TLG 2040 074 :: BASILIUS :: Constitutiones asceticae [Sp.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Constitutiones asceticae [Sp.]

Citation: Volume — page — (line)

31

.

1321

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΒΑΣΙΛΕΙΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ
4tΑΣΚΗΤΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ,
5tΠΡΟΣ ΤΟΥΣ ΕΝ ΚΟΙΝΟΒΙῼ ΚΑΙ ΚΑΤΑΜΟΝΑΣ ΑΣΚΟΥΝΤΑΣ.
11tΠΡΟΟΙΜΙΟΝ.
12 Τὴν κατὰ Χριστὸν φιλοσοφίαν ἐπανελόμενος, καὶ τῶν βιωτικῶν ἐπιθυμιῶν τε καὶ ἡδονῶν καὶ φρον‐ τίδων ἀνώτερον ἄρας τὸ φρόνημα, καὶ τῶν σαρκι‐
15κῶν παθημάτων τὸν λογισμὸν ἐκ παντὸς τρόπου χωρίζειν καὶ ἀποκρίνειν ἐσπουδακὼς, πολλάκις μὲν πρὸς ἡμᾶς πολλοὺς πεποίησαι λόγους, πυνθα‐ νόμενος τίνα τρόπον δέοι τὴν τοῦ ἀγῶνος ἔνστασιν τελειῶσαι, μηδαμοῦ ταῖς σαρκικαῖς ἐπιθυμίαις ταῖς
20διὰ τοῦ σώματος παριούσαις ἐπὶ τὴν ψυχὴν ἁλισκό‐ μενον· καὶ τί μὲν πρῶτον, ὡς μάλιστα παραφυ‐ λακτέον, τί δὲ μετὰ τὸ πρῶτον· τίνα δὲ τῶν κα‐ λῶν ζηλωτέον, ὥστε τῇ μὲν παραφυλακῇ φυγεῖν τὴν τῶν ἀτόπων ἐνέργειαν· τῷ δὲ ζήλῳ κατορ‐
25θῶσαι τὴν τῶν καλῶν πρᾶξιν. Ἔπειτα μέντοι ἠξίους καὶ ἔγγραφόν σοι τῆς ἡμετέρας περὶ τούτου συμβου‐ λῆς γενέσθαι τὴν ἔκθεσιν. Τούτου χάριν καὶ αὐτοὶ προήχθημεν τὸν ἀγαθόν σου ζῆλον μὴ παριδεῖν,
ἀλλὰ καὶ τὸν ἐνόντα τρόπον ταῖς παρ’ ἑαυτῶν ὑπο‐1320

31

.

1324

θήκαις ἐπιστηρίξαι καὶ βεβαιώσασθαι· οὐχ ὡς ἀρκοῦντα πρὸς τὴν ὑπόθεσιν παρεχόμενον λόγον, ἀλλ’ ὡς τὸν ὄντα μὴ κατακρύπτοντες, ὥσπερ τινὶ χώματι, τῇ σιγῇ, καὶ ταύτῃ φεύγοντες τὴν ἐπὶ
5τῷ κατακρύψαντι τὸ τάλαντον εἰς τὴν γῆν ἠπειλη‐ μένην δίκην. Πρόφασις μὲν οὖν, ὡς τὰ πολλὰ, τοῖς ἀνθρώποις τῆς περὶ τὰς κοσμικὰς ἐπιθυμίας τε καὶ ἡδονὰς καὶ φροντίδας ὁ γάμος. Οὔτε γὰρ τῆς τοῦ θήλεος ἐπιθυμίας ἀνδράσιν, ἢ γυναιξὶ τῆς τοῦ
10ἄῤῥενος σφοδροτέραν καὶ βιαιοτέραν εὕροι τις ἂν ἐγκειμένην τῇ φύσει τοῦ σώματος· καὶ μάλα γε εἰκότως, οἷα δὴ περὶ τὴν τῶν ἐκγόνων βλάστησιν συνίστασθαι πεφυκυῖαν· ὃς, καιριωτάτην ἔχων ἐνέρ‐ γειαν, ἤμελλε καὶ τὴν ῥύμην σφοδροτέραν ἐπάγε‐
15σθαι· οὐδὲ φροντίδας βαρυτέρας ἀνθρώποις παρ‐ εισπιπτούσας τῶν διὰ τὴν συζυγίαν ἀθρόως ἐφιπτα‐ μένων, καθὼς ὁ Παῦλός φησιν· Ὁ γαμήσας με‐ ριμνᾷ τὰ τοῦ κόσμου, τὰς φροντίδας ἐπηχθισμένος. Ὁ μὲν γὰρ μόνος ἑαυτοῦ καὶ τῶν οἰκείων τοῦ σώ‐
20ματος ἀναγκῶν ἀνάσχοιτο ἂν, ἢ ἴσως καὶ περιφρο‐ νήσειε ταύτας, ἑαυτὸν εἰς τοῦτο πείθειν εὐκόλως δυνάμενος· ὁ δὲ γαμετῆς καὶ παίδων ἐπιμελούμε‐ νος οὐκέτι τῆς οἰκείας γνώμης κύριος γίνεται, ἀλλὰ ἀνάγκην ἔχει ταύτῃ τὰ καθ’ ἡδονὰς πράττειν, καὶ
25περὶ τὴν τῶν παίδων ἐπιμέλειαν ἀσχολούμενος, πολ‐ λὴν ἄβυσσον ἐπαντλεῖσθαι φροντίδων, ἃς καταλέγειν μακρότερον ἢ κατὰ τὸν παρόντα καιρὸν ἂν εἴη.
29Ὁ τοίνυν τῶν τοῦ κόσμου δεσμῶν ἐλεύθερος
30εἶναι γλιχόμενος τὸν γάμον ὥσπερ τινὰς πέδας ἀπ‐ έφυγε· τοῦτον δὲ ἀποφυγὼν, τὸν ἑαυτοῦ βίον ἀνέθηκε Θεῷ, καὶ τὴν ἁγνείαν καθωμολόγησεν· ὡς μήτε ἄδειαν ὑπάρχειν αὐτῷ τῆς ἐπὶ τὸν γάμον ἐπι‐ στροφῆς, ἀλλ’ ἔχεσθαι αὐτὸν ἐκ παντὸς τρόπου τῶν
35ὑπὲρ τῆς ἁγνείας ἀγωνισμάτων φύσει προσπαλαίον‐ τα, καὶ ταύτης ταῖς βιαιοτέραις ὁρμαῖς. Ἐραστὴς γὰρ ὁ τοιοῦτος τοῦ Θεοῦ καταστὰς, καὶ τῆς ἐκείνου ἀπαθείας, κατὰ γοῦν τὸ σμικρότατον, κατασχεῖν ἐφιέμενος, καὶ τῆς πνευματικῆς ἁγιότητος, γαλήνης
40τε καὶ ἀταραξίας, καὶ ἡμερότητος, καὶ τῆς ἐκ τού‐ των τικτομένης εὐφροσύνης τε καὶ χαρᾶς ἐπιθυμῶν ἀπογεύσασθαι, παντὸς μὲν ὑλικοῦ καὶ σωματικοῦ πάθους τοῦ τὴν ψυχὴν ἐπιθολοῦντος, πόῤῥω τοὺς λογισμοὺς ἀπάγειν ἐσπούδακε· καθαρῷ δὲ καὶ ἀν‐
45επισκιάστῳ ὄμματι τῆς ψυχῆς τὰ θεῖα περιαθρεῖ, ἀπλήστως τοῦ ἐκεῖθεν φωτὸς ἐμφορούμενος. Εἰς τοιαύτην τε ἕξιν καὶ κατάστασιν τὴν ψυχὴν ἐξ‐ ασκήσας, οἰκειοῦται κατὰ τὴν ἐγχωροῦσαν ὁμοίω‐ σιν τῷ Θεῷ, ἐπέραστός τε καὶ ποθεινότατος αὐτῷ

31

.

1324

(50)

γίνεται· οἷα δὴ μέγα τι ἆθλον καὶ δυσήνυτον ἀνα‐ τλὰς, καὶ ἐκ τῆς κατὰ τὴν ὕλην συγκράσεως δυνη‐
θεὶς ἀκραιφνεῖ καὶ κεχωρισμένῃ τῇ διανοίᾳ τῆς τῶν1322

31

.

1325

σωματικῶν ἐπιμιξίας παθῶν προσομιλῆσαι Θεῷ. Οὐκοῦν πρέπον τε καὶ ἀκόλουθον τὸν εἰς τοιαύτην ἕξιν διὰ τῆς προειρημένης ἀσκήσεως ἀνελθόντα μὴ κατασπᾶσθαι πάλιν διὰ τῶν τῆς σαρκὸς ἐρεθισμῶν
5πρὸς κοινωνίαν τῶν ἐκείνης παθῶν· μηδὲ τοὺς ἐκεῖ‐ θεν ἀτμοὺς ἀνιόντας δεχόμενον, ὥσπερ ἀχλύϊ τινὶ βαθυτάτῃ ἀμαυροῦσθαι τὸν τῆς ψυχῆς ὀφθαλμόν· καὶ ἀποπίπτειν τῆς θείας καὶ πνευματικῆς θεωρίας, ὑπὸ τοῦ καπνοῦ τῶν παθημάτων τὸ βλέμμα τοῦ λο‐
10γισμοῦ δριμυσσόμενον. ΚΕΦΑΛΑΙΟΝ Αʹ Περὶ τοῦ δεῖν τὴν εὐχὴν προτιθέναι πάντων. Πᾶσα πρᾶξις, ἀγαπητὲ, καὶ πᾶς λόγος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κανών ἐστιν εὐ‐
15σεβείας τε καὶ ἀρετῆς. Διά τοι τοῦτο καὶ ἐνηνθρώπη‐ σεν, ὡς ἐν εἰκόνι διαγράφων ἡμῖν εὐσέβειάν τε καὶ ἀρετὴν, ἵνα κατὰ δύναμιν ἕκαστος καὶ ἑκάστη ὁρῶν‐ τες ζηλώσωμεν τὸ ἀρχέτυπον. Διὰ γὰρ τοῦτο φορεῖ τὸ ἡμέτερον σῶμα, ἵνα καὶ ἡμεῖς αὐτοῦ τὴν πολι‐
20τείαν, ὡς οἷόν τε, μιμησώμεθα. Σὺ τοίνυν, ὅταν ἀκούσῃς λόγον ἢ πρᾶξιν αὐτοῦ, μὴ παρέργως καὶ ἁπλῶς καὶ ὡς ἔτυχεν ἄκουε· ἀλλ’ ἔμβαινε εἰς τὸ βάθος τῶν θεωρημάτων· γίνου κοινωνὸς τῶν μυ‐ στικῶς παραδεδομένων. Μάρθα μὲν γὰρ τὸν Κύριον
25ὑποδέχεται· καθέζεται δὲ πρὸς τοὺς πόδας αὐτοῦ Μαρία· ἐν δυσὶ δὲ ἀδελφαῖς καλὴ προθυμία· διά‐ στησον μέντοι τὰ πράγματα. Ἡ μὲν γὰρ Μάρθα διηκόνει, παρασκευάζουσα τὰ πρὸς δεξίωσιν τῆς σωματικῆς αὐτοῦ χρείας· ἡ δὲ Μαρία, καθημένη
30πρὸς τοὺς πόδας αὐτοῦ, ἤκουε τῶν λόγων αὐτοῦ. Ἡ μὲν οὖν ἀνέπαυε τὸ φαινόμενον, ἡ δὲ ἐδούλευε τῷ ἀοράτῳ. Ἦν γὰρ ἀληθῶς καὶ ἄνθρωπος καὶ Θεὸς ὁ παρὼν, ὁ αὐτὸς Δεσπότης ἀμφοτέρων τῶν γυναι‐ κῶν τὴν προθυμίαν ἀπεδέξατο. Ἀλλ’ ἡ μὲν Μάρθα,
35καμάτῳ πιεζομένη, μεσίτην γενέσθαι παρεκάλει τὸν Κύριον, ἵνα προσλάβῃ βοηθὸν τὴν ἰδίαν ἀδελφὴν τῆς διακονίας. Εἰπὲ, φησὶν, αὐτῇ, ἵνα ἀνα‐ στᾶσα συνδιακονῇ μοι. Ὁ δὲ Κύριος πρὸς αὐτήν· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολ‐
40λά. Ἑνὸς δέ ἐστι χρεία. Μαρία γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς· Οὐδὲ γὰρ ἐπὶ τοῦτο πάρεσμεν, ἵνα ἐπὶ στι‐ βάσιν ἀναπέσωμεν, καὶ τὴν κοιλίαν θρέψωμεν· ἀλλὰ πάρεσμεν, ἵνα ὑμᾶς θρέψωμεν λόγῳ ἀληθείας καὶ
45θεωρίᾳ μυστηρίων. Τὴν μὲν οὖν οὐκ ἀπέστρεψεν1324

31

.

1328

ἀφ’ ὧν ἐποίει, τὴν δὲ ἀπεδέξατο ἐφ’ οἷς προσεῖχεν. Ὅρα μοι τοίνυν τὰς δύο μερίδας διὰ τῶν δύο γυναι‐ κῶν εἰσαγομένας· τὴν μὲν μίαν ἐλάττω, τὴν δια‐ κονίαν τὴν σωματικωτέραν ἑλομένην, πλὴν ὅτι καὶ
5αὐτὴν χρησιμωτάτην· τὴν δὲ ἀναβεβηκυῖαν τῇ θεωρίᾳ τῶν μυστηρίων κρείττονα καὶ πνευματι‐ κωτέραν. Ταῦτα σὺ ὁ ἀκροατὴς πνευματικῶς ἐκλάμβανε, καὶ ὃ θέλεις ἔκλεξαι. Εἰ μὲν βούλῃ διακονεῖν, διακόνει ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ.
10Αὐτὸς γὰρ ἔλεγεν· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Κἂν γὰρ ξένους δέχῃ, κἂν πτωχοὺς ἀναπαύῃς, κἂν τοῖς ὀδυνωμένοις ἐπικάμπτῃ, κἂν τοῖς ἐν ἀνάγκῃ καὶ συμφορᾷ χεῖρα βοηθείας ὀρέγῃς, κἂν ἀῤῥώστοις
15ὑπηρετῇς, πάντα εἰς ἑαυτὸν ὁ Χριστὸς ἀναδέχεται. Εἰ δὲ θέλῃς τὴν Μαρίαν ζηλῶσαι καταλελοιπυῖαν τὴν τοῦ σώματος διακονίαν, ἀναβᾶσαν δὲ εἰς θεω‐ ρίαν τῶν πνευματικῶν θεαμάτων, γνησίως μέτελθε τὸ πρᾶγμα. Κατάλιπε τὸ σῶμα, ἔασον
20γεωργίαν, ὀψοποιίαν τε καὶ παρασκευήν· κάθισον δὲ παρὰ τοὺς πόδας τοῦ Κυρίου, καὶ ἄκουσον αὐτοῦ τῶν λόγων, ἵνα κοινωνὸς γένῃ τῶν τῆς θεότητος μυστηρίων. Ἡ γὰρ θεωρία τῶν Ἰησοῦ μαθημάτων ἀναβέβηκε τοῦ σώματος τὴν διακονίαν.
25 Ἔλαβες τοίνυν, ἀγαπητὲ, τὰ ὑποδείγματα καὶ τὴν ἀπόδειξιν. Ζήλωσον ἃ θέλεις, ἢ διάκονος ἔσο πτωχῶν, ἢ ἐραστὴς δογμάτων Χριστοῦ. Εἰ δὲ δύνα‐ σαι ἀμφότερα ζηλῶσαι, ἑκατέρωθεν ἀποφέρῃ τὸν καρπὸν τῆς σωτηρίας. Πρῶτος μέντοι ἐστὶν ὁ πνευ‐
30ματικὸς λόγος, τὰ δὲ λοιπὰ πάντα δεύτερα. Μαρία γὰρ, φησὶ, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Ἂν τοίνυν καὶ σὺ θέλῃς μύστης εἶναι Χριστοῦ, παρακαθέζῃ μὲν αὐτοῦ τοῖς ποσὶ, δέχῃ δὲ αὐτοῦ τὸ Εὐαγγέλιον, καταλείψεις αὐτοῦ ὅλον τὸν βίον, καὶ ἀμερίμνως διοί‐
35σεις· ἐπιλησθήσῃ δὲ καὶ τοῦ ἰδίου σώματος, καὶ οὕτω δυνήσῃ προσδιαλέγεσθαι αὐτοῦ τοῖς θεωρήμα‐ σιν, ἵνα ζηλώσῃς Μαρίαν, καὶ τὴν ἀνωτάτω καρπώσῃ δόξαν. Προσευχόμενος δὲ, ὅρα μὴ ἄλλα ἀντ’ ἄλλων αἰτήσῃς, καὶ παροργίσῃς τὸν Κύριον, μὴ χρήματα,
40μὴ δόξαν ἀνθρωπίνην, μὴ δυναστείαν, μὴ ἄλλο τι τῶν παρερχομένων· ἀλλὰ αἴτει τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ πάντα τὰ πρὸς τὴν χρείαν τοῦ σώματος αὐτός σοι παρέξει, καθώς φησιν αὐτὸς ὁ Κύριος· Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δι‐
45καιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσε‐ ται ὑμῖν. Προσευχῆς δὲ, ἀγαπητὲ, δύο εἰσὶ τρόποι· ὁ μὲν ὁ τῆς δοξολογίας μετὰ ταπεινοφροσύνης· δεύ‐ τερος δὲ ὁ τῆς αἰτήσεως ὑποβεβηκώς. Προσευχόμενος οὖν, μὴ εὐθέως ἐπὶ αἴτησιν ἔρχου· εἰ δὲ μήγε, δια‐

31

.

1328

(50)

βάλλεις σου τὴν προαίρεσιν, ὡς ὑπὸ τῆς χρείας ἀναγκαζόμενος προσεύχῃ τῷ Θεῷ. Ἀρχόμενος τοίνυν προσευχῆς, κατάλιπε σεαυτὸν, γυναῖκα, τέκνα· ἔασον
τὴν γῆν, ὑπέρβηθι οὐρανὸν, κατάλιπε πᾶσαν τὴν1326

31

.

1329

κτίσιν ὁρατήν τε καὶ ἀόρατον, καὶ ἄρξαι ἀπὸ δοξο‐ λογίας τοῦ ποιήσαντος τὰ πάντα, καὶ ὅταν δοξολογή‐ σῃς αὐτὸν, μὴ πλανώμενος τὸν νοῦν ὧδε κἀκεῖσε, μηδὲ Ἑλληνικῶς μυθολογῶν, ἀλλ’ ἀπὸ τῶν ἁγίων
5Γραφῶν ἐκλεγόμενος, καὶ λέγων· Εὐλογῶ σε, Κύριε, τὸν μακρόθυμον, καὶ ἀνεξίκακον, τὸν καθ’ ἑκάστην ἡμέραν μακροθυμοῦντά μοι πλημμελοῦντι, καὶ δόντα ἐξουσίαν πᾶσιν ἡμῖν μετανοίας. Διὰ γὰρ τοῦτο σιω‐ πᾷς, καὶ ἀνέχῃ ἡμῶν, Κύριε, ἵνα σε δοξολογῶμεν τὸν
10οἰκονομοῦντα τοῦ γένους ἡμῶν τὴν σωτηρίαν· ποτὲ μὲν διὰ φόβων, ἄλλοτε δὲ διὰ παραινέσεων, ποτὲ δὲ διὰ προφητῶν, ὕστερον δὲ διὰ τῆς παρουσίας τοῦ Χριστοῦ σου ἐπισκεψάμενος ἡμᾶς. Σὺ γὰρ ἔπλασας ἡμᾶς, καὶ οὐχ ἡμεῖς. Σὺ εἶ ὁ Θεὸς ἡμῶν.
15 Ὅταν δὲ δοξολογήσῃς ἀπὸ τῶν Γραφῶν, ὡς δύνα‐ σαι, καὶ ἀναπέμψῃς αἶνον πρὸς τὸν Θεὸν, τότε ἄρ‐ χου μετὰ ταπεινοφροσύνης, καὶ λέγε· Ἐγὼ μὲν, Κύριε, οὐκ εἰμὶ ἄξιος ἐπὶ σοῦ φθέγξασθαι, διότι σφόδρα ἁμαρτωλὸς τυγχάνω. Κἂν μὴ σύνοιδάς τι σεαυτῷ φαῦ‐
20λον, οὕτω χρή σε λέγειν. Οὐδεὶς γὰρ ἀναμάρτητος εἰ μὴ μόνος ὁ Θεός. Πολλὰ γὰρ ἁμαρτάνοντες, τὰ πλεῖστα οὔτε συνίεμεν. Διὰ τοῦτο φησὶν ὁ Ἀπόστολος· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· τουτέστι, πολλὰ ἁμαρτάνω, καὶ οὐ συνιῶ. Ὅθεν καὶ
25ὁ Προφήτης φησί· Παραπτώματα τίς συνήσει; Ὥστε οὖν οὐ ψεύδῃ ἁμαρτωλὸν σεαυτὸν εἰπών. Εἰ γὰρ συνιεῖς, καὶ αὐτῷ τούτῳ ἁμαρτάνεις, τῷ λέγειν, ὅτι Οὐκ εἰμὶ ἁμαρτωλός· ἀλλὰ μᾶλλον λέγε, ὅτι Ὑπὲρ τοὺς ἁμαρτωλοὺς πάντας ἐγώ εἰμι ὁ παρα‐
30βαίνων τὸ θεῖον πρόσταγμα τὸ κελεῦον· Ὅταν πάντα κατορθώσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὀφείλομεν ποιῆσαι, πεποιήκαμεν. Οὕτω σε δεῖ λογίζεσθαι διαπαντὸς, ὅτι Ἀχρεῖός εἰμι· καὶ πάλιν· Τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερ‐
35έχοντας ἑαυτῶν. Προσεύχου οὖν τῷ Θεῷ μετὰ φόβου καὶ ταπεινοφροσύνης. Ὅταν οὖν ἀποτείνῃς λόγον τα‐ πεινοφροσύνης, καὶ εἴπῃς· Εὐχαριστῶ σοι, Κύριε, ὅτι μου ἐμακροθύμησας τοῖς παραπτώμασι, καὶ ἕως τοῦ νῦν ἀτιμώρητόν με εἴασας· ἐγὼ μὲν γὰρ ἄξιος
40ἤμην πάλαι μυρία δεινὰ παθεῖν, καὶ ἀποῤῥιφῆναι ἀπὸ τοῦ προσώπου σου, ἡ δὲ ἀνεξίκακός σου φιλανθρω‐ πία ἐμακροθύμησεν ἐπ’ ἐμοί· εὐχαριστῶ σοι, εἰ καὶ μὴ τυγχάνω αὐτάρκης πρὸς εὐχαριστίαν τῆς σῆς ἀνεξικακίας· καὶ ὅταν τὰ δύο μέρη ἀποπληρώσῃς
45τῆς δοξολογίας καὶ ταπεινοφροσύνης, τότε λοιπὸν αἴ‐ τησον ὃ ὀφείλεις αἰτῆσαι· μὴ πλοῦτον, καθὼς προεῖ‐ πον, μὴ δόξαν ἐπίγειον, μὴ ὑγείαν σώματος. Αὐτὸς γάρ σε ἔπλασε, καὶ κήδεταί σου τῆς σωτηρίας, καὶ
οἶδε πῶς ἑκάστῳ συμφέρει, εἴτε ὑγιαίνειν, εἴτε ἀσθε‐1328

31

.

1332

νεῖν· ἀλλ’ αἴτει, καθὼς προσετάχθης, τὴν βασι‐ λείαν τοῦ Θεοῦ. Περὶ γὰρ τῆς χρείας τοῦ σώμα‐ τός σου, καθὼς προέφην, αὐτὸς φροντίσει. Ἀξιωμα‐ τικώτατος γάρ ἐστιν ὁ βασιλεὺς ἡμῶν, καὶ ἀγα‐
5νακτεῖ, ἐάν τις αὐτὸν μικρόν τι αἰτήσῃ, ἐάν τις ἡμῶν περὶ τῶν οὐδὲν προσηκόντων αὐτὸν αἰτῇ. Μὴ τοίνυν ἐν τῇ προσευχῇ σου ἀγανάκτησιν σεαυτῷ προσαγάγῃς, ἀλλ’ αἴτησον σεαυτῷ ἄξια τοῦ βασιλέως Θεοῦ. Αἰτῶν δὲ τὰ ἄξια τοῦ Θεοῦ, μὴ ἀποστῇς, ἕως
10ὅτου λάβῃς. Τοῦτο γὰρ αἰνιττόμενος ὁ Κύριός φησιν ἐν τῷ Εὐαγγελίῳ· Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πο‐ ρεύσεται πρὸς αὐτὸν μεσονυκτίῳ, καὶ ἐρεῖ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μοι παρεγένετο ἐξ ὁδοῦ, καὶ οὐκ ἔχω ὃ παραθήσω
15αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθῇ· Μή μοι κό‐ πους πάρεχε· ἤδη γὰρ ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ’ ἐμοῦ ἐν τῇ κοίτῃ εἰσὶν, οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ, ἀναστὰς διὰ τὸ φίλον αὐτοῦ εἶναι,
20ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ ὅσων χρῄζει.
23 Ὑπόδειγμα ἡμῖν δίδωσιν ὁ Κύριος, ἵνα διδάξῃ ἡμᾶς εὐτόνους εἶναι καὶ φιλονείκους ἐν πίστει. Ὑπό‐
25δειγμα γὰρ λαμβάνει ἀπὸ ἀνθρώπου πρὸς ἄνθρωπον, ἵνα μάθῃς μὴ ἀπαγορεύειν ποτέ· ἵνα, ὅταν αἰτήσῃς, καὶ μὴ λάβῃς, μὴ ἀποστῇς ἕως ὅτου λάβῃς, πλὴν, καθὼς προεῖπον, ἐὰν αἰτῇς ἅπερ ὁ Θεὸς θέλει· καὶ μὴ εἴπῃς, ὅτι Ἁμαρτωλός εἰμι, καὶ οὐκ ἀκούομαι.
30Ἵνα γὰρ μὴ ἀπογινώσκῃς, διὰ τοῦτό φησιν· Εἰ καὶ μὴ διὰ τὸ φίλον αὐτοῦ εἶναι δώσει αὐτῷ, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ ὅσων χρῄζει. Λοιπὸν κἂν μὴν παρέλθοι, κἂν ἐνιαυτὸς, κἂν τριετὴς, κἂν τετραετὴς χρόνος, κἂν πλείονα ἔτη, ἕως
35ὅτου λάβῃς, μὴ ἀναχωρήσῃς, ἀλλὰ μετὰ πίστεως αἴ‐ τει, διαπαντὸς τὸ ἀγαθὸν ἐργαζόμενος. Πολλάκις γάρ τις ἐξ ἡμῶν ἐν νεότητι ἀντεποιήθη σωφροσύνης, εἶτα ὑπεισῆλθεν ἡ ἡδονὴ, ἐκινήθησαν αἱ κατὰ φύσιν ἐπιθυμίαι, ἠσθένησεν ἡ προσευχὴ, ἐπεβλήθη τῇ νεό‐
40τητι οἶνος, ἀπώλετο ἡ σωφροσύνη, καὶ γέγονεν ὁ ἄν‐ θρωπος ἄλλος ἀντ’ ἄλλου. Οὕτως αἱ μεταβολαὶ γίνον‐ ται, διὰ τὸ μὴ γενναίῳ λογισμῷ ἀνθίστασθαι τοῖς πάθεσι. Δεῖ οὖν τὰ μὲν παρ’ ἑαυτοῦ εἰσφέρειν πάντα, βοᾷν δὲ πρὸς τὸν Θεὸν, ἵνα συμμαχήσῃ αὐτῷ.
45Ἐὰν γάρ τις χαυνότητι ἐκδώσει ἑαυτὸν ταῖς ἐπιθυ‐1330

31

.

1333

μίαις, καὶ ἑαυτὸν προδώσει τοῖς ἐχθροῖς, τούτῳ ὁ Θεὸς οὐ συμμαχεῖ, οὐδὲ εἰσακούει· προλαβὼν γὰρ διὰ τῆς ἁμαρτίας ἠλλοτρίωσεν ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ. Ὁ γὰρ θέλων βοηθεῖσθαι ὑπὸ τοῦ Θεοῦ, τὸ πρέπον οὐ
5προδίδωσιν· ὁ δὲ τὸ πρέπον μὴ προδιδοὺς οὐ προδίδοταί ποτε ὑπὸ τῆς θείας συμμαχίας. Χρὴ τοί‐ νυν ἐν μηδενὶ καταγινώσκεσθαι ὑπὸ τοῦ ἰδίου συνειδό‐ τος, καὶ οὕτως τὴν θείαν συμμαχίαν ἐπικαλεῖσθαι· ἐπικαλεῖσθαι δὲ μὴ ῥᾳθύμως, μὴ μετεωριζομένῳ τῷ
10νῷ ὧδε κἀκεῖσε· ὁ γὰρ τοιοῦτος οὐ μόνον οὐ λήψε‐ ται τὸ αἴτημα, ἀλλὰ καὶ μειζόνως παροξυνεῖ τὸν Δεσπότην. Εἰ γὰρ, ἐπὶ ἄρχοντός τις ἑστὼς καὶ διαλε‐ γόμενος, μετὰ πολλοῦ φόβου ἵσταται, ἀμετεώριστον ἔχων καὶ τὸ ἔξωθεν ὄμμα καὶ τὸ τῆς ψυχῆς ἔνδοθεν,
15μήποτε κινδυνεύσῃ· πόσῳ μᾶλλον ἐπὶ Θεοῦ χρὴ ἑστάναι μετὰ φόβου καὶ τρόμου, ὅλον τὸν νοῦν τετα‐ μένον ἔχοντα πρὸς αὐτὸν μόνον, καὶ ἀλλαχοῦ μηδα‐ μοῦ; Διότι αὐτὸς οὐ μόνον τὸν ἔξωθεν ἄνθρωπον βλέ‐ πει, καθὼς οἱ ἄνθρωποι, ἀλλὰ καὶ τὸν ἔνδοθεν καθορᾷ.
20Ἐὰν τοίνυν οὕτως, ὡς χρὴ, στήκῃς ἐνώπιον τοῦ Θεοῦ, καὶ τὰ παρὰ σεαυτοῦ πάντα εἰσφέρῃς, μὴ ἀπο‐ στῇς, ἕως ὅτου λάβῃς τὸ αἴτημά σου· ἐὰν δὲ καταγι‐ νώσκῃ ὑπὸ τοῦ συνειδότος σου ὡς καταφρονῶν, καὶ ἐὰν μετεώρως στήκῃς εἰς εὐχὴν, δυνάμενος ἀμετεω‐
25ρίστως στῆναι, μὴ τολμήσῃς στῆναι ἐνώπιον τοῦ Θεοῦ, ἵνα μὴ γένηται ἡ προσευχή σου εἰς ἁμαρτίαν. Εἰ δὲ, ἐξασθενήσας ὑπὸ τῆς ἁμαρτίας, ἀπερισπάστως οὐ δύνασαι εὔχεσθαι, ὅσον δύνασαι σεαυτὸν βιάζου, καὶ προσκαρτέρει στήκων ἐνώπιον τοῦ Θεοῦ, τὸν
30νοῦν πρὸς αὐτὸν ἔχων, καὶ ἐπισυνάγων αὐτὸν πρὸς ἑαυτὸν, καὶ ὁ Θεὸς συγγνώμην ποιεῖ, ὅτι οὐκ ἀπὸ κα‐ ταφρονήσεως, ἀλλὰ ἀπὸ ἀσθενείας οὐκ ἰσχύεις, ὡς χρὴ, στήκειν ἐνώπιον τοῦ Θεοῦ. Ἐὰν οὕτω βιάζῃ ἑαυτὸν εἰς πᾶν ἔργον ἀγαθὸν, μὴ ἀποστῇς, ἕως ὅτου
35λάβῃς τὸ αἴτημά σου, ἀλλὰ μακροθύμως κροῦε τὴν θύραν αὐτοῦ, αἰτῶν τὸ αἴτημά σου. Πᾶς γὰρ ὁ αἰ‐ τῶν λαμβάνει, φησὶ, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Τίνος γὰρ ἄλλου θέλεις τυχεῖν εἰ μὴ μόνης τῆς κατὰ Θεὸν σωτηρίας;
41 Θέλεις μαθεῖν, ἀγαπητὲ, πῶς ἐμακροθύμουν οἱ ἅγιοι, καὶ οὐκ ἀπεγίνωσκον; Τὸν Ἀβραὰμ ὁ Θεὸς νεώτερον ἐκάλεσε, καὶ ἐκ τῆς Ἀσσυρίων γῆς μετ‐ έθηκεν αὐτὸν εἰς τὴν Παλαιστίνην, φήσας αὐτῷ· Σοὶ
45δώσω τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου μετὰ σέ· καὶ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, οὕτως ἔσται τὸ σπέρμα σου, ὃ οὐκ ἐξαριθμηθήσεται. Καὶ παρῆλθε πολὺς ἐτῶν ἀριθμὸς, καὶ ἐνεκρώθη μὲν αὐτοῦ ἡ φύ‐ σις, ἐν προθύροις δὲ ἡ τελευτὴ, καὶ οὐκ εἶπεν, ὅτι,

31

.

1333

(50)

Κύριε, ἀεί μοι παῖδας ἐπαγγέλλῃ, καὶ πατέρα με
ἔσεσθαι πάντων τῶν ἐθνῶν προλέγεις. Νεκρά1332

31

.

