TLG 2040 073 :: BASILIUS :: Oratio pro inimicis et amicis [Sp.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Oratio pro inimicis et amicis [Sp.]

Citation: Volume — page — (line)

31

.

1685

(1t)

ΕΥΧΗ ΕΤΕΡΑ ΤΟΥ ΑΥΤΟΥ.
4Ἀνεξίκακε βασιλεῦ καὶ ἀίδιε, ὁ διὰ τὴν ἐκ ξύλου
5κατάκρισιν ἐπὶ ξύλου ἀρθεὶς, καὶ τοῖς ἀκολουθεῖν σου τοῖς ἴχνεσιν αἱρουμένοις μακροθυμίας σαυτὸν ὑπόδειγμα παρασχόμενος, ὃς ὑπὲρ τῶν σταυρούντων σε θεομάχων ἔντευξιν προσήγαγες τῷ συνανάρχῳ Γεννήτορι αὐτός· φιλάνθρωπε Κύριε, καὶ οἷς δι’
10ἀπεχθείας ἐσμὲν ἢ ἐπιβουλεύουσιν, ἢ λοιδορουμένοις, ἢ ἐπηρεάζουσιν, ἢ βασκαίνουσιν, ἢ καθ’ οἷον δή τινα τρόπον ἐξ ἐπιβουλῆς καὶ ἐπηρείας τοῦ φιλαπεχθή‐ μονος δαίμονος μισοῦσι καὶ ἀποστρεφομένοις, συγ‐ χώρησον τὸ τῆς εἰς ἡμᾶς παροινίας πλημμέλημα, με‐
15τάβαλε τὰς γνώμας αὐτῶν ἐκ κακοηθείας εἰς ἐπιεί‐ κειαν. Ἔμβαλε ταῖς καρδίαις αὐτῶν ἄδολον ἀγάπην καὶ ἀνυπόκριτον· σύνδησον ἡμῖν αὐτοὺς ἐν ἀῤῥήκτοις δεσμοῖς εὐνοίας πνευματικῆς· καὶ τῆς ἀκηράτου σου ζωῆς, οἷς οἶδας λόγοις, κοινωνοὺς ἀποτέλεσον· τοὺς
20δὲ ἀγαπῶντας ἡμᾶς, ἢ καὶ εἰς τὰς σωματικὰς χρείας διὰ τὸ σὸν διακονοῦντας ἅγιον ὄνομα, ταῖς πλουσίαις σου δωρεαῖς ἀντάμειψαι, καὶ τῆς λήξεως τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων ἀξίωσον. Καὶ τοῖς τῆς ἀσθενείας ἡμῶν ἐν ἀγαθῇ διαθέσει μεμνημένοις, ἢ
25καὶ ὑπερευχομένοις, δαψιλῆ τὴν χάριν σου ἐπιβρά‐ βευσον· τοῖς ἐντειλαμένοις τῇ ἡμετέρᾳ ταλαιπώρῳ ἀναξιότητι ὑπὲρ αὐτῶν εὔχεσθαι τὰ ὠφέλιμα χάρι‐ σαι, καὶ τὰ πρὸς σωτηρίαν αἰτήματα παράσχες, καὶ πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμοὺς αὐτοῖς
30ἐξαπόστειλον. Πάντας, εὔσπλαγχνε, τοὺς ἐπὶ σοὶ πε‐ ποιθότας ἐλέησον, πάντας εἰς τὴν θείαν σου ἀγάπην ἕλκυσον. Πρόστηθι πάντων, καὶ ἀντιλάβου, σὺν ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀχρείοις δούλοις σου, καὶ τῆς σῆς βασιλείας κληρονόμους ἀπέργασαι. Σὸν γάρ
35ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, ὅτι
σοῦ ἐστι τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.1685