TLG 2040 072 :: BASILIUS :: Sermo de contubernalibus [Sp.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Sermo de contubernalibus [Sp.]

Citation: Volume — page — (line)

30

.

812

(26t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
27tΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
28tΛΟΓΟΣ ΠΕΡΙ ΤΩΝ ΣΥΝΕΙΣΑΚΤΩΝ.
32 Ἀρξώμεθα καὶ ἡμεῖς λαλῆσαι, ταῖς τῶν ἁγίων Χριστοῦ δούλων εὐχαῖς δι’ ἁγίου Πνεύματος ὑπὸ τοῦ μονογενοῦς τοῦ Θεοῦ Υἱοῦ Χριστοῦ τοῦ Κυρίου
35ἡμῶν ἐνδυναμούμενοι, ῥήματα εὐσεβείας καὶ σω‐ φροσύνης. Ἀποφθεγξώμεθα λόγους χάριτος καὶ ἀληθείας ὑπὸ τῆς μεγάλης ἐνδυναμούμενοι χάριτος. Ἀνοίξαντες τὸ στόμα ἐν Χριστῷ προκομίσωμεν θησαυρόν τινα μικρὸν ἐναποκείμενον τῇ καρδίᾳ
40ἡμῶν, μικρὸν μὲν τῇ αἰσθητῇ ὑποστάσει, μέγαν δὲ τῇ νοητῇ φύσει· καὶ προβάλωμεν χρυσίου καθαροῦ στατῆρα, καὶ καθαρίσαντες τοῦτον, ὥσπερ ἐν χω‐ νευτηρίῳ, τῷ εἰλικρινεῖ φρονήματι, τηλαυγέστατον
πᾶσιν ὑμῖν ἐπιδείξωμεν. Πρόθυμος γὰρ ὁ νοῦς, καὶ812

30

.

813

τὸ πνεῦμα πρόθυμον, ἀσθενὴς δὲ ἡ σάρξ. Ἤθελον γὰρ εἶναι δυνατὸν ὑπὲρ τῶν ὑπερτάτων ἀκρωτηρίων ἐπιστάντα σαλπίσαι με ὥσπερ διὰ τοῦ στόματος, καὶ βροντῆς δίκην κατὰ πάσης ἐξαπο‐
5στεῖλαι τῆς οἰκουμένης τὰ τῆς σωφροσύνης ῥήματα, ὅπως εἰς μαρτυρίαν ἔσονται πᾶσι τοῖς παραφθεί‐ ρουσι τὴν ἀλήθειαν. Ἀλλ’ ἀδύνατον τὸ πρᾶγμα· ἄν‐ θρωπος γάρ εἰμι ὀλιγόβιος, καὶ εὐτελὴς μὲν τὴν ἡλικίαν, μικρὸς δὲ τὴν φωνὴν, καὶ ἄλλως δὲ τα‐
10πεινὸς τὴν ψυχὴν, πολλαῖς ἁμαρτίαις ἐμπεφυρμέ‐ νος. Ἀλλὰ κἂν βροντῆς δίκην εἰς ὕψος ἐπάρω τὴν φωνὴν, καὶ βοήσω μεγάλα, οὐκ ἀκουσθήσομαι. Χριστὸς γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, ὁ πήξας τοὺς οὐρανοὺς ὡσεὶ καμάραν, καὶ θεμελιώσας τὴν
15γῆν ἐπὶ τῶν ὑδάτων, καὶ στερεώσας τὴν θάλασσαν· ὁ πῦρ, καὶ θεῖον, καὶ γέενναν, καὶ φόβον, καὶ τρόμον αἰωνίων κριτηρίων ἑτοιμάσας τοῖς ἁμαρτά‐ νουσιν, οὗτος δι’ Εὐαγγελίων βοῶν καὶ παραγγέλλων παρακούεται. Ἀπόστολοι δ’ αὖ πάλιν ἅγιοι,
20τέλειοι τοῦ Χριστοῦ μαθηταὶ, καὶ υἱοὶ βροντῆς ὀνο‐ μασθέντες, δι’ ἐπιστολῶν γράφοντες καὶ παρακα‐ λοῦντες καταφρονοῦνται· ἀλλ’ οὔτε προφῆται ἅγιοι τοῦ Θεοῦ, οὔτε νόμος, οὔτε ἄνθρωποι νουθετοῦντες ἐντρέπουσι· καὶ τίς ἄλλος δυνήσεται ἄρα τὸ τηλι‐
25κοῦτον ἀπηνὲς διορθώσασθαι καὶ ἀνήμερον πρᾶγμα; Ὅτε λοιπὸν τραῦμα κατὰ πάσης γέγονε τῆς οἰκου‐ μένης, καί μοι δοκεῖ πολλοὺς λόγους καυτήρων δί‐ κην προσάπτειν τῷ πάθει. Ἐπικέχυται γὰρ τὸ νόσημα, καὶ κεκράτηκε πλείστων, ἵνα μὴ πάντων
30λέγω, καὶ ὥσπερ ἀχλὺς σκοτεινοτάτη ἐπέσχε τῶν πολλῶν τὸ βλεπτικὸν τῆς διανοίας. Ἐγὼ δὲ ἐρῶ μετὰ παῤῥησίας, λαμπάδα εὐσεβείας διὰ στόματος ῥήμασιν ἁγίοις ἐξάπτων, καὶ σεμνὰ τρόπων ἀρετῆς παραδείγματα διηγούμενος, μὴ ἄνθρωπον εὐλαβού‐
35μενος, ἀλλὰ πρὸ ὀφθαλμῶν ἔχων τὸν ἀπροσωπο‐ λήπτως κρίνοντα ζῶντας καὶ νεκροὺς, καὶ οὐ βουλό‐ μενος κοινωνὸς γενέσθαι τῶν ἐν τῷ κακῷ δικτύῳ σαγηνευθέντων, ὅπως δίκην ἡλίου ὁ λόγος τὰς ἀκτῖ‐ νας ἐκπετάσας, διαλύσῃ τὸ ζοφῶδες τῆς διανοίας τῶν εἰσακουόντων ἐκ καθαρᾶς καρδίας, καὶ τὸ πάθος
40παύσῃ ταῖς αὑτοῦ μαρμαρυγαῖς. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυ‐ ρία, φησὶν ὁ θεῖος Ἀπόστολος· ἀληθῶς ῥίζα πολ‐ λοὺς κλάδους πονηρίας ἐκφέρουσα, δι’ ἣν τὰ πάντα ἐν τῷ πονηρῷ βίῳ ἐπιτελεῖται. Ῥίζα δὲ πάντων
45τῶν κακῶν ἡ φιλογυνία, καὶ ἡγεμὼν τῆς ἀπωλείας, ἡ τῶν ἀγαπητρίδων λέγω δὴ μανία, ῥίζα ἀπώλειαν βλαστάνουσα, καὶ ἐξανθοῦσα μανίαν. Ἰουδαϊκὴ γὰρ τυγχάνει ἐκ Σοδόμων μετενεχθεῖσα, καθότι ὕπουλόν τινα καὶ πεποιημένην τῆς ἔξωθεν ἐπιπλάστου ἀγά‐