1336

μου διὰ γῆρας τῆς φύσεως τὰ κινήματα, καὶ Σάῤῥα, ἡ γυνή μου, οὐκέτι ὑπομένει τι γυναικεῖον διὰ τὸ γῆρας· ὥστε ψευδὴς ἡ ἐπαγγελία. Δύο γὰρ γέροντες ποίαν ἐλπίδα ἔχομεν; Οὐκ εἶπε ταῦτα, οὐκ ἐνενόη‐
5σεν, ἀλλ’ ἔμενεν ἀσάλευτος τῇ πίστει· καὶ τῇ μὲν ἡλικίᾳ ἐγήρασκεν, ἡ δὲ ἐλπὶς ἐνέαζε. Καὶ τὸ μὲν σῶμα εἰς ἀτονίαν ἤρχετο, καὶ ἀπόγνωσιν ἐνεποίει, ἡ δὲ πίστις ἐνεύρου καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα. Θεὸς, φησὶν, ἐστὶν ὁ ἐπαγγειλάμενος, ὁ Δεσπότης
10τῆς φύσεως, καὶ ἄλλως γενέσθαι οὐ δύναται. Αὐτός ἐστιν ὁ καὶ τὰ ἀδύνατα δυνατὰ ποιῶν· δίοτι ποιεῖ πάντα, καὶ μετασκευάζει ὡς βούλεται. Μιμοῦ τὴν πίστιν τοῦ Ἀβραάμ. Ὅτε οὖν ἠσθένησεν ἡ φύσις, καὶ ἐνεκρώθη τὰ κινήματα, τότε ἔζησεν ἡ ἐπαγγε‐
15λία τοῦ Θεοῦ. Δέχου τὰ ὑποδείγματα. Ἡμεῖς δὲ ἐνιαυτὸν προσευχόμεθα, καὶ ἀναχωροῦμεν· δύο ἔτη νηστεύομεν, καὶ παυόμεθα. Μὴ οὖν ἀτονήσωμεν πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ. Καὶ γὰρ ὁ ἐκείνῳ ἐπαγγειλάμενος πληθύνειν τὸ σπέρμα αὐτοῦ, καὶ
20ἡμῖν ἐπηγγείλατο αἰτοῦσι παρέχειν τὸ αἴτημα ἡμῶν. Φησὶ γάρ· Δεῦτε πάντες πρὸς μὲ, οἱ κοπιῶν‐ τες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Μακρὰν γάρ σου ὄντος ἀπ’ αὐτοῦ, κοπιῶντά τε καὶ πεφορτισμένον τὸ βαρύτατον φορτίον τῆς ἁμαρ‐
25τίας, ἐλεήσας σε προσεκαλέσατο, ὥστε κουφίσαι σε τοῦ φορτίου, καὶ ἀνάπαυσιν τοῦ λοιποῦ χαρίσασθαι· καὶ σὺ οὐ πιστεύεις αὐτῷ; Ἀλλὰ γὰρ, κἂν σιωπᾷν θέλωμεν, ἐλεγχόμεθα ὑπὸ τοῦ συνειδότος ἡμῶν. Οὐ γὰρ ἀπιστοῦμεν αὐτῷ ὡς μὴ δυναμένῳ ἀναπαῦσαι
30ἡμᾶς, ἀλλὰ περιστελλόμεθα ἆραι τὸν ζυγὸν αὐτοῦ ἐφ’ ἑαυτῶν, τὸν χρηστὸν καὶ ἐλαφρὸν, καὶ διὰ τῆς στενῆς πύλης εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρα‐ νῶν· αἱρούμεθα δὲ μᾶλλον τὸ τῶν ἁμαρτιῶν φορτίον βαστάζειν, καὶ διὰ τῶν ἐν ἡδονῇ παθημάτων τὴν
35εὐρύχωρον ὁδὸν βαδίζειν, καὶ διὰ τῆς πλατείας πύ‐ λης εἰσέρχεσθαι εἰς τὴν ἀπώλειαν. Ἀλλὰ πολλάκις, φησὶν, ᾔτησα, καὶ οὐκ ἔλαβον. Πάντως ὅτι κα‐ κῶς ᾔτησας, ἢ ἀπίστως, ἢ μετεώρως, ἢ τὰ μὴ συμ‐ φέροντά σοι Εἰ δὲ καὶ τὰ συμφέροντα πολλάκις ᾔτη‐
40σας, ἀλλ’ οὐ παρέμεινας. Γέγραπται γὰρ, ὅτι Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ, Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
34Οἶδεν ὁ Θεὸς τῶν προσευχομένων τὴν καρδίαν.
35Τί οὖν, φησὶ, τῆς ἡμῶν χρείαν ἔχει αἰτήσεως ὁ Θεός; Οὐκ οἶδεν ὧν χρείαν ἔχομεν; Τίς οὖν χρεία αἰτήσεως; Οἶδε μὲν ὁ Θεὸς ὧν χρῄζομεν, καὶ πάντα τὰ σωματικὰ πλουσίως ἡμῖν παρέχει εἰς ἀπόλαυσιν, καὶ ἀγαθὸς ὑπάρχων, βρέχει ἐπὶ δικαίους καὶ ἀδί‐
40κους, καὶ τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς1334

31

.

1337

καὶ ἀγαθοὺς, καὶ πρὸ τοῦ αἰτῆσαι ἡμᾶς· τὴν δὲ πίστιν, καὶ τὰ κατορθώματα τῆς ἀρετῆς, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐὰν μὴ αἰτήσῃς μετὰ καμά‐ του καὶ παραμονῆς πολλῆς, οὐ λαμβάνεις. Δεῖ γὰρ
5πρότερον ποθῆσαι, ποθήσαντα δὲ ζητῆσαι ἐξ ἀλη‐ θείας ἐν πίστει καὶ ὑπομονῇ τὰ παρ’ ἑαυτοῦ πάντα εἰσφέροντα· ἐν μηδενὶ κρινόμενον ὑπὸ τοῦ ἰδίου συνειδότος, ὡς ἢ ἀμελῶς ἢ ῥᾳθύμως αἰτοῦντος, καὶ τότε λαβεῖν, ὅτε θέλει ὁ Κύριος. Κρεῖσσον γάρ σου
10οἶδε τὰ συμφέροντά σοι. Καὶ ἴσως διὰ τοῦτο ἀναβάλ‐ λεται διδόναι, τὴν πρὸς αὐτὸν προσεδρίαν σου σοφι‐ ζόμενος· καὶ ἵνα γνῷς, τί ἐστι δῶρον Θεοῦ, καὶ φυ‐ λάξῃς τὸ δοθὲν μετὰ φόβου. Πᾶν γὰρ ὃ μετὰ πολλοῦ καμάτου τις κτᾶται, σπουδάζει τοῦτο φυλάττειν,
15ἵνα μὴ, ἀπολέσας αὐτὸ, ἀπολέσῃ καὶ τὸν πολὺν αὐτοῦ κάματον, καὶ τὴν χάριν τοῦ Θεοῦ ἀθετήσας, ἀνάξιος γένηται τῆς αἰωνίου ζωῆς. Τί γὰρ ὠφέλησε τὸν Σολο‐ μῶντα ταχέως λαβόντα τὴν χάριν τῆς σοφίας, καὶ ἀπολέσαντα αὐτήν;
22 Μὴ οὖν ὀλιγοψύχει, εἰ μὴ λάβῃς ταχέως τὸ αἴ‐ τημα. Εἰ γὰρ ᾔδει ὁ ἀγαθὸς Δεσπότης, ὅτι, τα‐ χέως λαμβάνων τὴν χάριν, οὐκ ἀπολεῖς αὐτὴν, ἕτοι‐
25μος ἦν καὶ πρὸ τοῦ αἰτῆσαί σε αὐτὴν παρασχεῖν. Νῦν δὲ κηδόμενός σου τοῦτο ποιεῖ. Εἰ γὰρ ὁ λαβὼν τὸ τάλαντον, καὶ σῶον αὐτὸ φυλάξας, διότι μὴ ἐπρα‐ γματεύσατο αὐτὸ, κατεκρίθη· πόσῳ μᾶλλον κατα‐ κριθήσεται ὁ ἀπολέσας αὐτό; Ταῦτα οὖν εἰδότες,
30εἴτε ταχύτερον εἴτε βραδύτερον λάβωμεν, μείνωμεν εὐχαριστοῦντες τῷ Κυρίῳ· ὅτι πάντα ὅσα ποιεῖ ὁ Δεσπότης, ὑπὲρ τῆς ἡμῶν σωτηρίας οἰκονομεῖ· μό‐ νον ἡμεῖς μὴ ὀλιγοψυχήσαντες παυσώμεθα τῆς αἰτή‐ σεως. Διὰ γὰρ τοῦτο τὴν παραβολὴν εἶπεν ὁ Κύριος
35περὶ τῆς χήρας, ἣ διὰ τῆς παραμονῆς αὐτῆς ἐπ‐ έκαμψε τὸν ἄνομον κριτὴν, ἵνα καὶ ἡμεῖς διὰ τῆς παραμονῆς λαμβάνωμεν τὰ αἰτήματα ἡμῶν. Ἔνθεν γὰρ καὶ ἡ πίστις ἡμῶν καὶ ἡ ἀγάπη ἡ πρὸς τὸν Θεὸν δείκνυται, ὅταν, καὶ μὴ λαμβάνοντες ταχὺ, μένωμεν
40εὐχαριστοῦντες αὐτῷ. Εὐχαριστήσωμεν οὖν αὐ‐ τῷ διαπαντὸς, ἵνα καταξιωθῶμεν ἐπιτυχεῖν τῶν αἰω‐ νίων αὐτοῦ ἀγαθῶν· ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
46ΚΕΦΑΛΑΙΟΝ Βʹ.
47nΠερὶ τῆς τῶν λογισμῶν ἐπιστάσεως, καὶ ὅτι οὐ
48nκακὸν τὸ σῶμα, ὥς τινες ὑπειλήφασιν.

31

.

1337

(50)

Πρῶτον μὲν οὖν κρατητέον ἐκ παντὸς τρό‐1336

31

.

1340

που τὸν λογισμὸν, νηφάλιον ἐφιστῶντας τὴν τῆς δια‐ νοίας ἐπισκοπὴν, ὡς ἂν μὴ συγχωρεῖν τῇ ψυχῇ ταῖς ἀπερισκέπτοις ὁρμαῖς ῥᾳδίως πρὸς τὰς τοῦ σώματος ἀνθολκὰς ἐνδιδόναι. Βλέψις μὲν γὰρ τοῦ σώματος ὁ
5ὀφθαλμὸς, ὅρασις δὲ τῆς ψυχῆς ὁ συμφυὴς αὐτῇ νοῦς· ἀλλ’ οὐχ ὡς ἕτερον ἐν ἑτέρῳ, ἀλλὰ ταὐτὸν ψυχή τε καὶ νοῦς· δύναμις ὑπάρχων φυσική τις καὶ οὐκ ἐπείσακτος τοῦ λογιστικοῦ τῆς ψυχῆς. Ἡνίκα μὲν γὰρ ἡ ψυχὴ, τὸ ἑαυτῆς ἀνακινοῦσα νοερὸν, τὸ
10φυσικῶς ἐγκατεσπαρμένον αὐτῇ παρὰ τῆς πεποιη‐ κυίας αὐτὴν ἁγίας Τριάδος, βουλεύεται τὰ δέοντά τε καὶ προσήκοντα, τηνικαῦτα διαφεύγει τὰς τοῦ σώματος ἐπηρείας· τάς τε ἀτάκτους αὐτοῦ κινήσεις προορωμένη καὶ ἐπιστομίζουσα, γαλήνην τε ἄγει τὴν
15αὐτῇ πρέπουσαν, καὶ ἐν ἀπερικτυπήτῳ σχολῇ ἐν τοῖς κατὰ φύσιν θεωρήμασι γίνεται· τοῦτο μὲν εἰς τὴν ἁγίαν καὶ προσκυνητὴν Τριάδα, κατὰ τὸ ἐνὸν, ἀτενὲς ἐνορῶσα, καὶ ἀναλογιζομένη τὸ τῆς θείας δόξης ἀπρόσιτον διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος,
20τὸ τῆς μακαριότητος διαυγὲς, τὸ τῆς σοφίας ἀπέραν‐ τον, τὸ τῆς ἀταραξίας πεπηγὸς καὶ ἀκύμαντον, τὴν ἀπαθῆ καὶ ἀκίνητον φύσιν. ᾯ γὰρ μηδὲν ἐξ ἀδο‐ κήτου συμπίπτειν δύναιτ’ ἂν, οἷα δὴ τεθησαυρισμέ‐ νῳ τὴν γνῶσιν τῶν τε ὄντων τῶν τε ἐσομένων ἁπάν‐
25των, καὶ περιδεδραγμένῳ τῶν ὅλων, καὶ ὑπὸ χεῖρα τὰ σύμπαντα ἔχοντι, καὶ οὐδὲν ἀντιπεσεῖν καὶ ἀντιβλέψαι γοῦν ὅλως δυνάμενον· τούτῳ ἀκόλουθον παρεῖναι γαλήνην καὶ ἀταραξίαν διηνεκῆ. Αἱ γὰρ τῶν ἀνελπίστων πραγμάτων αἰφνίδιοι περιστάσεις
30τὰς ταραχὰς ταῖς τῶν ἀνθρώπων διανοίαις ἐμποιεῖν πεφύκασιν. Ὥστε ᾧ μηδεμία κακία παρενοχλεῖ, πᾶσα δὲ ἀρετὴ καὶ πᾶν ὅ τι καλὸν ἕπεται, οὗτος εὐφραί‐ νοιτο ἂν κατὰ λόγον εὐφροσύνην ἀκίνητόν τε καὶ ἀτελεύτητον. Ἀρετῆς γὰρ καὶ ἀγαθότητος ὀπαδὸς ἡ
35εὐφροσύνη, καθὼς ὁ Προφήτης φησίν· Εὐφραν‐ θήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
39Ψυχὴ τοίνυν ἡ τὸ νοερὸν αὐτῆς ἐν νήψει καὶ
40ταῖς προσηκούσαις ἐνεργείαις διαφυλάττουσα ἔν τε τοῖς προειρημένοις θεωρήμασι καταστήσεται, καὶ τὸ ἑαυτῆς ἦθος πρὸς τὸ ὀρθὸν καὶ δίκαιον, κόσμιόν τε καὶ εἰρηνικὸν ἐξασκήσει. Ἡνίκα δ’ ἂν τοῦ διανοεῖ‐ σθαι καὶ ἐντρανίζειν τοῖς καθήκουσι θεωρήμασιν
45ἀπολήξῃ, τηνικαῦτα, ὥσπερ σκύλακες ἄτακτοι καὶ θρασεῖς τὸν ἐπιστάτην ἀποβαλόντες, διαναστάντα τὰ τοῦ σώματος πάθη, πολλὰ καθυλακτεῖ τῆς ψυχῆς· καὶ ποικίλως αὐτὴν διασπᾷν ἐπιχειρεῖ ἕκαστον τῶν παθῶν, τὴν ζωτικὴν αὐτῆς δύναμιν πρὸς ἑαυτὸ μερι‐

31

.

1340

(50)

ζόμενον. Διττὴν γὰρ εἶναι τῆς ψυχῆς ἔγωγε οἶμαι τὴν δύναμιν, μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης· τὴν
μέν τινα τοῦ σώματος ζωτικὴν, τὴν δὲ ἑτέραν τῶν1338

31

.

1341

ὄντων θεωρητικήν, ἣν δὴ καὶ λογιστικὴν ὀνομάζομεν. Ἀλλὰ τὴν μὲν ζωτικὴν δύναμιν, ἐπεὶ συγκέκραται τῷ σώματι ἡ ψυχὴ, φυσικῶς διὰ τὴν σύγκρασιν, καὶ οὐκ ἐκ προαιρέσεως χορηγεῖ· ὥσπερ γὰρ ἥλιον οὐχ
5οἷόν τε ἐπιλάμψαντα μὴ φωτίσαι τοῦτο, καθ’ οὗ τὰς αὐγὰς ἤνεγκεν· οὕτω ψυχὴν ἀμήχανον μὴ ζωο‐ ποιεῖν σῶμα, ᾧ ἂν ἐγγένηται· ἡ δὲ θεωρητικὴ δύνα‐ μις ἐν προαιρέσει ἔχει τὴν κίνησιν. Ἂν μὲν οὖν διὰ παντὸς τὸ θεωρητικόν τε καὶ λογιστικὸν ἑαυτῆς ἐγρη‐
10γορέναι παρασκευάζῃ, καθὼς ὁ Προφήτης φησί· Μηδὲ νυστάξῃ ὁ φυλάσσων σε· διπλῇ κατευ‐ νάζει τὰ πάθη τοῦ σώματος, τῇ τε περὶ τῶν κρειτ‐ τόνων καὶ προσφυῶν θεωρίᾳ ᾗ ἀπασχολεῖται, καὶ τῇ ἀταραξίᾳ τοῦ σώματος ἐπισκοποῦσα, σωφρονίζει
15ταῦτα καὶ καταστέλλει· ἂν δὲ, τὴν ἀργίαν ἀσπα‐ σαμένη, τὸ θεωρητικὸν ἀκίνητον ἔχῃ, σχολαῖον τὸ ζωτικὸν τὰ πάθη τοῦ σώματος εὑρόντα, καὶ με‐ ρισάμενα, μηδενὸς ἐπιστατοῦντος καὶ ἀνακόπτοντος, ἐπὶ τὰς οἰκείας ὁρμάς τε καὶ ἐνεργείας τὴν ψυχὴν
20συγκαθείλκυσαν. Ὥστε εἶναι τὰ πάθη τοῦ σώματος βίαια μὲν, ἀργοῦντος τοῦ ἐν ἡμῖν λόγου· εὐπειθῆ δὲ, τούτου τάττοντος καὶ διέποντος. Οὐ μεμπτὸν τοίνυν τὸ σῶμα τοῖς ὀρθῶς περὶ αὐτοῦ γινώσκειν ἐθέλουσι. Πρέπει γὰρ τῇ τῆς συμβουλῆς ἐκθέσει καὶ
25τὰς κακοδοξίας τῶν πονηρῶς ὑπειληφότων περὶ τοῦ σώματος ἀναιρεῖν. Ὥσπερ γὰρ, ἀγαπητὲ, καλὸν ὁ ἵππος, καὶ ὅσῳπερ ἂν τὴν φύσιν ὀξύτερος καὶ θερ‐ μότερος ᾖ, τοσούτῳ ἀμείνων· δεῖται δὲ τοῦ ἡνιοχή‐ σοντός τε καὶ κυβερνήσοντος, οἷα δὴ λογισμῶν
30ἄμοιρος ὤν. Ἐπιβάντος δὲ τοῦ ἡνιόχου, αὐτὸς μὲν τῇ φύσει χρῆσθαι πειράσεται.
33 Ἐὰν μὲν οὖν ὁ ἡνίοχος τὰς ὁρμὰς τοῦ ὑπο‐ ζυγίου δεόντως οἰκονομήσῃ, ἑαυτῷ τε πρὸς τὸ συμ‐
35φέρον ἐχρήσατο, καὶ τοῦ σκοποῦ τοῦ προκειμένου τετύχηκε, καὶ αὐτὸς δὲ σέσωσται, καὶ τὸ ὑποζύγιον ὤφθη τὴν χρῆσιν ἄριστον· ἐπειδὰν δὲ ὁ ἡνίοχος κα‐ κῶς ἀγάγῃ τὸν πῶλον, ὅ τε πῶλος πολλάκις παρ‐ ετράπη τῆς λεωφόρου, καὶ εἰς ἀνοδίαν ἐξέπεσε·
40κατενεχθεὶς δὲ καὶ αὐτὸν ἔστιν ὅτε τὸν ἐπιβάτην κατήνεγκε, καὶ κίνδυνος ἑκατέρων ἡ τοῦ ἡνιόχου ῥᾳθυμία γίνεται. Οὕτω καὶ ἐπὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑπολάμβανε. Τὸ μὲν γὰρ σῶμα τὰς φυσικὰς ὁρμὰς ἔλαβεν οὐκ ἀτόπους, ἀλλὰ πρός τι πάντως
45καλὰς καὶ χρησίμους· λογισμοῦ δὲ τοῦτο ἄμοιρον1340

31

.

1344

ὑπάρχει, ἵνα τιμηθείη τοῖς τοῦ λόγου προτερήμασιν ἣ ψυχή. Ἐὰν μὲν γὰρ αὐτὴ τὰς τοῦ σώματος ὁρμὰς δεόντως οἰκονομῇ, αὐτό τε περιεσώσατο, καὶ αὐτὴ ἔξω κινδύνων· ἐὰν δὲ τοῦ ἐπιστατικοῦ ἀμελήσῃ, καὶ
5ὕπνῳ κρατηθεῖσα τῆς ῥᾳθυμίας, παρείη τὴν τοῦ σώματος ἡνιόχησιν, αὐτό τε, οἷα λογισμῶν ἔρημον, τῆς εὐθείας ἐκτρέπεται, καὶ τὴν ψυχὴν τοῖς ἴσοις περιέβαλε πταίσμασιν, οὐκ ἐξ οἰκείας κακίας, ἀλλὰ διὰ τὴν ἐκείνης ὀλιγωρίαν. Εἰ μὲν γὰρ ἦν τὰ πάθη
10τοῦ σώματος, οἷα μὴ δαμασθῆναι ψυχῇ, εἶχεν ἂν τὰς αἰτίας εὐλόγως τὸ σῶμα· εἰ δὲ πολλοῖς ὑποχείρια γέγονε τοῖς κρατῆσαι ἐσπουδακόσιν, ἀνεύθυνον μὲν τὸ σῶμα τοῖς διαβάλλειν ὡς ἀρχηγὸν κακίας ἐπι‐ χειροῦσι, μεμπτὴ δὲ τῆς ὀλιγωρίας, ἡ τὸ κῦρος ἀνει‐
15μένη τοῦ σώματος, οὔτε αὐτὴ φύσει τὸ κακὸν ἐν ἑαυτῇ ἔχουσα, ἀλλὰ τῇ ἀπολείψει τοῦ καλοῦ ἐν τούτῳ καθισταμένη. Κακία γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπό‐ λειψις ἀρετῆς.
19tΚΕΦΑΛΑΙΟΝ Γʹ.
20nὍτι οὐ δεῖ τὰς τῶν γυναικῶν συντυχίας ἀφυ‐
21nλάκτως ποιεῖσθαι.
22 Περὶ μὲν τῆς ἐπιστάσεως τῶν λογισμῶν, καὶ τῆς ἡνιοχήσεως τῶν τοῦ σώματος παθημάτων, καὶ τῆς εὐρυχωρίας καὶ γαλήνης τοῦ ἔνδον ἀνθρώπου,
25καὶ τῆς τῶν καθηκόντων αὐτῷ θεωρίας τε καὶ σπου‐ δῆς, ἀρκούντως, ὡς ἐνῆν, προειρήκαμεν. Χρὴ δὲ μὴ μόνον τοῖς λογισμοῖς ἐπιστατεῖν, ἀλλὰ καὶ τούτων τῆς ὁμιλίας, ὡς οἷόν τε, χωρίζεσθαι, μάλιστα ὅσα πλησιάζοντα ἡμῖν εἰς ὑπόμνησίν τε τῶν παθῶν ἡμᾶς
30ἄγοντα, ταράττει καὶ συγχέει τὸν λογισμὸν, καὶ πολέμους καὶ ἀγῶνας ἐμποιεῖ τῇ ψυχῇ. Τὸν μὲν γὰρ ἀκουσίως ἡμῖν προσπίπτοντα καταδέχεσθαι πό‐ λεμον ἀναγκαῖον ἂν εἴη ἑκούσιον δὲ δημιουργεῖν ἑαυτοῖς ἀλογώτατον. Ἐν μὲν γὰρ τῷ προτέρῳ καὶ
35ἡ ἧττα τυχὸν συγγνώμης τεύξεται, ἀπείη δὲ τῶν κατὰ Χριστὸν ἀθλητῶν· ἐν δὲ τούτῳ τὸ ἁλῶναι, πρὸς τὸ καταγέλαστον εἶναι, καὶ συγγνώμης ἐστέ‐ ρηται. Χρὴ τοίνυν καὶ τὰς τῶν γυναικῶν ὁμιλίας καὶ συντυχίας ὡς τὰ μάλιστα φεύγειν, εἰ μή τις
40ἀπαραίτητος ἀνάγκη τὴν συντυχίαν βιάζοιτο. Καὶ ἀνάγκης δὲ καταλαβούσης, ὡς ἀπὸ πυρὸς προσήκει φυλάττεσθαι, καὶ ὀξυτάτας καὶ ταχίστας ἀπαλλα‐ γὰς ποιουμένους. Σκόπησον δὲ τί περὶ τούτου φησὶν ἡ Σοφία· Ἀποδέσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμά‐
45τια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ’ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύ‐
σει;1342

31

.

1345

Εἰ δέ τις λέγει, ἐκ τοῦ γυναιξὶ συντυγχάνειν, συνδιαιτᾶσθαί τε ἐπὶ πλέον, μὴ παραβλάπτεσθαι, οὗτος ἢ οὐ μετέσχηκε τῆς τοῦ ἄῤῥενος φύσεως, καὶ ἔστι τι κτῆμα παραδοξότατον, ἐν μεταιχμίῳ τῆς
5φύσεως ἑκατέρας ἑστὼς (οἷον τοὺς ἀπὸ γεννήσεως εὐνούχους φασὶν, εἴγε κἀκείνοις δοίημεν τὸ πρὸς τὴν θήλειαν ἀπαθὲς καὶ ἀκίνητον· Ἐπιθυμία γὰρ εὐ‐ νούχου ἀποπαρθενῶσαι νεᾶνιν, φησὶν ὁ Σο‐ φός)· ἢ, εἰ μετέσχε, βαπτιζόμενος ὑπὸ τῶν παθῶν,
10οὐκ αἰσθάνεται, τοὺς μεθύοντας ἢ φρενιτιῶντας μι‐ μούμενος, οἳ, τὰ δεινότατα πεπονθότες, ἔξω πάθους εἶναι νομίζουσι. Συγχωρήσωμεν δὲ τῷ λόγῳ τὸ ἔξω λόγου, τὸ εἶναί τινα μὴ νυττόμενον ὑπὸ τοῦ ἄῤῥενος πάθους. Ἀλλὰ κἂν αὐτὸς μὴ πάσχῃ, οὐκ ἂν καὶ τοὺς
15ἄλλους εὐκόλως πείσειεν, ὡς οὐ πάσχοι. Τὸ δὲ, μηδενὸς προκειμένου κατορθώματος, τοὺς πολλοὺς σκανδαλίζειν, οἶμαι οὐκ ἀκίνδυνον τῷ ποιοῦντι. Ἔπειτα δὲ ἕτερον ἔστιν ἰδεῖν, ὅτι κἂν ὁ ἀνὴρ μὴ δέχεται λύμην τοῖς λογισμοῖς, ἀλλ’ οὐκ ἤδη καὶ περὶ
20τῆς γυναικὸς ἡμῖν ἀμφισβητήσει, ὡς καὶ αὐτὴ ἔξω τῶν τοῦ σώματος ὑπάρχει παθῶν· ἀλλὰ πολλάκις ἐκείνη, ἀσθενὴς οὖσα τὸν λογισμὸν, καὶ τὸ πάθος ὀξύῤῥοπον ἔχουσα, ἔπαθέ τι ἐπὶ τῷ ἀφυλάκτως ποιησαμένῳ τὰς συντυχίας. Καὶ αὐτὸς μὲν οὐ
25τέτρωται, ἔτρωσε δὲ πολλάκις, ὡς οὐκ ἐπίσταται. Καὶ ἐν προσποιήσει δῆθεν πνευματικῆς ἀγάπης τὸ γύναιον συνεχῶς πρὸς τὸν ἀσκητὴν ἀφικνούμενον, ἄρχεται δι’ ὀφθαλμῶν τῆς ἁμαρτίας ἐμφορηθῆναι, καὶ ἀκολάστοις ὄμμασι τὴν τοῦ πλησίον ἰδέαν ἐπι‐
30βόσκεσθαι, καὶ τὴν ἔνδον παρθένον, ἧς μάλιστα ὁ νυμφίος ἐρᾷ, τοῖς ἀκαθάρτοις λογισμοῖς διαφθεί‐ ρειν. Ὡς ἂν τοίνυν μηδὲν τῶν εἰρημένων συμ‐ βαίη, φυλάττεσθαι προσήκει, εἰ μὲν οἷόν τε, καὶ παντελῶς, εἰ δὲ μὴ, τὰς γοῦν συχνὰς καὶ ἐπιτετα‐
35μένας ὁμιλίας τῶν γυναικῶν καὶ συντυχίας, οὐχ ὡς μισοῦντας τὸ γένος. ἄπαγε! οὐδὲ ὡς ἀπαρνουμένους τὴν ἐκείνων συγγένειαν, ἀλλὰ καὶ προσισταμένους καὶ ὠφελοῦντας τὰ δυνατὰ, πᾶσαν μὲν κοινω‐ νοῦσαν τῆς ἀνθρωπίνης φύσεως, ἐξαιρέτως δὲ τὰς
40τοὺς ὑπὲρ τῆς ἁγνείας ἀγῶνας ἀνελομένας, ὡς τὰ ἀδελφὰ ἡμῖν συναθλούσας· τὴν δὲ συντυχίαν φυ‐ λαττομένους, ἵνα μὴ πάθους, οὗ παρῃτήμεθα καὶ ᾧ ἀπηγορεύσαμεν, ὑπόμνημα γένηται.
46tΚΕΦΑΛΑΙΟΝ Δʹ.
47nὍτι δεῖ τῇ δυνάμει τοῦ σώματος μετρεῖν τὴν
48nἐγκράτειαν· καὶ ὅτι καλὸν καὶ ἔννομον ἡ τοῦ
49nσώματος ἐργασία.

31

.

1345

(50)

Ἀκόλουθον μέντοι καὶ γαστρὸς ἐπικρατεῖν.1344

31

.

1348

Γαστρὸς γὰρ παιδαγωγία παθῶν ἐστι κόλασις· παθῶν δὲ κόλασις ἀταραξία καὶ γαλήνη ψυχῆς· γαλήνη δὲ ψυχῆς ἀρετῶν γονιμωτάτη πηγή. Ἐγκράτεια δὲ γαστρὸς ἀρίστη ἡ ἑκάστῳ μετρουμένη πρὸς τὴν τοῦ
5σώματος δύναμιν. Ἐνίοις μὲν γὰρ καὶ ἐπιτεταμένη κακοπάθεια ἄλυπος ὤφθη, καὶ ἄνεσις μᾶλλον ἢ πόνος ἔδοξε διὰ τὸ στεῤῥὸν καὶ ἀνένδοτον τῆς τοῦ σώ‐ ματος κατασκευῆς καὶ δυνάμεως· τὸ δὲ τούτοις ἀνεκτὸν ἑτέροις κινδύνων ὑπόθεσις γέγονε. Σωμάτων
10γὰρ πρὸς σώματα τοσαύτην ἄν τις εὕροι διαφορὰν, ὅσην χαλκοῦ καὶ σιδήρου πρὸς τὰ φρυγανώδη τῶν ξύλων. Ὥστε ἐγκράτειαν αἱρεῖσθαι προσήκει πρὸς λόγον τῆς ὑπαρχούσης δυνάμεως. Ἀρεταὶ μὲν γὰρ ἐν μόνῃ τῇ ψυχῇ κατορθούμεναι πᾶσαι πᾶσιν ὁμοίως
15ταχθήσονται· οἷον πραότης, ἐπιείκεια, ταπεινο‐ φροσύνη, ἀγαθωσύνη, φιλαδελφία, τὸ ἄδολον, τὸ φιλάληθες, τὸ συμπαθὲς, τὸ ἥμερον, τὸ φιλάνθρω‐ πον· ταύτας γὰρ ἐξαιρέτους φαμὲν τῆς ψυχῆς ἀρετὰς, ἐπείπερ εἰς τὴν αὐτῶν κτῆσίν τε καὶ κατ‐
20όρθωσιν οὐδὲν πλέον τὸ σῶμα τῇ ψυχῇ συνεισφέρει ἢ τὸ βουλευτήριον αὐτῇ γενέσθαι τῆς περὶ αὐ‐ τῶν διασκέψεως· ἐγκράτεια δὲ ἑκάστῳ πρὸς τὴν δύ‐ ναμιν τοῦ σώματος ὁρισθήσεται, ὥστε μήτε ἔλαττον τῆς ὑπαρχούσης δυνάμεως διελθεῖν, μήτε τοῖς
25ὑπὲρ τὴν δύναμιν ἐπεκτείνεσθαι. Καὶ τοῦτο γὰρ, οἶμαι, προσήκει σκοπεῖν, ὅπως ἂν, μὴ τῇ ἀμετρίᾳ τῆς ἐγκρατείας τὴν δύναμιν τοῦ σώματος καταλύ‐ σαντες, ἀργὸν αὐτὸ καὶ ἄπρακτον πρὸς τὰ σπουδαῖα τῶν πράξεων ἀποφήνωμεν. Οὐ γὰρ δὴ ποιῶν ὁ Θεὸς
30τὸν ἄνθρωπον ἀργὸν καὶ ἀκίνητον αὐτὸν εἶναι βεβού‐ ληται, ἀλλ’ ἐνεργὸν ὑπάρχειν πρὸς τὰ καθ‐ ήκοντα, ἐν μὲν τῷ παραδείσῳ κελεύσας τὸν Ἀδὰμ ἐργάζεσθαι, καὶ φυλάττειν αὐτὸν (εἰ γὰρ καὶ θεωρία τῷ ῥητῷ πρόσκειται, ἀλλὰ γοῦν καὶ τὸ ἰδικὸν ζήλου
35καὶ σπουδῆς ἄξιον), μετὰ δὲ τὴν ἐκεῖθεν ἔκπτωσιν ἐν ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἐσθίειν ἀποφηνά‐ μενος. Τὰ δὲ πρὸς τὸν Ἀδὰμ εἰρημένα, ὅτι πᾶσι τοῖς ἐξ αὐτοῦ γεγεννημένοις εἴρηται, δῆλον ἐντεῦθεν. Καὶ γὰρ τὸν θάνατον ὥρισε μὲν ὁ Θεὸς
40κατ’ ἐκείνου, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, εἰπών· πάντες δὲ οἱ ἐξ αὐτοῦ γεγονότες μετέσχον παρα‐ πλησίως ἐκείνῳ τοῦ πάθους. Προσήκει τοίνυν μηδὲν καινοτομεῖν παρὰ τὴν φύσιν καὶ τοὺς ὅρους τοῦ εὐεργέτου τῆς φύσεως, ἀλλ’ ἐμμένοντα τούτοις,
45ἔμπρακτον ἔχειν τὸ σῶμα, μηδαμοῦ ταῖς ἀμετρίαις1346

31

.

