο. Μικρὸν ἀναμείνωμεν,
30καὶ συνεσόμεθα τῷ ποθουμένῳ. Οὐδὲ πολὺς ὁ χρόνος τῆς διαστάσεως, πάντων ὥσπερ ἐν ὁδῷ τῷ βίῳ τούτῳ πρὸς τὸ αὐτὸ καταγώγιον ἐπειγομένων· ἐν ᾧ ὁ μὲν προκατέλαβεν, ὁ δὲ ἐπῆλθεν, ὁ δὲ ἐπείγεται, πάντας δὲ ἓν ὑποδέχεται τέλος. Εἰ γὰρ καὶ θᾶττον
35τὴν ὁδὸν κατέλυσεν, ἀλλὰ πάντες τὴν αὐτὴν πορευό‐ μεθα, καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα. Ἀναμνήσθητι τοῦ σοῦ πατρὸς, ὅτι τέθνηκε. Τί οὖν θαυμαστὸν, ἐκ θνητοῦ γεννηθέντα, θνητοῦ γενέσθαι πατέρα; Τὸ δὲ πρὸ ὥρας, καὶ πρὶν κορεσθῆναι τοῦ
40βίου, καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν, καὶ φα‐ νῆναι τοῖς ἀνθρώποις, καὶ διαδοχὴν τοῦ γένους κατα‐ λιπεῖν· ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ἀλλὰ παρα‐ μυθία τοῦ γεγονότος ἐστὶν, ὅτι μὴ κατέλιπεν ὑπὲρ γῆς ὀρφανὰ τέκνα· ὅτι μὴ γυναῖκα χήραν θλίψει
45μακρᾷ ἔκδοτον ἀφῆκεν, ἢ ἀνδρὶ ἑτέρῳ συνοικοῦσαν, καὶ τῶν προτέρων τέκνων καταμελοῦσαν. Τὸ δὲ, ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδὸς, τίς οὕτως ἀγνώμων, ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομίζειν εἶναι; Ἡ γὰρ ἐπὶ πλεῖον ἐνταῦθα δια‐

32

.

1269

(50)

τριβὴ, πλειόνων κακῶν ἐστιν ἀφορμή. Τίνος ἕνεκεν οὐχὶ θνητὰ φρονεῖν περὶ τοῦ θνη‐ τοῦ προειθίσθης, ἀλλ’ ἀπροσδόκητον τοῦ παιδὸς τὸν
θάνατον προσεδέξω; Ὅτε σοι πρῶτον ἠγγέλθη τοῦ

32

.

1272

υἱέως ὁ τοκετὸς, εἴ τίς σε εἴρετο, Ποταπόν ἐστι τὸ τεχθὲν, τί ποτε ἂν ἀπεκρίνω; ἆρα ἄλλο τι ἂν εἶπες, ἢ ὅτι ἄνθρωπός ἐστι τὸ γεννηθέν; Εἰ δὲ ἄνθρωπος, καὶ θνητὸς δηλονότι. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν
5ὁ θνητός; Οὐχ ὁρᾷς ἥλιον ἀνατέλλοντα καὶ δυό‐ μενον; οὐχ ὁρᾷς τὴν σελήνην αὔξουσαν, εἶτα φθί‐ νουσαν; οὐ τὴν γῆν θάλλουσαν, εἶτα ξηραινομένην; Τί οὖν θαυμαστὸν, εἰ καὶ ἡμεῖς, μέρος ὄντες τοῦ κόσμου, ἀπολαύομεν τῶν ἐκ τοῦ κόσμου; Παιδὸς
10ἀγαπητοῦ, ἢ γυναικὸς καταθυμίας, ἢ ἄλλου τινὸς τῶν φιλτάτων καὶ κατὰ πᾶσαν εὔνοιαν συνημ‐ μένων στέρησις, οὐδὲν δεινὸν τῷ προεσκεμμένῳ, καὶ τὸν ὀρθὸν λόγον ἡγεμόνα τῆς ζωῆς ἔχοντι, ἀλλὰ μὴ κατὰ συνήθειάν τινα πορευομένῳ. Ἔθους γὰρ
15χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώτατος. Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα, τοῦ συν‐ νόμου αὐτῷ καὶ ὁμοζύγου τελευτήσαντος. Καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἔστιν ἰδεῖν ἀντεχόμενα.
22 Ἀλλὰ γὰρ οὐκ ἐνόμισα δίκαιον εἶναι παραλι‐ πεῖν τὸ ἐπιβάλλον ἐμοὶ, καὶ μὴ καὶ πρὸς σὲ, τὴν ἐκεί‐ νου μητέρα, τὸν λόγον τρέψαι. Οἶδα γὰρ ποταπὰ τῶν
25μητέρων τὰ σπλάγχνα· καὶ λογίζομαι, πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. Παῖδα ἐζη‐ μιώθης, ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες, καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι· ἀποθα‐ νόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς τῇ γῇ
30κατακρύψασα. Ἐκείνου ὁ θάνατος πληγὴ τῆς πατρί‐ δος ἐγένετο· ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κα‐ τασεισθέν. Ὢ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι! Ὢ γῆ τοιοῦτον ἀναγ‐
35κασθεῖσα ὑποδέξασθαι πάθος! Ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. Καὶ τί ἄν τις τοσοῦτον εἴποι, ὅσον ἡ ἀμη‐ χανία τῆς ψυχῆς ὑποβάλλει; Ἀλλ’ οὐ γὰρ ἀπρο‐ νόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ Εὐαγγε‐
40λίῳ, ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν. Ὥστε εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. Τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; Καταδεξώμεθα τὸ συμβάν· δυσανασχε‐ τοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα, καὶ ἑαυ‐
45τοὺς προσαπόλλυμεν. Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ἀμαθεῖς ἐσμεν, ὥστε τὰ ἄῤῥητα αὐτοῦ κρίματα δοκιμάζειν. Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης· νῦν σοι πάρεστι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν

32

.

1272

(50)

μαρτύρων λαβεῖν. Ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον, καὶ οὐκ ἀνεστέναξεν, οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον· ἀλλ’ εὐχαριστοῦσα τῷ Θεῷ, ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλε‐ πωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομένους,
55εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώ‐

32

.

1273

ποις ἐκρίθη. Μέγα τὸ πάθος, φημὶ κἀγώ· ἀλλὰ με‐ γάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομέ‐ νουσιν ἀποκείμενοι. Ὅτε ἐγένου μήτηρ, καὶ εἶδες τὸν παῖδα, καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως,
5ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. Ἄδηλον, εἰ μὴ εὔκαιρον τοῦτο· ἐπειδὴ ἡμεῖς, καὶ ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς, καὶ ὁρίζειν προθεσμίαν ἀνθρωπίνης ζωῆς, οὐκ ἐπιστά‐
10μεθα. Περίβλεψαι τὸν κόσμον ἅπαντα, ἐν ᾧ κατ‐ οικεῖς· καὶ ἐννόησον, ὅτι πάντα θνητὰ τὰ ὁρώμενα· καὶ πάντα φθορᾷ ὑποκείμενα. Ἀνάβλεψον πρὸς τὸν οὐρανὸν, καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον, οὐδὲ οὗτος διαμενεῖ· οἱ ἀστέρες σύμπαντες, ζῶα χερ‐
15σαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτὰ, καὶ πάντα μικρὸν ὕστερον οὐκ ἐσό‐ μενα. Ἡ τούτων ἔννοια, παραμυθία ἔστω τοῦ συμ‐ βεβηκότος. Μὴ καθ’ ἑαυτὸ μέτρει τὸ πάθος· ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι
20συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυ‐ θίαν. Ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω· Φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις γένεσθε παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφορὰν, τῷ πάθει ἑαυτὴν καταναλίσκουσα.
25 Ὕποπτον γὰρ ἡμῖν ἐστι τὸ ἄγαν σου φιλό‐ τεκνον, μήποτε ἔκδοτον δῷς σαυτὴν τῷ πάθει, δι’ ἁπαλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης. Οὐδὲν γὰρ τῶν συμβαινόντων ἡμῖν ὡς λυπη‐ ρὸν ὑποδέχεσθαι χρὴ, κἂν πρὸς τὸ παρὸν ἅπτηται
30τῆς ἀσθενείας ἡμῶν. Εἰ γὰρ καὶ τοὺς λόγους ἀγνοοῦ‐ μεν, καθ’ οὓς ἕκαστον τῶν γινομένων ὡς καλὸν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐπάγεται· ἀλλ’ ἐκεῖνο πεπεῖσθαι ὀφείλομεν, ὅτι πάντως συμφέρει τὸ γινόμενον, ἢ ἡμῖν διὰ τὸν τῆς ὑπομονῆς μισθὸν, ἢ τῇ παραλη‐
35φθείσῃ ψυχῇ, ἵνα μὴ ἐπὶ πλέον τῇ ζωῇ ταύτῃ ἐπιβρα‐ δύνασα, τῆς ἐμπολιτευομένης τῷ βίῳ κακίας ἀναπλη‐ σθῇ. Εἰ μὲν γὰρ ἐν τῇ ζωῇ ταύτῃ ἡ τῶν Χριστιανῶν ἐλπὶς περιώριστο, εἰκότως χαλεπὸν ἂν ἐνομίσθη τὸ θᾶττον διαζευχθῆναι τοῦ σώματος· εἰ δὲ ἀρχὴ τοῦ
40ἀληθινοῦ βίου τοῖς κατὰ Θεὸν ζῶσίν ἐστι τὸ τῶν δεσμῶν τούτων τῶν σωματικῶν τὴν ψυχὴν ἐκλυθῆναι, τί λυπούμεθα, ὡς καὶ οἱ μὴ ἔχοντες ἐλπίδα; Ἀλλ’ ἀνδρὸς φιλτάτου στέρησις ἀνυπομόνητόν σοι τὴν συμ‐ φορὰν ἐμποιεῖ. Κἀγὼ συντίθημι. Ὅτι μὲν γὰρ λυ‐
45πηρὰ συμφορὰ τοῦ πάθους τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν ἐκεῖνον, ἅπαντες ἴσμεν. Πάντως γὰρ οὐδεὶς οὕτως ἐστὶ λιθίνην ἔχων τὴν καρδίαν, ὃς εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου, εἶτ’ ἀκούσας αὐτὸν ἀθρόον ἐξ ἀνθρώπων ἀναρπασθέντα, οὐχ ὡς κοινὴν

32

.

1273

(50)

ζημίαν τοῦ βίου τὴν τούτου στέρησιν ἐλογίσατο. Εἰ δὲ τοῖς πόῤῥω τῆς οἰκειότητος οὕτω βαρὺ καὶ δύσ‐ φορον τὸ συμβὰν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχὴν, οὕτως ὑποκειμένην τῷ πάθει, ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ τοῦ
55φιλτάτου χωρισμῷ τελευτήσαντος; Καὶ γὰρ οὐχ ἧττόν
ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις, ἢ εἰ τὸ ἥμισυ

32

.

1276

ἡμῶν τοῦ σώματος ἀπεῤῥήγνυτο. Ἀλλὰ τὰ μὲν λυ‐ πηρὰ τοιαῦτα, καὶ μείζω τούτων· ἡ δὲ ἐπὶ τούτοις παραμυθία τίς; Ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία· τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν
5παρελθόντα, τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. Εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀν‐ θρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως ἡμῶν παθήμασιν, ἀλλὰ καταδε‐ χώμεθα τὴν ἐφ’ ἡμῖν τοῦ Δεσπότου οἰκονομίαν. Πάν‐
10τοτε μὲν γὰρ χρήσιμον τὸ τῶν Γραφῶν διδασκαλεῖον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. Μνήσθητι τοί‐ νυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως, δι’ ἧς πάντες οἱ ἐκ τῆς γῆς φύντες, πάλιν εἰς τὴν γῆν ὑποστρέ‐ φομεν· καὶ οὐδεὶς οὕτω μέγας, ὥστε βελτίω φανῆναι
15τῆς διαλύσεως. Καλὸς μὲν οὖν καὶ μέγας ὁ θαυμα‐ στὸς ἐκεῖνος, καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετὴν, φημὶ κἀγώ· οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερα, ἀλλ’ ὅμως ἄνθρωπος, καὶ τέθνηκεν, ὡς Ἀδὰμ, ὡς Νῶε, ὡς Ἀβραὰμ, ὡς
20Μωϋσῆς, ὡς ὅντινα ἂν εἴπῃς τῶν τῆς αὐτῆς φύσεως μετασχόντων. Ἓν τῷ ὄντι ὑπόδειγμα τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον ὁ κτίσας ἡμᾶς ἐδημιούρ‐ γησεν· ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέ‐ ροντο· πᾶσα δὲ γλῶσσα τὰ κατ’ αὐτὸν διεξῄει· γρα‐
25φεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο· ἱστορικοὶ δὲ ἄνδρες, τὰ κατ’ ἀρετὴν ἀνδραγαθήματα διηγούμενοι, πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπι‐ στίαν. Ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἀγγελίαν περιαγούσῃ, οὐδὲ
30καταδέχεσθαι ὅλως, ὅτι τέθνηκεν ὁ τοιοῦτος. Ἀλλ’ ὅμως πέπονθεν ἃ καὶ οὐρανῷ καὶ ἡλίῳ καὶ γῇ συμ‐ βήσεται. Οὕτω τοίνυν τὸ πάθος μέτρησον, ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας, μήτε καταποθῆναι ὑπὸ τῆς λύπης.
35 Τοὺς γὰρ κατὰ τὸν βίον συναφθέντας ἀλλήλοις, εἶτα θανάτῳ διισταμένους, ὁδοιπόροις λογίζου πα‐ ραπλησίους, μίαν πορευομένοις ὁδὸν, καὶ διὰ τὴν συνεχῆ μετ’ ἀλλήλων διατριβὴν ἑνωθεῖσιν ὑπὸ τῆς συνηθείας. Οἳ ἐπειδὰν τὴν κοινὴν ὁδὸν διεξελθόντες,
40καταλάβωσι λοιπὸν σχιζομένην αὐτὴν, τῆς χρείας ἤδη ἀναγκαίως μεριζούσης ἑκάτερον, οὐ τῇ συν‐ ηθείᾳ προσκαθεζόμενοι ἀμελοῦσι τῶν προκειμένων, ἀλλὰ τῆς ἐξ ἀρχῆς κινησάσης αὐτοὺς αἰτίας ὑπο‐ μνησθέντες, πρὸς τὸ οἰκεῖον ἕκαστος ἀποτρέχουσι
45πέρας. Ὡς οὖν ἐκείνοις ἄλλος μὲν ἦν ὁ σκοπὸς τῆς ὁδοῦ, συνέβη δὲ αὐτοῖς ἡ κατὰ τὴν ὁδοιπορίαν ἐκ τῆς συνηθείας οἰκείωσις· οὕτω καὶ τοῖς ἐν γάμῳ, ἢ ἄλλῃ τινὶ κοινωνίᾳ βίου συνημμένοις, ἴδιον προ‐ έκειτο δηλονότι τῆς ζωῆς τὸ πέρας· συναφθέντας

32

.

1276

(50)

δὲ ἀλλήλοις, ἀναγκαίως τὸ προδιατεταγμένον τῆς ζωῆς τέλος ἐχώρισε καὶ διέλυσε. Εὐγνώμονος δὲ δια‐ νοίας, οὐκ ἐπὶ τῷ χωρισμῷ δυσφόρως ἔχειν τοῦ συναφθέντος, ἀλλ’ ἐπὶ τῇ ἐξ ἀρχῆς συναφείᾳ χάριν
ἔχειν τῷ συγκληρώσαντι. Σὺ δὲ, καὶ ὅτε περιῆν σοι

32

.

1277

ὁ ἀνὴρ ἢ τὸ παιδίον, ἢ ὁτιοῦν ὧν ὀδύρῃ νῦν, οὐχὶ χάριν εἶχες τῶν παρόντων τῷ δεδωκότι, ἀλλ’ ἐν‐ εκάλεις ὑπὲρ τῶν ἐλλειφθέντων. Εἰ μὲν ἀνδρὶ μόνῳ συνῴκεις, ὅτι μὴ παῖδες ἦσαν οἵους ἐβούλου· εἰ δὲ
5καὶ παῖδες παρῆσαν, ὅτι μὴ ὑπερεπλούτεις. Ὅρα τοίνυν, μήποτε αὐτοὶ ἑαυτοῖς ἀναγκαίας τῶν φιλτά‐ των τὰς στερήσεις κατασκευάζωμεν· παρόντων μὲν, οὐκ αἰσθανόμενοι, παρελθόντων δὲ, περιεχόμενοι. Ἐπειδὴ γὰρ παρακειμένων τῶν ἐκ Θεοῦ ἀγαθῶν
10οὐκ εὐχαριστοῦμεν, ἀναγκαία ἡμῖν ἡ ἀφαίρεσις διὰ τὴν αἴσθησιν γίνεται. Ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ τὸ ἄγαν προκείμενον οὐχ ὁρῶσιν, ἀλλὰ δέονται συμμέ‐ τρου τινὸς ἀποστάσεως· οὕτω καὶ αἱ ἀχάριστοι ψυ‐ χαὶ ἐοίκασιν ἐν τῇ ἀλλοτριώσει τῶν ἀγαθῶν τῆς παρ‐
15ελθούσης χάριτος ἐπαισθάνεσθαι. Ὅτε γὰρ ἀπέ‐ λαυον τῶν χρηστοτέρων, οὐδεμίαν χάριν τῷ δεδωκότι γινώσκοντες· μετὰ τὴν στέρησιν, τὸ παρελθὸν μα‐ καρίζουσιν. Ἀλλ’ ἡμεῖς ἀφέντες τὰς ἐπὶ τοῖς ἀποῦσι λύπας, διδαχθῶμεν τὴν ἐπὶ τοῖς παροῦσιν εὐχαρι‐
20στίαν ἀποδιδόναι. Εἴπωμεν, ἐν μὲν ταῖς σκυθρωπο‐ τέραις περιστάσεσι τῶν πραγμάτων, τῷ σοφῷ ἰατρῷ· Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Εἴπωμεν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Εἴπω‐ μεν, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ
25πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἴπωμεν, ὅτι Ὀλίγα ὧν ἡμάρτομεν μεμα‐ στιγώμεθα. Παρακαλέσωμεν τὸν Κύριον, ὅτι Παί‐ δευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ. Ἐλεγχόμενοι γὰρ ὑπὸ Κυρίου παιδευόμεθα,
30ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐν δὲ τῇ φαι‐ δροτέρᾳ τοῦ βίου διαγωγῇ ἐκείνην λέγωμεν τοῦ Δα‐ βὶδ τὴν φωνήν· Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; καλῶς ἀποροῦντος τοῦ Προφήτου, καὶ περισκοποῦντος αὑτοῦ τὴν πε‐
35νίαν, ὅτι οὐδὲν ἔχει πρὸς ἀντίδοσιν ἄξιον· ὃς ἐφ’ οὕτω μεγάλαις καὶ λαμπραῖς εὐεργεσίαις, οὐμεν‐ οῦν ἐχούσαις ὑπερβολὴν, πολλαπλασίονα ἡμῖν τὰ εἰς ὕστερον ἐπαγγέλλεται ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀν‐
40θρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα‐ πῶσιν αὐτόν. Ὧν καὶ ἡμεῖς ἐπιτύχοιμεν, ἐκ τῶν παθῶν τῆς σαρκὸς ἑαυτοὺς ἐκκαθάραντες, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ
45εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
49tΠΕΡΙ ΛΥΠΗΣ ΚΑΙ ΑΘΥΜΙΑΣ.
50tΛΟΓΟΣ ΙΒʹ.
51 Ὅταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον, καὶ τὴν ὑμετέραν εὐλάβειαν κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν
πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦ‐

32

.

1280

μαι. Ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω, καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατεῤῥαγμέ‐ νους καὶ ἀγαπᾷν δικαίους, συντρίβειν τε ὑπερηφά‐ νους, καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας· πάλιν
5μεταβαλὼν, κουφότερος γίνομαι ταῖς ἐλπίσι. Καὶ οἶδα καὶ πέπεισμαι, ὃ καὶ ὑμᾶς γινώσκειν βούλο‐ μαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις, καὶ οὐκ εἰς τέλος ἔσται ἡ ἐγκατάλειψις. Ἃ μὲν γὰρ πεπόνθα‐ μεν, διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν· τὴν δὲ
10αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τοὺς δούλους αὐτοῦ ἀγάπην καὶ εὐσπλαγχνίαν ὁ φιλάνθρωπος ἐπιδείξε‐ ται. Εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας, ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν λοιπὸν τῆς ἐφ’ ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσε‐
15βείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμε‐ θα, δίκαιος ὁ ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆ‐ ναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν· ἀλλ’ ἐπὶ τοῖς πεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. Τίς γὰρ οὕτως ἀδα‐
20μάντινος τὴν ψυχὴν, τίς οὕτως παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος, ὡς ἀκούων τοῦ πανταχόθεν ἡμᾶς προσβάλλοντος στεναγμοῦ, οἷον ἀπό τινος χοροῦ κατηφοῦς, κοινόν τινα θρῆνον καὶ σύμφωνον προσ‐ ηχοῦντος, μὴ οὐχὶ παθεῖν τὴν ψυχὴν, καὶ κατακαμ‐
25φθῆναι εἰς γῆν, καὶ ταῖς ἀμηχάνοις ταύταις ἀνίαις παντελῶς ἐκτακῆναι; Ταῦτα δὲ λέγω, οὐ παρακλή‐ σεως ἕνεκεν, (τίς γὰρ καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;) ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας μου, καθ’ ὅσον δυνατὸν, ἐκ τῆς φωνῆς ταύτης ὑμῖν διασημαίνων.
30 Ἐλογισάμην γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου· ὃς ἐπειδὴ εἶδεν ἐν ταῖς παρὰ τῶν ἐχθρῶν ἐπηρείαις πληθυνομένην τὴν ἀρετὴν ἐν ὑμῖν, καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλὴν, καὶ οὐκ ἔτι ἐκ τοῦ προφανοῦς πολεμεῖ, ἀλλὰ κεκρυμ‐
35μένας ἡμῖν τὰς ἐνέδρας τίθησι, καλύπτων αὐ‐ τοῦ τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος οὗ περιφέρου‐ σιν οἱ πολέμιοι· ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν, καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς
40διώκοντας. Ταῦτα ἡμᾶς ἐξέπληξε, καὶ μικροῦ δεῖν, ἔξω ἐποίησε τῶν λογισμῶν. Συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἡ ἔννοια· Ἆρα μὴ ἐγκατέ‐ λιπεν ἑαυτοῦ τοὺς δούλους ὁ Κύριος; ἆρα μὴ ἐσχάτη ὥρα ἐστὶ, καὶ ἡ ἀποστασία διὰ τούτων λαμ‐
45βάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραι‐ ρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα; Πλὴν, εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμὸς, βαστά‐ σατε αὐτὸν ὡς καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί·

32

.

1280

(50)

εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδέ‐ δοται, μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα· ἀλλ’
ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπι‐

32

.

1281

φάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται, καὶ με‐ ταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως,
5παθεῖν τὰ κοινὰ πάθη, καὶ παραδοθῆναι θλίψεσιν, ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ὥρισεν ὁ δίκαιος κριτὴς, οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν; Μὴ τοίνυν
10ἀποκάμωμεν, ἀδελφοί· ἀναμένουσι γὰρ ἡμᾶς οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ ὁμολο‐ γητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας, καὶ δέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. Μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν, οὐδὲ κολακευόμενος, τῶν
15στεφάνων τῆς ὑπομονῆς ἠξιώθη· ἀλλὰ πάντες διὰ μεγάλων θλίψεων πυρωθέντες, τὸ δοκίμιον ἐπεδεί‐ ξαντο. Μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι· διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν και‐
20ροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὁ γὰρ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος, τῆς λύπης τὸ βάρος ὑπενεγκὼν, μεγάλην ἔχει παρὰ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. Ὥσπερ οὖν οἱ σκώληκες τοῖς ἁπαλωτέροις τῶν
25ξύλων ἐντίκτονται μάλιστα, οὕτως αἱ λῦπαι τοῖς μαλακωτέροις ἤθεσι τῶν ἀνθρώπων ἐμφύονται. Οὔτε δὲ γυναιξὶν, οὔτε ἀνδράσιν ἐπιτέτραπται τὸ πολυπενθὲς καὶ πολύδακρυ· ἀλλ’ ὅσον ἐπιστυγνάσαι τοῖς λυπηροῖς, καὶ μικρόν τι δάκρυον ἐπιστάξαι,
30καὶ τοῦτο ἡσυχῆ, μὴ ἀναβρυχόμενον, μηδὲ ὀλολύ‐ ζοντα, μηδὲ καταῤῥηγνύντα χιτῶνα, ἢ κόνιν χεόμε‐ νον, μηδ’ ἄλλο τι τοιοῦτον ἀσχημονοῦντα τῶν ἐπιτη‐ δευομένων παρὰ τῶν ἀπαιδεύτως ἐχόντων πρὸς τὰ ἀνθρώπινα. Ἀνάνδρου γὰρ ψυχῆς, καὶ οὐδένα
35τόνον ἐκ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἐχούσης, τὸ σφο‐ δρῶς καταῤῥήγνυσθαι καὶ ὑποπίπτειν τοῖς λυπηροῖς. Τὸ μὲν γὰρ δάκρυον, ὥσπερ ἐκ πληγῆς τινος, τῆς προσβολῆς τοῦ ἀβουλήτου τὴν ψυχὴν τύπτοντος καὶ συστέλλοντος, καταθλιβομένου τοῦ περικαρδίου
40πνεύματος, ἀποτίκτεσθαι πέφυκεν· ἡ δὲ χαρὰ οἷον σκίρτημά τί ἐστι τῆς ψυχῆς ἐπαγαλλομένης τοῖς κατὰ γνώμην. Ὅθεν καὶ τὰ περὶ τὸ σῶμα συμπτώ‐ ματα διενήνοχε. Τοῖς μὲν γὰρ λυπουμένοις, ὕπ‐ ωχρος καὶ πελιδνὸς καὶ κατεψυγμένος ὁ ὄγκος· τοῖς
45δὲ φαιδρυνομένοις, ἐξανθοῦσα καὶ ὑπέρυθρος ἡ τοῦ σώματος ἕξις, μονονουχὶ πηδώσης τῆς ψυχῆς, καὶ προωθουμένης ὑφ’ ἡδονῆς εἰς τὸ ἔξω. Καὶ πολλοὺς ἔγνωμεν ἐν συμφοραῖς ἀνηκέστοις ἀπο‐ στάξαι δάκρυον βιαίως ἐγκαρτερήσαντας· εἶτα τοὺς

32

.

1281

(50)

μὲν εἰς ἀνήκεστα ἐκπεσόντας πάθη, ἀποπληξίας
ἢ παραλύσεις· τοὺς δὲ καὶ παντελῶς ἀποψύ‐

32

.

1284

ξαντας, ὥσπερ ἐρείσματος ἀσθενοῦς τῆς δυνά‐ μεως αὐτῶν τῷ βάρει τῆς λύπης ἀποκλασθείσης. Ὃ γὰρ ἐπὶ τῆς φλογὸς ὁρᾷν ὑπάρχει, ὑπὸ τοῦ οἰκείου αὐτὴν καπνοῦ καταπνίγεσθαι, μὴ ὑπ‐
5εξιόντος, ἀλλὰ περὶ αὐτὴν εἱλουμένου· τοῦτό φασι καὶ ἐπὶ τῆς οἰκονομούσης τὸ ζῶον δυνάμεως γίνε‐ σθαι· ἀπομαραίνεσθαι γὰρ ὑπὸ τῶν ὀδυνηρῶν καὶ κατασβέννυσθαι, μηδεμιᾶς γενομένης ἐπὶ τὸ ἔξω διαπνοῆς. Τίνος γὰρ ἕνεκεν ἐπὶ τῷ Λαζάρῳ ὁ Χρι‐
10στὸς ἐδάκρυε; τῶν ὀδυρτικῶν πάντως καὶ φιλοθρή‐ νων τὸ ἄγαν περιπαθὲς καὶ ταπεινὸν ἐπανορθούμε‐ νος. Ὅτι γὰρ οὐκ ἐμπαθὲς ἦν τὸ δάκρυον τοῦ Κυ‐ ρίου, ἀλλὰ καὶ διδασκαλικὸν, ἐκεῖθεν δῆλον· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα
15ἐξυπνίσω αὐτόν. Τίς δὲ ἡμῶν κοιμώμενον ὀδύρεται φίλον, ὃν μικρὸν ὕστερον προσδοκᾷ διυπνίζειν; Λά‐ ζαρε, δεῦρο ἔξω· καὶ ὁ νεκρὸς ἐζωοποιεῖτο, καὶ ὁ δεδεμένος περιεπάτει. Θαῦμα ἐν θαύματι· κειρίαις δεδέσθαι τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν
20κίνησιν· μεῖζον γὰρ ἦν τὸ ἐνισχύον τοῦ ἐμποδίζοντος. Πῶς οὖν ὁ τὰ τοιαῦτα ἐνεργεῖν μέλλων, δακρύων ἄξιον τὸ συμβὰν ἔκρινεν; Ἢ δῆλον, ὅτι πανταχόθεν ἡμῶν τὸ ἀσθενὲς ὑπερείδων, μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη· τὸ μὲν ἀσυμπαθὲς ὡς
25θηριῶδες ἐκκλίνων, τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγεννὲς παραιτούμενος. Ὁ δὲ Ἰὼβ, τί; μὴ ἀδα‐ μάντινος ἦν τὴν καρδίαν; μὴ ἐκ λίθου ἦν αὐτῷ πε‐ ποιημένα τὰ σπλάγχνα; Ἔπεσον αὐτῷ δέκα παῖδες ἐν βραχείᾳ καιροῦ ῥοπῇ, μιᾷ πληγῇ συντριβέντες,
30καὶ ἐν τῷ οἴκῳ τῆς θυμηδίας, ἐν τῷ καιρῷ τῆς ἀπο‐ λαύσεως, ἐπικατασείσαντος αὐτοῖς τοῦ διαβόλου τὸ οἴκημα. Εἶδε τράπεζαν αἵματι μεμιγμένην· εἶδε παῖδας διαφόρως μὲν κατὰ τὸν χρόνον ἀποτεχθέντας, κοινῇ δὲ ὑπεξελθόντας τοῦ βίου τὸ τέλος. Καὶ
35οὐκ ᾤμωξεν, οὐ κατετίλατο κόμην, οὐκ ἀφῆκέ τινα φωνὴν ἀγεννῆ, ἀλλὰ τὴν ἀοίδιμον ἐκείνην καὶ παρὰ πᾶσιν ἀνυμνουμένην εὐχαριστίαν ἀπεφθέγξατο· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου
40εὐλογημένον. Μὴ ἀσυμπαθὴς ὁ ἄνθρωπος; Καὶ πῶς; ὅς γε περὶ ἑαυτοῦ λέγει· Ἐγὼ ἔκλαυσα ἐπὶ παντὶ θλιβομένῳ. Ἀλλὰ ἆρα μὴ ἐψεύδετο ταῦτα λέγων; Καὶ μὴν μαρτυρεῖ αὐτῷ ἡ ἀλήθεια, ὅτι πρὸς ταῖς λοιπαῖς ἀρεταῖς καὶ ἀληθινὸς ἦν· Ἄνθρωπος γὰρ,
45φησὶν, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινός. Ἀλλ’ οἱ πολλοὶ τῶν ἀνθρώπων ᾠδαῖς τισι πρὸς τὸ κατηφὲς πεποιημέναις καταθρηνοῦσι, καὶ μέλεσι γοεροῖς ἐκτήκειν ἑαυτῶν τὰς ψυχὰς ἐπιτηδεύουσι· καὶ ὥσπερ τῶν τραγῳδῶν ἴδιόν ἐστι τὸ ἀνάπλασμα καὶ ἡ

32

.

1284

(50)

σκευὴ, μεθ’ ἧς τὰ θέατρα καταλαμβάνουσιν· οὕτως οἴονται προσήκειν καὶ τῷ πενθοῦντι πρέπον εἶναι σχῆμα, μέλαν ἱμάτιον, καὶ αὐχμηρὰν κόμην, καὶ σκότος ἐν οἰκίᾳ, καὶ ῥύπον, καὶ κόνιν, καὶ μέλος
στυγνὸν, ἀεὶ νεαρὸν τῆς λύπης τὸ τραῦμα τῇ ψυχῇ

32

.

