TLG 2040 071 :: BASILIUS :: Liturgia (recensio brevior vetusta) BASILIUS Theol., Episcopus Liturgia (recensio brevior vetusta) Citation: Volume — page — (line) | ||
31.1629(1t) | ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ. | |
6 | Εὐχὴ τοῦ καταπετάσματος. Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ· Δοξάζομέν σε, δημιουργὲ καὶ βασιλεῦ τῶν ὅλων, καὶ προσκυνοῦμεν τὸ ἄῤῥητον καὶ σεβάσμιόν σου | |
---|---|---|
10 | ὄνομα. Ἐπίβλεψον ἐφ’ ἡμᾶς καὶ ἐλέησον ἡμᾶς, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάντων πειρασμῶν, ὅτι παρὰ σοῦ βοήθεια καὶ ἀντίληψις. Σῶσον τὸν λαόν σου, ὃν περι‐ εποιήσω διὰ τοῦ αἵματος τοῦ Χριστοῦ σου, δι’ οὗ καὶ μεθ’ οὗ σοι ἡ τιμή. | |
10 | Εὐχὴ ἄλλη τῆς θείας λειτουργίας τοῦ Ἀποστό‐ λου καὶ ἀδελφοθέου Ἰακώβου. Ὁ Θεὸς ὁ διὰ πολλὴν καὶ ἄφατόν σου φιλανθρω‐ πίαν ἐξαποστείλας τὸν μονογενῆ σου Υἱὸν εἰς τὸν κόσμον, ἵνα πεπλανημένον ἐπιστρέψῃ πρόβατον, μὴ | |
15 | ἀποστραφῇς ἡμᾶς τοὺς ἁμαρτωλοὺς, ἐγχειροῦντάς σοι τὴν φοβερὰν ταύτην καὶ ἀναίμακτον θυσίαν. Οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμὲν, ἀλλ’ ἐπὶ τῷ ἐλέει σοῦ τῷ ἀγαθῷ, δι’ οὗ τὸ γένος ἡμῶν περιποιῇ. Ἱκετεύομεν τὴν σὴν ἀγαθότητα, καὶ | |
20 | προσπίπτομέν σοι, ἵνα μὴ γένηται εἰς κατάκριμα τῷ λαῷ σου τὸ οἰκονομηθὲν ἡμῖν τοῦτο πρὸς σωτηρίαν μυστήριον, ἀλλ’ εἰς ἐξάλειψιν ἁμαρτιῶν, εἰς ἀνανέω‐ σιν ψυχῶν καὶ σωμάτων, εἰς εὐαρέστησιν σὴν, τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ | |
25 | ἀγαθοῦ, καὶ ζωοποιοῦ, καὶ ὁμοουσίου σου Πνεύμα‐ τος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐχὴ περὶ τῆς εἰρήνης. Εἰρήνη πᾶσι. | |
30 | Καὶ πάλιν παρακαλέσωμεν τὸν παντοκράτορα καὶ ἐλεήμονα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε. Μνήσθητι, Κύριε τῆς εἰρήνης, τῆς ἁγίας, | |
35 | μόνης, καθολικῆς καὶ ἀποστολικῆς σου Ἐκκλησίας. Προσεύχεσθε ὑπὲρ τῆς εἰρήνης τῆς ἁγίας, μόνης, κ.τ.λ. Τῆς ἀπὸ περάτων τῆς οἰκουμένης μέχρι τῶν περάτων αὐτῆς, καὶ πάντων τῶν λαῶν, καὶ πάν‐ | |
40 | των τῶν ποιμνίων. Τὴν ἐξ οὐρανοῦ εἰρήνην βρά‐ βευσον ταῖς ἁπάντων ἡμῶν καρδίαις· ἀλλὰ καὶ τοῦ βίου τούτου εἰρήνην ἡμῖν δώρησαι. Τὸν βασιλέα, | |
τὰ στρατιωτικὰ τάγματα, τοὺς ἄρχοντας, βουλὰς, | 1629 | |
31.1632 | δήμους, γείτονας ἡμῶν, εἰσόδους καὶ ἐξόδους ἡμῶν, ἐν πάσῃ εἰρήνῃ κατακόσμησον. Βασιλεὺς τῆς εἰρή‐ νης, τὴν σὴν εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδω‐ κας ἡμῖν. Κτῆσαι ἡμᾶς, ὦ Θεός· ἐκτός σου ἄλλον | |
5 | οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν. Ζωοποίη‐ σον τὰς ἁπάντων ἡμῶν ψυχὰς διὰ τοῦ ἁγίου σου Πνεύματος· καὶ μὴ κατισχύσῃ θάνατος ἁμαρτίας καθ’ ἡμῶν τῶν δούλων σου, μηδὲ κατὰ παντὸς τοῦ λαοῦ σου. | |
10 | Εὐχὴ περὶ τοῦ πάπα. Καὶ πάλιν παρακαλέσωμεν τὸν παντοκράτορα καὶ ἐλεήμονα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ | |
15 | Κύριε. Μνήσθητι, Κύριε, τοῦ ἁγιωτάτου καὶ μακα‐ ριωτάτου ἀρχιερέως ἡμῶν Ἄββα Δ. πάπα καὶ πα‐ τριάρχου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας. Συν‐ τηρήσων συντήρησον ἡμῖν αὐτὸν ἔτεσι πολλοῖς καὶ χρόνοις εἰρηνικοῖς, ἐκτελοῦντα αὐτὸν τὴν ὑπὸ σοῦ | |
20 | ἐμπεπιστευμένην αὐτῷ ἁγίαν ἀρχιερωσύνην, κατὰ τὸ ἅγιον καὶ μακάριόν σου θέλημα· ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας, καὶ ποιμαίνοντα τὸν λαόν σου ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· σὺν πᾶσιν ὀρθοδό‐ ξοις ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, σὺν παντὶ | |
25 | τῷ πληρώματι τῆς ἁγίας, καὶ μόνης, καθολικῆς καὶ ἀποστολικῆς σου Ἐκκλησίας· εἰρήνην καὶ ὑγί‐ ειαν αὐτοῖς τε καὶ ἡμῖν χαριζόμενος ἐκ πασῶν τῶν ἡμερῶν. Τὰς δὲ εὐχὰς αὐτῶν, ἃς ποιοῦνται ὑπὲρ ἡμῶν, καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ σου, καὶ ἡμεῖς | |
30 | ὑπὲρ αὐτῶν, πρόσδεξαι ἐπὶ τὸ οὐράνιον καὶ εὐλο‐ γημένον σου θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας. Πάντα μὲν ἐχθρὸν αὐτοῦ ὁρατὸν ἢ ἀόρατον σύντριψον καὶ καθυπόταξον ὑπὸ τοὺς πόδας αὐτοῦ ἐπὶ τάχει· αὐ‐ τὸν δὲ ἐν τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ ἐν εἰρήνῃ καὶ δικαιο‐ | |
35 | σύνῃ διαφύλαξον, Εὐχὴ περὶ τῆς ἐπισυναγωγῆς. Καὶ πάλιν παρακαλέσωμεν τὸν παντοκράτορα καὶ ἐλεήμονα Θεὸν, τὸν Πατέρα Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ δεόμεθα | |
40 | ... τας τὸ θέλημά σου τὸ ἅγιον χάριτι καὶ οἰκ‐ τιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, δι’ οὗ καὶ μεθ’ οὗ. κ.τ.λ. Ὁ λαὸς λέγει· Πιστεύω εἰς ἕνα Θεόν. Εὐχὴ ἀσπασμοῦ τοῦ ἁγίου Βασιλείου. | |
45 | Εἰρήνη πᾶσιν. Κύριε ὁ Θεὸς, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυ‐ ψιν· σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύ‐ | |
31.1632(50) | την ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ ἁγίου. Εὐδόκησον δὴ, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνους τῆς Καινῆς σου Διαθήκης, λειτουργοὺς τῶν ἁγίων σου μυστηρίων, ἵνα ἄξιοι γενώμεθα τοῦ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημά‐ | |