30

.

813

(50)

πης τὴν φαντασίαν κέκτηται. Καί μοι λαβὼν κόμιζε λοιπὸν εἰς μέσον τὸ τοῦ Ἀποστόλου λόγιον ἐκεῖνο, τὸ φάσκον· Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ Κηφᾶς; ᾧ ἐπερείδονται οἱ τῷ τῆς ταλαιπωρίας
55πάθει δεδουλωμένοι, τὸ καλῶς πρὸς ὠφέλειαν γρα‐
φὲν, τῇ ἑαυτῶν ματαιοφρονίᾳ πρὸς ἀπώλειαν ψυ‐814

30

.

816

χῶν ἐκλαμβάνοντες. Καὶ ἐξετάσωμεν παράλληλα τοῖς ἀποστόλοις, καὶ τοῖς νῦν πιστεύουσι τὰ πρατ‐ τόμενα. Τίς ἦν ὁ γράφων πρῶτον μάθωμεν, καὶ εἰ δι’ ἐπιστολῆς ὁ μακάριος Ἀπόστολος ἐπέτρεψε, καὶ
5οὐχὶ μᾶλλον ἐκώλυσεν αὐτοὺς, ἑαυτὸν τύπον παρ‐ εχόμενος πᾶσιν ἡμῖν· οἴδαμεν γὰρ αὐτὸν μετὰ ἀν‐ δρῶν εὐλαβεστάτων πάντα τὸν χρόνον ἀναστραφέντα, καὶ οὐχὶ μετὰ γυναικῶν ἀπρεπεστάτων διάγοντα· οὔτε κἂν αἰδοῦνται τοῦτο λέγοντες. Αἰσχύνην κατα‐
10χεέσθωσαν οἱ ἑαυτοὺς Πέτρῳ τῷ πρωτοστάτῃ τῶν ἀποστόλων, καὶ κλειδούχῳ τῆς βασιλείας τῶν οὐ‐ ρανῶν συγκρίνοντες, καὶ φάσκοντες· Εἰ ἐκεῖνος εἶχεν ἀγαπητὴν, καὶ ἡμεῖς τοῖς ἐκείνου ἴχνεσιν ἐπακολουθοῦμεν. Καὶ τάχα καλῶς ἔχεις. Ἔγειρόν
15μοι γοῦν ὡς αὐτὸς τὴν Ταβιθὰν ἐκ νεκρῶν διὰ τῆς πίστεως τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἵνα πιστεύσω σοι, ὅτι καὶ σὺ πνευματοφόρος εἶ, ἐκ‐ πεπλησμένος θείας δυνάμεως. Ἐξέλασόν μοι τοὺς δαίμονας, οὓς ἐκεῖνος ἐξήλασε, τὰς νόσους, καὶ τὰς
20ἑτέρας ἔργασαι θεραπείας, ὅσας ἐπετέλεσεν ἐκεῖνος ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐῶ γὰρ τἄλλα. Ὅταν μοι δείξῃς, τότε σοι πιστεύσω, ὅτι οὐ πυροῦσαι πρὸς τὸ θηρίον. Ἢ οὐκ ἀκούεις τί λέγει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι Ὁ ἐμ‐
25βλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοί‐ χευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ; Ἢ μῦθός σοι καταφαίνεται τὰ τοῦ Εὐαγγελίου ῥήματα; Ὁρᾷς, ὅπως οὐ μόνον τὸ πράττειν ἐκώλυσεν, ἀλλὰ καὶ τὸν χαρακτῆρα τῆς ὄψεως ὁρᾷν ἀπέτρεψεν, εἰδὼς ὅτι
30σκάνδαλον τῇ τοῦ ἀνδρὸς ψυχῇ τὸ ἔνεδρον; Ἀλλά σοι τῷ πάσχοντι παίγνιον καταφαίνεται τὸ πρᾶγμα· ἐπήρωσας γάρ σου τὸ φρόνημα τῇ ἀναισχυντίᾳ, προσωπείου δίκην τῷ προσώπῳ σου ἐμπεριθέμενος· ἀγνοεῖς γὰρ ἡλίκῳ ναυαγίῳ περιπέπτωκας. Ἐπαν‐
35έλθωμεν ἐπὶ τοὺς τῶν ἁγίων προφητῶν χαρακτῆρας, ὅπως τὸν ἅπαντα χρόνον τῆς ζωῆς ἐν ὄρεσι καὶ σπηλαίοις διέτριβον, οὐ μόνον τοῦ ὁρᾷν γυναῖκα ἀπαλλαττόμενοι, ἀλλὰ γὰρ καὶ τοῦ ἐνθυμεῖσθαι. Ἢ καὶ τοῦτό σοι πάντως λῆρος καταφανήσεται; Βλέπω
40γάρ σε καὶ ἀντιθέσεσι πολλῶν λόγων κενῶν σαυτὸν παραμυθούμενον. Μνήσθητι τῆς ἐκ τοῦ παραδείσου ἐκβολῆς, καὶ τοῦ ὀλέθρου τοῦ κατακλυσμοῦ, καὶ τῆς τῶν Σοδομιτῶν καταστροφῆς, ὅτι διὰ γυναῖκα πάντα τὰ κακὰ ἐξ ἀρχῆς μέχρι τέλους γίνεται, τῆς
45τοῦ Σαμψὼν τοῦ δικαίου προδοσίας, καὶ τῆς τοῦ Ἰωσὴφ ἐκείνου τοῦ ἐναρέτου ἐπιβουλῆς. Μνημόνευσον τῆς τοῦ ἐκλεκτοῦ γένους τῶν Ἰουδαίων ἀπωλείας. Εἰ δὲ ταῦτά σε οὐ πείθει, Σολομὼν ὁ σοφός σε πεισάτω ὧδέ πη λέγων· Οἶνος καὶ γυνὴ ἀποστήσουσι