1285

διασώζοντι· οὐκ εἰδότες, ὅτι ψυχὴ ἡ ἅπαξ προσδεθεῖσα τῷ πόθῳ τοῦ κτίσαντος, καὶ τοῖς ἐκεῖ κάλλεσιν ἐνειθισμένη φαιδρύνεσθαι, τὸ περιχαρὲς αὐτῆς καὶ εὔθυμον ὑπὸ τῆς ποικίλης μεταπτώσεως
5τῶν σαρκικῶν παθημάτων οὐ μεταβαλεῖ, ἀλλὰ τὰ τοῖς ἄλλοις λυπηρὰ προσθήκην εὐφροσύνης ποιήσεται. Ὥσπερ γὰρ οἱ ἀσθενεῖς τὰ ὄμματα, τῶν ἄγαν λαμ‐ πρῶν τὰς ὄψεις ἀπάγοντες, ἄνθεσι καὶ πόαις προσανα‐ παύουσιν· οὕτω χρὴ καὶ τὴν ψυχὴν μὴ συνεχῶς
10καταβλέπειν τὸ λυπηρὸν, μηδὲ τοῖς παροῦσιν ἀνια‐ ροῖς προσκεῖσθαι, ἀλλὰ πρὸς τὴν θεωρίαν τῶν ὄντως ἀγαθῶν περιάγειν αὐτῆς τὰ ὄμματα.
14Αἱ γὰρ λῦπαι τὴν ψυχὴν, ὡς τὸ πῦρ τὸν χρυσὸν,
15ἀπελέγχουσι· καὶ τῷ ὄντι τοῖς καλῶς παρεσκευα‐ σμένοις αἱ θλίψεις οἱονεὶ τροφαί τινές εἰσιν, ἀθλη‐ τικὰ γυμνάσια, ἐπὶ τὴν πατρῴαν δόξαν τὸν ἀγω‐ νιστὴν προβιβάζουσαι. Ἡ δὲ εἰς ἄγαν κατήφεια γί‐ νεται τῆς ἁμαρτίας αἰτία, τῆς μὲν λύπης βαπτιζού‐
20σης τὸν νοῦν καὶ ἀμηχανίας ἐμποιούσης ἴλιγγον, τῆς δὲ ἀπορίας τῶν λογισμῶν τὴν ἀχαριστίαν ἀπογεννώ‐ σης. Αἰσχρὸν οὖν, εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρη‐ στοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυθρωποτέροις καὶ ἐπιπόνοις πράγμασιν. Ἀλλὰ τότε καὶ πλέον εὐχαρι‐
25στεῖν δεῖ, εἰδότας, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Καὶ ῥύεται ἐκ θλίψεως τοὺς ἁγίους αὐτοῦ ὁ Θεὸς, οὐκ ἀδοκιμάστους αὐτοὺς καταλιμπάνων, ἀλλὰ τὴν ὑπο‐ μονὴν αὐτοῖς χαριζόμενος. Εἰ γὰρ ἡ θλίψις ὑπομο‐
30νὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν· ὁ τὴν θλίψιν ἀφαιρούμενος, τῆς δοκιμῆς ἑαυτὸν ἀπεστέρη‐ σεν. Ὡς οὖν οὐδεὶς στεφανοῦται ἄνευ ἀνταγωνιστοῦ, οὕτως οὐδὲ δόκιμος ἀποφανθῆναι δύναται εἰ μὴ διὰ θλίψεων. Ἐκ πασῶν οὖν τῶν θλίψεων ῥύσεται
35αὐτοὺς, οὐχὶ μὴ ἐῶν αὐτοὺς θλίβεσθαι, ἀλλὰ σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν χαριζόμενος. Ὁ δὲ λέγων μὴ πρέπειν τῷ δικαίῳ τὴν θλίψιν, οὐδὲν ἕτερον λέγει, ἢ μὴ ἁρμόζειν τῷ ἀθλη‐ τῇ ἀνταγωνιστήν.
41 Ἐπεὶ δὲ φέρει παραμυθίαν ὀδυρομένοις ἡ κοι‐ νωνία τῶν στεναγμῶν, ἐπιστυγνάζειν μὲν ταῖς συμ‐ φοραῖς τῶν πεπονθότων ἀκόλουθον. Οὕτω γὰρ ἑαυτὸν οἰκειώσῃ τοῖς πάσχουσι, μὴ καθιλαρευόμενος τῶν
45συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγή‐ μασιν. Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυ‐ πουμένοις προσῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρη‐ νεῖν τῷ πεπονθότι, ἢ ἐν τοῖς ἀλλοτρίοις μιμεῖσθαι
καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους, οἷον

32

.

1288

συγκαθειργνῦναι ἑαυτὸν καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι, καὶ κουρᾶς ἀμελεῖν. Ἐκ τούτων γὰρ ἐπιτείνειν μᾶλλον ἔστι τὴν συμφορὰν, ἢ κατα‐ πραΰνειν. Ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων,
5καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσῆκεν, ἐν συννοίᾳ προσώπου, καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα. Φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιπηδᾷν ταῖς ἐπιτιμήσεσι προσῆκεν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις.
10Φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμέ‐ νοις ἡ ἐπιτίμησις, καὶ ἅμα δυσπαράδεκτοί εἰσι τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπα‐ θῶς παντάπασι διακειμένων οἱ λόγοι. Ὥσπερ γὰρ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρ‐
15ηγορημάτων ἀνίαν ἐμποιεῖ· οὕτω καὶ ψυχῇ ὑπὸ θλί‐ ψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ ὁ λόγος, ὀχληρός πως εἶναι δοκεῖ ἐν τῇ περι‐ ωδυνίᾳ προσφερόμενος. Ὅταν δὲ ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυ‐
20σον τῷ τοιούτῳ, καὶ σύμπαθε· καὶ γάρ σοι ὑπάρ‐ ξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι. Ὁ γὰρ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀπο‐ στάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο, δι’ ὧν τὸν ἀδελφὸν ἀπωδύρατο. Ὑπὲρ ἁμαρτίας κλαῖε. Αὕτη ἀῤῥωστία
25ψυχῆς, αὕτη θάνατός ἐστι τῆς ἀθανάτου, αὕτη πέν‐ θους ἀξία καὶ ὀδυρμῶν ἀσιγήτων. Ἐπὶ ταύτῃ πᾶν δάκρυον ῥέοι, καὶ μὴ διαλείποι στεναγμὸς ἐκ μέσης καρδίας ἀναπεμπόμενος. Οὕτως ἔκλαιεν Ἱερεμίας ἐπὶ τοῖς ἀπολλυμένοις τοῦ λαοῦ· ᾧ γε ἐπειδὴ οὐκ
30ἤρκει τὸ ἐκ φύσεως δάκρυον, πηγὴν ἐπεζήτει δακρύων καὶ σταθμὸν ἔσχατον. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐ‐ χαριστήσωμεν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὅτι αὐτῷ πρέ‐ πει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀν‐ άρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι,
35νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
39tΠΕΡΙ ΥΠΟΜΟΝΗΣ ΚΑΙ ΜΑΚΡΟΘΥΜΙΑΣ.
40tΛΟΓΟΣ ΙΓʹ.
41 Μηδεὶς ἐξ ὧν ἔπαθε λυπηρῶν ἀναπεισθῇ λογί‐ σασθαί τι καὶ λέγειν, ὡς ἄρα οὐδεμία πρόνοια τάττει τὰ καθ’ ἡμᾶς, μηδὲ κατηγορείτω τῆς οἰκονομίας τοῦ Δεσπότου καὶ κρίσεως· ἀλλ’ εἰς τὸν ἀθλητὴν Ἰὼβ
45ὁράτω, κἀκεῖνον σύμβουλον ποιείσθω τοῦ κρείττονος. Ἀναλογιζέσθω τοὺς ἀγῶνας ἅπαντας ἐφεξῆς, ἐν οἷς ἐκεῖνος ἠρίστευσε· καὶ πόσοις βέλεσιν ὑπὸ τοῦ δια‐ βόλου βληθεὶς, οὐκ ἐδέξατο καιρίαν πληγήν. Περιεῖλε μὲν γὰρ αὐτοῦ τὴν εὐπραγίαν τῶν οἰκείων, καταχῶ‐

32

.

1288

(50)

σαι δὲ αὐτὸν ταῖς ἐπαλλήλοις τῶν κακῶν ἐβουλεύσα‐ το φήμαις. Ἔτι γὰρ τοῦ προτέρου τὴν τοιάνδε συμ‐ φορὰν ἐξαγγέλλοντος, ἕτερος ἄγγελος ἤρχετο, χειρό‐
νων πραγμάτων φέρων κατήφειαν· ἀλλήλοις τε ἐπι‐

32

.

1289

συνήπτετο τὰ δεινὰ, καὶ τὴν τῶν κυμάτων ἐπιδρομὴν ἐζήλουν αἱ συμφοραὶ, καὶ πρὶν ἢ παυθῆναι τὸ πρό‐ τερον δάκρυον, ἑτέρου προσήγετο πρόφασις. Ὁ δὲ ὥσπερ τις πρόβολος εἱστήκει, τὰς τοῦ χειμῶνος ὑπο‐
5δεχόμενος προσβολὰς, καὶ ἀλλοιῶν εἰς ἀφρὸν τῶν κυμάτων τὴν βίαν, καὶ τὴν εὐγνώμονα πρὸς τὸν Δεσπότην ἠφίει φωνὴν, καὶ οὐδὲν τῶν συμβαινόντων δακρύων ἠξίωσεν. Ἐπειδὴ δὲ ἧκέ τις ἀγγέλλων, ὡς τοῖς παισὶ καὶ ταῖς θυγατράσιν εὐωχουμένοις ἐπετί‐
10ναξε πνεῦμά τι βίαιον τὸ τῆς εὐφροσύνης δωμάτιον, τότε μόνον τὴν ἐσθῆτα διέῤῥηξε, τὸ τῆς φύσεως ἐπι‐ δεικνύμενος συμπαθὲς, καὶ ὅτι πατὴρ εἴη φιλόστορ‐ γος οἷς ἔπραττε μαρτυρούμενος· καὶ ταῖς εὐσεβέσιν ἐκείναις φωναῖς κοσμῶν τὸ γινόμενον, ἔλεγεν·
15Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· μονονουχὶ τοιαῦτα βοῶν· Ἐκλήθην πατὴρ, ἐφ’ ὅσον ὁ τοῦτό με ποιήσας ἐβού‐ λετο χρόνον. Περιελεῖν μου τὸν ἐκ τῆς γονῆς στέ‐ φανον ἐβουλεύσατο πάλιν, οὐ διαμάχομαι περὶ τῶν
20ἰδίων αὐτῷ. Κρατείτω τὸ τῷ Δεσπότῃ δοκοῦν· αὐτός ἐστιν ὁ πλάστης τοῦ γένους, ἐγὼ δὲ ὄργανον· τί με χρὴ δοῦλον ὄντα δυσχεραίνειν ἀνόνητα, καὶ μέμφεσθαι ψῆφον ἣν οὐ δύναμαι λύειν Τοιούτοις τὸν διάβολον ὁ δίκαιος κατηκόντιζε ῥήμασιν. Ἐπει‐
25δὴ δὲ αὐτὸν νικῶντα εἶδε πάλιν ὁ δυσμενὴς, καὶ οὐδενὶ τούτων τιναχθῆναι δυνάμενον, αὐτῇ τῇ σαρκὶ τὸ τῆς πείρας προσῆγε μηχάνημα, καὶ τὸ σῶμα μαστίξας ἀῤῥήτοις πληγαῖς, σκωλήκων ἀναδίδο‐ σθαι πηγὰς ἐξ αὐτοῦ παρεσκεύασε· καὶ τῶν τῆς
30βασιλείας θρόνων τὸν ἄνδρα καταγαγὼν, ἐπὶ κοπρίας ἐκάθισεν. Ὁ δὲ καὶ τοιούτοις βαλλόμενος πάθεσιν, ἀκίνητος ἔμενε· καὶ σπαραττομένου τοῦ σώματος, ἄσπιλον ἐφύλαττε τὸν τῆς εὐσεβείας θησαυρὸν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς.
35 Οὐκ ἔχων τοίνυν ὅ τι ποιήσει λοιπὸν ὁ πολέ‐ μιος, ἐπὶ τὴν τῆς ἀρχαίας ἐπιβουλῆς ἔρχεται μνή‐ μην, καὶ τὴν τοῦ γυναίου διάνοιαν ὑποσύρας εἰς ἀσεβῆ γνώμην καὶ βλάσφημον, δι’ ἐκείνης σαλεύειν ἐπειρᾶτο τὸν ἀθλητήν. Καὶ ἡ μὲν πρὸς τὸν μακρὸν
40πόνον ἀπαγορεύσασα, τῷ δικαίῳ παρίστατο, κάτω νενευκυῖα, καὶ τὰς χεῖρας ἐπὶ τοῖς ὁρωμένοις συγ‐ κρούουσα, καὶ τοὺς τῆς εὐσεβείας αὐτῷ καρποὺς ὀνειδίζουσα, καὶ καταλέγουσα μὲν τὴν παλαιὰν εὐθη‐ νίαν τῶν οἰκείων, ὑποδεικνῦσα δὲ τὰ παρόντα κακὰ,
45καὶ οἷον ἐξ οἵων ἔλαχε βίον, καὶ τίνα τῶν πολλῶν θυσιῶν ἐδέξατο παρὰ τοῦ Δεσπότου μισθόν. Ἔλεγέ τε ἀεὶ τῆς μὲν τῶν γυναικῶν ὀλιγοψυχίας ἄξια ῥή‐ ματα, ταράξαι δὲ πάντα ἄνδρα δυνάμενα, καὶ περι‐ τρέψαι καὶ γενναίαν διάνοιαν. Πλανῆτις γὰρ καὶ

32

.

1289

(50)

λάτρις περιέρχομαι, ἡ βασιλὶς δουλεύω, καὶ πρὸς τὰς τῶν ἐμῶν οἰκετῶν χεῖρας ἠνάγκασμαι βλέπειν, καὶ τρέφουσα πάλαι πολλοὺς, ἀγαπητῶς
ἐκ τῶν ἀλλοτρίων παρατρέφομαι νῦν. Καὶ ὅτι καλὸν

32

.

1292

εἴη καὶ χρήσιμον, ἀσεβέσι χρησάμενον ῥήμασι, καὶ ἑαυτὸν τῆς γῆς ἐκτεμεῖν, τὸ τῆς τοῦ κτίσαντος ὀργῆς ἀκονήσαντα ξίφος, ἢ διακαρτεροῦντα πρὸς τὰ δεινὰ, τὸν ἐν τοῖς ἀγῶσι μόχθον ἑαυτῷ τε καὶ τῇ
5συνοικούσῃ μηκύνειν. Ὁ δὲ ἐπὶ τούτοις τοῖς ῥήμα‐ σιν ἀχθεσθεὶς, ὡς ἐπ’ οὐδενὶ τῶν προτέρων κακῶν, καὶ θυμοῦ τὸ βλέμμα πληρώσας, καὶ πρὸς τὴν γυ‐ ναῖκα καθάπερ πρὸς πολεμίαν ἀποστραφεὶς, τί φη‐ σιν; Ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν
10ἐφθέγξω; Κατάθου, φησὶν, ὦ γύναι, τὴν συμβου‐ λήν. Μέχρι τίνος τὴν κοινὴν ἐν οἷς λέγεις ὑβρίζεις ζωήν; Ἐψεύσω, καὶ τὴν ἐμὴν, ὡς οὐκ ηὐχόμην, ἀναστροφὴν διέβαλες ἐν οἷς ἐλάλησας, καὶ τὸν ἐμὸν βίον. Ἐξ ἡμισείας ἠσεβηκέναι νενόμικα νῦν· ἐπει‐
15δήπερ ἓν μὲν σῶμα ἀμφοτέρους ἡμᾶς ὁ γάμος ἐποίησε, σὺ δὲ εἰς βλασφημίαν κατέπεσας. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀνάμνησον τῶν φθασάντων σεαυτὴν ἀγαθῶν· ἀντισήκωσον τὰ κρείττω τοῖς χείροσιν. Οὐ‐
20δενὸς ἀνθρώπων ὁ βίος διόλου μακάριος· τὸ διὰ παντὸς εὖ πράττειν μόνου Θεοῦ ἐστι. Σὺ δὲ εἰ τοῖς παροῦσιν ἀλγεῖς, ἀπὸ τῶν προλαβόντων σαυτὴν παραμύθησαι. Νῦν δακρύεις, ἀλλ’ ἐγέλασας πρότε‐ ρον· νῦν πτωχεύεις, ἀλλ’ ἐπλούτησας πρότερον·
25ἔπιες τὸ διειδὲς νᾶμα τοῦ βίου, καὶ τὸ θολερὸν πί‐ νουσα καρτέρησον. Οὐδὲ τὰ τῶν ποταμῶν ῥεύματα διόλου φαίνεται καθαρά· ποταμὸς δὲ, ὡς οἶσθα, ὁ βίος ἡμῶν, ῥέων ἐνδελεχῶς, καὶ κύμασιν ἀλλεπαλλή‐ λοις πληρούμενος. Τὸ μὲν γὰρ αὐτοῦ προέῤῥευσεν
30ἤδη, τὸ δὲ ἔτι πορεύεται, τὸ δὲ ἄρτι προέκυψε τῶν πηγῶν, τὸ δὲ μέλλει· καὶ πρὸς τὴν κοινὴν ἅπαντες τοῦ θανάτου σπεύδομεν θάλατταν. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποί‐ σομεν; Ἀναγκάζομεν τὸν κριτὴν ὅμοια χορηγεῖν τὰ
35πράγματα δι’ αἰῶνος ἡμῖν; διδάσκομεν τὸν Δεσπότην, ὅπως χρὴ διεξάγειν τὸν ἡμέτερον βίον; Αὐτὸς τῶν οἰκείων ψήφων ἔχει τὴν ἐξουσίαν· ὅπως βούλεται, τάττει τὰ καθ’ ἡμᾶς· σοφὸς δέ ἐστι, καὶ τὸ λυσι‐ τελοῦν ἐπιμετρεῖ τοῖς οἰκέταις. Μὴ περιεργάζου
40τοῦ Δεσπότου τὴν κρίσιν· ἀγάπα μόνον τὰ παρὰ τῆς αὐτοῦ σοφίας οἰκονομούμενα. Ὅπερ ἂν δῷ σοι, τοῦτο δέχου μεθ’ ἡδονῆς· δεῖξον ἐν τοῖς ἀλγεινοῖς ὡς καὶ τῆς εὐφροσύνης ἀξία τῆς πρόσθεν ἐτύγχανες. Ταῦτα ὁ Ἰὼβ λέγων, ἀπεκρούσατο καὶ ταύτην τοῦ διαβό‐
45λου τὴν προσβολὴν, καὶ τελείαν αὐτῷ τὴν τῆς ἥττης αἰσχύνην ἐπήγαγε. Τί οὖν ἐντεῦθεν συνέβαι‐ νεν; Ἔφυγεν αὖθις ἡ νόσος αὐτὸν, ὡς εἰκῆ προσ‐ ελθοῦσα, καὶ μηδὲν ἀνύσασα πλέον. Ἀνέθαλεν εἰς δευτέραν ἥβην ἡ σὰρξ, ἤνθησεν ὁ βίος πάλιν τοῖς

32

.

1292

(50)

ἅπασι, καὶ διπλασίων πανταχόθεν ἐπὶ τὸν οἶκον ὁ πλοῦτος συνέῤῥευσεν· ἵνα τὸ μὲν ὡς μηδὲν ἀπολω‐ λεκὼς ἔχῃ, τὸ δὲ ὑπάρξῃ τῆς καρτερίας τῷ δικαίῳ μισθός. Ἐκ τούτου τοίνυν ἀνδρίαν ψυχῆς ἕκαστος
παιδευώμεθα· ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου

32

.

1293

περιπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου, καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτὸς, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων· ἀλλ’ οὔτε τῶν φίλων, τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ
5συνεπιτεινόντων τὰ ἀλγεινὰ, παρωξύνθη. Ἔστιν ὅτε καὶ κατὰ πεῖραν ταῖς ψυχαῖς αἱ τοῦ βίου δυσκληρίαι τοῖς ἀνθρώποις προσάγονται, ἵν’ ἐπὶ τῆς δυσκολίας ἀπελεγχθῶσιν οἱ δόκιμοι, εἴτε πλού‐ σιοι, εἴτε πένητες. Ἑκάτεροι γὰρ διὰ τῆς ὑπομονῆς
10δοκιμάζονται· κἀν τούτῳ μάλιστα τῷ καιρῷ δια‐ δείκνυται ὁ μὲν, εἰ κοινωνικὸς καὶ φιλάδελφος· ὁ δὲ, εἰ εὐχάριστος καὶ μὴ τοὐναντίον βλάσφημος, ταῖς τοῦ βίου περιφοραῖς ὀξέως συμμεταβάλλων τὸ φρόνημα. Καὶ κυβερνήτην μὲν ὁ χειμὼν, καὶ τὸν
15ἀθλητὴν τὸ στάδιον, τὸν στρατηγὸν ἡ παράταξις, τὸν μεγαλόψυχον ἡ συμφορά· τὸν Χριστιανὸν δὲ ὁ πειρασμὸς δοκιμάζει. Καὶ ὥσπερ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς Χριστιανοὺς ἡ ἐν τοῖς πειρασμοῖς
20δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς εὐχαριστίᾳ πάσῃ τὰ οἰκονο‐ μούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα. Πένης εἶ; μὴ ἀθυμήσῃς, ἀλλ’ ἔχε τὴν ἐλπίδα πρὸς τὸν Θεόν. Μὴ γὰρ οὐκ ἐπιβλέπει τὴν στένωσιν; Ἔχει
25τὴν τροφὴν ἐν χειρὶ, καὶ παρέλκει τὴν δόσιν, ἵνα σου δοκιμάσῃ τὸ βέβαιον, ἵνα καταμάθῃ τὴν γνώ‐ μην, εἰ μὴ τῇ τῶν ἀκολάστων καὶ ἀγνωμόνων ἐστὶν ὁμοία. Καὶ γὰρ ἐκεῖνοι, μέχρι μὲν ἐν τῷ στόματι τὰ σιτία τυγχάνει, εὐφημοῦσι, κολακεύουσιν, ὑπερ‐
30θαυμάζουσιν· ὀλίγον δὲ τῆς τραπέζης ὑπερτεθείσης, ὥσπερ τισὶ λίθοις ταῖς βλασφημίαις βάλλουσιν οὓς πρὸ βραχέως διὰ τὴν ἡδονὴν προσεκύνουν. Ἡλίαν εἶχεν ὁ Κάρμηλος, ὄρος ὑψηλὸν καὶ ἀοίκητον, ἔρημος ἔρη‐ μον· ψυχὴ δὲ ἦν τῷ δικαίῳ τὰ πάντα, καὶ τῆς ζωῆς
35ἐφόδιον, ἡ πρὸς Θεὸν ἐλπίς. Ζῶν δὲ οὕτως, λιμῷ τὴν ζωὴν οὐκ ἀπήλλαξεν· ἀλλ’ οἱ ἁρπακτικώτεροι καὶ μάλιστα γαστρίμαργοι τῶν ὀρνίθων, οὗτοι διεκόμιζον τὰ σιτία, καὶ τροφῆς ἐγένοντο τῷ δικαίῳ διάκονοι, οἱ τὰς ἀλλοτρίας τροφὰς ἐκ συνηθείας ἁρπάζοντες·
40καὶ τῷ Δεσποτικῷ προστάγματι τὴν φύσιν διήμει‐ ψαν, πιστοὶ φύλακες γενόμενοι τῶν ἄρτων καὶ τῶν κρεῶν. Εἶχε καὶ ὁ Βαβυλώνιος λάκκος τὸν Ἰσραηλί‐ την νεανίσκον, αἰχμάλωτον μὲν τὴν συμφορὰν, ἐλεύ‐ θερον δὲ τὴν ψυχὴν καὶ τὸ φρόνημα. Καὶ τί τὰ παρ’
45ἐκεῖνον; Οἱ μὲν λέοντες παρὰ φύσιν ἐνήστευον, ὁ δὲ τούτου τροφεὺς Ἀββακοῦν ἐφέρετο δι’ ἀέρος, κομί‐ ζοντος τοῦ ἀγγέλου μετὰ τῶν ὄψων τὸν ἄνθρωπον καὶ ἵνα μὴ λιμῷ πιεσθῇ δίκαιος, τοσαύτης ὑπερ‐ ηνέχθη γῆς καὶ θαλάττης ὁ προφήτης ἐν μικρῷ μορίῳ

32

.

1293

(50)

καιροῦ, ὅσην ἐκ τῆς Ἰουδαίας μέχρι Βαβυλῶνος ἡπλῶσθαι. Τί δὲ πάλιν ὁ τῆς ἐρήμου λαὸς, οὗ Μωσῆς ἐπετρόπευσε; πῶς ᾠκονομήθη τὸν βίον ἐν ἔτεσι τεσσαράκοντα; Οὐκ ἦν ἐκεῖ σπείρων ἀνὴρ, οὐ βοῦς
ἕλκων ἄροτρον, οὐχ ἅλως, οὐ ληνὸς, οὐ ταμιεῖον·

32

.

1296

καὶ τὴν τροφὴν εἶχον ἄσπορον καὶ ἀνήροτον· καὶ τὰς πηγὰς ἐχορήγει πέτρα, οὐ πρότερον οὔσας, ἀλλ’ ἐκραγείσας ἐπὶ τῆς χρείας. Καὶ σὺ τοίνυν καρτέ‐ ρησον ἐπὶ τῆς συμφορᾶς, ὡς ὁ γενναῖος Ἰὼβ, καὶ μὴ
5παρατραπῇς ἐκ τοῦ κλύδωνος, μηδὲν ἀποβάλῃς ὧν φέρεις ἀγωγίμων τῆς ἀρετῆς. Ὡς βαρύτιμον ἐνθή‐ κην τὴν εὐχαριστίαν διάσωσον ἐπὶ τῆς ψυχῆς, καὶ λήψῃ καὶ σὺ τῆς εὐχαριστίας τὰ διπλασίονα τὴν τρυφήν.
11 Καίτοι οὐχ ὁ ἀπορῶν τῶν ἀναγκαίων, καρτε‐ ρικός· ἀλλ’ ὁ ἐν ἀφθονίᾳ τῆς ἀπολαύσεως ἐγκαρτε‐ ρῶν τοῖς δεινοῖς. Νοσεῖς; εὐθύμει, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει. Πτωχεύεις; εὐφραίνου, ὅτι Λα‐
15ζάρου σε τὰ ἀγαθὰ διαδέξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ; μακάριος εἶ, ὅτι σου ἡ αἰσχύ‐ νη εἰς δόξαν ἀγγέλου μεταβληθήσεται. Οἰκέτης εἶ; εὐχαρίστει καὶ οὕτως, ἔχεις τὸν σεαυτοῦ ταπεινό‐ τερον· εὐχαρίστει ὅτι ἑνὸς ὑπερέχεις, ὅτι μὴ ἐν τῷ
20μυλῶνι καταδεδίκασαι, ὅτι μὴ πληγὰς λαμβάνεις. Οὐδένα ἐπιλείψουσιν αἱ τοῦ εὐχαριστεῖν ἀφορμαί. Ξύλῳ ἀδίκως κολάζῃ; τῇ τῶν μελλόντων ἐλπίδι χαῖρε. Δικαίως κατεδικάσθης; καὶ οὕτως εὐχαρί‐ στει. Ἐπεὶ δὲ καὶ πράξεις σπουδαῖαι τῶν παλαιῶν
25ἀνδρῶν, ἢ μνήμης ἀκολουθίᾳ πρὸς ἡμᾶς διασώ‐ ζονται, ἢ ποιητῶν ἢ συγγραφέων φυλαττόμεναι λό‐ γοις, μηδὲ τῆς ἐντεῦθεν ὠφελείας ἀπολειπώμεθα. Οἷον, ἐλοιδόρει τὸν Περικλέα τῶν ἐξ ἀγορᾶς τις ἀνθρώπων· ὁ δὲ οὐ προσεῖχε· καὶ εἰς πᾶσαν διήρ‐
30κεσε τὴν ἡμέραν, ὁ μὲν ἀφειδῶς πλύνων αὐτὸν τοῖς ὀνείδεσιν, ὁ δὲ οὐ μέλων αὐτῷ. Εἶτα, ἑσπέρας ἤδη καὶ σκότους ἀπαλλαττόμενον μόλις, ὑπὸ φωτὶ παρέπεμψε Περικλῆς, ὅπως αὐτῷ μὴ διαφθαρῇ τὸ πρὸς φιλοσοφίαν γυμνάσιον. Πάλιν ἔτυπτέ τις τὸν
35Σωφρονίσκου Σωκράτην εἰς αὐτὸ τὸ πρόσωπον ἐμ‐ πεσὼν ἀφειδῶς· ὁ δὲ οὐκ ἀντῆρεν, ἀλλὰ παρεῖχε τῷ παροινοῦντι τῆς ὀργῆς ἐμφορεῖσθαι, ὥστε ἐξοιδεῖν ἤδη καὶ ὕπουλον αὐτῷ τὸ πρόσωπον ὑπὸ τῶν πληγῶν εἶναι. Ὡς δ’ οὖν ἐπαύσατο τύπτων, ἄλλο μὲν οὐδὲν
40ὁ Σωκράτης ποιῆσαι, ἐπιγράψαι δὲ τῷ μετώπῳ λέ‐ γεται, ὥσπερ ἀνδριάντι τὸν δημιουργόν· Ὁ δεῖνα ἐποίει· καὶ τοσοῦτον ἀμύνασθαι. Εὐκλείδῃ δέ τις τῷ Μεγαρόθεν παροξυνθεὶς, θάνατον ἠπείλησε καὶ ἐπ‐ ώμοσεν· ὁ δὲ ἀντώμοσεν, ἦ μὴν ἱλεώσασθαι αὐτὸν,
45καὶ παύσειν χαλεπῶς πρὸς αὐτὸν ἔχοντα. Τὸ δὲ τοῦ Κλεινίου, τῶν Πυθαγόρου γνωρίμων ἑνὸς, χαλεπὸν πιστεῦσαι ἀπὸ ταυτομάτου συμβῆναι τοῖς ἡμετέροις, ἀλλ’ οὐχὶ μιμησαμένου σπουδῇ. Τί δὲ ἦν ὃ ἐποίησεν ἐκεῖνος; Ἐξὸν δι’ ὅρκου τριῶν ταλάντων ζημίαν

32

.

1296

(50)

ἀποφυγεῖν, ὁ δὲ ἀπέτισε μᾶλλον ἢ ὤμοσε, καὶ ταῦτα εὐορκεῖν μέλλων· ἀκούσας, ἐμοὶ δοκεῖν, τοῦ προσ‐
τάγματος τοῦ τὸν ὅρκον ἡμῖν ἀπαγορεύοντος. Καὶ

32

.

1297

τουτὶ μὲν τὸ τοῦ Κλεινίου, ἀδελφὸν ἐκείνῳ τῷ παρ‐ αγγέλματι· τὸ δὲ τοῦ Εὐκλείδου, τῷ τοῖς διώκουσιν εὔχεσθαι τὰ ἀγαθὰ, ἀλλὰ μὴ ἐπαρᾶσθαι· ὡς ὅγε ἐν τούτοις προπαιδευθεὶς, οὐκ ἔτι ἂν ἐκείνοις ὡς ἀδυ‐
5νάτοις διαπιστήσειεν. Ἔστω σοι τοίνυν ἡ ἐντολὴ τοῦ Θεοῦ σύνοικος, οἷόν τι φῶς καὶ διαύγειαν πρὸς τὴν τῶν πραγμάτων διάκρισιν ἀδιαλείπτως παρεχομένη· ἥτις πόῤῥωθεν τὴν τῆς ψυχῆς σου ἐπιστασίαν προ‐ κατασχοῦσα, καὶ τὰς ἀληθεῖς περὶ ἑκάστου δόξας
10προευτρεπίζουσα, ὑπ’ οὐδενὸς ἐάσει σε τῶν προσ‐ πιπτόντων ἀλλοιωθῆναι· ἀλλὰ προσευτρεπισμένον τῇ διανοίᾳ, ὥσπερ τινὰ σκόπελον θαλάσσης γείτονα, ἀσφαλῶς καὶ ἀσείστως τῶν τε βιαίων πνευμάτων καὶ κυμάτων τὰς προσβολὰς ὑπομένειν, ἐν Χριστῷ
15Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
20tΠΕΡΙ ΜΕΛΛΟΥΣΗΣ ΚΡΙΣΕΩΣ.
21tΛΟΓΟΣ ΙΔʹ.
22 Ὅταν μέλλῃς ἐπί τινα ὁρμᾷν ἁμαρτίαν, ἐννόη‐ σόν μοι ἐκεῖνο τὸ φρικτὸν καὶ ἀνύποιστον τοῦ Χρι‐ στοῦ δικαστήριον, ἐν ᾧ προκαθέζεται μὲν ἐπὶ θρόνου
25τινὸς ὑψηλοῦ καὶ ἐπηρμένου ὁ κριτὴς, παρέστηκε δὲ πᾶσα ἡ κτίσις ὑποτρέμουσα τὴν ἐπιφάνειαν αὐτοῦ τὴν ἔνδοξον. Παράγεσθαι δὲ μέλλομεν καθ’ ἕνα εἰς ἐξέτασιν τῶν βεβιωμένων ἡμῖν. Εἶτα τῷ πολλὰ πο‐ νηρὰ πεποιηκότι κατὰ τὸν βίον, φοβεροί τινες καὶ
30κατηφεῖς παρίστανται ἄγγελοι, πῦρ βλέποντες, πῦρ ἀναπνέοντες, διὰ τὴν πονηρίαν τῆς προαιρέσεως· νυκτὶ ἐοικότες τὰ πρόσωπα, διὰ τὸ κατηφὲς καὶ μισ‐ άνθρωπον. Εἶτα βάραθρον βαθὺ, καὶ σκότος ἀδιεξ‐ όδευτον, καὶ πῦρ ἀλαμπὲς ἐν τῷ σκότει, τὴν μὲν καυ‐
35στικὴν δύναμιν ἔχον, τὸ δὲ φῶς ἀφῃρημένον. Εἶτα σκωλήκων τι γένος ἰοβόλων καὶ σαρκοφάγων, ἀπλή‐ στως ἐσθίον καὶ μηδέποτε κορεννύμενον, ἀφορήτους ὀδύνας ἐμποιοῦν τῇ καταβρώσει· εἶτα τὴν πασῶν χαλεπωτάτην κόλασιν, τὸν ὀνειδισμὸν ἐκεῖνον, καὶ
40τὴν αἰσχύνην τὴν αἰώνιον. Τούτων τῷ φόβῳ παι‐ δαγωγούμενος, οἱονεὶ χαλινῷ τινι ἀνάκοπτε τὴν ψυ‐ χὴν ἀπὸ τῆς πρὸς τὰ φαῦλα ἐπιθυμίας. Ὁ γὰρ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέ‐ μενος, καθ’ ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν κρι‐
45τὴν, τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν· ὁ τοιοῦτος ἢ οὐδὲν παντελῶς, ἢ ἐλάχιστα ἁμαρτήσεται· διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπου‐ σίαν τοῦ φόβου τοῦ Θεοῦ γίνεται. Οἷς δὲ ἂν ἐναργὴς

32

.

1297

(50)

παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους
πράξεις ἢ ἐνθυμήσεις ἐκπεσεῖν.

32

.