55 | των καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημάτων. Καὶ δὸς ἡμῖν μετὰ παντὸς φόβου καὶ συνειδήσεως καθαρᾶς προσ‐ κομίσαι σοι τὴν πνευματικὴν ταύτην καὶ ἀναίμα‐ | |
κτον θυσίαν, ἣν προσδεξάμενος εἰς τὸ ἅγιον καὶ ὑπερ‐ | 1631 | |
31.1633 | ουράνιον καὶ νοερόν σου θυσιαστήριον εἰς ὀσμὴν εὐ‐ ωδίας, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος. Ναὶ, ὦ Θεὸς, ἐπίβλεψον ἐφ’ ἡμᾶς, καὶ ἔπιδε ἐπὶ τὴν λογικὴν λατρείαν ἡμῶν ταύτην, καὶ | |
5 | πρόσδεξαι αὐτὴν, ὡς προσεδέξω ἐκ τῶν ἁγίων σου ἀποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν. Οὕτως καὶ ἐκ τῶν χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν πρόσδεξαι τὰ προκείμενα δῶρα ταῦτα ἐν τῇ χρηστότητί σου, Κύριε, καὶ δὸς γενέσθαι εὐπρόσδεκτα, ἡγιασμένα | |
10 | ἐν Πνεύματι ἁγίῳ, εἰς ἐξιλασμὸν τῶν ἡμετέρων πλημμελημάτων, καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημά‐ των, καὶ εἰς ἀνάπαυσιν προκοιμηθέντων ψυχῶν, ἵνα καὶ ἡμεῖς οἱ ταπεινοὶ, καὶ ἁμαρτωλοὶ, καὶ ἀν‐ άξιοι δοῦλοί σου, καταξιωθέντες ἀμέμπτως λειτουρ‐ | |
15 | γεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, λάβωμεν τὸν μισ‐ θὸν τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων, καὶ εὕρω‐ μεν χάριν καὶ ἔλεος ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀν‐ ταποδόσεώς σου τῆς δικαίας καὶ ἀγαθῆς. Καὶ τὰ νῦν δὸς ἡμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ· | |
20 | καὶ τὴν σὴν ἀγάπην δώρησαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν, εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρ‐ δίας ἀλλήλους ἀγαπήσασθαι ἐκτενῶς. Χάρισαι παν‐ τὸς ἀποκάθαρον [sic] μολύσματος, παντὸς δόλου, καὶ πάσης κακίας, καὶ πανουργίας, καὶ τῆς θανα‐ | |
25 | τηφόρου μνησικακίας, καὶ καταξίωσον ἡμᾶς πάντας, Δέσποτα, ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ, εἰς τὸ μετασχεῖν ἀκατακρίτως τῆς ἀθανάτου καὶ ἐπουρανίου σου δωρεᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ μο‐ νογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, καὶ δεδοξα‐ | |
30 | σμένος σὺν πᾶσιν ἁγίοις. Εὐχὴ ἄλλη ἀσπασμοῦ. Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ κτίσας ἐν ἀφθαρσίᾳ τὸν ἄνθρωπον, καὶ τὸν εἰσελθόντα φθόνῳ τοῦ δια‐ βόλου θάνατον εἰς τὸν κόσμον διὰ τῆς ζωοποιοῦ παρ‐ | |
35 | ουσίας τοῦ μονογενοῦς σου Υἱοῦ καθελὼν, καὶ τῆς οὐρανόθεν εἰρήνης ἐμπλήσας τὴν γῆν, ᾗ αἱ τῶν ἀγγέλων ἐδόξασάν σε στρατιαὶ λέγουσαι, «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀν‐ θρώποις εὐδοκία·» εὐδοκία τῆς σῆς εἰρήνης ἔμ‐ | |
40 | πλησον τὰς καρδίας ἡμῶν. Χάρισαι παντὸς ἀποκά‐ θαρον [sic] μολύσματος, παντὸς δόλου, καὶ πά‐ σης κακίας, καὶ τῆς θανατηφόρου μνησικακίας, καὶ καταξίωσον ἡμᾶς ἀσπάσασθαι ἀλλήλους ἐν φι‐ λήματι ἁγίῳ εἰς τὸ μετασχεῖν ἀκατακρίτως τῆς | |
45 | ἀθανάτου καὶ ἐπουρανίου σου δωρεᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ σοι δόξα καὶ τιμὴ, κ.τ.λ. Εὐχὴ ἄλλη τοῦ ἀσπασμοῦ. Πᾶσαν ὑπερεκκύπτει τοῦ λόγου δύναμιν καὶ νοῦ | |
31.1633(50) | φαντασίαν ἡ τῶν σῶν δωρεῶν, ὦ Δέσποτα, φιλοτι‐ μία. Ἃ γὰρ ἀπὸ σοφῶν καὶ συνετῶν ἀπέκρυψας, αὐτὰ τοῖς νηπίοις ἡμῖν ἀπεκάλυψας. Καὶ οἱ προ‐ φῆται καὶ βασιλεῖς, ἐπιθυμήσαντες ἰδεῖν, οὐχ ἑω‐ ράκασιν αὐτὰ, [sic] διακονεῖν, καὶ τούτοις ἁγιάζε‐ | |
55 | σθαι, τοῖς ἁμαρτωλοῖς ὑμῖν ἐδωρήσω. Τοῦ μονογε‐ νοῦς σου Υἱοῦ παρέστησας ἡμῖν τὴν οἰκονομίαν, | |
καὶ τῆς θυσίας ταύτης τὴν μυσταγωγίαν, καθ’ ἣν | 1633 | |
31.1636 | οὐ νομικὸν αἷμα, οὐ σαρκὸς δικαίωμα, ἀλλὰ πνευ‐ ματικὸν μέν ἐστι τὸ πρόβατον, ἡ μάχαιρα δὲ λογική τε καὶ ἀσώματος. Ταύτην οὖν σοι προκομίζοντες τὴν θυσίαν, αἰτοῦμέν σε, φιλάνθρωπε, καθάρισον | |
5 | ἡμῶν τὰ χείλη, καὶ πάσης ὑλικῆς ἐπιμιξίας τὸν νοῦν ἡμῶν ἐλευθέρωσον. Ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος, καὶ καταξίωσον ἡμᾶς ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ, εἰς τὸ μετασχεῖν ἀκατακρίτως τῆς ἀθανάτου καὶ ἐπου‐ | |
10 | ρανίου σου δωρεᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ, κ.τ.λ. Καὶ γίνεται ὁ ἀσπασμός. Ὁ διάκονος λέγει· Στῶμεν καλῶς. Ὁ ἱερεὺς ἐκφωνήσει· Ὁ Κύριος μετὰ πάντων | |
15 | ὑμῶν. Ὁ λαὸς λέγει· Καὶ μετὰ τοῦ πνεύματός σου. Ὁ ἱερεὺς λέγει· Ἄνω σχῶμεν τὰς καρδίας. Ὁ λαὸς λέγει· Ἔχομεν πρὸς τὸν Κύριον. Ὁ ἱερεὺς λέγει· Εὐχαριστήσωμεν τῷ Κυρίῳ. | |
20 | Ὁ λαὸς λέγει· Ἄξιον καὶ δίκαιον. Ὁ ἱερεὺς λέγει· Ἄξιον καὶ δίκαιον· ἄξιον καὶ δί‐ καιον· ἀληθῶς ἄξιόν ἐστι καὶ δίκαιον. Ἀρχὴ τῆς προσκομιδῆς Ὁ ὢν Δέσποτα Κύριε, ὁ Θεὸς τῆς ἀληθείας, ὁ | |
25 | ὑπάρχων πρὸ τῶν αἰώνων, καὶ βασιλεύων εἰς τοὺς αἰῶνας· ὁ ἐν ὑψηλοῖς κατοικῶν εἰς τὸν αἰῶνα, καὶ τὰ ταπεινὰ ἐφορῶν· ὁ ποιήσας οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ Πα‐ τὴρ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν | |
30 | Ἰησοῦ Χριστοῦ, δι’ οὗ τὰ πάντα ἐποίησας, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· ὁ καθήμενος ἐπὶ θρόνου τῆς ἁγίας δόξης τῆς βασιλείας σου· ὁ παρὰ πάσης ἁγίας δυνάμεως προσκυνούμενος. Ὁ διάκονος λέγει· Οἱ καθήμενοι, ἀναστῆτε. | |
35 | Ὁ ἱερεύς· ᾯ παραστήκουσιν ἄγγελοι καὶ ἀρχάγ‐ γελοι, ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυριότητες καὶ δυ‐ νάμεις. Ὁ διάκονος λέγει· Εἰς ἀνατολὰς βλέπετε. Οἳ παρίστανται κύκλῳ σου, τὰ πολυόμματα χερου‐ | |
40 | βὶμ, καὶ τὰ ἑξαπτέρυγα σεραφὶμ, διὰ παντὸς ὑμνοῦν‐ τα, καὶ βοῶντα καὶ λέγοντα. Ὁ διάκονος λέγει· Προσχῶμεν. Ὁ λαὸς λέγει· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σα‐ βαώθ. | |
45 | Ἅγιος, ἅγιος, ἅγιος εἶ ἀληθῶς, Κύριε ὁ Θεὸς ἡμῶν· ὃς ἔπλασας ἡμᾶς, καὶ ἔθου ἡμᾶς ἐν τῷ πα‐ ραδείσῳ τῆς τρυφῆς. Παραβάντας δὲ τὴν ἐντολήν σου διὰ τῆς ἀπάτης τοῦ ὄφεως, καὶ ἐκπεσόντας ἡμᾶς ἐκ τῆς αἰωνίου ζωῆς, καὶ ἐξορισθέντας ἐκ τοῦ παραδεί‐ | |
31.1636(50) | σου τῆς τρυφῆς, οὐκ ἀπέῤῥιψας ἡμᾶς εἰς τέλος, ἀλλὰ διὰ παντὸς ἐπεσκέψω ἡμᾶς διὰ τῶν ἁγίων σου προ‐ φητῶν, καὶ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐπ‐ εφάνης ἡμῖν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημέ‐ νοις, διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ | |
55 | Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς, ἐκ Πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας σαρκωθεὶς καὶ | |
ἐνανθρωπήσας, ὑπέδειξεν ἡμῖν ὁδοὺς σωτηρίας, χα‐ | 1635 | |
31.1637 | ρισάμενος ἡμῖν τὴν ἄνωθεν ἀναγέννησιν ἐξ ὕδατος καὶ πνεύματος, καὶ ἐποίησεν ἡμᾶς ἑαυτῷ λαὸν πε‐ ριούσιον· ἡγίασεν ἡμᾶς τῷ Πνεύματί σου τῷ ἁγίῳ. Ὃς ἠγάπησε τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, ἔδωκεν | |
5 | ἑαυτὸν ἀντίλυτρον τῷ βασιλεύοντι ἡμῶν θανάτῳ, ἐν ᾧ κατειχόμεθα πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, καὶ κατελθὼν διὰ τοῦ σταυροῦ εἰς τὸν ᾅδην, ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀνελθὼν εἰς οὐρανοὺς, ἐκάθισεν ἐν δεξιᾷ σου τοῦ Πατρὸς, ὁρίσας ἡμέραν | |
10 | ἀνταποδόσεως, καθ’ ἣν ἐπιφανεὶς κρῖναι τὴν οἰκου‐ μένην ἐν δικαιοσύνῃ, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Ὁ λαὸς λέγει· Κατὰ τὸ ἔλεός σου, Κύριε, καὶ μὴ, κ.τ.λ. | |
15 | Ὁ ἱερεύς· Κατέλιπε δὲ ἡμῖν τοῦτο τὸ μέγα τῆς εὐσεβείας μυστήριον. Μέλλων γὰρ παραδοῦναι ἑαυτὸν εἰς θάνατον, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, Ὁ λαὸς λέγει· Πιστεύομεν· Ἔλαβεν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀμώμων καὶ | |
20 | μακαρίων αὐτοῦ χειρῶν· ἀναβλέψας εἰς τὰ ὕψη τῶν οὐρανῶν πρὸς σὲ τὸν ἑαυτοῦ Πατέρα, Θεὸν ἡμῶν καὶ Θεὸν ὅλων· εὐχαριστήσας. Ὁ λαός· Ἀμήν. Εὐλογήσας. | |
25 | Ὁ λαός· Ἀμήν. Ἁγιάσας. Ὁ λαός· Ἀμήν. Κλάσας, μετέδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών· «Λάβετε, φάγετε. Τοῦτό μού | |
30 | ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον καὶ διαδιδόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, κε‐ ράσας ἐξ οἴνου καὶ ὕδατος, εὐχαριστήσας. | |
35 | Ὁ λαός· Ἀμήν. Εὐλογήσας. Ὁ λαός· Ἀμήν. Ἁγιάσας. Ὁ λαός· Ἀμήν. | |
40 | Γευσάμενος, πάλιν ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθη‐ ταῖς καὶ ἀποστόλοις, εἰπών· «Λάβετε, πίετε ἐξ αὐτοῦ πάντες. Τοῦτό μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. | |
45 | Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, πίνητε δὲ καὶ τὸ ποτήριον τοῦτο, τὸν ἐμὸν θάνατον καταγγέλ‐ λετε καὶ τὴν ἐμὴν ἀνάστασιν, καὶ ἀνάληψιν ὁμολο‐ γεῖτε, ἄχρις οὗ ἂν ἔλθω.» Ὁ λαὸς λέγει· Ἀμὴν, ἀμὴν, ἀμήν. Τὸν θάνατόν | |
31.1637(50) | σου, Κύριε, κ.τ.λ. Ὁ ἱερεὺς λέγει· Μεμνημένοι τοίνυν καὶ ἡμεῖς τῶν ἁγίων αὐτοῦ παθημάτων, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, καὶ τῆς ἐκ δεξιῶν σου τοῦ Θεοῦ καὶ Πατρὸς καθέδρας, καὶ | |
55 | τῆς ἐνδόξου καὶ φοβερᾶς πάλιν ἐλεύσεως, τὰ σὰ ἐκ τῶν σῶν δώρων σοι προσφέρομεν, κατὰ πάντα, καὶ διὰ πάντα, καὶ ἐν πᾶσιν. Ὁ λαὸς λέγει· Σὲ αἰνοῦμεν, σὲ εὐλογοῦμεν. | |
Ὁ διάκονος λέγει· Κλίνατε Θεῷ μετὰ φόβου. | 1637 | |
31.1640 | Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ· Καὶ δεόμεθα καὶ πα‐ ρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε, ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί σου, καὶ προσκυνοῦμέν σε εὐδοκίᾳ τῆς σῆς ἀγαθότητος, ἐλθεῖν τὸ Πνεῦμά | |
5 | σου τὸ ἅγιον ἐφ’ ἡμᾶς τοὺς δούλους σου, καὶ ἐπὶ τὰ προκείμενά σου δῶρα ταῦτα, καὶ ἁγιάσαι καὶ ἀνα‐ δεῖξαι Ἅγια ἁγίων. Ὁ διάκονος λέγει· Προσχῶμεν. Ὁ λαὸς λέγει· Ἀμήν. | |
10 | Ὁ ἱερεὺς ἐκφωνήσει· Καὶ ποιήσῃ τὸν μὲν ἄρτον τοῦτον γίνεσθαι εἰς τὸ ἅγιον σῶμα αὐτοῦ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβάνουσιν. | |
15 | Ὁ λαὸς λέγει· Ἀμήν. Ὁ ἱερεὺς λέγει· Τὸ δὲ ποτήριον τοῦτο, τὸ τίμιον αἷμα τὸ τῆς καινῆς διαθήκης αὐτοῦ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ | |
20 | αὐτοῦ μεταλαμβάνουσιν. Ὁ λαὸς λέγει· Ἀμήν. Κύριε, ἐλέησον, γʹ. Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μεταλαβεῖν τῶν ἁγίων σου μυστηρίων, εἰς ἁγιασμὸν ψυχῆς, καὶ σώματος, καὶ πνεύματος, ἵνα γενώμεθα ἓν σῶμα καὶ | |
25 | ἓν πνεῦμα, καὶ εὕρωμεν μέρος καὶ κλῆρον ἔχειν μετὰ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος εὐαρεστη‐ σάντων σοι. Μνήσθητι, Κύριε, τῆς ἁγίας, μόνης, καθολικῆς σου Ἐκκλησίας, καὶ εἰρήνευσον αὐτὴν, ἣν περιεποιήσω | |
30 | ἐν τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου. Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ ἁγίου Πατρὸς ἡμῶν ἀρχιεπισκόπου Ἄββα Δ. πάπα καὶ πατριάρ‐ χου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας, ὂν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ σῶον, ἔντιμον, | |
35 | ὑγιῆ, μακροημερεύοντα, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας, καὶ ποιμαίνοντα τὸ ποίμνιόν σου ἐν εἰ‐ ρήνῃ. Μνήσθητι, Κύριε, τῶν ὀρθοδόξων πρεσβυτέρων, καὶ πάσης διακονίας, καὶ ὑπηρεσίας, καὶ πάντων | |
40 | τῶν ἐν παρθενίᾳ, καὶ παντὸς τοῦ πιστοτάτου λαοῦ σου. Μνήσθητι ἡμῶν, Κύριε, τοῦ ἐλεῆσαι ἡμᾶς πάντας ἐπὶ τὸ αὐτὸ ἐφάπαξ. Ὁ λαὸς λέγει· Ἐλέησον ἡμῶν, ὁ Θεὸς, ὁ Πατὴρ | |
45 | ὁ παντοκράτωρ. Ὁ ἱερεὺς λέγει· Ἐλέησον ἡμῶν, ὁ Θεὸς ὁ παντο‐ κράτωρ, γʹ. Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον, γ. Ὁ ἱερεὺς λέγει· Μνήσθητι, Κύριε, καὶ σωτηρίας | |
31.1640(50) | τῆς πόλεως ἡμῶν ταύτης, καὶ τῶν ἐν πίστει Θεοῦ κατοικούντων ἐν αὐτῇ. Μνήσθητι, Κύριε, τοῦ ἀέρος, καὶ τῶν καρπῶν τῆς γῆς. Μνήσθητι, Κύριε, τῶν ὑετῶν, καὶ τῶν σπορίμων | |
55 | τῆς γῆς. Μνήσθητι, Κύριε, τῆς συμμέτρου ἀναβάσεως τῶν ποταμίων ὑδάτων. Εὔφανον πάλιν καὶ ἀνακαίνισον τὸ πρόσωπον τῆς | |
γῆς· τοὺς αὔλακας αὐτῆς μέθυσον· πλήθυνον τὰ | 1639 | |
31.1641 | γεννήματα αὐτῆς. Παράστησον ἡμῖν αὐτὸ εἰς σπέρμα καὶ εἰς θερισμὸν, καὶ νῦν εὐλογῶν εὐλόγησον. Τὴν ζωὴν ἡμῶν οἰκονόμησον. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ. τῆς χρηστότητός σου διὰ τοὺς πτωχοὺς τοῦ | |
5 | λαοῦ σου, διὰ τὴν χήραν καὶ τὸν ὀρφανὸν, διὰ τὸν ξένον καὶ τὸν προσήλυτον, καὶ δι’ ἡμᾶς πάντας τοὺς ἐλπίζοντας ἐπὶ σοὶ, καὶ ἐπικαλουμένους τὸ ὄνομά σου τὸ ἅγιον· οἱ γὰρ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐ‐ | |
10 | καιρίᾳ. Ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἀγαθότητά σου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, ἵνα, ἐν παντὶ πάν‐ τοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύσωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, τὸ ποιεῖν τὸ θέλημά σου τὸ | |
15 | ἅγιον. Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον. Ὁ ἱερεὺς λέγει· Μνήσθητι, Κύριε, τῶν τὰ τίμια δῶρά σοι ταῦτα προσφερόντων, καὶ ὑπὲρ ὧν, καὶ δι’ ὧν, καὶ ἐφ’ οἷς αὐτὰ προσεκόμισαν, καὶ μισθὸν | |
20 | οὐράνιον παράσχου πᾶσιν αὐτοῖς· ἐπειδὴ, Δέσποτα, πρόσταγμά ἐστι τοῦ μονογενοῦς σου Υἱοῦ τῆς μνή‐ μης τῶν ἁγίων σοῦ κοινωνεῖν ἡμᾶς. Ἔτι μνησθῆ‐ ναι καταξίωσον, Κύριε, καὶ τῶν ἀπ’ αἰῶνος εὐαρε‐ στησάντων σοι ἁγίων πατέρων, πατριαρχῶν, | |
25 | ἀποστόλων, προφητῶν, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, καὶ παντὸς πνεύματος δι‐ καίου ἐν πίστει Χριστοῦ τετελειωμένου· Ἐξαιρέτως τῆς παναγίας, ὑπερενδόξου, ἀχράντου, ὑπερευλογημένης, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ | |
30 | ἀειπαρθένου Μαρίας· Τοῦ ἁγίου ἐνδόξου προφήτου, προδρόμου, βαπτι‐ στοῦ, καὶ μάρτυρος Ἰωάννου· Τοῦ ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρω‐ τομάρτυρος· | |
35 | Καὶ τοῦ ἁγίου μακαρίου πατρὸς ἡμῶν Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ· καὶ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν θαυματουργοῦ Βασιλείου· Τοῦ ἁγίου Δ. οὗ καὶ τὴν μνήμην ἐν τῇ σήμερον ἡμέρᾳ ἐπιτελοῦμεν, καὶ παντὸς χοροῦ τῶν ἁγίων | |
40 | σου, ὧν ταῖς εὐχαῖς καὶ πρεσβείαις καὶ ἡμᾶς ἐλέησον, καὶ σῶσον διὰ τὸ ὄνομά σου τὸ ἅγιον τὸ ἐπικληθὲν ἐφ’ ἡμᾶς. Ὁ διάκονος λέγει τὰ δίπτυχα. Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ· Ὁμοίως δὲ μνήσθητι, | |
45 | Κύριε, καὶ πάντων τῶν ἱερωσύνῃ προαναπαυσαμέ‐ νων, καὶ τῶν λαϊκῶν ταγμάτων· πάντων τὰς ψυχὰς ἀναπαύσας καταξίωσον ἐν κόλποις τῶν ἁγίων πατέρων ἡμῶν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ. Ἔκτρεψον, σύναψον εἰς τόπον χλόης ἐπὶ ὕδατος ἀναπαύσεως | |
31.1641(50) | ἐν παραδείσῳ τρυφῆς, ἔνθα ἀπέδρα ὀδύνη, καὶ λύπη καὶ στεναγμὸς, ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου. Καὶ μετὰ τὰ δίπτυχα ὁ ἱερεὺς λέγει· Ἐκείνους μὲν, Κύριε, τὰς ψυχὰς ἐκεῖ λαβὼν ἀνάπαυσον καὶ | |
55 | βασιλείας οὐρανῶν καταξίωσον· ἡμᾶς δὲ τοὺς ἐνταῦθα παροικοῦντας διατήρησον ἐν πίστει σου, καὶ ὁδήγησον | |
ἡμᾶς ἐν τῇ βασιλείᾳ σου, χαριζόμενος ἡμῖν τὴν σὴν | 1641 | |