1349

παραλυόμενον. Τοῦτο γὰρ, οἶμαι, ἀρίστης οἰκονομίας ἐστὶ, τὸ τοῖς κειμένοις κατακολουθεῖν ὅροις.
6 Ἄλλως τε καὶ ἐκ πλειόνων μαρτυριῶν τῆς θείας Γραφῆς ἔχομεν ἂν συστῆσαι τὸν λόγον. Ἡ γὰρ θεία Γραφὴ ἐργάζεσθαι μὲν κελεύει, καὶ κινεῖσθαι τῷ σώματι, καὶ μᾶλλον ἑτέρων ὑπερείδειν ἀσθέ‐
10νειαν, ἢ τῆς παρ’ ἑτέρων δεῖσθαι χειρός· κατα‐ μαραίνειν δὲ τοῦτο καὶ παραλύειν ταῖς ἀμέτροις ἐκτή‐ ξεσιν οὐδαμῶς. Καὶ τούτου ἀξιοπιστότατόν σοι παρέξομαι μάρτυρα τὸν ἅγιον Παῦλον, πὴ μὲν λέ‐ γοντα· Ἀκούομέν τινας ἐν ὑμῖν ἀτάκτως περιπα‐
15τοῦντας, μηδὲν ἐργαζομένους· καὶ τὴν ἀργίαν ἀταξίαν ἀποφηνάμενον· Οὐκ ἠτακτήσαμεν γὰρ, φησὶν, ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι· καὶ τὸ τούτου πλέον· Ταῖς χρείαις
20μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται· ἑτέρωθι δὲ πάλιν· Ἵνα ἐργαζόμενοι, φησὶ, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι· καὶ πάλιν ἄλλοθι· Ἡσυ‐ χάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν. Τύφου παντὸς ἀπηλλάχθαι προσ‐
25ήκει τὸν ἀσκητὴν, καὶ τὴν μέσην ὄντως καὶ βασιλι‐ κὴν ὁδὸν πορευόμενον, ἐπὶ θάτερα μηδαμῶς ἀποκλί‐ νειν· μήτε τὴν ἄνεσιν ἀσπαζόμενον, μήτε τῇ ὑπερ‐ βολῇ τῆς ἐγκρατείας ἀχρειοῦντα τὸ σῶμα. Εἰ μὲν γὰρ καλὸν ἦν παρεῖσθαι τῷ σώματι, καὶ κεῖσθαι
30νεκρὸν ἔμπνουν, τοιούτους πάντως ἂν ἡμᾶς κατ‐ εσκεύασεν ἐξ ἀρχῆς ὁ Θεός· εἰ δὲ οὐ πεποίηκεν οὕτως, πάντως ὅ τι περ ἂν καλὸν ἔγνω, τοῦτο καὶ ἀπετέλεσεν· εἰ δὲ ὅπερ καλὸν ἦν, τοῦτο ἡμᾶς ἀπειρ‐ γάσατο, ἁμαρτάνουσιν οἱ τὸ καλῶς ποιηθὲν, ὡς ἔν‐
35εστιν, οὐ φυλάττοντες.
37 Ἓν οὖν ὁ ἀσκητὴς τῆς εὐσεβείας σκοπείτω, εἰ μήπου κακία διὰ ῥᾳθυμίας ἐνεφώλευσε τῇ ψυχῇ, εἰ μήπου ἡ νῆψις καὶ ἡ πρὸς Θεὸν ἐκτενὴς τῆς διανοίας
40ἀπότασις ἐξελύθη, εἰ μήπου ὁ τοῦ Πνεύματος ἁγια‐ σμὸς, καὶ ὁ ἐκεῖθεν ἐγγενόμενος τῇ ψυχῇ φωτισμὸς ἠμαυρώθη. Ὡς, εἴγε τὰ εἰρημένα ἀκμάζοι καλὰ, οὐδαμῶς καιρὸν ἕξει τὰ πάθη τοῦ σώματος κατεξαν‐ ίστασθαι, τῆς ψυχῆς πρὸς τὰ ἄνω ἀσχολουμένης,
45καὶ οὐκ ἐνδιδούσης καιρὸν τῷ σώματι τῆς διαναστά‐ σεως τῶν παθῶν. Εἰ γὰρ, διανοουμένων ἡμῶν τι πολλάκις κατὰ τὸν βίον συντόνῳ λογισμῷ, καὶ ἡ ὄψις καὶ ἡ ἀκοὴ ἀνενέργητος ἔμεινε, καὶ ὅλη ἡ ψυχὴ τοῦ ἐνθυμήματος ἔχεται, καταλιποῦσα τὰς αἰσθήσεις

31

.

1349

(50)

ἐρήμους, πολλῷ μᾶλλον εἰ ὁ θεῖος ἔρως ἐνακμάζοι1348

31

.

1352

ἡμῶν τῇ ψυχῇ, οὐδὲ καιρὸν τῆς περὶ τὰ πάθη ἐννοίας ἕξομεν. Εἰ δέ που καὶ μικρὸν ταῦτα διανα‐ σταίη, ταχέως τῇ τῆς ψυχῆς μεγαλονοίᾳ καταστα‐ λήσεται. Τί γὰρ βέλτιον, εἰπέ μοι, μιμεῖσθαι τῶν
5δένδρων τὰ εὔκαρπα, ἃ καὶ αὐτὰ πλουτεῖ, καὶ ἑτέ‐ ρους ταῖς εὐκαρπίαις εὐφραίνει, ἢ παρεοικέναι τῶν λαχάνων τοῖς ὑπὸ καύσωνος καὶ ἀνυδρίας μαραινο‐ μένοις, καὶ εἶναι, κατὰ τὸν προφήτην, ὥσπερ σεύ‐ τλιον ἡμίεφθον, οὐδὲ ταῖς οἰκείαις χρείαις ὑπηρετεῖ‐
10σθαι δυνάμενον (καὶ ταῦτα αὐτοτελῆ τὴν τῆς οἰκείας θεραπείας δύναμιν παρὰ τῆς φύσεως ἔχοντας)· ἐξ ἡμισείας δὲ τὴν φιλοσοφίαν ἐργάζεσθαι ψυχῇ μόνῃ, ἀλλ’ οὐχὶ καὶ τῷ σώματι; Εἰ μὲν γὰρ ἔξω τοῦ σώ‐ ματος καθειστήκειμεν, ἀναγκαῖον τῇ ψυχῇ μόνῃ
15σπουδάζειν τὰ βέλτιστα· ἐπεὶ δὲ διπλοῦς ὁ ἄνθρωπος, διπλοῦν εἶναι προσήκει καὶ τὸ τῆς ἀρετῆς σπούδασμα, πόνοις τε σώματος καὶ ψυχῆς ἀσκήμασι κατορθού‐ μενον. Πόνοι δὲ σώματος οὐχ ἡ ἀργία, ἀλλὰ τὸ ἔρ‐ γον ἐστί.
20 Δεῖ μέντοι καὶ τοῦτο σκοπεῖν, ὅπως ἂν μὴ προ‐ φάσει τῆς τοῦ σώματος χρείας εἰς ὑπηρεσίαν τῶν ἡδονῶν ἐξοκείλωμεν. Εἰ μὲν γὰρ ἦν, ἐνδείᾳ διηνεκεῖ προσανέχοντας, τὰς καθηκούσας ἐκτελεῖν ἐργασίας τῷ σώματι, τοῦτο ἂν ἦν ἄριστον· ἐπεὶ δὲ λίαν
25ὀλίγων σωμάτων ἐστὶ τῇ τοιαύτῃ διαιτήσει μὴ κατα‐ πίπτειν, δεῖ καὶ νηστεύειν ἔμμετρα, καὶ τὴν ἀναγ‐ καιοτάτην ἐπικουρίαν εἰσφέρειν τῷ σώματι, μὴ τῆς ἡδονῆς ἡγουμένης περὶ τὰ βρώματα, ἀλλὰ τοῦ λογι‐ σμοῦ τὴν χρείαν μετὰ ἀκριβείας ὁρίζοντος· καθάπερ
30τινὸς ἐπιστήμονος ἰατροῦ τοῖς καθήκουσιν ἀπροσπα‐ θῶς τὴν ἀσθένειαν θεραπεύοντος. Ταύτης γὰρ τῆς διαθέσεως ἐν ψυχῇ γενομένης, οὐδὲν ὁ μετέχων τῆς τροφῆς τοῦ μὴ μετέχοντος δεύτερος εἰς φιλοσο‐ φίαν φανεῖται· ἀλλὰ τῷ μὲν σκοπῷ τὴν διηνεκῆ οὐ
35νηστείαν μόνον, ἀλλὰ καὶ ἀτροφίαν κατώρθωσε, τῇ δὲ περὶ τὸ σῶμα προμηθείᾳ τῆς ἀρίστης οἰκονομίας τὸ ἐπαινετὸν ἔχει. Οὐ γὰρ οἶδεν ἡ σύμμετρος ἀγωγὴ τοῦ σώματος καὶ ἐγκράτεια τὰς ἐπιθυμίας ἀναφλέ‐ γειν, καὶ ἀδάμαστα τὰ πάθη ποιεῖν. Πλεονεξίας γὰρ
40καὶ τρυφῆς τοῦτό γε. Καὶ ταῦτα μὲν οὖν, ὅσον ἐκ τῶν τῆς φύσεως νόμων καὶ μαρτυριῶν τῆς θείας Γραφῆς, συστῆσαι τὸ νῦν εἰς διάσκεψιν ἡμῖν προ‐ κείμενον. Ἐπειδὴ δὲ δεῖ μὴ μόνον ταῖς τῶν λόγων ὑποθήκαις κρατῦναι τὰ εἰρημένα, ἀλλὰ καὶ πρακτι‐
45κοῖς ὑποδείγμασι τὴν συμβουλὴν βεβαιώσασθαι, ἐπ’ αὐτὴν ἤδη βαδιοῦμαι τοῦ Σωτῆρος τὴν πολι‐ τείαν, ἣν κατὰ σάρκα πολιτευσάμενος πᾶσι τοῖς εὐ‐ σεβῶς βιώσασθαι θέλουσι τύπον ἀρετῆς καὶ πρό‐ γραμμα τέθεικεν· ὥστε τοὺς λοιποὺς, ὁρῶντας εἰς

31

.

1352

(50)

ἐκείνους τοὺς χαρακτῆρας, τὴν ὁμοίαν τοῖς ἑαυτῶν1350

31

.

1353

βίοις ἐναποτυποῦν ἰδέαν, οὐδαμοῦ τὸ ἀρχέτυπον τῇ παραλλαγῇ τῆς μιμήσεως διαστρέφοντας. Ὅτι γὰρ τὸν οἰκεῖον βίον ὁ Σωτὴρ εἰκόνα πολιτείας ἀρίστης πᾶσι τοῖς αὐτῷ πείθεσθαι θέλουσιν ἔθηκεν, ἄκουσον
5αὐτοῦ διαῤῥήδην τοῦτο διδάσκοντος· Ἐάν τις γὰρ, φησὶν, ἐμοὶ διακονῇ, ἐμοὶ ἀκολουθείτω, οὐ τὴν κατὰ σάρκα δηλῶν ἀκολούθησιν (ἦν γὰρ πᾶσιν ἄπο‐ ρος, τοῦ Κυρίου τανῦν ἐν οὐρανοῖς εἶναι κατὰ τὸ σῶμα γινωσκομένου), ἀλλὰ τὴν ἀκριβῆ τῆς πολι‐
10τείας κατὰ τὸ ἐγχωροῦν μίμησιν.
13 Πῶς οὖν ὁ Σωτὴρ ἡμῶν βεβίωκε, καὶ πῶς πε‐ πολίτευται; Ἁμαρτίαν μὲν οὐκ ἐποίησε. Πῶς γὰρ
15ἂν ἡ δικαιοσύνη τῇ ἁμαρτίᾳ ἡττήθη; πῶς δ’ ἂν τὸ ψεῦδος τῆς ἀληθείας ἐκράτησεν; πῶς δὲ ἡ δύναμις ὑπὸ τῆς ἀσθενείας κατεπαλαίσθη; ἢ πῶς τὸ μὴ ὂν τοῦ ὄντος περιεγένετο; Ὁ μὲν γὰρ Θεὸς ἀεὶ ὢν, καὶ τῆς ὑπάρξεως ὅρον οὐκ ἔχων, πέρας οὐ προσιέμενος·
20ἡ δὲ ἁμαρτία ἔστι μὲν οὐδέποτε, οὐδὲ ἐν ἰδίᾳ ὑπο‐ στάσει καταλαμβάνεται· ἐν δὲ τοῖς δρῶσιν αὐτὴν μᾶλλον ἢ ἐν τοῖς δρωμένοις κακῶς ἀπολείψει τοῦ καλοῦ τὴν ὕπαρξιν ἔχουσα, σκότος τυποῦται τοῖς ἀδικήμασι νοερὸν, τῷ δὲ φωτὶ τῆς δικαιοσύνης δια‐
25λυόμενον· τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ τῷ πέρατι τῶν ἀτοπημάτων συνδιατρέχον. Πεπαυμένων γὰρ τῶν πονηρῶν πράξεων, καὶ ἡ ὕπαρξις τῆς ἁμαρ‐ τίας συναφανίζεται. Ζητηθήσεται γὰρ, φησὶν, ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ· κἂν ἡ ἐπὶ τοῖς
30ἁμαρτήμασι τιμωρία τεταμιευμένη τύχοι τοῖς ἁμαρ‐ τάνουσι, καὶ ἄλυτος ἡ ἐπὶ τοῖς ἀδικήμασι κόλασις. Ἁμαρτίαν τοίνυν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Μακροθυμίας δὲ, καὶ ἀνεξικακίας, καὶ χρηστότητος, πραότητός τε καὶ
35φιλανθρωπίας, καὶ ἡμερότητος, ταπεινοφροσύνης τε καὶ φρονήσεως, καὶ πάσης ἁπαξαπλῶς ἀρετῆς πολλὰ παρέσχε τὰ ὑποδείγματα, ἅπερ ἐν τοῖς Εὐαγγελίοις σαφῶς διηγόρευται. Μακροθυμίας μὲν καὶ ἀνεξικα‐ κίας, τῷ φέρειν τὰς τῶν Ἰουδαίων ἐπιβουλὰς,
40ἀεὶ ταῖς ἑξῆς ὑπερβολαῖς τὰ πρότερα πονηρεύματα καλυπτούσας· καὶ διελέγχειν μὲν αὐτοὺς ἠρέμα, ὅσον στῆσαι τῆς πονηρίας, ἀμύνασθαι δὲ καὶ ἐπ‐ εξιέναι οὐδὲ κατὰ μικρὸν, ἀλλὰ φιλονεικεῖν ταῖς εὐερ‐ γεσίαις τὴν ἐκείνων ἀπανθρωπίαν νικᾷν, καὶ ταῖς
45τῶν ἀγαθῶν χορηγίαις τὴν τῆς πονηρίας ἐπίτα‐
σιν· καὶ τὸ τελευταῖον σταυρὸν ὑπὲρ τῶν σταυ‐1352

31

.

1356

ρωσάντων αὐτὸν ἀναδέχεσθαι· πραότητος δὲ καὶ ἡμερότητος, τῷ πάντας προσίεσθαι μετὰ τῆς αὐτῷ πρεπούσης χρηστότητος, καὶ θάρσος ὁμιλίας παρ‐ έχειν οὐ τοῖς σπουδαίοις τῶν ἀνθρώπων μόνον, ἀλλ’
5ἤδη καὶ οἷς τὰ αἴσχιστα ἐπιτηδεύειν φίλον καὶ σύν‐ ηθες. Οὕτω γοῦν πόρναι καὶ τελῶναι προσίεσαν, οὐχ ἵνα τὸ νόσημα τῆς λαγνείας ἢ τῆς φιλαργυρίας αὐξήσωσιν, ἀλλ’ ἵνα τὸ νόσημα τῆς ψυχῆς ἀποτρί‐ ψωνται. Καὶ οὐ κατεδύοντο μᾶλλον τῷ συνειδότι τῆς
10πονηρίας, ἢ ἐθάῤῥουν τῇ ἐλπίδι τῆς θεραπείας. Εὕ‐ ρισκον γὰρ καὶ τὴν πεῖραν τῆς ἐλπίδος ὑψηλοτέραν. Τῆς δὲ φιλανθρωπίας καὶ τῆς εὐσπλαγχνίας αὐτοῦ τίνα τὰ ὑποδείγματα; Ἄρτι μὲν ἐν τῇ ἐρήμῳ τοῖς ὑπὸ ἐνδείας ἐκλυομένοις τράπεζαν αὐτὸν σχεδιά‐
15ζειν ἀμφιλαφῆ, διπλῇ δεξιούμενον, τῷ τε ἀφθόνῳ τῆς χρείας καὶ τῷ παραδόξῳ τοῦ πορισμοῦ· ἄρτι δὲ ἐπὶ τοῖς κειμένοις σπλαγχνίζεσθαι, ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐῤῥιμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἰᾶσθαι μὲν σωματικὰς ἀσθενείας,
20λώβας τε μελῶν καὶ πηρώσεις ἐπανορθοῦσθαι· λύειν δὲ καὶ ψυχικὰς ἀῤῥωστίας, καὶ ἁμαρτημάτων ἀλύ‐ τους δεσμοὺς, καὶ στραγγαλιὰς βιαίων συναλλαγμά‐ των, ἃς πρὸς τὸν πατέρα τῆς ἁμαρτίας τὸν διάβολον πεποιήμεθα. Ταπεινοφροσύνης δὲ ἡλίκα τὰ ὑποδεί‐
25γματα; Τὸ μὴ μόνον ἑλέσθαι σάρκα περιβαλέ‐ σθαι, ἀλλὰ γὰρ καὶ ταπεινῶν, κατὰ τὸ παρὸν σχῆμα, γονέων παῖς τὸ μὲν γενέσθαι, τὸ δὲ νομισθῆ‐ ναι· γενέσθαι μὲν τῆς μητρὸς, νομισθῆναι δὲ τοῦ λεχθέντος πατρός. Φρονήσεως δὲ τὸ ἄρτι μὲν
30διελέγχειν τοὺς Σαδδουκαίους διαγελᾷν τὴν ἀνάστασιν πειρωμένους τῷ πλάσματι τῶν ἑπτὰ ἀδελφῶν ἐπὶ μιᾷ γαμετῇ τεθνεώτων· ἄρτι δὲ τοὺς μαθητὰς τῶν Φαρισαίων μετὰ τῶν Ἡρωδιανῶν καταισχύνειν, ἡνίκα, τὸ ἀμφίκρημνον ἐρώτημα προβαλλόμενοι, Εἰ
35δέοι κῆνσον Καίσαρι δοῦναι, ἢ οὒ, ἀπόκρισιν ἐδέ‐ χοντο περιδέξιον, ἐφ’ ἑκάτερα ἑλεῖν τὴν ἐκείνων ἄνοιαν δυναμένην, οὐχὶ δοῦναι, ἀλλὰ ἀποδοῦναι προσ‐ τάσσουσαν. Ἀπόδοτε γὰρ, φησὶ, τὰ τοῦ Καίσαρος τῷ Καίσαρι· ἐπειδὴ τὸ νόμισμα Καίσαρος ἦν, οὗ
40τὴν εἰκόνα καὶ τὴν ἐπιγραφὴν ἔφερε. Καὶ τὰ μὲν προηγούμενα τῶν κατορθωμάτων ταῦτα, καὶ τούτων ἀπείρῳ τῷ ἀριθμῷ πλείονα· τὰ δὲ τοῦ σώματος ἡλίκα, καὶ ὅσα; Ὧν ἕνεκα μάλιστα προ‐ ῆκται καὶ τὸ ὑπόδειγμα. Κατὰ μὲν τὴν πρώτην
45ἡλικίαν τοῖς γονεῦσιν ὑποτασσόμενος, ἅπαντα πόνον σωματικὸν πράως καὶ εὐπειθῶς συνδιέφερεν. Ἄνδρες γὰρ ὄντες δίκαιοι μὲν καὶ εὐσεβεῖς, πένητες δὲ
καὶ τῶν ἀναγκαίων οὐκ εὔποροι (καὶ μάρτυς ἡ φάτνη1354

31

.

1357

τῶν τιμίων τόκων ἡ θεραπεία), εἰκότως πόνοις σώ‐ ματος προσωμίλουν διηνεκέσι, τὴν ἀναγκαίαν χρείαν ταύτῃ ἑαυτοῖς συμπορίζοντες. Ἰησοῦς δὲ τού‐ τοις ὑποτασσόμενος, ὥς φησιν ἡ Γραφὴ, πάντως καὶ
5τῷ συνδιαφέρειν τοὺς πόνους τὴν εὐπείθειαν ἐπ‐ εδείκνυτο. Προϊὼν δὲ καὶ τὰς δεσποτικὰς καὶ θείας εὐεργεσίας ἀπογυμνῶν, καὶ μαθητὰς λοιπὸν αἱρού‐ μενος, καὶ βασιλείαν οὐρανῶν κηρύσσειν διανοούμε‐ νος, οὐκ ἐπὶ μιᾶς γωνίας κείμενος, ἐκλυόμενός τε τὸ
10σῶμα, τῆς παρ’ ἑτέρων ἐδεῖτο διακονίας, ἀλλὰ ἄρτι μὲν ὁδοιπορῶν, καὶ πεζεύων διηνεκῶς, τοῖς μαθηταῖς ἅμα διακονούμενος, ὡς αὐτὸς ἔφησεν· Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν· καὶ, Καθὼς ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ δια‐
15κονῆσαι· ἄρτι δὲ νίπτων τοὺς πόδας τῶν μαθητῶν· αὖθις δὲ τῇ διδασκαλίᾳ προσδιατρίβων ἐπὶ μακρὸν, τόπον τε ἐκ τόπου μεταμείβων ἀόκνως, διὰ τὴν σω‐ τηρίαν ἡμῶν διετέλει. Ἅπαξ δὲ ὑποζυγίῳ, καὶ τούτῳ μόνον ἐπὶ ὀλίγον χρησάμενος φαίνεται, οὐχ ἵνα
20τὸ σῶμα διαναπαύσῃ, ἀλλ’ ἵνα τοῖς ἔργοις τὴν προφη‐ τείαν σφραγίσηται. Τί δὲ οἱ ἀπόστολοι; Οὐχὶ τὸν Δεσπότην μεμίμηνται; οὐχὶ πόνοις ὡμίλουν διηνε‐ κῶς; Σκόπησον Παῦλον ἐργαζόμενον ἀπαύστως, ὁδοιποροῦντα συντόνως, πλέοντα, κινδυνεύοντα, χει‐
25μαζόμενον, ἐλαυνόμενον, μαστιζόμενον, λιθαζόμενον, πᾶσιν ἀρκοῦντα τοῖς πειρασμοῖς τῇ προθυμίᾳ τῆς ψυχῆς, καὶ τῷ σθένει τοῦ σώματος. Εἰ δὲ ἦν τῇ ἀμετρίᾳ παραλύων τὴν τοῦ σώματος δύναμιν, οὐκ ἂν ἐπὶ τούτοις ἐστεφανώθη. Καλὸν οὖν, τὸν τοῦ
30Δεσπότου βίον καὶ τῶν τούτου μαθητῶν καὶ ἀποστό‐ λων διά τε τῶν ψυχικῶν ἀρετῶν διά τε τῶν σωμα‐ τικῶν ἀσκημάτων μιμούμενον, ἐνεργὸν παρέχειν τὸ σῶμα ταῖς ἀρίσταις ὑπηρετούμενον πράξεσι. Ψυχῆς μὲν γὰρ τὸ προελέσθαι τῶν καλῶν ὅσα καὶ τῇ συνερ‐
35γίᾳ τοῦ σώματος τελειοῦνται· σώματος δὲ τὸ ἐνεργεῖν ἅπερ ἡ ψυχὴ προείλετο. Ἀτονοῦντος δὲ τούτου πρὸς τὴν ἐνέργειαν, ἡμιτελὲς τὸ κατόρθωμα ἐν προαιρέσει κρυπτόμενον, καθάπερ τι βλάστημα τοῖς τῆς γῆς κόλποις ἐμμαραινόμενον, καὶ οὐ προ‐
40βαῖνον εἰς χρῆσιν τούτων, δι’ οὓς καὶ ἔφυ.
43 Ἀλλὰ, φησὶ, καὶ ὁ Κύριος ἀσιτίαν ἐπιτεταμένην διήνεγκε, καὶ Μωϋσῆς δὲ οὐδὲν ἧττον, καὶ Ἠλίας ὁ
45προφήτης. Ἀλλὰ καὶ τοῦτο σκόπησον, ὅτι ὁ Κύριος ἡμῶν ἅπαξ τοῦτο μόνον ἐποίησε, καὶ Μωϋσῆς δὲ καὶ Ἠλίας ὁμοίως· τὸν δὲ λοιπὸν χρόνον ἅπαντα ἐν τάξει τῇ προσηκούσῃ διακυβερνῶντες τὸ σῶμα, καὶ ἐνεργὸν τοῦτο παρέχοντες, κόποις τε καὶ πόνοις

31

.

1357

(50)

προσομιλοῦντες ἀεὶ, οὕτω τὰς ἀρετὰς τῆς ψυχῆς τῇ συνεργίᾳ τοῦ σώματος ἀπελάμπρυναν, τὸν πρα‐ κτικὸν βίον σφραγῖδα καὶ τελείωσιν τῆς πνευματι‐
κῆς πολιτείας πεποιημένοι. Τοῦτο μὲν Μωϋσῆς,1356

31

.

1360

τοῦτο δὲ Ἠλίας, τοῦτο δὲ καὶ Ἰωάννης αὐτὸς, οἰκο‐ νομίᾳ μὲν ἀποῤῥήτῳ τὴν χρονίαν ἐν τῇ ἐρήμῳ δια‐ τριβὴν ποιησάμενος· μετὰ δὲ τὴν πλήρωσιν τῆς οἰκονομίας, ἐπὶ τὴν κεκοσμημένην χώραν ἐλθὼν, κη‐
5ρύσσων τε καὶ βαπτίζων, ἃ τοῦ πράττειν ἐστὶ, καὶ ἐκ τῆς πρὸς τὸν Ἡρώδην παῤῥησίας τὴν ἄθλησιν τελειούμενος. Τοῦτο καὶ πᾶς ὁ τῶν ἁγίων κατάλογος, καὶ Ἰησοῦς αὐτὸς ἐν τῷ πράττειν διατελῶν· ὡς εἶ‐ ναι πάντοθεν δῆλον ἔκ τε τῶν νόμων τῆς φύσεως
10καὶ τῆς διδασκαλίας τῶν θείων Γραφῶν, ἔκ τε τῶν τοῖς ἁγίοις ἅπασι πεπραγμένων, ἔκ τε τῆς πολι‐ τείας τοῦ Σωτῆρος ἡμῶν, καὶ τοῦ κανόνος τῆς τῶν εὐσεβούντων ζωῆς, ὅτι καλὸν καὶ συμφέρον συν‐ εστάναι μᾶλλον, ἢ παρεῖσθαι τῷ σώματι· καὶ ἐνερ‐
15γὸν τοῦτο παρέχειν ταῖς ἀγαθαῖς πράξεσιν, ἢ ἀργὸν ἑκουσίως ἀποτελεῖν.
18tΚΕΦΑΛΑΙΟΝ Εʹ
19nὍτι προσήκει τὸν ἀσκητὴν ἔργα ἐπιτηδεύειν τὰ
20nπρέποντα.
21 Ἐργάζεσθαι μέντοι τὸν ἀσκητὴν προσήκει ἔργα τὰ πρέποντα, ὅσα καπηλείας ἁπάσης, καὶ μακρο‐ τέρων περισπασμῶν, καὶ αἰσχροκερδείας ἀπήλλα‐ κται· ὅσα ὑπωροφίων μενόντων ἡμῶν, ὡς τὰ πολλὰ,
25ἐπιτελεῖσθαι δύναται, ἵνα καὶ τὸ ἔργον πλη‐ ρῶται, καὶ ἡσυχία φυλάττηται. Εἰ δέ τι δέοι διὰ τὴν ἀναγκαίαν χρείαν καὶ ὕπαιθρον ἔργον ἐπιτελεῖν, οὐδὲ τοῦτο τὴν φιλοσοφίαν κωλύσει. Ὁ γὰρ ἀκρι‐ βὴς φιλόσοφος, φροντιστήριον ἔχων τὸ σῶμα, καὶ
30καταγωγὴν τῆς ψυχῆς ἀσφαλῆ, κἂν ἐπ’ ἀγορᾶς ὢν τύχῃ, κἂν ἐν πανηγύρει, κἂν ἐν ὄρει, κἂν ἐν ἀγρῷ, κἂν μεταξὺ πλήθους πολλοῦ, ἐν τῷ φυσικῷ μοναστηρίῳ καθίδρυται, ἔνδον συνάγων τὸν νοῦν, καὶ φιλοσοφῶν τὰ αὐτῷ πρέποντα. Δυνατὸν γὰρ καὶ
35οἴκοι καθήμενον, ἔξω περιπλανᾶσθαι τοῖς λογι‐ σμοῖς· καὶ ἐπὶ τῆς ἀγορᾶς ὄντα, νήφοντα δὲ, ὡς ἐπ’ ἐρημίας εἶναι, πρὸς ἑαυτόν τε καὶ πρὸς Θεὸν μόνον ἐπιστρεφόμενον, καὶ οὐ δεχόμενον ταῖς αἰ‐ σθήσεσι τοὺς ἐκ τῶν αἰσθητῶν τῇ ψυχῇ θορύβους
40προσπίπτοντας.
42tΚΕΦΑΛΑΙΟΝ ϛʹ.
43nὍτι οὐ χρὴ πᾶσιν ἀνθρώποις ἀφυλάκτως συνδια‐
44nτρίβειν τὸν ἀσκητήν.
45 Θαῤῥεῖν δὲ μηδὲ πᾶσιν ἀνθρώποις ἑαυτὸν, μη‐ δὲ ἀπογυμνοῦν, μηδὲ ἀνακαλύπτειν ἀφυλάκτως προσήκει. Πολλοὺς γὰρ ἐφέδρους ὁ κατὰ Θεὸν πο‐ λιτευόμενος ἔχει· καὶ αὐτοὺς πολλάκις τοὺς οἰκειο‐ τάτους, τῆς ἑαυτοῦ ζωῆς κατασκόπους. Προσήκει

31

.

1360

(50)

τοίνυν μὴ ἀβασανίστους ποιεῖσθαι τὰς πρὸς τοὺς
ἔξωθεν συντυχίας. Εἰ γὰρ ὁ Σωτὴρ, ὥς φησι τὸ1358

31

.

1361

Εὐαγγέλιον, οὐκ ἐπίστευε τοῖς πᾶσιν ἑαυτὸν (Αὐ‐ τὸς γὰρ, φησὶν, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς)· εἰ ἐκεῖνος, ὁ καθαρὸς, ὁ ἄμω‐ μος, ὁ ἀνεπίληπτος, ὁ δίκαιος, ὁ τὸ πᾶν ἀρετὴ,
5πῶς ἡμεῖς οἱ ἁμαρτωλοὶ, οἱ εὐόλισθοι, οἱ μὴ κατὰ σκοπὸν ἀεὶ εὐοδούμενοι, τοῦτο μὲν διὰ τὴν φυ‐ σικὴν ἀσθένειαν, τοῦτο δὲ διὰ τὸν πονηρῶς καὶ ἀνεν‐ δότως ἡμῖν προσπαλαίοντα, ἑαυτοὺς ἐκδιδόντες πε‐ ριέργοις ἀνθρώποις, οὐχὶ πονηρὰς ἐπισπασόμεθα
10διαβολὰς, καὶ ἑαυτοῖς τὰ σκάνδαλα καταπήξομεν; Πολλάκις γὰρ οἱ πονηροὶ καὶ τὰ καλῶς πραττόμενα διαβάλλειν ἐπιχειροῦσι, καὶ μὴ ἀλοιδόρητα καταλιμ‐ πάνειν καὶ τὰ μικρότατα τῶν πταισμάτων ἀν‐ έχονται.
16 Χρὴ τοίνυν πεφυλαγμένας ποιεῖσθαι τὰς πρὸς τοὺς ἔξωθεν ὁμιλίας. Συμβαίνει γὰρ αὐτοῖς τι καὶ ἕτερον πάθος ὑπὸ λογισμῶν ἀπειρίας ἐπὶ τῶν ἀνα‐ χωρησάντων τοῦ βίου. Ὑπολαμβάνουσι γὰρ, οὐ
20τὴν γνώμην μετατεθεῖσθαι τῶν μετατιθεμένων τὴν πολιτείαν, ἀλλὰ τὴν φύσιν αὐτοῖς τὴν ἀνθρωπίνην μετεσκευάσθαι· καὶ οὐ κρίνουσι τοὺς ἀσκητὰς ὡς ἐν πάθεσι μὲν τοῖς αὐτοῖς στρεφομένους, δυνάμει δὲ ψυχῆς καὶ ἀλλοτριώσει τῇ πρὸς τὰς ἡδονὰς ἐπικρα‐
25τοῦντας αὐτῶν· ἀλλ’ οἴονται, ὅτι πάντη ἐκποδὼν τὰ πάθη τῆς τοῦ σώματος αὐτῶν φύσεως γέγονεν. Ὅθεν δὴ, καὶ εἴ τι μικρὸν ὁ πνευματικὸς δια‐ μάρτοι τοῦ καλοῦ, εὐθέως ἅπαντες, καὶ οἱ τὸ πρὶν θερμότατοι ἐπαινέται καὶ θαυμασταὶ, πικροὶ
30κατήγοροι γίνονται, καὶ διελέγχουσιν ἑαυτοὺς, οὐ‐ δὲ πρότερον ἀληθεῖς τοὺς ἐπαίνους ποιούμενοι. Καθάπερ γὰρ ἀθλητοῦ τινος ὀλισθήσαντος, εὐ‐ θὺς ὁ ἀντίπαλος κατεξανίσταται παίων καὶ προσκα‐ ταβάλλων αὐτόν· οὕτω καὶ ἐκεῖνοι, ἐπὰν ἴδωσι
35τὸν ἐν ἀσκήσει ἀρετῆς διαζῶντα μικρόν τι τοῦ καλοῦ διαμαρτήσαντα, ἐπιτίθενται ταῖς λοιδορίαις καὶ ταῖς διαβολαῖς, ὥσπερ τοξεύμασι βάλλοντες· οὐ λογιζόμενοι καθ’ ἑαυτοὺς, ὅτι αὐτοὶ μὲν ἐφ’ ἑκάστης ἡμέρας μυρίοις τιτρώσκονται τοῖς βέλεσι
40τῶν παθῶν. Οἱ δέ γε τῆς εὐσεβείας ἀγωνισταὶ, καίπερ ὑπὸ τῶν ὁμοίων πολιορκούμενοι παθῶν, ἢ μικρά τινα, ἢ οὐδὲν πολλάκις ὑπὸ τούτων ἐπηρεά‐ ζονται· καὶ ταῦτα, καὶ τὸν ἀνταγωνιστὴν σφοδρό‐ τερον ἤπερ ἐκεῖνοι δεχόμενοι. Ἐπείπερ οὗτοι μὲν
45τὸν πρὸς ἐκεῖνον ἀγῶνα διωμολόγησαν, καὶ μέγα τῷ πονηρῷ τὸ κατὰ τούτων ἄρασθαι νῖκος, πάλιν δ’ αὖ τὸ ἡττηθῆναι καιρίαν τὴν πληγὴν ἤνεγκεν, ὡς ὁλοσχερῶς καὶ πᾶσιν ἀρετῆς μέρεσιν ἡττηθέντι· ὁ
δὲ πρὸς τοὺς τῷ βίῳ προσνείμαντας ἑαυτοὺς κατα‐1360

31

.