30

.

816

(50)

καρδίας σοφῶν. Σοφῶν, εἶπεν, ἵνα μὴ καὶ τούτῳ παρενθῇς τι, καὶ εὐτελῶς φρονήσῃς περὶ τοῦ ῥητοῦ. Ὁ γὰρ οἶνος εἰς τὸν ἄνθρωπον εἰσδύνων, καὶ κά‐ ρωσιν μέθης ἐν αὐτῷ ἐργαζόμενος, ὥσπερ ποταμὸς πλημμυρῶν, ὅλον τὸ φρόνημα τῷ ἑαυτοῦ ῥοιζήματι
55παρασύρει, καὶ εἰς μανίαν ἄγει τὸν ἄνθρωπον. Τὰ αὐτὰ καὶ ἡ γυνὴ τῷ οἴνῳ διαπράττεται κατὰ τοῦ
ἀνθρώπου. Διὸ δὴ καὶ ὁ παροιμιαστὴς παρεπλησίασε816

30

.

817

τὸν οἶνον τῇ γυναικί· καὶ πάντες δὲ οἱ προφῆται διαφόροις κακοῖς καὶ θηρίοις ἰοβόλοις παρεπλησίασαν τὸ γένος τῶν γυναικῶν, τὸ ἀπόλλον τὰς ψυχὰς τῶν ἀνθρώπων. Ἀλλ’ οὐδὲ ταῦτά σε πείθει· παίγνιον γὰρ ὡς ἔοικε πάντα σοι καταφαίνεται. Ἔβυσας γὰρ ὡσεὶ
5ἀσπίδος κωφῆς τὰ ὦτά σου, μὴ εἰσακούων τῶν θείων Γραφῶν. Καὶ λοιπὸν δὲ καὶ αὐτὸς εἰς θηριώδη τρόπον μετήλλαξάς σου τὴν φύσιν, τῇ τοῦ θηρίου συνοικίᾳ ὁμότροπος αὐτῇ γενόμενος· ἧς τὰ μὲν ῥήματα εὔλαλα, καὶ ἡ φωνὴ ἡδεῖα, ἡ δὲ ψυχὴ ἀγρία,
10καὶ τὸ φρόνημα δρακόντων, καὶ ἡ προαίρεσις ἑρπη‐ στικῶν, καὶ τὸ βλέμμα πυρίπνουν, καὶ τὸ φίλημα ἰοβόλον· καὶ ἀγὼν αὐτῇ, ὅπως τῇ τῶν λόγων κολα‐ κείᾳ, καὶ τῇ τῆς προσόψεως ἀπάτῃ, καὶ τῇ τοῦ φιλήματος προσβολῇ ἐκπτύσῃ τὸ θηρίον τὸν ἰὸν εἰς
15τὸν τοῦ ἀθλίου λάρυγγα. Παρασύρει γοῦν λοιπὸν τὴν διάνοιαν, καὶ καροῖ τὸ φρόνημα, καὶ αὐτὸ τὸ ἡγε‐ μονικὸν ἀκρωτηριάζει, καὶ ἐξίστησι τὸν νοῦν· καὶ ὥσπερ τὰ φάρμακα τὰ διδόμενα πρὸς ἀναίρεσιν τοῖς ἀνθρώποις, σκοτοῖ τὴν σύνεσιν, καὶ ὅλον τὸν
20ἄνθρωπον εἰς ἀναισθησίαν παρασύρει τῇ τοῦ δηλη‐ τηρίου ἀποτομίᾳ, τῷ αὐτῷ λόγῳ καὶ ἡ γυνὴ διὰ τοῦ φιλήματος καταβλάπτει τὸν λογικὸν ἄνθρωπον ἀλόγῳ ὁρμῇ ὑπαχθέντα, καὶ τὸ διὰ πολλῶν χορδῶν καὶ ἀρετῶν συγκείμενον κινητικὸν ὄργανον, τὸ αὐτ‐
25εξούσιον, τὸ θεοειδὲς τῆς ψυχῆς, δι’ ἑνὸς δολεροῦ ῥή‐ ματος, ἢ χειλέων συρίσματος, ἢ ὀφθαλμῶν νεύμα‐ τος, ὥσπερ τι ἄψυχον ὄργανον ὧδε κἀκεῖσε ὅπου βούλεται περιφέρει, καὶ ὥσπερ θάλασσα κυμαί‐ νουσα, ὅλον τὸ σῶμα ταῖς αὑτῆς ὁρμαῖς παρασύρει.
30Καὶ ἔστιν ἰδεῖν λοιπὸν τὸν ἄθλιον, τὸν ἐλεεινὸν, τὸν παντὸς οἴκτου ἄξιον, τὸν συνετὸν ἐν φρονήσει, τὸν εἰς ἄκρον γραμματικῆς ἐπιστήμης ἔμπειρον, καὶ σοφιστικῆς τεχνίτην διδασκαλίας, τὸν ἰατρικῆς μετ‐ έχοντα ἐπιστήμης, τὸν παντοίων ἔμπειρον γραμ‐
35μάτων, ἢ καὶ τῶν θείων λόγων ἀναγνώσει ἑαυτὸν ἐπιδεδωκότα, καὶ τὸν μονήρη βίον πολλάκις ἐπαν‐ ελόμενον, καὶ Ἐκκλησίας προὔχοντα, ὥσπερ τι ζῶον εὐτελὲς σχοινίῳ δεδεμένον, καὶ ὧδε κἀκεῖ ῥιπιζόμε‐ νον· ἔδησε γὰρ διὰ τῆς ἐπιπλάστου ἀγάπης, μᾶλλον
40δὲ, εἰ δεῖ τἀληθὲς λέγειν, τῆς αἰσχρᾶς. Καὶ γίνεται λοιπὸν ἐπιταφίου θρήνου ὁ τοιοῦτος ἄξιος, καὶ ζῶν κλαιόμενος, καὶ ἀποθανὼν πενθούμενος. Καὶ γὰρ ζῶν ἀπέθανεν, ὥσπερ ἐν τάφῳ τῷ ἰδίῳ σώματι κατοικῶν· καὶ ἀποθανὼν, δισσῶς ἀπέθανε, κρίσει
45γεέννης πυρὸς αἰωνίου κολαζόμενος. Τί νῦν λέγεις, ὦ τῶν ἀθλίων ἀθλιώτερε, ὦ τῆς κακίας γεῖτον; Ποῦ σου τὰ σεμνὰ βαδίσματα; ποῦ σου εἰς ἄκρον παιδεία; ποῦ δὲ ὁ τῆς σοφίας κάματος; ποῦ σου τὸ σεμνὸν τῶν τρόπων; ποῦ τὸ