31.1644 | εἰρήνην διὰ παντὸς, ἵνα σου καὶ ἐν τούτῳ, καθὼς καὶ ἐν παντὶ, δοξασθῇ καὶ ὑψωθῇ καὶ ὑμνηθῇ καὶ εὐλογηθῇ καὶ ἁγιασθῇ τὸ πανάγιον καὶ ἔντιμον καὶ εὐλογημένον ὄνομα, σὺν Χριστῷ Ἰησοῦ καὶ ἁγίῳ | |
5 | Πνεύματι. Ὁ λαὸς λέγει· Ὥσπερ ἦν. Ὁ διάκονος λέγει· Κατέλθετε, οἱ διάκονοι. Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν. Προοίμιον τῆς κλάσεως. | |
10 | Καὶ πάλιν εὐχαριστήσωμεν τῷ παντοκράτορι Θεῷ τῷ Πατρὶ Κυρίου δὲ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι νῦν κατηξίωσεν ἡμᾶς στῆναι ἐν τῷ ἁγίῳ τόπῳ, καὶ ἐπᾶραι χεῖρας, καὶ λειτουργῆσαι τῷ ἁγίῳ αὐτοῦ ὀνόματι. Αὐτὸν οὖν παρακαλέσωμεν, ὅπως | |
15 | καταξιώσῃ ἡμᾶς τῆς κοινωνίας καὶ μεταλήψεως τῶν ἁγίων αὐτοῦ μυστηρίων, τοῦ ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Χριστοῦ αὐτοῦ, ὁ παντοκρά‐ τωρ Κύριος καὶ Θεὸς ἡμῶν. Ὁ διάκονος λέγει· Προσεύξασθε. | |
20 | Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν. Εὐχὴ τῆς κλάσεως, τοῦ ἁγίου Βασιλείου. Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, σὺ ἡμᾶς δί‐ δαξον εὐχαριστεῖν ἀξίως τῶν εὐεργεσιῶν σου, ὧν ἐποίησας καὶ ποιεῖς ἀεὶ μεθ’ ἡμῶν. Σὺ εἶ ὁ Θεὸς | |
25 | ἡμῶν, ὁ προσδεξάμενος τὰ δῶρα ταῦτα· καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δίδαξον ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν ὑποδεχόμενοι τὴν μερίδα τῶν ἁγιασμάτων σου, | |
30 | ἑνωθῶμεν τῷ ἁγίῳ σώματι καὶ αἵματι τοῦ Χριστοῦ σου, ὑποδεξάμενοι ταῦτα ἀξίως. Σχῶμεν τὸν Χρι‐ στὸν κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν, καὶ γενώ‐ μεθα ναὸς τοῦ ἁγίου σου Πνεύματος. Ναὶ, ὁ Θεὸς ἡμῶν, καὶ μηδένα ἡμῶν ἔνοχον ποιήσῃς τῶν φρικτῶν | |
35 | σου τούτων μυστηρίων· μηδὲ ἀσθενεῖ ψυχῇ καὶ σώ‐ ματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν. Ἀλλὰ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς ἀξίως ὑποδέχεσθαι τὴν ἐλπίδα τῶν ἁγιασμάτων σου, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, | |
40 | τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου, ὅπου ἂν καὶ ἡμεῖς μετὰ ἁγίων τῶν ἀπ’ αἰῶνός σοι εὐαρε‐ στησάντων γενώμεθα μέτοχοι τῶν αἰωνίων σου ἀγα‐ θῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε. Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκα‐ | |
45 | τακρίτως τολμᾷν ἐπικαλεῖσθαί σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν, κ.τ.λ. Εὐχὴ ἄλλη τῆς κλάσεως. Δέσποτα Κύριε, παντοκράτωρ ὁ Θεὸς, ὁ μέγας, ὁ αἰώνιος καὶ θαυμαστὸς ἐν δόξῃ· ὁ φυλάσσων τὴν | |
31.1644(50) | διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε· ὁ δοὺς ἡμῖν λύτρωσιν ἁμαρτιῶν διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἡ ζωὴ τῶν ἁπάντων, ἡ βοήθεια τῶν πρὸς σὲ καταφευγόντων, καὶ ἐλπὶς τῶν ἐπικα‐ | |
55 | λουμένων σε· ᾧ παραστήκουσι χίλιαι χιλιάδες καὶ | |
μύριαι μυριάδες ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, | 1643 | |
31.1645 | χερουβὶμ καὶ σεραφὶμ, καὶ πᾶσα τῶν οὐρανίων δυ‐ νάμεων πληθύς. Ὁ ἁγιάσας τὰ προκείμενα δῶρα ταῦτα διὰ τῆς ἐπιφοιτήσεως τοῦ παναγίου σου Πνεύματος· καθάρισον ἡμᾶς ἀπὸ τῶν κρυφίων καὶ | |
5 | φανερῶν ἡμῶν ἁμαρτημάτων· καὶ πᾶν διανόημα ἀπαρέσκον τῇ ἀγαθότητί σου μακρὰν ἀπόστησον ἀφ’ ἡμῶν. Ἁγίασον ἡμῶν τὰς ψυχὰς, τὰ σώματα, καὶ τὰ πνεύματα, τὰς συνειδήσεις, ὅπως ἐν καθαρᾷ καρδίᾳ, ψυχῇ πεφωτισμένῃ, τολμῶμεν μετὰ παῤῤη‐ | |
10 | σίας ἄτερ φόβου ἐπικαλεῖσθαί σε τὸν ἐπουράνιον Θεὸν, Πατέρα ἅγιον, καὶ λέγειν. Εὐχὴ ἄλλη τῆς κλάσεως. Τῆς υἱοθεσίας τὴν χάριν ἡμῖν παρασχόμενος διὰ λουτροῦ παλιγγενεσίας παὶ ἀνακαινώσεως Πνεύματος | |
15 | ἁγίου, καὶ τὰ νῦν ἀξίωσον ἡμᾶς ἀνυποκρίτως, κα‐ θαρᾷ καρδίᾳ, συνειδότι πεπαῤῥησιασμένῳ, καὶ χεί‐ λεσιν ἀδιαπτώτοις ἐπικαλεῖσθαί σε, Ἀββὰ ὁ Πατὴρ, ἵνα, τῆς ἐθνικῆς βαττολογίας καὶ Ἰουδαϊκῆς ἀπο‐ νοίας τὸ μάταιον ἀποθέμενοι, ταπεινῇ, καὶ Χριστια‐ | |
20 | νοῖς εὐπρεπῶς, ἐν φωνῇ, τῆς προσευχῆς ἀναφέρειν σοι τὴν ἱκετηρίαν, κατὰ τὴν σωτηριώδη τοῦ μονογε‐ νοῦς σου Υἱοῦ νομοθεσίαν ἰσχύσωμεν· καὶ ἁγιασμῷ ψυχῆς, σώματός τε καὶ πνεύματος, τὸν ἄκτιστόν τε καὶ ἄναρχον καὶ ἀτελεύτητον τολμῶμεν ἀφόβως ἐπι‐ | |
25 | βοᾶσθαι τὸν πάντων Δεσπότην ἐπουράνιον Θεὸν, Πατέρα ἅγιον, καὶ λέγειν. Ὁ λαὸς λέγει τὸ Πάτερ ἡμῶν· καὶ μετὰ τὸ Πάτερ ἡμῶν ὁ ἱερεὺς λέγει· Ναὶ, Πάτερ ἀγαθὲ καὶ φιλάγαθε, μὴ εἰσενέγκῃς ἡμᾶς εἰς τὸν πειρα‐ | |
30 | σμὸν, μηδὲ κατακυριευσάτω ἡμῶν πᾶσα ἀνομία· ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τῶν ἀπρεπῶν ἔργων, καὶ διανοημάτων, κινήσεών τε καὶ βλεμμάτων, καὶ ἁφῶν, καὶ τὸν μὲν πειραστὴν ἄπρακτον ἀποδίωξον· ἐπιτίμησον δὲ καὶ τοῖς ἐμφύτοις καὶ σωματικοῖς ἐν | |
35 | ἡμῖν κινήμασι· καὶ τὰς πρὸς τὸ ἁμαρτάνειν ὁρμὰς καθολκάς τε ὁλικῶς ἀφ’ ἡμῶν ἀναχαίτισον, διὰ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, δι’ οὗ καὶ μεθ’ οὗ, κ.τ.λ. Ὁ διάκονος· Τὰς κεφαλὰς ὑμῶν. | |