1364

πεφρόνηται πόλεμος· τὸ μὲν, ὅτι οἱ πλεῖστοι αὐ‐ τῶν αὐτομάτως ἐπὶ τὴν ἧτταν τρέχουσι, ταῖς ποι‐ κίλαις ἡδοναῖς καὶ ἐπιθυμίαις πρὸς τὴν ἁμαρτίαν δελεαζόμενοι, καὶ ἄπονον αὐτῷ τὴν καθ’ ἑαυτῶν
5νίκην παρέχοντες· τὸ δὲ, ὅτι καὶ οἱ δοκοῦντες μι‐ κρὸν πρὸς τὴν ἁμαρτίαν ἀνταίρειν, τοῖς ποικί‐ λοις περισπασμοῖς εὐκόλως τῆς ἀγωνίας ἀφέλκον‐ ται, καὶ τὰ νῶτα στρέψαντες, καὶ ἀνενδότως βαλλόμενοι, πολλὰ καὶ αἰσχρὰ τῆς ἥττης τὰ στί‐
10γματα φέρουσιν. Εἰ δέ πού τινες, καὶ τὴν φορὰν τῶν βιωτικῶν περισπασμῶν βιασάμενοι, ἀντιβλέψαι πρὸς τὸν τοῦ πονηροῦ δεδύνηνται πόλεμον, ἀλλ’ οὖν γε οὐ τοιού‐ τους ἀγῶνας διήνεγκαν, ἀλλὰ πολλῷ καὶ ἀπείρῳ
15τῷ μέτρῳ τῶν ἀσκητικῶν λειπομένους. Ὁ μὲν γὰρ τῶν δικαίων κρατεῖν ἐσπούδακε καὶ φιλονείκως διαγωνίζεται ἐν ταῖς περὶ τὰ παρόντα ἀμφισβητήσεσιν· ὁ δὲ καὶ τῶν δικαίων τοῖς ἀμφισ‐ βητοῦσι παραχωρεῖ, πληρῶν τὸ, Ἀπὸ τοῦ αἴρον‐
20τος τὰ σὰ, μὴ ἀπαίτει. Ὁ μὲν, τυπτηθεὶς, ἀντ‐ ετύπτησε, καὶ ἀδικηθεὶς, ἀντηδίκησε, καὶ ταύ‐ τῃ τὸ ἴσον ἔχειν ὑπολαμβάνει· ὁ δὲ καρτερεῖ μέχρι τοσούτου, ἄχρι κόρον τῷ ἀδικοῦντι ἢ καὶ τῷ παίοντι ἐμποιήσει. Καὶ ὁ μὲν πασῶν τῶν τοῦ σώμα‐
25τος ἡδονῶν κρατεῖν διεσπούδακεν, ὁ δὲ ἐν κόρῳ διατρίβει τῶν ἡδονῶν. Πῶς· οὖν ἂν καὶ ἀγωνι‐ στὴς ὁ βιωτικὸς νομισθείη πρὸς τὸν ἀσκητὴν κρινό‐ μενος; Σκόπησον δὲ καὶ ἕτερον, ὅπερ πάσχειν σύν‐ ηθες τοῖς τῷ παρόντι βίῳ προσέχουσιν, ἡνίκα ἂν
30τὰ περὶ τοὺς ἀσκητὰς ἐξετάζωσιν. Ἐπειδὰν γὰρ ὁ ἀσκητὴς ἐκ μακρᾶς τῆς ἐνδείας ὑπερείδειν τὸ σῶμα τροφῇ καλῶς ἔχειν ἡγήσαιτο, καθάπερ ἀσώμα‐ τόν τε καὶ ἄϋλον, ἢ οὐ μετέχειν τροφῆς, ἢ τῆς ἐλα‐ χίστης θέλουσι.
37 Κἂν ἴδωσι τὸν ἀσκητὴν μὴ πάντη τοῦ σώμα‐ τος ἀφειδῶς ἔχοντα, ἀλλὰ μέρει γοῦν τινι τὴν ὑπάρ‐ χουσαν ἔνδειαν θεραπεύοντα, λοιδοροῦσι καὶ δια‐
40βάλλουσι, καὶ πολυσίτους τινὰς καὶ λαιμάργους ἀποκαλοῦσι, τὴν κατὰ τοῦ ἑνὸς ὕβριν καὶ παροινίαν ἐπὶ τοὺς πάντας ἐκτείνοντες· οὐ λογιζόμενοι, ὅτι αὐτοὶ μὲν δὶς, ἔνιοι δὲ αὐτῶν καὶ τρὶς τῆς ἡμέρας σιτούμενοι σιτίων τὰ παχύτατα καὶ πιότατα, ἀπεί‐
45ρου τε ὄγκου κρεῶν ἐμφορούμενοι, καὶ οἴνου πλῆ‐ θος ἄμετρον ἐγχεόμενοι, οὕτως ἐπὶ τὰς τραπέζας κεχήνασιν, ὥσπερ σκύλακες μετὰ μακρὰν ἔνδειαν τῶν δεσμῶν ἀφεθέντες. Οἱ δέ γε κατὰ ἀλήθειαν ἀσκηταὶ τροφῇ τε ξηροτάτῃ κέχρηνται, καὶ ὀλίγον

31

.

1364

(50)

ἐχούσῃ σὺν ἀσθενείᾳ τὸ τρόφιμον, καὶ παρὰ1362

31

.

1365

πᾶσαν τὴν ἡμέραν ἅπαξ· οἵ γε τάξει διαζῇν ἐγνω‐ κότες, καὶ τοῦτο μετρίως καὶ ἐπιστημόνως σι‐ τούμενοι, εἰκότως παρὰ τὸν καιρὸν τῆς σιτήσεως τὴν χρείαν μετ’ εὐπαῤῥησιάστου τοῦ συνειδότος
5χορηγοῦσι τῷ σώματι. Διά τοι τοῦτο προσήκει μὴ τὴν ἐλευθερίαν ἡμῶν κρίνεσθαι ὑπὸ ἄλλης συνειδή‐ σεως. Εἰ γὰρ ἡμεῖς χάριτι μετέχομεν, τί βλασφη‐ μούμεθα ὑπὲρ ὧν ἡμεῖς εὐχαριστοῦμεν; τὴν ἔνδειαν καὶ τὴν τῆς τροφῆς εὐτέλειαν μετὰ τοσαύτης εὐ‐
10φροσύνης αἱρούμενοι, μεθ’ ὅσης οὐδὲ ἐκεῖνοι τὴν ὑπέρλαμπρον καὶ παντοδαπῆ τῆς πολυόψου τρα‐ πέζης παρασκευήν. Εἰ δέ τις τῶν εἰρημένων ἀν‐ θρώπων ἐπὶ συνέσει καὶ εὐλαβείᾳ γνώριμος εἴη, καὶ δι’ αἰδοῦς ἄγοι τὸν ἡμέτερον βίον, τούτῳ κοι‐
15νωνεῖν τραπέζης, εἰ τούτου δεήσειεν ἐπεσκεμμένως, οὐκ ἄλογον.
17tΚΕΦΑΛΑΙΟΝ Ζʹ.
18nὍτι οὐ χρὴ συχνὰς καὶ ἀβασανίστους ποιεῖσθαι
19nτὰς προόδους.
20 Χρὴ δὲ μηδὲ προφάσει τῆς τῶν ἀδελφῶν ἐπι‐ σκέψεώς τε καὶ συντυχίας πολλὰς καὶ συχνὰς ποιεῖ‐ σθαι τὰς ἐκδημίας (ἔστι γὰρ καὶ τοῦτο διαβολική τις ἐπίνοια, πειρωμένου τοῦ ἐχθροῦ διὰ τῆς τοιαύ‐ της μεθόδου τὸ εὐσταθὲς ἡμῶν καὶ τὸ τεταγμένον
25τῆς ζωῆς παραλύειν, καὶ εἰς φιληδονίας καὶ λογισμῶν ἀκαταστασίας διαφόρους ἐμβάλλειν)· καθ’ ἡσυχίαν δὲ ἑαυτοῖς ὁμιλοῦντας, διασκέπτεσθαί τε καὶ ἐπαν‐ ορθοῦν τὰ τῆς ψυχῆς ἁμαρτήματα. Ὁ γὰρ ἄρτι τὸν κόσμον τῇ διαθέσει καταλιπὼν, ἀπὸ μὲν τῆς
30πρὸς τὰ καλὰ νεύσεως τὸ ἐπαινετὸν ἔχει· οὔπω δὲ τὸ τέλειον τῶν ἀρετῶν κέκτηται· πολλάκις δὲ οὐδὲ διανενόηται τὸν τρόπον τῆς αὐτῶν κατορθώσεως, ἀλλὰ δεῖται, καθ’ ἡσυχίαν ἑαυτὸν ἐπισκεψάμενος, κατιδεῖν τε τὰς ἀτάκτους τῆς ψυχῆς ὁρμὰς καὶ κινή‐
35σεις, καὶ ταύταις γενναίως ἀνταγωνίσασθαι, καὶ τοῖς κρείττοσι λογισμοῖς τὰς ἀταξίας ἐπανορθώσασθαι· τάξις γὰρ ψυχῆς ἀρετῆς σύνθεμα. Ὁ τοίνυν δια‐ παντὸς ἐν ἀποδημίαις καὶ μεταβάσεσιν ὢν, καὶ ἀεὶ τὸ τῆς ψυχῆς σύννουν καὶ πεπυκνωμένον ῥιπίζων
40καὶ διαχέων, καὶ πρὸς τὰς ἡδονὰς τοῦ σώματος βλέ‐ πειν κατὰ μικρὸν ἐθιζόμενος, πῶς δυνήσεται κατ‐ ιδεῖν ἑαυτὸν, ἢ γνῶναι τὰ μὴ καλῶς ἔχοντα, ἢ πρὸς τὸ δέον αὐτὰ μεθαρμόσασθαι, τὴν ψυχὴν ἔτι διερεθίζων πρὸς ἐμπαθεῖς διαθέσεις·
47 Χρὴ τοίνυν ἡσυχῆ μένειν τὰ πολλὰ, καὶ καρτε‐ ρεῖν ἕκαστον τὴν ἰδίαν καταγωγὴν, ἵνα ἔχῃ τοῦτο τῆς εὐσταθείας τῶν τρόπων μαρτύριον· μὴ πάντη

31

.

1365

(50)

μὲν καθεῖρχθαι, ἀλλὰ τάς τε ἀναγκαίας προόδους εὐπαῤῥησιάστους ποιεῖσθαι, ἐν αἷς οὐδὲν τὸ συνειδὸς ἐπισκήπτει, καὶ τοὺς βελτίστους τε καὶ ὠφελιμω‐
τάτους διὰ πολιτείας ἀκρίβειαν τῶν ἀδελφῶν ἐπι‐1364

31

.

1368

σκέπτεσθαι, παραδείγματα ἀρετῶν ἐκ τῆς ὠφελίμου συντυχίας λαμβάνοντα, ἐμμέτρους, ὡς ἔφημεν, καὶ ἀνεπιλήπτους τὰς προόδους ποιούμενον. Πολλάκις γὰρ καὶ ἀκηδίαν ἐγγενομένην τῇ ψυχῇ ἡ πρόοδος δια‐
5λύσασα, πάλιν οἷον ἐπιῤῥῶσαι καὶ ἀναπνεῦσαι μι‐ κρὸν παρασχοῦσα, προθύμως προσιέναι τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγωνίσμασι δίδωσιν. Εἰ δέ τις ἐπὶ τῷ μὴ προϊέναι τοῦ δωματίου μέγα φρονοίη, ἴστω δια‐ κένῳ φυσιούμενος πράγματι. Οὐδὲ γὰρ τὸ μὴ προ‐
10ϊέναι καθ’ ἑαυτὸ καλὸν, ἢ τὸ κατὰ καιρὸν προϊέναι καλὸν ἢ φαῦλον οἶδεν ἐργάζεσθαι· ἀλλ’ ἡ περὶ τὸ καλὸν βεβαία καὶ ἀκίνητος κρίσις, ἢ τοὐναντίον, τὸ εὐμετάθετον σπουδαῖον ἢ φαῦλον ἀποτελεῖ. Εἰ δέ τις, τὸ καλὸν τῇ ψυχῇ βεβαίως ἐνιδρυσάμενος,
15καὶ τῇ χρονίᾳ ἀσκήσει τῆς τῶν παθῶν κυβερνήσεως τὴν ἐμπειρίαν λαβὼν, καὶ δαμάσας μὲν τὰς σωμα‐ τικὰς ἀκρασίας, χαλινώσας δὲ τὰς ψυχικὰς ἀταξίας, θαῤῥῶν δὲ τῷ τοῦ λογισμοῦ χαλινῷ, συχνο‐ τέρας θέλοι ποιεῖσθαι τὰς προόδους εἰς οἰκοδο‐
20μὴν καὶ ἐπίσκεψιν ἀδελφῶν, τὸν τοιοῦτον καὶ παρορ‐ μήσει μᾶλλον ὁ λόγος ἐπὶ τὴν πρόοδον, ἵνα, τὸν λύχνον ἐπὶ τὴν λυχνίαν τιθεὶς, πᾶσι τὸ φῶς τῆς τῶν καλῶν καθηγήσεως χορηγήσῃ· μόνον εἴγε θαῤ‐ ῥοίη, ὡς καὶ λόγῳ καὶ ἔργῳ διδασκαλεῖον ἀρετῶν
25ἑαυτὸν δυνήσεται τοῖς συντυγχάνουσι παρέχειν· καὶ οὕτως ἐξασφαλίσαιτο ἑαυτὸν, καθὼς ὁ Ἀπόστολος εἴρηκε· Μή πως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκι‐ μος γένωμαι.
30tΚΕΦΑΛΑΙΟΝ Ηʹ.
31nὍτι οὐ χρὴ τοῖς ἀστατοῦσι τῶν ἀσκητῶν μετα‐
32nδιδόναι θάρσους καὶ παῤῥησίας, ἀλλὰ καὶ
33nτούτους φυλάττεσθαι.
34Φυλάττεσθαι μέντοι προσήκει καὶ τοὺς ἀστα‐
35τοῦντας, καὶ ἄλλοτε πρὸς ἄλλους τῶν ἀδελφῶν μεταβαίνοντας, καὶ ἀπαύστοις καὶ ἀνενδότοις ὁρμαῖς διαπαντὸς περινοστοῦντας τὰ μοναστήρια, καὶ προ‐ φάσει δῆθεν πνευματικῆς ἀγάπης τὰ τῆς σαρκὸς ἐκπληροῦντας θελήματα· οὐδὲν βέβαιον, οὐδὲ ἱδρυ‐
40μένον, οὐδὲ εὔτακτον, οὐδὲ συνέσει κεκοσμημένον ἐν ταῖς ψυχαῖς ἔχοντας, ἀλλὰ πᾶν ὅ τι περίεργον καὶ κακόηθες, ῥεμβασμοῦ καὶ ἀλογιστίας πεπληρω‐ μένον, δόλου καὶ ὑποκρίσεως, ψευδολογίας καὶ ἀπα‐ τηλῆς κολακείας. Οὗτοι γλῶσσαν μὲν ἀπαίδευτοι,
45γαστέρα δὲ ἀκρατεῖς, ψυχὴν δὲ διαπαντὸς ἐπτερω‐1366

31

.

1369

μένοι καὶ ῥιπιζόμενοι, λογισμοὺς κατὰ τὴν πτῆσιν τῶν νυκτερίδων ἔχοντες, οὐδαμοῦ πρὸς τὸ εὐθὺ βλέποντας, ἀλλὰ σκολιὰ καὶ εὐμετάτρεπτα πετομέ‐ νους· ἄλλο παρὰ τὰς πρώτας ὁρμὰς ὑποφαίνοντας,
5καὶ πρὸς ἕτερον τῷ εὐμεταβόλῳ τῆς γνώμης παρὰ δόξαν πᾶσαν φερομένους, πολλὰ ἕρποντας, καὶ οὐδὲν προβαίνοντας. Ἐοίκασι δὲ καὶ τῶν ὑποζυγίων τοῖς περὶ τὰς μύλας ἐλαυνομένοις, ἃ πολλὰ βαδίζοντα ἐπὶ τὸν αὐτὸν
10ἀεὶ τόπον εὑρίσκεται· καὶ τὸ μὲν σῶμα κόπτεται, τὸ δὲ βραχὺ χωρίον οὐδαμῶς ὑπερβαίνει· οὕτω κἀ‐ κεῖνοι, διαπαντὸς περὶ τὰ πάθη τοῦ σώματος ἰλυ‐ σπώμενοι, οὐδὲν ἐπὶ τὸ πνευματικὸν ὕψος προκό‐ πτουσι· τρέχουσι δὲ κύκλον ἀπέραντον ταῖς τοῦ σώ‐
15ματος ἐπιθυμίαις καὶ ἡδοναῖς ἀεὶ συνδονούμενοι, καὶ ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ πάλιν φερόμενοι, καὶ τῆς πονηρᾶς δουλείας οὐκ ἀφιέμενοι διὰ τὴν τῆς προαιρέσεως μοχθηρίαν. Οὗτοι, τὸ σχῆμα τοῦ προ‐ βάτου τῶν ὁρώντων δέλεαρ προβαλλόμενοι, ἔνδον τὴν
20λίχνον καὶ κακοήθη καὶ ὕπουλον ἀλώπεκα κρύ‐ πτουσι, πολλοὺς δὲ καὶ παρατρέπειν ἐπὶ τὴν ἴσην κακίαν σπουδάζουσιν· ὅσοι κυβερνήσεως λογισμοῦ ἀμοιροῦντες, καὶ τῷ καλῶς καὶ κακῶς ἄγοντι ῥᾳδίως προστίθενται, τοῦτο καλὸν νομίσαντες, ὅπερ ἄν τις ἢ
25ὀρθῶς, ἢ πιθανῶς ὑφηγήσεται. Καὶ τούτους τοίνυν πρὸς τὸ οἰκεῖον καθέλκειν σπουδάζουσι βάραθρον, τὴν διαστροφὴν αὐτῶν οἰκείαν ἀπολογίαν εἶναι νομί‐ ζοντες, καὶ τὴν ἑταιρίαν τῆς πονηρίας τῶν ἐγκλη‐ μάτων ἐλάττωσιν. Τούτους οὖν ἐκ παντὸς τρόπου
30προσήκει φυλάττεσθαι, ὡς ἂν μήτ’ ἄλλους βλάψαι ἐν τῇ τοῦ ψυχικοῦ λοιμοῦ μεταδόσει, καὶ αὐτοὶ πάν‐ τοθεν εἰργόμενοι, ὀψὲ γοῦν πρὸς τὸ καλὸν ἐπιστρέ‐ ψωσι, παιδαγωγὸν τὴν αἰσχύνην λαμβάνοντες, καὶ τὴν τῶν σπουδαίων ἀποστροφὴν νουθεσίαν εἰς τὴν
35τῆς κακίας ἀπαλλαγήν. Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐδίδαξε, λέγων περὶ τῶν μηδὲν ἐργαζομένων ἀλλὰ περιεργαζομένων· Τοῦτον, φησὶ, σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ.
40tΚΕΦΑΛΑΙΟΝ Θʹ.
41nὍτι κλήρου ἢ προστασίας ἀδελφῶν οὐδαμῶς
42nἐφίεσθαι προσήκει τὸν ἀσκητήν.
43 Κλήρου μέντοι, ἢ προστασίας ἀδελφῶν ἐφίεσθαι τὸν ἀσκητὴν οὐδαμῶς προσήκει. Διαβολικὸν γὰρ
45τὸ νόσημα, καὶ φιλαρχίας τὸ ἔγκλημα· ὅπερ τῆς ἀνω‐ τάτω τοῦ διαβόλου πονηρίας τὸ γνώρισμα. Κἀκεῖ‐
νος γὰρ ὑπὸ τούτου τοῦ πάθους εἰς τὸ τῆς ὑπερηφα‐1368

31

.

1372

νίας κατενήνεκται πτῶμα· καὶ ὁ τούτῳ τῷ πάθει κρατούμενος τὰ ἴσα ἐκείνῳ νοσεῖ. Ἔπειτα δὲ καὶ βασκάνους, καὶ φιλονείκους, καὶ κατηγόρους, καὶ ἀναισχύντους, καὶ διαβόλους, καὶ κόλακας, καὶ κατα‐
5σκευαστὰς, καὶ παρὰ τὸ προσῆκον ταπεινοὺς, καὶ δουλοπρεπεῖς, καὶ ἀλαζόνας, καὶ μυρίας ταραχῆς γέμοντας, τοῦτο τὸ πάθος τοὺς ἑαλωκότας ἐργά‐ ζεται. Ὁ γὰρ τοιοῦτος βασκαίνει τοῖς ἀξίοις, καὶ διαβάλλει τούτους· εὔξεται δὲ πολλάκις αὐτῶν καὶ
10τὸν θάνατον, ὡς ἀπορίᾳ τῶν πρὸς τὸ ἔργον ἐπιτη‐ δείων ἐπ’ αὐτὸν τὰς ψήφους ἐλθεῖν. Κολακεύσει τε τοὺς δοῦναι κυρίους τὸν κλῆρον, καὶ διὰ τοῦτο δου‐ λοπρεπὴς ἔσται· θρασύνεται δὲ κατὰ τῶν ἐλαττό‐ νων, εἰ ἀντιπίπτοιεν. Δόλους οὖν συῤῥάψει· ταραχὰς
15καὶ ὑπονοίας μυρίας ἕξει· καὶ τὴν γαλήνην τῆς ψυχῆς καταλύσει· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἀπελα‐ θήσεται, οὐκ ἔχων ὅπου προσαναπαύσεται. Γνόντες οὖν τὴν ζημίαν, φύγωμεν τῆς ἐπιθυμίας τὸ ἄτοπον. Εἰ δέ που Θεός τινα πρὸς τὰ τοιαῦτα ψηφίσαιτο,
20οἶδεν ὁ εὐμήχανος ὅπως καὶ παρέξει τὸν ἄξιον· ἡμῶν μηδαμοῦ συνειδότων ἑαυτοῖς ἐσπουδακόσι περὶ τὸ τοιοῦτον, ἢ ὅλως τὴν ἐπιθυμίαν ἐν τῇ ψυχῇ πε‐ ριέχειν. Νόσημα γὰρ καὶ τοῦτο ψυχῆς χαλεπώτατον, καὶ ἔκπτωσις τῶν καλῶν.
27tΚΕΦΑΛΑΙΟΝ Ιʹ
28nὍτι οὐ χρὴ πρὸς κενοδοξίαν βλέποντα ζηλοῦν
29nτὰ καλά.
30 Κενοδοξίαν ὅτι μάλιστα φεύγειν προσήκει τὴν οὐ πρὸ τῶν πόνων τοῦ πονεῖν ἀφιστῶσαν (ἦν γὰρ ἂν τὸ κακὸν ἔλαττον), ἀλλὰ μετὰ τοὺς πόνους τῶν στε‐ φάνων ἀποσυλῶσαν, τὴν δυσάλωτον τῆς ἡμετέρας σωτηρίας ἐπίβουλον, τὴν πρὸς ταῖς οὐρανίαις ἁψῖσι
35τοὺς καθ’ ἡμῶν λόχους ἱδρύουσαν, καὶ τὰς μέ‐ χρις οὐρανῶν στελεχωθείσας ἀρετὰς καταβα‐ λεῖν φιλονεικοῦσαν. Ἐπειδὰν γὰρ ἴδῃ τὸν τῆς εὐσε‐ βείας ἔμπορον παντοδαποῖς ἀγωγίμοις ἀρετῶν τὴν φορτίδα τῆς διανοίας πληρώσαντα, τότε, τὴν ἑαυτῆς
40καταιγίδα κινήσασα, περιτρέπειν καὶ ὑποβρύχιον ἄγειν τὸ σκάφος διαγωνίζεται. Τὴν γὰρ διάνοιαν τοῦ τῆς ἄνω βασιλείας πλωτῆρος πρὸς τὰ κάτω καὶ τὰς ἀνθρωπίνας δόξας ὁρᾷν ἀναπείσασα, ἅπαντα τὸν πλοῦτον τῆς ψυχῆς αἰφνίδιον ἐξεφύσησε, καὶ τοὺς
45θεμελίους τῶν ἀρετῶν ὑποσύρασα ἐπὶ γῆν, οὐρανο‐ μήκεις πόνους κατήνεγκε, τὸν ἐπὶ τοῖς πεπονημέ‐ νοις μισθὸν παρὰ ἀνθρώπων αἰτεῖσθαι παρα‐ σκευάσασα, οὓς ἔδει πρὸς τὸν Θεὸν μόνον βλέπον‐ τας, καὶ τούτῳ τὰ ἡμέτερα κατορθώματα ταμιεύον‐

31

.

1372

(50)

τας, παρ’ ἐκείνου μόνου ἀξίως κομίζεσθαι. Ἡμεῖς δὲ, τοῦ διὰ Θεὸν ἐσπουδακέναι τὰ καλὰ τὸ διὰ ἀν‐
θρώπων δόξαν ἐνεργεῖν προτιμήσαντες, παρ’ ἐκείνων1370

31

.

1373

τε τὸν διάκενον τῆς εὐφημίας μισθὸν ἀπαιτοῦν‐ τες, εἰκότως καὶ δικαίως τῶν θείων ἀμοιβῶν ἀπο‐ πίπτομεν, οὐ τῷ Θεῷ πονοῦντες, ἀλλὰ τοῖς ἀνθρώ‐ ποις ἑαυτοὺς ἐργατεύοντες· παρ’ ὧν τὴν ζημίαν τῶν
5μισθῶν ἀντὶ μισθῶν κομιζόμενοι, τί καὶ παρὰ Θεοῦ ἀπαιτήσωμεν, ᾧ οὐδὲν ἐργάσασθαι προειλόμεθα; Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τοῦ ἱεροῦ Εὐ‐ αγγελίου λέγοντος, περὶ τῶν διὰ ἀνθρώπους τὰ καλὰ δρώντων· Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν
10αὐτῶν.
12 Φύγωμεν οὖν κενοδοξίαν, τὸν γλυκὺν σκυλευ‐ τὴν τοῦ πνευματικοῦ πλούτου, τὸν ἡδὺν τῶν ἡμετέ‐ ρων ψυχῶν πολέμιον, τὸν σῆτα τῶν ἀρετῶν, τὸν
15μεθ’ ἡδονῆς τὰ ἡμετέρα καλὰ ληιζόμενον, τὸν μέ‐ λιτι χρίσαντα τῆς οἰκείας ἀπάτης τὸ δηλητήριον, καὶ ταῖς διανοίαις τῶν ἀνθρώπων τὴν ὀλεθρίαν ὀρέ‐ γοντα κύλικα, ἵνα, οἶμαι, τοῦ πάθους ἐμφορηθῶσιν ἀπλήστως. Γλυκὺ γὰρ ἀνθρωπίνη δόξα τοῖς ἀπαι‐
20δεύτοις. Ἄλλως δὲ καὶ κρίσεως ὀρθῆς εὐκόλως ἁμαρ‐ τάνειν τοὺς ἀλόντας παρασκευάζει. Ὁ γὰρ ταύτης ἐφιέμενος τὰς μὲν οἰκείας κρίσεις κατέλυσε· τοῦτο δὲ νενόμικε τίμιον, ὅπερ ἂν παρὰ τῶν προσ‐ τυχόντων θαυμάζηται. Ὡς, εἴγε, πονηροὶ ὄντες ἢ
25ἀλόγιστοι, θαυμάζοιεν τὰ κακὰ, τοῦτο δράσει πάν‐ τως ὁ ἐπαινούμενος, ὅπερ τοὺς κριτὰς τῶν οἰκείων ἐπιτηδευμάτων καλὸν ὑπειληφέναι νενόμικεν· ὡς εἶναι τὴν κενοδοξίαν οὐ μόνον καθαιρέτιν τῶν καλῶν πράξεων, ἀλλὰ καὶ τῶν πονηρῶν ὁδηγόν. Διὸ
30δὴ προσήκει, πρὸς τὸν ὀρθὸν λόγον, καὶ πρὸς τὸν Θεὸν βλέποντας τὸν τοῦ ὀρθοῦ λόγου καθηγητὴν, ταύτῃ βαδίζειν, ᾗπερ ἂν ὁ Θεὸς ὑφηγῆται· κἂν ἐπαι‐ νῶσί τινες τὴν τοιαύτην ὁδὸν, μὴ μέγα τιθέναι τὸν ἐκείνων ἔπαινον, πρὸς τὸν ἄνωθεν ἐπαινέτην ὁρῶν‐
35τας, συγχαίρειν δὲ μόνον αὐτοῖς τῆς ὀρθῆς περὶ τὰ καλὰ κρίσεως· κἂν ψέγωσιν ἕτεροι, μηδαμῶς κατα‐ δύεσθαι, ταλανίζειν δὲ ἐκείνους τοὺς ὀρθῆς κρίσεως ἀμοιροῦντας, καὶ σκότος διανοίας τὸ δεινότατον ὑπο‐ μένοντας.
40tΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
41nΠερὶ εὐκαιρίας λόγων.
42 Ταῦτα μὲν οὖν τὰ κεφαλαιώδη τῶν κατορθωμά‐ των, ἅπερ οὐ πρὸς τὸ μέγεθος τῆς οἰκείας ἀρετῆς διηγόρευται, πρὸς δὲ τὸ μέτρον τῆς ἡμετέρας δυνά‐
45μεως· τὰς μέντοιγε καθεξῆς ἀρετὰς, ὅσαι τὸ πρό‐ χειρον ἦθος ἐπικοσμοῦσι, ῥᾴδιον οἶμαι κατιδεῖν ἅπα‐ σιν, οἷον λόγων εὐκαιρίαν καὶ πρὸς τὸ χρήσιμον προ‐
φοράν. Χρήσιμον δ’ ἂν εἴη ἢ τὸ περὶ ἀρετῆς ἐν1372

31

.

1376

καιρῷ διαλέγεσθαι, ἢ τὸ πρὸς τὴν ἐνεστῶσαν καὶ κατεπείγουσαν χρείαν τοὺς λόγους ποιεῖσθαι, ἢ καὶ ὅλως πρὸς τὴν τῶν ἀκουόντων οἰκοδομήν· τοὺς δὲ λοιποὺς ὡς περιττοὺς καὶ ἀνωφελεῖς παραιτεῖσθαι.
5tΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
6nὍτι οὐ χρὴ πρὸς εὐτραπελίαν βλέπειν τὸν
7nἀσκητήν.
8 Εὐτραπελίας ἁπάσης ἀπέχεσθαι προσήκει. Πολλὰ γὰρ συμβαίνει τοὺς περὶ τὰ τοιαῦτα ἀσχολουμένους
10τοῦ ὀρθοῦ λόγου διαμαρτάνειν, τῆς ψυχῆς πρὸς γε‐ λοιασμὸν διαχεομένης, καὶ τὸ τῆς φρονήσεως σύν‐ νουν καὶ πεπυκνωμένον καταλυούσης. Πολλάκις δὲ τὸ κακὸν ὁδῷ βαδίζον καὶ εἰς αἰσχρολογίαν καὶ ἀτο‐ πίαν τὴν ἐσχάτην κατέλυσεν, ὡς μὴ συμβαίνειν κατὰ
15ταυτὸν ψυχῆς νῆψιν καὶ εὐτραπελίας διάχυσιν. Εἰ δέ που καὶ δέοι, ὥστε μικρὸν ὑπανεῖναι τὸ σκυθρω‐ πὸν, διὰ τῶν λόγων φαιδρύνεσθαι, ἔστω ὁ λόγος ὑμῶν χάριτος γέμων πνευματικῆς, καὶ τῷ εὐαγγε‐ λικῷ ἅλατι ἠρτυμένος, ἵνα τῆς ἔνδοθεν σοφῆς
20οἰκονομίας τὴν εὐωδίαν ἐπιφέρηται, καὶ διπλῶς εὐ‐ φραίνῃ τὸν ἀκροατὴν, τῇ τε ἀνέσει τῇ τε τῆς συν‐ έσεως χάριτι.
23tΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
24nΠερὶ πραότητος, καὶ τίνα τρόπον ἀγάπη συν‐
25nίσταται.
26 Πραότητος δεῖ ὅτι μάλιστα ἔμπλεον εἶναι τὸν ἀσκητήν· ἐπειδὴ τοῦ πνεύματος τῆς πραότητος ἢ μετέσχηκεν, ἢ μετασχεῖν ἐφίεται. Καὶ προσήκει τὸν τούτου ξενιστὴν τῷ ξενιζομένῳ προσεοικέναι. Εἰ δέ
30που καὶ ἀγανακτήσεως δέοι κατὰ τοῦ ῥᾳθυμοῦντος ὑφ’ ἡμῖν δηλαδὴ τεταγμένου, ἔστω λογισμῷ κεκρα‐ μένη ἡ ἀγανάκτησις. Καὶ γὰρ ξίφεσι κέχρηνται μὲν καὶ ἀνδροφόνοι, κέχρηνται δὲ καὶ ἰατρῶν παῖδες. Ἀλλ’ οἱ μὲν, ἐπειδὴ ὀργῇ καὶ ὠμότητι τὸ ξίφος δια‐
35χειρίζονται, τὰ πάντων ἀτοπώτατα δρῶσι, τοὺς ὁμογενεῖς διαχρώμενοι· οἱ δὲ, ἐπειδὴ λογισμῷ πρὸς τὴν διὰ ξίφους ἐνέργειαν ἀφικνοῦνται, τὰ μέγι‐ στα ἐντεῦθεν ὠφελοῦσι· τοὺς γὰρ κινδυνεύοντας περισώζουσιν. Οὕτω καὶ ὁ σὺν λόγῳ διαγανακτεῖν
40ἐγνωκὼς ὤνησε τὰ μεγάλα τοῦτον, καθ’ οὗ ἐποιήσατο τὴν ἀγανάκτησιν, ῥᾳθυμίαν ἢ πονηρίαν ἐπανορθούμενος· ὁ δὲ ὀργῆς πάθει κεκρατημένος οὐδὲν ὑγιὲς ἀπεργάζεται. Ὅτι δὲ καὶ τοῖς πραότη‐ τος ἐπιμελουμένοις πρέπει ἡ εὔκαιρος ἀγανά‐
45κτησις, δῆλον ἐντεῦθεν. Καὶ γὰρ Μωϋσῆς, πραότατος πάντων ἀνθρώπων μαρτυρηθεὶς, τοῦ καιροῦ καλοῦν‐ τος, διηγανάκτησε, καὶ εἰς τοσοῦτον προὔβη κι‐ νήσεως, ὥστε φόνῳ τῶν ὁμοφύλων ὁρίσαι τὴν ἀγα‐ νάκτησιν· τοῦτο μὲν, ἡνίκα τὸν μόσχον ἐτέκταινον,

31

.