30

.

817

(50)

εὔτακτον; ποῦ αἱ πλειστάκις ἐπιτελεσθεῖσαι ὑπὸ σοῦ χαμευνίαι τῆς φιλοσοφίας χάριν; ποῦ ἡ σύνεσις; ποῦ τὸ φιλόθεον; ποῦ τὸ φιλόχριστόν σου; Ἀλλὰ τούτων μακρὰν ἐγένου κακῷ θηρίῳ συνοικήσας, μᾶλ‐ λον δὲ ἑαυτὸν εἰς τὸν τῆς ἀπωλείας τάρταρον ἐνέῤ‐
55ῥιψας. Τίς γάρ σε ἠνάγκασεν εἰς τὸ τῆς παρανο‐ μίας ἐργαστήριον εἰσιέναι; Τίς δέ σε ἠνάγκασεν εἰς
τὸν αὐτῆς κόλπον, ὥσπερ εἰς βυθὸν ἀγριαινούσης818

30

.

820

θαλάσσης εἰσδῦναι; Μὴ γὰρ οὐκ ἦσθα αὐτεξούσιος; Αὐτοκατάκριτον σαυτὸν πεποίηκας. Ἐπειδὴ οὐκ ἠβουλήθης πρὸ τῆς τοῦ πάθους ἀκμῆς ἀπολῦσαι ἀπὸ σοῦ τὸ ἀργαλέον, πάντως που ηὐλαβήθης μή
5σου τὰ μυστήρια θριαμβεύσῃ ἐκβληθεῖσα. Τί δὲ αὐτῇ καὶ ἀνετίθου μυστήρια τὰ ἐν σοὶ καλῶς ἀπο‐ κείμενα; Μὴ γὰρ στενοχωρίαν παρεῖχέ σοι ἐν θη‐ σαυροῖς σοφίας σου φυλαττόμενα; Εἶτα τὸν μὲν ὑπὸ τοῦ ἰδίου δεξιοῦ ὀφθαλμοῦ σκανδαλιζόμενον, παρα‐
10κελεύεται ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐ στὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, αὐτὸν δι’ ἑαυτοῦ ἐκκόπτειν τὸ σκανδαλίζον μέλος. Σὺ δὲ ἐχθρὸν καὶ ἐναντίον πρᾶγμα, τὸ μὴ μόνον σκανδαλίζον, ἀλλὰ καὶ θανατοῦν τὴν ψυχὴν, οὐκ ἐκβάλλεις ἀπὸ σοῦ;
15Ἀγαπητὴ γὰρ ἤτω διὰ Χριστὸν ἕως τοῦ χαίρειν· ἐὰν δὲ βλάπτῃ ψυχὴν, μηδὲ τὸ χαίρειν αὐτῇ· μόνον ἐπισκέψασθαι ἀσθενοῦντα, καὶ μὴ τὸν ὑγιαίνοντα σκανδαλίσαι, ἢ ἐν καιρῷ θλίψεως, διωγμοῦ, ἢ ἐν ἐκκλησίᾳ· ἐπειδὴ πάντες εἷς ἐσμεν ἐν Χριστῷ,
20ἀλλὰ νῦν οὐκ ἐσμέν. Διὰ τί; ἐπειδὴ ἡμεῖς οὐ βου‐ λόμεθα, προτιμήσαντες τὴν μισαδελφίαν τῆς φιλ‐ αδελφίας. Μὴ σκανδαλίζετε τὸν κόσμον, οἱ τὰς συν‐ εισάκτους ἔχοντες. Μὴ γὰρ γῆμαί σε ἡ Γραφὴ οὐκ ἐπέτρεψε; Γεγόνατε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι,
25καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ πρόσκομμα. Ἢ ἀντιπί‐ πτειν ταῖς ἁγίαις Γραφαῖς ἐπιχειρεῖτε, καὶ παραζη‐ λοῦτε τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐστε; Ἐμβλέψατε εἰς τὴν ἑαυτῶν ἀσθένειαν, αἰσχύνθητε τὸ ἑαυτῶν πάθος, θεραπεύσατε ἑαυτοὺς ἐν καιρῷ
30εὐθέτῳ, πρὶν ἢ ἐξάπινα ὡς ἀστραπὴ ἀθρόα ἥξει ἡ αὐτοῦ παρουσία, πρὶν ἢ πυρφόρος, πρὶν σκότος τὸ ἐξώτερον, πρὶν συντέλεια καὶ σκώληξ ἀκοίμητος. Τρέμοντες λέγομεν· μετὰ φόβου ἀκούετε, μηδ’ ἐν γελοίῳ καταφανήτω τὸ πρᾶγμα· υἱοὶ Θεοῦ, σειραῖς
35ταρτάρου παραδίδονται διὰ γυναῖκα. Ἀλλ’ ἐρεῖς μοι, ὅτι Συνοικῶν ταύτῃ οὐ βλάπτο‐ μαι. Εἰ ὁ δράκων συνοικῶν τῇ ἀσπίδι οὐ βλάπτε‐ ται, πάντως καὶ σὺ οὐ βλαβήσῃ· ὁ γὰρ δράκων τῇ δρακαίνῃ συγγινόμενος, θάνατον λαμβάνει τὸν μισθὸν
40τῆς συμβιώσεως, τοιαύτης φύσεως τυγχάνοντος τοῦ θήλεος θηρίου. Ὅρα γοῦν, μήποτε ὅμοιόν ἐστι καὶ τὸ τῆς γυναικὸς πρᾶγμα. Παραθώμεθα δὲ ἀποδείξεις, ἐλέγχοντες τοὺς λογικοὺς ἀνθρώπους· Εἰ τὸ πῦρ τὴν καλάμην οὐκ ἀνάπτει, ἀλλὰ καὶ τὸν ἄῤῥην λίθον εἰ
45σπείσεις τῇ θηλείᾳ, πυρκαϊὰ γίνεται. Ἀλλ’ ἐπειδὴ λέγετε καὶ γυναῖκα σωφρονεῖν δύνασθαι· τοῦτο σαφῶς ἐπίσταμαι. Καὶ ἀνὴρ μένων καθ’ ἑαυτὸν εὐσχημονεῖν δύναται· τοῦτο ἀκριβῶς ἐπίσταμαι. Ἀνὴρ δὲ μετὰ γυναικὸς, κακόν· καὶ γυνὴ μετὰ ἀνδρὸς, δεινότερον