40 | Εὐχὴ τῆς κεφαλοκλισίας. Ὁ Θεὸς, οὕτως ἀγαπήσας ἡμᾶς, καὶ χαρισάμενος ἡμῖν τὸ τῆς υἱοθεσίας ἀξίωμα, ἵνα τέκνα Θεοῦ κλη‐ θῶμεν καὶ ἐσμὲν [sic], κληρονόμοι μέν σου τοῦ Πατρὸς, συγκληρονόμοι δὲ τοῦ Χριστοῦ σου. Κλῖνον, | |
45 | Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν τῶν ἐπικλι‐ νάντων σοι τὰς ἑαυτῶν κεφαλάς· καὶ ἅγνισον ἡμῶν τὸν ἔσω ἄνθρωπον, καθὼς ἁγνός ἐστιν ὁ μονογενής σου Υἱὸς, ὃν μέλλομεν ὑποδέξασθαι. Καὶ φευγέτω μὲν πορνεία καὶ ἀκάθαρτος λογισμὸς διὰ τὸν ἐκ Παρθένου | |
31.1645(50) | γεννηθέντα Θεόν· τῦφος δὲ καὶ ἀρχαῖον κακὸν ὑπερη‐ φανεία, τὸν δι’ ἡμᾶς ἑαυτὸν ταπεινώσαντα· δειλία, τὸν παθόντα σαρκὶ, καὶ τὸ τοῦ σταυροῦ στήσαντα τρό‐ παιον· κενοδοξία, τὸν ῥαπισθέντα καὶ μαστιχθέντα, καὶ μὴ ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ αἰ‐ | |
55 | σχύνης ἐμπτυσμάτων· φθόνος, καὶ φόνος, καὶ διχο‐ | |
στασία, καὶ μῖσος, τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα | 1645 | |
31.1648 | τὴν ἁμαρτίαν τοῦ κόσμου· ὀργὴ καὶ μνησικακία, τὸν προσηλώσαντα τῷ σταυρῷ τὸ τῶν ὀφλημάτων χειρόγραφον· δαίμονες καὶ διάβολος, τὸν τὰς πονη‐ ρὰς ἀρχὰς θριαμβεύσαντα, καὶ τὰς τοῦ σκότους | |
5 | ἐξουσίας ἀπεκδυσάμενον. Ἅπαν τὸ γεῶδες φρόνημα, τὸν ἀναληφθέντα εἰς οὐρανούς· ἵνα οὕτω καθαρῶς τοῦ καθαρωτάτου μυστηρίου μετασχῶμεν, καὶ ἁγια‐ σθῶμεν ὁλοτελεῖ ψυχῇ, σώματι καὶ πνεύματι σύσ‐ σωμοι, καὶ συμμέτοχοι, καὶ σύμμορφοι γενόμενοι | |
10 | τοῦ Χριστοῦ σου· καὶ πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως, καὶ τὰ χείλη ἡμῶν ἀγαλλιάσεως, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου τοῦ Πατρὸς, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ προόντος, δι’ οὗ καὶ μεθ’ οὗ, κ.τ.λ. Ἄλλη μετὰ τὸ Πάτερ ἡμῶν, εἰς τὸν ἅγιον | |
15 | Βασίλειον. Ὅτι σού ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύ‐ ματος, νῦν, κ.τ.λ. Ὁ διάκονος λέγει· Τὰς κεφαλὰς ὑμῶν τῷ Θεῷ | |
20 | κλίνατε. Εὐχὴ τῆς κεφαλοκλισίας. Δέσποτα Κύριε, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλὰς εὐλόγησον, ἁγίασον, φρούρησον, | |
25 | ὀχύρωσον, ἐνδυνάμωσον. Ἀπὸ παντὸς ἔργου πο‐ νηροῦ ἀπόστησον, παντὶ δὲ ἔργῳ ἀγαθῷ σύναψον, καὶ καταξίωσον ἀκατακρίτως μετασχεῖν τῶν ἀχράν‐ των τούτων καὶ ζωοποιῶν μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς Πνεύματος ἁγίου κοινωνίαν, χάριτι | |
30 | καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ, κ.τ.λ. | |
32 | Ἄλλη παρ’ Αἰγυπτίοις ἀπὸ τῶν προηγιασμένων τοῦ ἀποστόλου Μάρκου μετὰ τὴν μετάληψιν τῶν ἁγίων μυστηρίων. | |
35 | Τελειωθέντα τῆς εὐεργεσίας τὰ χαρίσματα, ἅτι‐ νά ἐστι φοβερὰ καὶ ὑπερευλογημένα μυστήρια τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τὰ σωτηριώδη αὐτοῦ παθήματα ὡμολογήσαμεν, τὸν ζωοποιὸν αὐτοῦ θά‐ | |
40 | νατον ἐκηρύξαμεν, τὴν ἁγίαν τριήμερον αὐτοῦ ἐκ νεκρῶν ἀνάστασιν ἐπιστεύσαμεν. Τὸ μυστήριον τε‐ τέλεσται. Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς, ὁ Πα‐ τὴρ ὁ παντοκράτωρ, ὅτι τὸ ἔλεός σου μέγα ἐφ’ ἡμᾶς, καὶ κατηρτίσω ἡμῖν εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι | |
45 | παρακύψαι. Ἱκετεύομεν καὶ παρακαλοῦμεν τὴν σὴν ἀγαθότητα, φιλάνθρωπε, ἵνα ἁγνίσῃς ἡμᾶς πάντας τοὺς προσπίπτοντάς σοι, καὶ ἑνώσῃς σαυτῷ διὰ τῆς μεταλήψεως τῶν θείων σου μυστηρίων. Γενώμεθα πεπληρωμένοι τοῦ ἁγίου σοῦ Πνεύματος, καὶ ἐστη‐ | |
31.1648(50) | ριγμένοι ἐν τῇ σῇ εὐθείᾳ πίστει. Πλησθησώμεθα ἐν ἐπιποθήσει τῆς σῆς ἀγαπήσεως ἀληθοῦς, καὶ δοξο‐ λογοῦντές σε πάντοτε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ, κ.τ.λ. Ὁ διάκονος λέγει· Προσχῶμεν Θεῷ μετὰ φόβου. | |
55 | Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν. | |
Δέσποτα Κύριε, ὁ Θεὸς, ὁ Πατὴρ, ὁ παντοκρά‐ | 1647 | |
31.1649 | τωρ, ὁ ἰώμενος ἡμῶν τὰς ψυχὰς, καὶ τὰ σώματα, καὶ τὰ πνεύματα. Σὺ, ὁ ἐντειλάμενος Πέτρῳ τῷ κο‐ ρυφαίῳ τῶν ἁγίων σου μαθητῶν καὶ ἀποστόλων, ἐκ τοῦ στόματος τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου | |
5 | δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέ‐ γοντος αὐτῷ, «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ἐὰν δήσῃς ἐπὶ | |
10 | τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.» Ἐσόμεθα τοίνυν καὶ ἡμεῖς οἱ δοῦλοί σου, πατέρες μου καὶ ἀδελφοὶ, ἱερεῖς καὶ λευῗται, καὶ πᾶς ὁ λαός σου ὁ πιστὸς, ὁ προσπίπτων ἐνώπιον τῆς | |
15 | ἁγίας σου δόξης ἐν τῇ ἁγίᾳ ὥρᾳ ταύτῃ, καὶ βαστά‐ ζων τὸν τίμιόν σου σταυρὸν, ἐσμὲν πάντες λελυ‐ μένοι καὶ ἐλεύθεροι ἐκ τοῦ ἐμοῦ στόματος τοῦ ἁμαρ‐ τωλοῦ, διὰ τοῦ παναγίου σου Πνεύματος, τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου. Θεὲ, διὰ τὸν Υἱόν σου τὴν τοῦ | |
20 | κόσμου ἁμαρτίαν ἀράμενον, ἄρξαι τῆς ὑποδοχῆς τῆς μετανοίας τῶν δούλων σοῦ ἐξ αὐτῶν, εἰς φῶς τῆς ἐπιγνώσεως, εἰς ἱλασμὸν ἁμαρτιῶν· ὅτι οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τοῦ ἐπιστρέψαι καὶ ζῇν αὐτόν· σὺ γὰρ εἶ Κύριος, Κύριος ὁ Θεὸς | |