1300

Καὶ γὰρ καὶ οἱ γενναῖοι τοῦ Θεοῦ ἀθληταὶ, ἱκα‐ νῶς παρὰ πάντα τὸν βίον ἑαυτῶν τοῖς ἀοράτοις ἐχθροῖς προσπαλαίσαντες, ἐπειδὰν πάσας αὐτῶν ὑπεκφύγωσι τὰς διώξεις, πρὸς τῷ τέλει τοῦ βίου
5γενόμενοι, ἐρευνῶνται ὑπὸ τοῦ ἄρχοντος τοῦ αἰῶνος, ἵνα ἂν μὲν εὑρεθῶσιν ἔχοντες τραύματα ἀπὸ τῶν παλαισμάτων, ἢ σπίλους τινὰς καὶ τύπους τῆς ἁμαρ‐ τίας, κατασχεθῶσιν· ἐὰν δὲ ἄτρωτοι εὑρεθῶσι καὶ ἄσπιλοι, ὡς ἀκράτητοι ὄντες, ὡς ἐλεύθεροι ὑπὸ Χρι‐
10στοῦ ἀναπαύωνται. Καὶ ταῦτα μάθοις ἂν ἐξ αὐτοῦ τοῦ Κυρίου λέγοντος περὶ τὸν καιρὸν τοῦ πάθους· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἔρχεται, καὶ ἐν ἐμοὶ ἕξει οὐδέν. Ἀλλ’ ὁ μὲν μὴ ποιήσας ἁμαρ‐ τίαν, ἔλεγεν ἔχειν οὐδέν· ἀνθρώπῳ δὲ αὔταρκες,
15ἐὰν τολμήσῃ εἰπεῖν, ὅτι Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ ἕξει ὀλίγα καὶ μικρά. Ἐννόησόν μοι τοιγαροῦν τὰ ἀπὸ τοῦ Θεοῦ φοβερὰ ἐπιπίπτοντα τοῖς κολαζομένοις, ὅταν σκότωσις μὲν γένηται ἀστέρων, ἀφεγγὴς δὲ ὁ ἥλιος, καὶ ἡ σελήνη
20οὐκ ἔτι πεφωτισμένη, ὅταν σκηπτοὶ διατρέχοντες, καὶ βρονταὶ φοβερῶς καταῤῥηγνύμεναι· ὅταν ὑπὲρ κεφαλῆς ἀὴρ ἐσκοτισμένος ὑπάρχῃ, ὡς πανταχόθεν ἀπαραμύθητον εἶναι τοῖς τῇ ὀργῇ παραδεδομένοις τὴν βάσανον. Ἡ γὰρ κτίσις, τῷ ποιήσαντι ὑπηρε‐
25τοῦσα, ἐπιτείνεται μὲν εἰς κόλασιν κατὰ τῶν ἀδίκων, ἀνίεται δὲ εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπ’ αὐτῷ πεποι‐ θότων. Καὶ καθάπερ Ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα‐ νοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, οὕτω καὶ παροξυσμὸς καὶ λύπη ἐπὶ τοῖς ἀποστατοῦσι διὰ τῆς
30ἁμαρτίας τοῦ κτίσαντος. Τότε τὸ πῦρ ἡτοιμασμένον εἰς κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ διακόπτεται τῇ φωνῇ τοῦ Κυρίου· ἵνα ἐπειδὴ δύο εἰ‐ σὶν ἐν τῷ πυρὶ δυνάμεις, ἥ τε καυστικὴ καὶ ἡ φωτι‐ στικὴ, τὸ μὲν δριμὺ καὶ κολαστικὸν τοῦ πυρὸς τοῖς
35ἀξίοις τῆς καύσεως προσαπομείνῃ, τὸ δὲ φωτιστικὸν αὐτοῦ καὶ λαμπρὸν τῇ φαιδρότητι τῶν εὐφραινομένων ἀποκληρωθῇ· ὡς ἀλαμπὲς εἶναι τὸ πῦρ τῆς κολάσεως ἄκαυστον δὲ τὸ τῆς ἀναπαύσεως ἀπομεῖναι. Καὶ μὴ ἀμφίβαλλε. Ἐν γὰρ ταῖς τῶν βεβιωμένων ἡμῖν
40ἀνταποδόσεσι, τοῦ πυρὸς ἡ φύσις διαιρεθήσεται· καὶ τὸ μὲν φῶς, εἰς ἀπόλαυσιν τοῖς δικαίοις· τὸ δὲ τῆς καύσεως ὀδυνηρὸν, τοῖς κολαζομένοις ἀποταχθήσε‐ ται. Φοβερωτέρα δὲ τοῦ σκότους καὶ τοῦ πυρὸς τοῦ αἰωνίου ἡ αἰσχύνη ἐστὶν, ᾗ μέλλουσι συνδιαιωνίζειν
45οἱ ἁμαρτωλοὶ, ἀεὶ ἐν ὀφθαλμοῖς ἔχοντες τὰ ἴχνη τῆς ἐν σαρκὶ ἁμαρτίας, οἱονεί τινος βαφῆς ἀνεκπλύντου, τῇ μνήμῃ τῆς ψυχῆς αὐτῶν εἰς τὸ διηνεκὲς ἀναμέ‐ νοντα. Ὀλίγων δέ ἐστι τὸ προσελθεῖν τῷ φωτὶ τῷ ἀληθινῷ, καὶ ἀποκαλύψαι, καὶ μετὰ τὴν ἀποκάλυψιν

32

.

1300

(50)

τῶν κρυπτῶν, μὴ ἀπελθεῖν αἰσχυνθέντας τὰ πρόσ‐
ωπα. Θεοῦ γὰρ ἀλλοτρίωσις, καὶ ἀποστροφὴ, καὶ τῶν

32

.

1301

ἐν τῇ γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότε‐ ρόν ἐστι καὶ βαρύτερον τῷ παθόντι, ὡς ὀφθαλμῷ φω‐ τὸς στέρησις, κἂν μὴ ὀδύνη προσῇ. Πᾶσαν γὰρ ὁμοῦ τὴν ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι τῷ λόγῳ τις συλλα‐
5βὼν καὶ εἰς ἓν ἀθροίσας εὐδαιμονίαν, οὐδὲ πολλοστῷ μέρει τῶν ἀγαθῶν ἐκείνων εὑρήσει παρισουμένην· ἀλλὰ πλεῖον τοῦ ἐν ἐκείνοις ἐλαχίστου τὰ σύμπαντα τῶν τῇδε καλῶν κατὰ τὴν ἀξίαν ἀφεστηκότα, ἢ καθ’ ὅσον σκιὰ καὶ ὄναρ τῶν ἀληθινῶν ἀπολείπεται.
10Μᾶλλον δὲ, ἵν’ οἰκειοτέρῳ χρήσωμαι παραδείγματι, ὅσῳ ψυχὴ τοῖς πᾶσι τιμιωτέρα σώματος, τοσούτῳ καὶ τῶν βίων ἑκατέρων ἐστὶ τὸ διάφορον.
15 Ἀλλ’ οἱ πολλοὶ τῶν ἀνθρώπων, διὰ τὸ, Ὁ μὲν δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας, τέλος εἶναι τῆς κολάσεως τοῖς κολαζομένοις φασίν. Ὅπερ οὐκ ἐν τῇ τοῦ χρόνου παρατάσει ἢ συμπληρώσει, ἀλλ’ ἐν τῇ διαφορᾷ τῆς κολάσεως γίνεται. Τοῦ γὰρ Κυρίου ποτὲ
20μὲν ἀποφαινομένου, ὅτι ἀπελεύσονται οὗτοι εἰς κό‐ λασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον· ποτὲ δὲ ἐκπέμποντός τινας εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμα‐ σμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἄλ‐ λοτε ὀνομάζοντος γέενναν πυρὸς, καὶ ἐπιφέροντος·
25Ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται· καὶ ἔτι πάλιν διὰ τοῦ προφήτου περί τινων εἰρηκότος, ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· τούτων καὶ τῶν τοιούτων πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς κειμέ‐
30νων, ἓν πάντως καὶ τοῦτο τῆς μεθοδείας τοῦ διαβό‐ λου, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλαν‐ θανομένους τῶν τοσούτων καὶ τοιούτων τοῦ Κυρίου ἀποφάσεων, τέλος κολάσεως, εἰς τὸ μᾶλλον κατα‐ τολμᾷν τῆς ἁμαρτίας, ἑαυτοῖς ὑπογράφειν. Εἰ γὰρ
35τῆς αἰωνίου κολάσεως ἔσται ποτὲ τέλος, ἕξει πάντως καὶ ἡ αἰώνιος ζωή. Εἰ δὲ ἐπὶ τῆς ζωῆς τοῦτο νοῆσαι οὐ καταδεχόμεθα, πῶς ἂν ἔχοι λόγον τῇ κολάσει τῇ αἰωνίῳ τέλος διδόναι; Ἡ γὰρ τοῦ αἰωνίου προσθήκη ἐφ’ ἑκατέρων ἐπίσης κεῖται. Ἀπελεύσονται γὰρ
40οὗτοι, φησὶν, εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι, εἰς ζωὴν αἰώνιον. Ὥστε καὶ τὸ, Δαρήσεται πολ‐ λὰς, καὶ ὀλίγας, οὐχὶ τέλος, ἀλλὰ διαφορὰν κολά‐ σεως δηλοῖ. Εἰ γὰρ ὁ Θεὸς δίκαιος κριτής ἐστιν, οὐ μόνον τοῖς ἀγαθοῖς, ἀλλὰ καὶ τοῖς πονηροῖς, ἀποδιδοὺς
45ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, δύναται εἶναι ὁ μέν τις πυρὸς ἀσβέστου ἄξιος, καὶ τούτου ἤτοι μαλακωτέρου, ἢ μᾶλλον φλέγοντος· ὁ δέ τις σκώληκος ἀτελευτήτου, καὶ τούτου πάλιν ἢ πραότερον ὀδυνῶντος, ἢ σφοδρότερον, κατὰ τὴν ἀξίαν ἑκάστου· καὶ ἄλλος γεέννης, διάφορα

32

.

1301

(50)

πάντως ἐχούσης τὰ κολαστήρια· καὶ ἕτερος τοῦ ἐξω‐ τέρου σκότους, ἔνθα ὁ μέν τις ἐν κλαυθμῷ μόνον, ὁ δέ τις καὶ ἐν βρυγμῷ τῶν ὀδόντων, διὰ τὸ ἐπιτεταμέ‐
νον τῶν πόνων γίνεται. Καὶ τὸ ἐξώτερον δὲ σκότος

32

.

1304

ὑποφαίνει πάντως εἶναι καὶ ἐσώτερον. Καὶ τὸ, Εἰς πυθμένα ᾅδου, ἐν Παροίμιαις εἰρημένον δηλοῖ, ὅτι εἰσί τινες ἐν τῷ ᾅδῃ μὲν, οὐκ ἐν πυθμένι δὲ ᾅδου, κουφοτέραν ὑπομένοντες τὴν κόλασιν. Καὶ μή με νο‐
5μίσῃς ὥσπερ μητέρα τινὰ τροφὸν, ψευδῆ σοι μορμο‐ λύκεια ἐπισείειν, ὥσπερ ἐκεῖναι ποιεῖν περὶ τοὺς νη‐ πίους τῶν παίδων εἰώθασιν, ὅταν θρηνῶσιν ἄτακτα καὶ ἀπέραντα, καὶ δι’ ἐπιπλάσεως τῶν διηγημάτων κα‐ τασιγάζουσι. Ταῦτα γὰρ οὐ μῦθος, ἀλλὰ λόγος ἀψευ‐
10δὴς προκεκηρυγμένος φωνῇ. Καὶ ἴσθι ἀκριβῶς, ὅτι γενήσεται τῶν βεβιωμένων ἔλεγχος ἀκριβής. Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἴσον. Ἥρπασας τὰ τῶν ὑποδεεστέρων, κατεκονδύλισας πένητας, κατ‐ ῄσχυνας ἐν λοιδορίαις, ἐσυκοφάντησας, κατεψεύσω,
15ἀλλοτρίοις ἐπεβούλευσας γάμοις, ἐπιώρκησας, ὅρια πατέρων μετέθηκας, κτήμασιν ὀρφανῶν ἀπῆλθες, χήρας ἐξέθλιψας, τὴν παροῦσαν ἡδονὴν τῶν ἐν ἐπαγ‐ γελίαις ἀγαθῶν προετίμησας; Ἐκδέχου τούτων τὴν ἀντιμέτρησιν. Οἷα γὰρ σπείρει ἕκαστος, τοιαῦτα καὶ
20θερίσει. Καὶ μέντοι καὶ εἴ τι τῶν ἀγαθῶν πέπρακταί σοι, κἀκείνων ἐκδέχου παραπλησίως τὰς ἀντι‐ δόσεις.
25 Λάβε τοίνυν εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν, ὦ ἄνθρωπε (οὐ γὰρ δὴ σὺ μόνος τὸν αἰῶνα βιώσεις), καὶ τὴν συνοχὴν καὶ πνιγμὸν, καὶ θανάτου ὥραν, καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυ‐
30βουμένην, καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς μαστι‐ γουμένην, καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέ‐ φουσαν, καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀπο‐ δημίας ἀνάγκην. Διάγραψόν μοι τῇ διανοίᾳ τὴν τε‐ λευταίαν τοῦ κοινοῦ βίου καταστροφὴν, ὅταν ἔλθῃ
35ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ. Ἥξει γὰρ, καὶ οὐ παρασιωπήσεται· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶ‐ ξιν αὐτοῦ· ὅταν ἡ σάλπιγξ ἐκείνη, μέγα τι καὶ φο‐ βερὸν ἠχήσασα, τοὺς ἀπ’ αἰῶνος ἐξυπνίσῃ καθεύ‐
40δοντας, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Μνήσθητι τῆς τοῦ Δανιὴλ θεο‐ πτίας, ὅπως ἡμῖν ὑπ’ ὄψιν ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησὶν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς
45ἡμερῶν ἐκαθέζετο. Ποταμὸς πυρὸς εἵλυεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλὰ, τὰ φαῦλα, τὰ φανερὰ, τὰ κεκρυμμένα, τὰ

32

.

1304

(50)

πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα

32

.

1305

ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. Πρὸς ταῦτα πο‐ ταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; Ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσού‐
5των θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀν‐ υποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾅδου σκο‐ τεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραὶ, καὶ ὀλο‐
10λυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς, καὶ βρυγμὸς ὀδόν‐ των, καὶ πέρας οὐκ ἔχει τὰ δεινά; Τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια. Ταῦτα φεύγειν ἔξεστι νῦν. Ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ
15πτώματος ἀναλάβωμεν, μηδ’ ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἔστιν ὁδὸς σω‐ τηρίας, ἐὰν θέλωμεν. Σὲ ζητεῖ ὁ ποιμὴν ὁ καλὸς, ὁ καταλιπὼν τὰ μὴ πεπλανημένα. Ἐὰν ἐπιδῷς σεαυ‐ τὸν, οὐκ ὀκνήσει, οὐδ’ ἀπαξιώσει σε ὁ φιλάνθρωπος
20ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν ὁ πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. Μόνον ἀνάλυσον, καὶ ἔτι σοῦ μακρὰν ὄντος, προσδρα‐ μὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, καὶ φιλι‐
25κοῖς ἀσπασμοῖς περιπτύξεται τὸν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένον. Κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων, ὅτι ταχὺ προσελήφθης, αὐτὸς ὁ ἀγαθὸς ὑπὲρ σοῦ ἀπολογήσεται, λέγων· Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι οὗτος ὁ Υἱός μου νεκρὸς ἦν, καὶ
30ἀνέζησε, καὶ ἀπολωλὼς, καὶ εὑρέθη. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
32tΠΕΡΙ ΑΡΧΗΣ ΚΑΙ ΕΞΟΥΣΙΑΣ.
33tΛΟΓΟΣ ΙΕʹ.
34Καλὸν ἀεὶ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος ἄγε‐
35σθαι· πολλάκις γὰρ ἀκρισία δήμου τὸν χείριστον εἰς ἀρχὴν προεστήσατο. Προσήκει τοίνυν τὸν ἐπὶ πάντων ἐπὶ συνέσει καὶ εὐσταθείᾳ καὶ τῇ κατὰ τὴν ζωὴν ἀκριβείᾳ μεμαρτυρημένον διαφέρειν, τοῦτον προστήσεσθαι εἰς τὸ καθηγεῖσθαι τῶν ἄλλων, ἵνα
40τὸ ἐν τούτῳ ἀγαθὸν κοινὸν πάντων τῶν μιμουμένων γίνηται. Πρὸς γὰρ τὸ τῶν κρατούντων ἦθος πλάτ‐ τεσθαι πέφυκεν, ὡς τὰ πολλὰ, τὸ ἀρχόμενον· ὥστε ὁποῖοί ποτ’ ἂν οἱ ἄγοντες ὦσι, τοιοῦτον ἀνάγκη καὶ τὸν ἀγόμενον εἶναι. Καὶ ὁποῖοι δ’ ἂν ὦσιν οἱ προ‐
45εστῶτες, τοιαῦτα ὡς ἐπὶ πολὺ καὶ τὰ ἤθη τῶν ἀρχο‐ μένων πέφυκε γίνεσθαι. Καὶ ὥσπερ, εἰ πλείονες ζω‐ γράφοι ἑνὸς προσώπου χαρακτῆρα γράφοιεν, πᾶσαι αἱ εἰκόνες ὁμοίως πρὸς ἀλλήλας ἕξουσι, διὰ τὸ τῷ ἑνὶ ὁμοιοῦσθαι· οὕτω τὰ πολλὰ ἤθη, εἰ πρὸς τὴν

32

.

1305

(50)

τοῦ ἑνὸς μίμησιν βλέποι, πᾶσιν ὁμοίως ἀγαθὸς τοῦ
βίου χαρακτὴρ ἐπιλάμψει. Καὶ γὰρ ἡ ἀληθὴς καὶ

32

.

1308

τελεία ὑπακοὴ τῶν ὑποχειρίων πρὸς τὸν προεστῶτα, ἐν τούτῳ δείκνυται, ἐν τῷ μὴ μόνον τῶν ἀτόπων κατὰ τὴν συμβουλὴν αὐτοῦ ἀπέχεσθαι, ἀλλὰ μηδὲ αὐτὰ τὰ ἐπαινετὰ χωρὶς τῆς ἐκείνου γνώμης ποιεῖν.
5Ἡ γὰρ ἐγκράτεια, καὶ πᾶσα ἡ σωματικὴ κακοπά‐ θεια, πρός τι χρησίμως ἔχει· ἀλλ’ ἐάν τις ταῖς ἰδίαις ὁρμαῖς ἀκολουθῶν, τὸ ἀρέσκον ἑαυτῷ ποιῇ, καὶ συμβουλεύοντι τῷ προεστῶτι μὴ πείθηται, μεῖ‐ ζον τοῦ κατορθώματος ἔσται τὸ πλημμελούμενον.
10Ὁ γὰρ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Κυρίου διαταγῇ ἀνθέστηκε· καὶ ὁ τῆς ὑπακοῆς μισθὸς μείζων τοῦ κατὰ τὴν ἐγκράτειάν ἐστι κατορ‐ θώματος. Ὁ τοίνυν ἔχων ἐν ἐξουσίᾳ τὴν τοῦ κακοῦ θε‐
15ραπείαν, ἑκὼν δὲ ὑπερτιθέμενος, εἰκότως ἂν ἐν τῷ ἴσῳ τῶν αὐτοχείρων καταδικάζοιτο. Καὶ τὸν προ‐ εστῶτα δὲ μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης. Οὐ γὰρ δήπου βασιλείᾳ μέν τις ὑπηρετῶν μέγα φρονήσει, διὰ
20τὸ ἐν τῇδε τῇ τάξει τῆς ὑπηρεσίας τετάχθαι· Θεῷ δὲ καταξιωθεὶς λατρεύειν, ἀλλαχόθεν τοὺς ἐπαίνους ἑαυτῷ περινοήσει, ὡς οὐκ ἀρκούσης αὐτῷ τῆς ἐπι‐ κλήσεως τοῦ Κυρίου πρὸς πᾶσαν δόξης καὶ περι‐ φανείας ὑπερβολήν; Ἀρκεῖ γὰρ ἡμῖν πρὸς ἅπαν
25ἀξίωμα τὸ τηλικούτου Δεσπότου δούλους ἡμᾶς ὀνο‐ μάζεσθαι. Καὶ ὥσπερ οὐδὲ σέβειν ἄλλο τι παρὰ τὸν Θεὸν προσῆκεν, οὕτως οὐδὲ ἐπὶ ἄλλον ἐλπίζειν ἢ ἐπὶ τὸν Θεὸν τὸν πάντων Κύριον. Ὁ γὰρ ἐπ’ ἄν‐ θρωπον ἐλπίζων, ἢ ἐπ’ ἄλλο τι τῶν κατὰ τὸν βίον
30μετεωριζόμενος, οἷον ἐπὶ δυναστείαν, ἢ χρήματα, ἤ τι τῶν παρὰ τοῖς πολλοῖς νομιζομένων εἶναι λαμ‐ πρῶν, οὐ δύναται εἰπεῖν· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. Παράγγελμα γάρ ἐστι μὴ ἐλπίζειν ἐπ’ ἄρχοντας, καὶ, Ἐπικατάρατος ἄνθρωπος ὃς τὴν
35ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον. Μακάριος οὖν τῷ ὄντι, ὁ μηδενὶ τῶν κατὰ τὸν βίον ὑψηλῶν ἐπαγαλλόμενος, ἀλλὰ Θεὸν ἔχων τὴν ἑαυτοῦ δόξαν, ὁ καύχημα ἑαυτοῦ ἔχων τὸν Θεόν· ὁ δυνάμενος λέγειν κατὰ τὸν Ἀπόστολον· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ
40μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Εἰ γὰρ ὁ δεῖνα μέγα φρονεῖ, ὅτι δοῦλός ἐστι βασιλέως, τιμώμενος παρ’ αὐτοῦ τὰ μεγάλα, πόσον σοι προσῆκεν ἐπὶ σαυτῷ μεγαλύνεσθαι, ὅτι δοῦλος εἶ τοῦ μεγάλου βα‐ σιλέως, προσκληθεὶς παρ’ αὐτοῦ εἰς τὴν ἄκραν οἰ‐
45κείωσιν; Ὁ γὰρ ἀληθῶς ἄρχων, οὐκ ἐκ τῶν ἔξωθεν συμβόλων γνωρίζεται, οἷον πορφύρας, χλανίδος, καὶ διαδήματος· ἀλλ’ ἐκ τοῦ ἔχειν τὴν ἀρχικὴν ἀρετήν. Ὁ δὲ ἀρχόμενος ὑπὸ τῶν ἡδονῶν, καὶ ἀγόμενος ἐπι‐ θυμίαις πολλάκις, δοῦλος ὢν τῆς ἁμαρτίας, ἀνεπιτή‐

32

.

1308

(50)

δειος πρὸς τὸ ἄρχειν καθέστηκε. Καὶ τὸ μὲν τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν, ἀνδρείου τε καὶ
ἄρχοντος ὡς ἀληθῶς· τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρη‐

32

.

1309

στὸν εἶναι καὶ πρᾶον, μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. Κύριοι μὲν γὰρ τῶν ἠδικη‐ κότων πολλοὶ τῶν πρότερον ἤδη γεγόνασιν, ὧν οὐ‐ δεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ
5τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ χρόνῳ παντὶ παραδέδοται. Τοὺς γάρ τῳ ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν, (τίς γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;) ἀλλ’ ὅπως ἂν ἢ
10αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο, ἢ ἑτέροις ὑπάρξαιεν τοῦ σωφρονεῖν παράδειγμα.
13 Πολλάκις γὰρ καὶ ἐν τοῖς σμικροτάτοις ἡ σοφία τοῦ Θεοῦ διαφαίνεται. Ὁ γὰρ οὐρανὸν ἁπλώ‐
15σας, καὶ τὰ ἄπλετα μεγέθη τῶν πελάγων ἀναχέας, οὗτός ἐστιν ὁ καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσ‐ σης κοιλάνας, ὥσπερ αὐλὸν, ὥστε τὸν ἰὸν δι’ αὐτοῦ ἐκχεῖσθαι. Τοῦτον σαρκὸς μὲν ὀφθαλμοῖς θεωρῆ‐ σαι ἀδύνατον, τὸ γὰρ ἀσώματον σαρκὸς ὄμμασιν
20ὑποπίπτειν οὐ δύναται· καὶ μεμαρτύρηκεν αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, λέγων· Θεὸν οὐδεὶς πώποτε τεθέαται. Εἰ γὰρ καὶ κατὰ τὸ γεγραμμέ‐ νον εἶδεν ὁ Ἰεζεκιὴλ, ἀλλὰ τί λέγει ἡ Γραφή; Εἶδεν ὁμοίωμα δόξης Κυρίου, οὐ μὴν δὲ αὐτὸν τὸν Κύ‐
25ριον· ἀλλ’ οὐδὲ αὐτὴν τὴν δόξαν, ὡς ἔστιν ἀληθῶς. Καὶ ἰδὼν τὸ ὁμοίωμα τῆς δόξης, καὶ οὐκ αὐτὴν τὴν δόξαν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τοῦ φόβου. Εἰ δὲ τὸ τῆς δόξης ὁμοίωμα θεαθὲν φόβον καὶ ἀγωνίαν πε‐ ριεποίει τοῖς ἀνθρώποις, αὐτὸν εἴ τις ἂν ἐθεώρησε
30τὸν Θεὸν, πάντως ἂν ἀπηλλάττετο, κατὰ τὸ εἰρημέ‐ νον· Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται. Διὰ τοῦτο καὶ κατὰ τὴν μεγίστην αὐτοῦ φιλανθρωπίαν ὁ Θεὸς παραπέτασμα τῆς οἰκείας θεότητος ἐξέτεινε τὸν οὐρανὸν, ἵνα μὴ ἀπολώμεθα. Οὐκ ἐμὸς ὁ λόγος,
35ἀλλὰ προφήτης εἶπεν· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται παρ’ αὐτά. Καὶ τί θαυμάζεις, εἰ ὁ Ἰεζεκιὴλ, τὸ ὁμοίωμα τῆς δόξης ἰδὼν, ἔπεσεν; Ὁ Δανιὴλ οἰκέτην ἰδὼν τοῦ Κυρίου, καὶ ἔπτηξε, καὶ ἔπεσεν· καὶ
40ἄχρις ὅτου ἐξεβιάζετο τοῖς ὀφθαλμοῖς ἰδεῖν εἰς ὁμοίωμα υἱοῦ Θεοῦ, οὐκ ἐτόλμησεν ἀποκριθῆναι. Εἰ δὲ Γαβριὴλ ὀπτανόμενος, τρόμον ποιεῖ προφήταις ἀνθρώποις τοῦ Θεοῦ· εἰ ἦλθε καθὼς ἦν, οὐκ ἂν ἀπώλλυντο πάντες; παντί που δῆλον. Εἰ τοίνυν θέ‐
45λεις γνῶναι σαφῶς, ὅτι φύσιν Θεοῦ καταλαβεῖν ἀδύ‐ νατον, μάνθανε, τί λέγουσιν οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τοῦ πυρὸς, ὑμνολογοῦντες τὸν Θεόν· Εὐλο‐ γητὸς εἶ, ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ χερουβίμ. Εἰπέ μοι, τοῦ χερουβὶμ τίς ἐστιν ἡ φύ‐

32

.

1309

(50)

σις, καὶ τότε τὸν ἐπικαθήμενον θεωρεῖς. Καίτοιγε

32

.

1312

Ἰεζεκιὴλ ὁ προφήτης καὶ τὴν ἔκφρασιν αὐτῶν ἐποιήσατο δυνατῶς, λέγων, ὅτι Τέσσαρα πρόσωπα τῷ ἑνί· τὸ μὲν ἀνθρώπου, τὸ δὲ λέοντος, τὸ δὲ ἀετοῦ, τὸ δὲ μόσχου· καὶ ὅτι ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ὅτι ὀφθαλ‐
5μοὶ αὐτοῖς πανταχόθεν, καὶ ὅτι ὑπὸ καθ’ ἕκαστον τροχὸς τετράγωνος ὑποκείμενος· καὶ ὅμως τοῦ προ‐ φήτου τὴν ἔκφρασιν πεποιημένου, οὔπω ἡμεῖς οὔτε ἀναγινώσκοντες καταλαβεῖν δυνάμεθα. Εἰ δὲ τὸν θρόνον ὃν διηγήσατο, καταλαβεῖν οὐ δυνάμεθα, τὸν
10ἐπικαθήμενον ἀόρατον Θεὸν πῶς καταλαβεῖν δυνησό‐ μεθα; τὸ μὲν γὰρ πρόσωπον πρὸς πρόσωπον, καὶ ἡ τελεία ἐπίγνωσις τῆς τοῦ Θεοῦ ἀκαταλήπτου με‐ γαλειότητος, ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποδο‐ θῆναι ἐπήγγελται. Νῦν δὲ κἂν Παῦλός τις ᾖ, κἂν
15Πέτρος, βλέπει μὲν ἀληθῶς, καὶ οὐ πλανᾶται, οὐδὲ φαντάζεται, δι’ ἐσόπτρου δὲ ὅμως βλέπει καὶ ἐν αἰ‐ νίγματι· καὶ τὸ ἐκ μέρους νῦν εὐχαρίστως δεχό‐ μενος, τὸ τέλειον εἰς τὸ μέλλον περιχαρῶς ἐκδέχε‐ ται. Τὸ γὰρ δοκοῦν νῦν ἐν τῇ γνώσει τέλειον, βραχύ
20τι καὶ ἀμυδρότερον τοσοῦτόν ἐστιν, ὡς πλέον ἀπο‐ λιμπάνεσθαι τῆς ἐν τῷ μέλλοντι αἰῶνι τρανότητος, ἢ ὅσον ἀπολιμπάνεται τοῦ προσώπου πρὸς πρόσω‐ πον. Τοσοῦτον μὲν οὖν τῆς ἐπιγνώσεως τοῦ Θεοῦ τὸ ἀπέραντον, τοσοῦτον δὲ τῆς ἀνθρωπίνης φύσεως
25τὸ τῶν θείων μυστηρίων ἐν τῷ παρόντι ἀνέφικτον· ἀεὶ μὲν κατὰ προκοπὴν ἑκάστου προστιθεμένου τοῦ πλείονος, ἀεὶ δὲ τοῦ πρὸς ἀξίαν ἀπολιμπανομένων ἁπάντων, ἄχρις ἂν ἔλθῃ τὸ τέλειον ὅτε τὸ ἐκ μέ‐ ρους καταργηθήσεται.
31 Ὁ δὲ ἐφικτὴν εἶναι λέγων τῶν ὄντων τὴν εὕρε‐ σιν, ὁδῷ τινι πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄν‐ των γνώσεως προέβαλεν ἑαυτοῦ τὴν διάνοιαν· καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ
35τῆς καταλήψεως, οὕτω καὶ εἰς τὴν ἐπέκεινα πάσης ἐννοίας προήγαγεν ἑαυτὸν καταληπτικὴν φαντασίαν. Οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος, τὸ σμικρότατον τῶν προφαινομέ‐ νων, ὅπως ἔχει φύσεως, ἑρμηνευσάτω, καὶ τίς ἡ τοῦ
40μύρμηκος φύσις, εἰπάτω· εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή· εἰ ὀστέοις τὸ σῶμα διείλη‐ πται· εἰ νεύροις καὶ ἐνδέσμοις τὰς ἁρμονίας τετόνω‐ ται· εἰ μυῶν περιβολῇ καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις· εἰ τοῖς νωτιαίοις σπονδύλοις ἐκ
45τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς συμπαρα‐ τείνεται· εἰ ἐπὶ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύ‐ ναμιν· εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ, καὶ χοληδόχον ἀγ‐ γεῖον ἐπὶ τοῦ ἥπατος, νεφροί τε καὶ καρδία, καὶ

32

.

1312

(50)

ἀρτηρίαι, καὶ φλέβες, ὑμένες, καὶ διαφράγματα· εἰ ψιλόν ἐστιν, ἢ τετρίχωται· μονώνυχόν ἐστιν, ἢ πο‐ λυσχιδεῖς ἔχει τὰς βάσεις· πόσον δὲ βιοῖ τὸν χρόνον· καὶ τίς αὐτοῖς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γεννήσεως·
ἐπὶ πόσον δὲ κυΐσκεται τὸ τικτόμενον, καὶ πῶς οὔτε

32

.

1313

πεζοὶ πάντες οἱ μύρμηκες, οὔτε ὑπόπτεροι πάντες, ἀλλ’ οἱ μὲν τῶν χαμαὶ ἑρπομένων εἰσὶν, οἱ δὲ διαέ‐ ριοι φέρονται. Ὁ τοίνυν τῶν ὄντων τὴν γνῶσιν ἐπι‐ κομπάζων, τέως τὴν τοῦ μύρμηκος φύσιν εἰπάτω·
5εἶθ’ οὕτως φυσιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. Εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω πε‐ ριέλαβες τῇ γνώσει τὴν φύσιν, πῶς τὴν ἀκατάλη‐ πτον τοῦ Θεοῦ δύναμιν μεγαλαυχεῖς φαντάζεσθαι;
11 Τὸ γὰρ οἴεσθαι τοῦ ἐπὶ πάντων Θεοῦ αὐτὴν τὴν οὐσίαν ἐξευρηκέναι, πολλῆς ὑπερηφανίας ἐστὶ καὶ φυσιώσεως· σχεδὸν γὰρ καὶ αὐτὸν ἀποκρύπτουσι τῇ μεγαληγορίᾳ τὸν εἰπόντα· Ἐπάνω τῶν ἄστρων
15θήσομαι τὸν θρόνον μου. Οὐχ ὁ μὲν μέγας Δαβὶδ, ᾧ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς ἑαυτοῦ σοφίας ἐδήλω‐ σεν ὁ Θεὸς, φανερῶς ὁμολογεῖ τῆς γνώσεως τὸ ἀπρό‐ σιτον, λέγων· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ; Ἡσαΐας δὲ, ὁ ἐν θεωρίᾳ τῆς δόξης τοῦ Θεοῦ
20γενόμενος, τί περὶ τῆς θείας οὐσίας ἐδήλωσεν ἡμῖν; ὅς γε ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ διαμαρτύ‐ ρεται, λέγων· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Τί δὲ τὸ σκεῦος τῆς ἐκλογῆς Παῦλος, ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, ὁ ἕως τρίτου ἁρπαγεὶς
25οὐρανοῦ, ὁ τὰ ἄῤῥητα ἀκούσας ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, τίνα ἡμῖν περὶ οὐσίας Θεοῦ διδα‐ σκαλίαν ἀφῆκεν; Ὅς γε, ὅτε εἰς τοὺς μερικοὺς τῆς οἰκονομίας διέκυψε λόγους, οἱονεὶ ἰλιγγιάσας πρὸς τὸ τῆς θεωρίας ἀδιεξόδευτον, ἐκείνην ἐξεβόησε τὴν
30φωνήν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώ‐ σεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Εἰ δὲ ταῦτα τοῖς εἰς τὸ τῆς Παύλου γνώσεως πεφθακόσιν ἀνέφικτα, πόσος ὁ τῦφος τῶν ἐπαγγελλομένων εἰδέναι τοῦ Θεοῦ
35τὴν οὐσίαν; Οὓς ἡδέως ἂν ἐρωτήσαιμι περὶ τῆς γῆς ἐφ’ ἧς ἑστᾶσι, καὶ ἀφ’ ἧς γεγόνασι, τί ποτε λέγουσι, τίνα αὐτῆς τὴν οὐσίαν ἐπαγγέλλουσιν ἡμῖν· ἵνα ἐὰν ἄρα περὶ τῶν χαμαὶ καὶ ὑπὸ τοῖς ποσὶ κειμένων ἀναντιῤῥήτως ἡμῖν διαλεχθῶσι, τότε αὐτοῖς καὶ περὶ
40τῶν ἐπέκεινα πάσης ἐννοίας διατεινομένοις πιστεύ‐ σωμεν. Καὶ ὥσπερ φασὶν, ὅτι Ἀδὰμ ἐκ τοῦ Θεοῦ, ἡμεῖς αὐτοὺς ἐρωτήσωμεν, ὁ Θεὸς ἐκ τίνος; ἆρ’ οὐ πρόχειρόν ἐστι τῇ ἑκάστου διανοίᾳ ὅτι ἐξ οὐδενός; τὸ δὲ ἐξ οὐδενὸς, τὸ ἄναρχόν ἐστι δηλονότι· τὸ δὲ
45ἄναρχον, τὸ ἀγέννητον. Ὡς οὖν ἐπ’ ἀνθρώπων οὐκ ἦν οὐσία τὸ ἐκ τινὸς, οὕτως οὐδὲ ἐπὶ Θεοῦ τῶν ὅλων οὐσίαν ἔστιν εἰπεῖν, τὸ ἐξ οὐδενός· ὅπερ ἴσον ἐστὶ τῷ, ἀγέννητος. Ὁ δὲ τὸ ἄναρχον οὐσίαν εἶναι λέγων, παραπλήσιον ποιεῖ, ὥσπερ ἂν εἴ τις ἐρωτώ‐

32

.