30

.

820

(50)

κακόν. Ἂν πάλιν γυνὴ τῶν ἰδίων ἀποστᾶσα συγγε‐ νῶν, ξένῳ ἀνδρὶ συνοικεῖν ἐπιχειρῇ τῆς ἐπιπλάστου ἀγάπης ἕνεκεν, τοῦτο μίξις λοιπὸν συζυγίας ἀθεμίτου πυρκαϊὰν ἐργαζομένης. Τῷ χρόνῳ γὰρ ἀναθερ‐ μαινόμενοι τῇ ὁμοσκήνῳ συμβιώσει, ἀνάπτουσι τὴν
55ὕλην, καὶ ἐμπυρίζουσι τὴν οἰκίαν, μᾶλλον δὲ τὰ ἑαυτῶν σώματα καίουσιν εἰς γέενναν καὶ αἰωνίαν κό‐ λασιν.
59Λέγε μοι, ὦ πολυμήχανον θηρίον, ἡ τὸ τοῦ προ‐820

30

.

821

βάτου ἔνδυμα ἔχουσα, καὶ τὸ τῆς ἀσπίδος φρόνημα ἐνστερνισμένη· τί περιχρίεις, τί ὑποχρίεις σεαυτήν; τί χρώμασιν ἀλλοτρίοις ἀψύχοις προσλαμβάνεις μορ‐ φὴν εἰδωλικήν; τί βασανίζεις σου τὰς τρίχας; τί
5προσθέτους πλοκάμους, καὶ κορύβαντας ἐπὶ κεφαλῆς ἀλλοτρίων προσθεμάτων καὶ νεκρῶν καὶ ἀλόγων ζώων ἀνιστᾷς, διὰ τῆς κεφαλῆς, καὶ ὄψεως, καὶ διὰ τῆς τῶν ἀλλοτρίων ἱματίων ποικιλίας ἐξαπατῶσα καὶ ἐκμαλάσσουσα καὶ ἑλλεβορίζουσα τὰς ψυχὰς τῶν ἀν‐
10θρώπων; Ἡ γὰρ ἄπιστος γυνὴ πολυτρόπους ἀψύχους ὕλας συνάγουσα, καὶ χρωμάτων ποικιλίας διὰ παν‐ τοδαπῶν χρωμάτων καὶ ἀσβόλης καὶ ἀσβέστου καὶ βοτανῶν, ἃ τῷ ἰδίῳ σώματι ἔξωθέν ἐστι, προσκολλή‐ σασα, πολύμορφον ὥσπερ τι θηρίον, ἑαυτὴν ἀπειργά‐
15σατο. Ἡ δὲ πιστὴ γυνὴ, τούτων ὀφείλει ξένη τυγχά‐ νειν, καὶ μάλιστα ἡ ἐπαγγελλομένη εἶναι Χριστιανή. Ἢ καταγινώσκεις τοῦ Θεοῦ, ὦ γύναι, ὅτι τοιαύτην σε ἔπλασεν; Ἄφες ὡς ἐπλάσθης εἶναι· μηδὲν ἑαυτῇ δι’ εὐμηχανίας προσθῇς· μὴ γὰρ ἐμπειροτέρα εἶ τοῦ
20δημιουργήσαντός σε. Τίνι δὲ καὶ ἀρέσαι βουλομένη ταῦτα ποιεῖς; Τῷ ἀνδρί; οὐκ ἔχεις ἄνδρα, ὥς γε ἔφης, ὦ παρθένε· εἰ δὲ καὶ ἔχεις, οἶδέ σου τὴν πο‐ λυμήχανον σύνθεσιν. Τί δελεάσμασι πολυτρόποις ὀρ‐ γανώσασα τὸ σῶμα, θηρεύεις τὰς ψυχὰς τῶν ἀνθρώ‐
25πων πρὸς ἀπώλειαν; καὶ πῶς τὸν Χριστὸν ἐπικαλεῖ‐ σθαι τολμᾷς, ἢ ἐκκλησίας οὐδὸν πατεῖν, ξοάνων μορ‐ φὰς ἀψύχων ἐν ὅλῳ τῷ σώματι διὰ χρυσοῦ τοῦ ἀπολλυμένου φέρουσα, μᾶλλον δὲ πομπευομένη ὑπ’ αὐτῶν, καὶ πολλὴν συστροφὴν ἀκολάστων ἀνδρῶν
30πρὸς τὴν ἑαυτῆς ἔκθεσμον θέαν ἐφελκομένη; Ἀλλὰ τίνι ταῦτα λαλοῦμεν; Λογικῷ ζώῳ ἑρπη‐ στικῶν δρακόντων προαίρεσιν ἔχοντι. Οὔτε σε αἱ Γρα‐ φαὶ πείθουσιν, οὔτε ἡ γέεννα φοβεῖ, οὔτε ἡ τῶν ἀν‐ θρώπων νουθεσία κατανύσσει; Κἂν τὴν ἑαυτῆς φύσιν
35αἰδέσθητι, μετάβαλέ σου τὴν ὄψιν, μὴ ἀπεργάζου ταύτην εἰδωλικὸν χαρακτῆρα, μὴ μιμοῦ τὰς τὴν ἑται‐ ρικὴν καὶ μοιχιαίαν αἰσχύνην ὑπερχομένας. Ἐκεῖναι γὰρ τῆς ἀνομίας θυγατέρες τυγχάνουσαι, ἔθος τοιοῦ‐ τον πράττειν ἔχουσι. Σοὶ δὲ τίς τοιαύτην ἐνετείλατο
40τὴν παραγγελίαν; ἄρα ποῖαι Γραφαὶ προφητικαὶ, ἢ ποῖα Εὐαγγέλια, ποῖαι δὲ ἀποστολικαὶ παραγγελίαι; Ἐγὼ οἶδα, ὅτι αἱ θεῖαι Γραφαὶ καὶ τὰς ἐξ ἔθους ἐχούσας τοῦτο πράττειν ἀπείργουσι τοῦ μηκέτι ἐπιτελεῖν τὰς εἰδωλομόρφους ἐξομοιώσεις. Εἴρηται
45μετὰ παῤῥησίας, ἀλλ’ οὐδὲν κατ’ ἀξίαν τῶν πραττο‐ μένων.
48 Ἀλλ’ ἐρεῖ τις· Σκληρὸς ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Καὶ τὸ ὑποκριτικὸν καὶ