25 | οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας, καὶ ἀδικίας, καὶ ἁμαρτίας. Καὶ εἴ τί σοι ἡμάρτομεν εἴτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, ἄνες, ἄφες, συγχώρησον ἡμῖν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός. «Ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, | |
30 | Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν·» ὅτι σὺ εἶ ἱλασμὸς τῶν ἁμαρτιῶν ἡμῶν, ὁ φωτισμὸς καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ὁ Θεὸς, πάντας ἡμᾶς ἐλευθέρωσον, καὶ ἅπαντα τὸν λαόν σου ἐλευθέρωσον ἀπὸ πάσης ἁμαρτίας, | |
35 | ἀπαρνήσεως πάσης καὶ βλασφημίας, ἀπὸ πάσης ἀρᾶς καὶ κατάρας, μαγείας, φαρμακείας, εἰδωλο‐ λατρείας ἐπιόρκου, καὶ ἐπιορκίας· ἀπὸ ἀναθέματος καὶ καταθέματος, ἀπὸ χωρισμοῦ γενομένου, ἀπὸ βέ‐ λους πετομένου, ἀπὸ στεναγμοῦ δικαίων τε καὶ | |
40 | ἀδίκων, ἀπὸ πάσης ἀπαντήσεως αἱρετικῶν καὶ ἐθνικῶν. Χάρισαι ἡμῖν, Δέσποτα, νοῦν καὶ σύνεσιν, καὶ δύναμιν τοῦ φυγεῖν ἕως τέλους ἀπὸ παντὸς ἔργου πονηροῦ τοῦ ἀντικειμένου, καὶ δὸς ἡμῖν τὸ ποιεῖν τὴν σὴν εὐαρέστησιν. Γράψον τὰ ὀνόματα ἡμῶν μετὰ | |
45 | παντὸς χοροῦ τῶν ἁγίων σου ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ, κ.τ.λ. Ὁ ἱερεὺς ὑψοῖ τὸ σπουδικὸν, καὶ ἐκφωνήσει· Τὰ ἅγια τοῖς ἁγίοις. | |
31.1649(50) | Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον. γʹ. Εἷς Πατὴρ ἅγιος, εἷς Υἱὸς ἅγιος, ἓν Πνεῦμα ἅγιον. Ἀμήν. Ὁ ἱερεὺς λέγει· Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Ὁ λαὸς λέγει· Καὶ μετὰ τοῦ πνεύματός σου. | |
55 | Ὁ ἱερεὺς λέγει· Εὐλογητὸς Κύριος εἰς τοὺς αἰῶνας. | |
Ὁ λαὸς λέγει· Ἀμήν. | 1649 | |
31.1652 | Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν. Ὁ λαὸς λέγει· Καὶ τῷ πνεύματί σου. Ὁ ἱερεὺς λέγει τὴν ὁμολογίαν· Σῶμα ἅγιον, καὶ αἷμα τίμιον ἀληθινὸν Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ, | |
5 | Ἀμήν. Ὁ λαὸς λέγει· Ἀμήν. Ἅγιον, τίμιον σῶμα, καὶ αἷμα ἀληθινὸν Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀμήν. Ὁ λαὸς λέγει· Ἀμήν. | |
10 | Σῶμα καὶ αἷμα Ἐμμανουὴλ τοῦ Θεοῦ ἡμῶν, τοῦτό ἐστιν ἀληθῶς. Ἀμήν. Ὁ λαὸς λέγει· Ἀμήν. Πιστεύω, πιστεύω, πιστεύω, καὶ ὁμολογῶ ἕως ἐσχάτης ἀναπνοῆς, ὅτι αὐτή ἐστιν ἡ σὰρξ ζωοποιὸς | |
15 | τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἔλαβεν αὐτὴν ἐκ τῆς ἁγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ ἐποίησεν αὐτὴν μίαν σὺν τῇ θεότητι αὐ‐ τοῦ, μὴ ἐν μίξει, μηδὲ ἐν φυρμῷ, μηδὲ ἐν ἀλλοιώσει. | |
20 | Καὶ ἐμαρτύρησεν ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν· καὶ παρέδωκεν αὐτὴν ὑπὲρ ἡμῶν πάντων ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ τοῦ ἁγίου ἐν τῷ θελή‐ ματι αὑτοῦ. Ἀληθῶς πιστεύω, ὅτι θεότης αὐτοῦ οὐδ’ οὐ μηδέποτε χωρισθεῖσα ἐξ ἀνθρωπότητος αὐτοῦ, ἐν | |
25 | ἀτόμῳ, οὐδὲ ἐν ῥιπῇ ὀφθαλμοῦ. Μετέδωκεν αὐτὴν εἰς λύτρωσιν, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτῆς μεταλαμβάνουσι. Πιστεύω, ὅτι αὐτή ἐστιν ἀληθῶς. Ἀμήν. Ὁ λαὸς λέγει· Ἀμήν. | |
30 | Ὁ διάκονος λέγει· Ἐν εἰρήνῃ καὶ ἀγάπῃ. Ὁ ἱερεὺς ἐκφωνήσει· Δι’ οὗ καὶ μεθ’ οὗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ.τ.λ. Ὁ ἱερεὺς λέγει ψαλμὸν νʹ καὶ τὸ κοινωνικὸν τῇ | |
35 | ἡμέρᾳ. Ὁ διάκονος λέγει· Συνάχθητε καὶ εἰσέλθετε, οἱ διάκονοι, μετ’ εὐλαβείας. Εὐχὴ εὐχαριστίας μετὰ τὴν μετάληψιν τῶν ἁγίων μυστηρίων. | |
40 | Ὁ διάκονος λέγει· Ἐπὶ προσευχῇ στάθητε. Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν. Ὁ λαὸς λέγει· Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος λέγει· Προσεύξασθε ὑπὲρ τῆς, κ.τ.λ. Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον. | |
45 | Ὁ ἱερεὺς λέγει τὴν εὐχὴν ταύτην· Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιά‐ σεως, ἐπὶ τῆς μεταλήψεως τῶν ἁγίων σου μυστηρίων, Κύριε. Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἡτοίμασας, ὁ | |
31.1652(50) | Θεὸς, τοῖς ἀγαπῶσι τὸ ὄνομά σου τὸ ἅγιον, καὶ ἀπε‐ κάλυψας αὐτὰ τοῖς νηπίοις τῆς ἁγίας σου Ἐκκλησίας. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. Εὐλογητὸς εἶ, ὁ Θεὸς, ὁ Πατὴρ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ | |
55 | οὗ, κ.τ.λ. | |
Ὁ διάκονος λέγει· Τὰς κεφαλάς. | 1651 | |
31.1653 | Εὐχὴ τῆς κεφαλοκλισίας. Δέσποτα Κύριε, ὁ Θεὸς, ὁ Πατὴρ ὁ παντοκράτωρ, ὁ ποιῶν ἔλεος εἰς χιλιάδας, τοῖς ἐπικαλουμένοις σε ἐν ἀληθείᾳ, ἔπιδε οὐρανόθεν εὐμενεῖ προσώπῳ, καὶ | |
5 | γαληνῷ ὄμματι ἐπὶ τοὺς δούλους σου σοὶ γὰρ ἔκλι‐ ναν τοὺς ἑαυτῶν αὐχένας τῶν καρδιῶν, ἀπεκδεχόμε‐ νοι τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος, τὸ παρὰ σοῦ ἐλέους καὶ εὐλογίας λαβεῖν. Εὐλόγησον αὐτοὺς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ· ἁγίασον αὐτοὺς ἐν τῷ | |