1313

(50)

μενος, τίς ἡ τοῦ Ἀδὰμ οὐσία, καὶ τίς ἡ φύσις αὐτῷ, ὁ δὲ ἀποκρίνοιτο, μὴ ἐκ συνδυασμοῦ ἀνδρὸς καὶ γυ‐ ναικὸς, ἀλλ’ ἐκ τῆς θείας χειρὸς διαπλασθῆναι. Ποῖος οὖν ἔτι τρόπος τῆς γνώσεως ὑπολείπεται; ἀποκρι‐
νάσθωσαν ἡμῖν οἱ περιφρονοῦντες μὲν πάντα τὰ ἐν

32

.

1316

ποσὶ, διαβαίνοντες δὲ τὸν οὐρανὸν, καὶ πάσας τὰς ὑπερκοσμίους δυνάμεις. Εἰ οὐρανοῦ μέγεθος, μέ‐ τρον ἀνθρωπίνης διανοίας ἐκβαίνει· τῶν ἀϊδίων τὴν φύσιν τίς ἄρα ἐξιχνιάσαι δυνήσεται; Εἰ ὁ τῇ φθορᾷ
5ὑποκείμενος ἥλιος οὕτω καλὸς καὶ μέγας, ὀξὺς μὲν κινηθῆναι, εὐτάκτους δὲ τὰς περιόδους ἀποδιδοὺς, σύμμετρον μὲν ἔχων τὸ μέγεθος τῷ παντὶ, ὥστε μὴ ἐκβαίνειν τὴν πρὸς τὸ ὅλον ἀναλογίαν· τῷ δὲ κάλλει τῆς φύσεως οἷόν τις ὀφθαλμὸς διαυγὴς ἐμπρέπων
10τῇ κτίσει· εἰ ἀκόρεστος τούτου ἡ θέα, ποταπὸς τῷ κάλλει ὁ τῆς δικαιοσύνης ἥλιος; Εἰ τυφλῷ ζημία τοῦ‐ τον μὴ βλέπειν, ποταπὴ ζημία τῷ ἁμαρτωλῷ τοῦ ἀληθινοῦ φωτὸς στερηθῆναι; Εἰ γὰρ τὰ πρόσκαιρα τοιαῦτα, ποταπὰ τὰ αἰώνια; Καὶ εἰ τὰ ὁρώμενα οὕ‐
15τω καλὰ, ποταπὰ τὰ ἀόρατα, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Ὧν γένοιτο πάντας ἡμᾶς ἐπι‐ τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
22tΠΕΡΙ ΓΑΣΤΡΙΜΑΡΓΙΑΣ ΚΑΙ ΜΕΘΗΣ.
23tΛΟΓΟΣ Ιϛ.
24Μονότροπος ὁ τοῦ χριστιανισμοῦ βίος, ἀγαπη‐
25τοὶ, ἕνα σκοπὸν ἔχων, τὴν δόξαν Θεοῦ. Εἴτε γὰρ ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, φησὶν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος. Πολύτροπος δὲ καὶ ποικίλος ὁ τῶν ἔξωθεν βίος, ἄλλοτε ἄλλως πρὸς τὴν ἀρέσκειαν τῶν ἐντυγχα‐
30νόντων μεταπλασσόμενος. Εἰ οὖν μέλλοιμεν καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐνέξεσθαι, καὶ κατὰ τὴν ὑπάρχουσαν δύ‐ ναμιν τὰ πρὸς ἡδονὴν ἐπιζητεῖν, καὶ πρὸς ἐπίδειξιν παρασκευάζεσθαι, φοβοῦμαι, μὴ ἃ καταλύομεν, ταῦτα φανῶμεν οἰκοδομοῦντες, καὶ δι’ ὧν ἑτέρους
35κρίνομεν, ἑαυτοὺς κατακρίνωμεν, ἐσχηματισμένως τῷ βίῳ κεχρημένοι, καὶ ἄλλοτε ἄλλως μεταμορφού‐ μενοι, εἰ μὴ ἄρα καὶ τὰς ἐσθῆτας ἡμῶν διαμείψω‐ μεν, ὅταν τοῖς ὑπερηφάνοις περιτυγχάνωμεν. Εἰ δὲ αἰσχρὸν τοῦτο, πολλῷ αἴσχιον διὰ τοὺς τρυφῶντας
40τὴν τράπεζαν ἡμῶν μετασκευάζεσθαι. Πλήθει γὰρ βρωμάτων καὶ περιεργείᾳ πρὸς ἡδονὴν μετασκευά‐ ζων τοῦ ἀδελφοῦ σου τὴν τράπεζαν, κατηγορεῖς αὐ‐ τοῦ φιληδονίαν, καὶ καταχέεις αὐτοῦ γαστριμαργίας ὀνείδη δι’ ὧν παρασκευάζῃ, ἐλέγχων αὐτοῦ τὴν περὶ
45ταῦτα ἡδυπάθειαν. Τί οὖν ἡμῖν καὶ ταῖς πολυτε‐ λείαις; Ἐπεδήμησέ τις τῶν ξένων; εἰ μὲν ἀδελφὸς, καὶ τὸν αὐτὸν ἔχων σκοπὸν τοῦ βίου, τὴν οἰκείαν τράπεζαν ἐπιγνώσεται· ἃ γὰρ κατέλιπεν οἴκοι, ταῦ‐ τα παρ’ ἡμῖν εὑρήσει. Ἀλλὰ κέκμηκεν ἐκ τῆς ὁδοι‐

32

.

1316

(50)

πορίας; τοσοῦτον αὐτῷ προστίθεμεν, ὅσον τὸν κόπον παραμυθήσασθαι. Ἄλλος ἐλήλυθεν ἐκ τοῦ ἔξωθεν βίου; μαθέτω διὰ τῶν ἔργων, ὅσον ὁ λόγος αὐτὸν οὐκ
ἔπεισε, καὶ λαβέτω τύπον καὶ ὑπογραμμὸν τῆς ἐν

32

.

1317

ταῖς τροφαῖς αὐταρκείας. Ἐναπομεινάτω αὐτῷ ὑπο‐ μνήματα Χριστιανῶν τραπέζης, καὶ ἀνεπαισχύντου διὰ Χριστὸν πτωχείας. Εἰ δὲ οὐ προσέξει, ἀλλὰ κα‐ ταγελάσει, δεύτερον ἡμῖν οὐκ ὀχλήσει. Τὸ γὰρ περι‐
5τρέχειν ἡμᾶς διερευνωμένους τὰ μὴ πρὸς τὸ ἀναγ‐ καῖον ταῖς χρείαις ἐπιζητούμενα, ἀλλὰ πρὸς τὴν ὀλε‐ θρίαν ἡδονὴν καὶ βλαβερὰν κενοδοξίαν περινενοη‐ μένα, οὐ μόνον αἰσχρὸν ἡμῖν καὶ ἀσύμφωνον, ἀλλὰ καὶ βλάβην ἔχον οὐ τὴν τυχοῦσαν, ὅταν οἱ τρυφῶντες
10καὶ ταῖς ἡδοναῖς τῆς γαστρὸς τὴν μακαριότητα ὁρι‐ ζόμενοι, περὶ τὰς αὐτὰς φροντίδας καὶ ἡμᾶς ὁρῶσι στρεφομένους, περὶ ἃς ἐκεῖνοι ἐπτόηνται. Ἐσθίοντες δὲ, μὴ ἀργὸν τὸν νοῦν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχω‐ μεν, ἀλλὰ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν, καὶ τὴν
15τοῦ ὑποδεχομένου σώματος κατασκευὴν, ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα, παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. Τροφῆς δὲ ὥρα μία ἀπο‐ τεταγμένη ἤτω· ἡ αὐτὴ κατὰ περίοδον ἀπαντῶσα,
20ὡς ἐκ τῶν εἰκοσιτεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι μόλις ταύτην τὴν προσαναλισκομένην τῷ σώματι, τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐνεργείᾳ ἀπασχολεῖν.
26 Ὁ μὲν γὰρ ἄριστα βουλευόμενος, τῆς ψυχῆς ὅτι μάλιστα φροντίσει, καὶ τοῦτο διὰ πάντων πειρά‐ σεται σώζειν εἰλικρινές τε καὶ γνήσιον· τῆς σαρκὸς δὲ ἢ λιμῷ τηκομένης, ἢ κρυμῷ καὶ θάλπει προσ‐
30παλαιούσης, ἢ νόσοις ἀλγυνομένης, ἢ πασχούσης τι παρά τινων βίαιον, ὀλίγον ποιήσεται τὸν λόγον, καὶ οὐδὲ τοὺς ὑπὲρ τοῦ ζῇν κινδύνους προϊόντας ὁρῶν, φανήσεται δεδιώς. Εἰ δέ τις ἐθέλοι φείδεσθαι καὶ τοῦ σώματος, ὡς μόνου κτήματος αὐτῷ ἀναγ‐
35καίου ψυχῇ, καὶ συνεργοῦντος αὐτῇ πρὸς τὸ ζῇν ἐπὶ γῆς, μικρὰ πρὸς τὰς τούτου χρείας ἐπιστρα‐ φήσεται, καὶ ὥστε συνέχειν μόνον αὐτὸ, καὶ τῇ τῆς ψυχῆς ὑπηρεσίᾳ διὰ μετρίας ἐπιμελείας ἐῤῥω‐ μένον τηρεῖν, μὴ μέντοιγε ἐπιτρέπειν ὑπὸ κόρου
40σκιρτᾷν. Τούτοις μὲν γὰρ εὐήνιόν τε αὐτὸ καὶ κοῦ‐ φον ἀεὶ πρὸς τὴν οὐράνιον ὁδοιπορίαν ἐργάσεται, καὶ μᾶλλον εἰς τὰ προκείμενα κτήσεται συνεργόν. Εἰ δὲ ὑβρίζειν αὐτὸ συγχωρήσοι, καὶ πάντων ἐφ’ ἡμέραν ἐμπίπλασθαι, καθάπερ τι θηρίον ἀνήμερον·
45ὕστερον ταῖς βιαίοις αὐτοῦ πρὸς γῆν ἀνθολκαῖς συν‐ επισπασθεὶς, κείσεται στένων ἀνόνητα. Καὶ πρὸς τὸν Δεσπότην ἀχθεὶς, καὶ τῆς ἐπὶ γῆς πορείας τῆς ἐνδο‐ θείσης αὐτῷ τὸν καρπὸν ἀπαιτούμενος, εἶτα οὐκ ἔχων δοῦναι, θρηνήσει μακρὰ, καὶ σκότος οἰκήσει

32

.

1317

(50)

διηνεκὲς, πολλὰ τῇ τρυφῇ καὶ τῇ ταύτης πλάνῃ μεμφόμενος, ὑφ’ ἧς τὸν τῆς σωτηρίας ἐσυλήθη και‐ ρόν· οὐδὲν δὲ ἐκ τῶν δακρύων ἔσται κερδαίνων· Ἐν γὰρ τῷ ἅδῃ τίς ἐξομολογήσεταί σοι; φησὶν
ὁ Δαβίδ. Γαστὴρ συναλλάκτης ἐστὶν ἀπιστότατος,

32

.

1320

ταμεῖον ἀφύλακτον, πολλῶν ἐναποτιθεμένων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παρατεθέντα οὐ διασώζουσα. Τὰ τοίνυν εἰς βρῶσιν ἡμῖν ἐπινενοη‐ μένα καὶ πόσιν, καὶ πάντα, ὅσα πέρα τῆς χρείας ὁ
5πλοῦτος ὑβρίζων ἐμηχανήσατο πρὸς θεραπείαν τῆς ἀχαρίστου καὶ μηδὲν στεγούσης γαστρὸς, πότ’ ἂν ἡμετέρα γένοιτο, κἂν ἐπαντλῆται διηνεκῶς; ἅ γε μικράν τινα γεύσει μόνον ἐναποθέμενα κατὰ τὴν πάροδον ἡδονὴν, εὐθὺς ὡς ὀχληρὰ καὶ περιττὰ δυσ‐
10χεραίνομεν, ὡς εἰ τοῖς σπλάγχνοις ἐγχρονίσοι, τὰ μέγιστα περὶ τὸ ζῇν κινδυνεύσοντες Πολλοῖς γοῦν ὁ κόρος ἤγαγε θάνατον, καὶ τοῦ μηδενὸς ἀπολαύειν ἔτι γεγένηται πρόξενος. Ἡ γὰρ οἰκονομοῦσα τὸ ζῶον δύναμις αὐτάρκειαν μὲν καὶ λειότητα ῥᾳ‐
15δίως κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρεφομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων παραλα‐ βοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας μὴ ἐξαρκέσασα, τὰ ποικίλα γένη τῶν νοσημάτων ἐποίησεν. Ὁ κόρος ὕβρεώς ἐστιν ἀρχή. Εὐθὺς γὰρ συνεισπίπτει τῇ
20τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος ἀκολασίας βοσκηματώδους· ἔνθεν ἵπποι θηλυμανεῖς οἱ ἄνθρωποι, διὰ τὸν ἐκ τῆς τρυφῆς οἶστρον ἐπιγινόμενον τῇ ψυχῇ. Παρὰ τῶν μεθυόντων αἱ τῆς φύσεως ἐναλλαγαὶ, ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν
25δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητούντων. Ἐκ γὰρ τῆς παχείας τροφῆς, οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀνα‐ πεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν διακόπτουσι. Μὴ τοίνυν κολάκευέ σου τὴν σάρκα
30ὕπνοις καὶ λουτροῖς, καὶ μαλακοῖς στρώμασιν, ἀεὶ ἐπιλέγων τὸ ῥῆμα τοῦτο· Τίς ὠφέλεια ἐν τῷ αἵ‐ ματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Τί περιέπεις τὸ μικρὸν ὕστερον φθαρησόμενον; τί καταπιαίνεις σεαυτὸν καὶ περισαρκοῖς; Ἢ ἀγνοεῖς,
35ὅτι ὅσῳ παχυτέραν τὴν σάρκα ἑαυτῷ ποιεῖς, τοσούτῳ βαρύτερον τῇ ψυχῇ κατασκευάζεις τὸ δεσμωτήριον; τὸ γὰρ πλῆθος τῆς σωματικῆς δυνάμεως, ἐμπόδιόν ἐστι πρὸς τὴν σωτηρίαν τοῦ πνεύματος. Δεῖ τῇ γα‐ στρὶ τὰ ἀναγκαῖα ὑπηρετεῖν, οὐχὶ τὰ ἥδιστα, ὡς
40οἵγε τραπεζοποιούς τινας καὶ μαγείρους περινοοῦν‐ τες, καὶ πᾶσαν διερευνώμενοι γῆν τε καὶ θάλατταν, οἷόν τινι χαλεπῷ δεσπότῃ φόρους ἀπάγοντες· ἐλεεινοὶ τῆς ἀσχολίας, τῶν ἐν ᾅδου κολαζομένων οὐδὲν πά‐ σχοντες ἀνεκτότερον, ἀτεχνῶς εἰς πῦρ ξαίνοντες,
45καὶ κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετρημένον ἀν‐ τλοῦντες πίθον, οὐδὲν δὲ πέρας τῶν πόνων ἔχοντες. Ὥσπερ οὖν ἡ δίψα ἡδὺ τὸ ποτὸν εὐτρεπίζει, καὶ λι‐ μὸς ἡγησάμενος ἡδεῖαν παρασκευάζει τὴν τράπεζαν· οὕτω καὶ τὴν τῶν βρωμάτων ἀπόλαυσιν ἡ ἐγκράτεια

32

.

1320

(50)

φαιδρύνει. Μέσην γὰρ ἑαυτὴν παρενθεῖσα, καὶ τὸ
συνεχὲς τῆς τρυφῆς διακόψασα, ποθεινήν σοι τὴν

32

.

1321

μετάληψιν φανῆναι ποιήσει, ὥσπερ ἀπόδημον. Ὥστε εἰ βούλει σαυτῷ ἐπιθυμητὴν κατασκευάσαι τὴν τρά‐ πεζαν, δέξαι τὴν ἐκ τῆς ἐγκρατείας μεταβολήν. Σὺ δὲ ὑπὸ τοῦ σφόδρα τῆς τρυφῆς περιέχεσθαι, λέλη‐
5θας σεαυτῷ ἀμαυρῶν τὴν τρυφὴν, καὶ ὑπὸ φι‐ ληδονίας τὴν ἡδονὴν ἀφανίζων. Οὐδὲν γὰρ οὕτως ἐπι‐ θυμητὸν, ὃ μὴ τῇ συνεχείᾳ τῆς ἀπολαύσεως εὐκατα‐ φρόνητον γίνεσθαι πέφυκεν· ὧν δὲ σπανία ἡ κτῆ‐ σις, τούτων περισπούδαστος ἡ ἀπόλαυσις.
12 Οἱ γοῦν ἀρχομένης ἡμέρας περισκοποῦντες, ποῦ πότοι γίνονται, καὶ οἰνοπώλια καὶ καπηλεῖα περι‐ αθροῦντες, καὶ ἀλλήλους ἐπὶ τὸ πίνειν παραλαμ‐
15βάνοντες, καὶ πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν ἐπὶ τὴν τῶν τοιούτων φροντίδα καταναλίσκοντες, οὗτοι ὑπὸ τοῦ προφήτου καταθρηνοῦνται. Οὐ γὰρ ἄγουσι σχολὴν οἱ ὀφθαλμοὶ αὐτῶν ἀνανεῦσαι πρὸς τὸν οὐρα‐ νὸν, καὶ τὰ ἐν αὐτῷ κάλλη καταμαθεῖν· ἀλλ’ εὐθὺς
20ἀρχομένης ἡμέρας, κοσμοῦσιν ἑαυτῶν τὰ συμπόσια, σπουδήν τε καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτῆρας καὶ κρατῆρας καὶ φιάλας ὥσπερ ἐν πομπῇ τινι καὶ πανηγύρει διατιθέντες, ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον τὸν κό‐
25ρον αὐτοῖς ὑποκλέπτῃ, καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλ‐ λαγὴ καὶ μετάβασις ἱκανὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῇ· τάξις ἐν ἀταξίᾳ, καὶ διάθεσις ἐν ἀκόσμῳ ἐπινενοημένη. Πρὸς τούτοις ἅμιλλαι περὶ τοῦ πλείονος, φιλονεικίαι καὶ ἀγωνίσματα, ἀλλήλους
30ὑπερβάλλεσθαι φιλοτιμουμένων κατὰ τὴν μέθην. Καὶ ὁ ἀγωνοθετῶν αὐτοῖς, διάβολος, καὶ ἆθλον τῆς νίκης, ἡ ἁμαρτία. Ὁ γὰρ πλείονα τὸν ἄκρατον ἐγ‐ χεάμενος, οὗτος φέρεται κατὰ τῶν ἄλλων τὰ νικη‐ τήρια· φιλονεικοῦσι μὲν γὰρ ἀλλήλους, ἀμύνονται
35δὲ ἑαυτούς. Πάντα ἀλογίας γέμει, πάντα συγχύσεως· οἱ ἡττηθέντες μεθύουσιν, οἱ νικήσαντες μεθύουσιν, οἱ ὑπηρέται καταγελῶσιν. Ἡ χεὶρ ἀπείρηκε, τὸ στόμα οὐχ ὑποδέχεται, ἡ γαστὴρ διαῤῥήγνυται, καὶ τὸ κακὸν οὐχ ὑφίσταται. Τὸ ἄθλιον σῶμα τοῦ φυσι‐
40κοῦ τόνου παραλυθὲν, ἀπόῤῥυτόν ἐστι πανταχό‐ θεν, τὴν ἐκ τῆς ἀμετρίας βίαν μὴ ὑπομένον. Ἐλεεινὸν θέαμα! Ἀνὴρ ἀκμάζων καθ’ ἡλικίαν, στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, φοράδην οἴκαδε κομιζόμενος, μὴ δυνάμενος ὀρθοῦσθαι, μηδὲ τοῖς
45ἰδίοις ποσὶν ἐπιβῆναι. Ἀνὴρ φοβερὸς εἶναι ὀφείλων τοῖς πολεμίοις, γέλωτός ἐστιν ἀφορμὴ τοῖς κατ’ ἀγο‐ ρὰν παιδίοις· ἄνευ σιδήρου καταβέβληται, ἄνευ πο‐ λεμίων πεφόνευται. Ἀνὴρ ὁπλίτης, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ ἄνθος, οἴνου γέγονε παρανάλωμα, ἕτοιμος

32

.

1321

(50)

παθεῖν τοῖς ἐχθροῖς ὅσα καὶ βούλοιντο. Τίς ὁ τῶν κακῶν τούτων αἴτιος; τίς ὁ ταῦτα ἐπιβουλεύσας; Παράταξιν ἐποίησας τὸ συμπόσιον, ἐνέκρωσας τὴν ἀκμὴν τῆς νεότητος ἀπὸ οἴνου· καὶ καλεῖς μὲν ὡς
φίλον ἐπὶ τὸ δεῖπνον, ἐκβάλλεις δὲ νεκρὸν, οἴνῳ τὴν

32

.

1324

ζωὴν αὐτοῦ κατασβέσας. Τίνι διενήνοχας τῶν ἀλό‐ γων, ὦ ἄνθρωπε; οὐ τῇ δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαντός σε, ἄρχων καὶ κύριος ἐγένου πάσης τῆς κτίσεως; Ὁ τοίνυν ἀφελόμενος ἑαυτοῦ
5τὴν φρόνησιν διὰ τῆς μέθης, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Μᾶλλον δὲ καὶ τῶν βοσκημάτων φαίην ἂν ἔγωγε ἀλογωτέρους εἶναι τοὺς ἐν τῇ μέθῃ· διότι τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένας ἔχει τὰς
10πρὸς τὴν μίξιν ὁρμάς· οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυ‐ χὴν κατεχόμενοι, καὶ τὸ σῶμα τῆς παρὰ φύσιν θερ‐ μότητος ἀναπληρώσαντες, πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλο‐ κὰς συνελαύνονται. Ὥσπερ γὰρ ὕδωρ πολέμιόν ἐστι
15πυρὶ, οὕτως ἀμετρία οἴνου λογισμὸν κατασβέννυσι σώφρονα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει καὶ παρακούει ὡς ὁ μεθύων; Οὐχὶ ἀγνοεῖ μὲν τοὺς οἰ‐ κειοτάτους, προστρέχει δὲ τοῖς ἀλλοτρίοις ὡς τοῖς συνήθεσιν; οὐ τὰς σκιὰς διαπηδῶσιν οἱ τοιοῦτοι πολ‐
20λάκις, ὡς ὀχετοὺς ἢ φάραγγας; Ἤχων δὲ αὐτοῖς καὶ ψόφων τὰ ὦτα πεπλήρωται οἱονεὶ θαλάσσης κυμαι‐ νούσης· ἡ δὲ γῆ πρὸς τὸ ὄρθιον διανίστασθαι δοκεῖ, καὶ τὰ ὄρη περιτρέχειν κύκλῳ. Τούτοις ὕπνοι μὲν βαρεῖς, καὶ δυσανάφοροι, καὶ πνιγώδεις, καὶ τῷ ὄντι
25θανάτου γείτονες· αἱ δὲ γρηγορήσεις, τῶν ὕπνων ἀναισθητότεραι. Ἐνύπνιον γὰρ αὐτοῖς ἐστιν ὁ βίος, οἵ γε ἱμάτιον οὐκ ἔχοντες, οὐδ’ ὅ τι φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι καὶ στρατοπέδων ἄρχουσιν ἐν τῇ μέθῃ, καὶ πόλεις οἰκοδομοῦσι, καὶ χρήματα διανέμουσι. Τί ποιεῖς, ἄνθρωπε; Οἰκέτης δραπετεύει
30δεσπότην τύπτοντα· σὺ δὲ καὶ παραμένεις τῷ οἴνῳ, καθ’ ἑκάστην ἡμέραν τὴν κεφαλήν σου τύ‐ πτοντι; Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως, ἡ χρεία τοῦ σώματος. Ἐὰν δὲ ἔξω τῶν ὅρων γένῃ, αὔριον ἥξεις καρηβαρῶν, χασμώμενος, ἰλιγγιῶν, σεση‐
35πότος οἴνου ἀπόζων· πάντα σοι περιφέρεσθαι, πάντα δονεῖσθαι δόξει. Ὅταν γὰρ πλήρεις αἱ μήνιγγες γένωνται τῆς αἰθάλης, ἣν ὁ οἶνος ἐξατμιζόμενος ἀναφέρει, βάλλεται μὲν ὀδύναις ἀφορήτοις ἡ κεφα‐ λή· μένειν δὲ ὀρθὴ ἐπὶ τῶν ὤμων μὴ δυναμένη, ἄλ‐
40λοτε ἐπ’ ἄλλα καταπίπτει, τοῖς σπονδύλοις ἐν‐ ολισθαίνουσα. Ἡ δὲ πρὸς τὰς ἡδονὰς ἀκρασία, ἄντι‐ κρυς, ὥσπερ ἐκ πηγῆς τοῦ οἴνου φέρεται, καὶ συν‐ εισπίπτει τῷ ἀκράτῳ τῆς ἀσελγείας ἡ νόσος, πᾶσαν βοσκημάτων μανίαν ἐπὶ τὸ θῆλυ δευτέραν τῆς
45τῶν μεθυόντων ὕβρεως ἀποφαίνουσα. Διότι τὰ μὲν ἄλογα γνωρίζει τοὺς ὅρους τῆς φύσεως· οἱ δὲ μεθύοντες ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητοῦσιν. Οὕτω γὰρ τὴν ψυχὴν ἀπολωλό‐ τες, ὡς ὑπὸ πάσης κηλῖδος κατεστιγμένοι, ἔτι καὶ

32

.

1324

(50)

αὐτὴν τοῦ σώματος τὴν ἕξιν προσδιαφθείρονται· οὐ μόνον τῇ ὑπερβολῇ τῶν ἡδονῶν ἐξοιστρουσῶν ἐπὶ
λαγνείας ἐκτετηκότες καὶ διαῤῥέοντες, ἀλλὰ καὶ αὐ‐

32

.

1325

τῷ τῷ ὄγκῳ πεπλαδηκὸς καὶ βρυῶδες καὶ τοῦ ζω‐ τικοῦ τόνου λελυμένον τὸ σῶμα φέροντες. Τούτων πελιδνοὶ μὲν οἱ ὀφθαλμοὶ, ὕπωχρος δὲ ἡ ἐπιφάνεια, πνεῦμα προστετηκὸς, γλῶσσα παρειμένη, καὶ κραυ‐
5γὴ ἄσημος, ἀκροσφαλεῖς οἱ πόδες καθάπερ οἱ τῶν παίδων, ἐκκρίσεις δὲ τῶν περιττωμάτων αὐτόματοι ὥσπερ ἀπὸ ἀψύχων ῥέουσαι. Ἐλεεινοὶ τῆς τρυφῆς, ἐλεεινότεροι τῶν ἐν πελάγει χειμαζομένων, οὓς ἄλλα ἐξ ἄλλων διαδεχόμενα καὶ ἐπιβαπτίζοντα κύματα
10ἀναφέρειν οὐκ ἐπιτρέπει τοῦ κλύδωνος. Ὥσπερ γὰρ τὰ χειμαζόμενα πλοῖα ἐπειδὰν ὑπέραντλα γένηται, ἀναγκαίως τῇ ἐκβολῇ τοῦ φόρτου κουφίζεται· οὕτω καὶ τούτοις ἀναγκαῖαι τῶν βαρυνόντων αἱ ἀποθέσεις. Ἐμοῦντες γὰρ καὶ ἀποβλύζοντες, μόλις ἐλευθε‐
15ροῦνται τοῦ βάρους, τοσούτῳ τῶν δυσπλοούντων ἐλεεινότεροι, ὅσον οἱ μὲν ἀνέμους καὶ θάλασσαν καὶ τὰς ἔξωθεν ἀνάγκας ἐπαιτιῶνται· οἱ δὲ αὐθαίρετον ἐπισπῶνται τὸν ἐκ τῆς μέθης χειμῶνα. Καὶ οἱ μὲν δαιμονῶντες, ἐλεεινοί· οἱ δὲ μεθύοντες τὰ αὐτὰ πά‐
20σχοντες, οὐδὲ τοῦ ἐλεεῖσθαι ἄξιοι, αὐθαιρέτῳ δαίμονι προσπαλαίοντες. Οἳ καὶ μέθης συντιθέασι φάρμακα, οὐχὶ τοῦ μὴ παθεῖν τι δεινὸν ἀπὸ τοῦ οἴνου, ἀλλὰ τοῦ μὴ διαλιπεῖν μεθύοντες μηχανώμενοι. Καὶ τέλος οὐκ ἔστι τοῦ κακοῦ· αὐτὸς γὰρ ἑαυτὸν ὁ οἶνος ἐπὶ τὸ
25πλεῖον προάγει. Οὐ γὰρ τὴν χρείαν παραμυθεῖ‐ ται, ἀλλ’ ἑτέρου ποτοῦ χρείαν ἀπαραίτητον ἐμποιεῖ, ἐκκαίων τοὺς μεθύοντας, καὶ ἀεὶ πρὸς τὴν τοῦ πλείο‐ νος ἔφεσιν προσκαλούμενος. Καὶ ὥσπερ αἱ χαράδραι, ἕως μὲν ἂν αὐταῖς ἐπιῤῥέωσιν οἱ χείμαῤῥοι, πλήρεις
30εἶναι δοκοῦσι, παρελθούσης δὲ τῆς πλημμύρας, ξη‐ ραὶ καταλείπονται· οὕτω καὶ τοῖς οἰνόφλυξι τὸ στό‐ μα, ἐλλιμνάζοντος μὲν τοῦ οἴνου, πλῆρές ἐστί πως καὶ δίυγρον, μικρὸν δὲ παραδραμόντος, ξηρὸν καὶ ἄνικμον ἀπελέγχεται.
35 Πάντη οὖν ἀπέχεσθαι δεῖ τῶν ἐμποιούντων θό‐ λωσιν τῷ ἡγεμονικῷ. Ἐπειδὰν γὰρ πολὺς εἰσπέσῃ ὁ ἄκρατος, οἷόν τις τύραννος ἐπὶ τὴν ἀκρόπολιν ἀνα‐ δραμὼν, ἀπὸ τῆς ἄκρας κορυφῆς ἀσιγήτους θορύ‐ βους ἐμποιεῖ τῇ ψυχῇ, οὐδενὸς παρανόμου φειδόμε‐
40νος ἐπιτάγματος. Ἀλλ’ αὐτὸν δουλωσάμενος πρῶτον τὸν λογισμὸν, πᾶσαν τήν τε ἐκ παιδεύσεως ἐνυπάρ‐ χουσαν διακόσμησιν συγχεῖ καὶ ταράσσει, γέλω‐ τας κινῶν ἀπρεπεῖς, φωνὴν θορυβώδη, ὀργὰς προ‐ πετεῖς, ἐπιθυμίας ἀχαλινώτους, οἶστρον καὶ μανίαν
45ἐπὶ πᾶσαν παράνομον ἡδονήν. Διὰ τοῦτο μὴ πινέ‐ τωσαν, φησὶν, οἱ δυνάσται οἶνον, εἴτε οἱ ἀρχήν τινα πεπιστευμένοι, καὶ δημοσίων πραγμάτων οἰκονο‐ μίαν· εἴτε οἱ διὰ τὴν ἀκμὴν τῆς ἡλικίας ἐν δυνά‐ μει ὄντες σωματικῇ. Οἱ γὰρ τοιοῦτοι φύσει τυγχά‐

32

.

1325

(50)

νοντες πρὸς τὰς ὁρμὰς εὐερέθιστοι, ἐπειδὰν καὶ τὸ τοῦ οἴνου προσλάβωσιν ἔξαλμα, οἷόν τινα φλόγα
ἀφθόνῳ χορηγίᾳ τῆς καιομένης ὕλης, ἐπὶ τὸ μέγα

32

.