1376

(50)

τοῦτο δὲ, ὁπότε τῷ Βεελφεγὼρ ἐμιάνθησαν. Ὥστε1374

31

.

1377

ἔνι, καὶ πρᾶον ὄντα, σὺν λόγῳ διαθερμαίνεσθαι, καὶ τὸ τῆς πραότητος μὴ διαφθείρειν καλόν. Τὸ δὲ ἀκί‐ νητον μένειν, ἢ δεόντως μὴ ἀγανακτεῖν, ἀργίας τῆς φύσεως, οὐ πραότητος ἂν εἴη. Τῇ δὲ πραότητι
5πέφυκέ πως καὶ τὸ ἀνεξίκακον ἕπεσθαι. Πραότης γὰρ ἀνεξικακίας μήτηρ. Οὐδὲν δὲ ἧττον τοῖς κατὰ ἀλήθειαν πραέσιν, ἀλλὰ μὴ βαρύτητι πεπληγμέ‐ νοις τὸ ἦθος, καὶ τὸ χρηστὸν συγκέκραται. Χρη‐ στότης γὰρ ὕλη πραότητος. Ταῦτα δὲ, συγκιρνώ‐
10μενα ἀλλήλοις καὶ συντιθέμενα, τὸ κράτιστον τῶν ἀρετῶν τὴν ἀγάπην ἀποτελεῖ.
14tΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
15nΠερὶ φρονήσεως.
14Πάντων μέντοι τῶν πραττομένων φρόνησιν ἡγεῖ‐
15σθαι προσήκει. Φρονήσεως γὰρ δίχα πᾶν ὅτι, κἂν καλὸν εἶναι δοκῇ, εἰς κακίαν διὰ τῆς ἀκαιρίας καὶ τῆς ἀμετρίας μετέπεσε. Λόγου δὲ καὶ φρονήσεως τοῖς ἀγαθοῖς τὸν καιρὸν καὶ τὸ μέτρον ὁρίζοντος, θαυμαστόν τι τὸ τῆς χρήσεως αὐτῶν κέρδος τοῖς τε
20διδοῦσι καὶ τοῖς λαμβάνουσι γίνεται.
24tΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
25nΠερὶ πίστεως καὶ ἐλπίδος.
26 Πάντων μέντοι τῶν ἐγχειρημάτων ἡγείσθω πί‐ στις ἡ εἰς Θεὸν, καὶ συνεπέσθω τὸ εὔελπι, ἵνα τῇ μὲν πίστει δύναμιν τῆς ψυχῆς ἐρειδώμεθα, τῇ δὲ εὐελπιστίᾳ πρὸς τὰ καλὰ προθυμώμεθα. Οὐδὲ γὰρ
30ἡ περὶ τὰ καλὰ τῶν ἀνθρώπων ἐγχείρησις δίχα τῆς ἄνωθεν βοηθείας τελειωθήσεται· οὐδὲ ἡ ἄνωθεν χά‐ ρις ἐπὶ τὸν μὴ σπουδάζοντα παραγένοιτ’ ἄν· ἀλλ’ ἑκάτερα συγκεκρᾶσθαι προσήκει, σπουδήν τε ἀνθρω‐ πίνην καὶ τὴν διὰ τῆς πίστεως ἄνωθεν καθήκουσαν
35συμμαχίαν εἰς τελείωσιν ἀρετῆς.
36tΚΕΦΑΛΑΙΟΝ Ιϛʹ.
37nΠερὶ ταπεινοφροσύνης.
38 Ἐπὶ πᾶσι μέντοι τοῖς παρ’ ἡμῶν κατορθουμένοις ἡ ψυχὴ τῆς κατορθώσεως τὰς αἰτίας ἐπὶ τὸν Δεσπό‐
40την ἀναφερέτω, μηδὲν ὅλως κατορθοῦν ἐξ οἰκείας λογιζομένη δυνάμεως. Ἡ γὰρ τοιαύτη διάθεσις τὴν ταπεινοφροσύνην ἡμῖν ἐμποιεῖν πέφυκε. Ταπει‐ νοφροσύνη δὲ θησαυροφυλάκιον ἀρετῶν. Ταῦτά σοι παρ’ ἡμῶν, ὡς ἄν τις εἴποι, σπέρματα τῶν περὶ
45ἀρετῆς λόγων· σὺ δὲ, λαβὼν ἐντεῦθεν, πολύχουν ἡμῖν ἔργασαι τὸν καρπὸν, καὶ πλήρου τὸν τῆς Σοφίας λόγον, τὸν διδόναι κελεύοντα τοῖς σοφοῖς ἀφορμὰς, ἵνα σοφώτεροι γένωνται.
49tΚΕΦΑΛΑΙΟΝ ΙΖʹ.
50nΚατὰ πόσους τρόπους οἱ πονηροὶ λογισμοὶ ἐν
51nψυχῇ συνίστανται.
52Ἐπειδὴ δὲ φθάσαντες μὲν ἤδη τὰ περὶ τῶν1376

31

.

1380

λογισμῶν ἐξητάσαμεν, οὐ διειλόμεθα δὲ κατὰ πόσους τρόπους αἱ πονηραὶ ἔννοιαι τοῖς ὀρθοῖς λογισμοῖς ἐπιφύονται, νῦν καὶ τοῦτο προσθεῖναι ἐδικαιώσαμεν, ὥστε εἶναι τελειοτάτην τὴν τοῦ μέρους ἐξέτασιν.
5Δύο τοίνυν τρόποι, καθ’ οὓς αἱ ἀπρεπεῖς ἔννοιαι παρενοχλοῦσι τοῖς ὀρθοῖς λογισμοῖς· ἢ τῆς ψυχῆς κατ’ οἰκείαν ὀλιγωρίαν περὶ τὰ μὴ προσήκοντα πλανωμένης, καὶ φαντασίαις ἐκ φαντασιῶν ἀλογί‐ στοις ἐντυγχανούσης, ἢ κατ’ ἐπιβουλὴν τοῦ διαβόλου
10πειρωμένου πραγμάτων ἀτοπίας ὑποφαίνειν τῇ δια‐ νοίᾳ, καὶ ταύτην ἀπάγειν τῆς τῶν ἐπαινετῶν θεω‐ ρίας καὶ διασκέψεως. Ὅταν μὲν οὖν ἡ ψυχὴ, τὸ πυκνὸν καὶ σύντονον τῆς διανοίας ὑποχαλάσασα, μνήμας τὰς προστυχούσας καὶ τῶν τυχόντων ἀναφέ‐
15ρῃ πραγμάτων, τηνικαῦτα ὁ λογισμὸς, ἀπαιδεύ‐ τως καὶ ἀνεπιστημόνως πρὸς τὰ μνημονευθέντα τῶν πραγμάτων φερόμενος, τούτοις τε ἐπὶ πλεῖον ἐνασχολούμενος, πλάνους ἐκ πλάνων μεταβαίνει μακροὺς, καὶ εἰς αἰσχρότητας πολλάκις καὶ ἀτοπίας
20ἐννοιῶν καταστρέφει τὸ τελευταῖον. Ἀλλὰ τὴν μὲν τοιαύτην ὀλιγωρίαν τῆς ψυχῆς καὶ διάχυσιν πυκνο‐ τέρᾳ καὶ ἐπιστρεφεστέρᾳ τῇ τῆς διανοίας ἐπιστάσει διορθοῦσθαι καὶ ἐπανάγειν δεῖ, καὶ τῇ πρὸς τὸ παρ‐ ὸν ἀεὶ περὶ τὰ καλὰ διασκέψει προσασχολεῖν.
25 Ὅταν δὲ ὁ διάβολος ἐπιβουλεύειν ἐπιχειρῇ, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ὥσπερ τινὰ βέλη πεπυρωμένα τοὺς παρ’ αὐτοῦ λογισμοὺς ἐνιέναι ἡσυχαζούσῃ καὶ ἠρεμούσῃ βιάζηται τῇ ψυχῇ, καὶ ταύτην αἰφνίδιον ἐμπιπρᾷν, καὶ χρονίας καὶ δυσεκ‐
30λύτους τὰς μνήμας τῶν ἅπαξ ἐμβληθέντων ἐργάζε‐ σθαι· τηνικαῦτα νήψει καὶ προσεχείᾳ συντονωτέ‐ ρᾳ τὰς τοιαύτας ἐπιβουλὰς ὑπεξίστασθαι δεῖ, καθά‐ περ ἀθλητοῦ τινος ἀκριβεστάτῃ φυλακῇ καὶ τάχει σώματος τὰς λαβὰς τῶν ἀντιπάλων ἐκτρεπομένου·
35καὶ τὸ πᾶν τῇ προσευχῇ καὶ τῇ ἐπικλήσει τῆς ἄνω‐ θεν συμμαχίας διδόναι τὴν τοῦ πολέμου καθαί‐ ρεσιν καὶ τὴν τῶν τοξευμάτων ἀποτροπήν. Τοῦτο γὰρ ἡμᾶς ὁ Παῦλος ἐδίδαξε λέγων· Ἐπὶ πᾶσιν ἀνα‐ λαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυ‐
40νήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυ‐ ρωμένα σβέσαι. Κἂν τοίνυν ἐν αὐταῖς ταῖς προσευ‐ χαῖς ὑποβάλλῃ τὰς πονηρὰς φαντασίας, μὴ ἀφιστάσθω ἡ ψυχὴ τοῦ προσεύχεσθαι, μηδὲ οἰέσθω οἰκεῖα εἶναι γεώργια τὰς πονηρὰς τοῦ ἐχθροῦ ἐπι‐
45σπορὰς, καὶ τὰς τοῦ ποικίλου θαυματοποιοῦ φαντα‐ σίας· ἀλλὰ λογισαμένη τῇ ἀναιδείᾳ τοῦ τῆς πονηρίας εὑρετοῦ τὴν τῶν ἀτόπων ἐννοιῶν φαντασίαν γί‐
νεσθαι, μᾶλλον ἐπιτεινέτω τὴν πρόσπτωσιν, καὶ1378

31

.

1381

ἱκετευέτω τὸν Θεὸν ἀποσκεδασθῆναι αὐτῷ τὸ πονηρὸν διατείχισμα τῆς τῶν ἀτόπων λογισμῶν μνήμης· ὥστε ἀπαρεμποδίστως τῇ τῆς διανοίας ὁρμῇ, ἀχρόνως, καὶ ὀξυῤῥεπῶς, πρὸς τὸν Θεὸν διαβαίνειν,
5μηδαμοῦ ταῖς τῶν πονηρῶν ἐνθυμημάτων ἐφόδοις διακοπτόμενον. Εἰ δὲ καὶ ἐπιτείνοιτο ἡ τοιαύτη τῶν λογισμῶν ἐπήρεια διὰ τὴν τοῦ προσπολεμοῦντος ἀναίδειαν, οὐδὲ οὕτως ἀπαγορεύειν, οὐδὲ ἡμιέργους τοὺς ἀγῶνας καταλιμπάνειν προσήκει· ἀλλὰ μέχρι
10τοσούτου καρτερεῖν, μέχρις ἂν ὁ Θεὸς, τὴν ἡμε‐ τέραν ἔνστασιν θεασάμενος, τὴν χάριν τοῦ Πνεύμα‐ τος ἐπιλάμψῃ, τὸν μὲν ἐπίβουλον φυγαδεύουσαν, τὴν δὲ διάνοιαν ἡμῶν καθαίρουσαν, καὶ θείου φωτὸς ἐμ‐ πιπλῶσαν, καὶ ἀκυμάντῳ γαλήνῃ τὸν λογισμὸν τῷ
15Θεῶ λατρεύειν μετ’ εὐφροσύνης παρέχουσαν.
16nΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.
17tΠρὸς τοὺς ἐν κοινοβίῳ κανονικούς.
18 Περὶ μὲν οὖν τοῦ καθέκαστον ἀσκητοῦ, καὶ τοῦ τὸν μονήρη βίον ἀσπασαμένου, ἐν τοῖς ἔμπροσθεν,
20ὡς ἐνῆν, δεδηλώκαμεν· ὅπως, τήν τε ψυχὴν πρὸς τὸ καλὸν ἐξασκῶν, καὶ τὸ σῶμα πρὸς τὸ δέον οἰκονο‐ μῶν, δύναιτ’ ἂν ἡμῖν τὸν ἀκριβῆ χαρακτηρίσαι φι‐ λόσοφον· ἐπεὶ δὲ οἱ πλεῖστοι τῶν ἀσκητῶν κατὰ συστήματα πολιτεύονται, ἀλλήλοις τὰ φρονήματα
25πρὸς ἀρετὴν παραθήγοντες, καὶ τῇ τῶν κατορθωμά‐ των ἀντιπαραθέσει παρορμῶντες ἑαυτοὺς ἐπὶ τὴν τοῦ καλοῦ προκοπὴν, δίκαιον ᾠήθημεν, καὶ τούτοις τὴν διὰ τῶν λόγων παράκλησιν εἰσενέγκασθαι. Χρὴ δὲ, πρότερον ἐγνωκότας αὐτοὺς, ὁπόσου καὶ πηλίκου
30μεταποιοῦνται καλοῦ, οὕτω τὴν ἐπὶ τοῦτο προ‐ τροπὴν ὑποδέξασθαι, ἵνα προθυμίαν καὶ σπουδὴν ἐξίαν τῆς τοῦ κατορθώματος ἀρετῆς ἐπιδείξωνται. Πρῶτον μὲν οὖν ἐπὶ τὸ κατὰ φύσιν καλὸν ἐπαν‐ έρχονται, τὴν κοινωνίαν καὶ τὴν συνδιαίτησιν ἀσπα‐
35ζόμενοι. Κοινωνίαν γὰρ βίου τελεωτάτην ἐγὼ καλῶ, ἐν ᾗ κτήσεως μὲν ἰδιότης ἐξώρισται, γνώμης δὲ ἐναντίωσις ἀπελήλαται, ταραχὴ δὲ πᾶσα, καὶ φιλο‐ νεικία, καὶ ἔριδες ἐκ ποδῶν ἑστήκασι· κοινὰ δὲ τὰ σύμπαντα, ψυχαὶ, γνῶμαι, σώματα, καὶ ὅσοις τὰ
40σώματα τρέφεται καὶ θεραπεύεται· κοινὸς ὁ Θεὸς, κοινὸν τὸ τῆς εὐσεβείας ἐμπόρευμα, κοινὴ ἡ σωτη‐ ρία, κοινὰ τὰ ἀγωνίσματα, κοινοὶ οἱ πόνοι, κοινοὶ οἱ στέφανοι, εἷς οἱ πολλοὶ, καὶ ὁ εἷς οὐ μόνος, ἀλλ’ ἐν πλείοσι.
46 Τί ταύτης τῆς πολιτείας ἴσον; τί δὲ μα‐ καριώτερον; τί τῆς συναφείας καὶ τῆς ἑνώσεως ἀκριβέστερον; τί τῆς τῶν ἠθῶν καὶ τῶν ψυχῶν
συγκράσεως χαριέστερον; Ἄνθρωποι ἐκ διαφόρων1380

31

.

1384

γενῶν καὶ χωρῶν κινηθέντες εἰς τοσαύτην ἀκρίβειαν ταυτότητος συνηρμόσθησαν, ὥστε μίαν ψυχὴν ἐν πολλοῖς σώμασι θεωρεῖσθαι, καὶ τὰ πολλὰ σώματα μιᾶς γνώμης ὄργανα δείκνυσθαι. Ὁ ἀσθενῶν τὸ
5σῶμα πολλοὺς ἔχει τῇ διαθέσει συγκάμνοντας· ὁ νοσῶν καὶ καταπίπτων τῇ ψυχῇ πολλοὺς ἔχει τοὺς ἰωμένους καὶ συνδιανιστῶντας αὐτόν. Ἀλλήλων ἰσό‐ δουλοι, ἀλλήλων κύριοι, καὶ ἐν τῇ ἀμάχῳ ἐλευθερίᾳ τὴν ἀκριβεστέραν δουλείαν ἀλλήλοις ἀντεπιδεί‐
10κνυνται, ἣν οὐκ ἀνάγκη περιστάσεως πρὸς βίαν ἐπήγαγε, πολλὴν φέρουσα τοῖς ἁλοῦσι τὴν ἀθυμίαν, ἀλλὰ γνώμης τὸ αὐθαίρετον μετ’ εὐφροσύνης ἐδη‐ μιούργησεν· ἀγάπης τοὺς ἐλευθέρους ὑποτασσούσης ἀλλήλοις, καὶ τῷ αὐθαιρέτῳ τὸ ἐλεύθερον φυλαττού‐
15σης. Τοιούτους ἡμᾶς ἐξ ἀρχῆς ὁ Θεὸς εἶναι βεβού‐ ληται, καὶ ἐπὶ τούτοις ἐδημιούργησεν. Οὗτοι τὸ ἀρχαῖον ἀνακαλοῦνται καλὸν, τοῦ ἀρχιπάτορος Ἀδὰμ τὴν ἁμαρτίαν ἐπικαλύπτοντες. Διαίρεσις γὰρ, καὶ διάστασις, καὶ πόλεμος οὐκ ἂν ἦν ἐν ἀν‐
20θρώποις, μὴ τῆς ἁμαρτίας διατεμούσης τὴν φύσιν. Οὗτοι ἀκριβεῖς μιμηταὶ τοῦ Σωτῆρος καὶ τῆς κατ’ αὐτὸν ἐν σαρκὶ πολιτείας ὑπάρχουσιν. Ὥσπερ γὰρ ἐκεῖνος, χορὸν μαθητῶν συστησάμενος, κοινὰ τὰ πάντα, καὶ κοινὸν ἑαυτὸν τοῖς ἀποστόλοις παρέσχη‐
25κεν· οὕτω καὶ οὗτοι τῷ καθηγουμένῳ πειθόμενοι, οἵγε καλῶς τὸν κανόνα τοῦ βίου διαφυλάσσοντες, τὴν τῶν ἀποστόλων καὶ τοῦ Κυρίου πολιτείαν μετ’ ἀκριβείας μεμίμηνται. Οὗτοι τὴν τῶν ἀγγέλων ζωὴν ἐζηλώκασι, τὸ κοινωνικὸν, ὥσπερ ἐκεῖνοι, δι’ ἀκρι‐
30βείας φυλάξαντες. Οὐκ ἔστιν ἐν ἀγγέλοις ἔρις, οὐ φιλονεικία, οὐκ ἀμφισβήτησις ἕκαστος τὰ πάντων ἔχει, καὶ πάντες ὁλόκληρα παρ’ ἑαυτοῖς τὰ καλὰ ταμιεύονται. Οὐ γάρ ἐστιν ὕλη ἐμπερίγραπτος ὁ τῶν ἀγγέλων πλοῦτος, δεομένη τομῆς, ἡνίκα ἂν αὐτὴν
35πλείοσιν ἐπινέμεσθαι δέῃ· ἀλλ’ ἄϋλος ἡ κτῆσις, καὶ διανοίας ὁ πλοῦτος. Καὶ διὰ τοῦτο παρ’ ἑκάστοις ὁλόκληρα τὰ καλὰ μένοντα πάντας ἰσοτίμως πλουσίους ἐργάζεται, ἀναμφισβήτητον αὐτοῖς καὶ ἄμαχον τὴν οἰκείαν κτῆ‐
40σιν παρέχοντα. Θεωρία γὰρ τοῦ ἀνωτάτου καλοῦ, καὶ ἀρετῶν σαφεστάτη κατάληψις, τῶν ἀγγέλων ἐστὶ θησαύρισμα, πρὸς ἃ βλέπειν ἅπασιν ἔξεστιν, ὁλόκληρον αὐτῶν τὴν γνῶσιν καὶ τὴν κτῆσιν ἑκάστου λαμβάνοντος. Τοιοῦτοι οἱ κατὰ ἀλήθειαν ἀσκηταὶ, οὐ
45τῶν γηίνων μεταποιούμενοι, ἀλλὰ τῶν οὐρανίων ἀμ‐ φισβητοῦντες, καὶ ἀμερίστοις διανομαῖς τὰ αὐτὰ οἱ πάντες παρ’ ἑαυτοῖς ἕκαστος ὁλόκληρα θησαυρίζον‐ τες. Ἀρετῆς γὰρ ἡ κτῆσις, καὶ κατορθωμάτων ὁ πλοῦτος, καὶ πλεονεξία ἐπαινετὴ, καὶ ἀδάκρυτος

31

.

1384

(50)

ἁρπαγὴ, καὶ ἀπληστία στεφανουμένη, καὶ ὁ μὴ βια‐ ζόμενος ἔνοχος. Πάντες ἁρπάζοντες, καὶ οὐδεὶς ἀδι‐ κούμενος, καὶ διὰ τοῦτο εἰρήνη τῷ πλούτῳ βρα‐ βεύουσα. Οὗτοι τῆς ἐπηγγελμένης βασιλείας τὰ ἀγαθὰ προαρπάζουσι, τὴν ἐνάρετον ἑαυτῶν πολιτείαν
55καὶ κοινωνίαν ἀκριβὲς μίμημα τῆς ἐκεῖσε διαγωγῆς1382

31

.

1385

καὶ καταστάσεως παριστῶντες. Οὗτοι τὴν ἀκτησίαν τελείως κατώρθωσαν, οὐδὲν ἴδιον ἔχοντες, ἀλλήλων δὲ τὰ πάντα. Ἡλίκων ἡμῖν ἀγαθῶν ἡ τοῦ Σωτῆρος ἐνανθρώπησις πρόξενος γέγονε, σαφῶς οὗτοι τῷ βίῳ
5τῶν ἀνθρώπων ὑπέδειξαν, τὴν διεῤῥωγυῖαν τῶν ἀν‐ θρώπων φύσιν, καὶ εἰς μυρία κατατμηθεῖσαν, τό γε ἐπ’ αὐτοῖς, πάλιν συνάγοντες πρὸς ἑαυτήν τε καὶ πρὸς τὸν Θεόν. Τοῦτο γὰρ τὸ κεφάλαιον τῆς τοῦ Σωτῆρος κατὰ σάρκα οἰκονομίας, ἵνα τὴν ἀνθρωπί‐
10νην φύσιν πρὸς ἑαυτήν τε καὶ πρὸς ἑαυτὸν συναγάγῃ, καὶ τὴν πονηρὰν κατατομὴν ἐξελὼν, τὴν ἀρχαίαν ἀνακαλέσηται ἕνωσιν· καθάπερ τις ἄριστος ἰατρὸς σῶμα κατὰ πολλὰ μέρη διαιρεθὲν φαρμάκοις σωτη‐ ρίοις ἀνασυνδέων.
15 Καὶ ταῦτα διῆλθον, οὐχ ἵνα φιλοτιμήσωμαί τι, καὶ τοῖς λόγοις ἐπάρω τὰ τῶν κοινοβιακῶν κατ‐ ορθώματα (οὐ γὰρ τοσαύτη δύναμις τῶν ἐμῶν λόγων, ὥστε τὰ μεγάλα σεμνύνειν, τοὐναντίον δὲ μᾶλλον καὶ ἀμαυροῦν τῇ περὶ τὴν διήγησιν ἀσθενείᾳ), ἀλλ’
20ἵνα, ὡς οἷόν τε, διέλθω καὶ ἐπιδείξω τὸ τοῦ κατ‐ ορθώματος ὕψος καὶ μέγεθος. Τί γὰρ ἂν εἰς ἴσον ἔλθοι τῷ καλῷ τούτῳ διὰ συγκρίσεως; Ὅπου γὰρ πατὴρ μὲν εἷς μιμούμενος τὸν ἄνω Πατέρα, παῖδες δὲ πολλοὶ νικᾷν ἐσπουδακότες ἀλλήλους ταῖς περὶ
25τὸν προστάτην εὐνοίαις, παῖδες πρὸς ἑαυτούς τε ὁμονοοῦντες, καὶ τὸν πατέρα ταῖς ἐναρέτοις πράξεσι δεξιούμενοι, οὐ φύσιν τῆς συναφείας αἰτίαν ἐπιγρα‐ φόμενοι, λόγον δὲ φύσεως βεβαιότερον τῆς ἑνώσεως ἀρχηγὸν καὶ φύλακα ποιησάμενοι, καὶ Πνεύματος
30ἁγίου δεσμῷ κρατούμενοι. Τίνα ἂν εἰκόνα τῶν ἐπὶ τῆς γῆς εἰς παράστασιν ἔχοιεν τῆς τοῦ κατορ‐ θώματος ἀρετῆς; Ἀλλὰ τῶν μὲν ἐπὶ τῆς γῆς οὐδε‐ μίαν· μόνη δὲ ἡ ἄνω λείπεται. Ἀπαθὴς ὁ ἄνω Πατήρ· δίχα πάθους καὶ οὗτος, λόγῳ τοὺς ἅπαντας
35προσαγόμενος. Ἄφθοροι οἱ παῖδες τοῦ ἄνω Πατρός· ἀφθορία καὶ τούτους εἰσεποιήσατο. Ἀγάπη συνδεῖ τὰ ἄνω· ἀγάπη καὶ τούτους πρὸς ἀλλήλους συνήρ‐ μοσεν. Ὄντως ἀπαγορεύει πρὸς τὴν τοιαύτην φάλαγγα καὶ αὐτὸς ὁ διάβολος, οὐκ ἀρκῶν πρὸς το‐
40σούτους ἀγωνιστὰς, οὕτως εὐσταλῶς καὶ συγκεκρο‐ τημένως κατ’ ἐκείνου στρατεύοντας, καὶ τοσοῦτον τῇ ἀγάπῃ συνησπικότας ἀλλήλοις καὶ φραττομένους τῷ Πνεύματι, ὥστε μήτε βραχυτάτην τινὰ παρείσδυσιν ταῖς ἐκείνου βολαῖς παρασχεῖν. Σκόπει μοι τὴν τῶν
45ἑπτὰ Μακκαβαίων σύμφωνον ἄθλησιν, καὶ εὑρήσεις παρὰ τούτοις θερμοτέραν τὴν συμφωνίαν. Περὶ τού‐ των Δαβὶδ ὁ προφήτης ἐν ᾠδαῖς ἀνεβόησε λέγων· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; τῷ μὲν καλῷ τὸ

31

.

1385

(50)

τοῦ βίου δόκιμον παριστὰς, τῷ δὲ τερπνῷ τὴν ἐκ
τῆς ὁμονοίας καὶ τῆς ἑνώσεως εὐφροσύνην. Τοῦ‐1384

31

.

1388

τον οἱ μετιόντες τὸν βίον μετὰ ἀκριβείας, ἐμοὶ δοκεῖν, τὴν ἀνωτάτω ἐζηλωκέναι ἀρετήν.
5tΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
6nὍτι χρὴ τὸν ἀσκητὴν βεβαίᾳ κρίσει προσιέναι
7nτῇ ἀσκήσει, καὶ περὶ ὑπακοῆς.
8 Τοῖς μὲν οὖν διορατικοῖς τὸν νοῦν ἐν τῇ προδι‐ ηγήσει τῶν τῆς πολιτείας ἰδιωμάτων τὸν κανόνα τῆς
10πολιτείας ὁ λόγος ὡρίσατο. Ἐπειδὴ δὲ προσήκει διὰ τοὺς ἁπλουστέρους τῶν ἀδελφῶν καὶ σαφέστερον ἐκθέσθαι τὸν τῆς πολιτείας ἐφ’ ἑκάστῳ κανόνα, ἐπὶ τοῦτο δὴ καὶ τρεψώμεθα. Χρὴ τοίνυν πρό γε ἁπάντων τὸν προσελθόντα τῇ τοιαύτῃ πολιτείᾳ, ἐστη‐
15ριγμένον, καὶ ἑδραῖον, καὶ ἀκίνητον ἔχειν τὸ φρό‐ νημα, καὶ κρίσιν τοῖς πνεύμασι τῆς πονηρίας ἀν‐ επιχείρητον καὶ ἀμετάθετον, καὶ μαρτύρων ἔνστασιν τῇ τῆς ψυχῆς ἐπιδείκνυσθαι βεβαιότητι μέχρι θανά‐ του, τῶν τε ἐντολῶν τοῦ Θεοῦ ἀντεχόμενον, καὶ
20τὴν ὑπακοὴν τοῖς καθηγουμένοις ἐπιδεικνύμενον. Τοῦτο γὰρ τῆς πολιτείας ἐστὶ τὸ κεφάλαιον. Ὥσπερ γὰρ ὁ Θεὸς, Πατὴρ ἁπάντων καὶ ὢν, καὶ καλεῖσθαι καταξιῶν, ἀκριβεστάτην παρὰ τῶν αὐτοῦ θεραπόν‐ των ἀπαιτεῖ τὴν εὐπείθειαν· οὕτω καὶ ὁ πνευματικὸς
25ἐν ἀνθρώποις πατὴρ πρὸς τοὺς τοῦ Θεοῦ νόμους τὰς ἑαυτοῦ διατάξεις ἁρμόζων, ἀναμφίλεκτον τὴν ὑπ‐ ακοὴν ἀπαιτεῖ. Εἰ γὰρ ὁ τέχνῃ τινὶ τῶν βαναύσων, τούτων δὴ τῶν πρὸς τὴν παροῦσαν ζωὴν ἡμῖν χρη‐ σίμων, ἑαυτὸν ἐκδιδοὺς, παντὶ τρόπῳ πείθεται τῷ
30τεχνίτῃ, καὶ κατ’ οὐδὲν ἐναντιοῦται τοῖς ἐκείνου προστάγμασιν, οὔτε μὴν πρὸς τὸ βραχύτατον τούτου χωρίζεται, ἀλλὰ πάντα καιρὸν ἐν ὀφθαλμοῖς ἐστι τοῦ διδασκάλου, βρῶσίν τε καὶ πόσιν καὶ τὴν ἄλλην δίαι‐ ταν ὑπομένει ταύτην, ἣν ἂν ἐκεῖνος ὁρίσειεν· πολλῷ
35μᾶλλον οἱ πρὸς τὴν μάθησιν τῆς εὐσεβείας καὶ τῆς ἰσότητος ἀφικνούμενοι, ἅπαξ πεπεικότες ἑαυτοὺς, ὅτι δυνήσονται παρὰ τοῦ καθηγουμένου τὴν τοιαύτην ἐπιστήμην λαβεῖν, πᾶσαν εὐπείθειαν καὶ τὴν περὶ πάντα ἀκριβεστάτην ὑπακοὴν τούτοις εἰσοίσονται·
40καὶ οὐχὶ τὸν λόγον τῶν ἐπιτεταγμένων ἀπαιτήσου‐ σιν· ἀλλὰ τὸ ἔργον τὸ ἐπιτεταγμένον ἐπιτελέσου‐ σιν, εἰ μὴ τοσοῦτον, ὅσον ἀγνοοῦντάς τι τῶν συντει‐ νόντων πρὸς σωτηρίαν, κοσμίως καὶ μετὰ τῆς πρε‐ πούσης αἰδοῦς ἐρωτᾷν καὶ παιδεύεσθαι. Πᾶσα
45δὲ σπουδὴ τοῦ ἀνθρώπου ἔστω, ὅπως μὴ τὸ ὑψηλὸν1386

31

.