30

.

821

(50)

ἀπεχθέστατον γένος τοῦτο εἴρηκέ ποτε πρὸς τὸν Σω‐ τῆρα· ἀλλ’ ἴστε ἅπαντες, τίνα αὐτοῖς ἀπόκρισιν ἔδω‐ κεν. Οὕτως καὶ ἐνταῦθα· ὁ βουλόμενος κατανυσσέσθω. Λόγοι γὰρ σοφῶν, ὡς τὰ βούκεντρα, καὶ ὡς ἧλοι πε‐ πυρωμένοι, φησὶν ἡ Γραφή. Νομίζω ἀξιόπιστα ταῦτα
55τυγχάνειν, εἰ καὶ μέτρια τῷ λόγῳ, πρὸς τὴν τῶν τὰς συνεισάκτους ἐχόντων μανίαν. Ἀνακοπτέτω τοίνυν ὁ
λόγος τὸν χρεμετισμὸν χαλινοῦ δίκην, καὶ εἰς τάξιν822

30

.

824

ἀγέτω τὴν ἄλογον ὁρμὴν τοῦ γυναικείου ῥεύμα‐ τος παρασυρομένων. Φόβος πρόκειται καὶ τρόμος, καὶ τὸ πῦρ ἀπηχεῖ. Μηδεὶς καταφρονείτω. Κἂν γάρ τις θηριώδης τυγχάνῃ, ὑπὸ πυρὸς δαμασθήσεται·
5κἂν γάρ τις δρακοντώδης τὴν προαίρεσιν, τάρταρος ἡτοίμασται· κἂν Σοδομιτικὴν καρδίαν περιφέρῃ, πῦρ ἀπ’ οὐρανοῦ. βρέχει· ὅλοι γὰρ οἱ οὐρανοὶ πυρὶ τεθη‐ σαυρισμένοι. Μηδεὶς τῆς τοῦ λέγοντος φωνῆς παρ‐ ακουέτω, ἀλλὰ τῆς τῶν λόγων δυνάμεως σκοπείτω τὸ
10φοβερὸν, καὶ τὴν τοῦ Θεοῦ κρίσιν πρὸ ὀφθαλμῶν ἐχέτω· Ὡς ἀνέλεος ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεον.
14Λοιπὸν δέ μοι καιρὸς καὶ πρὸς ὑμᾶς μέτρια εἰ‐
15πεῖν, ὦ ἄνθρωποι, οἱ τῶν ἀδελφῶν ἐχθροὶ, καὶ τῶν γυναικῶν φίλοι, οἱ εἰς τὴν τῶν γυναικῶν θολερὰν φι‐ λίαν ζέοντες, καὶ εἰς τὴν καθαρὰν τῶν ἀδελφῶν ἀγάπην ψυχρότατοι. Ἀλλ’ ἐρεῖς, ὅτι διὰ Χριστὸν αὐτὸ πράττεις προνοούμενος τοῦ ἀσθενοῦς σκεύους.
20Ναὶ οἶδα. Διὰ τί τοίνυν καὶ τῷ ἀδελφῷ σου τῷ διὰ Χριστὸν πενομένῳ τὸ αὐτὸ οὐ ποιεῖς, ἀλλὰ τοὺς ἀδελ‐ φοὺς ὡς ἐπιβούλους ὁρᾷς, τὰς δὲ ἐπιβούλους, ὡς ἀδελφάς; Ἀλλ’ ἐρεῖς μοι· Πῶς δύναμαι τὸν ἀδελφὸν μετ’ ἐμαυτοῦ προσλαβέσθαι; ἐκείνη με ἔθαλπεν·
25ἐκείνη με ἐκολάκευεν· ἐκείνη μοι ἱμάτια ποικίλα κατεσκεύαζε, θρυπτὰ καὶ στρεπτοὺς καὶ νεήλατα ἐποίει· ἐκείνης ἡ φωνὴ ἡδεῖα, καὶ τὸ βλέμμα τρυφε‐ ρόν. Οὐκ οἶδας τί φρονεῖς. Ταῦτα ἐνθουσιαζόντων τὰ ῥήματα. Ἐκείνης τὰ γλυκερὰ ῥήματα ὕστερον πικρό‐
30τερα χολῆς εὑρεθήσεταί σοι· ἐκείνης τὸ τρυφερὸν βλέμμα εἰς ταρτάρου σε κλεῖθρα κατάγει· ἡ δὲ τοῦ ἀδελφοῦ ἀγάπη βασιλείαν οὐρανῶν σοι προξενεῖ. Τί τὴν τῆς ἀσπιδοχελώνης ὕπουλον ἀγάπην προτιμᾷς τῆς τοῦ ἀδελφοῦ γνησίας ἀγάπης; τί τὸ ἀπόλλον διώ‐
35κεις, τὸ σῶζον ἀπωθούμενος; Εἰ γὰρ ἄνδρες Νινευῗ‐ ται οἱ ἐπὶ τῷ τοῦ προφήτου κηρύγματι πιστεύσαν‐ τες, ἀναστάντες ἐν τῇ κρίσει κατακρινοῦσι τοὺς παρ‐ ακούσαντας τῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ῥημάτων, πάντως που καὶ οἱ τῶν Ἑλλήνων σοφοὶ,
40οἱ τὴν φιλοσοφίαν ἀσκήσαντες, καὶ τὴν μισογυνίαν ἑλόμενοι, κατακρινοῦσι τοὺς ἐν τῇ ἀληθινῇ σοφίᾳ ὄν‐ τας, καὶ συμπεπλεγμένους γυναικαρίοις ἀσώτοις· ὅτι ἐκεῖνοι διὰ γραμματικὴν ἐμπειρίαν καὶ ῥητορικὴν δεινότητα, ἥτις μωρία παρὰ τῷ Θεῷ ἐστιν, ἐγκρά‐
45τειαν ἤσκησαν, καίπερ εἰδώλοις ἀψύχοις λατρεύον‐ τες. Ἀλλὰ καὶ οἱ ἐν τῷ τῆς μανίας σταδίῳ τρέχοντες, καταφρονοῦσι τοῦ πράγματος, μηδὲ τὸ σύνολον εἰς γυναῖκα ἐμβλέποντες, τοῦ φθαρτοῦ βραβείου χάριν· ὑμεῖς δὲ τὰ μυστήρια τῶν ἐπουρανίων πραγμάτων