1328

ἐξαίρουσιν. Ὥσπερ γὰρ τὰ πλοῖα καταβαρυνόμενα τῷ φόρτῳ δυσάγωγά ἐστι καὶ εὔκολα πρὸς ναυ‐ άγιον· οὕτω καὶ τὰ σώματα, ὅσα πολλῇ καὶ δαψι‐ λεῖ τῇ τρυφῇ εἰς πολυσαρκίαν καταπεφόρτισται
5διὰ φιληδονίαν, τῷ βυθῷ τῆς ἀπωλείας ἐπινηχό‐ μενα φέρεται. Τί τὴν κατάραν τοῦ Κάϊν ἐφ’ ἑαυτὸν ἐπισπᾶσαι, μεθύων, τρέμων καὶ περιφερόμενος διὰ παντὸς τοῦ βίου; οὐ γὰρ ἔχον τὸ σῶμα τὸν ἐκ τῆς φύσεως στηριγμὸν, ἀναγκαίως περιδονεῖται καὶ κα‐
10τασείεται. Μέχρι τίνος ἡ μέθη; Κινδυνεύεις λοι‐ πὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου· οὕτως ὅλως ἀν‐ εμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπης αὐτῷ, ἐκ τῆς καθημερινῆς κραιπάλης οἴνου ἀπόζων, καὶ τούτου διεφθαρμένου, ὥσπερ τῶν ἀγγείων τὰ ἀχρηστότατα.
15Εἰ μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι, σὺ δὲ μεθύων ἔρχῃ ἐπὶ τὴν νηστείαν, τί σοι τὸ ὄφελος; εἰ γὰρ ἀποκλείει σε τῆς βασιλείας ἡ μέθη, ποῦ σοι λοιπὸν χρήσιμον τὸ νηστεύειν; Οὐχ ὁρᾷς καὶ τῶν ἵππων τοὺς ἀγωνιστὰς, πῶς οἱ ἐμπειρότατοι πωλο‐
20δάμναι, τῆς ἀγωνίας προσδοκωμένης, διὰ τῆς ἐνδείας προευτρεπίζουσι; σὺ δὲ ἐξεπίτηδες σεαυτὸν κατα‐ πιέζεις τῷ κόρῳ. Βαρουμένη γὰρ ἡ γαστὴρ, οὐχ ὅπως πρὸς δρόμον, ἀλλ’ οὐδὲ πρὸς ὕπνον ἐπιτηδεία· διότι καταθλιβομένη τῷ ἄχθει, οὐδὲ ἠρεμεῖν συγχω‐
25ρεῖται, ἀλλὰ ἀναγκάζεται πολλὰς ποιεῖσθαι τὰς περιστροφὰς ἐφ’ ἑκάτερα. Μὴ τοίνυν μυσταγωγείτω σε ἐπὶ νηστείαν ἡ μέθη. Οὐκ ἔστι διὰ μέθης εἴσοδος εἰς νηστείαν, οὐδὲ διὰ πλεονεξίας εἰς δικαιοσύνην, οὐδὲ δι’ ἀκολασίας εἰς σωφροσύνην, οὐδὲ, συλλή‐
30βδην εἰπεῖν, διὰ τῆς κακίας εἰς ἀρετήν. Μέθη εἰς ἀκολασίαν ἄγει, ἐπὶ νηστείαν ἡ αὐτάρκεια. Ὁ ἀθλῶν προγυμνάζεται, ὁ νηστεύων προεγκρατεύεται. Μὴ ὡς ἀμυνόμενος τὰς ἡμέρας, μὴ ὡς κατασοφιζόμενος τὸν νομοθέτην, τῶν πέντε ἡμερῶν τὴν κραιπάλην
35προαποτίθεσο. Καὶ γὰρ ἀνόνητα πονεῖς, τὸ μὲν σῶμα συντρίβων, μὴ παραμυθούμενος δὲ τὴν ἔνδειαν. Μέθη Κύριον οὐχ ὑποδέχεται, Πνεῦμα ἅγιον ἀπο‐ διώκει. Καπνὸς μὲν γὰρ φυγαδεύει μελίσσας, χαρί‐ σματα δὲ πνευματικὰ ἀποδιώκει κραιπάλη. Ἵνα δὲ
40μὴ τοῦτο πάθοιμεν, φύγωμεν τὸ τὴν ἀχάριστον θερα‐ πεύειν γαστέρα, ὅπως τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κρά‐ τος, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
45αἰῶνας τῶν αἰώνων. Ἀμήν.
48tΠΕΡΙ ΟΡΓΗΣ ΚΑΙ ΕΧΘΡΑΣ.
49tΛΟΓΟΣ ΙΖʹ.

32

.

1328

(50)

Μέγιστον κατηγόρημα Χριστιανοῦ, πρόχειρον

32

.

1329

εἶναι πρὸς ἄμυναν, καὶ παντὶ τρόπῳ ἐπινοεῖν κατὰ τῶν λελυπηκότων τὴν τῶν ὁμοίων ἀντίδοσιν. Πῶς γὰρ διδάξει ἕτερον, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδι‐ δόναι, ὁ πάντα ποιῶν εἰς τὸ ἀμύνασθαι καὶ ἀντιλυ‐
5πῆσαι τὸν βλάψαντα; μὴ μιμούμενος τὴν πραότητα τοῦ Δαβὶδ λέγοντος· Εἰ ἀνταπέδωκα τοῖς ἀνταπο‐ διδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Διὸ δεῖ τὸ μανικὸν καὶ ἔμπλη‐ κτον κίνημα τῆς ψυχῆς καταστέλλειν τῇ μνήμῃ τῶν
10μακαρίων τούτου ὑποδειγμάτων· πῶς πράως ἠνεί‐ χετο τῆς παροινίας τοῦ Σεμεεί. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέ‐ ρων τὴν ἔννοιαν. Ὅτι Κύριος, φησὶν, εἶπε τῷ Σε‐ μεεὶ καταράσασθαι τὸν Δαβίδ. Διόπερ ἀκούων, ἀνὴρ
15αἱμάτων καὶ ἀνὴρ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέ‐ πηνεν, ἀλλ’ ἑαυτὸν ἐταπείνωσεν, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως ἀπαντώσης. Πᾶς γὰρ ἔλεγχος ἐναργῶς καθαπτόμενος τοῦ ἐλεγχομένου, ἰσχυρῶς αὐτὸν βασανίζει, παριστὰς τὸ αἶσχος τοῦ ἁμαρτή‐
20ματος· ὥστε μεγάλα εὐεργετεῖν τὸν ἀναισθητοῦντα τῶν ἰδίων πταισμάτων, εἰς συναίσθησιν ἄγων καὶ μεταμέλειαν ἀληθινήν. Ποῖον γὰρ τραῦμα σωματικὸν οὕτω δριμεῖαν ἐμποιεῖ τὴν ὀδύνην, ὁποίαν βάσανον ἐμποιεῖ τῇ ψυχῇ λόγος καταπληκτικὸς, καθικνούμε‐
25νος τοῦ συνειδότος τῶν ἐνεχομένων τῇ αἰσχύνῃ τῶν κακῶς πεπραγμένων·
29Οὐχ οὕτω σώματος χαρακτὴρ ἴδιός τινος ἐνο‐
30μίσθη, ὡς τῆς φιλοθέου ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον. Πρέποι δ’ ἂν τῷ τοιούτῳ, τοὺς ἄλλους ἕλ‐ κειν πρὸς ἑαυτὸν, καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσιν, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ τρόπου χρη‐ στότητος ἀναπίμπλασθαι, αὐτὸν τοῖς ἄλλοις καθ‐
35ηγεῖσθαι ἐπὶ τὰ βέλτιστα, ἀλλ’ οὐχὶ ἀκολουθεῖν ἑτέ‐ ροις, ἐφ’ ἃ μὴ δεῖ· καὶ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν· μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυ‐ χῆς, εἴπερ οἷόν τε· αὐτὸν δὲ δι’ ἀνεξικακίας λύειν τὰ λυπηρά. Τὸ μὲν γὰρ ἀμύνεσθαι, παντός ἐστι τοῦ
40ὀργιζομένου· τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο ἑνός που μόνου, καὶ εἴ τις αὐτῷ τὴν ἀρετὴν παραπλήσιος. Οἷον γὰρ θέαμα! πῶς σε‐ μνὸν καὶ θαυμαστὸν καὶ μικροῦ τὴν φύσιν ἐκβαῖνον τὴν ἀνθρωπίνην, ἄνθρωπον πολλὰ λοιδορηθέντα, καί
45που καὶ πληγὴν δεξάμενον ἐπὶ κόῤῥης, καὶ ἄλλα μυρία παθόντα τῶν λόγῳ καὶ ἔργῳ πρὸς τὴν ἐσχάτην ἀτιμίαν φερόντων, μὴ ὑπερζέσαι θυμῷ, μηδὲ διαναστῆναι πρὸς ἄμυναν, ἀλλὰ πράως καὶ ἀοργήτως προσεύξασθαι ὑπὲρ τοῦ ὑβριστοῦ, ὥστε

32

.

1329

(50)

καὶ τὴν ἐπὶ τοῖς φθάσασιν αὐτῷ ἁμαρτίαν συγχω‐
ρηθῆναι, καὶ πρὸς τὸ ἑξῆς τῆς πρεπούσης παρὰ

32

.

1332

Θεοῦ ἐπιμελείας ἀξιωθῆναι! Νῦν δὲ ἡμεῖς μετὰ τῶν ἄλλων κακῶν κἀν τούτῳ μάλιστα ἁμαρτάνομεν, διώ‐ κοντες ἀνταπόδομα, οὐδὲ ἴσῳ τῷ μέτρῳ ἀντιδιδόν‐ τες, ἀλλὰ μεθ’ ὑπερβολῆς ἀμυνόμενοι, οὐκ ἐὰν
5ὑβρισθῶμεν μόνον, ἀλλ’ ἐὰν μὴ καὶ τιμηθῶμεν παρ‐ οξυνόμενοι· καὶ τοὺς ἔλαττον ἡμᾶς τιμῶντας, ὧν ἀξίους αὑτοὺς ὑπειλήφαμεν, ὡς ἐχθροὺς λογιζό‐ μενοι. Ὕβρισέ σε ὀργισθεὶς ὁ δεῖνα; στῆσον τῇ σιωπῇ
10τὸ κακὸν, καὶ μὴ ὥσπερ ῥεῦμα τὴν ἐκείνου ὀργὴν εἰς τὴν ἰδίαν καρδίαν ὑποδεξάμενος, τοὺς ἀνέμους μιμῇ, διὰ τῆς ἀντιπνοίας ἀντιδιδόντας τὸ ἐνεχθέν. Ἐκεῖνος ἐλοιδόρησε; σὺ εὐλόγησον. Ἐτύπτησεν ἐκεῖ‐ νος; σὺ ὑπόμεινον. Διαπτύει, καὶ τὸ μηδὲν ἡγεῖταί
15σε; σὺ ἔννοιαν λάβε σεαυτοῦ, ὅτι ἐκ γῆς ὑπέστης, καὶ εἰς γῆν πάλιν ἀναλυθήσῃ. Ἀφανῆ σε εἶπε, καὶ ἄδοξον, καὶ μηδένα μηδαμόθεν; σὺ καὶ γῆν εἰπὲ καὶ σποδὸν σεαυτόν. Οὐκ εἶ σεμνότερος τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ, ὃς ταῦτα ἑαυτὸν ἀπεκάλει. Ἀμαθῆ καὶ
20πτωχόν; σὺ δὲ σκώληκα σεαυτὸν εἰπὲ, καὶ ἀπὸ κοπρίας ἔχειν τὴν γέννησιν, τὰ τοῦ Δαβὶδ λέγων ῥήματα. Τούτοις πρόσθες καὶ τὸ τοῦ Μωϋσέως κα‐ λόν. Ἐκεῖνος ὑπὸ Ἀαρὼν καὶ Μαρίας λοιδορηθεὶς, οὐ κατ’ αὐτῶν ἐνέτυχε τῷ Θεῷ, ἀλλὰ προσηύχετο
25ὑπὲρ αὐτῶν. Καὶ σὺ τοίνυν, ἐὰν πένητά σε προσεί‐ πῃ, εἰ μὲν ἀληθῆ λέγει, κατάδεξαι τὴν ἀλήθειαν· εἰ δὲ ψεύδεται, τί πρὸς σὲ τὸ λεγόμενον; Μήτε πρὸς ἐπαίνους χαυνωθῇς, τοὺς ὑπὲρ τὴν ἀλήθειαν· μήτε πρὸς ὕβρεις ἀγριάνῃς, τὰς οὐχ ἁπτομένας σου. Οὐχ
30ὁρᾷς τὰ τοξεύματα, πῶς τῶν μὲν στεῤῥῶν καὶ ἀντι‐ τύπων πέφυκε διαπίπτειν, ἐν δὲ τοῖς ἁπαλοῖς καὶ ὑπείκουσι τὴν ὁρμὴν ὑπεκλύειν; Τί δέ σε ταράσσει ἡ προσηγορία τοῦ πένητος; Μνήσθητι τῆς φύσεως σεαυτοῦ· ὅτι γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, γυ‐
35μνὸς καὶ ἀπελεύσῃ. Τί δὲ γυμνοῦ πενιχρότερον; Οὐδὲν ἤκουσας δεινόν. Τίς ποτε ἀπήχθη διὰ πενίαν εἰς δεσμωτήριον; Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγενῶς τὴν πενίαν. Τί ὀργῆς ἀφρονέ‐ στερον; Ἐὰν μείνῃς ἀόργητος, ᾔσχυνας τὸν ὑβρί‐
40σαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. Ὡς γὰρ ὁ τύπτων τὸν μὴ ἀλγοῦντα, ἑαυτὸν τιμωρεῖται (οὔτε γὰρ τὸν ἐχθρὸν ἠμύνατο, καὶ τὸν θυμὸν οὐκ ἀνέπαυσεν)· οὕτως ὁ τὸν ἀλοιδόρητον ὀνειδίζων, παραμυθίαν εὑρεῖν τοῦ πάθους οὐ δύναται. Ἀμυνό‐
45μενος δὲ, καὶ εἰς ἴσον ἀντικαθιστάμενος τῷ λοιδόρῳ, τί καὶ ἀπολογήσῃ; Ὅτι παρώξυνε κατάρξας; Καὶ ποίας τοῦτο συγγνώμης ἄξιον; Οὐδὲ γὰρ ὁ πόρνος ἐπὶ τὴν ἑταίραν τὴν αἰτίαν μετατιθεὶς, ὡς πρὸς τὴν ἁμαρτίαν διερεθίσασαν, ἧττον τῆς κατακρίσεως

32

.

1332

(50)

ἀξιοῦται. Πονηρὸν ἡ ὕβρις; φεῦγε τὴν μίμησιν. Οὐ γὰρ δὴ τὸ ἕτερον κατάρξαι, ἱκανὸν εἰς παραίτησιν. Δικαιότερον μὲν οὖν, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπι‐ τεῖναι τὴν ἀγανάκτησιν· διότι ὁ μὲν οὐκ εἶχε τὸ σω‐
φρονίζον ὑπόδειγμα· σὺ δὲ βλέπων ἀσχημονοῦντα

32

.

1333

τὸν ὀργιζόμενον, οὐκ ἐφυλάξω αὐτοῦ τὴν ὁμοίωσιν, ἀλλ’ ἀγανακτεῖς καὶ χαλεπαίνεις, καὶ ἀνταγωνί‐ ζῃ· καὶ γίνεταί σου τὸ πάθος ἀπολογία τοῦ προ‐ λαβόντος. Εἰ μὲν πονηρὸν ὁ θυμὸς, τί οὐκ ἐξ‐
5έκλινας τὸ κακόν; Εἰ δὲ συγγνώμης ἄξιον, τί χαλε‐ παίνεις τῷ θυμουμένῳ; ἔοικε γάρ πως συνεξομοιοῦ‐ σθαι τῷ ματαιολογοῦντι ὁ ἀντιλέγων. Διόπερ, οἶμαι, ὁ σοφὸς παρεγγυᾷ Σολομὼν, μὴ ἀποκρίνασθαι τῷ ἄφρονι κατὰ τὴν ἐκείνου ἀφροσύνην. Ὥσπερ γὰρ
10ὁ βασιλικὴν εἰκόνα καθυβρίσας, ὡς εἰς αὐτὸν ἐξ‐ αμαρτήσας τὸν βασιλέα κρίνεται· οὕτω δηλονότι ὑπό‐ δικός ἐστι τῇ ἁμαρτίᾳ ὁ τὸν κατ’ εἰκόνα Θεοῦ γεγε‐ νημένον καθυβρίζων. Ἀνδρὶ θυμώδει μὴ συναυλίζου, φησί. Κακὸν
15γὰρ πρᾶγμα κυνὶ συνδεδέσθαι, καὶ διηνεκοῦς ὑλακῆς ἀπολαύειν. Φεῦγε τοίνυν τὰς μετ’ αὐτοῦ διατριβάς· ἀνάγκη γάρ σε μαθεῖν τι τῶν ἐκείνου ὁδῶν. Εἶπέ τι ὑβριστικὸν, ἐκίνησε καὶ τὸν ἐν σοὶ θυμόν. Ὥσπερ κυνὸς ὑλακὴ προκαλεῖται ἑτέρου κυνὸς θόρυβον, καὶ
20τὸν ἐν σοὶ θυμὸν τέως κοιμώμενον καὶ ἡσυχάζοντα ἡ ἐκείνου φωνὴ διήγειρε, καὶ γεγόνατε ἀλλήλοις ἀνθ‐ υλακτοῦντες· εἶτα ἀντικαταστάντες ἀλλήλοις, ὥσ‐ περ σφενδόνας ἀφίετε τῶν ῥημάτων τὰς ἀσχημο‐ σύνας. Εἶπέ τι ὑβριστικὸν ἐκεῖνος, ἀντέδωκας σὺ
25μείζονι ὑπερβολῇ, τὸν προλαβόντα μιμούμενος. Λα‐ βὼν ἐκεῖνος τὴν ἐκ τοῦ λόγου τοῦ ὑβριστικοῦ ἀν‐ τίδοσιν, οὐκ ἔστη τῆς ὁρμῆς, ἀλλ’ ἐστράφη, καὶ ἐκορύφωσε τὴν ἑαυτοῦ ἁμαρτίαν· μείζων ἠβουλήθη γενέσθαι ἐκ τοῦ εἰπεῖν τι χαλεπώτερον. Σὺ δεξάμε‐
30νος πάλιν, ὑπερυψώθης, καὶ γέγονε κακῶν φιλονει‐ κία. Ὁ δὲ ἐν κακῶν ἁμίλλαις νικῶν, οὗτος ἀθλιώτε‐ ρός ἐστιν. Ἐπειδὰν γὰρ ἅπαξ παρωσάμενον τοὺς λογισμοὺς τὸ τοῦ θυμοῦ πάθος, καὶ τὴν δυναστείαν τῆς ψυχῆς παραλάβῃ, ἀποθηριοῖ παντελῶς τὸν ἄν‐
35θρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεῖ· ὅπερ γὰρ τοῖς ἰοβόλοις ἐστὶν ἰὸς, τοῦτο τοῖς παροξυνθεῖσιν ὁ θυμός. Λυσσῶσιν ὥσπερ οἱ κύνες, ᾄττουσιν ὥσπερ οἱ σκορπίοι, δάκνουσιν ὥσπερ οἱ ὄφεις. Ἀγνοοῦσι μὲν γὰρ αὑτοὺς πρῶτον οἱ ὀργιζόμενοι, ἔπειτα καὶ
40πάντας ὁμοίως τοὺς ἐπιτηδείους. Διὰ θυμὸν καὶ ξί‐ φος ἀκονᾶται, καὶ θάνατος ἀνθρώπου ἐκ χειρὸς ἀν‐ θρωπείας τολμᾶται. Διὰ τοῦτον ἀδελφοὶ μὲν ἀλλήλους ἠγνόησαν· γονεῖς δὲ καὶ τέκνα τῆς φύσεως ἐπελά‐ θοντο· καὶ ὥσπερ αἱ χαράδραι πρὸς τὰ κοῖλα συῤ‐
45ῥέουσαι τὸ προστυχὸν παρασύρουσιν· οὕτω καὶ αἱ τῶν ὀργιζομένων ὁρμαὶ βίαιοι καὶ ἀκάθεκτοι διὰ πάντων ὁμοίως χωροῦσιν. Οἱονεὶ γὰρ οἴστρῳ τῇ μνή‐ μῃ τῶν λελυπηκότων περικεντούμενοι, σφαδάζοντος
αὐτοῦ τοῦ θυμοῦ καὶ πηδῶντος, οὐ πρότερον ἀπο‐

32

.

1336

λήγουσι, πρὶν ἢ κακόν τι δοῦναι τῷ παροξύναντι. Ὅταν γὰρ ὥσπερ φλὸξ ὕλης ἀφθονίᾳ τοῖς παροξύ‐ νουσιν ὁ θυμὸς ἐξαφθῇ, τότε δὴ, τότε, τὰ οὔτε λό‐ γῳ ῥητὰ, οὔτε ἔργῳ φορητὰ, ἐπιδεῖν ἔστι θεά‐
5ματα· χεῖρας μὲν διηρμένας κατὰ τῶν ὁμοφύλων, πόδας δὲ ἀφειδῶς ἐναλλομένους, πᾶν δὲ τὸ φανὲν ὅπλον τῇ μανίᾳ γενόμενον. Ἐὰν δὲ καὶ ἐκ τοῦ ἐναν‐ τίου τὸ ἴσον κακὸν ἀντιστρατευόμενον εὕρωσιν, ὀργὴν ἄλλην καὶ μανίαν ὁμότιμον· οὕτω δὴ συμπε‐
10σόντες ἔδρασαν ἀλλήλοις καὶ ἔπαθον, ὅσα εἰκὸς τοὺς ὑπὸ τοιούτῳ δαίμονι στρατηγουμένους παθεῖν. Αἱ γὰρ πρὸς ἀλλήλους λύπαι, καὶ μικροψυχίαι, παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι· προϊόντος δὲ τοῦ χρόνου, ὑπὸ φιλονεικίας αὐξόμε‐
15ναι, εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασιν. Ἕως γὰρ ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον αὔξεσθαι.
20 Ἂν τοίνυν ἴδῃς τὸν θυμούμενον τοὺς ὀδόντας παραθήγοντα, ἐνθυμήθητι ὅτι συῒ ἔοικεν ὁ τοιοῦτος, τὸν ἔνδοθεν θυμὸν διὰ τῆς τῶν ὀδόντων παρατρίψεως ὑπεκφαίνων. Ἐν γὰρ ἁμίλλαις πονηραῖς ἀθλιώτε‐ ρος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλέον ἔχων τῆς
25ἁμαρτίας. Ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως. Τί γὰρ τὸν Φινεὲς ἐδικαίωσεν; οὐχ ἡ δικαία ὀργὴ κατὰ τῶν πορνευσάντων; ὃς τὰ πολλὰ ἐπιεικὴς ὢν καὶ πραῢς, ἐπειδὴ εἶδε τὴν πορνείαν τοῦ Ζαμβρῆ καὶ τῆς Μαδιανίτιδος ἀναφανδὸν καὶ ἀπηρυθρια‐
30σμένως γινομένην, οὐ συγκαλυπτόντων αὐτῶν τὴν ἀσχήμονα θέαν τῆς αἰσχύνης, οὐκ ἀνασχόμενος, εἰς δέον ἐχρήσατο τῷ θυμῷ, δι’ ἀμφοῖν ἐλάσας τὸν σει‐ ρομάστην. Ἡλίας δὲ ὁ ζηλωτὴς, πεντήκοντα καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῆς αἰσχύνης, καὶ
35τετρακοσίους ἄνδρας ἱερεῖς τῶν ἄλσεων, ἐσθίοντας τράπεζαν Ἰεζάβελ, λελογισμένῳ θυμῷ καὶ σώφρονι εἰς ὄφελος παντὸς τοῦ Ἰσραὴλ ἐθανάτωσεν. Οὕτω γίνεται πολλάκις ὁ θυμὸς ἀγαθῶν πράξεων ὑπηρέτης. Ἥδιον γοῦν ἄν τις ἴδοι ὀργιζόμενον τὸν ἀγαπώμενον,
40ἢ θεραπεύοντα ἕτερον. Τούτους καὶ ἡμεῖς ζηλῶσαι σπουδάσωμεν, καὶ μὴ καθ’ ἡμῶν, ἀλλὰ κατὰ τοῦ διαβόλου τὸν θυμὸν ὁπλίζωμεν μόνον, εἴ γε τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν βουλοίμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ
45κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
48tΠΕΡΙ ΦΘΟΝΟΥ ΚΑΙ ΒΑΣΚΑΝΙΑΣ.
49tΛΟΓΟΣ ΙΗʹ

32

.

1336

(50)

Πολλὴν ἡμῖν ἐμποιεῖ τὴν ἀνίαν τοῦ κατασχόντος

32

.

1337

καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν Ἐκκλη‐ σίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιάζονται. Ἤνοιξαν γὰρ πάντες ἀφειδῶς τὰ στόματα κατὰ τῶν ὁμοδούλων. Λαλεῖται τὸ ψεῦδος ἀφόβως, ἡ ἀλήθεια
5συγκεκάλυπται· καὶ οἱ μὲν κατηγορούμενοι κατα‐ δικάζονται ἀκρίτως, οἱ δὲ κατηγοροῦντες πιστεύον‐ ται ἀνεξετάστως. Καὶ πολὺς ἤδη ὁ χρόνος παρῴχη‐ κεν, ἐν ᾧ τυπτόμενοι ὑπὸ τῶν διαβολῶν, φέρομεν τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενοι ὅτι ἔχο‐
10μεν Κύριον τὸν τῶν κρυπτῶν γνώστην μάρτυρα τῆς συκοφαντίας. Ἐπειδὴ δὲ πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν·
15τούτου ἕνεκεν παρακαλῶ τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν, ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντως παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, Οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶ‐ τον ἀκούσῃ, καὶ γνῷ τί ποιεῖ. Πρὸς δὲ τὰ προβαλ‐
20λόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. Καὶ εἰ μὲν εὕρητε παρ’ ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγό‐ ροις ἡμῶν ὡς ἀληθεύουσι. Τὰ γὰρ στόματα αὐτῶν
25ἐπισχεθῆναι διὰ τῶν ἡμετέρων λόγων ἀμήχανον. Μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν, καὶ μείζονα καὶ χαλεπώτερα καθ’ ἡμῶν κατασκευάζειν, καὶ στηλιτεύειν, καὶ κατ‐ ηγορεῖν. Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ
30πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν, καὶ, κἂν ἡμεῖς σιωπήσωμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. Αἰτοῦμαι δὲ πρὸ πάντων ὑμᾶς, τούς τε νῦν ἀκουσομένους, καὶ τοὺς εἰς ὕστερον ἐντευξομένους, μὴ τῷ πλήθει διακρίνειν
35ἐθέλειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον συνάψαντας· μήτε μὴν ἀξιώμασι προσ‐ έχοντας, ἀμαυροῦσθαι τὴν διάνοιαν, ἢ τῇ τάξει τῶν προλαβόντων τὸ πλέον νέμοντας, ἀποφράττειν τὰς ἀκοὰς τοῖς ὑστέροις. Δεῖ γὰρ τὸν ἀκροατὴν τὴν
40ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάσσειν τῷ μὴ παρ‐ όντι, τὸ τοῦ Ἀλεξάνδρου ποιοῦντα. Καὶ γὰρ ἐκεῖ‐ νόν φασι, διαβαλλομένου τινὸς τῶν συνήθων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἀνεῖναι τῷ διαβάλλοντι, τὴν δὲ ἑτέραν ἐπιμελῶς ἐπιφράξασθαι τῇ χειρὶ, ἐν‐
45δεικνύμενον, ὅτι δέοι τὸν ὀρθῶς κρίνειν μέλλοντα, μὴ ὅλον εὐθὺς τοῖς προλαβοῦσιν ἀπάγεσθαι, ἀλλὰ τὸ ἥμισυ τῆς ἀκροάσεως ἀκέραιον διασώζειν πρὸς ἀπολογίαν τῷ μὴ παρόντι Καὶ γὰρ πεφύκασί πως ταῖς μεγάλαις δυνα‐ στείαις αἱ ἀνελεύθεροι αὗται παραφύεσθαι θεραπεῖαι· οἳ, διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ δι’ οὗ γνωρισθῶ‐

32

.

1337

(50)

σιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι.
Καὶ ὥσπερ οἱ γῦπες πρὸς τὰ δυσώδη φέρονται, πολ‐

32

.

1340

λοὺς μὲν λειμῶνας, πολλοὺς δὲ ἡδεῖς καὶ εὐώδεις τό‐ πους ὑπεριπτάμενοι· καὶ αἱ μυῖαι τὸ μὲν ὑγιαῖνον παρατρέχουσι, πρὸς δὲ τὸ ἕλκος ἐπείγονται· οὕτω καὶ οἱ βάσκανοι, τὰς μὲν τοῦ βίου λαμπρότητας καὶ
5τὰ μεγέθη τῶν κατορθουμένων οὐδὲ προσβλέπουσι, τοῖς δὲ σαθροῖς ἐπιτίθενται. Τοὺς οὖν ὀρθὰ φρο‐ νοῦντας τὸ τοῦ Ἀλεξάνδρου ποιεῖν προσήκει· ὃς ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβου‐ λεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμα‐
10κον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὡς ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγί‐ νωσκε, καὶ τὸ φάρμακον ἔπινεν. Οἱ τοίνυν τῷ πλη‐ σίον καταχέοντες λοιδορίας, τὸν δὲ τῶν λεγομένων ἔλεγχον μὴ ἐπάγοντες, φανήσονται πάντως πονηρὰν
15ἑαυτοῖς προσηγορίαν ἐπενεγκόντες ἐκ τῆς ἀτόπου τῶν λόγων χρήσεως. Τὸν γὰρ διαβάλλοντα πῶς ἄλ‐ λως προσῆκεν ὀνομάζειν, ἢ οὐχὶ ἣν ἐξ αὐτοῦ τοῦ πράγματος ἐπιτηδεύει προσηγορίαν ἑαυτῷ τιθεμέ‐ νους; Μήτε οὖν ὁ λοιδορῶν διάβολος ἔστω, ἀλλ’
20ἀδελφὸς, ἐν ἀγάπῃ νουθετῶν, καὶ ἐπὶ διορθώσει ἐπάγων τὸν ἔλεγχον· μήτε ὑμεῖς λοιδοριῶν γένησθε ἀκροαταὶ, ἀλλ’ ἐλέγχων δοκιμασταί· μήτε οἱ λοιδο‐ ρούμενοι ἀνιάτρευτοι καταλειφθῶσι, μὴ φανερου‐ μένης τῆς ἁμαρτίας αὐτῶν. Ἐλεγχθέντες μὲν γὰρ,
25καὶ αὐτοὶ τὴν ἁμαρτίαν αὐτῶν ἐπιγνώσονται· καὶ ὑμεῖς μετὰ τοὺς ἐλέγχους συγγνώμην ἕξετε παρὰ τῷ Κυρίῳ, ἐκ τῆς τῶν ἁμαρτωλῶν κοινωνίας ἑαυτοὺς ὑποστέλλοντες· καὶ οἱ ἐλέγξαντες μισθὸν ἕξουσιν, ὡς τὴν κεκρυμμένην κακίαν δημοσιεύσαντες.
30Ἐὰν δὲ πρὸ τῶν ἐλέγχων καταδικάζητε, αὐτοὶ μὲν οὐδὲν ἔσονται ἠδικημένοι, ἐκτὸς τοῦ ζημιωθῆναι τὸ πάντων ἡμῖν τιμιώτατον κτῆμα, τὴν πρὸς ὑμᾶς ἀγάπην· ὑμεῖς δὲ καὶ τοῦτο αὐτὸ πείσεσθαι, αὐτοὺς οὐκ ἔχοντες, καὶ τῷ Εὐαγγελίῳ δόξετε μάχε‐
35σθαι τῷ εἰπόντι· Μὴ ὁ νόμος ὑμῶν κρίνει τὸν ἄν‐ θρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ πρῶτον καὶ γνῷ τί ποιεῖ; Μὴ ταῦτα, ἀδελφοὶ τιμιώτατοι, μὴ ἀνά‐ σχησθε τούτων, μηδὲ παραλογίσασθε ἡμῶν τὴν πα‐ ράκλησιν ταύτην, ἵνα μὴ φθάσῃ εἰς ἡμᾶς ἡ φοβερὰ
40τοῦ Κυρίου ἡμῶν προφητεία, εἰπόντος· Ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Ὥσπερ γὰρ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα· οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα,
45Καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ τὸ μὴ φθονεῖν, οὕτως ἀκολουθεῖ τῷ διαβόλῳ ἡ βασκανία. Καὶ ὥσπερ ἰὸς τὸν σίδηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν
ἐξαναλίσκει. Μᾶλλον δὲ, ὥσπερ τὰς ἐχίδνας φασὶ τὴν

32

.