1389

τῆς ψυχῆς διὰ τῆς ἐπαναστάσεως τῶν ἡδονῶν τα‐ πεινωθείη. Πῶς γὰρ ἂν ἔτι δύναται πρὸς τὸ συγγε‐ νὲς καὶ νοητὸν φῶς ἐλευθέρῳ ἀναβλέψαι τῷ ὄμματι ἡ προσηλωθεῖσα κάτω ψυχὴ τῇ ἡδονῇ τῆς σαρκός;
5Διὸ χρὴ πρό γε πάντων τὴν ἐγκράτειαν ἀσκεῖν, ἀσφαλῆ φρουρὸν τῆς σωφροσύνης τυγχάνουσαν, καὶ τὸν ἡγεμόνα νοῦν μὴ συγχωροῦσαν ὧδε κἀκεῖσε ῥέμ‐ βεσθαι. Καθάπερ γὰρ τὸ περιεστεγασμένον διὰ σω‐ λήνων ὕδωρ ὄρθιον ὑπὸ τῆς ἀναθλιβούσης βίας ἐπὶ
10τὸ ἄνω φέρεται, οὐκ ἔχων ὅπου διαχυθείη· οὕτω καὶ ὁ νοῦς ὁ ἀνθρώπινος, καθάπερ σωλῆνος στεγανοῦ τῆς ἐγκρατείας αὐτῶν πανταχόθεν περισφιγγούσης, ἀνα‐ ληφθήσεταί πως ὑπὸ τῆς τοῦ κινεῖσθαι φύσεως πρὸς τὴν τῶν ὑψηλοτέρων ἐπιθυμίαν, οὐκ ἔχων ὅπου
15διαῤῥυῇ. Οὐδὲ γὰρ στῆναί ποτε δυνατόν ἐστι τὸν ἀεικίνητον ὑπὸ τοῦ πεποιηκότος εἰληφότα τὴν φύσιν· καὶ εἰς τὰ μάταια κινεῖσθαι κωλυόμενον, ἀμήχανον μὴ πρὸς τὴν ἀλήθειαν πάντως εὐθυπορῆσαι. Ἐγκρά‐ τειαν δὲ ἡγούμεθα ὁρίζεσθαι οὐ μόνον τὴν τῶν
20βρωμάτων ἀποχὴν (τοῦτο γὰρ πολλοὶ καὶ τῶν παρ’ Ἕλλησι φιλοσόφων κατώρθωσαν), ἀλλὰ πρό γε πάν‐ των τὸν τῶν ὀφθαλμῶν ῥεμβασμόν. Τί γὰρ ὄφελος, εἰ, σιτίων ἀπεχόμενος, μοιχείας ἀκολασίαν διὰ τῶν ὀφθαλμῶν ἐσθίεις, ἢ τοῖς ὠσὶν ἑκὼν ἀκροᾶσαι μα‐
25ταίας καὶ διαβολικὰς φωνάς; Οὐδὲν ὄφελος βρωμά‐ των ἀπέχεσθαι, τύφον δὲ ὑψηλοφροσύνης καὶ κενῆς δόξης καὶ παντὸς πάθους μὴ ἀπέχεσθαι. Ἢ τί γε ὄφελος ἐγκρατεύεσθαι ἀπὸ βρωμάτων, καὶ ἀπὸ λο‐ γισμῶν πονηρῶν καὶ ματαίων μὴ ἀπέχεσθαι; Διὸ
30καὶ ὁ Ἀπόστολος ἔλεγεν· Φοβοῦμαι μή πως φθαρῇ τὰ νοήματα ἡμῶν. Ἐγκρατεῖς οὖν γενώμεθα ἀπὸ τούτων ἁπάντων, μήποτε εἰκότως καὶ ἐφ’ ἡμᾶς ἡ τοῦ Κυρίου μέμψις ἔλθοι, ὡς τὸν κώνωπα διυλιζόντων, τὴν δὲ κάμηλον καταπινόντων.
34tΚΕΦΑΛΑΙΟΝ Κʹ.
35nὍτι οὐ χρὴ τὰς πρὸς τοὺς βιωτικοὺς συγγενεῖς
36nμεταδιώκειν ὁμιλίας, ἢ τὰ ἐκείνων φροντίζειν.
37 Συγγενῶν μέντοι καὶ φίλων καὶ γονέων κεχω‐ ρίσθαι τοσοῦτον τῇ διαθέσει προσήκει, ὅσον τοὺς τεθνεῶτας ὁρῶμεν τῶν ζώντων ἀφεστηκότας.
40Καὶ γὰρ ὁ κατὰ ἀλήθειαν πρὸς τοὺς κατ’ ἀρετὴν ἀγῶνας ἀποδυσάμενος, καὶ τῷ κόσμῳ παντὶ μετὰ τῶν ἐν τῷ κόσμῳ πάντων ἀποταξάμενος, καὶ σταυ‐ ρώσας ἑαυτὸν, ἵνα τὸ πλῆρες εἴπω, τῷ κόσμῳ, τέ‐ θνηκε τῷ κόσμῳ, καὶ πᾶσι τοῖς ἐν τῷ κόσμῳ, κἂν
45γονεῖς ὦσι, κἂν ἀδελφοὶ, κἂν τρίτον ἢ τέταρτον ἢ πολλοστὸν βαθμὸν τῆς συγγενείας ἐπέχοντες. Εἰ μὲν οὖν μετασταῖεν οἱ γεγεννηκότες τοῦ βίου, καὶ πρὸς τὴν πολιτείαν τοῦ παιδὸς μετατάξαιντο, ἀληθῶς εἰσι συγγενεῖς· οὐ τὴν γονέων, ἀλλὰ τὴν ἀδελφῶν τάξιν

31

.

1389

(50)

ἐπέχοντες. Πατὴρ γάρ ἐστιν ἀληθέστατος, πρῶτος μὲν ὁ τῶν ἁπάντων Πατήρ· ὁ δεύτερος δὲ μετ’ ἐκεῖνον ὁ τῆς πνευματικῆς καθηγούμενος πολιτείας. Εἰ δὲ μένοιεν οἱ συγγενεῖς τὸν πρότερον ἀσπασάμενοι
βίον, μέρος εἰσὶ τοῦ κόσμου, οὗ ἡμεῖς κεχωρίσμεθα,1388

31

.

1392

καὶ κατ’ οὐδὲν προσήκοντες τὸν κατὰ σάρκα ἄνθρω‐ πον ἀποθεμένοις, καὶ ἀποδυσαμένοις τὴν πρὸς ἐκεί‐ νους οἰκείωσιν. Ὁ δὲ τὴν τῶν βιωτικῶν φιλίαν μετὰ ἀκριβείας κατασπαζόμενος, καὶ τούτοις διαπαντὸς
5προσομιλεῖν ἐφιέμενος, τὰς ἐκείνων διαθέσεις διὰ τῆς συνεχοῦς ὁμιλίας εἰς τὴν ψυχὴν εἰσῳκίσατο. Πάλιν τε τοῦ κοσμικοῦ φρονήματος ἀναπλησθεὶς τὴν διάνοιαν, τῆς ἀγαθῆς ἐνστάσεως ἀποπέπτωκε, καὶ τοῦ πνευματικοῦ φρονήματος ἐχωρίσθη, καὶ τὸν
10πρότερον ἔμετον ἀνεμάξατο τῇ ψυχῇ, καὶ παρὰ τοῦ ἐχθροῦ τέτρωται, διὰ τῆς σαρκικῆς συγγενείας τὴν πνευματικὴν πολιτείαν ἐπιθολώσαντος. Τοῖς μὲν οὖν συγγενέσιν εὐχώμεθα τὰ βέλτιστα, δικαιοσύνην, φημὶ, καὶ εὐσέβειαν, καὶ ταῦτα, ἅπερ
15ἡμεῖς τίμια πεποιήμεθα. Ταῦτα γὰρ ἡμῖν πρέπον εὔχεσθαι, κἀκείνοις παρ’ ἡμῶν καρποῦσθαι συμφέ‐ ρον. Αὐτοὶ δὲ τῆς περὶ ἐκείνων φροντίδος τε καὶ μερίμνης τοὺς λογισμοὺς ἀπολύσωμεν. Ὁ γὰρ διά‐ βολος, θεασάμενος ἀποδυσαμένους ἡμᾶς πᾶσαν φρον‐
20τίδα βιωτικὴν, καὶ εὐσταλεῖς ἐπὶ τὸν οὐρανὸν τρέ‐ χοντας, τὴν περὶ τοὺς συγγενεῖς ἡμῖν ἐνεργασάμενος ἔννοιαν, τά τε ἐκείνων φροντίζειν παρασκευάσας, καὶ εἰς τὰς βιωτικὰς φροντίδας τὸν λογισμὸν μερι‐ μνᾷν παρασκευάζει· τίς μὲν ἡ τῶν οἰκείων περιου‐
25σία, καὶ εἰ αὐτάρκης, ἢ ἐνδεὴς, τίνα δὲ τὰ ἐκ τῶν συναλλαγμάτων αὐτοῖς προσγενόμενα κέρδη, καὶ ἐπὶ πόσον τὸν πλοῦτον αὐξάνοντα· τίνες δὲ ἐκ τῶν τοῦ βίου περιστάσεων ζημίαι προσπίπτουσαι, καὶ πόσον τὴν ὑπάρχουσαν ἐλαττοῦσαι περιουσίαν. Καὶ συν‐
30ήδεσθαι μὲν ποιεῖ ταῖς εὐπορίαις αὐτῶν, συναθυ‐ μεῖν τε ταῖς ἀστοχίαις, συνεχθραίνειν δὲ τοῖς ἐχθροῖς (καὶ τοῦτο, κελευομένους μηδένα ἔχειν ἐχθρὸν), καὶ συγχαίρειν τοῖς φίλοις οὐκ ἀξίοις οὖσι πολλάκις τῆς πνευματικῆς οἰκειώσεως, χαίρειν δὲ καὶ ἐπὶ τοῖς
35ἀδίκοις αὐτῶν καὶ παραλόγοις κέρδεσι, καὶ πάσας τὰς πονηρὰς τῶν βιωτικῶν ὑποθέσεων διαθέσεις, ἃς ἀποδυσάμενοι, τὰς πνευματικὰς ἐννοίας εἰσῳκισά‐ μεθα, πάλιν ἐπεισάγει τοῖς λογισμοῖς, καὶ τὸ ὑλικὸν καὶ κοσμικὸν φρόνημα τῇ ψυχῇ πάλιν ἐνεργασάμενος,
40τὸν ἔνδον ἀσκητὴν καταλύει, καὶ ἀνδριάντα μόνον ἀσκητοῦ τὸ σχῆμα περιφέρειν παρασκευάζει, μηδα‐ μοῦ ἐψυχωμένον ταῖς ἀρεταῖς. Πολλάκις δὲ διὰ τὰς περὶ τοὺς συγγενεῖς ἐπιταθείσας εὐνοίας ἐτόλμησεν ὁ ἀσκητὴς καὶ ἱεροσυλίαν ἐργάσασθαι, ὥστε τὴν τῶν
45συγγενῶν ἔνδειαν θεραπεῦσαι. Τὰ γὰρ εἰς τοὺς ἁγίους, τοὺς ἀναθέντας ἑαυτοὺς τῷ Θεῷ, ταμιευό‐ μενα ἱερὰ καὶ ἀληθῶς ἀναθήματα νοεῖται καὶ ἐκλαμ‐ βάνεται. Ὁ τοίνυν τούτων τι νοσφιζόμενος εἷς ἐστι τῶν ἱεροσυλίας κατατολμώντων.

31

.

1392

(50)

Γνόντες οὖν τῆς περὶ τοὺς οἰκείους διαθέσεως τὴν ἀφόρητον βλάβην, φύγωμεν τὴν περὶ ἐκείνων φροντίδα, ὡς διαβολικὸν ὅπλον ὑπάρχουσαν. Καὶ γὰρ αὐτὸς ὁ Κύριος τὴν τοιαύτην σχέσιν καὶ συνήθειαν ἀπηγόρευσεν, ἑνὶ μὲν τῶν μαθητῶν οὐκ ἐπιτρέψας,
55οὐδὲ αὐτὸ μόνον τοῖς οἰκείοις συντάξασθαι· ἑτέρῳ1390

31

.

1393

δὲ οὐδὲ τῷ σώματι τοῦ πατρὸς τεθνεῶτος γῆν ἐπ‐ αμήσασθαι. Τῷ μὲν γὰρ συντάξασθαι βουλομένῳ τοῖς οἰκείοις φησίν· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ’ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν
5εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· τῷ δὲ θάψαι τὸν πατέρα παρακαλοῦντι, Ἀκολούθει μοι, φησὶ, καὶ, Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καίτοι ἐδόκουν εὐλογωτάτας καὶ δικαιοτά‐ τας ποιεῖσθαι τὰς δεήσεις ἑκάτεροι· ἀλλ’ οὐκ ἐπένευ‐
10σεν ὁ Σωτὴρ, οὐδὲ πρὸς τὸ ἀκαρὲς γοῦν ἀφῆκεν αὐτοῦ χωρίζεσθαι τοὺς τροφίμους τῆς τῶν οὐρανῶν βασιλείας, ἵνα μή τι τοῦ ὑψηλοῦ καὶ οὐρανίου φρονήματος ταπει‐ νότερον ἢ πράξαιεν, ἢ λογίσαιντο τῇ περὶ τὰς γηίνας καὶ σαρκικὰς διαθέσεις ῥοπῇ, ὡς οὐκ ἐξὸν, τοὺς τὰ
15οὐράνια φρονοῦντας τῶν ἐπὶ γῆς ἔχειν λόγον τινὰ, ὡς ἤδη μεταστάντας καὶ ὑπερκοσμίους τῇ διανοίᾳ γεγενημένους. Εἰ δὲ λέγοι τις, ὅτι Πῶς οὖν ὁ νόμος κελεύει τῶν οἰκείων φροντίζειν, λέγων· Καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει·
20ὁμοίως δὲ καὶ ὁ Ἀπόστολος· Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων, σύντομον τὴν ἀπόκρισιν παρεξόμεθα· ὅτι ὁ θεῖος Ἀπόστολος πρὸς τοὺς βιωτικοὺς, πρὸς τοὺς τὸν ὑλικὸν πλοῦτον
25ἔχοντας, καὶ δυναμένους παραμυθεῖσθαι τὴν τῶν συγγενῶν ἔνδειαν, τοῦτο εἴρηκεν. Ὁμοίως δὲ καὶ ὁ νόμος ταῦτά φησι, καὶ ἵνα συντομώτερον εἴπω, πρὸς τοὺς ζῶντας, οὐ πρὸς τοὺς τεθνεῶτας· ἀνεύθυνοι γὰρ παντὸς τοιούτου ὀφλήματος οὗτοί γε.
30 Σὺ δὲ τέθνηκας μὲν, καὶ ἐσταύρωσαι τῷ κόσμῳ παντί. Ἀποταξάμενος γὰρ τῷ ὑλικῷ πλούτῳ, τὴν ἀκτησίαν ἠγάπησας· σεαυτὸν δὲ ἀναθεὶς τῷ Θεῷ, κειμήλιον γέγονας τοῦ Θεοῦ. Ὡς τεθνεὼς, ἐλεύθε‐ ρος εἶ πάσης τῆς περὶ τοὺς συγγενεῖς εἰσφορᾶς· ὡς
35ἀκτήμων, οὐδὲν ἔχεις ὃ χορηγήσῃς. Καὶ αὐτὸ δὲ τὸ σῶμα καρποφορήσας, καὶ οὐδὲ ἐκείνου λοιπὸν ἔχων τὴν ἐξουσίαν ὡς ἀναθήματος, οὐ θέμις σοι εἰς ἀνθρώπων χρῆσιν εἶναι· μόνοις δὲ τοῖς ὁμοτρόποις ὡς καὶ αὐτοῖς Θεῷ τὸ πᾶν ἀνακειμένοις συμπολι‐
40τεύεσθαι. Πόθεν οὖν σοι ἁρμόσει τὰ μνημονευθέντα ῥήματα τῆς ἁγίας Γραφῆς; ἢ πῶς οὐχ ἁμαρτήσεις τὰς ἑαυτοῦ ὁμολογίας περὶ τὴν ἄσκησιν ἀθετῶν;
45tΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
46nὍτι οὐ δεῖ τῆς πνευματικῆς ἀδελφότητος ἀπο‐
47nκόπτεσθαι.
48 Χρὴ μέντοι καὶ τοῦτο πεπεῖσθαι σαφῶς, ὅτι ὁ ἅπαξ εἰς σύνδεσμον καὶ συνάφειαν ἐλθὼν πνευματι‐

31

.

1393

(50)

κῆς ἀδελφότητος οὐχ οἷός τ’ ἂν ᾖ ἀποκόπτεσθαι καὶ χωρίζεσθαι τούτων, οἷς συνηρμόσθη. Εἰ γὰρ ἄν‐
θρωποι πολλάκις εἰς κοινωνίαν βίου τούτου τοῦ ὑλι‐1392

31

.

1396

κοῦ συνερχόμενοι οὐκ ἂν δύναιντο παρὰ τὰ συμβα‐ θέντα χωρίζεσθαι, ἢ ὁ τοῦτο ποιῶν ἔνοχος ἔσται τοῖς ὡρισμένοις ἐπιτιμίοις· πολλῷ μᾶλλον ὁ εἰς σύμβασιν ἐλθὼν πνευματικῆς συμβιώσεως τῆς ἄλυ‐
5τον καὶ αἰώνιον τὴν συνάφειαν κεκτημένης οὐχ οἷός τ’ ἂν εἴη μερίζειν καὶ ἀποκόπτειν ἑαυτὸν τού‐ των, οἷς συνεκράθη. Ἢ τοῦτο ποιῶν, βαρυτάτοις ἑαυτὸν τοῖς ἄνωθεν ἐπιτιμίοις ὑποβάλλει. Εἰ γὰρ γυνὴ, ἡ εἰς κοινωνίαν ἀνδρὸς ἀφιγμένη, καὶ σαρκικὴν
10ἔχουσα τὴν συνάφειαν αὐτοῦ, εἰ τούτῳ ἐπιβου‐ λεύουσα φωραθείη, θανάτῳ καταδικάζεται· πόσῳ μᾶλλον ὁ πνευματικῇ κοινωνίᾳ συναρμοσθεὶς ὑπ’ αὐτῷ μάρτυρι καὶ μεσίτῃ τῷ Πνεύματι ὑπόδικος ἐπὶ τῷ χωρισμῷ γίνεται;
15 Ὥσπερ οὖν τὰ μέλη τοῦ σώματος, φύσεως συν‐ ηρτημένα δεσμῷ, οὐκ ἂν τοῦ σώματος ἀποῤῥήγνυ‐ σθαι δύναιτο, ἢ, εἰ ἀποῤῥαγείη, νεκρὸν τὸ ἀποῤῥη‐ γνύμενον γένοιτ’ ἄν· οὕτω καὶ ἀσκητὴς ἀδελφότητι συναπτόμενος, καὶ φύσεως ἰσχυροτέρῳ δεσμῷ τῇ
20τοῦ Πνεύματος ἁρμολογίᾳ κρατούμενος, οὐκ ἂν ἐξουσίαν ἔχοι τέμνεσθαι τούτων, οἷς συνηρμόσθη. Ἢ ποιῶν τοῦτο, νεκρός ἐστι τῇ ψυχῇ, καὶ ἐστερη‐ μένος τῆς τοῦ Πνεύματος χάριτος, οἷα δὴ τὴν ἐπ’ αὐτοῦ σύμβασιν ἀθετήσας. Εἰ δὲ λέγοι τις, ὅτι
25φαῦλοί τινες τῶν ἀδελφῶν· οὐ γὰρ ἅπαντας αἰτιάσε‐ ται· οὐ γὰρ ἐπὶ κακίᾳ τὴν κοινωνίαν πεποίηνται, ὥστε πάντας συμφώνως εἶναι κακούς· εἰ οὖν λέγοι, ὅτι φαῦλοί τινες τῶν ἀδελφῶν, καὶ ἀφυλάκτως τὸ ἀγαθὸν παραλύοντες, καὶ τῆς κοσμιότητος
30ἀμελοῦντες, καὶ τὴν πρέπουσαν ἀσκηταῖς ἀκρίβειαν παρορῶντες, καὶ διὰ τοῦτο προσήκει τῶν τοιούτων χωρίζεσθαι, οὐκ ἀρκοῦσαν ἀπολογίαν τοῦ χωρισμοῦ ταύτην ἐπινενόηκεν. Οὐδὲ γὰρ Πέτρος, ἢ Ἀνδρέας, ἢ Ἰωάννης διὰ τὴν τοῦ Ἰούδα πονηρίαν ἀπεῤῥάγη‐
35σαν τοῦ λοιποῦ τῶν ἀποστόλων χοροῦ, οὐδὲ ἕτερός τις τῶν ἀποστόλων ταύτην ἀφορμὴν ἀποστάσεως ἐποιήσατο, οὐδέ τι πρὸς τὸ πείθεσθαι τῷ Χριστῷ ὑπὸ τῆς ἐκείνου μοχθηρίας ἐνεποδίσθῃ· ἀλλὰ τοῖς τοῦ Κυρίου πειθαρχοῦντες διδάγμασι, τὴν εὐσέβειαν
40καὶ τὴν ἀρετὴν ἐζήλουν, οὐ μὴν πρὸς τὴν ἐκείνου πονηρίαν ἐπιστρεφόμενοι. Οὕτως ὁ λέγων, ὅτι Διὰ τοὺς φαύλους χωρίζεσθαι πνευματικῆς ἀναγκάζομαι συναφείας, οὐκ εὔλογον πρόφασιν ἐξεῦρε τῆς οἰκείας ἀβεβαιότητος· ἀλλὰ ἔστι μὲν αὐτὸς γῆ πετρώδης,
45τὸν τῆς ἀληθείας λόγον ἐκθρέψαι διὰ γνώμης ἀβε‐ βαιότητα μὴ δυνάμενος, ἀλλὰ διὰ μικροῦ πειρασμοῦ προσβολὴν, ἢ ἀκρασίαν παθῶν, τὴν σώφρονα πολιτείαν οὐχ ὑπομένων, εὐθύς τε ἀποξηραίνεται τῷ
καύσωνι τῶν παθῶν τὸ τῆς διδασκαλίας ἀρτιφυὲς1394

31

.

1397

βλάστημα· προφάσεις δὲ εἰκαίας καὶ οὐκ ἀρ‐ κούσας πρὸς ἀπολογίαν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ κατὰ πληροφορίαν οἰκείαν ἐπινοῶν, καὶ ἑαυτὸν εὐ‐ κόλως παρακρουόμενος. Οὐδὲν γὰρ τοῦ ἑαυτὸν ἀπα‐
5τᾷν εὐκολώτερον, ἐπειδὴ κριτὴς ἕκαστος ἑαυτῷ κε‐ χαρισμένος γίνεται, τὰ ἡδέα κρίνων εἶναι συμφέροντα. Ἔστω τοίνυν ὁ τοιοῦτος κατακεκριμένος παρὰ ἀληθείᾳ δικαζούσῃ, ὡς σκανδάλων ὑπόθεσις πλείοσι
10καθιστάμενος, ἤτοι πονηρῷ ὑποδείγματι πρὸς ζῆλον τῶν ἴσων ἀτοπημάτων διερεθίζων ἀεὶ, καὶ τοῦ οὐαὶ κληρονόμος γενόμενος. Καὶ συμφέρει αὐτῷ ἵνα μύ‐ λος ὀνικὸς κρεμασθῇ περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
15Ἐπὰν γὰρ ψυχὴ ἀπόστασιν ἐθισθείη, πολλῆς ἐμπίπλαται ἀκρασίας, πλεονεξίας τε καὶ γαστριμαρ‐ γίας, ψεύδους τε καὶ πάσης κακοηθείας· καὶ τὸ τελευταῖον εἰς τὸν πυθμένα καταστρέφει τῆς πονη‐ ρίας τοῖς ἐσχάτοις ἐμπειρομένη κακοῖς. Ὁ τοίνυν
20τῶν τοιούτων ὁδηγὸς καθιστάμενος, σκοπείτω πόσων ψυχῶν ἀπωλείας ἔνοχος γίνεται· ὅ γε μηδὲ πρὸς τὰς εὐθύνας τῆς ἑαυτοῦ ψυχῆς ἀρκέσαι δυνάμενος. Τί γὰρ οὐχὶ μᾶλλον ὁ τοιοῦτος μιμεῖται τὸν μέγαν Πέτρον, καὶ ὑπόδειγμα βεβαίας πίστεως, καὶ τῆς περὶ τῶν
25καλῶν ἐνστάσεως τοῖς λοιποῖς γίνεται, ἵνα, λάμ‐ ποντος τοῦ φωτὸς τῶν ἐκείνου κατορθωμάτων, καὶ οἱ ἐν σκότει τῆς πονηρίας διάγοντες ἐπὶ τὸ κρεῖττον ὁδηγηθῶσιν; Ἔπειτα δὲ Νῶε μὲν ὁ δίκαιος οὐκ εἶπε πρὸς τὸν Θεὸν, ὅτι Δεῖ με ἐκβῆναι τοῦ κόσμου,
30ἐπειδὴ πάντες εἰσὶ πονηροὶ, ἀλλ’ ἐκαρτέρησε μᾶλλον ἀθλητικῶς καὶ γενναίως, καὶ μεταξὺ ἀβύσσου πονηρίας τὴν εὐσέβειαν ἀχείμαστον διετήρησε, καὶ πρὸς τὸν Δεσπότην οὐδαμῶς ἐστασίασεν, ἀλλὰ ὑπο‐ μονῇ καὶ καρτερίᾳ μεταξὺ τῶν κυμάτων τῆς ἀσε‐
35βείας τὴν φορτίδα τῆς εὐσεβείας περιεσώσατο. Καὶ Λὼτ ἐν Σοδόμοις, μεταξὺ τοσαύτης ἀσεβείας καὶ παρανομίας καὶ ἀθεσμίας στρεφόμενος, τὴν ἀρε‐ τὴν ἀπαράφθορον διεφύλαξεν, οὐδαμοῦ κακαῖς ἑαλω‐ κυῖαν ἐπιβουλαῖς· ἀλλὰ μεταξὺ ξενοκτόνων, καὶ ὕβρει
40πολλῇ καὶ ἀκολασίᾳ κατὰ τῶν τῆς φύσεως φερομένων θεσμῶν, τὴν ἁγιωσύνην ἀμίαντον αὐτός τε διέσωσε, καὶ τοῖς λοιποῖς, ὡς ἐνῆν, εἰσηγήσατο, πράξεσι πρὸ τῶν λόγων τὸ καλὸν ἐκπαιδεύων. Σὺ δὲ προφα‐ σίζῃ τὰς τῶν ἀδελφῶν ὀλιγωρίας ἢ οὔσας, ἢ παρὰ
45σοῦ πλαττομένας, τὴν ἀποστασίαν ἐννοῶν, καὶ τὴν ἀθέτησιν τοῦ ἁγίου Πνεύματος μηχανώμενος,
καὶ τῆς ἑαυτοῦ πονηρίας καὶ τῶν πόνων τῶν ὑπὲρ1396

31

.

1400

ἀρετῆς ὀκνηρίας παραπέτασμα τὴν τῶν ἀδελφῶν ἐργάζῃ διαβολήν. Ὥστε σωφρονισθεὶς ὁ τοιοῦτος τοῖς ὑποδείγμασι, στεργέτω τὴν ἁρμονίαν τοῦ Πνεύματος, ἣν ἑαυτῷ
5περὶ τὰς πρώτας σπαργανώσεις τῆς οὐρανίου κυή‐ σεως συνηρμόσατο. Οὔτε γὰρ, εἰ συμβαίη ἐπὶ τῆς χειρὸς ἕνα τῶν δακτύλων παθεῖν τι τῶν ἀνιαρῶν, ἤδη καὶ ὁ ἕτερος ἐκτμηθῆναι φιλονεικήσει· ἀλλὰ φεύξεται μὲν πρῶτον τὸ ἀλγεινὸν τῆς τομῆς, ἔπειτα δὲ καὶ
10στεῤῥῶς παραμενεῖ, ὥστε καὶ τὴν τοῦ κινδυνεύοντος ἀντεισφέρειν χρείαν τῷ σώματι, καὶ μὴ πάντη τὴν χεῖρα τῶν φυσικῶν κλάδων ἀφαιρεθεῖσαν ἀποσυλη‐ θῆναι τοῦ οἰκείου κόσμου καὶ προσφυοῦς. Μετένεγκε τοίνυν ἐπὶ τὸν ἀσκητὴν τὸ ὑπόδειγμα, καὶ σκόπησον
15ὅσον ἄλγος καὶ ἀκοσμίαν ταῖς αἰσθητικαῖς ψυχαῖς τῇ ἀποκοπῇ κατεργάζεται, καὶ ὅπως ἑαυτὸν νεκρὸν καὶ ζωῆς ἀμέτοχον ἀποφαίνει. Ὅτι δὲ ὁ ἀφηγούμενος οὐκ ἂν ἕλοιτο τὸν αὐτῷ μαθητευόμενον πρὸς πονηρίαν ἐνάγειν, ὥστε τὴν πονηρὰν ἀγωγὴν τοῦ διδασκάλου
20πρόφασιν τῷ μαθητῇ χωρισμοῦ γενέσθαι καὶ ἀπο‐ στάσεως, οὕτως, εἰ δοκεῖ, σκεψώμεθα. Τί μὲν πατήρ; τί δὲ διδάσκαλος; Παιδοτρίβης ἑκάτερος. Ὁ μὲν γὰρ τῷ παιδὶ, ὁ δὲ τῷ μαθητῇ εὔχεσθαί τε τὰ κρείττονα καὶ βουλεύεσθαι διεσπούδακε. Φύσις μὲν γὰρ πατρά‐
25σιν εὔχεσθαι τοὺς παῖδας ὡς βελτίστους καὶ φρονι‐ μωτάτους γενέσθαι, κοσμιωτάτους τε καὶ μετριωτά‐ τους, ἵνα οἱ μὲν παῖδες εὐδοκιμοῖεν, οἱ δὲ πατέρες εὐκλεέστεροι γένοιντο τῇ ἐπ’ αὐτοὺς ἀναφορᾷ τῶν καλῶν τοῦ παιδός· σπουδὴ δὲ καὶ παιδοτρίβαις ἀλκι‐
30μωτάτους τε καὶ τεχνικωτάτους τοὺς ὑπ’ αὐτῶν ἀσκουμένους γενέσθαι, ἵνα, ῥώμῃ καὶ ἐμπειρίᾳ περι‐ δέξιον τὸ ἀγώνισμα ποιησάμενοι, λαμπροὶ νικηταὶ τῶν ἀντιπάλων ἀποδειχθῶσι, καὶ ἡ τούτων ἔννομος ἄθλησις τῶν καθηγουμένων σαφὴς ἔπαινος γέ‐
35νηται. Φύσις δὲ παντὶ τῷ διδάσκειν προῃρημένῳ τὸ θέλειν εἰς ἀκριβεστάτην κατάληψιν ἀφικέσθαι τῶν διδαγμάτων τοὺς μαθητάς. Τῆς τοίνυν τῶν πα‐ τέρων φύσεως τοῦτον ἐπεχούσης τὸν λόγον, πῶς οὐκ ἂν καὶ ὁ τῆς ὁσιότητος παιδευτὴς τὸν παρ’ αὐτοῦ
40παιδευόμενον εὔξαιτο ἀκακώτατόν τε καὶ σωφρονέ‐ στατον τὴν πνευματικὴν σοφίαν ἀποδειχθῆναι; καί‐ περ σαφῶς ἐπιστάμενος, ὅτι, τοιούτου γενομένου τοῦ μαθητοῦ, καὶ παρὰ ἀνθρώποις εὐκλεὴς ἔσται, καὶ παρὰ τοῦ Χριστοῦ λαμπροὺς ὑποδέξεται τοὺς
45στεφάνους, ὡς τοὺς οἰκέτας αὐτοῦ, μᾶλλον δὲ εἰπεῖν, ἀδελφοὺς, ἐπειδὴ καὶ τοῦτο Χριστὸς εἵλετο, ἀξίους τῆς πρὸς αὐτὸν οἰκειώσεως διὰ τῆς αὐτοῦ ἐπιμελείας ἀπεργασάμενος Καὶ ἕτερον δὲ σκοπῶμεν, ὡς, εἰ φαῦλος ὁ μαθη‐

31

.

1400

(50)

τὴς γένοιτο παρὰ τὴν αὐτοῦ ἀγωγὴν, αἰσχύνην ἀπαρ‐
ηγόρητον ἕξει ἐπὶ τῆς οἰκουμενικῆς κατὰ τὸν τῆς1398

31

.