30

.

824

(50)

ἐπιγνόντες, καὶ τὰ τοῦ μέλλοντος αἰῶνος φοβερὰ κρι‐ τήρια προακούσαντες, τὴν σωφροσύνην οὐκ ἐτηρήσα‐ τε, οὐδὲ τὴν ἐγκράτειαν ἐφυλάξατε, ματαίῳ λογισμῷ ὑπαχθέντες τῇ τῶν ὁμοσκήνων ἑταιρείᾳ. Καὶ πῶς τις ἐξ ὑμῶν δυνήσεται Ἐκκλησίας
55προνοήσασθαι, καὶ τὸν περὶ κατηχήσεως λόγον ἐν ἐκκλησίᾳ λαλῆσαι, αὐτὸς μὴ προκαθαρίσας τὴν ἑαυ‐
τοῦ συνείδησιν; Πρὸς ὃν ἄν τις εὐλόγως εἴποι·824

30

.

825

Ὑποκριτὰ, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε δυνήσῃ ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Πῶς δὲ καὶ περὶ σωφροσύνης τολμήσεις λαλῆσαι, αὐτὸς
5γυναικομανίᾳ δεδουλωμένος; ἢ πῶς τὰ περὶ δικαιο‐ σύνης διδάξαι, αὐτὸς ὑπὸ τῆς ἀδικίας κρατούμενος; Θεραπευέτω τοίνυν πρῶτον τὸ ἑαυτοῦ τραῦμα ὁ τοι‐ οῦτος, καὶ τότε δυνήσεται τὸν τοῦ ἀδελφοῦ μώλωπα ἰάσασθαι, λόγοις θείοις τὴν ψυχὴν αὐτοῦ ἐπιῤῥώσας·
10τὸ γὰρ τῆς ψυχῆς τραῦμα τοῖς ἁγίοις λόγοις παρα‐ μυθούμενον κουφίζεται. Παρακάλει τοίνυν πάντας τοὺς ἀνθρώπους, τοὺς μὲν πυρουμένους, εἰ βούλοιν‐ το, γαμεῖν ἐν Χριστῷ (γινώσκοντας μέντοι, ὡς μία ἑνὶ ἐπλάσθη, πρῶτος δὲ Λάμεχ ὢν ἐκ τοῦ Κάϊν, ἔλα‐
15βεν ἑαυτῷ δύο γυναῖκας· τὸ δὲ ἑαυτῷ λαβεῖν ἐστι τὸ μὴ κατὰ θέλημα. Θεοῦ. Ἡ γὰρ πολυγαμία, γάμου μὲν ἔχει τὸ ὄνομα, ἔστι δὲ φιλευπρόσωπος πορνεία)· τοὺς δὲ ἐγκρατευομένους, τελείως ἐν Χριστῷ ἀσκεῖν, καὶ μὴ τῷ μὲν ὀνόματι φιλοσοφεῖν, τὸ δὲ ἔργον ἐπι‐
20κεκαλυμμένως πράττειν. Μηδὲ πάλιν τοῖς τῶν ἀν‐ θρώπων ὀφθαλμοῖς προσέχετε, ὅτι οὐχ ὁρᾶσθε, τοίχων ὑμᾶς πανταχόθεν περικλειόντων· ἀλλὰ τὴν τοῦ Θεοῦ ἀπειλὴν φοβήθητε, ὅτι πάντα γυμνὰ, καὶ τετραχη‐ λισμένα ἐνώπιον αὐτοῦ εἰσι, τὰ ἐν νυκτὶ καὶ ἡμέρᾳ
25ὑπὸ τῶν ἀνθρώπων πραττόμενα.
27 Καί μοι θαυμάσαι λίαν ἔπεισιν ἐκπληττομένῳ τὴν ἀναισθησίαν τῶν μυωπαζόντων, πῶς αἱ θήλειαι ἑκουσίᾳ γνώμῃ ἑαυτὰς εἰς δουλείαν ἐκδεδώκασι, τι‐
30μῆς ὑπὸ τοῦ τετιμηκότος ἀγορασθεῖσαι. Πολλάκις γάρ τις κόρη τοῖς ἰδίοις γονεῦσι μὴ ἐξυπηρετησαμέ‐ νη, καὶ ἀμοιβὰς δικαίων πόνων μὴ ἀποδεδωκυῖα τοῖς ἑαυτῆς γεννήτορσιν, αὕτη σπουδαία εἰς τὸν ἀγαπητὸν εὑρέθη, καὶ πάντα τρόπον ἀγωνίζεται αὐτῷ ἀρέσαι,