10 | Πνεύματί σου τῷ ἁγίῳ. Ἄγγελον εἰρηνικὸν τῇ ἑκάστῃ ἡμῶν ζωῇ παρακατάστησον, φρουροῦντα, διατηροῦντα, διαφυλάσσοντα, φωτίζοντα, ὁδηγοῦντα ἡμᾶς εἰς πᾶν ἔργον ἀγαθόν. Ἀλλὰ ἐλεῶν ἐλέησον, καὶ οἰκτείρων σῶσον, οἰκτείρησον· καὶ εἰς τὸν αἰῶνα τὸ ἔλεός σου. | |
15 | Τὴν δὲ ἁγίαν ἡμέραν ταύτην καὶ πάσας τὰς ἡμέρας τῆς ζοῆς ἡμῶν δὸς ἡμῖν, Κύριε ὁ Θεὸς, ἀναμαρτή‐ τως διελθεῖν, μετὰ πάσης χαρᾶς, ὑγιείας, εἰρήνης, σωτηρίας, εὐεργεσίας, παντὸς ἁγιασμοῦ, καὶ τοῦ σου φόβου ἐπιτελέσαι, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλαν‐ | |
20 | θρωπίᾳ τοῦ Χριστοῦ Ἰησοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, καὶ δεδοξασμένος σὺν Πνεύματι ἁγίῳ. Εὐχὴ τῶν τεσσαράκοντα ἡμερῶν τῶν ἁγίων νηστειῶν. Δέσποτα Κύριε παντοκράτωρ, ὁ πᾶσαν κτίσιν ἐν | |
25 | σοφίᾳ δημιουργήσας· ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα ἀγαγὼν ἡμᾶς εἰς τὰς παν‐ σέπτους ἡμέρας ταύτας, πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως· ὁ διὰ τῶν τεσσαράκοντα ἡμερῶν πλάκας | |
30 | χειρίσας, τὰ θεοχάρακτα γράμματα, τῷ θεράποντί σου Μωσῇ· παράσχου καὶ ἡμῖν, ἀγαθὲ, τὸν ἀγῶνα τὸν καλὸν, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι· τὴν πίστιν ἀδιαίρετον τηρῆσαι· τὰς κεφαλὰς τῶν ἀορά‐ των δρακόντων συνθλάσαι, νικητάς τε τῆς ἁμαρτίας | |
35 | ἀναφανῆσαι, καὶ ἀκατακρίτως φθάσαι καὶ προσκυ‐ νῆσαι τὴν ἁγίαν ἀνάστασιν· ὅτι ἅγιον ὑπάρχει τὸ ὄνομά σου τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, κ.τ.λ. Εὐχὴ τῆς ἀπολύσεως, εἰς τὴν χειροθεσίαν. | |
40 | Τοῖς δούλοις σου, Κύριε, τοῖς ὑμνοῦσί τε καὶ προσ‐ καλουμένοις σε γενοῦ, καὶ διόδευσον βοηθῶν αὐτοῖς ἐν παντὶ ἔργῳ ἀγαθῷ. Ἀνάστησον τὰς ἑαυτῶν καρδίας ἀπὸ τῶν τῆς γῆς ἀτόπων λογισμῶν. Δώρησαι αὐτοῖς τοῦ ζῇν αὐτοὺς, καὶ φρονεῖν τὰ τῶν ζώντων, καὶ | |
45 | συνιέναι τὰ σά. Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύ‐ ριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, τὸ πλή‐ ρωμα τῆς Ἐκκλησίας σου φύλαξον. Ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς | |
31.1653(50) | ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει, καὶ μὴ ἐγκατα‐ λίπῃς ἡμᾶς, ὁ Θεὸς, τοὺς ἐλπίζοντας ἐπὶ σοί. Τοὺς νοσοῦντας θεράπευσον. Τοὺς ἀποδημήσαντας εἰρήνευσον. Τοὺς ἀέρας ἔγκρασον. | |
55 | Καὶ τοὺς καρποὺς τῆς γῆς εὐλόγησον. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ, καὶ παντὶ | |
τῷ λαῷ σου. | 1653 | |
31.1656 | Τοὺς προκοιμηθέντας ἀνάπαυσον· τῶν προσενεγ‐ κάντων τὰ δῶρα, καὶ δι’ ὧν προσήγαγον, μνημό‐ νευσον. Τοὺς ἐν πάσῃ θλίψει καὶ ἀνάγκῃ ὄντας σῶσον. | |
6 | Καὶ ἡμῖν τὴν χάριν σου ἐξαπόστειλον· ἐν τριαδικῇ πίστει ἕως ἐσχάτης ἡμῶν ἀναπνοῆς ἡμᾶς τελείωσον· ὅτι πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνω‐ θέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων. | |
10 | Καὶ σοὶ τὴν δόξαν, καὶ τὴν εὐχαριστίαν καὶ τὴν προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ μονο‐ γενεῖ σου Υἱῷ, καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν, κ.τ.λ. Ὁ διάκονος λέγει· Ἡ χάρις τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων | |
15 | ὑμῶν. Πορεύεσθε ἐν εἰρήνῃ. Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον. βʹ. Κύριε, εὐλόγη‐ σον. Ἀμήν. Ὁ ἱερεὺς λέγει τὴν εὐλογίαν τῆς ἀπολύσεως. Ὁ διάκονος λέγει· Καὶ πάλιν πορεύεσθε ἐν εἰ‐ | |
20 | ρήνῃ. Οἱ διάκονοι λέγουσι· Καὶ πάλιν σωθείς. Κύριε, εὐλόγησον. Ἀμήν. Ὁ ἱερεὺς λέγει εὐχὴν τῆς ἀπολύσεως τῶν διακόνων. Τελέσαντες τὴν ἱερὰν λειτουργίαν, καθὼς προσ‐ | |
25 | ετάχθημεν, Κύριε, καὶ τῆς μεταλήψεως τῶν ἁγίων, ἀχράντων, καὶ ἐπουρανίων φρικτῶν μυστηρίων κατ‐ αξιωθέντες, ἐκ δυνάμεως εἰς δύναμιν πορευόμεθα ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί σου, οἱ κατ‐ αξιωθέντες λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ | |
30 | προσενεγκόντες σοι τὴν ἀναίμακτον θυσίαν, τὸ ἄχραν‐ τον σῶμα καὶ τὸ τίμιον αἷμα τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς δόξαν σου τοῦ ἀνάρχου Πατρὸς, καὶ αὐτοῦ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ Πνεύματος ἁγίου, καὶ ἀγαθοῦ, καὶ ζωοποιοῦ | |
35 | καὶ σοὶ ὁμοουσίου. Αἰτούμεθα τυχεῖν καὶ τῆς ἐκ δεξιῶν σου παραστάσεως, ἐν τῇ ἡμέρᾳ σου τῇ φοβερᾷ καὶ δικαίᾳ, διὰ τῶν πρεσβειῶν καὶ ἱκεσιῶν τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρ‐ θένου Μαρίας, καὶ πάντων τῶν ἁγίων σου, ὅτι εὐλο‐ | |
40 | γητὸς εἶ νῦν, κ.τ.λ. Ἐτελειώθη ἐν εἰρήνῃ ἡ θεια λειτουργία τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν τοῦ θαυματουργοῦ Βασιλείου. Δέον εἰδέναι, ὅτι τὸ, Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, οὐ λέγει ὁ ἱερεὺς ἐν τῇ ἡμέρᾳ εʹ τῇ μεγάλῃ, | |
45 | ἀλλ’ ἐρεῖ ἀντὶ τοῦ, Ἐπλήσθη· Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, εὐερ‐ γέτα τῶν ψυχῶν ἡμῶν, ὁ καὶ ὡς ἐν τῇ παρούσῃ σήμερον ἡμέρᾳ καταξιώσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων, ἃ ὀφθαλμὸς οὐκ εἶδε, | |
31.1656(50) | ἕως εἰς τέλος. | 1655 |