1401

κρίσεως καιρὸν πανηγύρεως ὁ ὑφηγούμενος, καὶ ἐπὶ τοῦ πανδήμου τῶν οὐρανίων ἀθροίσματος οὐκ αἰσχυνεῖται μόνον, ἀλλὰ καὶ κολασθήσεται. Πόθεν οὖν ἐγγενήσεται τὸ μὴ οὐχὶ θελῆσαι τὸν καθηγού‐
5μενον κόσμιόν τε καὶ ἐπιεικῆ γενέσθαι τὸν οἰκεῖον ὁμιλητήν; Καὶ ἄλλως δὲ ἀλυσιτελὴς τῷ διδασκάλῳ ἡ τοῦ μαθητοῦ πονηρία. Ἐπειδὴ γὰρ τὴν πρὸς ἀλ‐ λήλους ἑκάτερος συμβίωσιν εἵλοντο, ἧς ἂν μετά‐ σχῃ πονηρίας ὁ μαθητὴς, τῶν ταύτης καρπῶν πρῶ‐
10τον μεταδίδωσι τῷ διδασκάλῳ· ὥσπερ τὰ ἰοβόλα τῶν ἑρπετῶν τοῖς θάλπουσι πρῶτον ἐνίησι τὸν ἰόν· ὡς εἶναι πάντοθεν δῆλον, ἔκ τε τῆς φύσεως τῶν πραγμάτων, ἔκ τε τοῦ λυσιτελοῦντος τῷ ἄγοντι, ὅτι εὔξεται, καὶ πάντα τρόπον σπουδάσει, ἐπιεικῆ τε
15καὶ κόσμιον τὸν ὑπ’ αὐτῷ παιδευόμενον καταστῆναι. Εἰ μὲν γὰρ ἦν κακίας καὶ πονηρίας ἀλείπτης, πρὸς τοῦτο πάντως ἄγειν ἂν τὸ πέρας τοὺς παρ’ αὐτοῦ ἀσκουμένους ἐσπούδακεν· εἰ δὲ ἀρετῆς καὶ δικαιοσύ‐ νης ἐστὶ παιδευτὴς, οὐκ ἂν ἐναντίον οἶμαι τοῖς οἰκείοις
20σπουδάσμασι τὸ πέρας ἐπὶ τὸν μαθητευόμενον ἐκβῆναι ἕλοιτο. Ἅπασα τοίνυν πρόφασις εὔλογος τῷ βουλομένῳ χωρίζεσθαι πνευματικοῦ συστήματος περιῄρηται. Αἰτία δὲ αὐτῷ ἀπεδείχθη τῆς τοιαύτης γνώμης ἡ τῶν παθῶν ἀκρασία, καὶ ἡ περὶ τοὺς
25πόνους ὀλιγωρία, καὶ τὸ τῆς κρίσεως σαθρὸν καὶ ἀβέβαιον. Οὐ γὰρ ἤκουσεν οὗτος παρὰ τοῦ προ‐ φήτου Δαβὶδ, ὅτι Μακάριοι οἱ φυλάσσοντες κρίσιν· οἱ φυλάσσοντες, οὐχὶ οἱ καταλύοντες. Οὗτοί εἰσιν οἱ τοῖς μωροῖς ὁμοιωθέντες, οἱ ἐπὶ τῆς ψάμμου, τῆς
30κατὰ τὴν γνώμην ἀβεβαιότητος, τὸν θεμέλιον τῆς πνευματικῆς τιθέντες οἰκοδομῆς, ὃν ὀλίγαι ψεκάδες πειρασμῶν, καὶ βραχὺς χείμαῤῥος τῶν τοῦ πονηροῦ ἐφόδων, ὑφελκύσας τὴν ὑποβάθραν, διέλυσέ τε καὶ διεσκόρπισεν.
35tΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.
36nΠερὶ ὑπακοῆς πληρέστερον.
37 Ὅπως μὲν οὖν προσήκει τὸν ἅπαξ ἑνωθέντα πνευματικῷ συστήματι φυλάττειν τὴν ἕνωσιν ἀδιά‐ λυτον, κατὰ τὸ ἐνὸν ὑπεθέμεθα. Νῦν δ’ αὖ πάλιν τὸν
40περὶ τῆς ὑπακοῆς λόγον γυμνάσωμεν· καὶ πρότερον μὲν διὰ βραχέων ἐπελθόντες, νῦν δὲ τελεώτερον ἐκτι‐ θέμενοι· καὶ δείξωμεν, ὁπόσην ὁ ἀκριβὴς ἀπαιτεῖ λόγος παρὰ τῶν ἀσκητῶν τῷ προεστῶτι τὴν εὐπεί‐ θειαν. Ἐξ αὐτῆς γὰρ τῆς ἁγίας Γραφῆς πειράσομαι
45ταύτης τὸ μέτρον διασαφῆσαι. Παῦλος ὁ ἀπόστολος, Ῥωμαίοις ἐπιστέλλων, προστάσσει πάσαις ἐξου‐
σίαις ὑπερεχούσαις ὑποτάσσεσθαι, ἐξουσίαις ταῖς τοῦ1400

31

.

1404

κόσμου, οὐ ταῖς πνευματικαῖς· καὶ τοῦτο ἐκ τῶν ἐπαγομένων ἐδήλωσεν, εἰπὼν περὶ φόρων καὶ τέλους, καὶ τὸν ἀντιτασσόμενον κατά γε τὸ σμικρότατον τῇ ἐξουσίᾳ τῷ Θεῷ ἀντιτάσσεσθαι ἀποφαίνεται. Εἰ τοίνυν
5τοῖς τοῦ κόσμου τούτου ἄρχουσι, τοῖς κατὰ νόμον ἀν‐ θρώπινον τὴν ἀρχὴν εἰληφόσι, τοσαύτην ὑποταγὴν παρὰ τῶν εὐσεβούντων ὁ θεῖος νόμος ἀπένειμε, καὶ ταῦτα τηνικαῦτα ἐν ἀσεβείᾳ διαζῶσι· πόσην εὐπεί‐ θειαν ὀφείλει ὁ ἀσκητὴς τῷ παρὰ Θεοῦ καταστάντι
10ἄρχοντι, καὶ παρὰ τῶν νόμων ἐκείνου λαβόντι τὴν ἐξουσίαν, εἰσφέρειν; Πῶς δὲ οὐκ ἂν ἀντιτάξαιτο τῇ τοῦ Θεοῦ διαταγῇ ὁ τῷ καθηγουμένῳ ἀντιτασσόμενος; ἄλλως τε καὶ διαῤῥήδην τοῦ Ἀποστόλου κελεύοντος τοῖς πνευματικοῖς ἡγουμένοις ὑπείκειν ἐν πᾶσι. Πεί‐
15θεσθε γὰρ, φησὶ, τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπεί‐ κετε. Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Εἰ οὖν τὸ μὴ πρὸς ἀκρίβειαν πεί‐
20θεσθαι ἀλυσιτελὲς, προσήκει μεταδιώκειν ἡμᾶς τὸ λυσιτελέστερον. Τὸ γὰρ ἀλυσιτελὲς, οἶμαι, μεγάλης ζημίας καὶ μεταμελείας καὶ διορθώσεως ἔμφασιν ἐπιφέρεται. Ζηλοῦν δὲ προσήκει μάλιστα τὴν τῶν ἁγίων
25εὐπείθειαν, ἣν περὶ τὸν Θεὸν ἐπεδείξαντο, εἴ γε μέλλοιμεν ἀρκοῦντι ὑποδείγματι περὶ τὴν ὑπόθεσιν χρώμενοι, καλῶς τὴν ὑπακοὴν ἀπεργάζεσθαι. Καὶ μηδεὶς οἰέσθω με κρατύνειν ἐθέλοντα τὴν περὶ τοὺς ἡγουμένους εὐπείθειαν, ὑπέρογκα παράγειν τὰ ὑπο‐
30δείγματα, καὶ τῇ πρὸς τὸν Θεὸν ὑπακοῇ τολμᾷν αὐθαδῶς παρεικάζειν τὴν πρὸς τοὺς ἀνθρώπους εὐ‐ πείθειαν. Οὐ γὰρ οἴκοθεν ὁρμηθεὶς, ἀλλ’ ἀπ’ αὐτῶν τῶν θείων Γραφῶν, ταύτην τὴν εἰκασίαν πεποίημαι. Σκόπησον γὰρ τί ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ, τὴν
35περὶ τοὺς ἑαυτοῦ δούλους θεσπίζων ὑπακοήν· Ὁ δε‐ χόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ πάλιν ἑτέρωθι· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. Ὅτι δὲ ὃ τοῖς ἀποστόλοις εἴρηκε, περὶ πάντων τῶν μετ’ αὐτοὺς καθηγησομένων ἐνομο‐
40θέτησεν, ἐκ πολλῶν καὶ ἀναμφιλέκτων μαρτυριῶν τῆς θείας Γραφῆς καὶ τεκμηρίων ἐναργεστάτων ἔστι παραστῆσαι. Ὥστε ἀκολούθως καὶ ἡμεῖς τοῖς θείοις θεσπίσμασι τοὺς λόγους ἐποιησάμεθα, φήσαντες δεῖν τὴν τῶν ἁγίων περὶ τὸν Θεὸν εὐπείθειαν ὑπό‐
45δειγμα τῆς περὶ τοὺς προεστῶτας ὑπακοῆς ἑαυ‐ τοῖς προτιθέναι. Πῶς οὖν οἱ ἅγιοι τῷ Δεσπότῃ τὴν εὐπείθειαν ἐπεδείξαντο; Σκόπησόν μοι τὸν Ἀβραὰμ κελευόμενον καταλιμπάνειν οἶκον, πατρίδα, περιουσίαν, κτήματα, συγγενεῖς, φίλους καὶ ἐπὶ

31

.

1404

(50)

τούτοις διώκειν τὰ ἐναντία, τὴν ξένην, τὸ ἀν‐
επίγνωστον, τὴν πλάνην, τὴν πενίαν, τοὺς φόβους,1402

31

.

1405

τοὺς κινδύνους, καὶ ὅσα τοῖς ξενιτεύουσιν ἕπεται δυσχερῆ· καὶ ἀμελητὶ ὑπακούοντα, καὶ κατα‐ λιμπάνοντα μὲν τὴν οἴκοι εὐπραγίαν καὶ ἀνά‐ παυσιν, ἀνθαιρούμενον δὲ ταύτης τὴν ἐπὶ τῆς ἀλ‐
5λοδαπῆς ταλαιπωρίαν καὶ ἄλην.
7 Ὁρᾷς ἀσκητὴν ἀκριβέστατον, καὶ τῆς κοσμικῆς ἁπάσης εὐημερίας διὰ τὸν Θεὸν ὑπερόπτην; Ἀλλ’ ἐπίωμεν τὰ ἑξῆς. Καταλαμβάνει μὲν τὴν Παλαι‐
10στίνην, τὸν παρὰ Θεοῦ ὑποδειχθέντα τόπον εἰς παροι‐ κίαν· λιμοῦ δὲ καταλαβόντος τὴν χώραν, εἰς Αἴγυ‐ πτον μετανίσταται, κἀκεῖ τῆς γυναικὸς ἀφαιρεθεί‐ σης, οὐ μικροψυχεῖ, οὐδὲ ταῖς οἰκονομίαις τοῦ Θεοῦ καταμέμφεται, ὡς τῆς εὐπειθείας τοιαύτας
15ἀντιδεχόμενος ἀμοιβάς· ἀλλὰ πράως καὶ τοῦτο ἤνεγκε τὸ πάντων βαρύτατον ἀδικημάτων ἀδίκημα, οὐχ ἅπαξ, ἀλλὰ γὰρ καὶ αὖθις ὑπὸ τοῦ Γεράρων βασι‐ λέως γενόμενον. Κρίνας γὰρ ἅπαξ ὑπακούειν Θεῷ, οὐκ ἐσκόπει τί ἐπ’ αὐτῷ οἰκονομεῖ ὁ Θεὸς, ἀλλ’
20ὅπως αὐτὸς ἀκριβεστάτην καὶ ἀνεπίληπτον τὴν ὑπ‐ ακοὴν εἰσενέγκηται. Διά τοι τοῦτο καὶ τὸ τελευ‐ ταῖον λαμβάνει μὲν τὸν παῖδα τὸν Ἰσαὰκ, μακρᾶς εὐχῆς καὶ πίστεως ἆθλον καὶ δώρημα· ἐπειδὴ δὲ ἑώρα αὐτὸν εἰς ὥραν ἡλικίας προβαίνοντα, καὶ ἐλ‐
25πίδας ἀγαθὰς τοῖς γεγεννηκόσι παρέχοντα διαδοχῆς, καὶ τῆς μετέπειτα τοῦ γένους συστάσεως, τὸ τηνι‐ καῦτα μετὰ τοσαύτας ἐλπίδας κελεύεται παρὰ τοῦ Θεοῦ ἀναγαγεῖν αὐτὸν εἰς ὄρος ὑψηλὸν, καὶ κατα‐ θύειν τῷ δεδωκότι. Δεξάμενος δὲ τὴν ἀπότομον ταύ‐
30την φωνὴν, καὶ τὴν φοβερὰν λειτουργίαν, καὶ τὸ τῆς φύσεως ἰσχυρότερον οὐκ ἐπίταγμα μόνον ἀλλὰ καὶ ἄκουσμα, ὅπως πράως ἤνεγκεν, ὅπως οὐκ ἐξέστη τὰς φρένας, ὅπως οὐ κατέπεσε τὴν ψυχὴν, ἀλλ’ ὥσπερ ἄρνα τινὰ καταθύειν μέλλων, οὕτως ἠρεμαίῳ
35καὶ ἀταράχῳ φρονήματι τὸν ζυγὸν τῆς ὑπακοῆς ἐπιθέμενος, ᾔει σὺν τῷ παιδὶ, τὸ προσταχθὲν ἐκ‐ πληρώσων, οὐδὲν οὐδὲ ἐν τούτῳ πολυπραγμονῶν τὴν τοῦ Θεοῦ κρίσιν, οὐδὲ μεμφόμενος, ἀλλὰ τὸ οἰκεῖον σκοπῶν, ὅπως ἂν κατὰ μηδὲν τὴν ὑπακοὴν
40παραλύσειεν. Οὕτω τοι καὶ λαμπρὸν ἤρατο στέφα‐ νον, τῇ οἰκουμένῃ στήλη πίστεως καὶ ὑπακοῆς ἱδρυνθείς. Ἐνῆν μὲν οὖν καὶ τῶν λοιπῶν ἁγίων τῶν κατὰ παλαιὰν ἱστορίαν διαλαμψάντων τὴν εὐ‐ πείθειαν διελθεῖν, εἰς παίδευμα τῆς τῶν ἀσκητῶν
45ἀναμφιλέκτου ὑπακοῆς· ἀλλ’ ἵνα μὴ μακρὸν τὸν λόγον ἀπεργασώμεθα, ἕκαστον τῶν παιδεύεσθαι βου‐ λομένων τῇ ἀκροάσει τῶν ἁγίων Γραφῶν παρα‐ πέμψαντες, αὐτοὶ ἐπὶ τοὺς μαθητὰς τοῦ Σωτῆρος τὸν λόγον τρεψόμεθα, δεικνύντες πῶς ὑπήκουον,

31

.

1405

(50)

καὶ πῶς ὑπετάσσοντο. Ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ἔτι1404

31

.

1408

τὴν ἀρχὴν τῆς μαθητεύσεως ἔχουσι, καὶ προσδοκῶ‐ σιν, ὅσον οὐδέπω βασιλεῦσαι τὸν Δεσπότην, καὶ ὑπολαμβάνουσιν, ὅτι καὶ αὐτοὶ καμοῦνται μὲν οὐ‐ δὲν, οὐδὲ κινδυνεύσουσιν, οὐδὲ κοπιάσουσιν, συμβα‐
5σιλεύσουσι δὲ Χριστῷ, καὶ τῆς βασιλικῆς δόξης καὶ θεραπείας καὶ τιμῆς συμμεθέξουσι. Καὶ τοῦτο δηλοῖ μὲν Πέτρος ἐπιτιμῶν τῷ Ἰησοῦ, ἡνίκα περὶ τοῦ οἰκείου πάθους ἐποιεῖτο τοὺς λόγους· Προσλα‐ βόμενος γὰρ αὐτὸν, φησὶν, ὁ Πέτρος, ἤρξατο
10ἐπιτιμᾷν αὐτῷ, λέγων· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ δεικνὺς ταύτῃ, ὅτι οὐδ’ ὁπωσ‐ τιοῦν προσεδόκα δυσχερές· δηλοῦσι δὲ καὶ οἱ υἱοὶ Ζεβεδαίου τὴν μητέρα παρακαλοῦσαν ὑπὲρ αὐτῶν τῷ Κυρίῳ προσαγαγόντες, ὥστε τῇ ἐκ δεξιῶν
15καὶ τῇ ἐξ εὐωνύμων τιμηθῆναι καθέδρᾳ. Εἰ γὰρ μὴ αὐτίκα μάλα βασιλεύειν αὐτὸν ὑπελάμβανον, οὐκ ἂν τοῦτο ἐτόλμησαν αἰτῆσαι, τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς ἐν οὐρανοῖς καθέδραν τοῦ Σωτῆρος διανοούμε‐ νοι.
20 Τί οὖν ταῦτα προσδοκῶσιν αὐτοῖς καὶ ἐλπίζου‐ σιν ἔλεγεν; Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρό‐ βατα ἐν μέσῳ λύκων. Καὶ οὕτω πρᾶγμα ἐναν‐ τιώτατον τῆς οἰκείας ἐλπίδος ἀκούσαντες, οὐκ εἶπον, ὅτι Ἐφ’ ἑτέραις ἐλπίσι προσήλθομεν, καὶ ἐναντία
25τῶν ἐλπισθέντων προστάσσεις ἡμῖν; Ἄνεσιν προσ‐ εδοκήσαμεν, καὶ πρὸς κινδύνους ἐκπέμπεις; Τιμὰς ἠλπίσαμεν, καὶ ἀτιμίας παρεισβάλλεις; Βασι‐ λείαν προσεδοκήσαμεν, καὶ τὸ ἐλαύνεσθαι καὶ πάν‐ των δούλους εἶναι διακελεύῃ; Οὐδὲν τούτων οὐκ
30εἶπον, καίπερ ἕτερα τῶν εἰρημένων ἀκούσαντες πλείονα καὶ βαρύτερα, οἷον τὸ, Παραδώσουσιν ὑμᾶς εἰς θλίψεις, καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς
35ἀχθήσεσθε ἕνεκεν ἐμοῦ. Ταῦτα τοίνυν πάντα πα‐ ρὰ τὴν προσδοκίαν ἀκούσαντες, κλίναντες τὸν αὐ‐ χένα τῆς διανοίας, τὸν ζυγὸν ὑπῆλθον, καὶ προχεί‐ ρως ἐπὶ τοὺς κινδύνους, ἐπὶ τὰς ἀγορὰς, ἐπὶ τὰς ὕβρεις, ἐπὶ τοὺς λιθασμοὺς, ἐπὶ τοὺς ῥαβδι‐
40σμοὺς, ἐπὶ τὰς ἀτιμίας, ἐπὶ τοὺς σταυροὺς, ἐπὶ τοὺς ποικίλους θανάτους ἐχώρησαν· καὶ μετὰ τοσ‐ αύτης προθυμίας ταῦτα ὑπέμενον, ὥστε χαί‐ ρειν αὐτοὺς καὶ ἑορτάζειν λαμπρῶς, ἡνίκα ἂν τοῖς τοῦ Χριστοῦ παθήμασι κοινωνῆσαι κατηξιώθησαν.
45Ἔχαιρον γὰρ, φησὶν, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Ταύτην τὴν εὐπείθειαν ἀπαιτεῖται ὁ κατὰ Θεὸν ἀσκητὴς τῷ ἡγουμένῳ εἰσφέρεσθαι. Χριστὸς γὰρ μαθητὰς εἵλετο,
τοῦτον τὸν βίον, ὡς ἤδη προείπομεν, τοῖς1406

31

.

1409

ἀνθρώποις τυπῶν. Ὁ γὰρ καθηγούμενος οὐδὲν ἕτε‐ ρόν ἐστιν ἢ ὁ τοῦ Σωτῆρος ἐπέχων πρόσωπον, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενόμενος, καὶ ἱερουρ‐ γῶν τῷ Θεῷ τὴν τῶν πειθομένων αὐτῷ σωτηρίαν.
5 Καὶ τοῦτο παρ’ αὐτοῦ τοῦ Χριστοῦ παιδευόμεθα, Πέτρον ποιμένα μεθ’ ἑαυτὸν τῆς Ἐκκλησίας ἑαυτοῦ καθιστῶντος· Πέτρε γὰρ, φησὶ, φιλεῖς με πλέον τούτων; Ποίμαινε τὰ πρόβατά μου· πᾶσι δὲ τοῖς ἐφεξῆς ποιμέσι καὶ διδασκάλοις τὴν ἴσην παρέχοντος
10ἐξουσίαν. Καὶ τούτου σημεῖον τὸ δεσμεῖν ἅπαντας ὁμοίως, καὶ λύειν ὥσπερ ἐκεῖνος. Ὥσπερ οὖν τὰ πρόβατα τῷ ποιμένι πείθεται, ταύτῃ τρεπό‐ μενα, ᾗπερ ἂν ὁ ποιμὴν ἄγῃ· οὕτω προσήκει τοὺς κατὰ Θεὸν ἀσκητὰς τοῖς καθηγουμένοις πείθεσθαι,
15μὴ πολυπραγμονοῦντας τὰ ἐπιτάγματα, ὅταν ἁμαρ‐ τίας ᾖ καθαρὰ, ἀλλὰ τὰ ἐπιταχθέντα μετὰ προ‐ θυμίας πάσης καὶ σπουδῆς ἐκπληροῦντας. Ὥσπερ γὰρ ὁ τέκτων, ἢ ὁ οἰκοδόμος ἑκάστῳ τῶν τῆς τέχνης ὀργάνων κέχρηται πρὸς τὴν οἰκείαν βούλησιν, καὶ
20οὐκ ἂν εἴποι τὸ ὄργανον, ὡς οὐ πληρώσει τὴν χρείαν, πρὸς ἣν ὁ τεχνίτης αὐτὸ μεταχειρίζεται, ἀλλὰ εἴκει τῇ χειρὶ τοῦ ἄγοντος· οὕτω προσήκει τὸν ἀσκητὴν, ὡς ὄργανον τεχνίτῃ πρὸς συμπλήρωσιν τοῦ πνευματικοῦ οἰκοδομήματος συντελοῦν, ἐν πᾶσι πεί‐
25θεσθαι, οἷς ἂν μὴ ὁ ἡγούμενος κρίνῃ καλῶς ἔχειν αὐτὸν ὑπουργεῖν, ὅπως ἂν μὴ τῇ τοῦ πνευματικοῦ ἔργου τελειώσει λυμήνηται, τὴν οἰκείαν οὐ συνεισφέ‐ ρων χρείαν. Καὶ ὥσπερ τὸ ὄργανον οὐχ ἑαυτῷ ἐκλέ‐ γεται ὅπερ ἐνεργεῖν δέοι εἰς τὴν τῆς τέχνης συνεισ‐
30φορὰν, οὕτω καὶ τὸν ἀσκητὴν προσήκει μὴ ἑαυ‐ τῷ τὰ ἔργα αἱρεῖσθαι, ἀλλὰ παραχωρεῖν τῇ συν‐ έσει καὶ τῇ οἰκονομίᾳ τοῦ τεχνίτου τὴν ἐφ’ ἑαυτῷ διατύπωσιν. Οἶδε γὰρ ὅ γε συνετῶς ἀφηγούμενος ἑκάστου καὶ ἤθη καὶ πάθη καὶ ψυχικὰς ὁρμὰς ἀκρι‐
35βῶς ἐξετάζειν, καὶ πρὸς ταῦτα καὶ τὴν παρ’ ἑαυ‐ τοῦ ἐφ’ ἑκάστῳ οἰκονομίαν ἁρμόζειν. Διά τοι τοῦτο προσήκει μηδαμῶς ἐναντιοῦσθαι ταῖς αὐτοῦ διατά‐ ξεσιν, ἀλλὰ πεπεῖσθαι, ὡς ἁπάντων χαλεπώτατον ἑαυτὸν γινώσκειν καὶ θεραπεύειν, διὰ τὸ προσπεφυ‐
40κέναι τοῖς ἀνθρώποις τὸ φίλαυτον, καὶ κλέπτειν τὴν τοῦ ἀληθοῦς κρίσιν ἕκαστον τῇ περὶ ἑαυτὸν προσπα‐ θείᾳ. Τὸ δὲ παρ’ ἄλλου γινώσκεσθαί τε καὶ θερα‐ πεύεσθαι ῥᾴδιον, τοῦ τῆς φιλαυτίας πάθους ἐπὶ τῶν ἄλλους κρινόντων οὐκ ἐνοχλοῦντος τῇ ἀληθεῖ
45διαγνώσει. Ταύτης γὰρ τῆς συμφωνίας ἐν ἀσκητικῷ συστήματι καθεστώσης, ῥᾳδίως ἥ τε εἰρήνη ἐν αὐ‐ τοῖς πολιτεύσεται, καὶ ἡ σωτηρία μετὰ ἀγάπης καὶ ὁμονοίας τῶν ἁπάντων κατορθωθήσεται.
49tΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
50nὍτι καὶ τὰ εὐτελῆ τῶν ἔργων μετὰ πολλῆς προ‐
51nθυμίας αἱρεῖσθαι προσήκει τὸν ἀσκητήν.
52Προσήκει μέντοι τὸν ἀσκητὴν καὶ τὰ εὐτελέστερα
τῶν ἔργων μετὰ πολλῆς αἱρεῖσθαι τῆς σπουδῆς καὶ1408

31

.

1412

προθυμίας, εἰδότα, ὅτι πᾶν ὃ διὰ τὸν Θεὸν γίνεται, οὐκ ἔστι μικρὸν, ἀλλὰ μέγα, καὶ πνευματικὸν, καὶ τῶν οὐρανῶν ἄξιον, καὶ τοὺς ἐκεῖθεν ἡμῖν ἕλκον μι‐ σθούς. Κἂν τοίνυν ὑποζυγίοις ἀχθοφοροῦσι ταῖς κοι‐
5ναῖς χρείαις ἀκολουθεῖν δεήσῃ, ἀντιβαίνειν οὐ χρὴ, ἐννοοῦντα τοὺς ἀποστόλους, ὅπως προθύμως ὑπήκουσαν τῷ Κυρίῳ παραγαγεῖν τὸν πῶλον κε‐ λεύσαντι, καὶ λογιζόμενον, ὡς καὶ δι’ οὓς ἡμεῖς τὴν ἐπιμέλειαν τῶν ὑποζυγίων αἱρούμεθα, ἀδελφοὶ τοῦ
10Σωτῆρός εἰσι· καὶ ἡ περὶ τούτους εὔνοια καὶ σπου‐ δὴ τὴν ἀναφορὰν ἐπὶ τὸν Κύριον ἔχει τὸν φήσαντα· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἰ δὲ τὰ τῶν ἐλαχίστων οἰκειοῦται, πολλῷ μᾶλλον τὰ τῶν ἐκλεκτῶν
15οἰκειώσεται, μόνον μὴ τὴν διακονίαν ἀφορμὴν ἀδια‐ φορίας λογίσηται, ἀλλ’ ἐν πάσῃ νήψει ἑαυτὸν ἀσφα‐ λιζέσθω, ἵνα καὶ ἑαυτῷ καὶ τοῖς συντυγχάνουσιν ὠφέλεια γένηται. Ἂν δέ τι τῶν εὐτελεστέρων ἔργων δέῃ ἐργάζεσθαι, χρὴ εἰδέναι, ὅτι καὶ ὁ Σωτὴρ τοῖς
20μαθηταῖς διηκόνησε, καὶ τὰ εὐτελῆ τῶν ἔργων ποιῆσαι οὐκ ἀπηξίωσε, καὶ μέγα ἀνθρώπῳ Θεοῦ γε‐ νέσθαι μιμητὴν, διὰ τῶν ταπεινῶν τούτων εἰς τὸ ὕψος τῆς μιμήσεως ἐκείνης ἀναγομένῳ. Τίς δ’ ἂν καὶ λέγοι λοιπὸν ταπεινὸς, ὧν Θεὸς τῆς ἐνεργείας
25ἐφήψατο.
26tΚΕΦΑΛΑΙΟΝ ΚΔʹ.
27nὍτι οὐ χρὴ τιμὰς καὶ πρεσβείας ἐπιζητεῖν
28nτὸν ἀσκητήν.
29Τιμὰς δὲ κατὰ μηδὲν ἐπιζητεῖν προσήκει τὸν
30ἀσκητήν. Εἰ μὲν γὰρ ἐνταῦθα τῶν πόνων καὶ τῶν κατορθωμάτων ἐπιζητεῖ τὰς ἀμοιβὰς, ἄθλιος τῆς ἀντιμισθίας ἐστὶ, τοῖς προσκαίροις τὰ αἰώνια ζη‐ μιούμενος· εἰ δὲ προείλετο ἐνταῦθα μὲν ἀγωνίσασθαι, ἐν οὐρανῷ δὲ τοὺς στεφάνους κομίσασθαι, ὀφείλει μὴ
35μόνον μὴ ἐπιζητεῖν τιμὰς, ἀλλὰ καὶ διδομένας παρ‐ αιτεῖσθαι καὶ ἀποκρούεσθαι, ἵνα μὴ ἡ ἐνταῦθα τιμὴ τῆς ἐκεῖ δόξης ἐλάττωσις γένηται. Ὁ γὰρ παρὼν βίος ὅλος ἔργων καὶ ἀγώνων ἐστίν· ὁ δὲ μέλλων, στεφάνων καὶ ἀμοιβῶν, καθὼς ὁ μέγας Παῦλος μέλ‐
40λων τελειοῦσθαι τὴν ἐνταῦθα ζωὴν, καὶ πρὸς τὰ ἐκεῖθεν μεθίστασθαι, φησί· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιο‐ σύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος, οὐκ
45ἐνταῦθα, ἀλλ’ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής. Καὶ πάλιν ὁ Σωτήρ φησιν· Ἐν τῷ κόσμῳ τούτῳ θλίψιν ἕξετε. Καὶ πάλιν ὁ αὐτὸς Ἀπόστολος· Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βα‐ σιλείαν τῶν οὐρανῶν. Εἰ τοίνυν βούλει βασιλεῦσαι

31

.

1412

(50)

εἰς τὸ μέλλον, ἐνταῦθα μὴ ἄνεσιν, μὴ τιμὴν ἐπι‐ ζήτει, ἀλλὰ κἂν θλίβῃ πρὸς τὸ παρὸν ὑπὲρ τοῦ λόγου,
δηλονότι τῆς ἀληθείας, γίνωσκε, ὅτι βασιλεύσεις1410

31

.

1413

ὕστερον. Τῆς γὰρ ἐνταῦθα ὑπὲρ τοῦ καλοῦ θλίψεως οὗτος ὁ μισθὸς ὥρισται. Ἐὰν δὲ μὴ θλίβῃ, μὴ προσδοκήσῃς τοὺς ἐκεῖθεν στεφάνους, ὡς ἐνταῦθα τοὺς ὡρισμένους ἐπὶ τοῖς στεφάνοις οὐ προκαταβαλόμενος
5ἀγῶνας καὶ πόνους. Τιμὰς οὖν μηδαμῶς ἐπιζητείτω ὁ ἀσκητὴς, μήτε τῶν λοιπῶν προῆχθαι. Πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθή‐ σεται. Ἐὰν ἑαυτὸν ὑψώσῃ ὁ ἀσκητὴς, βαρὺν καὶ
10δυνατὸν ἔχει τὸν ταπεινοῦντα, καὶ μέχρις ᾅδου κατ‐ άγειν δυνάμενον· ἐὰν δὲ ἑαυτὸν ταπεινώσῃ, λαμπρὸν καὶ ὑπερμέγεθες ὑψωθήσεται, Θεοῦ πρὸς τὴν οἰκείαν δύναμιν ὑψοῦντος τὸν ταπεινούμενον. Περίμενε τοί‐ νυν τὸν καλῶς ὑψοῦντα, ὦ ἀσκητὰ, καὶ μηδαμῶς
15μικροψύχει πρὸς τὰ παρόντα. Ἀθλητὴς γὰρ εἶ καὶ ἐργάτης τοῦ Χριστοῦ, ὅλην τὴν ἡμέραν ἀθλῆσαι συν‐ θέμενος, καὶ ὅλης τῆς ἡμέρας ὑπομεῖναι τὸν καύσω‐ να. Τί, μηδέπω πληρώσας τῆς ἡμέρας τὸ μέτρον, μεταδιώκεις τὴν ἄνεσιν; Ἔκδεξαι τὴν ἑσπέραν, τὸ
20πέρας τῆς ἐνταῦθα ζωῆς, ἵνα, ἐλθὼν ὁ οἰκοδεσπότης, τοὺς μισθούς σοι ἀπαριθμήσηται. Ὀψίας γὰρ γενο‐ μένης, εἶπεν ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν· οὐ μεσούσης ἡμέρας, οὐδὲ ἐν
25ἀρχῇ τῆς μισθώσεως. Περίμεινον οὖν τὸ πέρας τοῦ βίου, καὶ τότε κομίσῃ τοὺς μισθοὺς ἐπαξίως. Ἄρτι δὲ στέγε τὴν ἐσχάτην χώραν, ἵνα τότε λάβῃς τὴν πρώτην.
29tΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.
30nΠερὶ τῆς κατὰ τὰ βρώματα ἀτυφίας καὶ ἁπλό‐
31nτητος.
32 Βρωμάτων μέντοι διαφορὰν οὐδαμῶς ἐπιζητεῖν ὀφείλει ὁ ἀσκητὴς, καὶ προσποιήσει δῆθεν ἐγκρα‐ τείας ἐξαλλαγὴν ἐδεσμάτων. Τοῦτο γὰρ ἀνατροπὴ
35τῆς κοινῆς εὐταξίας ἐστὶ καὶ σκανδάλων ὑπόθεσις, καὶ τοῦ οὐαὶ κληρονόμος γίνεται ὁ ἐν συστήματι ἀσκητικῷ τοιαύτας αἰτίας ταραχῆς ἐνδιδούς. Ἀλλὰ κἂν τὸ προσέψημα τοῦτο τὸ ταριχευτὸν, τὸ παρὰ τῶν ἁγίων Πατέρων ἐγκριθὲν ἀντ’ ἄλλου τινὸς ἀρτύ‐
40ματος, ἐλάχιστον τοῖς βρώμασιν ἐπιβάλλεσθαι συμ‐ πεπλεγμένον τῷ λοιπῷ ἐδέσματι τοῦ ὕδατος ἢ τῶν λαχάνων ὑπάρχῃ, μὴ προφάσει δῆθεν κενοδόξου ἐθε‐ λοευλαβείας, ὡς κρέα παραιτούμενος, ἐπιζη‐ τείτω τῶν ἐδεσμάτων τὰ τιμιώτερα καὶ χρηστότερα,
45ἀλλὰ τῷ ἀποζέματι τοῦ ἐλαχίστου τεμάχους τὸν ψω‐ μὸν ἀπαρατηρήτως ἀποβρέχων, προσφερέσθω μετὰ πάσης εὐχαριστίας. Τὸ γὰρ ἐλάχιστον ἐκεῖνο τμῆμα, εἰς τοσοῦτον πλῆθος ὕδατος ἢ σπερματώδους εἰ τύχοι, βρώματος ἐμβληθὲν, οὐ τρυφῆς ἐστι κατ‐

31

.

1413

(50)

ηγόρημα, ἀλλὰ ἀκριβεστάτη τῶν ἀσκητῶν καὶ ταλαί‐1412

31

.