1341

κυήσασαν αὐτὰς γαστέρα διεσθιούσας ἀπογεν‐ νᾶσθαι· οὕτω καὶ ὁ φθόνος τὴν ὠδίνουσαν ψυχὴν πέφυκε διασπᾷν. Ὁ βασκαίνων μίαν ἀναμένει τοῦ κακοῦ ῥᾳστώνην, εἴ πού τινα ἴδοι καταπεσόντα τῶν
5φθονουμένων. Οὗτος ὅρος τοῦ μίσους, ἄθλιον ἰδεῖν ἐκ μακαρίου τὸν βασκαινόμενον, ἐλεεινὸν γενέσθαι τὸν ζηλωτόν. Τότε σπένδεται καὶ φίλος ἐστὶν, ὅταν δακρύοντα ἴδῃ, ὅταν πενθοῦντα θεάσηται· καὶ εὐ‐ θυμοῦντι μὲν οὐ συνευφραίνεται, ὀδυρομένῳ δὲ συν‐
10δακρύει. Καὶ τὴν μεταβολὴν τοῦ βίου, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε, κατοικτίζεται, οὐχ ὑπὸ φιλανθρωπίας καὶ τοῦ συμπαθὴς εἶναι, ἐξαίρων τῷ λόγῳ τὰ πρό‐ τερα, ἀλλ’ ἵνα βαρυτέραν αὐτῷ κατασκευάσῃ τὴν συμφοράν. Τοιοῦτος ἦν ὁ Σαοὺλ, ὃς τῶν εὐεργεσιῶν
15τὰς ὑπερβολὰς ἀφορμὴν τοῦ πολέμου πρὸς τὸν Δα‐ βὶδ ἐποιήσατο, καὶ ἐπειρᾶτο δόρατι διαπεῖραι τὸν εὐεργέτην. Σὺν αὐτῷ γὰρ τῷ στρατῷ ἐκ τῶν πολε‐ μίων περισωθεὶς, καὶ τῆς ἐπὶ τῷ Γολιὰθ αἰσχύνης ἀπαλλαγεὶς, αὐτόχειρ γενέσθαι, καὶ ἐξ ἐνέδρας ἀν‐
20ελεῖν ἐπεχείρησεν· εἶτα φυγάδα καταστήσας, οὐδὲ οὕ‐ τω τὴν ἔχθραν ἔστησεν, ἀλλὰ τὸ τελευταῖον ἐκστρα‐ τεύσας ἐπ’ αὐτὸν τρισχιλίοις λογάσι, τὰς ἐρημίας διηρευνᾶτο. Ὥς γε παρ’ αὐτὸν τὸν καιρὸν τῆς δι‐ ώξεως καταληφθεὶς, ἕτοιμος εἰς σφαγὴν προκείμενος
25τῷ ἐχθρῷ, πάλιν περισωθεὶς ὑπὸ τοῦ δικαίου, ἐπ‐ αγαγεῖν αὐτῷ τὰς χεῖρας διαφυλαξαμένου, οὐδ’ ὑπὸ ταύτης τῆς εὐεργεσίας ἐκάμφθη· ἀλλὰ καὶ πάλιν ἐστρατολόγει, καὶ πάλιν ἐδίωκεν, ἕως καὶ δεύτερον ἁλοὺς ὑπὸ τοῦ αὐτοῦ ἐν τῷ σπηλαίῳ, τοῦ μὲν τὴν ἀρε‐
30τὴν λαμπροτέραν ἀπέδειξεν, ἑαυτοῦ δὲ τὴν πονηρίαν καταφανεστέραν ἐποίησεν. Οὕτω καὶ περὶ τὸν Ἰω‐ σὴφ οἱ ἀδελφοὶ διατίθενται, οὐκ εἰδότες ὅ τι πράτ‐ τουσιν. Εἰ μὲν γὰρ ἀληθῆ τὰ ἐνύπνια τοῦ Ἰωσὴφ, τίς μηχανὴ μὴ οὐχὶ πάντως ἐκβῆναι τὰ προῤῥηθέντα;
35εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνειράτων ὄψεις, ἀντὶ τίνος βασκαίνουσι τῷ σφαλλομένῳ; Ἀλλ’ ὄντως ἴδιόν τι πά‐ θος ἐστὶ τοῦ διαβόλου ὁ φθόνος, ὁ ἐκλαληθῆναι μὴ δυνάμενος, ὁ ἰατρείαν οὐκ ἐπιδεχόμενος. Ὁ κεφα‐ λαλγῶν λέγει τῷ ἰατρῷ τὴν κεφαλαλγίαν· ὁ φθόνον
40νοσῶν τί εἴπῃ; Λυπεῖ με τὰ τοῦ ἀδελφοῦ ἀγαθά; Ἡ μὲν ἀλήθεια αὕτη, τὰ δὲ ῥήματα ἕκαστος ἐπαισχύ‐ νεται. Τί στενάζεις; ἴδιον κακὸν, ἢ ἀλλότριον ἀγαθόν; Ὄντως ἴδιόν ἐστι κακὸν τοῦ διαβόλου ὁ φθόνος. Καθά‐ περ γὰρ τῶν βελῶν τὰ βιαίως φερόμενα, ἐπειδὰν
45καρτερῷ τινι καὶ ἀντιτύπῳ προσπέσῃ, ἐπὶ τὸν προ‐ έμενον ἐπανέρχεται· οὕτω τὰ τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινόμενον, αὐτοῦ πληγαὶ γίνονται τοῦ βασκάνου. Πολλὰ μὲν γὰρ ἔνεστι τῇ βασκανίᾳ κακὰ, ἓν δὲ χρήσιμον, ὅτι κακόν ἐστιν αὐ‐

32

.

1341

(50)

τῷ τῷ κεκτημένῳ, καὶ μᾶλλον δαπανῶν τὴν καρδίαν, ἢ ὁ ἰὸς τὸν σίδηρον. Ὁ γὰρ βασκαίνων, αὐτὸν μὲν τὸν
βασκαινόμενον ὀλίγα βλάπτει, ἑαυτὸν δὲ δαπανᾷ τῇ

32

.

1344

λύπῃ καὶ τῷ στεναγμῷ ἐπὶ τῇ εὐημερίᾳ τοῦ πλησίον, καὶ τὸν μὲν πλοῦτον τοῦ γείτονος οὐκ ἠλάττωσεν, ἑαυτὸν δὲ τῇ βασκανίᾳ κατεδαπάνησεν. Ὥσπερ οὖν τὴν εὐκατάπρηστον ὕλην ἐπιμελὲς ἡμῖν ὅτι ποῤῥω‐
5τάτω τοῦ πυρὸς ἀποτίθεσθαι, οὕτω χρὴ, καθ’ ὅσον οἷόν τε, τῆς τῶν βασκάνων ὁμιλίας τὰς φιλίας ἀπ‐ άγειν, ἔξω τῶν τοῦ φθόνου βελῶν ἑαυτοὺς ποιοῦντας. Τοὺς μὲν γὰρ κύνας τρέφοντες ἡμεροῦμεν· τὸν δὲ βάσκανον εὐεργετοῦντες χαλεπώτερον ἀπεργαζόμεθα.
10Οὐ γὰρ χαίρει ἐφ’ οἷς ἂν πάθῃ χρηστοῖς, ἀλλὰ λυ‐ πεῖται τῇ ἑτέρων εὐπορίᾳ, ὅτι ἔχουσιν ὕλην ὅθεν αὐτῷ τὴν χρείαν πληρώσουσιν. Αἱ παρδάλεις φυσικήν τινα ἔχουσι πρὸς τὸν ἄνθρωπον ὀργὴν, καὶ πεφύκασι μάλιστα τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι.
15Οἱ οὖν καταπαίζοντες τῆς μανίας τοῦ θηρίου, ἐν χάρτῃ εἰκόνα προδεικνύουσιν ὡς ἄνθρωπον. Ἡ δὲ ὑπὸ τῆς ἄγαν ὀργῆς μὴ λογιζομένη, ὡς ἄνθρωπον σπαράσσει τὸν χάρτην, κἀκεῖ δείκνυσι τὸ μισάνθρω‐ πον. Οὕτω καὶ ὁ διάβολος ἐν τῇ εἰκόνι τὸ μισόθεον
20ἔδειξεν, ἐπειδὴ Θεοῦ προσάψασθαι οὐκ ἐδύνατο.
23 Τοιγαροῦν βούλομαί σε φυγεῖν τῶν κακούργων τὴν μίμησιν, ἄνθρωπε, καὶ ἐν ἀσθενεῖ ζώῳ πολὺ τὸ
25πανοῦργον καὶ ἐπίβουλον καταμαθόντα· οἷόν τι λέγω· Ὁ καρκίνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου· ἀλλὰ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου· ἀῤῥαγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο. Διὸ καὶ ὀστρακόδερμον
30προσηγόρευται. Καὶ ἐπειδὴ δύο κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τὸ ὄστρεον περιπτύσσονται, ἀναγκαίως ἄπρακτοί εἰσιν αἱ χηλαὶ τοῦ καρκίνου. Τί οὖν ποιεῖ; Ὅταν ἴδῃ ἐν ἀπηνέμοις χωρίοις μεθ’ ἡδονῆς διαθαλπόμενον, καὶ πρὸς τὴν ἀκτῖνα τοῦ
35ἡλίου τὰς πτύχας ἑαυτοῦ διαπλῶσαν, τότε δὴ λάθρα ψηφῖδα παρεμβαλὼν, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως διὰ τῆς ἐπινοίας περισχόμενος. Αὕτη ἡ κακία τῶν μήτε λόγου μήτε φωνῆς μετεχόντων. Τοιοῦτός ἐστιν ὁ πρὸς
40τὸν ἀδελφὸν πορευόμενος δόλῳ, καὶ ταῖς τοῦ πλησίον ἀκαιρίαις ἐπιτιθέμενος, καὶ ταῖς ἀλλοτρίαις συμφο‐ ραῖς ἐντρυφῶν. Ἀλλ’ οὐκ ἂν παρέλθοιμι τὸ τοῦ πο‐ λύποδος δολερὸν καὶ ἐπίκλοπον, ὃς ὁποίᾳ ποτ’ ἂν ἑκάστοτε πέτρᾳ περιπλακῇ, τὴν ἐκείνης ὑπέρχεται
45χρόαν. Ὥστε τοὺς πολλοὺς τῶν ἰχθύων ἀπροόπτως νηχομένους τῷ πολύποδι περιπίπτειν, τῇ πέτρᾳ δῆθεν, καὶ ἕτοιμον γίνεσθαι θήραμα τῷ πανούργῳ. Τοιοῦτοί εἰσι τὸ ἦθος οἱ τὰς ἀεὶ κρατούσας δυναστείας ὑπερχόμενοι, καὶ πρὸς τὰς ἑκάστοτε χρείας μεταρμο‐

32

.

1344

(50)

ζόμενοι, μὴ ἐπὶ τῆς αὐτῆς προαιρέσεως βεβηκότες, ἀλλ’ ἄλλοι καὶ ἄλλοι ῥᾳδίως γινόμενοι, καὶ πρὸς τὴν ἑκάστου ἀρέσκειαν τὰς γνώμας μετατιθέμενοι. Οὓς οὐδὲ ῥᾴδιον ἐκκλῖναι, οὐδὲ τὴν ἀπ’ αὐτῶν φυλάξασθαι βλάβην, διὰ
τὸ ἐν τῷ προσχήματι τῆς φιλίας βαθέως κατεσκευ‐

32

.

1345

ασμένην τὴν πονηρίαν κατακεκρύφθαι. Τὸ γὰρ μῖσος ἐν τῷ βάθει κατέχοντες, ἀγάπῃ δεικνύουσι κατα‐ κεχρωσμένην τὴν ἐπιφάνειαν, κατὰ τὰς ὑφάλους πέ‐ τρας, αἳ βραχεῖ ὕδατι καλυπτόμεναι, κακὸν ἀπροόρα‐
5τον τοῖς ἀφυλάκτοις γίνονται. Χρὴ τοίνυν πρὸς τὰς διαβολὰς μὴ ἀποσιωπᾷν, οὐχ ἵνα διὰ τῆς ἀντιλογίας ἑαυτοὺς ἐκδικῶμεν, ἀλλ’ ἵνα μὴ συγχωρῶμεν εὐ‐ οδωθῆναι τῷ ψεύδει, καὶ τοὺς ἠπατημένους μὴ ἐναφῶμεν τῇ βλάβῃ. Τρισὶ γὰρ ὁμοῦ προσώποις τὴν
10βλάβην προστρίβεται ὁ διαβάλλων τόν τε γὰρ συκο‐ φαντούμενον ἀδικεῖ, καὶ πρὸς οὓς ὁ λόγος ἐστὶν αὐτῷ, καὶ αὐτὸς ἑαυτόν. Τὸ μὲν οὖν συκοφαντεῖν καὶ διαβάλλειν τινὰς ἐξ ἀκολάστου γλώσσης καὶ γνώμης ἀγνώμονος, πονηρῶν καὶ φιλαπεχθημόνων ἀνθρώπων
15ἔργον εἰδότες· τὸ δὲ, τοὺς ἐκ διαβολῆς δόξαντας εἶναι πονηροὺς, πάσῃ προθυμίᾳ πειρᾶσθαι τὸ ψεῦδος τοῖς ἐλέγχοις ἀποτρέπειν, ἀνδρῶν σωφρόνων, καὶ μετὰ τῆς ἰδίας εὐβουλίας τὴν τῶν πολλῶν ἀσφάλειαν περὶ πολλοῦ ποιουμένων. Τὴν μὲν τῶν προτέρων
20κακίαν ἐκφύγωμεν, τῶν δὲ μὴ τοιούτων τὴν πολι‐ τείαν ἐκζηλώσωμεν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
27tΠΕΡΙ ΣΩΦΡΟΣΥΝΗΣ ΚΑΙ ΑΚΟΛΑΣΙΑΣ.
28tΛΟΓΟΣ ΙΘʹ.
29Ὁ τῶν Μακεδόνων Ἀλέξανδρος, τὰς θυγατέ‐
30ρας Δαρείου αἰχμαλώτους λαβὼν, θαυμαστόν τι οἷον τὸ κάλλος παρέχειν μαρτυρουμένας, οὐδὲ προσιδεῖν ἠξίωσεν, αἰσχρὸν εἶναι λέγων, τὸν ἄνδρας ἑλόντα, γυναικῶν ἡττηθῆναι. Τουτὶ δὲ εἰς ταυτὸν ἐκείνῳ φέρει τὸ παράγγελμα, ὅτι Ὁ ἐμβλέψας πρὸς τὸ
35ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν· ἤγουν ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναικὶ, κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσῃ, ἀλλὰ τῷ γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παρα‐ δέξασθαι, οὐκ ἀφίεται τοῦ ἐγκλήματος. Εἰ οὖν αἱ ἀπὸ ταυτομάτου συντυχίαι τοῖς περιέργως κατασκο‐
40ποῦσι τοσοῦτον ἔχουσι κίνδυνον, πόσον αἱ κατ’ ἐπι‐ τήδευσιν γινόμεναι ἀπαντήσεις, ὥστε ἰδεῖν γυναῖκας ἀσχημονούσας καὶ κατασχηματιζομένας πρὸς ἔκλυ‐ σιν, καὶ μέλη τεθρυμμένα ᾀδούσας, δυνάμενα καὶ μόνον ἀκουσθέντα πάντα οἶστρον ἡδονῆς ἐμποιῆσαι
45τοῖς ἀκολάστοις; Τί τοίνυν ἐροῦσιν, ἢ τί ἀπολογή‐ σονται, οἱ ἐκ τοιούτων θεαμάτων μυρίον ἐσμὸν τῶν κακῶν συλλεξάμενοι; Οὐκοῦν ὑπόδικοί εἰσι κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ Κυρίου, τῷ κρί‐ ματι τῆς μοιχείας. Ἔστι γὰρ καὶ λόγῳ πορνεῦ‐

32

.

1345

(50)

σαι, καὶ ὀφθαλμῷ μοιχεῦσαι, καὶ δι’ ἀκοῆς μολυν‐
θῆναι, καὶ τῇ καρδίᾳ μιάσματα δέξασθαι, καὶ τῇ

32

.

1348

περὶ τὴν βρῶσιν καὶ πόσιν ἀμετρίᾳ ἐκπεσεῖν τῶν ὅρων τῆς σωφροσύνης. Ὁ δὲ ἐν τούτοις πᾶσιν ὑπὸ τὸν κανόνα τῆς παρθενίας ἑαυτὸν ἐγκρατείᾳ φυ‐ λάσσων, ἀληθῶς δείκνυσι τελείαν ἑαυτῷ διὰ πάντων
5ἐξηρτισμένην τῆς παρθενίας τὴν χάριν. Ἐὰν δὲ ἐπαγγελλόμενός τις τῷ τῆς παρθενίας ὀνόματι, ἔργῳ τὰ τῶν γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ ἐκ τῆς παρθενίας σεμνὸν διώκων, τοῦ δὲ καθ’ ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος.
10 Οὐχ ὁ ἀνωμάλως οὖν ἔχων περὶ τὴν σωφροσύ‐ νην, καθαρός· ἀλλ’ ὁ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας τῷ πνεύματι. Ὁ δὲ σωφροσύνης ἐρῶν, τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσων, παρ’ αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδασκέσθω πράξεις, εὑ‐
15ρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς τὰς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακεί‐ μενον. Προτροπὴ γὰρ πρὸς σωφροσύνην ὁ βίος τοῦ Ἰωσὴφ, καὶ πρὸς ἀνδρίαν παράκλησις τὰ τοῦ Σαμ‐ ψὼν διηγήματα. Σώφρονα δὲ λέγομεν, οὐχ ᾧ ἀπεμα‐
20ράνθησαν ὑπὸ γήρως, ἢ νόσου, ἢ ὑπὸ ἄλλου τινὸς συμπτώματος αἱ τῆς ἀκολασίας ὀρέξεις. Τούτῳ γὰρ ἡ μὲν κακία ἐνυπάρχει· ἡ δὲ ἐνέργεια ἐκ τῆς τῶν ὀργάνων ἀσθενείας παραποδίζεται. Ἀλλὰ σω‐ φροσύνη ἐστὶν ἀληθὴς ἐπιστημονικὴ δύναμις, ἐντυ‐
25πωθεῖσα τῇ ψυχῇ διὰ βάθους, καὶ τὰ ἐνυπάρχοντα ἴχνη τῶν αἰσχρῶν κινημάτων ἐξαφανίζουσα. Οὐδὲ γὰρ ἐπὶ σωφροσύνῃ ἐπαινεῖσθαι προσήκει τοὺς ἀπο‐ κοπτομένους τὰ μόρια. Οὐδὲ γὰρ τοὺς ἵππους ὡς μὴ κερατίζοντας ἐπαινοῦμεν, ἀλλὰ τούτους μὲν, εἰ μὴ
30λακτίζουσιν, ἐπαινέσομεν· τοῖς δὲ βουσὶν, εἰ μὴ κε‐ ρατίζουσι, τῆς ἡμερότητος ἀποδεξόμεθα. Οὐ γὰρ ἐν ᾧ μὴ δύναταί τις, ἀλλ’ ἐν ᾧ δυνάμενος οὐκ εἰς ἀδι‐ κίαν κέχρηται τῇ δυνάμει, θαυμάζεται. Καὶ ἡ ἐν γήρᾳ σωφροσύνη, οὐ σωφροσύνη, ἀλλὰ ἀκολασίας
35ἀδυναμία. Νεκρὸς οὐ στεφανοῦται· οὐδεὶς δίκαιος, δι’ ἀδυναμίαν κακοῦ. Ἅπαν μὲν οὖν κολάζειν τὸ σῶμα καὶ κατέχειν, ὥσπερ θηρίου τὰς ὁρμὰς, προσ‐ ῆκε, καὶ τοὺς ἀπ’ αὐτοῦ θορύβους ἐγγινομένους τῇ ψυχῇ οἱονεὶ μάστιγι τῷ λογισμῷ καθικνουμένους
40κοιμίζειν· ἀλλὰ μὴ πάντα χαλινὸν ἡδονῆς ἀνέντας περιορᾷν τὸν νοῦν, ὥσπερ ἡνίοχον, ὑπὸ δυσηνίων ἵππων ὕβρει φερόμενον, παρασυρόμενον ἄγεσθαι· καὶ τοῦ Πυθαγόρου μεμνῆσθαι, ὃς τῶν συνόντων τινὰ καταμαθὼν γυμνασίοις τε καὶ σιτίοις ἑαυτὸν εὖ
45μάλα κατασαρκοῦντα, οὕτως ἔφη· Οὐ παύσῃ χαλε‐ πώτερον σεαυτῷ κατασκευάζων τὸ δεσμωτήριον; Διὸ δὴ καὶ Πλάτωνά φασι τὴν ἐκ σώματος βλάβην προ‐ ειδόμενον, τὸ νοσῶδες χωρίον τῆς Ἀττικῆς τὴν Ἀκαδημίαν καταλαβεῖν ἐξεπίτηδες, ἵνα τὴν εὐπά‐

32

.

1348

(50)

θειαν τοῦ σώματος, οἷον ἀμπέλου τὴν εἰς τὰ περιττὰ
φορὰν, περικόπτῃ. Ἐγὼ δὲ καὶ σφαλερὰν εἶναι τὴν

32

.

1349

ἐπ’ ἄκρον εὐεξίαν ἰατρῶν ἤκουσα. Καὶ γὰρ ἡ ἄγαν τοῦ σώματος ἐπιμέλεια αὐτῷ τε ἀλυσιτελὴς τῷ σώ‐ ματι, καὶ πρὸς τὴν ψυχὴν ἐμπόδιόν ἐστι· τό γε ὑπο‐ πεπτωκέναι τούτῳ καὶ θεραπεύειν, μανία σαφής.
5Παντὸς τοίνυν ὑπεροπτέον τοῦ σώματος τῷ μὴ ὡς ἐν βορβόρῳ ταῖς ἡδοναῖς αὐτοῦ κατορωρύχθαι μέλ‐ λοντι, ἢ τοσοῦτον ἀνθεκτέον αὐτοῦ, ὅσον, φησὶ Πλά‐ των, ὑπηρεσίαν φιλοσοφίας κτωμένους, ἐοικότα που λέγων τῷ Παύλῳ, ὃς παραινεῖ μηδεμίαν χρῆναι τοῦ
10σώματος ἔχειν πρόνοιαν εἰς ἐπιθυμιῶν ἀφορμήν.
13 Ἀλλὰ τὰ μὲν ἡμέτερα τοιαῦτα. Γυναῖκες δὲ ἀκόλαστοι, ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ
15πυρὸς τοῦ αἰωνίου καταφρονήσασαι, ἐν ἡμέρᾳ τοι‐ αύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀνα‐ στάσεως καθῆσθαι ἐν τοῖς οἴκοις, καὶ ἔννοιαν λαμ‐ βάνειν τῆς ἡμέρας ἐκείνης, καθ’ ἣν ἀνοιγήσονται μὲν οἱ οὐρανοὶ, ἐπιφανήσεται δὲ ὁ Κριτὴς ἐξ οὐρανῶν,
20καὶ σάλπιγγες Θεοῦ, καὶ ἀνάστασις νεκρῶν, καὶ κρίσις δικαία, καὶ ἀντίδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ· ἀντὶ τοῦ ταῦτα ἔχειν ἐν τοῖς διαλογισμοῖς, καὶ ἐκκαθαίρειν μὲν αὐτῶν τὰς καρδίας ἀπὸ πονη‐ ρῶν ἐνθυμήσεων, ἐξαλείφειν δὲ τοῖς δάκρυσι τὰ
25προημαρτημένα, ἑτοιμάζεσθαι δὲ πρὸς ἀπάντησιν τοῦ Χριστοῦ κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφα‐ νείας αὐτοῦ, ἀποσεισάμεναι τὸν ζυγὸν τῆς δουλείας τοῦ Χριστοῦ, καὶ ῥίψασαι ἀπὸ τῶν κεφαλῶν τὰ τῆς εὐσχημοσύνης καλύμματα, καὶ καταφρονήσασαι
30τοῦ Θεοῦ, καταφρονήσασαι τῶν ἀγγέλων αὐτοῦ, κατ‐ αναισχυντήσασαι πάσης ἄῤῥενος ὄψεως, σοβοῦσαι τὰς κόμας, σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, πᾶσαν νέων ἀκολασίαν ἐφ’ ἑαυτὰς προσ‐ καλούμεναι, ἐν τοῖς πρὸ τῆς πόλεως Μαρτυρίοις
35χοροὺς συστησάμεναι, ἐργαστήριον τῆς οἰκείας αὐτῶν ἀσχημοσύνης τοὺς ἡγιασμένους τόπους πε‐ ποίηνται. Ἐμίαναν μὲν τὸν ἀέρα τοῖς ᾄσμασι τοῖς πορνικοῖς, ἐμίαναν δὲ τὴν γῆν τοῖς ἀκαθάρτοις πο‐ σὶν, ἣν ἐν ταῖς ὀρχήσεσι κατεκρότησαν· θέατρον
40ἑαυταῖς νεανίσκων ὄχλον παραστησάμεναι, σοβάδες ὄντως καὶ παράφοροι παντελῶς, μανίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπουσαι. Γελᾷς, εἰπέ μοι, καὶ τέρπῃ τέρψιν ἀκόλαστον, δακρύειν δέον καὶ στένειν ἐπὶ τοῖς φθάσασιν; ᾄσματα πόρνης φθέγγῃ, ἐκβαλοῦσα
45τοὺς ψαλμοὺς καὶ τοὺς ὕμνους οὓς ἐδιδάχθης; κινεῖς πόδας καὶ ἐξάλλῃ ἐκμανῶς, καὶ χορεύεις ἀχόρευτα, δέον τὰ γόνατα κάμπτειν πρὸς τὰς προσκυνήσεις; Τίνας ὀδύρωμαι; τὰς κόρας τὰς ἀπειρογάμους, ἢ τὰς ἐν τῷ ζυγῷ τοῦ γάμου κατεχομένας; Αἱ μὲν γὰρ

32

.

1349

(50)

ἐπανῆλθον, τὴν παρθενίαν οὐκ ἔχουσαι, αἱ δὲ τὴν σωφροσύνην τοῖς ἀνδράσιν οὐκ ἐπανήγαγον· εἰ γάρ πού τινες καὶ τῷ σώματι τὴν ἁμαρτίαν διέφυγον, ἀλλὰ πάντως γε ταῖς ψυχαῖς τὴν φθορὰν ὑπεδέξαντο.
Διὰ τοῦτο πᾶσα γυνὴ κακῶς κεχρημένη τῇ περι‐

32

.

1352

βολῇ τῆς ἐσθῆτος, προσδοκάτω αὐτῆς τὴν ἀφαίρεσιν. Ἐπειδὴ γὰρ πορεύονται ἅμα σύρουσαι τοὺς χιτῶνας, ὡς μὴ χρώμεναι τῷ ἱματισμῷ, ἀλλὰ παραχρώμεναι, κελεύονται γυμνωθῆναι τῆς δόξης τοῦ ἱματισμοῦ.
5Ἀφαιρεῖται μέντοι καὶ ἀφ’ ἡμῶν τὴν δόξαν τοῦ ἱμα‐ τισμοῦ ὁ Κύριος, ἐὰν ἀναξίως αὐτῷ κεχρημένοι φα‐ νῶμεν, καταπατοῦντες αὐτὸν, καὶ τῶν σαρκικῶν μολυσμάτων ἀναπιμπλάντες. Τίς δὲ ὁ τοιοῦτος ἱμα‐ τισμός; φησίν. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, ὃν ἀφαιρεῖ Κύριος ἀπὸ τῶν δι’ ἁμαρτιῶν τὸ σῶμα καταπατούντων, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγουμένων.
10 Αἱ τοίνυν ἐπὶ τῷ τοῦ σώματος κάλλει μέγα φρονοῦσαι γυναῖκες, ὑπεραίρουσιν ἑαυτὰς τῶν λοι‐ πῶν, ματαίῳ φρυάγματι κεχρημέναι, καὶ ἐπαιρό‐ μεναι πράγματι ταχὺ ἀπανθοῦντι καὶ ἀποῤῥέοντι· ὑψηλόν τε τὸν τράχηλον φέρουσιν, ὑπὲρ τοῦ πᾶσιν
15αὐτῶν τὰ πρόσωπα εἶναι καταφανῆ. Ἡ μέντοι σεμνὴ καὶ κοσμία, εἰς γῆν κατανεύουσα ὑπὸ αἰδοῦς, ἐπὶ τὰ κάτω καθελκόμενον ἔχει τὸ πρόσωπον· ἡ δὲ ἄσεμνος καὶ πολλοὺς ἀγρεῦσαι τῇ παγίδι τοῦ κάλ‐ λους προαιρουμένη, πορεύεται ὑψηλῷ τῷ τραχήλῳ,
20καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τὴν ἀσέλγειαν τῆς ψυχῆς καταμηνύει τῷ βλέμματι, ἰόν τέ τινα φθαρ‐ τικὸν ἐξαποστέλλει τοῖς ὄμμασιν· ὁποῖον δή τι καὶ ὁ περὶ τοῦ βασιλίσκου κατέχει λόγος, ὅν φασι καὶ ἐκ μόνης τῆς ὄψεως διαφθείρειν τοὺς θεαθέντας.
25Ἐπειδὴ δέ ἐστί τινα χρώματα πρὸς κόσμον ταῖς γυναιξὶν ἐπιτηδευόμενα τοῦ προσώπου, λευκόν τε, καὶ ἐρυθρὸν, καὶ ἕτερον μέλαν ὂν (τὸ μὲν λευκό‐ τητα τοῦ σώματος καταψεύδεται, τὸ δὲ ἐρυθρὸν ταῖς παρειαῖς ἐπανθεῖ, τὸ δὲ μέλαν μηνοειδῶς τὰς ὀφρῦς
30τοῖς ὀφθαλμοῖς περιγράφει)· καὶ αὐτὰ περιαιρήσειν ὁ Κύριος ἀπειλεῖ, ἵνα μὴ κλέπτηται, φησὶν, ἡ σωφροσύνη τῶν ἀνδρῶν, μηδὲ ταῖς ζωγραφίαις ταύ‐ ταις ἐλεεινῶν νεωτέρων ὀφθαλμοὶ συναρπάζωνται· αἱ γὰρ πονηραὶ τῶν γυναικῶν διαθέσεις, τὰς ἀσθε‐
35νεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσιν. Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χηρείας, καὶ παρὰ τοῖς ἀλόγοις, τοῦ ἐν ταῖς πολυγαμίαις ἀπρεποῦς προτιμότερον. Οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται· αἱ δὲ
40μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται. Ἀλλὰ τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτε συζευχθέντος τὴν πρὸς ἕτερον κοινωνίαν ἀπαρ‐
45νουμένην. Τί οὖν ἡμῶν γένοιτ’ ἂν ἐλεεινότερον, μὴ μόνον τὴν αὐτὴν τοῖς ἀλόγοις περὶ τοὺς ὁμόζυγας μὴ ἐπιδεικνυμένων στοργὴν, ἀλλὰ καὶ τὴν ἐναντίαν τῶν τοῦ Κυρίου ἐντολῶν ὁδευόντων, ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ σοφίσμασι χρωμάτων,

32

.

1352

(50)

τὴν σωφροσύνην ὑποκλεπτομένων; Ἃ πάντως ἀφαι‐ ρεθήσεται τότε, ὅτε γυμνὰ πάντα παρίσταται τῷ Κριτῇ· ὅτε ὀφρὺς συμπεπτωκυῖα, καὶ παρειὰ κατ‐
ηφὴς, καὶ χρῶμα πελιδνὸν ὑπὸ τοῦ φόβου καθίστα‐

32

.

1353

ται· καὶ ἀπολήψεται ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ. Ἅπερ ἐν διανοίᾳ λαβόντες, ἀγαπητοὶ, σπεύσωμεν ὡς ἔστι καιρὸς, κατὰ τὰ δοκοῦντα τῷ Θεῷ πολι‐ τεύεσθαι, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχω‐
5μεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
7tΠΕΡΙ ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗΣ ΚΑΙ ΚΕΝΟΔΟΞΙΑΣ.
8tΛΟΓΟΣ Κʹ.
9Ἀμήχανον τὸν μὴ καταδεξάμενον τὸ πρὸς πάν‐
10τας ὑποδεὲς καὶ ἔσχατον, δυνηθῆναί ποτε ἢ λοιδορού‐ μενον θυμοῦ κρατῆσαι, ἢ θλιβόμενον διὰ μακροθυ‐ μίας περιγενέσθαι τῶν πειρασμῶν. Ὁ δὲ τὴν ἄκραν ταπείνωσιν κατορθώσας, ἐν ταῖς λοιδορίαις πλείονα ἑαυτοῦ καταγνοὺς τὴν εὐτέλειαν, οὐ κινηθήσεται τὴν
15ψυχὴν ὑπὸ τῶν ῥημάτων τῆς ἀτιμίας. Ἀλλ’ ἐὰν μὲν ἀκούσῃ πένης, οἶδεν ἑαυτὸν πτωχὸν ὄντα καὶ πάντων ἐνδεῆ, καὶ τῆς καθ’ ἡμέραν παρὰ τοῦ Κυρίου χορη‐ γίας δεόμενον. Ἐὰν δὲ ἀκούσῃ δυσγενὴς καὶ ἐξ ἀφανῶν, προειλημμένον ἔχει ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ
20ἐκ πηλοῦ γεγενῆσθαι· καὶ ἁπαξαπλῶς, μέγας ἐκεῖνος παρὰ Θεῷ ὁ ταπεινοφρόνως κατακλιθεὶς τῷ πλησίον, καὶ ἀνεπαισχύντως ἐφ’ ἑαυτὸν καταδεξάμενος τὰ ἐγκλήματα, κἂν μὴ ἀληθῆ ᾖ, ὑπὲρ τοῦ τὸ μέγα ὄφελος χαρίσασθαι τὴν εἰρήνην τῷ ἀδελφῷ. Ὁμοίως
25γάρ ἐστι χαλεπὸν, ἔν τε δυσκολίαις πραγμάτων ἀτα‐ πείνωτον τὴν ψυχὴν διασώσασθαι, καὶ ἐν ταῖς περι‐ φανείαις μὴ ἐπαρθῆναι. Τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερήφανα ἤθη, ἑαυτῶν ὑπεροπτικώτερα πέφυκε γίνεσθαι. Τῷ δὲ ταπεινῷ καὶ καταβεβλημένῳ φρο‐
30νήματι ἕπεται στυγνὸν ὄμμα καὶ εἰς γῆν συννενευκὸς, σχῆμα ἠμελημένον, κόμη αὐχμηρὰ, ἐσθὴς ῥυπῶσα· ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατ’ ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεται. Χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι
35ζῶσμα, μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον ὥστε διαῤῥεῖν τὸν χιτῶνα, βλακικὸν γάρ. Καὶ τὸ βάδισμα μήτε νωθρὸν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν· μηδ’ αὖ σφοδρὸν καὶ σεσοβημέ‐ νον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν.
40Σκοπὸς δὲ ἐσθῆτος εἷς, ὥστε κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες. Μήτε δὲ ἐν χρώ‐ ματι, τὸ ἀνθηρὸν διωκέσθω· μήτε ἐν τῇ κατασκευῇ, τὸ λεπτὸν καὶ μαλακόν. Τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐ‐ χροίας περισκοπεῖν, ἴσον γυναικείῳ καλλωπισμῷ, ὃν
45ἐκεῖναι ἐπιτηδεύουσιν ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. Ἀλλὰ μὴν καὶ πα‐ χύτητος οὕτως ὁ χιτὼν ὀφείλει ἔχειν, ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. Καὶ ὑπό‐ δημα, τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ

32

.