35καὶ οὐχὶ Θεῷ εὐσεβῶς δουλεῦσαι, νύκτωρ τε καὶ μεθ’ ἡμέραν ταλαιπωροῦσα, καὶ στολὰς ἐξαλάσσουσα αὐ‐ τῷ καὶ κατασκευάζουσα· καὶ πολλὰ ἄλλα πράγματά ἐστιν, ἃ οὐκ ἀγνοοῦμεν, ἀλλὰ νῦν λέγειν οὐ βουλόμε‐ θα· οὐ γὰρ θέμις τὰ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν εἰς
40μέσον ἄγειν, ἃ καὶ τῷ λέγειν αἰσχρὰ τυγχάνει. Ὁ δὲ λοιπὸν, ὥσπερ τις ἰχθὺς ἀμφιβλήστρῳ κακῷ περι‐ βληθεὶς, διὰ τῶν ἱματίων καὶ τῆς θανατηφόρου ὑπηρεσίας τῆς κατὰ ἀνθρωπαρέσκειαν γινομένης, καὶ οὐ κατὰ θεοσέβειαν, δεδούλωται τῷ γυναίῳ,
45μεθύων τὸ φρόνημα, καὶ κραδαινόμενος ὅλως ἐκλύε‐ ται ὑπὸ τῶν γυναικείων ῥημάτων, καὶ οὔτε προσευ‐ χῆς καιρὸν λοιπὸν ἐπιγινώσκει, οὔτε ἐὰν κύψῃ τοῦ προσεύξασθαι, οἶδε τί ποιεῖ, ἐνοπτριζόμενος χαρα‐ κτῆρα ἑταιρικῆς διαθέσεως. Τὰ ὅμοια δὲ καὶ τὸ γύ‐

30

.

825

(50)

ναιον συμπάσχει τῷ πάσχοντι. Καὶ Γραφῆς ἀναγινω‐ σκομένης ἀβλεπτοῦσι τὴν διάνοιαν· καὶ ἐν ἐκκλησίᾳ προσομιλιῶν λαλουμένων, οὐκ οἴδασι τί ἀκούουσι, τῷ ἀλλήλων αἰσχρῷ πάθει δεδουλωμένοι· οὕτως τοῦ ἐρω‐ τικοῦ καὶ μανιώδους πάθους τὴν ψυχὴν πηροῦντος,
55ὡς, εἰ δυνατὸν, καὶ τῶν ἰδίων ὀνομάτων ἐπιλανθάνε‐ σθαι. Τοσοῦτον ἡ γυνὴ συνοικοῦσα τῷ ἀνδρὶ ἐκτρέ‐
πει τὸν νοῦν τοῦ ἀνθρώπου· τοσοῦτον ὁ ἀνὴρ γυναικὶ826

30

.

828

συσκηνῶν πρὸς μανίαν ἐπιθυμίας ἄγει τὴν γυναῖκα· τοσοῦτον ἰσχύει γυνὴ ἀνδρὶ συνοικοῦσα, καὶ τῆς τοῦ Θεοῦ μνήμης λήθην ἐμποιῆσαι. Ἐξελάσωμεν ἑαυ‐ τοὺς ἀπὸ γεέννης καὶ πυρὸς αἰωνίου. Τί ζῶντες ἑαυ‐
5τοὺς εἰς ᾅδην καὶ φοβερὸν τάρταρον κατορύσσετε; Οἱ τὰς συνεισάκτους ἔχοντες, καὶ αὐταῖς συνοικοῦντες, ἀπομάθετε τὸ κακὸν μάθημα, τὸ τῆς ἀπωλείας πρό‐ ξενον, καὶ τὸ τῆς σωτηρίας προδοτικόν. Μιμησώμεθα τοὺς ἀποστόλους. μιμησώμεθα τοὺς προφήτας, καὶ
10κατ’ ἴχνος αὐτῶν βαίνωμεν, καὶ μὴ ἡμᾶς ἀπατάτω τὸ τῆς γυναικὸς δέλεαρ· μηδὲ πάλιν γυναῖκα ἡμεῖς αὐτοὶ δελεάζωμεν διὰ τῆς κενοδοξίας, καὶ ἐθελοταπει‐ νοφροσύνης· ἀλλὰ πάντα κατὰ ἀληθινὴν καὶ βεβαίαν ταπεινοφροσύνην σωφρόνως ὑφ’ ἡμῶν πραττέσθω
15ἐν Χριστῷ, ἵνα δυνηθῶμεν ῥυσθῆναι ἐκ τοῦ ἐνεστῶ‐ τος καιροῦ πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς αὐ‐ τοῦ Υἱοῦ, δι’ οὗ καὶ μεθ’ οὗ δόξα, κράτος, τιμὴ τῷ ἀοράτῳ Πατρὶ σὺν ἁγίῳ καὶ παρακλήτῳ Πνεύματι,
20νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων.
Ἀμήν.828