1416

πωρος ὄντως ἐγκράτεια. Χρὴ τοίνυν τὰ τοιαῦτα μὴ παρατηρεῖν τὸν τῆς ὁσιότητος ἀσκητήν. Οὐ γὰρ τῶν τοιούτων ἀπεχόμεθα Ἰουδαΐζοντες, ἀλλὰ τῆς τρυφῆς τὴν πλησμονὴν φεύγοντες.
6tΚΕΦΑΛΑΙΟΝ Κϛʹ.
7nὍτι τὸν πρὸς τὸ τέλειον βλέποντα οὐδὲν ἡ
8nπρόοδος παραβλάψαι δυνήσεται.
9Εἰ δὲ λέγοι βλάπτεσθαι ταῖς προόδοις, ἢ ταῖς
10ὁδοιπορίαις ταῖς διὰ τὰς ἀναγκαίας χρείας τοῦ κοι‐ νοῦ γενομέναις ὁ ἀσκητὴς, καὶ διὰ τοῦτο παραιτοῖτο τὴν πρόοδον, οὔπω τῆς ὑπακοῆς τὴν ἀκρίβειαν κατ‐ ενόησεν, οὐδὲ συνεῖδεν, ὡς τουτὶ τὸ κατόρθωμα ταῖς τοιαύταις βλακείαις οὐ τελειοῦται. Βλεπέτω τοίνυν
15τὰ ὑποδείγματα τῶν ἁγίων, πῶς τὴν ὑπακοὴν ἐτε‐ λείωσαν, πρὸς οὐδὲν τῶν οὕτω δυσηνύτων ἐπιτα‐ γμάτων οὐδὲ καταμικρὸν ἀντειπόντες ἢ ἀντιτείναν‐ τες· καὶ παιδευέσθω τὸ τῆς ὑπακοῆς τέλειον. Εἰ δέ τις καὶ ἀληθῶς παραβλάπτοιτο, παρακαλείτω τὴν
20ἀδελφότητα ὑπὲρ αὐτοῦ τὸν Θεὸν ἱκετεῦσαι, καὶ αὐτὸς δὲ αἰτείτω παρὰ τοῦ Θεοῦ μετ’ ἐλπίδος ἀνενδοιάστου γενέσθαι σκεῦος ἐν πᾶσι τοῖς τε πνευματικοῖς κατ‐ ορθώμασι, τοῖς τε σωματικοῖς πρὸς τὰ καλὰ τῶν ἔργων διακονήμασι, ἐνεργόν τε καὶ εὔχρηστον· καὶ
25πάντως ὁ τὰς προθυμίας τῶν τὸ καλὸν ζητούν‐ των ἀποδεχόμενος δώσει τὴν δύναμιν, αὐτὸς ἐπὶ τὴν αἴτησιν προτρέψας, καὶ εἰρηκώς· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει·
30καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγή‐ σεται· καὶ πάλιν ἑτέρωθι· Εἰ δέ τις ὑμῶν λεί‐ πεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος, καὶ δοθή‐ σεται αὐτῷ· αἰτείτω δὲ ἐν πίστει, μηδὲν δια‐
35κρινόμενος. Καὶ ἐπὶ πᾶσιν ἁπαξαπλῶς, οἷς ἂν ὁ νοῦς ὀκλάσῃ περὶ τὴν τελείαν ὑπακοὴν, ἢ ὁ Σατανᾶς ἐμποδίζῃ, τὴν προθυμίαν ἀμβλύνων καὶ ἀνα‐ κόπτων, τούτῳ τῷ βοηθήματι χρώμενοι, τὸν Θεὸν ἱκετεύωμεν, καὶ αἰτώμεθα δοθῆναι ἡμῖν τῶν κατορ‐
40θωμάτων εὐμάρειαν, καθηλωθῆναί τε τὰς σάρκας ἡμῶν τῷ φόβῳ τοῦ Θεοῦ, καὶ ἀμετεώριστον γενέσθαι ἡμῖν τὴν διάνοιαν, μηδαμῶς ἁλισκομένην ταῖς σαρ‐ κικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς. Ἐν γὰρ μετεω‐ ρισμῷ διανοίας αἱ κοσμικαὶ ἐπιθυμίαι τῇ ψυχῇ ἐμ‐
45φυόμεναι ποικίλας ἀνωμαλίας τοῖς λογισμοῖς ἐνεργά‐ ζονται, καὶ ὀκνηροὺς ἡμᾶς περὶ τὰ καλὰ τῶν ἔργων ἀποτελοῦσι. Μὴ παραιτώμεθα τοίνυν ταῖς κοιναῖς καὶ ἀναγ‐ καίαις τοῦ σώματος χρείαις συνεισφέρειν τὴν οἰ‐

31

.

1416

(50)

κείαν συνεργίαν ἕκαστος, ἀλλ’ ἱκετεύωμεν τὸν Θεὸν
λαβεῖν τῆς συνεργίας τὴν δύναμιν. Ἐπεὶ, εἰ πάντες1414

31

.

1417

παραιτοῖντο κατὰ μίμησιν τῶν φθασάντων, τίς ἀνα‐ πληρώσει τὰ τῶν χρειῶν; Ἄλλως δὲ καὶ ἐξ ὑπο‐ δείγματος τοῦτο παιδεύεσθαι ἄξιον. Ὁ γὰρ ἐγκατα‐ λεγόμενος ἄρτι τάγματί τινι στρατιώτης οὐχὶ τοὺς
5ἐν τῷ τάγματι πρὸς τὴν οἰκείαν ἕξιν μεταστῆ‐ σαι πειρᾶται, ἀλλ’ αὐτὸς πρὸς τὴν τοῦ τάγματος ἀγωγὴν καὶ συνήθειαν μεθαρμόζεται. Προσήκει τοί‐ νυν καὶ τὸν ἐγκαταλεγόμενον πνευματικῷ συστή‐ ματι μὴ ἐκείνους πρὸς τὸν ἑαυτοῦ τρόπον μεθαρμό‐
10ζειν ἐθέλειν, ἀλλὰ τὸν οἰκεῖον τρόπον τοῖς ἐν τῷ συστήματι ἔθεσί τε καὶ τύποις ἐξομοιοῦν.
12tΚΕΦΑΛΑΙΟΝ ΚΖʹ.
13nὍτι οὐ χρὴ ἰδίας ἀσχολίας ἔχειν τὸν ἀσκητήν.
14Ἐξουσίαν δὲ ἑαυτοῦ οὐδὲ πρὸς τὸ ἀκαριαῖον ἔχοι
15ἂν ὁ ἀσκητὴς, ὥστε οἰκείαις ἀσχολίαις ἐνδια‐ τρίβειν. Οὐδὲ γὰρ ὄργανον δίχα τοῦ τεχνίτου κινη‐ θείη ἂν, οὐδὲ μέλος τοῦ παντὸς σώματος ἐν βραχεῖ γοῦν χωρίζεσθαι δύναιτ’ ἂν, ἢ κινεῖσθαι παρὰ τὸ δοκοῦν τῷ ἔνδον τεχνίτῃ καὶ ἐπιστάτῃ τοῦ παντὸς
20σώματος· οὐδὲ ἀσκητὴς παρὰ τὸ δοκοῦν τῷ προ‐ εστῶτι πράττειν τι ἢ ἐνεργεῖν χώραν ἔχει. Εἰ δὲ λέγοι δι’ ἀσθένειαν σώματος ἀτονεῖν πρὸς τὰ ἐπι‐ τάγματα, τῷ καθηγουμένῳ ἐπιτρέψει τὴν δοκιμα‐ σίαν τῆς ἑαυτοῦ ἀσθενείας. Ἄλλως δὲ καὶ τὸ τῆς
25Γραφῆς λογισάμενος, ἑαυτὸν παρορμήσει πρὸς τὴν τῶν ἐπιτασσομένων ἐκπλήρωσιν, ἀκούων τῆς Γρα‐ φῆς λεγούσης· Οὔπω μέχρις αἵματος ἀντικατέστη‐ τε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ πάλιν ἑτέρωθι· Διὰ τὰς παρειμένας χεῖρας καὶ τὰ
30παραλελυμένα γόνατα ἀνορθώσατε.
31tΚΕΦΑΛΑΙΟΝ ΚΗʹ.
32nὍτι χρὴ τὸν προεστῶτα πατρικῇ εὐνοίᾳ τὰ κατὰ
33nτοὺς ὑπηκόους οἰκονομεῖν.
34Καὶ αὐτὸς δὲ ὁ καθηγούμενος, ὡς πατὴρ παίδων
35γνησίων ἐπιμελούμενος, ἐπισκέψεται τὴν χρείαν ἑκάστου, καὶ τὴν προσήκουσαν, κατὰ τὸ ἐνὸν, εἰσοίσει θεραπείαν καὶ ἐπιμέλειαν· καὶ τὸ κατὰ ἀλήθειαν ἀσθενοῦν μέλος εἴτε ψυχικῶς εἴτε σωματι‐ κῶς μετὰ ἀγάπης καὶ τῆς πατρὶ πρεπούσης εὐνοίας
40διαβαστάσει.
41tΚΕΦΑΛΑΙΟΝ ΚΘʹ.
42nὍτι οὐ χρὴ ἑταιρίας δύο ἢ τριῶν ἀδελφῶν ἐν
43nσυστήματι ἀσκητικῷ γενέσθαι.
44Ἀγάπην δὲ τὴν πρὸς ἀλλήλους ἔχειν μὲν προσ‐
45ήκει τοὺς ἀδελφοὺς, μὴ μέντοι τινὰς ἑταιρίας δύο κατὰ ταυτὸ ἢ τρεῖς γενομένους συνίστασθαι. Οὐ γὰρ ἀγάπη τοῦτο, ἀλλὰ στάσις ἐστὶ, καὶ διαίρεσις,
καὶ κακίας τῶν συνιόντων κατηγορία. Εἰ γὰρ τὸ1416

31

.

1420

κοινὸν τῆς εὐταξίας ἠγάπων οἱ τοιοῦτοι, κοινὴν ἂν ἔσχον πρὸς πάντας καὶ ἰσότιμον τὴν ἀγάπην· εἰ δὲ, ἀποτεμόντες καὶ διορίσαντες ἑαυτοὺς, σύστημα ἐν συστήματι γίνονται, πονηρὰ ἡ τῆς τοιαύτης φιλίας
5συναγωγὴ, καὶ παρηλλαγμένον τι παρὰ τὸ κοινὸν πρᾶγμα τοὺς τοιούτους συνάγει, ὅπερ ἐστὶ καινοτο‐ μία παρὰ τὴν κρατοῦσαν εὐστάθειαν. Προσ‐ ήκει τοίνυν μήτε τὰς τοιαύτας ἑταιρίας συγχωρεῖ‐ σθαι, μήτε διὰ τὴν τῆς ἀγάπης τήρησιν εἰς
10κοινωνίαν ἔρχεσθαί τινα ἀδελφοῦ πονηρεύεσθαι βου‐ λομένου, καὶ τοὺς τῆς κοινῆς εὐταξίας παραχαράτ‐ τειν θεσμούς· ἀλλὰ μέχρι μὲν ἂν ἅπαντες ἐν τῷ καλῷ μένωσιν, εἶναι ἑκάστου τὴν πρὸς ἅπαντας κοι‐ νωνίαν καὶ ἕνωσιν. Εἰ δέ τις, ἐναντιοῦσθαι τῇ κρα‐
15τούσῃ καταστάσει βουλόμενος, τὸν ἀδελφὸν συνεφέλ‐ κεται, τοῦτον τὰ μὲν πρῶτα παρὰ τοῦ ὑγιαίνοντος, ὡς νοσοῦντα τοὺς λογισμοὺς, ἐν ἀποῤῥήτῳ νουθε‐ τεῖσθαι· εἰ δὲ μὴ βούλοιτο κατ’ ἰδίαν θεραπεύεσθαι, καὶ ἑτέρους ἀδελφοὺς τοὺς συνετωτέρους εἰς θερα‐
20πείαν αὐτοῦ συμπαραλαμβάνεσθαι, κατὰ τὸ ἱερὸν Εὐαγγέλιον· Ἐὰν δὲ μή σου ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα ἢ δύο. Εἰ δὲ μήτε αὐτοῖς πείθοιτο, τῷ προεστῶτι τὸ νόσημα τῆς ψυχῆς αὐτοῦ γνώριμον γενέσθαι· εἰ δὲ μήτε τοῦ προεστῶτος ἀνά‐
25σχοιτο, ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην λελογίσθαι αὐτὸν, καὶ ὡς πρόβατον λοιμῷ κεκρατημένον τῆς ποίμνης εἴργεσθαι, ὡς ἂν μὴ καὶ τοὺς λοιποὺς τοῦ νοσήματος ἀναπλήσειεν. Εἰ δὲ μηδεὶς εἴη ὁ τῷ πο‐ νηρῷ βλαπτόμενος ὑποδείγματι, τότε μόνον ἡ ἐπ’
30αὐτῷ καὶ μετὰ τὰ εἰρημένα μακροθυμία χώραν ἕξει ἐλπίδι τῆς διορθώσεως. Μακροθυμία δὲ, ἡ ἐπὶ τῷ μὴ ἀποκόπτειν, οὐκ ἐπὶ τῷ μὴ νουθετεῖν καὶ παιδεύειν τοῖς ἐννόμοις ἐπιτιμίοις.
35tΚΕΦΑΛΑΙΟΝ Λʹ.
36nὍτι οὐ χρὴ ἐνδυμάτων ἢ ὑποδημάτων ἐκλογὴν
37nἐπιζητεῖν τὸν ἀσκητήν.
38 Ἐνδυμάτων μέντοι ἢ ὑποδημάτων μὴ τὰ ἐκλεκτὰ ἐπιζητεῖν, ἀλλ’ αἱρεῖσθαι τὰ εὐτελέστερα, ἵνα καὶ
40κατὰ τοῦτο τὴν ταπεινοφροσύνην ἐπιδειξώμεθα, καὶ μὴ καλλωπιστῶν, καὶ φιλαύτων, καὶ ἀφιλαδέλφων δόξαν ἀπενεγκώμεθα. Ὁ γὰρ τῶν πρωτείων ἐφιέμε‐ νος ἀγάπης καὶ ταπεινοφροσύνης κεχώρισται.
44tΚΕΦΑΛΑΙΟΝ ΛΑʹ.
45nὍτι δεῖ τὸν προεστῶτα ἀνάλογα τῆς τοῦ σώμα‐
46nτος δυνάμεως ὁρίζειν τὰ ἐπιτεταγμένα· καὶ
47nπερὶ τῶν ἀποκρυβόντων τὴν ἑαυτῶν δύναμιν.
48 Τὸν μέντοι προεστῶτα προσέχειν χρὴ, ὅπως ἂν μὴ, τῆς τοῦ σώματος δυνάμεως μείζονα τὰ ἐπιτά‐

31

.

1420

(50)

γματα ποιησάμενος, πρὸς ἀντιλογίαν τὸν ἀτονοῦντα διερεθίσῃ· ἀλλ’ ὡς πατὴρ ἅπασιν ὁμοίως εὔνους καὶ γνήσιος, ἑκάστου τὰς δυνάμεις ἐπισκοπεῖσθαι
τοῦ σώματος, καὶ οὕτως ἐπινέμειν καὶ διακληροῦ‐1418

31

.

1421

σθαι τὰ ἐπιτάγματα. Κρῖμα μέντοι μέγιστον ἕξουσιν οἱ τὴν ὑπάρχουσαν τοῦ σώματος δύναμιν καὶ παρὰ Θεοῦ δεδομένην ἀρνούμενοι, καὶ καταναισχυντοῦντες τῶν προεστώτων, καὶ τοῖς ἐπιτασσομένοις οὐκ εἴ‐
5κοντες. Εἰ γὰρ τῷ προεστῶτι κίνδυνον μέγαν καὶ ἀνυπόστατον φέρει τὸ ἀποκρύψαι τοῦ λόγου τὸ τά‐ λαντον, καὶ μὴ ἑκάστῳ προμηνῦσαι τὴν ἐρχομένην ἐπὶ τῇ ἁμαρτίᾳ ῥομφαίαν, πολλῷ μᾶλλον οἴσει κίν‐ δυνον τῷ λαμβάνοντι παρὰ τοῦ Θεοῦ δύναμιν σώμα‐
10τος εἰς λυσιτέλειαν τοῦ κοινοῦ, καὶ ταύτην καταρ‐ γοῦντι καὶ ἀποκρύπτοντι.
12tΚΕΦΑΛΑΙΟΝ ΛΒʹ.
13nὍτι οὐ δεῖ τοὺς ἀδελφοὺς λυπεῖσθαι, τῶν ἀσθε‐
14nνεστέρων φειδοῦς ἀξιουμένων.
15 Μὴ μέντοι τοὺς ἀδελφοὺς λυπεῖσθαι καὶ ἀγανα‐ κτεῖν, ἐπειδὰν τοῖς ἀσθενεστέροις ὁ προεστὼς τὰς ἁρμοζούσας ἐγχειρίζοι διακονίας, καὶ φειδοῦς ἀξιώσῃ τούτους, οὕτω τῆς χρείας εἰσηγουμένης· ἀλλὰ τοὺς δυνατωτέρους ὡς μελῶν ἀσθενεστέρων
20φείδεσθαι τῶν δεομένων φειδοῦς, καὶ ταύτῃ τὴν πνευ‐ ματικὴν ἀγάπην πληροῦν. Οὐδὲ γὰρ ὁ ποῦς ἐν τῷ σώματι τῆς χειρὸς κατεξανασταίη, ἢ καὶ ταύτην εἰς τὴν οἰκείαν διακονίαν βιάσοιτο, οὐδὲ ἡ χεὶρ σύμ‐ πασα τῷ μικροτάτῳ δακτύλῳ τῆς οἰκείας ἐνεργείας
25ἐπιθήσει τὸ ἄχθος· ἀλλ’ ἕκαστον τῶν μελῶν ἣν ἔλαχε παρὰ τῆς φύσεως δύναμιν, ταύτην ἐνεργεῖ διαβα‐ στάζων τὰ ἀσθενέστερα. Ταύτης τῆς τάξεως ἐν πνευματικῷ συστήματι φυλασσομένης, δειχθήσεται, ὅτι ὄντως ἐσμὲν σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους,
30τὴν ἁρμονίαν τῆς συναφείας καὶ τὴν πρὸς ἀλλήλους ἀστασίαστον ἕνωσιν διαπαντὸς φυλάττοντες.
32tΚΕΦΑΛΑΙΟΝ ΛΓʹ.
33nὍτι οὐ χρὴ τοὺς προεστῶτας τοῖς ἀποστατοῦσι
34nτοῦ οἰκείου ἀθροίσματος ἀσκηταῖς παῤῥησίας
35nμεταδιδόναι, ἢ τούτους εἰς κοινωνίαν βίου
36nδέχεσθαι.
37 Χρὴ μέντοι καὶ τοὺς τῶν πνευματικῶν συστη‐ μάτων ἀφηγουμένους, τὴν πρὸς ἀλλήλους ἀσκοῦν‐ τας εὔνοιαν, καὶ τὴν ἀλλήλων οἰκειουμένους φρον‐
40τίδα, μὴ καταλύειν τὰ ἀλλήλων σπουδάσματα, μηδὲ ἁπλῶς καὶ ἀβασανίστως τοὺς ἀποστατοῦντας τῶν ἀδελ‐ φῶν ἀλλήλων ἀνθυποδέχεσθαι. Τοῦτο γάρ ἐστι σύγχυσις παντελὴς, καὶ διάλυσις, καὶ τοῦ πνευματικοῦ ἔργου καθαίρεσις. Οἱ μὲν γὰρ συνετώτεροι τῶν ἀδελφῶν
45τῷ τοῦ Θεοῦ φόβῳ κρατούμενοι, βεβαίως τῷ καλῷ περιμένουσιν· οἱ δὲ νωθέστεροι καὶ ῥᾳθυμότε‐ ροι καὶ ὑπὸ τῆς περὶ ἀνθρώπους αἰδοῦς, καὶ τῆς ἐπηρτημένης ἐξ ἀνθρώπων ἀνάγκης πρὸς τὸ καλὸν παιδαγωγοῦνται καὶ διευθύνονται. Ἂν τοίνυν ὁ ῥᾳ‐

31

.

1421

(50)

θυμότερος ἴδῃ ἐξὸν αὐτῷ μετὰ ἀδείας ἀποφεύγειν τοὺς ἐν τῷ ἅπαξ αἱρεθέντι συστήματι πόνους, καὶ μεθίστασθαι πρὸς ἑτέραν καταγωγὴν, καὶ βιοῦν
ἀφυλάκτως καὶ ἀκρατῶς, εὐκόλως ἀποῤῥαγήσεται,1420

31

.

1424

καὶ τῆς αὐτοῦ ἀπωλείας ἔνοχος ὁ προχείρως ὑπο‐ δεχόμενος ἔσται. Καὶ τὸ κακὸν τοῦτο προβαῖνον πολλάκις καὶ τοὺς καλῶς ὁδεύοντας τῆς ὀρθῆς ὁδοῦ καὶ δικαίας ἐξίστησι· καὶ ἡ τῶν πάντων ἀπώλεια
5ἐπὶ τὸν διδόντα τὰς ἀφορμὰς τοῖς ὀλισθήμασι σω‐ ρευθήσεται. Ἵνα οὖν μὴ τοῦτο γένηται, τοὺς ἀπο‐ στατοῦντας τῶν ἀδελφῶν ἢ νουθετῶμεν καὶ ἐπαν‐ άγωμεν ὅθεν ἐξέβησαν, ἢ μὴ πειθομένους ἡμῖν φυ‐ λαττώμεθα, καὶ τὴν συντυχίαν αὐτῶν παραιτώμεθα,
10καὶ τοῖς ἀδελφοῖς πᾶσι τοῦτο παρεγγυῶμεν· ὥστε ἢ αὐτοὺς γοῦν ἐκείνους σωφρονισθέντας τῇ τοι‐ αύτῃ ἀποστροφῇ ἐπανελθεῖν ἐπὶ τὴν οἰκείαν μάνδραν, καὶ ὑπὸ τῷ ἀποκληρωθέντι ποιμένι ποιμαίνεσθαι, ἢ εἰ ἐκεῖνοι ἐμμένοιεν τῇ ἀθετήσει τῆς πνευματικῆς
15κοινωνίας, τοὺς γοῦν λοιποὺς θεασαμένους ὅπως βδελυκτοὶ γεγόνασι, σωφρονισθῆναι τῷ ὑποδείγματι, καὶ φεύγειν τὴν μίμησιν τὴν αἰσχύνην ἀποδιδρά‐ σκοντας. Ὅτι δὲ οὐκ ἐμοὶ ταῦτα λόγοι, ἀλλ’ ἐναργεῖς λό‐
20γοι τοῦ Πνεύματος, αὐτὰ τὰ Παύλου ῥήματα παρα‐ θήσομαι, δι’ ὧν τοὺς ἀκρατῶς βιοῦντας ἐκόλασε μετὰ τῶν ἄλλων καὶ τοὺς μεθύοντας καὶ τοὺς λοιδόρους ἐπιτιμίοις ὑποβάλλων. Ἐὰν γάρ τις ἀδελφὸς ᾖ πόρνος, φησὶν, ἢ λοίδορος, ἢ μέθυσος, τῷ
25τοιούτῳ μηδὲ συνεσθίειν. Καὶ πάλιν ἑτέρωθι περὶ τῶν μηδὲν ἐργαζομένων, ἀλλὰ περιεργαζομένων, ἔλεγε· Τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμί‐ γνυσθε αὐτῷ. Ὅτι δὲ ὁ τὰς ἐπὶ τοῦ Πνεύματος συμβάσεις παρασπῶν τὰ χείρονα τῶν λοιδόρων, καὶ
30τῶν μεθυόντων, καὶ τῶν ἐν ἀργίᾳ διατελούντων τολ‐ μᾷ, παντί που δῆλόν ἐστιν. Ὥστε ἀκολούθως ὁ λόγος τοὺς καταλύοντας τὴν πνευματικὴν εὐταξίαν τῆς ὁμιλίας τῶν φυλαττόντων αὐτὴν εἶρξαι καὶ ἀποκω‐ λῦσαι παρεγγυᾷ. Τότε δὲ μόνον ἀνεπιτίμητον
35προσήκει μένειν ἀδελφοῦ χωρισμὸν, ἡνίκα ἂν κρίσει τοῦ προεστῶτος ἐπ’ οἰκονομίᾳ τινὶ γένηται.
37tΚΕΦΑΛΑΙΟΝ ΛΔʹ.
38nὍτι οὐ χρὴ τὸν ἐν συστήματι πολιτευόμενον
39nἀσκητὴν ἰδίᾳ τι κεκτῆσθαι τῶν ὑλικῶν.
41 Προσήκει μέντοι τὸν ἀσκητὴν, τὸν τὴν προ‐ εκτεθεῖσαν κοινωνίαν ἑλόμενον, πάσης ἰδιαζούσης τῶν ὑλικῶν κτήσεως ἐλεύθερον εἶναι. Εἰ γὰρ μὴ τοῦτο ποιεῖ, πρῶτον μὲν τὴν ἀκριβῆ κοινωνίαν διέφθειρε
45τῷ τῆς κτήσεως ἰδιάζοντι· ἔπειτα δὲ καὶ ἀπιστίας καθ’ ἑαυτοῦ μεγάλα ἐξήνεγκε δείγματα, ὡς ἀπι‐ στῶν τῷ Θεῷ, ὅτι τοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ συν‐ ηγμένους οὐ διαθρέψει· καὶ οὐκ ἀκούσας παρὰ τοῦ
προφήτου Δαβὶδ λέγοντος· Νεώτερος ἐγενόμην, καὶ1422

31

.

1425

γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλε‐ λειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους, ἢ τοὺς νοητοὺς τῆς φρονήσεως, ἢ τοὺς αἰσθητοὺς, οἷς τὸ σῶμα τρέφεται. Εἰ γὰρ ἔνθα δύο ἢ τρεῖς
5συνηγμένοι εἰσὶν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ, ἐν μέσῳ αὐτῶν ἐστι, πολλῷ μᾶλλον ἔνθα πολὺ πλέον καὶ πολυανθρωπότερον ἄθροισμα. Ἢ τοίνυν οὐδὲν ἐλλείψει τῶν ἀναγκαίων, Χριστοῦ παρόντος ἡμῖν, εἴπερ μηδὲ τοῖς Ἰσραηλίταις ἐν τῇ ἐρήμῳ τῶν χρη‐
10σίμων ἔνδεια γέγονεν· ἢ εἰ καὶ λείψειε πρὸς δοκιμασίαν ἡμῶν, βέλτιον ἐνδεῶς ἔχειν καὶ εἶναι μετὰ Χριστοῦ, ἢ δίχα τῆς ἐκείνου κοινωνίας πᾶσι τοῖς κατὰ τὸν βίον πλουτεῖν. Οὐ μέχρι τούτου δὲ τὴν βλάβην ἡ τοιαύτη κτῆσις ἵστησιν, ἀλλὰ ποῤῥωτέρω
15προάγει. Ὁ γὰρ ἴδιόν τι ἔχειν ἐσπουδακὼς οὐδὲν ἕτε‐ ρον ἢ χωρισμὸν καὶ ἀποστασίαν μελετᾷ. Ὁ γὰρ μὴ πρὸς τοῦτο βλέπων τί ἂν καὶ κτήσαιτο; εἰδὼς, ὅτι τῇ τοῦ Χριστοῦ χάριτι οἱ αὐτοῦ δοῦλοι ἐν ἀφθονίᾳ πάντων τῶν ἀναγκαίων διατελοῦσιν ἀεί. Πρόδηλος
20οὖν ἐστιν ὁ τοιοῦτος ἀποκοπὴν καὶ νέκρωσιν τῆς οἰ‐ κείας ψυχῆς μελετῶν, καὶ τοῖς βραχέσιν ὀβολοῖς τὴν οἰκείαν σωτηρίαν ἀποδιδόμενος, καὶ (δότε μοι τολμῆ‐ σαι μικρὸν) δεύτερός τις Ἰούδας γενόμενος, ἀπὸ κλοπῆς ἀρχόμενος (κλοπὴ γὰρ ἡ ἰδιάζουσα κτῆσις),
25καὶ καταστρέφων εἰς προδοσίαν· προδίδωσι γὰρ καὶ αὐτὸς τὸν τῆς ἀληθείας λόγον, ὥσπερ ἐκεῖνος τὸν Κύριον. Ὅταν γὰρ ὁ μὲν κανὼν τοῦ βίου ἔχῃ μηδὲ χωρίζεσθαι τοῦ συστήματος ᾧ συνήφθημεν, μηδὲ ἰδιά‐ ζουσάν τινα κτῆσιν περιποιεῖσθαι, μηδὲ ὅλως λαθραῖόν
30τι διαπράττεσθαι, ἢ ἐπὶ βλάβῃ τῶν ἀδελφῶν πονη‐ ρὸν ὑπόδειγμα τοῖς σωζομένοις γενόμενον· εἶτα, παριδών τις τὸν φόβον τοῦ Θεοῦ, καὶ τοὺς θεσμοὺς τοῦ ἁγίου Πνεύματος, πρῶτον μὲν νοσφισμὸν (νοσφι‐ σμὸς γάρ ἐστιν ἡ ὁπωσοῦν καὶ ὁθενοῦν ἰδιάζουσα
35κτῆσις), ἔπειτα δὲ καὶ ἀπόστασιν ἐννοήσας καὶ χωρισμόν· πῶς οὐχὶ τὸν λόγον τῆς ἀληθείας προδέ‐ δωκε, καὶ δεύτερος Ἰούδας γεγένηται, κατὰ τὸ ἐγχω‐ ροῦν προδιδοὺς τὴν ἀλήθειαν; Χρὴ τοίνυν παντὶ τρό‐ πῳ φεύγειν ἰδίᾳ τι κεκτῆσθαι παρὰ τὰ κοινῇ
40πᾶσιν ὁμοῦ ποριζόμενα· καὶ οὐ ταύτῃ μόνον ἀκηλί‐ δωτον τηρεῖν τὴν διάνοιαν, ἀλλὰ καὶ τὸν ἔνδον ἄνθρω‐ πον πάντων μολυσμῶν ἐκκαθαίρειν· τοῦτο μὲν λο‐ γισμῶν ἀκαθάρτων καὶ πονηρῶν, τῶν ἐπιθολούντων τὸ ἔνδον τοῦ Πνεύματος καταγώγιον· τοῦτο δὲ
45δόλου, καὶ ὑποκρίσεως, καὶ βασκανίας, καὶ ἔριδος, τῶν τὴν ἀγάπην πρόῤῥιζον ἀνασπώντων, καὶ τὸν Θεὸν
τῆς τῶν τοιούτων ψυχῆς ἐλαυνόντων. Εἰ γὰρ ὁ Θεὸς1424

31

.

1428

ἀγάπη ἐστὶν, ὁ τὴν ἀγάπην οὐκ ἔχων τῆς θείας ἐστέ‐ ρηται χάριτος.
5 Ἐν ταπεινοφροσύνῃ δὲ πάσῃ, καὶ ἁγιασμῷ, καὶ ἑτοιμότητι τῇ περὶ τὰς ἀγαθὰς πράξεις τὴν ἑαυτοῦ ψυχὴν ἕκαστον συντηροῦντα, πρὸς τὰ παρόντα συγ‐ κλείειν τὸν λογισμὸν, σκοπούμενον, ὅπως ἂν μὴ, κατὰ τὸν παρόντα καιρὸν, τινὸς τῶν τοῦ Θεοῦ
10θελημάτων διαμαρτήσῃ, καὶ τὴν ἔνστασιν τῆς πολι‐ τείας σπαράξῃ. Ἡ γὰρ τοιαύτη κατάστασις τῆς ψυ‐ χῆς παντὸς μὲν μετεωρισμοῦ ἀπαλλάξει ἡμᾶς, ἐν εὐ‐ λαβείᾳ δὲ καὶ ἑδραίῳ φρονήματι πᾶσι τοῖς καλοῖς παρασκευάσει συνέπεσθαι, τοῦτο καὶ πρὸ πάντων
15ἐν τῇ ψυχῇ καθιδρύοντας, ὅτι ὁ Θεὸς ἀγαθὸς, καὶ πάντων ἀγαθῶν αἴτιος, κακοῦ δὲ οὐδ’ ὁπωστιοῦν οὐ‐ δενὸς, κἂν ἡμεῖς πρὸς τὴν χρείαν τῆς διορθώσεως δριμυτέρας τῆς θεραπείας γευσώμεθα. Ἰατρὸς γὰρ ὢν ὁ Θεὸς τῶν ἀνθρωπίνων ψυχῶν, πρὸς τὴν φύσιν
20τῶν νοσημάτων τὴν τῶν φαρμάκων κίρνησι δύναμιν ἱκανὴν, ἐκκαθάρας βαθυτάτην κακίαν, ὅταν τού‐ του δεήσειε. Τοῦτο γοῦν εἰδότες σαφῶς, εὐχαριστῶμεν ἀεὶ, κἂν σφοδροτέρας τῆς θεραπείας ἐπαισθανόμεθα, τὰς ὀλιγωρίας καθαιρόμενοι. Τὸ δὲ διὰ πειρα‐
25σμῶν καὶ δοκιμασίαν ὑπομένειν ὀλίγων σφόδρα καὶ Ἀβραμιαίων ἀνθρώπων. Ταῦτα μὲν οὖν ὅσα ἡ τοῦ Θεοῦ χάρις τῇ ταπεινότητι τῆς ἡμετέρας διανοίας ἐπεχορήγησεν εἰς παράκλησιν ὑμῶν τῶν τὸν κοι‐ νωνικὸν βίον ἀσπασαμένων. Οὗπερ, ὡς ὁ λόγος ἐδή‐
30λωσε, καὶ ἡ ἡμετέρα κατεῖδε διάνοια, οὐδὲν οὔτε λαμπρότερον, οὐδὲ χαριέστερον, οὔτε ὑψηλότερον εὑ‐ ρεθείη ἂν ἐν ἀνθρώποις πολίτευμα. Ἐπειδὴ δὲ καὶ τοῖς τῷ μοναδικῷ βίῳ προσέχουσι τὴν ἐνοῦσαν παράκλησιν εἰσηνέγκαμεν, εἷς δὲ καὶ ὁ αὐτὸς ἑκατέ‐
35ροις σκοπὸς, τὸ εὐαρεστῆσαι τῷ Χριστῷ, καὶ συγγενῆ τὰ περὶ τούτων παιδεύματα, κἀκείνων τὸν λόγον ἐπίωμεν. Ἴσως γάρ τι κἀκεῖθεν τούτῳ τῷ λόγῳ συν‐ εισενεχθήσεται χρήσιμον, λαμπρύνειν ἐπιπλέον καὶ
διακοσμεῖν τὴν πολιτείαν δυνάμενον.1426