1353

(50)

τὴν χρείαν ἀποπληροῦν. Γυμνάσιον γὰρ ταπεινοφρο‐ σύνης ἐστὶν ἡ ἐν τοῖς εὐτελεστέροις πράγμασι δια‐ τριβὴ, τὸ πάθος τῆς φιλοδοξίας θεραπεύουσα. Κενό‐ δοξος δέ ἐστιν, ὁ ψιλῆς ἕνεκεν τῆς τοῦ κόσμου δόξης
ποιῶν τι ἢ λέγων. Οἷον, ὁ ποιῶν ἐλεημοσύνην εἰς τὸ

32

.

1356

δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων, ἀπέχει τὸν μισθὸν, καὶ οὐκ ἔστιν ἐλεήμων οὐδὲ κοινωνικός. Καὶ ὁ σω‐ φρονῶν εἰς τὴν ἀνθρωπίνην ἀρέσκειαν, οὐκ ἔστι σώφρων, οὐ τὴν ἀρετὴν διώκων, ἀλλὰ τὴν ἀπ’ αὐτῆς
5δόξαν θηρώμενος. Ἐξῆν γὰρ τῷ Ἀνανίᾳ τὴν ἀρχὴν μὴ ἐπαγγείλασθαι τῷ Θεῷ τὴν κτῆσιν· ἀλλ’ ἐπειδὴ πρὸς τὴν ἀνθρωπίνην ἀπιδὼν δόξαν, τὸ μὲν κτῆμα διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ ἀφιέρωσεν, ὡς ἂν θαυ‐ μασθείη παρὰ τῶν ἀνθρώπων ἐπὶ τῇ φιλοτιμίᾳ, τοῦ
10τιμήματος δὲ ἐνοσφίσατο· τοιαύτην ἐκίνησε καθ’ ἑαυτοῦ τοῦ Κυρίου τὴν ἀγανάκτησιν, ἧς ὑπηρέτης ὁ Πέτρος ἦν, ὡς μηδὲ μετανοίας προθεσμίαν εὑρεῖν. Ὁ γὰρ ἀντιτασσόμενος ὑπερηφάνοις Κύριος, καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, οὗτος ἐπαγγέλλεται
15τὴν ὕβριν τῶν ὑπερηφάνων ταπεινώσειν. Ὁ οὖν ταπεινῶν τοὺς ὑπερηφάνους, ῥύεται μὲν αὐτοὺς ἐκ τῆς πρὸς τὸν διάβολον ὁμοιότητος, ὅς ἐστι πατὴρ τῆς ὑπερηφανίας, ἐνάγει δὲ αὐτοὺς πρὸς τὸ μαθη‐ τεύεσθαι τῷ εἰπόντι· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός
20εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Τί μέγα φρονεῖς ἐπὶ σεαυτῷ, ὡς κόπτοντι ἔθνη, καὶ καθαιροῦντι δυνα‐ στείας τῶν πόλεων; Ἦ οὕτως γ’ ἂν καὶ ἡ ἀξίνη μέγα φρονείη, ὡς τὰ ὑπέρογκα τῶν δένδρων εἰς γῆν καταβάλλουσα· καὶ ὁ πρίων, ὡς τὰ συνεστῶτα καὶ
25ἡνωμένα τῶν ξύλων διαιρῶν. Ἀλλ’ οὔτε ἡ ἀξίνη ἄνευ τῶν χειρῶν κόπτει, οὔτε ὁ πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν.
29Κἂν τὸν πέλας ἁμαρτάνοντα θεωρήσῃς, μὴ
30τοῦτο μόνον αὐτοῦ σκοπήσῃς· ἐνθυμήθητι δὲ καὶ ὅσα πέπραχεν ἢ πράττει καλῶς, καὶ πολλάκις εὑρήσεις αὐτὸν ἀμείνονα σεαυτοῦ, διὰ πάντων ἐξετάζων καὶ μὴ μερικὰ ψηριζόμενος. Οὐδὲ γὰρ Θεὸς μερικῶς ἐξετάζει τὸν ἄνθρωπον· Ἐγὼ γὰρ, φησὶ, τὰ ἔργα
35καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν. Καὶ τῷ Ἰωσαφὰτ ἐπιτιμήσας, ποτὲ διὰ τὴν παρὰ πόδας ἁμαρτίαν, ἐμνήσθη καὶ τῶν κατωρθωμένων αὐτῷ, λέγων· Πλὴν ἀλλὰ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί. Οὕτω ῥύεται πολλάκις ἡ ταπεινοφροσύνη
40τὸν ἡμαρτηκότα πολλὰ καὶ μεγάλα. Μὴ οὖν σεαυτὸν δικαιώσῃς ὑπὲρ ἕτερον, μήποτε δικαιωθεὶς τῇ σεαυτοῦ ψήφῳ, τῇ τοῦ Θεοῦ κατακριθῇς. Οἴει τι κατορθοῦν ἀγαθόν; εὐχαρίστει τῷ Θεῷ, μὴ κατὰ τοῦ πλησίον ἐπαίρου. Τί γὰρ ὤνησας τὸν πλησίον, ὅτι
45πίστιν ὡμολόγησας, ἢ φυγὴν ὑπέμεινας διὰ τὸ ὄνο‐ μα, ἢ τοῖς τῆς νηστείας ἐνεκαρτέρησας πόνοις; Οὐχ ἑτέρου τὸ κέρδος, ἀλλὰ σόν. Φοβήθητι τῆς τοῦ δια‐ βόλου πτώσεως τὴν ὁμοίωσιν· ὃς ἐπαρθεὶς κατὰ τοῦ ἀνθρώπου, πέπτωκεν ὑπὸ ἄνθρωπον, καὶ παραδέδο‐

32

.

1356

(50)

ται πάτημα τῷ πεπατημένῳ. Καθόλου μέμνησο τῆς ἀληθοῦς παροιμίας· Ὑπερηφάνοις Θεὸς ἀντιτάσ‐ σεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἔχε τοῦ Κυρίου
τὸ ῥῆμα πρόχειρον· Πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπει‐

32

.

1357

νωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Μὴ γίνου κριτὴς ἄνισος ἑαυτοῦ, μηδὲ πρὸς χάριν ἐξέταζε, εἰ μέν τι δοκεῖς ἔχειν καλὸν, τοῦτο ἐν ψήφῳ τιθεὶς, τῶν δὲ πταισμάτων ἑκὼν ἐπιλανθανό‐
5μενος, μηδὲ ἐφ’ οἷς μὲν σήμερον κατορθοῖς μεγα‐ λυνόμενος, ἐφ’ οἷς δὲ πρώην καὶ πάλαι κακῶς εἰργάσω, συγχώρησιν ἑαυτῷ διδούς· ἀλλ’ ὅταν σε τὸ παρὸν ἐπάρῃ, τὸ παλαιὸν εἰς ἀνάμνησιν ἀγέτω, καὶ παύσῃ τῆς ἀναισθήτου φλεγμονῆς. Τῷ ὄντι γὰρ
10χαλεπώτατόν ἐστιν ἑαυτὸν ἐπιγνῶναι. Οὐ γὰρ μόνος ὁ ὀφθαλμὸς τὰ ἔξω βλέπων, ἐφ’ ἑαυτὸν οὐ κέχρηται τῷ ὁρᾷν· ἀλλὰ καὶ αὐτὸς ἡμῶν ὁ νοῦς ὀξέως τὸ ἀλλό‐ τριον ἁμάρτημα βλέπων, βραδύς ἐστι πρὸς τὴν τῶν οἰκείων ἐλαττωμάτων ἐπίγνωσιν, Μὴ βαρὺς ἐν
15ἐπιτιμήσεσι γίνου, μηδὲ ταχέως, μηδὲ ἐμπαθῶς ἐξ‐ ελέγχων· αὔθαδες γὰρ τὸ τοιοῦτον. Μηδὲ ἐπὶ μικροῖς καταδίκαζε, ὡς ἀκριβοδίκαιος αὐτὸς ὑπάρχων· ἀλλὰ τοὺς ἐν παραπτώματι προσλαμβάνων, πνευμα‐ τικῶς καταρτίζων αὐτοὺς, ὡς ὁ Ἀπόστολος παραινεῖ,
20Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Εἰ μὲν γὰρ ἁμαρτάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμε‐ νοι· εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα; Ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. Οὐ γὰρ κατὰ
25ἀγάπην περιπατοῦντος, οὐδὲ πληροῦντός ἐστιν ἐντο‐ λὴν τοῦ Χριστοῦ, τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. Μή ποτε τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν, καὶ πρὸς ἡμᾶς ἔλθῃ· κἂν μὲν μετὰ τῶν ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσω‐
30μεν, οὐδὲ τοὺς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθυμίας ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον. Ἐμοὶ τὸ παντελῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται, ἢ τοῖς φιλο‐ δόξοις τὸ διαφαίνεσθαι. Καὶ σὺ τοίνυν τοσαύτην
35ποιοῦ σπουδὴν μὴ δοξάζεσθαι παρὰ ἀνθρώποις, ὅσην ἕτεροι περὶ τὸ δοξάζεσθαι. Ἀλλὰ προεδρίας ἠξιώθης, καὶ περιέπουσί σε ἄνθρωποι καὶ δοξάζουσι; γίνου τοῖς ὑπηκόοις ἴσος· τὸν γὰρ θέλοντα πρῶτον εἶναι, δοῦ‐ λον εἶναι πάντων ὁ Κύριος ἐκέλευσε. Μωϋσῆς ὁ μέ‐
40γας, ὁ πάντα εὐπειθὴς καὶ ὑπήκοος, ὅτε ἀπεστέλλετο πρὸς τὸν λαὸν, Δέομαι, φησὶ, Κύριε, προχείρισαι ἄλλον ὃν ἀποστελεῖς. Δι’ ὃ καὶ οἱονεὶ φιλονεικό‐ τερον ἀντέχεσθαι αὐτοῦ τὸν Θεὸν κατεσκεύασεν, αὐτῇ τῇ παραιτήσει καὶ τῇ ὁμολογίᾳ τῆς ἀσθενείας τὸ
45ἄξιον τοῦ προεστάναι δεικνύς. Διὸ καλῶς ἔχει τὸ παράγγελμα· Μὴ ζήτει γενέσθαι κριτὴς, μήπως οὐκ ἰσχύσῃς ἐξᾶραι ἀδικίας. Ὁ μέντοι προ‐ φητικὸς λόγος τὴν παραίτησιν τῶν ἑλκομένων ἄρχειν, ὑπὸ τῶν στασιαζόντων οὐ καθόλου φησὶ γεγενῆσθαι.

32

.

1357

(50)

Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὐκ ἔσομαι ἀρχηγὸς, ἀλλὰ μετὰ προσθήκης· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ
τούτου· καὶ τὴν αἰτίαν ἐπήγαγεν, ὅτι Αἱ γλῶσσαι

32

.

1360

αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς Κύριον ἀπειθοῦσιν. Εἶτα Μωϋσῆς μὲν ἐπὶ περιφάνειαν βίου καὶ λαοῦ προστασίαν τοσούτου καλούμενος, παραιτεῖται· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύ‐
5πτου, καὶ ἐξάξω τὸν λαὸν ἐκ τῆς Αἰγύπτου; καὶ πάλιν· Δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ’ οὗ ἤρξω λέγειν τῷ θεράποντί σου· καὶ πάλιν· Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν
10ἀποστελεῖς. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Πορεύου καὶ ὁδήγει τὸν λαὸν τοῦτον, καὶ τὸν ἄγγελόν μου ἐξαποστελῶ ἔμπροσθέν σου. Τί οὖν ὁ Μωϋ‐ σῆς· Δέομαι, Κύριε, εἰ μὴ αὐτὸς σὺ προπορεύῃ ἡμῶν, μὴ ἀναγάγῃς ἡμᾶς ἐντεῦθεν; Ἡσαΐας δὲ οὐδὲν
15τοιοῦτον ἀκούσας, ἀλλὰ μόνην τὴν χρείαν διδαχθεὶς τῆς ἀποστολῆς, ἑκὼν ἑαυτὸν ἐπέδωκε, καὶ μέσοις ἐνέβη τοῖς δεινοῖς. Τίς οὖν ἡ διάνοια τῶν ἀνδρῶν; Τοῦ μὲν Μωϋσέως, ὅτι ἁμαρτωλὸς ὁ λαὸς, καὶ χρῄ‐ ζει τοῦ ἀφιέντος ἁμαρτίας, ὅπερ ἀγγέλοις ἀδύνατον.
20Τιμωροὶ μὲν γὰρ τῶν ἁμαρτανομένων ἄγγελοι, συγχωρητικοὶ δὲ τῶν πλημμελουμένων, οὐκ ἔτι· ἐλθέτω οὖν ὁ ἀληθινὸς νομοθέτης, ὁ δυνατὸς Σω‐ τὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας· τοῦ δὲ Ἡσαΐου, ὅτι τῇ ὑπερβολῇ τῆς ἀγάπης, οὐδὲν τῶν
25μελλόντων ἐπάγεσθαι αὐτῷ παρὰ τοῦ λαοῦ ἐλογί‐ σατο. Τούτων ἑκατέρου τὸν τρόπον ζηλώσωμεν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ
30εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
33tΠΕΡΙ ΕΥΤΥΧΙΑΣ ΚΑΙ ΔΥΣΤΥΧΙΑΣ ΚΑΙ
34tΦΡΟΝΗΣΕΩΣ.
35tΛΟΓΟΣ ΚΑʹ.
36 Οὔτε τὰ δεξιὰ καὶ περισπούδαστα τοῖς πολλοῖς τὸ ἑστὼς καὶ μόνιμον ἔχει, οὔτε τὰ περιστατικὰ τῶν πραγμάτων καὶ κατηφῆ παγίως ἥδρασται, ἀλλὰ πάντα σάλῳ τινὶ καὶ κλόνῳ καὶ μεταβολαῖς ἀδοκή‐
40τοις ὑπόκειται. Οὔτε γὰρ ὑγεία σώματος, οὔτε νεότη‐ τος ἄνθος, οὔτε εὐθηνία οἴκου, οὐχ ἡ λοιπὴ συμμε‐ τρία τοῦ βίου ἐπὶ πολὺ διαμένει· ἀλλ’ ἐν τῇ εὐ‐ οδίᾳ ὢν τοῦ βίου, ἐκδέχου ποτὲ καὶ χειμῶνα πραγμά‐ των. Ἥξει γὰρ νόσος, ἥξει πενία, οὐκ ἀεὶ κατὰ
45πρύμναν ἱσταμένου τοῦ πνεύματος. Ἀλλὰ καὶ τὸν περίβλεπτον ἐν πᾶσι καὶ ζηλωτὸν ἀδόκητοι πολλάκις ἀδοξίαι καταλαμβάνουσι· καὶ πᾶσαν εὐημερίαν τοῦ βίου, οἷον σπιλάδες τινὲς, περιστάσεις ἀβούλητοι συνετάραξαν. Καὶ ἡ συνέχεια τῶν κακῶν ὥσπερ κύ‐

32

.

1360

(50)

ματά σοί ἐστιν, ἄλλα ἐπ’ ἄλλοις ἐπεγειρόμενα. Ὄψει δέ ποτε καὶ ταῦτα παραδραμόντα, καὶ πρὸς ἱλαρό‐
τητα καὶ λευκὴν ὄντως γαλήνην τὸν βίον μεταβαλλό‐

32

.

1361

μενον. Ὥσπερ γὰρ θάλασσαν ἀμήχανον τὴν αὐτὴν ἐπὶ πολὺ διαρκέσαι (τὴν γὰρ νῦν λείαν καὶ σταθηρὰν, μικρὸν ὕστερον ὄψει βίαις ἀνέμων τραχυνομένην· καὶ μέντοι καὶ τὴν ἀγριαίνουσαν καὶ βρασσομένην
5τῷ κλύδωνι, βαθεῖα γαλήνη ταχὺ κατεστόρεσεν), οὕτω καὶ τὰ τοῦ βίου πράγματα ῥᾳδίως λαμβάνει τὰς περιστροφὰς ἐφ’ ἑκάτερα. Διὰ τοῦτο κυβερνήτου χρεία, ἵνα καὶ ἐν γαλήνῃ τοῦ βίου, πάντων αὐτῷ κατὰ νοῦν προϊόντων, τὰς μεταβολὰς ἐκδέχηται,
10καὶ μὴ ὡς ἀθανάτοις τοῖς παροῦσιν ἐπαναπαύηται· καὶ ἐν τῇ σκυθρωποτέρᾳ καταστάσει μὴ ἀπελπίζῃ τῶν ἀγαθῶν, ὡς ἂν μὴ τῇ περισσοτέρᾳ λύπῃ κα‐ ταποθεὶς ὑποβρύχιος φέρηται. Οὗτος γάρ ἐστιν ὁ νο‐ ήμων κυβερνήτης, ὁ ἐστοχασμένως τῆς ὑποκει‐
15μένης φύσεως μεταχειριζόμενος τὰ συμπίπτοντα, καὶ ὅμοιος ἀεὶ αὐτὸς ἑαυτῷ διαμένων, μήτε ἐπαιρό‐ μενος ἐν ταῖς εὐθυμίαις, μήτε καταπίπτων ἐν ταῖς συμφοραῖς. Καίτοι κυβερνήτῃ μὲν οὐκ ἐφεῖται γαλή‐ νην ποιεῖν ὅτε βούλεται, ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς
20καθιστᾷν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμένους θορύβους κατασιγά‐ σωμεν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. Ἐπεὶ οἵγε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες
25πολύσαρκοι, εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύ‐ ρονται μετὰ τῶν βοσκημάτων. Πολλοὶ δὲ πολλάκις πολλὰ συναθροίσαντες ἐκ νεότητος, περὶ τὰ μέσα τοῦ βίου γενόμενοι, ἐπανα‐ στάντων αὐτοῖς πειρασμῶν ἐκ τῶν πνευμάτων τῆς
30πονηρίας, οὐκ ἤνεγκαν τοῦ χειμῶνος τὸ βάρος, διὰ τὸ τὴν κυβέρνησιν αὐτοῖς μὴ παρεῖναι, ἀλλὰ πάν‐ των ἐκείνων τὴν ζημίαν ὑπέμειναν. Καὶ οἱ μὲν, Περὶ τὴν πίστιν ἐναυάγησαν· ἄλλοι δὲ, σωφροσύνην ἣν συνήγαγον ἐκ νεότητος, ὥσπερ καταιγίδος τινὸς τῆς
35πονηρᾶς ἡδονῆς ἐπιδραμούσης, ἀπώλεσαν. Ἐλεεινό‐ τατον θέαμα, μετὰ νηστείαν, μετὰ σκληραγωγίαν, μετὰ προσευχὴν ἐκτενῆ, μετὰ δάκρυον δαψιλὲς, μετὰ ἐγκράτειαν εἴκοσί που ἐτῶν ἢ τριάκοντα, δι’ ἀπροσεξίαν ψυχῆς καὶ ἀμέλειαν, γυμνὸν ἁπάντων
40ἀποδειχθῆναι· καὶ παραπλήσιον γενέσθαι τὸν τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐθηνούμενον, ἐμπόρῳ τινὶ με‐ γαλοπλούτῳ, ὃς τῷ πλήθει τῶν ἀγωγίμων ἐπαγαλλό‐ μενος, ἐξουρίας αὐτῷ τῆς νηὸς φερομένης, τὰ φοβερὰ πελάγη διαδραμὼν, πρὸς αὐτοῖς τοῖς λιμέσι διαῤῥα‐
45γέντος τοῦ πλοίου, πάντων ἀθρόον ἔρημος ἀπεδείχθη. Τοὺς τοιούτους ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Ἔλεος γάρ ἐστι πάθος ἐπὶ τοὺς παρ’ ἀξίαν τεταπεινωμένους, παρὰ τῶν συμπαθῶς διατιθεμένων γινόμενον. Ἐλεοῦμεν τὸν ἐκ μεγάλου πλούτου πρὸς τὴν ἐσχάτην πενίαν κατα‐

32

.

1361

(50)

πεσόντα, τὸν ἐκ τῆς ἄκρας εὐεξίας τοῦ σώματος εἰς τὴν ἐσχάτην ἀσθένειαν καταβληθέντα, τὸν ἐπὶ κάλλει
καὶ ὥρᾳ σώματος ἀγαλλόμενον καὶ ὑπὸ τῶν αἰσχί‐

32

.

1364

στων παθῶν διαφθαρέντα. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἦμέν ποτε ἔνδοξοι ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς, ἐγε‐ νόμεθα δὲ ἄδοξοι καὶ ταπεινοὶ διὰ τὴν ἔκπτωσιν, ὁ Θεὸς ἡμῶν ἐλεεῖ, ὁρῶν ἡμᾶς οἷοι ἀνθ’ οἵων γεγόνα‐
5μεν. Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ ἀνεκαλεῖτο τῇ τοῦ ἐλέου φωνῇ, λέγων· Ἀδὰμ, ποῦ εἶ; Οὐ γὰρ διδαχθῆ‐ ναι ἐζήτει ὁ πάντα εἰδὼς, ἀλλὰ νοῆσαι αὐτὸν ἐβού‐ λετο οἷος ἀνθ’ οἵου γέγονε. Ποῦ εἶ; ἀντὶ τοῦ, Εἰς ποῖον πτῶμα κατελήλυθας ἀπὸ τηλικούτου ὕψους;
12 Χρὴ οὖν ὥσπερ δικαστὴν τὸν λόγον τὴν ἀνω‐ τάτω χώραν παρ’ ἡμῖν λαχόντα, ἕκαστα κρίνειν καὶ ἐξετάζειν, τά τε δεκτέα καὶ μὴ, καὶ ταῖς συγκα‐
15ταθέσεσι τῶν πραγμάτων, καὶ ταῖς ὁρμαῖς τῆς ψυ‐ χῆς, μετὰ ἀκριβοῦς ἐπικρίσεως ἐπιτρέπειν. Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Παῦλος· Εἰ γὰρ ἑαυτοὺς ἐκρί‐ νομεν, οὐκ ἂν ἐκρινόμεθα. Μὴ τοίνυν πολυπρα‐ γμόνει τὸ μέλλον, ἀλλὰ τὰ παρόντα πρὸς τὸ χρήσι‐
20μον διατίθεσο. Τί γὰρ ὄφελος ἐκ τοῦ προλαβεῖν τὴν γνῶσιν; Εἰ μὲν ἀγαθὸν ἔσται τὸ ἐσόμενον, ἥξει, κἂν μὴ προγνῷς· εἰ δὲ λυπηρὸν, τί σοι τὸ κέρδος προ‐ δαπανᾶσθαι τῇ λύπῃ; Διπλοῦν ἐστι τὸ τῆς φρονήσεως ὄνομα. Ἡ μὲν γάρ ἐστι φυλακὴ τοῦ οἰκείου συμφέ‐
25ροντος μετὰ τῆς πλησίον ἐπιβουλῆς, οἵα ἡ τοῦ ὄφεως τὴν κεφαλὴν συντηροῦντος· ἥδε τις ἔοικεν εἶναι κα‐ κεντρέχεια τρόπων, ὀξέως τὸ ἴδιον λυσιτελὲς ἐξευρί‐ σκουσα, καὶ συναρπάζουσα τοὺς ἀκεραιοτέρους, ὁποία ἡ τοῦ οἰκονόμου τῆς ἀδικίας. Ἡ δὲ ἀληθὴς
30φρόνησις, διάγνωσίς ἐστι τῶν ποιητέων καὶ οὐ ποι‐ ητέων· ᾗ ὁ κατακολουθῶν οὐδέποτε μὲν τῶν τῆς ἀρε‐ τῆς ἐκστήσεται ἔργων, οὐδέποτε δὲ τῷ ὀλέθρῳ τῆς κακίας περιπαρήσεται.
35 Ἐπειδὴ δὲ οὐκ αὐτάρκης ἕκαστος ἀφ’ ἑαυτοῦ εὑρίσκειν τὸ δέον· διὰ τοῦτο, εὐεργετῶν ἡμᾶς ὁ Θεὸς, συμβούλους, ἀλλ’ οὐχὶ ἐξουσιαστὰς δίδωσι. Βασιλέως μὲν γὰρ ἴδιον, ἐπιτάσσειν τοῖς ἀρχομένοις· συμβού‐ λου δὲ, πείθειν ὑπὲρ τῶν συμφερόντων τοὺς βουλο‐
40μένους. Ὥστε καὶ ἡμῶν ἕκαστος, μὴ ὡς ἄρχοντα ἑαυτὸν, ἀλλ’ ὡς σύμβουλον παρὰ Κυρίου δεδομένον τῷ λαῷ, λογιζέσθω Οὕτως ἦν καὶ ὁ Παῦλος σύμβου‐ λος τῆς Καινῆς Διαθήκης, λέγων· Γνώμην δὲ δίδω‐ μι, ὡς ἠλεημένος παρὰ Κυρίου. Μεγάλη δὲ εὐερ‐
45γεσία, συμβούλου φρονίμου καὶ εὐνοϊκῶς ἔχοντος παρουσία, ἀναπληροῦντος τὸ τῆς συνέσεως ἐλλεῖπον τῶν βουλευομένων. Ὅσον δὲ τὸ ἀπὸ συμβουλῆς ὄφελος, δείκνυσι μάλιστα Μωϋσῆς, ὁ πάσῃ Αἰγυπτίων σοφίᾳ παιδευθεὶς, ὁ τῷ Θεῷ διαλεγόμενος, ὡς ἂν εἴ

32

.

1364

(50)

τις λαλήσει φίλος φίλῳ. Οὗτος ἔλαβε γνώμην παρὰ

32

.

1365

τοῦ πενθεροῦ αὐτοῦ Ἰωθὼρ, ὥστε καταστῆσαι χιλι‐ άρχους, καὶ ἑκατοντάρχους, καὶ δεκάρχους, ἐπὶ τὸ κρίνειν τὸν λαόν. Καὶ Δαβὶδ δὲ συμβούλῳ ἐχρήσατο τῷ Χουσὶ, δι’ οὗ διεσκέδασε στρατηγικὴν γνώμην τοῦ
5Ἀχιτόφελ. Καὶ ὅλως, ἱερόν τι πρᾶγμα ἡ συμβουλὴ, γνώμης ἕνωσις, ἀγάπης καρπὸς, ταπεινοφροσύνης ἀπόδειξις. Ἀλαζονεία γὰρ δεινὴ, τὸ μηδενὸς οἴεσθαι χρῄζειν, ἀλλ’ ἑαυτῷ προσέχειν ὡς μόνῳ τὰ κράτιστα συμβουλεύσασθαι δυναμένῳ. Ἡμεῖς δὲ ὀκνοῦμεν
10ἑαυτοὺς ἐπιδοῦναι τοῖς τὰ δέοντα εἰσηγουμένοις, καὶ αἰσχυνόμεθα τοὺς συνετωτέρους ἡμῶν κατὰ τὸν βίον ὁμολογεῖν. Ὁ δὲ τὸν σύμβουλον ἀναμένων, καὶ τοῖς ἰδίοις λογισμοῖς καιρὸν δίδωσιν, ἐν χρόνῳ πλείονι μετὰ βασάνου καὶ προσοχῆς ἀνιχνεῦσαι τὸ δέον.
15Πολὺ τοιγαροῦν τὸ ἀναγκαῖον καὶ χρήσιμον ἐκ τῆς συμβουλῆς τῷ βίῳ τῶν ἀνθρώπων, διὰ τὸ ἕνα μηδένα ἑαυτῷ ἐξαρκεῖν πρὸς ταῦτα, ἀλλὰ δεῖσθαι κοινω‐ νῶν πλέον κατὰ τῶν συμφερόντων ἐκλογὴν, ἢ κατὰ τὰς ἐνεργείας τὰς σωματικάς. Ὥστε ἀσυμβούλευτος
20ἄνθρωπος, πλοϊόν ἐστιν ἀκυβέρνητον, ὡς ἔτυχε ταῖς φοραῖς τῶν πνευμάτων ἐνδεδομένον. Εἰ τοίνυν ἐν ταῖς περὶ τῶν τυχόντων σκέψεσι συμβούλους παραλαμ‐ βάνομεν, ὅταν ὑπὲρ ψυχῆς καὶ τῶν διαφερόντων αὐτῇ βουλευώμεθα, πῶς οὐχὶ καὶ τοὺς θαυμαστοὺς
25ἐπιζητητέον ἡμῖν; Ὁ δὲ, παρούσης συμβουλῆς ἀγα‐ θῆς, τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορευόμενος τῆς ματαίας, ὅμοιός ἐστι τῷ Ῥοβοὰμ, ὃς ἀτιμάσας τὴν σώζουσαν γνώμην τῶν πρεσβυτέρων, ἠκολούθει τοῖς νεωτέροις τοῖς συνεκτραφεῖσιν αὐτῷ, δι’ οὓς καὶ τῶν
30δέκα φυλῶν τῆς βασιλείας ἐξέπεσεν. Οὕτως αἱ κατὰ τῶν δικαίων βουλαὶ ἐπιστρέφου‐ σιν ἐπὶ τὰς κεφαλὰς τῶν βουλευομένων, ὥσπερ ἀπὸ στεῤῥῶν καὶ ἀντιτύπων σωμάτων τὰ προσπεσόντα βέλη πρὸς τοὺς ἀφιέντας ἐπάνεισι. Φυλάσσει γὰρ
35Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάν‐ τας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
39tΠΕΡΙ ΠΡΟΝΟΙΑΣ.
40tΛΟΓΟΣ ΚΒʹ.
41 Τὸ τῆς ἐν τῷ προστάγματι διανοίας τοῦ Δημι‐ ουργοῦ πολύχουν τοσοῦτόν ἐστιν, ὅσαι καὶ αἱ τῶν δημιουργηθέντων διαφοραὶ καὶ κοινότητες. Οἷς πᾶσι δι’ ἀκριβείας ἐπεξελθεῖν, ἴσον ἐστὶ καὶ κύματα πε‐
45λάγους ἀπαριθμεῖσθαι, ἢ ταῖς κοτύλαις πειρᾶσθαι τὸ ὕδωρ τῆς θαλάσσης ἀπομετρεῖν. Πῶς γὰρ ἄν τις δι’ ἀκριβείας ἐπέλθοι τὰ ἐν τοῖς βίοις τῶν ὀρνίθων ἰδιώματα; Πῶς μὲν οἱ πελαργοὶ οὕτω κατὰ τὸν ἕνα καιρὸν οἰκοδομοῦσι τοῖς τῇδε χωρίοις· οὕτω δὲ ὑφ’

32

.

1365

(50)

ἑνὶ συνθήματι πάντες ἀπαίρουσιν, ὅπερ οὐδὲ πόῤῥω ἐστὶ συνέσεως λογικῆς. Πῶς δὲ δορυφοροῦσιν αὐτοὺς αἱ κορῶναι, καὶ παραπέμπουσιν, ἐμοὶ δοκεῖ, καὶ
συμμαχίαν τινὰ παρεχόμεναι πρὸς ὄρνιθας πολε‐

32

.

1368

μίους. Σημεῖον δὲ, πρῶτον μὲν τὸ μὴ φαίνεσθαι ὑπὸ τὸν καιρὸν ἐκεῖνον κορώνην παντάπασιν· ἔπειθ’ ὅτι μετὰ τραυμάτων ἐπανερχόμεναι, ἐναργῆ τοῦ συνασπισμοῦ καὶ τῆς ἐπιμαχίας τὰ σημεῖα κομί‐
5ζουσι. Τίς παρ’ αὐταῖς τοὺς τῆς φιλοξενίας διώρισε νόμους; τίς αὐταῖς ἠπείλησε λειποστρατίου γραφὴν, ὡς μηδεμίαν ἀπολείπεσθαι τῆς προπομπῆς; Αἱ γέ‐ ρανοι δὲ τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκ περιτροπῆς ὑποδέχονται. Καὶ αἱ μὲν καθεύδουσιν, αἱ δὲ κύκλῳ
10περιιοῦσαι, πᾶσαν αὐταῖς ἐν τῷ ὕπνῳ παρέχονται τὴν ἀσφάλειαν. Εἶτα τοῦ καιροῦ τῆς φυλακῆς πλη‐ ρουμένου, ἡ μὲν βοήσασα, πρὸς ὕπνον ἐτράπετο, ἡ δὲ τὴν διαδοχὴν ὑποδεξαμένη, ἧς ἔτυχεν ἀσφαλείας μετέδωκεν ἐν τῷ μέρει. Ταύτην καὶ ἐν τῇ πτήσει
15τὴν εὐταξίαν φυλάττουσιν. Ἄλλοτε γὰρ ἄλλη τὴν ὁδηγίαν ἐκδέχεται, καὶ τακτόν τινα χρόνον προκαθ‐ ηγησαμένη τῆς πτήσεως, εἰς τὸ κατόπιν περιελθοῦσα, τῇ μεθ’ ἑαυτὴν τὴν ἡγεμονίαν τῆς ὁδοῦ παραδίδωσιν. Οἱ δέ γε ἀπιστοῦντες περὶ τῆς κατὰ τὴν ἀνάστασιν
20ἀλλοιώσεως, μεμνημένοι τῆς κατὰ τοὺς σῆρας μετα‐ βολῆς, ἐναργῆ λαμβάνετε τῆς ἀναστάσεως ἔννοιαν. Καὶ οἱ γελῶντες τὸ μυστήριον ἡμῶν, ὡς ἀδυνάτου ὄντος καὶ ἔξω τῆς φύσεως παρθένον τεκεῖν, τῆς παρ‐ θενίας αὐτῇ φυλαττομένης ἀχράντου· ἐνθυμήθητε,
25ὅτι ὁ ἐν τούτῳ εὐδοκήσας Θεὸς, μυρίας ἐκ τῆς φύσεως ἀφορμὰς πρὸς τὴν πίστιν τῶν παραδόξων προλαβὼν κατεβάλετο. Τούς τε γὰρ γῦπας ἀσυνδυάστως τίκτειν ἐποίησε, καὶ ταῦτα μακροβιωτάτους ὄντας, οἷς γε μέχρις ἑκατὸν ἐτῶν ὡς τὰ πολλὰ ἡ ζωὴ παρατείνε‐
30ται· καὶ ἐν πᾶσιν ἡμῖν τῶν οἰκείων θαυμάτων ἐναργῆ τὰ ὑπομνήματα καταλέλοιπεν. Ἔστι δέ τις καὶ παρὰ τοῖς ἰχθύσι σοφὴ καὶ εὔ‐ τακτος διακόσμησις, καὶ ἕκαστον γένος αὐτῶν οἶδε τὴν ἀφωρισμένην αὐτοῖς παρὰ τῆς φύσεως δίαιταν·
35καὶ ὥσπερ πόλεσιν, ἢ κώμαις τισὶν, ἢ πατρίσιν ἀρ‐ χαίαις, τοῖς ἀποτεταγμένοις αὐτοῖς τῆς θαλάσσης μέρεσιν ἐναυλίζεται. Ἤδη δέ τινες καὶ ἀποδημητικοὶ τῶν ἰχθύων, ὥσπερ ἀπὸ κοινοῦ βουλευτηρίου πρὸς τὴν ὑπερορίαν στελλόμενοι, ὑφ’ ἑνὶ συνθήματι πάν‐
40τες ἀπαίρουσιν. Ἐπειδὰν γὰρ ὁ τεταγμένος καιρὸς τῆς κυήσεως καταλάβοι, ἄλλοι ἀπ’ ἄλλων κόλπων μεταναστάντες, τῷ κοινῷ τῆς φύσεως νόμῳ διεγερ‐ θέντες, ἐπὶ τὴν βορείαν ἐπείγονται θάλασσαν. Καὶ ἴδοις ἂν κατὰ τὸν καιρὸν τῆς ἀνόδου ὥσπερ τι ῥεῦμα
45τοὺς ἰχθύας ἡνωμένους, καὶ διὰ τῆς Προποντίδος ἐπὶ τὸν Εὔξεινον ῥέοντας. Τίς ὁ κινῶν; ποῖον πρόσ‐ ταγμα βασιλέως; ποῖα διαγράμματα κατ’ ἀγορὰν ἡπλωμένα τὴν προθεσμίαν δηλοῖ; Οἱ ξεναγωγοῦν‐ τες τίνες; Ὁρᾷς τὴν θείαν διάταξιν πάντα πλη‐

32

.

1368

(50)

ροῦσαν, καὶ διὰ τῶν μικροτάτων διήκουσαν. Ἰχθὺς οὐκ ἀντιλέγει νόμῳ Θεοῦ, καὶ ἄνθρωποι σωτηρίων διαταγμάτων οὐκ ἀνεχόμεθα. Μὴ καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄφρονα παντελῶς καὶ ἄλογα· ἀλλὰ
φοβοῦ μὴ καὶ τούτων ἀλογώτερος ᾖς, τῇ διαταγῇ

32

.

1369

τοῦ κτίσαντος ἀνθιστάμενος. Οὐδὲν παρ’ αὐτοῖς ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσιν, ὡς βοῦς παρ’ ἡμῖν καὶ πρόβατον· οὐδὲ γὰρ μηρυκίζει τι παρ’ αὐτοῖς, εἰ μὴ τὸν σκαρὸν μόνον ἱστοροῦσί τινες. Πάντα δὲ ὀξυτά‐
5ταις ἀκμαῖς ὀδόντων καταπεπύκνωται, ἵνα μὴ τῇ χρονίᾳ μασσήσει ἡ τροφὴ διαῤῥέῃ· ἔμελλε γὰρ, εἰ μὴ ὀξέως κατατεμνομένη τῇ γαστρὶ παρεπέμπετο, ἐν τῇ λεπτοποιήσει διαφορεῖσθαι παρὰ τοῦ ὕδατος, Ἄκουε τοίνυν αὐτῶν μονονουχὶ φωνὴν ἀφιέντων δι’
10ὧν ποιοῦσιν, ὅτι Εἰς διαμονὴν τοῦ γένους τὴν μακρὰν ταύτην ἀποδημίαν στελλόμεθα. Οὐκ ἔχουσιν ἴδιον λό‐ γον, ἔχουσι δὲ τὸν τῆς φύσεως νόμον ἰσχυρῶς ἐν‐ ιδρυμένον, καὶ τὸ πρακτέον ἐπιδεικνύντα. Βαδίσωμεν, φασὶν, ἐπὶ τὸ βόρειον πέλαγος. Γλυκύτερον γὰρ τῆς
15λοιπῆς θαλάσσης τὸ ὕδωρ ἐκεῖνο, διότι ἐπ’ ὀλίγον αὐτῇ προσδιατρίβων ὁ ἥλιος, οὐκ ἐξάγει αὐτῆς ὅλον διὰ τῆς ἀκτῖνος τὸ πότιμον. Χαίρει δὲ τοῖς γλυκέσι καὶ τὰ θαλάσσια. Ὅθεν καὶ ἐπὶ ποτα‐ μοὺς ἀνανήχεται πολλάκις, καὶ πόῤῥω θαλάσσης
20φέρεται. Ἐκ τούτου προτιμότερος αὐτοῖς ὁ Πόντος τῶν λοιπῶν ἐστι κόλπων, ὡς ἐπιτήδειος ἐναποκυῆσαι καὶ θρέψαι τὰ ἔγγονα. Ἐπειδὰν δὲ τὸ σπουδαζόμενον ἀρκούντως ἐκπληρωθῇ, πάλιν πανδημεὶ πάντες ὑπο‐ στρέφουσιν οἴκαδε. Καὶ τίς ὁ λόγος, ἀκούσωμεν παρὰ
25τῶν σιωπώντων. Ἐπιπόλαιος, φασὶν, ἡ βορεία θά‐ λασσα, καὶ ὑπτία προκειμένη τῶν ἀνέμων ταῖς βίαις, ὀλίγας ἀκτὰς καὶ ὑποδρομὰς ἔχουσα. Διὸ καὶ ἐκ πυθμένος οἱ ἄνεμοι ῥᾳδίως αὐτὴν ἀναστρέφουσιν, ὡς καὶ τὴν βυθίαν ψάμμον τοῖς κύμασιν ἀναμίγνυσθαι.
30Ἀλλὰ καὶ ψυχρὰ χειμῶνος ὥρᾳ, ὑπὸ πολλῶν καὶ μεγάλων ποταμῶν πληρουμένη. Διὰ τοῦτο, ἐφ’ ὅσον μέτριον ἀπολαύσαντες αὐτῆς ἐν τῷ θέρει, πάλιν χειμῶνος ἐπὶ τὴν ἐν τῷ βυθῷ ἀλέαν καὶ τὰ προσ‐ ήλια τῶν χωρίων ἐπείγονται, καὶ φυγόντες τὸ δυσή‐
35νεμον τῶν ἀρκτῴων, τοῖς ἐπ’ ἔλαττον τινασσομένοις κόλποις ἐγκαθορμίζονται. Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐπὶ πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ οἶδε τὸ αἱρε‐ τὸν αὐτῷ καὶ τὸ φευκτὸν ὁ ἰχθύς· τί ἐροῦμεν ἡμεῖς οἱ
40λόγῳ τετιμημένοι, καὶ νόμῳ πεπαιδευμένοι, ἐπαγ‐ γελίαις προτραπέντες, ἐν πνεύματι σοφισθέντες, εἶτα τῶν ἰχθύων ἀλογώτερον τὰ καθ’ ἑαυτοὺς διατι‐ θέμενοι; εἴπερ οἱ μὲν ἴσασι τοῦ μέλλοντός τινα ποιεῖ‐ σθαι πρόνοιαν, ἡμεῖς δὲ ἐκ τῆς πρὸς τὸ μέλλον ἀνελπι‐
45στίας δι’ ἡδονῆς βοσκημάτων τὴν ζωὴν ἀναλίσκομεν. Ἂν δὲ ἐπέλθωμεν τῷ λόγῳ, πόση τοῖς ἀλόγοις ζώοις ἐνυπάρχει ἀδίδακτος καὶ φυσικὴ τῆς ἑαυτῶν ζωῆς ἐπιμέλεια, οὐχὶ πρὸς τὴν ἡμῶν αὐτῶν φυ‐ λακὴν, καὶ τῆς τῶν ψυχῶν σωτηρίας πρόνοιαν

32

.

1369

(50)

κινηθησόμεθα, ἢ ἐπιπλέον κατακριθησόμεθα, ὅταν εὑρεθῶμεν καὶ τῆς μιμήσεως τῶν ἀλόγων ἀπολειπόμενοι; Ἄρκτος πολλάκις βαθυτάταις κα‐ τατρωθεῖσα πληγαῖς, ἑαυτὴν ἰατρεύει πάσαις
μηχαναῖς, τῷ φλόμῳ τούτῳ ξηρὰν τὴν φύσιν ἔχοντι

32

.

1372

τὰς ὠτειλὰς παραβύουσα. Ἴδοις ἂν καὶ ἀλώπεκα τῷ δακρύῳ τῆς πίτυος ἑαυτὴν ἰωμένην. Χελώνη δὲ σαρκῶν ἐχίδνης ἐμφορηθεῖσα, διὰ τῆς τοῦ ὀριγά‐ νου ἀντιπαθείας φεύγει τὴν βλάβην τοῦ ἰοβόλου. Καὶ
5ὄφις, τὴν ἐν τοῖς ὀφθαλμοῖς βλάβην ἐξιᾶται, βοσκη‐ θεὶς μαράθρῳ. Καὶ βόες μὲν κατακεκλεισμένοι χρο‐ νίως ἐν ὥρᾳ χειμερινῇ, ἤδη ποτὲ τοῦ ἔαρος προσ‐ ιόντος, τῇ φυσικῇ αἰσθήσει τὴν μεταβολὴν ἐκδεχόμε‐ νοι, ἐκ τῶν βουστασίων πρὸς τὰς ἐξόδους ὁρῶσι,
10πάντες ὑφ’ ἑνὶ συνθήματι μεταβαλόντες τὸ σχῆμα. Πρόβατα δὲ, χειμῶνος προσιόντος, λάβρως τὴν τρο‐ φὴν ἐπεμβάλλεται, ὥσπερ ἐπισιτιζόμενα πρὸς τὴν μέλλουσαν ἔνδειαν. Τί δὲ διὰ τούτων ἡμῖν ἐνδείκνυται τοῖς ἀνθρώποις; τὸ καὶ παρὰ τοῖς ἀλόγοις τινὰ εἶναι
15τοῦ μέλλοντος αἴσθησιν, ὥστε καὶ ἡμᾶς μὴ τῇ παρ‐ ούσῃ ζωῇ προστετηκέναι, ἀλλ’ ὑπὲρ τοῦ μέλλοντος αἰῶνος τὴν πᾶσαν ἔχειν σπουδήν. Πόθεν ἐν μυρίοις προβάτοις, ἀρνειὸς τῶν σηκῶν ἐξαλλόμενος, οἶδε μὲν τὴν φωνὴν τῆς μητρὸς, καὶ πρὸς αὐτὴν
20ἐπείγεται, ἐπιζητεῖ δὲ τὰς οἰκείας πηγὰς τοῦ γά‐ λακτος; κἂν πενιχραῖς ταῖς μητρῴαις περιτύχῃ θη‐ λαῖς, ἐκείναις ἀρκεῖται, παραδραμὼν οὔθατα βαρυνό‐ μενα. Καὶ ἡ μήτηρ ἐν μυρίοις ἀρνάσιν ἐπιγινώσκει τὸ ἴδιον; Φωνὴ μία, χρόα ἡ αὐτὴ, ὀσμὴ παρὰ πάντων
25ὁμοία, ὅσον τῇ ἡμετέρᾳ ὀσφρήσει παρίσταται. Ἀλλ’ ὅμως ἐστί τις αὐτοῖς αἴσθησις, τῆς ἡμετέρας κατα‐ λήψεως ὀξυτέρα, καθ’ ἣν ἑκάστῳ πάρεστιν ἡ τοῦ οἰκείου διάγνωσις. Οὔπω οἱ ὀδόντες τῷ σκύλακι, καὶ ὅμως διὰ τοῦ στόματος ἀμύνεται τὸν λυπήσαντα.
30Οὔπω τὰ κέρατα τῷ μόσχῳ, καὶ οἶδε ποῦ τὰ ὅπλα αὐτῷ ἐκφυήσεται. Διότι ὁ δημιουργήσας αὐτὰ Θεὸς, τὴν τοῦ λόγου ἔλλειψιν διὰ τῆς τῶν αἰσθητηρίων πε‐ ριουσίας παρεμυθήσατο. Καὶ μηδεὶς ἐγκαλείτω τῷ Ποιητῇ, ὅτι καὶ ἰο‐
35βόλα ζῶα φθαρτικὰ καὶ πολέμια τῇ ζωῇ ἡμῶν ἐπεισήγαγεν. Ἢ οὕτω δ’ ἄν τις καὶ παιδαγωγῷ ἐγκαλοίη, εἰς τάξιν ἄγοντι τὴν εὐκολίαν τῆς νεότη‐ τος, καὶ πληγαῖς καὶ μάστιξι τὸ ἀκόλαστον σωφρονί‐ ζοντι. Πέποιθας ἐπὶ Κύριον; ἔχεις τὴν διὰ πίστεως
40ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Οὐχ ὁρᾷς, ὅτι φρυγανιζομένῳ τῷ Παύλῳ ἐναψαμένη ἡ ἔχις οὐδεμίαν προσετρίψατο βλάβην, διὰ τὸ πλήρη πίστεως εὑρεθῆναι τὸν ἅγιον; Εἰ δὲ ἄπιστος εἶ, φοβοῦ μὴ μᾶλλον τὸ θηρίον, ἢ τὴν σεαυτοῦ ἀπιστίαν,
45δι’ ἧς πάσῃ φθορᾷ σεαυτὸν εὐάλωτον κατεσκεύασας Καὶ γὰρ πάντα ὅσα πάσχομεν σκυθρωπὰ, ἐκ τῆς θείας διαταγῆς ὑπομένομεν. Οὐκ ἐᾷ γὰρ ἡμᾶς ἐκδό‐ τους ταῖς πονηραῖς κολαστικαῖς δυνάμεσιν, ἀλλ’ αὐτὸς τὰ μέτρα ὁρίζει τῶν κολάσεων, στοχαζόμενος τῆς

32

.

1372

(50)

δυνάμεως τῶν θεραπευομένων. Καὶ πᾶν ὅπερ εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσει, τῆς πάντα ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν. Οὐδὲν γὰρ ἀπρονόητον, οὐδὲ ἠμελημένον παρὰ τῷ Θεῷ·
πάντα σκοπεύει ὁ ἀκοίμητος ὀφθαλμός· πᾶσι πάρ‐

32

.

1373

εστι, σκορπίζων ἑκάστῳ τὴν σωτηρίαν. Πολλάκις γοῦν καὶ ἐν τοῖς μικροτάτοις ἡ σοφία αὐτοῦ καὶ ἡ πρόνοια διαφαίνεται. Ὁ γὰρ οὐρανὸν διαπλώσας, καὶ τὰ ἄπλετα μεγέθη τῶν πελάγων ἀναχέας, οὗτός ἐστιν ὁ
5καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσσης κοιλάνας ὥσπερ αὐλὸν, ὥστε τὸν ἰὸν δι’ αὐτοῦ ἐκχεῖσθαι. Εὔ‐ καιρον οὖν εἰπεῖν μετὰ τοῦ προφήτου· Ὡς ἐμεγα‐ λύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας. Αὐτῷ πρέπει ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ
10μεγαλοπρέπεια, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
15tΠΕΡΙ ΨΥΧΗΣ.
16tΛΟΓΟΣ ΚΓʹ.
17 Τὸ τὴν πᾶσαν σπουδὴν εἰσφέρεσθαί τινα, ὅπως ὡς κάλλιστα αὐτῷ σῶμα ἕξοι, οὐ διαγινώσκοντός ἐστιν ἑαυτὸν, οὐδὲ συνιέντος τοῦ σοφοῦ παραγγέλ‐
20ματος· ὅτι οὐ τὸ ὁρώμενόν ἐστιν ὁ ἄνθρωπος, ἀλλά τινος δεῖ περιττοτέρας σοφίας, δι’ ἧς ἕκαστος ἡμῶν ὅ τί ποτέ ἐστιν ἑαυτὸν ἐπιγνώσεται. Τοῦτο δὲ μὴ καθηραμένοις τὸν νοῦν ἀδυνατώτερον, ἢ λημῶντι πρὸς τὸν ἥλιον ἀναβλέψαι. Οὔτε γὰρ ἐν κηρῷ γράψαι
25δυνατὸν, μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας· οὔτε ψυχῇ θεῖα διδάγματα παραθέσθαι, μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. Εἰ γὰρ ἐπιλείπει τῇ ψυχῇ λογισμὸς ἀγαθὸς, δηλονότι ἐπιλείπει αὐτῇ φωτισμός· οὐ παρὰ τὸ ἐπιλείπειν
30τὸ φωτίζον, ἀλλὰ παρὰ τὸ νυστάζειν τὸ φωτισθῆναι ὀφεῖλον. Οὔτε γὰρ σώματι ζῇν μὴ ἀναπνέοντι δυνα‐ τὸν, οὔτε ψυχῇ συνεστάναι μὴ γνωριζούσῃ τὸν κτί‐ σαντα· Θεοῦ γὰρ ἄγνοια, θάνατός ἐστι ψυχῆς. Οὐ δὴ οὖν τῷ σώματι δουλευτέον, ὅτι μὴ πᾶσα ἀνάγκη·
35ἀλλὰ τῇ ψυχῇ τὰ βέλτιστα ποριστέον, ὥσπερ ἐκ δεσμωτηρίου, τῆς πρὸς τὸ σῶμα κοινωνίας αὐτὴν διὰ φιλοσοφίας λύοντας, ἅμα δὲ καὶ τὸ σῶμα τῶν παθῶν κρεῖττον ἀπεργαζομένους. Οἱ γὰρ τοῦ μὲν σώματος, ὡς ἂν κάλλιστα ἔχοι, φροντίζοντες, τὴν δὲ χρησομένην
40αὐτῷ ψυχὴν ὡς οὐδενὸς ἀξίαν περιορῶντες, οὐδὲν δια‐ φέρουσι τῶν περὶ μὲν τὰ ὄργανα σπουδαζόντων, τῆς δὲ δι’ αὐτῶν ἐνεργούσης τέχνης καταμελούντων. Μήτε οὖν τοῖς σοῖς, μήτε τοῖς περὶ σὲ, ἀλλὰ σεαυτῷ μόνῳ πρόσεχε. Ἄλλο γάρ ἐσμεν ἡμεῖς αὐτοὶ, καὶ
45ἄλλο τὰ ἡμέτερα, καὶ ἄλλο τὰ περὶ ἡμᾶς. Ἡμεῖς μὲν γάρ ἐσμεν ἡ ψυχὴ καὶ ὁ νοῦς, καθ’ ὃν κατ’ εἰ‐ κόνα τοῦ κτίσαντος γεγενήμεθα· ἡμέτερα δὲ, τὸ σῶμα, καὶ αἱ δι’ αὐτοῦ αἰσθήσεις· περὶ ἡμᾶς δὲ, χρήματα, τέχναι, καὶ ἡ λοιπὴ τοῦ βίου κατασκευή.

32

.

1373

(50)

Μὴ οὖν τῇ σαρκὶ πρόσεχε, μηδὲ τὸ ταύτης ἀγαθὸν ἐκ παντὸς τρόπου δίωκε· ἀλλὰ τὴν ψυχὴν κατακόσμει,
καὶ ταύτης ἐπιμελοῦ, ὥστε πάντα τὸν ἐκ τῆς πονη‐

32

.

1376

ρίας ἐπιγινόμενον αὐτῇ ῥύπον διὰ τῆς προσευχῆς ἀποκαθαίρεσθαι.
5 Οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκό‐ νων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιω‐ τικαῖς περιειλημμένην μερίμναις, καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσι, δυνατὸν ὑποδέξασθαι τοῦ ἁγίου Πνεύματος τὰς ἐλ‐
10λάμψεις. Φύσει μὲν οὖν εἶναι καλὸν ἡγεῖσθαι χρὴ τὸ τῆς ψυχῆς ἀγαθόν. Ψυχῆς δὲ θησαύρισμα, σώ‐ ματος ἔνδεια· τούτου γὰρ πλουτοῦντος, ἐκείνη πένε‐ ται. Καὶ ὥσπερ ἐν ταῖς ῥοπαῖς τῶν ζυγῶν ἐὰν μίαν καταβαρύνῃς πλάστιγγα, κουφοτέραν πάντως τὴν
15ἀντικειμένην ποιήσεις· οὕτω καὶ ἐπὶ σώματος καὶ ψυχῆς, ὁ τοῦ ἑτέρου πλεονασμὸς ἀναγκαίαν ποιεῖται τὴν ἐλάττωσιν τοῦ ἑτέρου. Σώματος μὲν γὰρ εὐπα‐ θοῦντος, καὶ πολυσαρκίᾳ βαρυνομένου, ἀνάγκη ἀδρανῆ καὶ ἄτονον εἶναι πρὸς τὰς οἰκείας ἐνερ‐
20γείας τὸν νοῦν· ψυχῆς δὲ εὐεκτούσης, καὶ διὰ τῆς τῶν ἀγαθῶν μελέτης πρὸς τὸ οἰκεῖον μέγεθος ὑψου‐ μένης, ἑπόμενόν ἐστι τὴν τοῦ σώματος ἕξιν κατα‐ μαραίνεσθαι. Καὶ ὥσπερ οὐδεὶς ἡμᾶς λόγος διδάσκει τὴν νό‐
25σον μισεῖν, ἀλλ’ αὐτόματον ἔχομεν τὴν πρὸς τὰ λυ‐ ποῦντα διαβολήν· οὕτω καὶ ψυχῇ ἐστί τις ἀδίδακτος ἔκκλισις τοῦ κακοῦ. Κακὸν δὲ, πᾶν ἀῤῥώστημα ψυ‐ χῆς· ἡ δὲ ἀρετὴ λόγον ὑγιείας ἐπέχει. Καλῶς γὰρ ὡρίσαντό τινες, ὑγίειαν εἶναι τὴν εὐστάθειαν τῶν
30κατὰ φύσιν ἐνεργειῶν. Ὃ καὶ ἐπὶ τῆς κατὰ ψυχὴν εὐεξίας εἰπών τις οὐχ ἁμαρτήσει τοῦ πρέποντος. Οὐδεὶς γὰρ περιορᾷ τὸ ἑαυτοῦ τέκνον μέλλον κατα‐ πίπτειν εἰς βόθυνον, ἢ ἐμπεσὸν ἐναφίησι τῷ πτώ‐ ματι· πόσον δὲ δεινότερον, ψυχὴν εἰς βάθος κακῶν
35ἐμπεσοῦσαν ἐναφεῖναι τῇ ἀπωλείᾳ; Δεῖ τοιγαροῦν τὴν ψυχὴν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ τοῦ Θεοῦ· ἀλλὰ δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ Δεσπότῃ δὲ τῶν ὅλων ὑποτε‐
40τάχθαι. Καθάπερ δὲ φυτοῦ οἰκεία μὲν ἀρετὴ τῷ καρπῷ βρύειν ὡραίῳ, φέρει δέ τινα κόσμον καὶ φύλλα τοῖς κλάδοις περισειόμενα· οὕτω δὴ καὶ ψυχῆς προ‐ ηγούμενος μὲν καρπὸς ἡ ἀλήθεια, οὐκ ἄχαρί γε μὴν οὐδὲ τὴν θύραθεν σοφίαν περιβεβλῆσθαι, οἷόν τινα
45φύλλα σκέπην τέ τινα τῷ καρπῷ καὶ ὄψιν οὐκ ἄωρον παρεχόμενα. Καὶ γὰρ οὐδεὶς γραφεὺς χαρακτῆρα σώ‐ ματος οὕτως ἀκριβῶς ἐκλαβεῖν δύναται, ὡς λόγος ἐξεικονίσαι τῆς ψυχῆς τὰ ἀπόῤῥητα. Αὐτῆς τοίνυν ἐπιμελώμεθα, ὅση δύναμις, ἵνα καὶ τῶν μελλόντων

32

.

1376

(50)

ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύ‐ ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν.

32

.

1377

(1t)

ΠΕΡΙ ΤΙΜΗΣ ΓΟΝΕΩΝ, ΚΑΙ ΓΗΡΩΣ, ΚΑΙ
2tΝΕΟΤΗΤΟΣ.
3tΛΟΓΟΣ ΚΔʹ.
4Τὸ, Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προσ‐
5τάγματι ᾧ ἐνετείλω, δύναται μὲν καὶ ἐπὶ τὸ μυστή‐ ριον τῆς ἀναστάσεως ἀναφέρεσθαι, παρακαλοῦντος τοῦ Προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκδίκησιν παν‐ τὸς ἁμαρτήματος, καὶ τὰς προδιατεταγμένας ἡμῖν ἐντολὰς τελεσθῆναι· δύναται δὲ καὶ ἐπὶ τὴν τότε
10κατάστασιν τῶν Πραγμάτων λαμβάνεσθαι, παρακα‐ λοῦντος τοῦ προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκδίκησιν τοῦ προστάγματος οὗ ἐνετείλατο. Πρόσ‐ ταγμα δὲ ἦν, Τίμα τὸν πατέρα σου καὶ τὴν μη‐ τέρα, παρὰ Θεοῦ δεδομένον, ὅπερ παρέβη ὁ υἱὸς
15αὐτοῦ. Διὸ παρακαλεῖ, εἰς αὐτοῦ τε ἐκείνου ἐπανόρ‐ θωσιν καὶ σωφρονισμὸν τῶν πολλῶν μὴ μακροθυμεῖν τὸν Θεόν· ἀλλ’ ἀναστῆναι ἐν ὀργῇ, καὶ διαναστάντα ἐκδικῆσαι τὴν ἰδίαν ἐντολήν. Οὐ γὰρ ἐμὲ, φησὶν, ἐκδικήσεις, ἀλλὰ τὸ πρόσταγμα τὸ σὸν καταφρονηθὲν,
20ὃ αὐτὸς ἐνετείλω. Δῆλον γὰρ, ὅτι ἑνὸς ἀδίκου σωφρο‐ νισθέντος, πολλοὶ ἐπιστρέψουσι. Καίτοιγε ἡ περὶ τοὺς γηράσαντας τῶν πελαργῶν πρόνοια ἐξαρκεῖ καὶ μόνη τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν βούλονται, φιλοπάτορας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς οὕτως
25ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον κρίνειν τῶν ἀλογωτάτων ὀρνίθων ὑστερίζειν κατ’ ἀρετήν. Ἐκεῖνοι γὰρ, τὸν πατέρα ὑπὸ τοῦ γήρως πτεροῤῥυήσαντα περιστάντες ἐν κύκλῳ, τοῖς οἰ‐ κείοις πτεροῖς περιθάλπουσι, καὶ τὰς τροφὰς ἀφθό‐
30νως παρασκευάζοντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρέχοντες βοήθειαν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτω τοῦτο παρὰ πᾶσι διαβεβό‐ ηται, ὥστε ἤδη τινὲς τὴν τῶν εὐεργετημάτων ἀντί‐ δοσιν ἀντιπελάργωσιν ὀνομάζουσι.
35 Σὺ τοίνυν εἰ βούλει περὶ τῶν μελλόντων πεπεῖ‐ σθαι, ποίει τὰ δοκοῦντα κατὰ τὸν νόμον, καὶ ἀνάμενε τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μα‐ κροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου
40δίδωσί σοι. Εὐγνώμονες γὰρ παῖδες, μεγάλα ποιοῦσι τῶν πατέρων τὰ ἐγκώμια. Τὰ τέκνα, ἀγαπᾶτε τοὺς πατέρας· οἱ γονεῖς, μὴ παροργίζετε τὰ τέκνα, ὁ θεῖος Ἀπόστολος παραινεῖ. Εἰ γὰρ λέαινα στέργει τὰ ἐξ αὐτῆς, καὶ λύκος ὑπὲρ σκυλάκων μάχεται· τί
45εἴπῃ ἄνθρωπος καὶ τῆς ἐντολῆς παρακούων καὶ τὴν φύσιν παραχαράσσων, ὅταν ἢ παῖς ἀτιμάζων γῆρας πατρὸς, ἢ πατὴρ διὰ δευτέρων γάμων τῶν προτέρων παίδων ἐπιλανθάνηται; Ἀδικώτατος περὶ τὴν τῶν ἐκγόνων ἐκτροφὴν ὁ ἀετός. Δύο γὰρ ἐξάγων νεοσ‐

32

.

1377

(50)

σοὺς, τὸν ἕτερον ἄγων εἰς γῆν καταῤῥήγνυσι, ταῖς πληγαῖς τῶν πτερῶν ἀπωθούμενος· τὸν δὲ ἕτερον μόνον ἀναλαβὼν, οἰκειοῦται, διὰ τὸ τῆς τροφῆς ἐπί‐
πονον ἀποποιούμενος ὃν ἐγέννησεν. Ἀλλ’ οὐκ ἐᾷ

32

.

1380

τοῦτον διαφθαρῆναι ἡ φήνη· ὑπολαβοῦσα γὰρ αὐτὸν, τοῖς οἰκείοις αὐτῆς νεοσσοῖς συνεκτρέφει. Τοιοῦτοι τῶν γονέων οἱ ἐπὶ προφάσει πενίας ἐκτιθέμενοι τὰ νήπια, ἢ καὶ ἐν τῇ διανομῇ τοῦ κλήρου ἀνισότατοι
5πρὸς τὰ ἔκγονα. Δίκαιον γὰρ, ὥσπερ ἐξ ἴσου μετα‐ δεδώκασι τοῦ εἶναι, οὕτω καὶ τὰς πρὸς τὸ ζῇν ἀφορ‐ μὰς ἴσως αὐτοῖς καὶ ὁμοτίμως παρέχειν. Μὴ μιμήσῃ τῶν γαμψωνύχων τὸ ἀπηνές· οἳ, ἐπειδὰν ἴδωσι τοὺς ἑαυτῶν νεοττοὺς κατατολμῶντας λοιπὸν τῆς πτήσεως,
10ἐκβάλλουσι τῆς καλιᾶς, τύπτοντες τοῖς πτεροῖς καὶ ὠθοῦντες, καὶ οὐδεμίαν ἐπιμέλειαν ποιοῦνται πρὸς τὸ λοιπόν. Ζήλωσαι τῆς κορώνης τὸ φιλότεκνον· ἣ καὶ πετομένων ἤδη παρέπεται, σιτίζουσα αὐτοὺς καὶ ἐκ‐ τρέφουσα μέχρι πλείστου.
17 Διαφέρει γὰρ τοῦ νηπίου καθ’ ἡλικίαν οὐδὲν ὁ ἐν ταῖς φρεσὶ νηπιάζων· Πολιὰ δέ ἐστι φρόνησις ἐν ἀνθρώποις. Πλεῖον γὰρ τῷ ὄντι εἰς πρεσβυτέρου
20σύστασιν, τῆς ἐν θριξὶ λευκότητος, τὸ ἐν φρονήσει πρεσβυτερικόν. Ἐὰν γάρ τις ᾖ, κατὰ τὸν σοφὸν Δανιὴλ, νέος μὲν τὸ σῶμα, πολιὸς δὲ τὴν φρόνησιν, δικαιότερος προτιμᾶσθαι τῶν τὰς σωματικὰς πολιὰς ἐν ἀκολάστῳ προαιρέσει προφερόντων. Καὶ γὰρ παι‐
25δάριον ὄντα τὸν Δανιὴλ, καὶ νεώτερον κατὰ τὴν αἰ‐ σθητὴν ἡλικίαν, τὴν δὲ νοητὴν πολιὰν ἐπὶ τῆς φρονή‐ σεως ἄγοντα, μετῆλθε τοῦ πρεσβυτερίου τὸ χάρισμα. Οὕτως ἐνδέχεταί ποτε, πρεσβυτέρων ῥᾳθύμως καὶ ἠμελημένως βιούντων προτιμοτέρους εὑρίσκεσθαι
30νέους, ὡς πρεσβυτέρους ὄντας διὰ τὴν πολιῶσαν αὐ‐ τῶν τῆς ψυχῆς ἀρετήν. Ἔστι δὲ καὶ χαλεπωτάτη τιμωρία, τὸ ὑπὸ νεανίσκων ἀφρόνων ἄγεσθαι πόλιν. Κοῦφον γὰρ ἡ νεότης, καὶ εὐκίνητον πρὸς τὰ φαῦλα· ἐπιθυμίαι δυσκάθεκτοι, ὀργαὶ θηριώδεις, προπέτειαι
35καὶ ὕβρεις, ὑπερηφάνειαι καὶ φυσιώσεις, σύντροφα τῇ νεότητι πάθη· φθόνοι πρὸς τὸ ὑπερέχον, ὑποψίαι πρὸς τὸ οἰκεῖον, μυρίων κακῶν ἐσμὸς συνέζευκται τῇ νεότητι. Ὧν πάντων ἀνάγκη ἀπολαύειν τοὺς ἀρχομένους· διότι τὰ τῶν ἀρχόντων κακὰ συμφοραὶ
40τοῖς ἀρχομένοις γίνονται. Ἐντεῦθεν τὰ πρὸ τῆς ἁλώ‐ σεως Ἱεροσολύμων τῆς τελευταίας ταύτης συνέβη κακὰ, ὅτε συμπεσόντες ἀλλήλοις, στάσεως καὶ φόνου τὴν πόλιν ἐνέπλησαν, οὐδὲ ὑπὸ τῶν περιεστοιχισμέ‐ νων αὐτοῖς πολεμίων εἰς τὴν ἀναγκαίαν ὁμόνοιαν οἱ
45πολῖται συνελαυνόμενοι, ἀλλὰ περὶ τῶν ἐσχάτων ἀγωνιῶντες, τῆς πόλεως ἤδη λαμβανομένης, τῶν τειχῶν καταῤῥιπτουμένων, τῶν πολεμίων εἰσχεομέ‐ νων, ὑπὸ φιλαρχίας καὶ φιλοπρωτείας ἀλλήλους ἀντεπῄεσαν. Καὶ ταῦτα ἔπασχον, διὰ τὸ ἀρθῆναι ἀπ’

32

.

1380

(50)

αὐτῶν προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ θαυμαστὸν σύμβουλον· ἐπιστῆναι δὲ αὐτοῖς ἄρ‐ χοντας νεανίσκους, καὶ ἐμπαίκτας αὐτῶν κυριεῦσαι. Ἵν’ οὖν μὴ καὶ ἡμῖν τὰ αὐτὰ ἐκείνοις συμβαίη, τὸ
μὲν ἀλλήλοις ἀντεπιέναι φύγωμεν· τὴν δὲ ὁμόνοιαν

32

.

1381

καὶ τὴν εἰς ἀλλήλους τιμὴν καὶ εἰρήνην διώξωμεν, ὅπως μετὰ τοῦ ἀσφαλῶς βιῶσαι, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν
5αἰώνων. Ἀμήν.